Scholia in Euripidis Hippolytum

Scholia in Euripidem

Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

996. ἐπίσταμαι γάρ: ἀντὶ τοῦ φίλος εἰμὶ τῶν δικαίων ἀνθρώπων, μήτʼ ἀνταποδιδόναι κακὰ τοῖς χρωμένοις ἐν κακοῖς, ὅ ἐστι τοῖς μὴ ἀμυνομένοις τοὺς προαδικοῦντας. Ἄλλως. ἐπίσταμαι δὲ κτᾶσθαι φίλους τοιούτους, τοὺς μὴ ἐπιχειροῦντας, μηδὲ θέλοντας ἀδικεῖν.

998. ἀλλʼ οἷσιν αἰδώς: ἀλλʼ ἐν οἷς πρόσεστιν ἡ αἰσχύνη, καὶ μὴ ὁμιλοῦσι κακὰ, μηδὲ ἀντὶ κακοῦ ἀποδιδοῦσι, μηδὲ συμπράττειν τοῖς αἰσχροῖς καὶ τοῖς ταῦτα βουλευομένοις.

1000. οὐκ ἐγγελαστής: οἷον οὐχ ἕνεκα τοῦ ἐπεγγελᾶν φίλος εἰμὶ, ἀλλʼ ἀρετῆς χάριν. Ἄλλως. καὶ οὐδὲ προσγελῶν τοῖς φίλοις μου, ἀλλὰ καὶ τοῖς πρὸς ἐμὲ οὖσι, καὶ τοῖς ἄποθέν μου οὖσιν ὁ αὐτός εἰμι, καὶ τὴν αὐτὴν διάθεσιν ἔχω πρὸς ἀμφοτέρους. Ἄλλως. οὐκ· εἰμὶ ἐγὼ ἐγγελαστὴς, οἷον οὐκ ἐγγελῶ τοῖς περὶ τὰ τοιαῦτα ἔχουσιν, ἀλλὰ μόνον οὐ σύνειμι αὐτοῖς.

1001. ἀλλʼ αὐτὸς οὐ παροῦσι: ἀλλʼ ὡς μὴ παροῦσιν αὐτοῖς φίλοις ἐχρώμην καὶ ἐγγὺς ὤν. A. B. αὑτός: ὁ ὅμοιος. A. φίλος: γρ. καὶ φίλοις. B.

1002. ἑνὸς δʼ ἄθικτος: ἑνὸς δὲ πράγματός εἰμι ἀμίαντος, ἐν ᾧ καὶ νομίζεις με μιανθῆναι. μέχρι γὰρ ταύτης τῆς ἡμέρας ἀμίαντον σῶμα ἔχω καὶ τοῦ λέχους οὐκ οἶδα πρᾶξιν.

1005. γραφῇ τε λεύσσων: καὶ ἐν τοῖς ἀναγνώσμαιν ὁρῶν· καὶ ὅμως οὐδὲ ἐκεῖνο κατασκοπῶ καλῶς, οὕτως ὢν ἀμίαντος.

[*](1. ἄνθρωπον om. A. 16. καὶ οὐδὲ προσγελῶν] ὡς οὐδὲ 2. θεωρεῖς A. ὁρᾶς B.I. προστελῶν I. 3. καὶ οὐκ A. οὐκ om. B.I. 18. εἰμι om. A. ib. ὑπὸ σοῦ post λεγομένοις A 19 εἰμὶ ἐγὼ A.B. ἐγώ εἰμι I. ib. λεγομένοις A.B. εἰρημένοις I. 25. μιανθῆναι A.B. ληφθῆναι I. 4. διανοῇ] θέλεις εἰπεῖν A. ib. ἀμίαντον σῶμα ἔχω A.B. FI. 6. 8. μήτʼ] Imo μηδ᾿. 15. ἀμίαντος λέχους εἰμὶ I. ib. κακοῖς A.B. αὐτοῖς I. 27. ὁρῶν Matth. pro ὁρῶ. 10. θέλοντας A. ἐθέλοντας B.I. 28. ὢν ἀμίαντος] ἀμἱαντός εἰμι I. 14. βουλευομένοις] βουλομένοις A.)
177

1010. ἢ σὸν οἰκήσειν δόμον: ἢ τοὺς σοὺς γάμους λαβεῖν προσεσόκησα καὶ τὸν σὸν οἶκον ὥσπερ κληρονομίαν τινὰ λαβεῖν. ἢ οὕτως, ἠθέλησα μετὰ τοῦ δόμου καὶ τὴν ἔγκληρον καὶ εὔπορόν σου λαβεῖν εὐνήν. A.

1011. ἔγκληρον εὐνήν: πρὸς τοῖς οἴκοις λαβὼν, καὶ τὴν εὔπορόν σου κοίτην. Ἄλλως. μονοκληρονόμον εἰ προσεδόκησα πατρὸς γυ'ναῖκα λαμβάνειν, μάταιος ἄρα ἤμην.

1012. οὐδαμοῦ μὲν οὖν φρενῶν: οὐδαμοῦ, φησί, συνέσεως ἤμην ἐγὼ τοιαῦτα ἐννοούμενος.

1013. ἀλλʼ ὡς τυραννεῖν: οὐδαμῶς σώφρων ἐπιθυμεῖ βασιλεύειν, εἰ μὴ ἐκστῇ τῶν φρενῶν. τὸ δὲ ἑξῆς, εἰ μὴ τὰς φρένας διέφθορε τῶν θνητῶν ἡ μοναρχία, οἷς ἁνδάνει ἡ μοναρχία. ἀπὸ κοινοῦ δὲ ληπτέον τὸ μοναρχία.

1016. ἐγὼ δʼ ἀγῶνας μέν: ἐγὼ δὲ πρῶτος θέλω εἶναι ἐν τῇ κυνηγεσίᾳ καὶ ἐν τῇ φιλοσοφίᾳ, ἐν δὲ τῇ πόλει δεύτερος.

1019. πράσσειν γὰρ εὖ: ὁ γὰρ ἐν ἀγῶσι τοιοῦτος ὢν καλῶς πράττει καὶ ἀκίνδυνός ἐστιν, ὁ δὲ πόλεως πρῶτος ὢν κίνδυνον ἔχει. οἱ γὰρ βασιλεύοντες ἐν κινδύνοις διάγουσιν.

1022. εἰ μὲν γὰρ ἦν μοι: εἰ γὰρ, φησὶ, καὶ ἕτερος ἦν, τὰ αὐτά μοι ἔλεγε καὶ ἐμαρτύρει, (τοῦτο γὰρ δηλοῖ τὸ οἷός εἰμʼ ἐγὼ) οἷα ἐγῶ, καὶ ἦν ὁ ἀγὼν ζώσης αὐτῆς. Ἄλλως. εἰ παρῆν μοι μάρτυς δίκαιος, οἷός εἰμι ἐγὼ, ὅ ἐστιν, εἰ εὐπόρησα μάρτυρος ἀληθοῦς, ὁμοίου τοῖς ἡμετέροις τρόποις.

1027. μηδʼ ἂν θελῆσαι: μηδὲ εἰς ἔννοιαν ἐλθεῖν ποτε τοῦ μιγῆναι τῇ σῇ κοίτῃ, οὐχ ὅτι λέγεις με καὶ φθεῖραι αὐτήν.

1028. ἡ τἄῤ ὀλοίμην: διαζευκτικὸς ὁ ἤ, ἢ ὀλοίμην, εἰ κακὸς φανήσομαι. B.I.

1032. εἰ δʼ ἥδε δειμαίνουσ’: εἰ δὲ ἑαυτὴν ἐφόνευσε, φοβουμένη, [*](5. τοῖς οἴκοις] τοὺς οἴκους A. ib. ἐν post εἶναι om. I. 8. Lemma ego addidi. In I. 17. δὲ] γὰρ A. λαμθάνειν. μάταιος ἄῤ ἦν (ἄρα ἦν B. 18. ἐν om. A.B. ἄρα ἤμην A.): οὐδαμοῦ—. 20. ἔλεγε καὶ] λέγων A. ib. ἤμην] ἦν A. ib. εἰμʼ ἐγώ] ἐγὼ εἰμὶ A. hic et l. 22. 10. οὐδαμῶς] οὐδαμοῦ A. ib. οἷα ἐγὼ om. I. 11. διέφθορε A.B. Fl. 6. 15. διέειρε 21. εἰ παρῆν] εἴπερ ἦν μοι I. 25. οὐχ ὅτι—αὐτήν om. A. Ι. 12. οἷς ἁ. ἡ μ. add. B. Fl. 6. 15. 28. ἐφόνευσε φοβουμένη] φοβουμένη 14. δὲ add. A. ἐφόνευσεν A.)

178
ἵνα μὴ κακὴν δόξαν λάβῃ διὰ τὸ ἐρασθῆναι τοῦ υἱοῦ τοῦ ἀνδρὸς αὐτῆς, οὐκ οἶδα. A. Fl. 6. 15.

1034. ἐσωφρόνησεν: δυνατὸν ἐν ἐρωτήσει, ἵν᾿ ᾖ οὕτως· ἡ Φαίδρα, ὡς σὺ φῆς, ἐσωφρόνησε, καίτοι μὴ φύσει ὑπάρχουσα τοιαύτη, ἐγὼ δὲ ὁ ἔχων οὐκ ἐσωφρόνησα, ἀλλʼ ἐβουλήθην αὐτῇ μιγῆναι αὐτῆς μὴ βουλομένης; A.B.I. Ἄλλως. τινὲς δὲ κατʼ ἐρώτησιν οὕτως· ἆρα ἡ Φαίδρα μὴ οὐκ ἔχουσα σωφρονεῖν ἐσωφρόνησεν, ἐγὼ δὲ ὁ δυνάμενος σωφρονεῖν οὐκ ἐσωφρόνουν; Ἄλλως. ἐσωφρόνησεν ἡ Φαίδρα εἰποῦσα τὸν ἔρωτα, καίτοι οὐκ εἶχε σωφρονεῖν τοῦ ἔρωτος νικωμένη· ἐγὼ δὲ ἔχων τὴν σωφροσύνην οὐ καλῶς ἐχρησάμην αὐτῇ διὰ τὸ μὴ αὐτίκα μηνῦσαί σοι τὰ κατʼ αὐτὴν καὶ δηλῶσαί σοι. A.

οὐκ ἔχουσα σωφρονεῖν: γρ. οὐχ ἑκοῦσα. A.B. ἀποθανοῦσα, φησὶ, μὴ δυναμένη βαστάζειν τὸν ἔρωτα. A.

1035. ἡμεῖς δʼ ἔχοντες: ἡμεῖς δὲ σιωπήσαντες οὐ καλῶς ἐποιήσαμεν. τὸ γὰρ ἔχοντες ἀντὶ τοῦ σιωπήσαντες, ἢ τὴν σωφροσύνην φυλάξαντες.

1036. ἀρκοῦσαν εἶπας: ἀπολογίαν ἀρκοῦσαν εἶπας τοῦ μὴ. φονεῦσαί σε τὴν Φαίδραν.

ἀποστροφήν: ἀποβολὴν, ἀπολογίαν. A. λύσιν, τέλος. B.

1038. ἐπῳδός: ἀντὶ τοῦ ἀπατεὼν, φαρμάκων ἔμπειρος. εὐοργησίᾳ δὲ πρᾳότητι, βαθύτητι. οὕτως Ἀττικῶς. τινὲς δὲ εὐηθείᾳ, ἀντὶ τοῦ εὐήθης εἶναι ὑποκρινόμενος.