Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

100.—124. Ἑκάβη, σπουδῇ πρός σʼ ἐλιάσθην: ὁ χορός φησιν ὅτι σπουδῇ ἐχωρίσθην ἀπὸ τῆς σκηνῆς Ἀγαμέμνονος οὐκ ἐπὶ τῷ κουφίσαι τι τῶν κακῶν σου, ἀλλὰ καὶ ἐπισάξαι διὰ τῶν λεγομένων ὑπʼ ἐμοῦ. Ἄλλως. Ἑκάβης σπουδῇ ἦλθον πρὸς σὲ, λιποῦσα τὰς δεσποσύνους σκηνὰς Ἀγαμέμνονος, ὅπου ἐτάχθην φυλάττειν ἀπελθοῦσα, [*](8. καταλιποῦσα] Pergit A. ἄλλως. αἰχμαλωτισθέντων. ὁ χορός φησιν ὅτι etc. quae vide infra 21. κουφίζουσα] ἐλαπφρύνουσα Gu. ad v. 100.—124. qui incipit ab πρὸς σέ. 13. αἰχμαλωτισθεισῶν scripsi pro)

245
ἐκβληθεῖσα ἀπὸ τῆς Τροίας, τοῦ κοπτικοῦ στόματος τῆς λόγχης παρὰ τῶν Ἀχαιῶν γενομένη δοριθήρατος. ἦλθον δὲ οὐ μέλλουσά τι εὐφραντόν μηνῦσαί σοι ἢ ἀποκουφίσαι σὲ ἀπὸ τῶν θλίψεων, ἀλλὰ μᾶλλον αἰρομένη καὶ φέρουσα μέγα βάρος ἀγγελίας, ἀντὶ τοῦ μεγάλην λύπην. ἐν γὰρ τῷ συναθροίσματι τῶν Ἑλλήνων λέγεται δόξαν γενέσθαι, εἴτʼ οὖν θέλησιν, τὴν σὴν παῖδα Πολυξένην σφάγιον θέσθαι τῷ Ἀχιλλεῖ. γινώσκεις γὰρ καὶ αὐτὴ ὡς ὁ Ἀχιλλεὺς θυσίαν ἐζήτησεν, ὅτε ἐφάνη σὺν ὅπλοις χρυσοῖς ἐπιβὰς τοῦ τύμβου, ἐκώλυε δὲ τὰς ποντοπόρους ναῦς ἐπερειδομένας, ἐχούσας τὰ ἱστία ἐν τοῖς σχοινίοις, ταῦτα βοῶν καὶ λέγων, ποῖ ἀπέρχεσθε, Δαναοὶ, λιπόντες τὸν ἐμὸν τάφον ἀγέραστον; δόξα δὲ διπλῆ ἦν ἐν τῷ πολεμικωτάτῳ στρατῷ τῶν Ἑλλήνων. τοῖς μὲν γὰρ ἤρεσκε διδόναι καὶ ποιεῖν σφάγιον ἐν τῷ τοῦ Ἀχιλλέως τύμβῳ, τοῖς δὲ οὐδαμῶς τοῦτο καλὸν ἐδόκει. ἦν δὲ σπουδάζων καὶ θέλων τὸ σὸν καλὸν, ἤγουν τὸ μὴ σφαγιασθῆναι τὴν Πολυξένην, ὁ Ἀγαμέμνων ὁ ἀνέχων τὰς κοίτας τῆς μαντικῆς Κασάνδρας καὶ σὺν αὐτῇ κοιμῶν. A.

100—154. Παράφρασις. ὦ Ἑκάβη, σὺν σπουδῇ ὥρμησα πρὸς σὲ, καταλιποῦσα τὰς δεσποτικὰς σκηνὰς, ὅπου διὰ κλήρου ἐδόθην καὶ ἐτάχθην δούλη, ἀποδιωκομένη ἀπὸ τῆς πόλεως τῆς Ἰλιάδος τῇ ὀξύτητι τοῦ δόρατος, δοριάλωτος γενομένη παρὰ τῶν Ἀχαιῶν. ἐλιάσθην δηλονότι κατὰ κοινοῦ, οὐδὲν ἀπὸ τῶν παθῶν ἐλαφρύνουσα καὶ ἐλαττοῦσα, ἀλλὰ ἐπιφέρουσα μέγα βάρος μηνύματος, σοί τε, ὦ γύναι, ἦλθον κῆρυξ καὶ ἄγγελος ἀχέων καὶ θλίψεων. ἐν γὰρ τῇ συνελεύσει τῶν Ἀχαιῶν τῇ πεπληρωμένῃ περιᾴδεται καὶ φημίζεται κυρωθῆναι, θέσθαι καὶ ποιῆσαι τὴν σὴν θυγατέρα θῦμα τῷ Ἀχιλλεῖ. γινώσκεις δὲ ὅτι ἐπιβὰς, ὁ Ἀχιλλεὺς δηλονότι, τοῦ τύμβου τοῦ ἑαυτοῦ, ἐφάνη σὺν ὅπλοις χρυσοῖς, ἐπέσχε δὲ τὰς ναῦς τὰς ἐν τῷ πόντῳ τὴν πορείαν ποιουμένας, ἐπερειδούσας τὰ ἄρμενα ἐν σχοινίοις, τάδε βοῶν, ὦ Δαναοὶ, ποῦ πορεύεσθε, ἀφέντες τὸν ἐμὸν τύμβον ἄτιμον; συνέβη δὲ, καὶ ἐπῆλθε, ταραχὴ πολλῆς φιλονεικίας, δόξα δὲ, καὶ γνώμη καὶ ὑπόληψις, ἐχώρει καὶ ἐκινεῖτο εἰς τὸν στρατὸν τὸν πολεμιστήν. τοῖς μὲν δοκοῦν, ἦν δηλονότι, διδόναι σφάγιον τῷ τύμβῳ, τὴν θυγατέρα δηλονότι, τοῖς δὲ οὐχί. (οἱ δὲ νεώτεροι συντάσσουσιν οὕτως· τοῖς μὲν δοκοῦν, ἀντὶ τοῦ δοκοῦντος, ἤτοι ἀρεστοῦ ὄντος, διδόναι τῷ τύμβῳ [*](34. ἀρεστοῦ Matth. pro ἀρίστου.)

246
σφάγιον, τὴν Πολυξένην δηλονότι, τοῖς δὲ οὐχί.) ἦν δὲ ὁ μὲν σπεύδων εἰς τὸ σὸν ἀγαθὸν ὁ Ἀγαμέμνων, ἅτε τιμῶν τὴν κοίτην τῆς μαντικῆς Κασάνδρας· οἱ υἱοὶ δὲ τοῦ Θησέως, Ἀκάμας καὶ Δημοφῶν, οἱ κλάδοι τῶν Ἀθηνῶν, ἦσαν δημηγόροι λόγων διπλῶν. συνέτρεχον δὲ βουλῇ μιᾷ, ὥστε στεφανοῦν τὸν τάφον τοῦ Ἀχιλλέως ἐν αἵματι προσφάτῳ καὶ παρθενικῷ. τὴν δὲ κοίτην τῆς Κασάνδρας οὐκ ἔλεγον προτιμήσειν τῆς ἀνδρείας τοῦ Ἀχιλλέως. αἱ ἅμιλλαι δὲ τῶν κατατεινομένων λόγων, ἤτοι τῶν ἀγωνιστικῶς λεγομένων καὶ ἐριστικῶς, πῶς καὶ κατὰ τινὰ τρόπον ἦσαν ἴσαι, μέχρις οὗ κατέπεισε τὴν στρατιὰν ὁ Ὀδυσσεὺς ὁ ποικίλα φρονῶν, ὁ κόπις καὶ ὁ λάλος, ἤτοι ὁ ῥήτωρ ὁ ἡδὺς κατὰ τοὺς λόγους, ὁ τῷ δήμῳ χαριζόμενος, λέγων δηλονότι, μὴ τὸν ἄριστον πάντων τῶν Ἀχαιῶν, Ἀχιλλέα, ἀποδιώκειν καὶ παραβλέπειν χάριν σφαγίων δουλικῶν, μηδέ τινα τῶν ἀποθανόντων στάντα πλησίον τῆς Περσεφόνης εἰπεῖν ὅτι οἱ Δαναοὶ ἀπῆλθον τοῦ τόπου τῆς Τροίας, κακοὶ καὶ ἀχάριστοι φανέντες τοῖς Ἕλλησι, τοῖς ἀποθανοῦσιν ὑπὲρ τῶν Ἑλλήνων. παραγενήσεται δὲ συντόμως ὁ Ὀδυσσεὺς, ἀποσπάσων τὴν πῶλον, ἤτοι τὴν Πολυξένην, ἀπὸ τοῦ σοῦ κόλπου, καὶ παρορμήσων καὶ παρακινήσων ἐκ τῆς γεραιᾶς χειρός τῆς σῆς. ἀλλ᾿ ἄπιθι πρὸς ναοὺς, ἴθι πρὸς βωμοὺς, κάθησο παρακλήτρια τοῦ Ἀγαμέμνονος διὰ τῶν γονάτων αὐτοῦ δηλονότι. ἐπικαλοῦ τούς τε ἐν τῷ οὐρανῷ θεοὺς, τούς τε ὑποκάτω τῆς γῆς. ἢ γὰρ αἱ λιταὶ ἐμποδίσουσιν ἔσεσθαι ἐστερημένην παιδὸς μελέας, καὶ ἀθλίας, ἢ ἀπόκειται ἰδεῖν τὴν παρθένον προκειμένην τοῦ τύμβου, βαπτομένην ἐκ τῆς χρυσοφόρου δειρῆς ἐν ῥεύματι μελαναυγεῖ, καὶ μέλαιναν ὄψιν ἔχοντι αἵματος. I.

101. δεσποσύνους: τὰς τῶν δεσποτῶν. δεσπόσυνος δὲ κυρίως ὁ τοῦ δεσπότου υἱός. κατεχρήσατο οὖν οὕτως εἰπών. ἦν γὰρ ἡ Ἑκάβη ἐν τῇ τοῦ Ὀδυσσέως σκηνῇ, ὁ δὲ χορὸς ἐν τῇ τοῦ Ἀγαμέμνονος. διὰ τοῦτο λέγει τὰς δεσποσύνους, τουτέστι τοῦ Ἀγαμέμνονος, ὅπου ἐκληρώθη εἶναι δούλη. M.

[*](2. ἄτε τιμῶν] ἀτιμῶν I. γατέρα προπετῆ καὶ ἔμπροσθεν κειμένην 21. Quae leguntur a vv. ἢ γὰρ αἱ τοῦ τάφου τοῦ Ἀχιλλέως καὶ φοινισσομένην λιταὶ, eadem fere habet Gu. ad v. καὶ βαπτομένην ἐν νασμῷ καὶ ἐν 150 sqq. ἢ γὰρ διακωλύσουσι καὶ ἐμποδίσουσι ῥεύσει μελαναυγεῖ καὶ σκοτεινῷ τοῦ αἵματος σὲ αἱ παρακλήσεις τοῦ εἶναί τοῦ ἐκ τῆς χρυσοφόρου δειρῆς σε ὀρφανὴν τῆς ἀθλίας παιδὸς, ἢ ἀπόκειταί ἤγουν τοῦ χρυσᾶ φοροῦντος ποτὲ σοι θεάσασθαι τὴν παρθένον θυ- τραχήλου.)
247

δεσποσύνους: δεσπόσυνον κατὰ ποιητὰς τὸ τοῦ δεσπότου κτῆμα, παῤ ἡμῖν ὁ τοῦ δεσπότου υἱός. Gr. δεσποσύνους: δεσποτείας. Fl. 21. Plut. 32. τὰς δεσποτικάς. περιφραστικῶς τὰς τοῦ Ἀγαμέμνονος. Fl. 10. Gu. δεσπόσυνος δὲ κυρίως ὁ τοῦ δεσπότου υἱός. κατεχρήσατο οὖν δεσποσύνους τὰς τῶν δεσποτῶν σκηνάς· ἦν γὰρ Ἑκάβη ἐν τῇ τοῦ Ὀδυσσέως σκηνῇ, ὁ δὲ χορὸς ἐν τῇ τοῦ Ἀγαμέμνονος, τὸ πλεῖον δὲ, διότι ἦν ἡ Κασάνδρα ἐν τῇ τοῦ Ἀγαμέμνονος. διὰ τοῦτο οὖν λέγει τὰς δεσποσύνους, τουτέστι τοῦ Ἀγαμέμνονος. Fl. 25. σκηνάς: τέντας. Fl. 17. κατοικίας. Fl. 59. προλιποῦσα: ἀντὶ τοῦ λιποῦσα. Cant. Gr. λέγεται ἡ πρόθεσις περισσὴ καὶ ἐν πεζῷ λόγῳ. Cant. Gr. ἀφεῖσα. Fl. 59.

102. ἵνʼ ἐκληρώθην: ὅπου ἐκ κλήρου ἔλαχον. Fl. 6. 17. 56. 59. ὅπου, εἰς ἃς σκηνάς. Fl. 21. ὅπου διὰ κλήρου κατέστην. Fl. 21. plut. 32. Gu. προσετάχθην ἀντὶ τοῦ ἐτάχθην καὶ ὡρίσθην εἶναι δηλονότι. Fl. 59. ὅπου εἰς κλῆρον ἐδόθης καὶ παρεδόθης δούλη. Fl. 33. καὶ ἐκληρώθην. Gr. ἐγενόμην, ὡρίσθην. ἡ πρὸς ὑστεροχρόνιος ἐνταῦθα. Gu.

103. ἀπελαυνομένα: διωκομένη τῆς σῆς πόλεως Ἰλιάδος. Fl. 33. ἐξελθοῦσα καὶ διωκομένη. Gr.

104. λόγχης αἰχμῇ: ἤγουν τῷ δόρατι, τουτέστι τῷ πολέμῳ. Cant. λόγχης: τοῦ λόχου, τοῦ πολέμου. Fl. 17. ἤγουν τοῦ δόρατος. Fl. 6. 21. 56. 59. 76. νόμῳ πολέμου. M. rec. Fl. 21. αἰχμῇ: τῷ ξίφει. Fl. 6. 21. 56. 59. 76. διὰ τῶν Ἑλληνικῶν δοράτων αἰχμαλωτισθεῖσα. Fl. 33.

105. δοριθήρατος: αἰχμάλωτος. Fl. 21. plut. 32. ἤγουν δοριάλωτος. Gr. αἰχμάλωτος γενομένη δηλονότι. Gu.

106. οὐδὲν παθέων: ἐλιάσθην πρὸς σὲ οὐδὲν ἀπὸ τῶν παθῶν, ὧν ἔχεις δηλονότι, κουφίζουσα. B. Fl. 6. 21. 56. 59. 76. οὐδὲν τῶν περιεχόντων σε κακῶν ἀποκουφίζουσα, καὶ θεραπεύουσα. Ἄλλως. ἐν ὑπερβατῷ, σπουδῇ προσελιάσθην. σπονδῇ, φησὶν, ἐχωρίσθην ἀπὸ τῆς [*](10. ἡ πρὸ πρόθεσις περισσὴ καὶ ἐν π. κουφίζουσα ἤγουν τῶν κακῶν θεραπεύουσα λ. tantum habet Fl. 59. δὲ ἡ Cant. Fl. 25. 20. ἤγουν τῷ δόρατι] ἤγουν τοῦ δόρατος. ib. θεραπούουσα] ἐλαττοῦσα addit τῷ ξίφει, ἤγουν τῷ δόρατι τουτέστι Fl. τῷ πολέμῳ Gr. 30. προσελιάσθην] οὐδὲν παθέων ἀπὸκουφίζουσα 29. σε κακῶν—θεραπεύουσα] ἀπο- addit M.)

248
σκηνῆς τοῦ Ἀγαμέμνονος, οὐκ ἐπὶ τῷ κουφίσαι τι τῶν κακῶν σου, ἀλλὰ καὶ ἐπισάξαι τοῖς λεγομένοις ἀπʼ ἐμοῦ. M. οὐδὲν παθέων ἀποκουφίζουσα: οὐδὲν τῶν περιεχόντων σε κακῶν θεραπεύουσα καὶ ἀποκουφίζουσα, ἀλλὰ τοὐναντίον ἐπιτιθεῖσα βάρος ἀγγελίας, τουτέστιν ἕτερα πρὸς οἷς ἔχεις κακοῖς ἀπαγγέλλω κακά. A.M. Ἄλλως. παρεγινόμην δὲ οὐκ ἐλαττοῦσά σου τὰς συμφορὰς, ἀλλὰ μᾶλλον καὶ παραύξουσα διὰ ταύτης τῆς ἀγγελίας. M. καὶ οὐδὲν τῶν παθέων ἀνακωχὴν ἔχουσα. Fl. 33.

107. ἀλλʼ ἀγγελίας: μᾶλλον δὲ μηνύματος φορτίον ἐπιφέρουσα. Fl. 17. διὰ τῆς φήμης. Fl. 59. μηνύσεως. Fl. 6.

ἀραμένα: ἀντὶ τοῦ ἐπιτιθεῖσα μέγα βάρος. γέγραπται δὲ καὶ αἰρομένη, ἤγουν φέρουσα καὶ βαστάζουσα. Baroc. ἀραμένη: ἐπιτιθεῖσα. Fl. 6. 21. 56. 59. 76. ἀλλὰ βάρος μέγα φέρουσα ἀγγελίας. Fl. 33. ἐπιτιθεῖσα, ἤτοι ἕτερα, πρὸς οἷς ἔχεις κακοῖς, ἀπαγγέλλω σοι κακά. Fl. 10. αἰρομένη: κομίζουσα, φέρουσα. γρ. ἀραμένη, ἤγουν ἐπιτιθεῖσα. Gr. προστιθεῖσα, ἐπιτιθεῖσα, φορτίζουσα. Gu.

108. σοί τε: καὶ ἦλθον. Gu. γύναι, κῆρυξ: ὦ Ἑκάβη, ἐγενόμην κήρυξ σοι τῶν θλίψεων. Fl. 21. ἄγγελος λυπῶν καὶ θλίψεων. Fl. 6. 17. 56. 59. 76. Gu. ἀχέων: θλίψεων. M. rec. ἀπὸ τοῦ α ἐπιτατικοῦ μορίου καὶ τοῦ χάνω. Fl. 9. τοὐναντίον ἐπιτίθεις σαυτῆς. σὺ, ὦ γύναι, ὑπάρχεις κήρυξ τῶν Ἑλλήνων. Fl. 33.

109. πλήρει ξυνόδῳ: ἐκκλησίᾳ. M. συναθροίσει. Fl. 6. ἐν πεπληρωμένῃ ἐκκλησίᾳ. Fl. 21. ἐν τῇ συναγωγῇ. Fl. 56. πεπληρωμένῃ συνάξει. Fl. 59. τὴν πολὺ πλῆθος ἀνθρώπων ἔχουσαν. Fl. 17. ἐπὶ γὰρ τῶν Ἑλληνικῶν συνόδων σῶαι λέγονται εἶναι αἱ συμβουλαί. Fl. 33. πλήρει: τῇ πολλῇ. Gr. πεπληρωμένῃ καὶ τελέᾳ. Gu. σύνοδος κυρίως ἡ ἀπὸ πάντων συνέλευσις· ἐκκλησία δὲ ἡ ἀπὸ τῶν ἐκλεκτῶν. Gr.

110. δόξαι: ψηφισθῆναι. Fl. 21. ἀρεστὸν φανῆναι, ἤγουν κυρωθῆναι. Fl. 59. καὶ εἰνομισθεῖ (sic) τὴν σὴν παῖδα σφάγιον θῦσαι τῷ Ἀχιλλεῖ. Fl. 33. ἤγουν κυρωθῆναι. Gr. ἀρεστὸν φανῆναι, ἐπεψηφίσθαι τῇ βουλῆ. Gu.

[*](111. σφάγιον: πρόσφαγμα. Fl. 21. θυσίας γέρας. Fl. 59. 1. τοῦ Ἀγαμέμνονος] Hic desinit Fl. 25.)
249

θέσθαι: ἤγουν ποιῆσαι (ποιήσασθαι, γενέσθαι.) Gu. τύμβου: τοῦ ἑαυτοῦ τύμβου γὰρ ἐπαναστάς. Fl. 6. τοῦ ἑαυτοῦ τύμβου γὰρ ἐπιβὰς καὶ πορευθείς. Fl. 59. τοῦ τάφου τοῦ ἑαυτοῦ στάς. Fl. 17. τὸ δὲ ἀντὶ τοῦ καὶ γὰρ ἐπαναβὰς ἐπὶ τοῦ αὑτοῦ τύμβου. Fl. 21. ἐπίβαινε ἐν τῷ τάφῳ αὐτοῦ δῆλον ὁ Ἀχιλλεὺς ὄναρ ἐπιστὰς ἐζήτει τὸ αἴτημα. Fl. 33. ὅτι τὸ ἐπιβαίνειν ἐνίοτε μὲν γενικῇ συντάσσεται, ὡς ἐνταῦθα· τύμβου δʼ ἐπιβάς, ἐνίοτε δὲ δοτικῇ, ὡς ἐν τούτοις· τὸν πρῶτον ἐπιβάντα Ἀθηναίων τῇ νήσῳ ἄκριτον ἀποθνήσκειν. Gu.

112. οἶσθʼ: γινώσκεις τοῦτο δηλονότι. Fl. 17. 21. γινώσκεις ὅτι ὁ Ἀχιλλεὺς ἐπάνω στὰς τοῦ αὐτοῦ τύμβου σὺν ὅπλοις χρυσοῖς ἐπεῖχε τὰς ναῦς, οὔριον ἐχούσας τὸν πλοῦν. A.M. Fl. 25. συντακτέον οὕτως· οἶσθα δὲ, ἤγουν οἶσθα γὰρ καὶ γινώσκεις, ὅτε καὶ ὁπότε ἐφάνη ὁ Ἀχιλλεὺς σὺν ὅπλοις χρυσέοις ἐπὶ τοῦ τύμβου καὶ ἐπάνω τοῦ τύμβου βὰς καὶ πορευθεὶς, καὶ τὰ ἑξῆς. Fl. 59. ἐφάνη: ὁ Ἀχιλλεὺς δηλονότι. Fl. 17. 59.

113. τὰς ποντοπόρους: τὰς ἐν τῷ πόντῳ τὴν πορείαν ποιουμένας, ἢ τὰς περώσας τὸν πόντον. Fl. 21. τὰς πορευομένας ἐν τῷ πόντῳ. Gu. ἔσχε: ἐκράτησεν. Fl. 21. ἐκώλυσεν. Fl. 6. 17. 36. 59. 76. Gr. κατέσχε. Gu. σχεδία: σχεδία κυρίως ἡ πρὸς τάχος γενομένη ναῦς, καὶ σχέδος. M. ναῦς ἀκατασκεύαστος, ἀπὸ ξύλων μόνων ἀπερίττως συντεθειμένη· νῦν δὲ τὰς ναῦς τῶν Ἑλλήνων λέγει σχεδίας. B. Gr. I. σχεδία δὲ κατὰ τοὺς παλαιοὺς ἡ σὺν τάχει γενομένη ναῦς. I.

114. λαίφη: τὰ ἄρμενα τοῖς σχοινίοις ἐντεταμένα ἐχούσας πρὸς τὸ πλεῖν. M. Fl. 6. 10. 25. ἤγουν διὰ τῆς λαίφης, μέρος νεώς. Fl. 21. προτόνοις: πρότονος τὸ σχοινίον, διʼ οὗ δεσμοῦσι τὸν ἱστόν. Gr. I. τὸ δὲ ἐπερειδομένας ἀντὶ τοῦ ἐπερειδούσας σχοινίοις τὰ λαίφη, στηριζομένας, ὡς ἤδη πλευσεῖσθαι. ἔστι δὲ τὸ λαίφη καὶ τὸ ἐπερειδομένας καθʼ ὅλον καὶ μέρος. οὐ γὰρ πᾶσα ἡ ναῦς ἐρείδεται τοῖς [*](10. ὅτε—αὐτοῦ] ὅταν—ἰδίου Fl. 28. στηριζομένας—ἔστι δὲ e Gu. 25. addidi, e quo etiam postea dedi οὐ 21. ἀπερίττως atramento suprascriptum γὰρ πᾶσα ἡ ν. et διʼ ὧν αὐτὴ φ. pro in Gr. αὕτη. Idem ἐμπίπτοντος pro ἐπιπνέοντος. ib. λέγει hoc loco B., ante τῶν MATTH. Verba σχοινίοις Ἑλλήνων Gr. I. —ἔστι δὲ om. B. in quo τὸ λαίφη— 24. σχοινίοις M. ἱστίοις ceteri. ἐπιπνέοντος rubrica scripta sunt. ib. ἐχούσας addidi ex M.)

250
προτόνοις, ἀλλὰ μόνα τὰ λαίφη, δι᾿ ὧν αὐτὴ φέρεται ἀνέμου ἐπιπνέοντος. Gu. I. ἐπερειδομένας: συνδεδεμένας. Fl. 21. ἐκτεινούσας. M. Fl. 21. ἐπιστηριζομένας. Fl. 17. 56. μετὰ πολλοῦ στηριγμοῦ ἐχούσας. Fl. 59. τὰ ἄρμενα καὶ σχοινία τῶν πλοίων ἐντεταμένα ἔχουσι. Fl. 33.

115. τάδε θωΰσσων: ταῦτα λέγων. κυρίως δὲ ὑλακτῶν. τὸ δὲ ἑξῆς, ἐφάνη τάδε θωΰσσων. M. ταῦτα λέγων, ἤγουν βοῶν ὁ Ἀχιλλεύς. Fl. 6. 17. 21. 56. 59. 76. ταῦτα βοῶν, λέγων δηλονότι ὁ Ἀχιλλεύς. Fl. 33. ἤγουν θηριωδῶς (μεγάλως Gu.) βοῶν. Gr.

116. Δαναοὶ ἀπὸ Δαναοῦ τινὸς βασιλεύσαντος αὐτῶν. Fl. 17.

117. στέλλεσθε: ἀποπλέετε· κυρίως δὲ ἀποστέλλειν ἐστὶ τὸ διὰ νεὼς ἐκπέμπειν, ὅθεν καὶ στόλος λέγεται ὁ πολλῶν νεῶν ἀπόπλους. καταχρηστικῶς δὲ ἀποστέλλειν λέγεται καὶ τὸ διʼ ἑτέρου τινὸς ἐκπέμπειν. A.M. πορεύεσθε. τὸ στέλλω σημαίνει δ΄· στέλλω τὸ κοσμῶ, ἀφʼ οὗ καὶ στολή· στέλλω τὸ πέμπω, ἀφʼ οὗ καὶ ἀποστολή· στέλλω τὸ πλέω, ἀφʼ οὗ καὶ στόλος, ὁ πολλῶν ἀπόπλους νεῶν· στέλλω καὶ τὸ κρύπτω, ἀφʼ οὗ καὶ τὸ περιστείλαντες, ἀντὶ τοῦ κατὰ γῆν κρύψαντες, ἤγουν θάψαντες. I. στέλλεσθε: ποῖ ἀποπλέετε. κυρίως δὲ τὸ ἀποστέλλεσθαι ἐπὶ νεώς. ἔστι δὲ καὶ τὸ δι᾿ ἑτέρου, ἢ ἐκπλεῖν ἢ ἐκπέμπειν. Fl. 25. ὦ Ἕλληνες, τὸν ἐμὸν τάφον ἀποπλέετε καὶ ἄτιμον ἐᾶτε. Fl. 33. ἀγέραστον: ἄτιμον. ἀφέντες: καταλείψαντες. Gu.

118. πολλῆς δʼ ἔριδος: πολλῆς φιλονεικίας συνέκρουσε ταραχή. I. συνέπεσε, ἤγουν συνέκρουσε, συνῆλθε μετὰ ταραχῆς. Fl. 59. τὸ συνέπεσεν ἤγουν συνῆλθεν, ἐγένετο. Fl. 59. συνέβη, συνῆλθε. μεταφορικῶς ὅρα διὰ τὸ δίυγρον τοῦ λόγου. Gu. κλύδων: ταραχή. Gr. θόρυβος. Fl. 56. 59. μετὰ δὲ φιλονεικίας ἐγένετο ταραχή. Fl. 33.

119. δόξα: δόκησις διττή. M. δόγμα. Fl. 6. 17. 56. 59. 76. δόκησις. Fl. 10. 21. δόξα, ἤγουν δόκησις, βουλή. Fl. 59. ἤγουν δόγμα. Gr. ὑπόληψις, θέλησις. Gu. ἐχώρει, ἐπορεύετο. Fl. 21. ἤγουν ἐκινεῖτο. Gr. ἐφημίζετο, ὥρμα. Gu. δίχʼ: διχῶς. Fl. 6. 21. [*](1. αὐτὴ] αὕτη B. 19. γῆν] γῆς Matth. 25. Simile est in Fl. 21. MATTH.)

251
76. διπλῶς. Fl. 56. 59. Gu. ὑπονοίᾳ ψῆφος ἐχώρει διπλῶς ἐν τοῖς Ἕλλησι, καὶ εἰς τὸν πολεμικὸν στρατόν. Fl. 33.