Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1—58. ΠΑΡΑΦΡΑΣΙΣ. Ἐγὼ ὁ Πολύδωρος, ὁ γεγονὼς υἱὸς τῆς Ἑκάβης, τῆς θυγατρὸς τοῦ Κισσέως, πατρός τε τοῦ Πριάμου, ἦλθον ἄρτι, ἀφεὶς τὸν ἀπόκρυφον τόπον τῶν νεκρῶν, καὶ τὰς πύλας τοῦ ἀφεγγοῦς τόπου, ὅπου ὁ Ἅιδης ᾠκισμένος ἐστὶν, ὡς ἀπὸ μερισμοῦ δηλονότι, ἄνευ τῶν οὐρανίων θεῶν. ὅστις ὁ Πρίαμος, ἐπεὶ κατέλαβε τὴν Τροίαν φόβος καὶ ὑποψία καταβληθῆναι ὑπὸ τοῦ Ἑλληνικοῦ πολέμου, φοβηθεὶς ἔξω ἔπεμψεν ἐμὲ τῆς Τρωϊκῆς γῆς πρὸς τὸ οἴκημα τοῦ Πολυμήστορος, τοῦ φίλου τοῦ Θρᾳκικοῦ, ὃς Πολυμήστωρ γεωργεῖ τὴν ἀρίστην καὶ ἐπαινετὴν πεδιάδα τῆς Χερρονήσου. τὸν ἱππικὸν καὶ πολεμικὸν λαὸν διεξάγων διὰ τοῦ δόρατος. πολὺν δὲ χρυσὸν ἐξέπεμψεν ὁ πατὴρ σὺν ἐμοὶ κρυφίως, ἵνα, ἐάν ποτε καταβληθείη τὰ τείχη τῆς Τροίας, μὴ εἴη τοῖς ζῶσι παισὶ στέρησις καὶ ἔνδεια τοῦ βίου, ἤγουν τῶν συντελούντων πρὸς τὴν ζωήν. νεώτατος δʼ ἦν τῶν παίδων τοῦ Πριάμου, διὸ καὶ κρυφίως ἔξω ἔπεμψεν ἐμὲ τῆς γῆς· οὔτε γὰρ δυνατὸς ἦν βαστάζειν ὅπλα οὔτε ἔγχος διὰ τοῦ ἁπαλοῦ καὶ τρυφεροῦ βραχίονος. ἐν ὅσῳ οὖν χρόνῳ τὴν ὀρθίαν εἶχον θέσιν τὰ ὁροθέσια τῆς γῆς, οἱ πύργοι τε τῆς Τρωϊκῆς χθονὸς ἦσαν ἀκατάβλητοι, καὶ ὁ Ἕκτωρ, ὁ ἐμὸς ἀδελφὸς, ηὐτύχει ἐν τῷ πολέμῳ, καλῶς παρὰ τῷ Πολυμήστορι, τῷ πατρικῷ φίλῳ, ἐν τροφαῖς, καθά τις κλάδος, ηὐξανόμην ὁ τάλας. ἐπεὶ δὲ ἡ Τροία ἀπώλετο, καὶ ἡ ζωὴ τοῦ Ἕκτορος ἀπώλετο, κατὰ κοινοῦ, καὶ ἡ οἰκία ἡ πατρικὴ ἠφανίσθη, αὐτός τε ὁ πατὴρ, ὁ Πρίαμος ἔπεσεν, ἤτοι ἐφονεύθη, ἐν τῷ βωμῷ τῷ θεοκατασκευάστῳ, σφαγεὶς ἐκ τοῦ παιδὸς τοῦ Ἀχιλλέως τοῦ ἄγαν φονικοῦ, τοῦ Νεοπτολέμου δηλονότι, ἔκτεινεν ἐμὲ τὸν ταλαίπωρον

219
ὁ πατρικὸς φίλος ἕνεκα τοῦ χρυσοῦ, καὶ κτανὼν ἔρριψεν εἰς τὸ κῦμα τῆς θαλάσσης, ὅπως ἔχῃ τὸν χρυσὸν ἐν τοῖς δόμοις. κεῖμαι δὲ ἐν τῷ αἰγιαλῷ ἄλλοτε ἐν τῷ κλυδωνίῳ καὶ τῇ ταραχῇ τοῦ πόντου, φερόμενος πολλοῖς δρόμοις κυμάτων, ἄταφος, ἤτοι ἐστερημένος ταφῆς. νῦν δὲ ὁρμῶ, ἤτοι φέρομαι, ἐπάνω τῆς μητρὸς τῆς Ἑκάβης  τῆς προσφιλοῦς, ἔρημον ἀφεὶς τὸ ἐμὸν σῶμα, μετεωριζόμενος τρίτην ταύτην ἡμέραν ἤδη, ὅσονπερ ἦμαρ δηλονότι ἐν τῇδε τῇ γῇ τῇ Χερρονησίᾳ πάρεστιν ἡ ἐμὴ μήτηρ ἐκ τῆς Τροίας ἡ ἀθλία. πάντες δὲ οἱ Ἀχαιοὶ, ἔχοντες καὶ οἰκοῦντες τὰς ναῦς, κάθηνται ἡσύχως ἐπὶ ταῖς ἀκταῖς τῆς χθονὸς τῆς Θρᾳκικῆς. ὁ υἱὸς γὰρ τοῦ Πηλέως, ὁ Ἀχιλλεὺς, φανεὶς ἐπάνω τοῦ ἑαυτοῦ τάφου, ἐκράτησε πάντας τοὺς Ἕλληνας, κινοῦντας πρὸς τὸν οἶκον τὴν κώπην τὴν θαλασσίαν· ζητεῖ δὲ τὴν Πολυξένην σφάγιον ἐπὶ τῷ τάφῳ, ἤτοι ἐπάνω τοῦ τάφου, φίλον καὶ προσφιλὲς, αὐτῷ δηλονότι. καὶ ἐπιτυχὴς γενήσεται τοῦδε, οὐδὲ ἔσται ἀγέραστος παρὰ τῶν ἀνδρῶν τῶν φίλων, ἤτοι τῶν Ἑλλήνων. ἡ μοῖρα δὲ συνελαύνει καὶ φέρει θανεῖν ἀδελφὴν τὴν ἐμὴν κατὰ ταύτην τὴν ἡμέραν. θεάσεται δὲ ἡ μήτηρ δύο σώματα νεκρὰ δύο παίδων, ἐμοῦ καὶ τῆς κόρης τῆς δυστήνου. φανήσομαι δὲ ἐν τῷ αἰγιαλῷ ὁ ἄθλιος, ἔμπροσθεν τῶν ποδῶν τῆς δούλης, ἵνα τύχω ἐνταφιασμοῦ· τοὺς γὰρ ἐν τῷ Ἅιδῃ δυναμένους Πλούτωνα καὶ Περσεφόνην ἐξῃτησάμην καὶ ἱκέτευσα ἐπιτυχεῖν τύμβου, ἤτοι ἐνταφιασμοῦ, καὶ πεσεῖν εἰς τὰς χεῖρας τῆς μητρός. τὸ ἐμὸν μὲν, ὅσονπερ ἤθελον τυχεῖν, ἔσται, ὥστε τυχεῖν τούτου δηλονότι. ὑποχωρήσω δὲ μακρὰν τῇ γεραιᾷ Ἑκάβῃ. διαπερᾷ γὰρ καὶ κινεῖ αὕτη τὸν πόδα ὑποκάτω τῆς σκηνῆς τοῦ Ἀγαμέμνονος, φοβουμένη τὸ ἐμὸν φάντασμα, τουτέστι τὸ ὄναρ, ὃ εἶδε περὶ ἐμοῦ. φεῦ, ὦ μῆτερ, ἥτις ἐκ τῶν βασιλικῶν οἴκων εἶδες ἦμαρ δούλειον, ἤτοι δουλείαν, λίαν δυστυχεῖς, ὅσονπερ ποτὲ εὐτύχεις δηλονότι· ἀντισταθμήσας δέ τις τῶν θεῶν ἀπὸ τῆς πρότερον εὐτυχίας ἔφθειρε σέ. I.

1. Ἀφεὶς ὁ Πολύδωρος τὸ σῶμα ἑαυτοῦ καὶ μόνη ψυχὴ ὢν αἰωρεῖται ἐπάνω τῆς μητρὸς αὑτοῦ καὶ λέγει εἰς ἐπήκοον αὐτῆς τήν τε σφαγὴν αὑτοῦ καὶ τὴν ἐσομένην τῇ ἀδελφῇ αὐτοῦ Πολυξένῃ ὑφʼ Ἑλλήνων. ἐποίησε δὲ τοῦτο ὁ ποιητὴς ἐξεπίτηδες, ἵνα δῆλα πᾶσι ποιήσῃ τὰ κατὰ τὸν Πολύδωρον, ὃ καὶ ἐν ἀρχῇ πάντων τῶν αὐτοῦ δραμάτων ποιεῖν εἴωθεν. B.I.

220

1. ἥκω: τὸ ἥκω Ἀττικόν ἐστιν· οἱ γὰρ Ἀττικοὶ ἀντὶ τοῦ εἰπεῖν ἧκον ἥκω λέγουσιν. ῥέπει δὲ τοῦτο πρὸς τὸ παρεληλυθὸς, καθόσον τὸ εἶμι πρὸς τὸ μέλλον. Gu. I.

ἥκω: οἱ ῥήτορες τὸν ἐνεστῶτα ἀντὶ παρῳχημένου λαμβάνουσιν. ἢ διὰ τὸ ἀεικίνητον τῆς ψυχῆς. Fl. 25.

κευθμῶνα: ἤγουν τόν ἀπόκρυφον τόπον. Gr.

σκότου: γρ. καὶ σκότους. M. γράφεται καὶ τὸ σκότος οὐδετέρως καὶ ὁ σκότος· καὶ τῷ μὲν οὐδετέρῳ χρῶνται οἱ κοινοὶ, τῷ δ᾿ ἀρσενικῷ οἱ Ἀττικοί. B.I. καὶ σκότος κατὰ τὸ ἐντελὲς καὶ σκότου κλινόμενον. δηλοῖ δὲ τὸ μὴ διαλυόμενον σκότος τῆς νυκτός. Fl. 25. ἔρχομαι τῶν νεκρῶν τὸ κατοικητήριον ἀπολιμπάνων, τὰ τοῦ Ἅιδου χωρία. Fl. 33. ἤτοι τὴν εἰς Ἅιδου κατοίκησιν. Gr.

2. ἵν᾿: ὅπου. M. Ἅιδης: ἢ διὰ τὸν ἐν Ἅιδου τόπον νοητέον, ἵν᾿ ᾖ τὸ ᾤκισται ἀντὶ τοῦ κατῳκίσθη ὑπὸ τῶν νεκρῶν καὶ τοῦ Πλούτωνος καὶ Περσεφόνης, ἢ ἀντὶ τοῦ ὁ Πλούτων· Ἅιδης γὰρ καὶ Πλούτων ὁ αὐτὸς λέγεται. τὸ δὲ ᾤκισται ἢ ἀντὶ τοῦ κατῳκίσθη, ἢ ἀντὶ τοῦ κατοικεῖται, κατὰ ἀντιχρονισμὸν, ὅπερ κατοικεῖται εἴποις, εἰ τόπον τὸν Ἅιδην μόνον νοήσεις. B.I. Ἅιδης ὁ περὶ τὴν γῆν σοτεινὸς ἀήρ. Fl. 34. 59. 76. χωρὶς ᾤκισται: κεχωρισμένος ἤγουν ᾠκισμένος ἐστὶ τῶν οὐρανίων. Gr.

3. Πολύδωρος Ἑκάβης παῖς: προλογίζει Πολύδωρος Ἑκάβης ὢν γνήσιος παῖς, ὃν Πολυμήστωρ ὁ τῆς Θρᾴκης βασιλεὺς ἀνεῖλεν. τὴν δὲ Ἑκάβην Ὅμηρος Δύμαντος, οἱ πολλοὶ δὲ Κισσέως. ἔνιοι δὲ γράφουσιν “Ἑκάβης παῖς γεγὼς τῆς Κισσέως” καὶ στοχάζονται ἀπὸ γένους τινὸς τῆς Φρυγίας ἢ κώμης οὕτως αὐτὴν προσαγορεύεσθαι, ὡς καὶ Φιλόχορος ἐν τῇ πρὸς Ἀσκληπιάδην ἐπιστολῇ. M.

τὰ περὶ τὴν Πολυξένην ἔστι καὶ παρὰ Σοφοκλεῖ εὑρεῖν. M.

[*](1. τὸ ἥκω—ῥέπει δὲ] ἥκω ἀντὶ τοῦ Κισσίας fuit: quod vidit Kirchhoffius. ἦλθον. πρέπει γὰρ Gu. Sic etiam Idem vitium est infra ubi hoc B., nisi quod ῥέπει δέ τοῦτο habet. scholion repetitur in A.M. γρ. τῆς De scholiis codicis A. ad v. 1—57. κισσέως. καὶ ὑπονοοῦσιν ἀπὸ γενεᾶς τινος vide quae in Praefatione diximus. φουγίας εἰρῆσθαι ἢ ἀπὸ κώμης, ὡς φιλό 5. τὸ ἀεικίνητον τῆς ψυχῆς] Conf. χορος ἐν τῇ πρὸς ἀσκληπιάδην ἐπιστολῆ:— schol. v. 503. 26. Φιλόχορος] φιλόχωρος M., frequenti 22. ὃν Cobetus. ὁ M. in libris vitio de quo non 23. Addidi Ὅμηρος (Il. 16, 718.) ubique monebo. 24. Κισσέως] Diversa quam notare 27. Πολυξένην — εὑρεῖν Cobetus. voluit scriptura haud dubie ξένην—εὑρεῖν καὶ περὶ πολυξένην M.)
221

Ἑκάβης παῖς γεγὼς Πριάμου: Φερεκύδης γράφει οὕτως “Πρίαμος δὲ ὁ Λαομέδοντος γαμεῖ Ἑκάβην τὴν Δύμαντος τοῦ Ἠϊονέως τοῦ Πρωτέως ἢ Σαγγαρίου τοῦ ποταμοῦ καὶ Νηΐδος νύμφης Εὐαγόρας.” Γλαυκίππην δ᾿ ἔνιοι τὴν Ξάνθου τῆς Ἑκάβης παρέδοσαν μητέρα. Νίκανδρος δὲ Εὐριπίδῃ συνδραμὼν τὴν Ἑκάβην φησὶ Κισσέως·

  • Ἔνθ᾿ Ἑκάβη Κισσηῒς, ὅτ᾿ ἐν πυρὶ δέρκετο πάτρην
  • καὶ πόσιν ἑλκηθεῖσα παρασπαίροντα θυηλαῖς,
  • εἰς ἅλα ποσσὶν ὄρουσε καὶ ἣν ἠλλάξατο μορφὴν,
  • γρήϊον Ὑρνακίδεσσιν ἐειδομένην σκυλάκεσσιν. M.
  • Ἑκάβης παῖς γεγὼς τῆς Κισσέως: τὰ περὶ τοῦ ὀνόματος τῆς Ἑκάβης διαφόρως ἱστόρηται. Φιλόχορος μὲν γὰρ ἐν τῷ περὶ τραγῳδιῶν συγγράφων Χοιρίλην αὐτήν φησι καλεῖσθαι, ἴσως δὲ διὰ τὸ πολύπαιδα γεγενῆσθαι. ἡ γὰρ χοῖρος πολλὰ τίκτει, καὶ ἐν τοῖς Ὀρφικοῖς οἱ χοῖροι ἑκάβαι προσαγορεύονται. οἱ δὲ λοιποὶ τῷ κυρίῳ αὐτὴν ὀνόματι προσηγόρευσαν. πολλάκις δὲ ὁ Εὐριπίδης αὐτοσχεδιάζει [*](1. Φερεκύδης] Partem hujus scholii derus ad Nicandri Fragm. p. 67. ediderat Fulv. Ursinus in Virgil. 8. ἑλκηθεῖσα — θυηλαῖς Cobetus. Collect. script. Gr. illustr. p. 404. ἐλκηθεῖσαν—θηλαῖς M. Tzetza Exeg. in Iliad. p. 38, 11. 9. ποσσὶν ὄρουσε Cobetus. πόσιν Πρίαμος ὁ Λαομέδοντος καὶ Λευκίππης (sic) ὤρουσεν M. υἱὸς, κατὰ Φερεκόδην τὸν Σύρον (Λέριον 10. γρήϊον Ὑρνακίδεσσιν ἐειδομένην] dicere dicebat) ἱστορικὸν, γήμας Ἑκάβην γρηιονυρνακίδεσιν ἐειδόμενον M. Correxit τὴν Δύμαντος τοῦ Ἠϊονέως πολλοὺς Hermannus in Schneidewini μὲν υἱοὺς, πολλὰς δὲ θυγατέρας Philologo vol. 2. p. 134., praecedente ἐσχήκει. ἣν ἠλλάξατο in ἀντηλλάξατο 2. Ἠϊονέως] ἰονέως M. Correxi ex mutato. Quo servato Schneiderus Tzetza.l proposuit Ὑρνακίδεσσι δ᾿ ἐειδομένη 3. Νηΐδος νύμφης Εὐαγόρας] Scribendum σκυλάκεσσιν (scil. etiamnum versi Εὐαγόρης, ut Εὐαγόρη una ex potest in saxum conversa.) Nereidibus appellata fuit. Εὐνόη 11. τοῦ ὀνόματος om. M. Sumsi dicitur ab schol. Hom. Il. 16, 718. ex A. Tum τῆς ἐκάβης uterque qui ipse quoque Pherecyde auctore codex, non τὴν ἐκάβην ut apud utitur, Δύμαντος καὶ Εὐνόης νύμφης, ὡς Cobetum. Φερεκόδης. Metopam nominat Apol- 12. διαφόρως A. διάφορον M. 3, 12, 5. Πρίαμος—ἔγημεν Ἑκάβην 13. καλεῖσθαι] κεκλῆσθαι A. τὴν Δύμαντος, ἢ ὥς τινές φασι Κισσέως, 14. καὶ A. ὡς M. ἢ ὡς ἕτεροι λέγουσι Σαγγαρίου ποταμοῦ 15. λοιποὶ A. λυποὶ M. καὶ Μετώπης. ib. τῷ] Sic A.M., non πάντες ut 4. παρέδοσαν Cobetus. πάριδος ἂν apud Cobetum. M. 16. αὐτοσχεδιάζει obscurum in A. 7. Ἕνθα non τοπικῶς, sed χρονικῶς αὐτοσχεδιάζειν M. dictum esre monet O. Schnei-)

    222
    ἐν ταῖς γενεαλογίαις, ὡς καὶ ἑαυτῷ ἐνίοτε ἐναντία λέγειν, καὶ νῦν Κισσέως ἔφη θυγατέρα τὴν Ἑκάβην μετενεγκὼν τὸν πατέρα Θεανοῦς, περὶ οὗ φησιν Ὅμηρος “Κισσῆς τόν γ᾿ ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα μητροπάτωρ, ὃς τίκτε Θεανὼ καλλιπάρῃον.” A.M.

    τὸ ἑξῆς, ἥκω Πολύδωρος ὁ παῖς Ἑκάβης τῆς Κισσέως. ἔνιοι Ἠετίωνος καὶ Ἱπποθόης τῆς Ἐριχθονίου. Κισσέως φασὶ γενέσθαι οὕτως καὶ Τηλεκλείας τῆς Ἰλίου Ἑκάβην καὶ Θεανώ. M.

    τὸ χ ὅτι ἴδιον Κισσέως τὴν Ἑκάβην, Ὁμήρου Δύμαντος αὐτὴν εἰρηκότος “αὐτοκασίγνητος, υἱὸς δὲ Δύμαντος.” M.

    γεγώς: γενηθείς. γίγνομαι, γενήσομαι, γέγονα, καὶ κατὰ συγκοπὴν γέγωα· ἡ μετοχὴ ὁ γεγὼς, τοῦ γεγονότος. Fl. 21.

    4. ὅς μ᾿ ἐπεὶ Φρυγῶν πόλιν: τὸ χ ὅτι οἱ νεώτεροι συγχέουσι Φρυγίαν καὶ Τροίαν, Ὅμηρος δὲ διαιρεῖ. M.

    ὅς μ᾿, ἐπεί: ὅστις ἀφ᾿ οὗ τὴν τῶν Φρυγῶν πόλιν μοῖρα ἀπόνοια ἔλαβε ὑπὸ τῷ Ἑλληνικῷ ξίφει, φοβηθεὶς ἔπεμψέ με τῆς Τρωϊκῆς γῆς. Fl. 33. τὸ ἐπεί καὶ χρονικὸν καὶ αἰτιατικόν ἐστι. Gr.

    5. κίνδυνος: κινδυνεύω ἀντὶ τοῦ ἐν δεινῷ εἰμι· καὶ κινδυνεύω ποιεῖν τόδε, ὅπερ οὐ θέλω δηλονότι, ἀλλ᾿ ὑπό τινος ἀνάγκης εἰς τοῦτο συνελκόμενος. καὶ κινδυνεύω πείσεσθαι τόδε, ἀφ᾿ οὗ κίνδυνος ἐπὶ τῶν δύο τούτων σημαινομένων· κίνδυνος γὰρ αὐτὸ τὸ δεινὸν, καὶ κίνδυνος πείσεσθαι τινὰ τόδε, ὅπερ οὐκ αὐτὸ δηλοῖ τὸ δεινὸν, ἀλλὰ τὴν ἐπὶ τὸ δεινὸν συνελαύνουσαν ἀνάγκην. B.I.

    κίνδυνος: μοῖρα. M. ἀνάγκη, ὑποψία. ἔσχε: ἐκράτησε. [*](3. θεανοῦς περὶ οὗ φησὶν A. θεανοὺς ad v. 4. ubi lemma in M. nulum (sic) φησὶν M. est. ib. Ὅμηρος] Il. 11, 223. ib. Ὁμέρου] Il. 16. 718. 6. Κισσέως] οἱ δὲ Κισσέως 13. Τροίαν] τροι M., obliterato Cobetus. compendio syllabae αν. “Aristonicus 7. οὕτως] Abundat nec satis aptum nicus ad Iliad. 2, 862. ἡ διπλῆ ὅτι οἱ ὄντως. Schol. Homeri Il. 16, νεώτεροι τὴν Τροίαν καὶ τὴν Φρυγίαν τὴν 718 Ἀθηνίων Κισσέως καὶ Τηλεκλείας αὐτὴν λέγουσιν, ὁ δὲ Ὅμηρος οὐχ οὕτως. (φησί), et, ἡ διπλῆ ὅτι Ὅμηρος τὴν Idem ad 3, 184. ἡ διπλῆ ὅτι διαφέρει Ἑκάβην Δύμαντος, ὁ δὲ Εὐριπίδης ἡ Φρυγία τῆς Τροίας καθ᾿ Ὅμηρον, οἱ δὲ Κισσέως. νεώτεροι συγχέουσιν. Vide eundem ib. Ἑκάβην Cobetus. ἑκάβης M. ad 16, 719. 18. 291.” COBET. 8. ἴδιον] Fort. ἰδίως. Post Κισσέως 16. αἰτιατικὸν Matth. pro in M. vocula quae legi non ἀττικόν. potest. Ceterum in M. lemma ὅς 18. ὑπό τινος] ὑπὸ τῆς I. μ᾿ ἐπεὶ φρυγῶν πόλιν, quod pertinet 23. ὑποψίας Matth. pro ἐποψίας.)

    223
    πεσεῖν: πολέμῳ καταστραφῆναι. Gr. δορί: ἤγουν δυνάμει Ἑλληνικῇ. Fl. 21.

    6. ὑπεξέπεμψε: ἤγουν λάθρα ἔπεμψεν. Fl. 21. ἡ ὑπό τὸ λάθρα δηλοῖ, ἡ δὲ ἐξ τὸ ἔξω. Fl. 18. 76. Gr. ὑπό καὶ ἡ ἐκ πρόθεσις δηλοῖ τὴν λαθραίαν ἐκ τῶν ἰδίων ὅρων πομπήν. Fl. 25.

    7. δῶμα: πρὸς τὸ δῶμα τοῦ Θρᾳκικοῦ φίλου, τὸ τοῦ βασιλέως τῆς Θρᾴκης. Fl. 21.

    Θρῃκίου: ὁ Θρᾲξ τοῦ Θρᾳκὸς, καὶ ἀπὸ τούτου Θρηΐκιος, κατὰ παραγωγὴν ἐκφωνουμένου τοῦ ι, καὶ τρεπομένου τοῦ α εἰς η. ξένου: ξένος κυρίως ὁ φίλος, ὃν ἐπὶ τῆς πατρίδος τις ποιήσεται ἀπὸ ξένης ἐλθόντα, ἁπλῶς δὲ καὶ ὁ φίλος. B. Gu. I.

    8. πλάκα: χώραν. “ἢ δυσγενὴς ὢν πλουσίαν ἀροῖ πλάκα.” περιφραστικῶς τὴν Χερρόνησον, ἢ ἀ --- ἡ δὲ Χερρόνησος πόλις Θρᾴκης, ἧς ὁ βασιλεὺς Πολυμήστωρ. M.

    πλάκα: πλὰξ οὐ μόνον ἡ πετρώδης γῆ, ἀλλὰ καὶ ἁπλῶς πᾶσα γῆ, ὥσπερ κἀνταῦθα· οὐ γὰρ οἷόν τε ἀρίστην αὐτὴν προσειπεῖν, εἰ πετρώδης ἦν, ἀλλ᾿ ἔστι τὸ πλάκα ἀντὶ τοῦ γῆν. δῆλον δὲ ἐκ τοῦ σπείρει. B.I. πεδιάδα γῆν. Gr.

    8.—9. ὃς—δορί: ὅστις τὴν ἔνδοξον Χερρόνησον γῆν διοικεῖ, ἰθύνει, κρατεῖ, καὶ τὸν πολεμικὸν λαὸν διευθύνων αἰχμῇ. Fl. 33.

    9. σπείρει: διοικεῖ. M. γεωργεῖ, κατοικεῖ. Gr. φίλιππον: ἱππικόν. Gr.

    φίλιππον: ἀντὶ τοῦ ἱππικόν. M. ἀντὶ τοῦ τὸν ἵππον φιλοῦντας παρορμῶν. Fl. 21. εὐθύνων: παρορμῶν ἐπὶ πόλεμον. M. τὸν στρατὸν διεξάγων ἐν τῷ πολέμῳ. Fl. 21. ἄγων. Gr.

    10. σὺν ἐμοί: μετ᾿ ἐμοῦ, χάριν ἐμοῦ. Gr. ἐκπέμπει: δηλονότι ὁ ἐμὸς πατὴρ σὺν ἐμοὶ χρυσὸν ἐκπέμπει κρυφίως, ὅπως, ἐάν ποτε τὰ τῆς Ἰλίου τείχη πέσῃ, ὑπάρχῃ τοῖς ζῶσιν αὐτοῦ παισὶν ὁ χρυσὸς, μὴ ὁ βίος ὀλιγοστὸς ᾖ. Fl. 33.

    11. πέσοι: καταστραφῇ. Gr.

    12. τοῖς ζῶσιν: τουτέστιν ἐμοί. Fl. 34. Gr. σπάνις βίου: ἔνδεια περιουσίας. M. στέρησις, ἔνδεια ζωῆς. Gr. σπάνις: ὑστέρησις. βίου: ζωῆς. Fl. 56. βίου: περιουσίας. Fl. 21. Βίος [*](9. ἐκφ.—η] ἐκφ. τοῦ αι εἰς η Gu. Stheneboea versus: v. Arist. Ran. 12. ἢ δυσγενὴς—] Euripidis ex 1217. cum annotatione scholiastae.)

    224
    σημαίνει πέντε· τὴν τέχνην, ὡς τὸ “ἐμπορικὸν βίον, ἢ φιλόσοφον ζῇ·” τὸν τρόπον, ὡς τὸ “χρηστοῦ βίου ἐστί· τὸν παρόντα ἑνὸς ἑκάστου χρόνον τῆς ζωῆς· τὴν περιουσίαν, καὶ τὰς πρὸς τὸ ζῆν συντελούσας τροφάς. Gu. I.

    13. νεώτατος δ᾿ ἦν: μικρότατος δ᾿ ἤμην τῶν ἐμῶν ἀδελφῶν. M. μικρότατος δὲ ἤμην Πριαμιδῶν, τουτέστι τῶν ἐμῶν ἀδελφῶν, δι᾿ ὃ καὶ ἐξέπεμψεν ἐμὲ Τρωϊκῆς γῆς. Fl. 21. διὰ τὸὄντα με νεώτατον τῶν Πριάμου παίδων τῷ τοιούτῳ τρόπῳ κἀμὲ τῆς ἰδίας γῆς ὑπεξέπεμψεν. Fl. 33.

    ὃ καί με γῆς: τοῦτο οὕτω νοήσεις· ὅπερ, τὸ εἶναί με νεώτατον τῶν ἀδελφῶν, ὑπεξέπεμψε τῆς γῆς, ἀντὶ τοῦ τοῦτο γέγονεν αἴτιον τοῦ ἐκπεμφθῆναί με. B. Bar. 74. ὃ καί: διό. Gr.

    14. 15. οὔτε γάρ: καὶ γὰρ οὐκ ἦν οἷος, ἤγουν ἄξιος, δυνατός. Fl. 21. οὔτε ὅπλα οὔτε κοντάριον φέρειν ἴσχυον νέος ὤν. Fl. 33.

    14. φέρειν: κινεῖν. φέρειν ὅπλα: ἤγουν ὁπλίζεσθαι. Gr. ὅπλα: τὰ φυλακτήρια, οἷον θώραξ, κράνος· ἔγχος δὲ καὶ σπάθη ἀμυντήρια. B. Gu. I.

    15. ἔγχος: ξίφος. Gr. νέῳ βραχίονι: δυνατὸς ἤμην. M. τῷ ἐμῷ βραχίονι, χειρί. Fl. 21. βρεφικῇ χειρί. Gr.

    16—20 ἕως οὖν τῆς ἐμῆς γῆς σῶα ἦσαν τὰ τείχη καὶ οἱ πύργοι ἄθραυστοι τῆς Τρωϊκῆς γῆς, καὶ ὁ ἐμὸς ἀδελφὸς Ἕκτωρ εὐτύχει τῷ δορὶ ἐν τῷ πολέμῳ, καλῶς καὶ ἐγὼ ὁ τάλας ταῖς τροφαῖς, ὡς οἷά τις κλάδος νεαρὸς, ηὐξανόμην παρὰ τῷ Θρακικῷ ἀνδρὶ καὶ πατρῴῳ φίλῳ. Fl. 33.