Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1023.—1034. οὔπω δέδωκας: εἰσελθόντος ἔσω Πολυμήστορος, ἐκτὸς ὁ χορὸς ἱστάμενος τοῦτό φησιν. Gu. I.

1023. οὕπω δέδωκας δίκην, ἀλλʼ ἴσως δώσεις, λέχριος καὶ πλάγιος καθά τις εἰς ἄντλον, ἤτοι πέλαγος μὴ ἔχον λιμένα, στερηθήσῃ τῆς προσφιλοῦς ψυχῆς, ἀμαυρώσας καὶ ἀπολέσας τὴν ζωήν. τὸ γὰρ ὑπέγγυον, ἤτοι τὸ ἠσφαλισμένον, τῇ δίκῃ καὶ τοῖς θεοῖς οὐ συμπίτνει, καὶ οὐ καταπίπτει. ὀλέθριον ὀλέθριον κακὸν, εἰς ὃ μέλλεις ἐμπεσεῖν δηλονότι. ψεύσει καὶ ἀπατήσει ἡ ἐλπὶς τῆσδε τῆς ὁδοῦ, ἣ, ἐλπὶς, ἐπήγαγεν, ἀντὶ τοῦ ἤγαγεν, σὲ πρὸς τὸν Ἀΐδην τὸν θανάσιμον, τὸν τοὺς τεθνεῶτας δεχόμενον. ἰὼ, φεῦ, ὦ τάλας. ἐν χειρὶ δὲ ἀπολέμῳ καὶ γυναικείᾳ καταλείψεις τὴν ζωήν. I. οὕπω δέδωκας: καὶ τοῦτον ἔνιοί φασι τὸν στίχον τὴν Ἑκάβην λέγειν ἡρέμα καθʼ ἑαυτὴν, ἵνα μὴ ὑποψίαν αὐτῷ δῷ ὧν μέλλει τυγχάνειν. B.I. τοῦτο ἡρέμα λέγει, ἵνα μὴ ὑποψίαν αὐτῷ δῷ ὧν μέλλει πάσχειν. M. Fl. 10. 21.

1023.—1031. οὕπω δέδωκας: ἰδὼν ὁ χορὸς τὸν Πολυμήστορα τὴν Ἑκάβην ἀκολουθοῦντα ἐντὸς τῆς σκηνῆς λέγει, ἀκμὴν οὐκ ἔδωκας δίκην ὑπὲρ τοῦ φόνου οὗ διεπράξω, ἀλλʼ ἴσως καὶ τάχα δώσεις δίκην· καθά τις ἄνθρωπος ἐμπεσὼν εἰς ἄντλον ἀλίμενον καὶ χωρὶς λιμένος, ἤγουν εἰς μακρὰν θάλασσαν, ὥσπερ ἄνθρωπός τις χωρὶς νηὸς ἢ ἀρμένου τινὸς, εἰ μὴ μεθʼ ἑνὸς σανιδίου, ἐμπέσῃ εἰς τὴν θάλασσαν καὶ κλυδωνίζεται. ἐμπέσῃ ἤγουν ἀποστερηθῇ, ἀποθάνῃ, τῆς φίλης καρδίας, λέχριος καὶ πλάγιος, ἤγουν ἀποθάνῃ, ἀμέρσας καὶ στερηθεὶς τὸν βίοτον, ἤγουν τὴν ζωὴν αὐτοῦ. οὕτως καὶ ὁ Πολυμήστωρ εἰς τὸν χορὸν τῶν γυναικῶν χωρὶς βοηθοῦ τινος ἢ θεράποντος. τὸ γὰρ ὑπέγγυον, ἤγουν τὸ ὑπεσχημένον παρὰ τοῦ Πολυμήστορος, ὡς ἵνα τὸν Πολύδωρον φυλάττῃ,—ἐκεῖνος δὲ διεχειρίσατο τοῦτον—οὐ συμπίτνει [*](2. γὰρ] καὶ 1. τῇ Ἑκάβῃ ἔνδον τοῦ οἴκου λέγει ταῦτα 5. ἔσω] εἴσω τοῦ I. ὁ χορὸς καθʼ ἑαυτὸν, ἵνα μὴ ὑποψίαν 8. λιμένα] ἐμπεσὼν add. Κing. αὐτῷ διδῷὧνμέλλει τυγχάνειν. e qui- 12. ἣ Matth. pro ἤ. bus priora usque ad καθʼ ἑαυτόν 15. καὶ τοῦτον-τυγχάνειν] In Fl. sunt etiam in Gr. sed ἀπελθόντος 25. ἐπελθόντος τοῦ Πολυμήστορος σὺν recte pro ἐπελθόντος. MATTH.)

469
καὶ συμπίπτει τῇ δίκῃ καὶ τοῖς θεοῖς, οὐ δίκαιον φαίνεται. ὀλέθριον κακὸν ὑπάρχει, ὅπερ ἐποίησε, ἢ ὅπερ μέλλε παθεῖν. Fl. 59.

οὔπω δέδωκας: δίδωσι δίκην ὁ τιμωρούμενος τὸν τιμωροῦντα, ὁ δὲ τιμωρῶν λαμβάνει. τὸ αὐτὸ καὶ ὁ Πολυμήστωρ ἔλαβε δίκην παρὰ τοῦ Πολυδώρου φονεύσας αὐτὸν, νῦν δὲ καὶ χρεωστῶν ταύτην ἀποτίνει τῇ Ἑκάβῃ αὐτήν. Fl. 59. ἔδωκα δίκην καὶ ἔτισα τὸ αὐτὸ, ἀντὶ τοῦ ἐκολάσθην· ἔλαβον δίκην ἀντὶ τοῦ ἐκόλασα. Gr. ἴσως: ὄντως. Gr. τάχα, ταχέως. Gu. δώσεις δίκην: ἀντὶ τοῦ τιμωρηθήσῃ. Gr. Fl. 10.

1025. ἀλιμενόν τις: λιμένα μὴ ἔχον. M. ἐμπεσὼν λέχριος ὥσπερ τις εἰς πέλαγος ἀλίμενον ἐκπέσῃ τῆς φίλης ψυχῆς ἀμαυρώσας τὸν βίοτον, ἤγουν τὴν ζωήν. Gu. τοῦτο πρὸς τὸ ἄνω συναπτέον τὸ “οὔπω δέδωκας, ἀλλʼ ἵσως δώσεις δίκην.” τιμωρηθήσῃ, φησὶν, ὥς τις εἰς ἄντλον λέχριος καταπέσῃ, ἀπολέσας τὸν βίον τῆς φίλης καρδίας. B.M.I. ἄντλον δὲ λέγει τὸ πέλαγος, καὶ ἀλίμενον τὸ λιμένα μὴ ἔχον. B.I. ἄντλον: ὑπέραντλον σκάφος τὸ δεξάμενον τοσοῦτον ὕδωρ ἐν τῇ ἀντλίᾳ ὥστε καλυφθνῆαι ὑπʼ αὐτοῦ καὶ ὑποβρύχιον γενέσθαι. ἄντλον τὸ ἐν τῇ ἀντλία ὕδωρ. λέγεται δὲ καὶ πᾶν ὕδωρ ἀπλῶς ἄντλον, ἅτε ἀντλεῖσθαι δυνάμενον, καθὰ λέγεται ἐνταῦθα τὸ πέλαγος ἄντλον ἐν τούτοις· “ἀλίμενόν τις ὡς ἄντλον ἐμπεσὼν λέχριος.” Gu.

1026. λέχριος : πλάγιος. M. Gr. λέγουσιν ὅτι, εἰ πλάγιος ἄκων πέσοι τις ἐν τῷ ὕδατι, καὶ εἰ εὐφυῶς οἶδε νήχεσθαι, ἀποπνίγεται. Gr. ἐκπέσῃ: στερηθήσῃ. M. καρδίας: οἱ παλαιοὶ τὴν καρδίαν ποῖ μὲν ἐπὶ τῆς ψυχῆς ὅλης ἐκλαμβάνουσιν, ὡς ἐνταῦθα, ποῖ δὲ ἐπὶ τοῦ νοὸς, ὡς τὸ “ἐγὼ καθεύδω, καὶ ἡ καρδία μου γρηγορεῖ·” καὶ ἐπὶ μὲν τῆς ψυχῆς ἴσως διὰ τὸ εἶναι δοχεῖον τοῦ ἐμφύτου θερμοῦ, τοῦ συνδετικοῦ τῆς ψυχῆς καὶ τοῦ σώματος, ἐπὶ δὲ τοῦ νοὸς διὰ τὸ τὸ ψυχρὸν τοῦ ἐγκεφάλου, ἔνθα ὁ νοῦς, θάλπειν καὶ παρηγορεῖν τῇ οἰκείᾳ θερμότητι· τῇ εὐκρασίᾳ γὰρ ταύτης ἐκεῖνος ἔχει τὸ εὖ εἶναι. Gr.

1027. ἀμέρσας: μέρδω ἐνεστὼς παρὰ ποιηταῖς τὸ παρὰ τοῖς [*](12. συναπτέον τὸ] συντακτέον τὸ guntur in fine scholii de voc. ὑπέγγυον ἀλίμενόν τις τῷ I. συντακτέον etiam ad v. 1027. M. 25. ποῖ—ποῖ] Immo πῆ—πῆ. 15. ἄντλον δὲ—ἔχον in B.I. le- 32. μέρδω] στερηθείς. μέρδω I.)

470
κοινοῖς μαρμαίρω, καὶ μετὰ τοῦ στερητικοῦ α ἀμέρδω, ἤμερδον παρατατικὸς, ἀμέρσω μέλλων, ἤμερσα ἀόριστος, ἀμέρσας μετοχή. γίνεται δὲ τὸ μέρδω ἀπὸ τοῦ μερίζω κατὰ συγκοπὴν τοῦ ι καὶ ἐκβολῇ τοῦ σ τοῦ ἐν τῷ ζ. τὸ λευκὸν γὰρ καὶ λαμπρὸν μερίζει καὶ διαιρεῖ τὴν ὄψιν εἰς τὰ ὁρατά. Gu. I. ἀπὸ τοῦ α καὶ τοῦ μή στερητικοῦ μορίου καὶ τοῦ ὁρῶ τὸ βλέπω καὶ τοῦ ὄσσος ὁ ὀφθαλμός. Gu. Fl. 25. ἀπολέσας. B. Gr. Fl. 10. ἀμαυρώσας, στερηθείς. Gu. κόψας. Fl. 10.

τὸ γὰρ ὑπέγγυον: Δίδυμος οὕτως ὑπέγγυον τὸ ἀληθὲς οὔτε παρὰ τῇ δίκῃ οὕτε παρὰ τοῖς θεοῖς ἐμπεσὸν ἀφανίζεται. τοῦτο δέ φησι διὰ τὸν Πολυμήστορα, ὅτι μέλλει τιμωρεῖσθαι πρῶτος ἀρξάμενος τῶν ἀτόπων. Ἄλλως. ὑπέγγυον, δίκαιον. ὧδε ὑποστικτέον. τὸ ἠσφαλισμένον, φησὶ, τῇ νίκῃ καὶ παρὰ τοῖς θεοῖς οὐ διαπίπτει, τουτέστιν ὃ ἂν κυρώσῃ ἡ δίκη, τοῦτο βέβαιον παρὰ τοῖς θεοῖς, ἤγουν ὅ τι τιμωροῦνται οἱ νόμοι ὡς ἄδικον, τοῦτο καὶ θεοὶ τιμωροῦνται, ἐπειδὴ οἱ νόμοι παρὰ θεῶν, καὶ ταῦτα βούλονται τιμωρεῖν καὶ διεκδικεῖν, ἃ καὶ οἱ θεοί. δικαίως οὖν κολαζόμενος ὁ Πολυμήστωρ καὶ τοὺς θεοὺς ἐχθροὺς ἔχει. B.M.I. Ἄλλως. τὸ γὰρ ὑπέγγυον: τοῦτο διπλῶς νοητέον. τὸ γὰρ ὑπέγγυον καὶ φανερὸν τῇ δίκῃ καὶ τοῖς θεοῖς ὀλέθριον κακὸν, ἤγουν ὅπερ ὁμολογουμένως οἱ θεοὶ κακὸν ἡγοῦνται καὶ μισοῦσιν, οὐ συμπίτνεῖ καὶ συμπίπτει, ἤγουν εἰς λήθην ἔρχεται, ἀλλὰ κολάζεται ὑπʼ αὐτῶν. καὶ πάλιν. τὸ γὰρ ὑπέγγυον καὶ φανερὸν καὶ ὁμολογούμενον ὀλέθριον κακόν οὐ συμπίτνει καὶ συνέρχεται τῇ δίκῃ καὶ τοῖς θεοῖς, ἤγουν οὐκ ἀποδεκτὸν αὐτοῖς ἐστιν· οἱ μὲν γὰρ ἀγαθοὶ καὶ δίκαιοι, τὸ δʼ ἄδικον καὶ κακόν. λέγει δὲ τοῦτο διὰ τὸν τοῦ Πολυδώρου φόνον. Gu. I. τὸ ἀληθὲς ἢ τὸ δίκαιον. B. ὑπέγγυον: ἐγγύτατον, τὸ οὐ πρὸ πολλοῦ γεγννός. Gr. ὑπεύθυνον, φανερόν. Gu. τὸ ὑπέγγυον καὶ ὑπεύθυνον τῇ δίκῃ, ἀντὶ τοῦ ἄξιον εὐθυνθῆναι ὑπὸ τῆς δίκης, καὶ τοῖς θεοῖς οὐ συμπίτνει καὶ συνέρχεται, [*](8. ὑπέγγυον om. I. 13. τουτέστιν] ἤγουν I. ib. ἀληθὲς M. (adde ὃ) ἀληθὲς φησὶν ib. ἤγουν—καὶ οἱ θεοί om. M. B.I. 17. ἔχει] Sequitur in B.I. seholion 10. δὲ φησὶ M. φησι om. I. δὲ ἄντλον δὲ λέγει etc. quod v. 1025. adscripsimus. λέγει B. ib. τιμωρεῖσθαι] τιμωρηθῆναι I. ib. Ἄλλως om. Gu. 11. Ἄλλος] καὶ ἄλλως M. 20. εἰς λήθην] οὐκ εἰς λήθην I. 12. τοῖς θεοῖς] τοῖς om. M. 21. καὶ φανερὸν] ὂν φανερὸν I. ib. διαπίπτει] πίπτει M. 24. λέγει—φόνον om. I.)

471
ἤγουν οὐδὲ τοῖς θεοῖς ἀρέσκει. Gu. τὸ ἑδραῖον. Fl. 33. βέβαιον. Fl. 10. τὸ γὰρ δίκῃ κατησφαλισμένον οὐδὲ παρὰ τοῖς θεοῖς ἄκυρον μένει, ἀλλὰ μᾶλλον μόνιμον καὶ βέβαιον. Fl. 10.

1030. ξυμπίτνει: συμφωνεῖ. Gr. συνέρχεται, οὐ κρύπτεται. Gu. πίπτει. Fl. 10. ἀπόλλυται. Fl. 33. οὐ ξυμπίτνει: οὐκ ἀπόλλυται. B. M.

1031. ὀλέθριον: τὸ γὰρ ὀλέθριον καὶ πρόξενον ὀλέθρου καὶ ἀπωλείας κακόν. Gu. λείπει τὸ εἰς, ἢ τοῦτο πρὸς τὸν Πολυμήστορά φησι, τὸ, ὦ ὀλέθριον κακόν. Fl. 25. ἔπραξας, ὦ Πολυμῆστορ, ἢ ὀλέθριον κακὸν μέλλεις λαβεῖν. Fl. 59.

1032. ψεύσει σʼ ὁδοῦ: ἀπὸ ἑτέρας ἀρχῆς ὀλέθριον κακὸν, καὶ λέγει ἀπατήσει σε εἰς ὀλέθριον κακόν. M. ψεύσει σε ὁδοῦ, ἥτις ἐλπὶς ἤγαγέ σε ἐπὶ ὀλέθριον κακὸν, πρὸς τὸν Ἀΐθην τὸν θανάσιμον. Gu. ἡ ἐλπὶς ταύτης τῆς ὁδοῦ ἀπατήσει σε εἰς ὀλέθριον κακόν. B. Fl. 33. ἀπατήσει σε ἡ ὑπόσχεσις αὕτη τῆς Ἑκάβης ἡ περὶ τοῦ χρνσοῦ, ἥτις ἀπάξει σε εἰς τὸν Ἅιθην. Gu. Fl. 59. ψεύσει: ἀπατήσει. Gr. ψευσθῆναι ποιήσει. Gu. ψεύδομαι ἀντί τοῦ ψευδῆ λέγω· ψεύδω ἀντὶ τοῦ ἀπατῶ, ὡς ἐνταῦθα. Gr. ὑπήγαγε: ἐφειλκύσατο, ἐνέβαλεν. Gu.

1033. θανάσιμον: θανάτου δεσπότην. Gr. θανατηφόρον. Gu.

1034. ἀπολέμῳ: ἀνάνδρῳ, γυναικείῳ. M. μὴ εἰδυία πόλεμον, δειλῇ, ἀνάνδρῳ. Gu. ἀσθενεὶ. Fl. 33. ἀντὶ τοῦ ἄνανδρος, τουτέστι παρὰ γυναικῶν φονευθήσῃ καὶ οὐ παρʼ ἀνδρῶν. Fl. 25.

ὤμοι τυφλοῦμαι: ἔνδον τυφλούμενος βοᾷ, φεῦ μοι, πηροῦμαι τὴν ὄψιν τῶν ὀφθαλμῶν ὁ ἄθλιος ἐγώ. I. κατὰ τὸ σεσιωπημένον ἐκτυφλούμενος ὁ Πολυμήστωρ κραυγάζει, ὕστερον δὲ πάντα ἐμφαίνει τὰ σιωπῇ πραχθέντα ἐντὸς εἰς αὐτὸν. Gr. Fl. 25. φέγγος: τὴν ὀπτικὴν δύναμιν. Gu.

1036. ἠκούσατʼ : ἠκούσατε τὸν τοῦ Πολυμήστορος κλαυθμὸν, ὦ [*](14. ἡ ἐλπὶς om. Fl. 33. 23. φονευθήσῃ Matt. pro φορα- 15. ἀπατήσει om. Gu. θήσῃ 21. ἀπολέμῳ] In B. brevius (post 24. ἔνδον—βοᾷ] Haec sunt etiam scholion v. 1032.) ἀπολέμῳ δὲ χειρὶ in B. ἀντὶ τοῦ ἀνάνδρῳ, τουτέστι τῶν γυναι = 25. κατὰ τὸ σεσιωπημένον] μετὰ τὸ κῶν :—Gl. γυναικείᾳ est etiam in σιωπημένον Fl. 23.)

472
φίλαι; Ι. δίχοροί εἰσι νῦν αἱ γυναῖκες αἱ οὖσαι μετὰ τῆς Ἑκάβης καὶ ἄλλαι οὖσαι ἔξω τῶν σκηνῶν. Fl. 21.

1037. ὤμοι μάλʼ αὖθις: μοι λίαν αὖθις, ὦ τέκνα, ἕνεκα τῆς ἀθλίας σφαγῆς. Ι. λείπει τὸ ἕνεκεν. M.

1038. φίλαι, πέπρακται ; ὦ φίλαι, ἐνήργηται νέα κακὰ ἐντὸς τῶν δόμων. Ι. πέπρακται: ἐπράχθη, Ἀττικόν. Fl. 33. καινά: παράδοξα ἢ νέα. Gu. Fl. 17. 59. 76.

1039. ἀλλʼ οὔ τι μὴ φύγητε: ἀλλʼ οὐδαμῶς ἀποδράσητε ταχεῖ ποδὶ, ἤγουν φθάσω καὶ καταλήψομαι ὑμᾶς ταχεἱ ποδί, καὶ οὐ μὴ διαφύγητε· πλήττων γὰρ καταβαλῶ τὰ θεμέλια τῶν δόμων τούτων. Ι. λαιψηρῷ ποδί: ταχυτάτῳ. M. λαιψηρῷ: διὰ ταχείας πορείας τῶν ποδῶν. Bar. 74. Gu.

1040. βάλλων: παίων. Gu. κρούων χερμάσιν. βάλλει ἀντὶ τοῦ ἀπλῶς τοξεύει, βάλλει δὲ κατὰ σκοπὸν ἀντὶ τοῦ εὐστόχως. ἰστέον δὲ ὅτι ἐπὶ παντὸς πεμπομένως ἀμέσου ἀπὸ χειρὸς, ἢ ἐμμέσως ὀργάνῳ τινὶ τὸ βάλλειν λέγεται. Gr. Fl. 25. ἀναρρήξω: ἀνορύξω. Gr. ἀναμοχλεύσω, ἀνατρέψω, ἀνασπάσω. Bar. 74. Gu. μυχούς : στηρίγματα. M. θεμέλια. Gr. τοὺς θημελίους. Bar. 74.

1041. ἰδοὺ βαρείας: βέλος πᾶν τὸ βαλλόμενον. καὶ τοῦτον δέ τινες τὸν στίχον ὑπὸ τοῦ Πολυμήστορός φασι λέγεσθαι, ὡς βάλλοντος λίθους ἐν τοῖς οἰκήμασιν, ἵνα παίῃ τὰς αἰχμαλώτους, τὸ δὲ βούλεσθʼ ἐπεισπέσωμεν τοῦ ἡμιχορίου. θέλετε ἵνα ἐπέλθωμεν, ἐπεὶ ὁ καιρὸς καλεῖ, ὥστε παρυπάρχειν τῇ Ἑκάβῃ καὶ ταῖς Τρωϊκαῖς γυναιξὶ βοηθούς; B.I. βαρείας: βαρέως ἐμπιπτούσης. Ι. ὡς ἔοικεν, εὑρὼν ὁ Πολυμήστωρ ἔμπροσθεν αὐτοῦ ξύλα καὶ πέτρας φέρει ταύτας κατὰ τῶν γυναικῶν ἀπὸ τῆς ἑαυτοῦ μανίας μὴ δυναμένου δρᾶσαί τι· λέγει γοῦν ὁ χορός· ἰδοὺ, ἀπὸ τῆς βαρείας χειρὸς τοῦ Πολυμήστορος ἐξέρχεται βέλος. ὡς ἀπὸ τοῦ βέλους δὲ καταχρηστικῶς λέγει καὶ πέτρας καὶ ξύλα καὶ ἄλλʼ ὅ τι τὸ προστυχὸν ἐκεῖνον. [*](1. δίχοροι Matthiae pro δίσχοροι. λων λίθους ἐν τοῖς]] οἰκήμασι, ἵνα ... πατη 9. ἤγουν—διαφύγητε] Haec sunt (hoc καταπατῇ potius est quam etiam in Gu. παίῃ) τὰς αἰχμαλώτους. 19. βέλος αἰχμαλώτους] Haec 20. ὑπὸ scripsi pro ἀπό. etiam in M., sic scripta, βέλος πᾶν 22. θέλετε να—καλεῖ] Ηaec et- τὸ βαλλόμενον. ταῦτα δὲ φησὶ ὡς βάλ- iam in M., omisso ἵνα.)

473
Fl. 59. ὁρμᾶται: ὁρμᾷ, κινεῖται, ἐξέρχεται. Fl. 21. 59. ὁρμᾷ, πέμπεται. Gu.

1042. βούλεσθʼ ἐπεσπέσωμεν: συμμαχήσωμεν. Gr. ἐπεισέλθωμεν. ἐπεισπίπτειν τὸ μετὰ σφοδρᾶς ὁρμῆς εἰσέρχεσθαι. Gu. ἀκμή: ἐπὶ παντὸς πράγματος κατὰ μικρὸν ηὐξημένου καὶ κατὰ μικρὸν λήγοντος τὸ μεσαίτατον, ὃ τὴν μεγάλην ἰσχὺν ἔχει, ἀκμὴ λέγεται, οἷον, ἐπὶ τῆς ἡλικίας τὸ μέσον, καὶ ἐπὶ τοῦ χειμῶνος τὸ μέσον, καὶ ἐπὶ τοῦ θέρους, καὶ ἐπὶ τοῦ νοσήματος. Gr. Fl. 25.

1044.—1046. ἄρασσε: πλῆττε, μηδαμῶς ἀκριβολογοῦ καὶ ἐλέει, ἐκριζῶν τὰς πύλας· οὐδέποτε γὰρ τὸ φαεινὸν φῶς ἐμποιήσεις καὶ ἐνθήσεις τοῖς ὀφθαλμοῖς, οὐδὲ τοὺς παῖδας θεάσῃ ζῶντας, σὓς ἐφόνευσʼ ἐγώ. Ι. κατάσπα. Gr. κατάβαλλε, πλῆττε. Gu. κατάβαλλε, σύντριβε. Fl. 17. 21. 50. 59. 76. κτύπει. M. κτύπου. Fl. 10. φείου: τοῦ ἀράσσειν. μὴ ἔλεον λάμβανε. Gu. ἐκβάλλων: ἀνασπῶν. Fl. 17. 59. 76. Gu. εἰς γῆν ῥίπτων. Gu. τοῦτο ἡ Ἑκάβη ἐκτὸς ἑστῶσα τοῦ δόμου φησὶ πρὸς αὐτὸν ἐντὸς ὄντα. Gu.

1045. οὐ γάρ ποτʼ : ἰστέον ὡς οὐκ ἔμελλε θεάσασθαι τοὺς παῖδας διὰ τῶν ὀφθαλμῶν, ἀλλὰ τῷ νῷ· νοῦς γὰρ ὁρᾶ καὶ νοῦς ἀκούει. Fl. 25. ὄμμα: φῶς. Gr. τὴν ἴασιν, τὴν φωτιστικὴν δύναμιν. ὄψιν. Gu. λαμπρόν: φωτεινόν. Gr. τὴν βλεπτικὴν δύναμιν. B. οὐ τὴν φωτιστικὴν δύναμιν, τὴν ὄψιν, ἐν τοῖς τόποις τῶν ὀφθαλμῶν θήσεις· τὸ λευκὸν γὰρ καὶ λαμπρὸν μερίζει καὶ διαιρεῖ τὴν ὄψιν εἰς τὰ ὁρατά. Bar. 74.