Scholia in Euripidis Hippolytum

Scholia in Euripidem

Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1102. ἦ μέγα μοι τὰ θεῶν: γυναῖκες μέν εἰσιν αἱ τοῦ χοροῦ, μεταφέρει δὲ τὸ πρόσωπον ἐφʼ ἑαυτοῦ ὁ ποιητὴς, καταλιπὼν τὰ χορικὰ πρόσωπα· μετοχαῖς γὰρ ἀρσενικαῖς κέχρηται. τὸ δέ μοι ἀντὶ τοῦ μου, ὡς τὸ “μητέρι μοι μνηστῆρες” τὲ δὲ ἑξῆς· ὄντως μου τὰς λύπας μεγάλως ἀφανεῖς καθίστησι τὰ περὶ θεῶν μελεδήματα, ὅταν εἰς φρένας ἔλθῃ. ὁρῶν δὲ ὁ χορὸς εὐσεβῆ μὲν ὄντα τὸν Ἱππόλυτον, κακῶς δὲ πράττοντα παρὰ τὸ δίκαιον, θαυμάζει τοῦ βίου τὸ ἀνώμαλον, καὶ ταράττεσθαί φησι τὴν διάνοιαν, ὑπονοῶν μὲν τὸ θεῖον προνοεῖσθαι τῶν ἀνθρωπίνων, ὁρῶν δὲ θείας προνοίας μὴ μετέχοντα τῶν ἀνθρώπων τὰ πράγματα, ἐκ τοῦ τοὺς μὲν ἀδίκους εὖ πράττειν, τοὺς δὲ δικαίους παρὰ τὴν ἀξίαν πάσχειν κακῶς. ὁ δὲ νοῦς, ὅταν, φησὶ, θεοὺς λογίσωμαι, πάσης λύπης ἀπαλλάσσομαι, ἐνθυμούμενος ὅτι ἀδεκάστως τὰ πράγματα κρίνουσι, τὰ πρὸς ἀξίαν ἑκάστῳ παρέχοντες. καὶ δοκῶν κατὰ τοῦτο συνετὸς εἶναι ἄφρων ἐλέγχομαι, ὁρῶν τοῦ βίου τὴν σύγχυσιν. σύνεσιν γάρ τινα ἐν ταῖς ἐλπίσιν ἔχων ἐλαττοῦ καὶ ἀπολείπομαι, βλέπων ἔν τε ταῖς τύχαις τῶν ἀνθρώπων καὶ ἐν τοῖς ἔργοις, τουτέστιν ὁπηνίκα ἂν τὰ ἀνθρώπινα ἐννοήσω, ἐλαττοῦμαι, καὶ οὐ μέγα φρονῶ. A.B.I. Ἄλλως. ὁπηνίκα μοι τὰ τῶν θεῶν προνοήματα καὶ αἱ διοικήσεις, καθʼ ἃς τῶν ἀνθρωπίνων ἐπιστατοῦσι πραγμάτων περὶ τὴν ἐμὴν διάνοιαν γένωνται καὶ ἀνασκοπήσω αὐτὰ, μέγα μέρος τῆς λύπης ἀφαιροῦμαι, πρόνοιαν νομίζων εἶναι τὴν δικαίως τὰ ἀνθρώπων οἰκονομοῦσαν. βλέπων δὲ πάλιν εἰς τὰς τῶν [*](2. καὶ Ἐρεχθέως—Ἀθήνας om. A. 9. ὡς τὸ] Hom. Od 2, 50. ib. καὶ ἐρεχθέως δὲ γῆν τὸ B. Fl. 10. μου] μέν A. 6. 15. καὶ ἐρεχθεὺς δὲ τὸ I. ib. ἀφανεῖς] ἀφανῶς I. 3. δὲ ἐννεάσαι om. A. 14. ἀνθρωπίνων] ἀνθρώπων I. ib. ἐννεάσαι] ἐννεᾶσαι B. ἐννεᾶσθαι 15. ἐκ τοῦ τοὺς] τὰ ἐκ τούτου μὲν A. I. ib. ἀδίκους om. A.B. 4. εἰς A. πρὸς B.I. 16. τὴν om. A. ib. ἡβᾶν A.B. ἡβᾶναι I. ib. πάσχειν B. Fl. 6. 15. πράττειν 8. χορικὰ] χωρικὰ, superscripto A.I. θηλυκὰ, A. χωρικὰ etiam I. 20. ἐν ταῖς] ἐν om. I. ib. γὰρ om. A. 22. ἂν τὰ A.B. αὐτὰ I.)

182
ἀνθρώπων τύχας καὶ εἰς τὰς πράξεις αὐτῶν, καὶ ὁρῶν τοὺς μὲν κακοὺς εὐτυχοῦντας, τοὺς δὲ ἀγαθοὺς ἀτυχοῦντας, λείπομαι κατὰ πολὺ καὶ ἄφρων ἐλέγχομαι καὶ ἀμαθὴς, κἂν νομίζω καὶ ἐλπίζω ὅτι σύνεσίν τινα καὶ νόησιν τῶν ἀνθρωπίνων ἔχω πραγμάτων. Ἄλλως. ὁπηνίκα, φησὶν, ἐνθυμοῦμαι ὅτι οἱ θεοὶ προνοοῦνται τῶν ἀνθρώπων, μεγάλως τῆς λύπης ἀναχαιτίζομαι. A.

1105. ξύνεσιν: σοφίαν δέ τινα ἐν τῇ διανοίᾳ ἔχων, ὡς πρόνοιαν θεῶν λογιζόμενος, ἐκπίπτω ταύτης, ἔν τε ταῖς τύχαις τῶν θνητῶν καὶ ἐν ἔργμασι λεύσσων, τουτέστιν ἐν τοῖς ἔργοις βλέπων. A.B.I. Ἄλλως. νόησιν δέ τινα τῶν ἀνθρωπίνων πραγμάτων ἐλπίζων ἔχειν τῇ διανοίᾳ ἐλέγχομαι κατὰ πολὺ τῆς ἀληθείας λειπόμενος. A. ἐλπίδι κεύθων: ἐν ἐλπίδι δὲ, φησὶ, τιθέμενος τὰ πράγματα, ἀπολείπομαι τῆς ἐλπίδος· οὐ γὰρ ἀποβαίνει καθὼς ἐλπίζω. Fl. 6.

1108. ἄλλα γάρ: ἄλλα γὰρ ἄλλοθεν πράγματα ἐναλλάσσεται, οἷον πολλὴ μεταβολὴ τῶν ἀνθρωπίνων πραγμάτων.

1109. μετὰ δʼ ἵσταται: μεταβαίνει εἰς πολλὰ πλανώμενος τοῖς ἀνθρώποις ὁ βίος, οἷον οὐ μένει βέβαιος ὁ αἰὼν, ἀλλὰ μεταβάλ λεται.

1110. πολυπλάνητος: οἷον, τὸ ζῆν ἀεὶ μεταβάλλεται πολυπλάνητον ὂν τοῖς ἀνθρώποις.

1113. καὶ ἀκήρατον ἄλγεσι: καὶ ἐν κακοῖς ἄφθαρτον καὶ ἀβλαβῆ τὴν ψυχὴν παράσχῃ. A.

1114. δόξα δέ: ὅ ἐστι μὴ σχῶ μεγάλην δόξαν, μήτε μικρὰν, ἀλλὰ μέσην καὶ σεμνήν. παράσημος δὲ ἀντὶ τοῦ ἀδόκιμος, ἀπὸ μεταφορᾶς τῶν κιβδήλων νομισμάτων. A.B.I. Ἄλλως. εἰς ἄκρον τελείᾳ ἐν εὐτυχίᾳ, ἤτοι παρὰ τὸ σημεῖον τοῦ ἀτρεκοῦς. τοῦτο δὲ λέγει ὅτι εἴθε μοι ἐδόθη βίος εὐτυχὴς καὶ ἄλυπος, καὶ μήτε βασιλείᾳ [*](7. ὡς πρόνοιαν] καθʼ ὃ πρόνοια A. 19. πολυπλάνητος: οἷον τὸ A. B. 9. λεύσσων om. A. ἄλλως. τὸ I. ib. τουτέστιν—βλέκων addidi ex 23. ὅ ἐστι A. ἀντὶ τοῦ B. Fl. 6. 15. οἷον I. 14. ἄλλα γὰρ ἄλλοθεν add. A. ib. σχῶ] σχῶν A. 16. μεταβαίνει hic A.B., post πλανώμενος 24. σεμνήν] καλήν A. I. ib. παράσημος δὲ] μήτʼ ἂν παράσημος ib. τοῖς ἀνθρώποις add. A.B. A. 17. βέβαιος A. βέβαιος τοῖς ἀνθρώποις 25. κιβδήλων om. A. B.I.)

183
ἐτιμήθην· αὕτη γάρ ἐστιν ἡ ἀτρεκὴς καὶ ὑπερφέρουσα δόξα· μήτε κατὰ τὸν βίον πενία ἐσχάτη καὶ ἀτυχία καὶ ἀδοξία καὶ θλίψις. διὰ τοῦτο γὰρ τῇ παράσημος λέξει ἐχρήσατο, κατʼ ἐναντίωσιν τοῦ ἀτρεκὴς, ἤτοι παρὰ τὸ σημεῖον καὶ τὸ σύμβολον τῆς ἀτρεκότητος καὶ τῆς ὑπερφερούσης δόξης. A. δόκησις δὲ μήτε ἀτρεκὴς ἀντὶ τοῦ ἀκριβὴς, μεγάλη, ἄκρα. B. παράσημος: ἀδόκιμος. B. οἰκτρὰ, εὐτελής. B.

1115. ῥᾴδια δʼ ἤθεα: ἀντὶ τοῦ εὐχερῆ καὶ ἄλυπα ἤθη ἔχουσα καὶ προβαίνουσα εὐτυχοίην ἀεί. Ἄλλως. εὐχερῶς δὲ τὰ συνήθη μεταβάλλουσα τὸν ὀλίγον χρόνον εὐτυχοίην τὸν βίον. τὸ δὲ ἑξῆς, εὔκολον δὲ ζωὴν εἰς τὸν καθʼ ἡμέραν χρόνον ἀεὶ διαδεχοίμην, καὶ σὺν ἄλλοις τὸν βίον εὐτυχοίην. δύναται δὲ καὶ ἀντὶ ἐνεργητικοῦ κεῖσθαι τὸ μεταβαλλομένη ἀντὶ τοῦ μεταβάλλουσα. δύναται δὲ πάλιν εἶναι καὶ τὰ ἤθη μεταβαλλομένη.

1116. μεταβαλλομένα χρόνον ἀεί; ἀεὶ τὸν αὔριον χρόνον, ἤτοι τὴν ἐφεξῆς ἡμέραν, μεταβαλλομένη καὶ μεταπίπτουσα εἰς συνήθεις διαγωγάς. A.

1117. βίον συνευτυχοίην: καλῶς ἡ σύν ἔγκειται πρόθεσις, δηλοῦσα ὡς οὐκ ἄκραν εὔχεται εὐδαιμονίαν, οὐδὲ πλεονεκτεῖν τῶν ἄλλων, ἀλλὰ σὺν ἄλλοις εὐπραγεῖν κατὰ τὸν βίον.

1118. οὐκέτι γὰρ καθαράν: ἀντὶ τοῦ οὐκ ἀτάραχον, οὐκ ἄφοβον, διὸ καὶ μετὰ φυλακῆς ηὐξάμην, οὐ δυνάμενος, φησὶν, ἀνενέγκαι τῇ προνοίᾳ τῶν θεῶν τὰ πράγματα διὰ τὸν Ἱππόλυτον, ὃς ἀδίκως ἐτιμωρεῖτο. Ἄλλως. ἄδηλον εἰς θεοὺς δηλονότι. τοῦτο δὲ ἐν τοῖς ἀνθρώποις συναπτέον, ἵνʼ ᾖ οὕτως· ἐκπίπτω τοῦ ἀνάγειν εἰς θεοὺς πρόνοιαν τῶν ἀνθρωπίνων πραγμάτων. οὐκ ἔτι γὰρ καθαρὰν φρένα ἔχω, τουτέστιν [*](10. δὲ om. A. 18. βίον] βίω A. 11. διαδεχοίμην—ἄλλοις] διαδεχόμενος ib. ἔγκειται—βίον] Brevius in A. τοῖς ἄλλοις A. ἔγκειται ὅτι οὐ πλεονεκτεῖν θέλω, ἀλλὰ 12. δύναται δὲ καὶ ἀ. ἐ. κεῖσθαι] σὺν ἄλλοις εὐτυχεῖν. κατὰ om. I. 21. ἀντὶ τοῦ om. A. κεῖται καὶ ἀ. ἐ. A. 13. τὸ μ. ἀντὶ τοῦ] μ. ὅ ἐστι A. ib. οὐκ ἄφοβον A.B. καὶ ἄφοβον I. ib, πάλιν εἶναι om. A. 22. οὐ δυνάμενος—ἐτιμωμεῖτο addidi 14. μεταβαλλομένη A. B. Fl. 6. ex A. μεταβαλλομένην I. “ Videtur hoc 24. ἐν τοῖς ἀνθρώποις om. A. in dicere: jungi posse vel τὸν αὔρ. lacuna. χρόνον μεταβ. vel τὰ ἤθη μεταβ. ” 25. ἐκπίπτω] ἐκπίπτειν A. MATTH. ib. πρόνοιαν] προνοι A.)

184
οὐκ ἔχω γὰρ ἀτάραχον φρένα ἐπὶ τῷ παρόντι, ὅτι ἀδίκως ἀπόλλυται ὁ Ἱππόλυτος.

1121. ἐπεὶ τὸν Ἑλλανίας: ἀντὶ τοῦ ἀμʼ οὗ τὸν τῆς Ἑλληνίδος γῆς. B. τῆς Ἑλληνικῆς χώρας τῶν Ἀθηναίων. A. τὸν ἐπιφανέστατον τῆς Ἀττικῆς. καὶ Ὅμηρος “εὐρυάγυιαν Ἀθήνην.” B. ἐπεὶ τὸν Ἑλληνικῆς γῆς φανερώτατον ἀστέρα, καὶ τὰ ἑξῆς. ἀστέρα δὲ λέγει τὸν Ἱππόλυτον διὰ τὸ ἐπιφανὲς τῆς παρθενίας αὐτοῦ.

1127. ὦ ψάμαθοι: ὦ αἰγιαλοὶ τῆς λευκῆς θαλάσσης ἔνθα ἐγυμνάζετο. A.B.

1128. ὅθι κυνῶν ὠκυπόδων ἐπέβας μέτα: ὑπερβατὸν, ὅθι μετὰ κυνῶν ἐπέβης ὠκυπόδων, θεᾶς θῆρας ἐναίρων, τοὺς περὶ τὴν Ἄρτεμιν, ὅ ἐστι τοὺς ὑποτεταγμένους τῇ Ἀρτέμιδι.

θεᾶς μέτα: μετὰ τῆς θεᾶς Ἀρτέμιδος τοὺς θῆρας φονεύων· ἱεροὶ γὰρ αὐτῆς οὗτοι. A.B. ἐναίρων: κρατῶν. B. rec.

1130. Δίκτυνναν ἀμφὶ σεμνάν: Δίκτυννα ἐκλήθη ἡ Ἄρτεμις διὰ τοιαύτην αἰτίαν. Βριτόμαρτις νύμφη ἐγένετο συγκυνηγέτις τῇ Ἀρτέμιδι. ταύτης ἠράσθη Μίνως, καὶ κατεδίωξεν αὐτὴν ἐπὶ ἡμέρας ἐννέα. καὶ μὴ ὑποφέρουσα ἔτι ἔρριψεν αὑτὴν ἀπὸ τοῦ ὄρους εἰς τὴν θάλασσαν, καὶ ἐσώθη ἐν τοῖς δικτύοις, καὶ τούτου χάριν ἐκλήθη ἡ Ἄρτεμις Δίκτυννα. A.B.I. Ἄλλως. οἱ μὲν Δίκτυνναν αὐτήν φασι τὴν Ἄρτεμιν, οἱ δὲ Ἑκάτην, οἱ δέ τινα ἑτέραν Δίκτυνναν παρεπομένην τῇ Ἀρτέμιδι. Δίκτυννα τούτῳ τῷ ὀνόματι καλεῖται παρόσου διὰ [*](1. οὐκ ἔχω γὰρ] γὰρ οὐκ ἔχω A. 16. τοιαύτην αἰτίαν] ταῦτα τὰ αἴτια 5. Ὅμηρος] Od. 7, 80. A. ib. εὐρυάγυιαν Ἀθήνην] εὐρυάγυαν ib. βριτόμαρτις] βριτόμαρτυς A. βριτόμαντυς B. B. βριμόμαντις I. κτιτόμαντις 6. καὶ τὰ ἐξῆς et δὲ om. A. Fl. 6. 15. 8. λευκῆς om. A. ib. ἐγένετο] ἐγίνετο A. 10. ὅθι — ἐπέβας] In A. est ὦ ib. συγκινηγέτις A. B. συγκυνηγή δρυμὸς ὄρειος (sic etiam B.): ὅθι κυνῶν τις Fl. 6. 15. συγκυνηγοῦσα I. μέτα ἐπέβας ἐκυπόδων μετὰ θεᾶς τῆς 17. αὐτὴν ἐπὶ] αὐτῆς A. omisso ἐπί. ἀρτέμιδος τοὺς θῆρας φονεύων. ὑπερβατὸν 18. ἐννέα A. θ B.I. etc. 20. Δίκτυνναν] δίκτυναν A. hic et ib. μετὰ] κατὰ I. infra simplici ν, nisi quod loco ultimo 11. ἐναίρων] ἀναίρων A. ἀναιρῶν δικτύννης. Conf. schol. ad v. F. 6. 15. 146. ib. περὶ] ὑπὸ A. 21. ἑτέραν Δίκτυνναν] Aptius foret 15. Δίκτυνναν] δίκτυναν hic et infra ἑτέραν δαίμονα. Post δίκτυναν quinque simplici ν libri, nisi quod B. in fere literae obliteratae in A. fine scholii δίκτυννα.)

185
μεθόθου δικτυηρᾶς οἱ ἐπακτῆρες καὶ κυνηγοὶ τοὺς θῆρας αἱροῦσι, δίκτυον δὲ οἱ ἁλιεῖς οὕτως ἐκάλεσαν τὸ ἀμφίβληστρον. διὰ τὸ ὑπὲρ τῆς μολιβδαίνης τοὺς ἰχθῦς μὴ ἐᾶν ἀναπλέειν, ἀλλὰ παρακατέχειν καὶ ἐναποκλείειν ἔνδον. ἰστέον δὲ ὅτι τὸ ὄνομα τῆς Δικτύννης μᾶλλον τῇ Ἑκάτῃ προσάπτεται ὡς δεῖ, ὡς πᾶσι μὲν παρεπομένῃ θεοῖς, μάλιστα δὲ τῇ Ἀρτέμιδι. δῆλον δὲ ἐκ τοῦ καὶ Ἑκάτην ὀνομάζεσθαι. A.

1131. συζυγίαν: σύζευξιν τῶν ἵππων. B. Ἐνετᾶν: Ἐνέτη πόλις ἠπείρου, ἔνθα γίνονται καλοὶ ἡμίονοι καὶ πῶλοι. B. πώλων Ἑνετᾶν: Παφλαγονικῶν. Ἑνετοὶ γὰρ ἔθνος Παφλαγονίας. εἰ δέ τις εἴποι, ἐκ ποίας πόλεως ὠνομασμένοι; ἴστω ὅτι πολλοὶ βάρβαροι οὐκ ἐκ πόλεως, οὐδὲ ἐκ χώρας, ἀλλʼ ἐξ ἔθνους ὀνομάζονται, ὡς Νομάδες καὶ Βλέμυες. ἡ δὲ ἐπί ἀντὶ τῆς εἰς, οὐκέτι εἰς συζυγίαν Ἐνετᾶν πώλων βήσῃ, ὡς τὸ “ἐς δʼ ὄχεα φλόγεα ποσὶ βήσετο.”

1133. τὸν ἀμφὶ Λίμνας τρόχον: Λίμνη τόπος Τροιζῆνος Ἀττικῆς, ἔνθα Λιμνῆτις Ἄρτεμις καλεῖται. παρὰ τὸ πεδίον τῆς Λίμνης τὸ τρεχόμενον τοὺς γυμναστικοὺς ἵππους κατέχων τῷ ποδὶ καὶ γυμνάζων.

τρόχον: δρόμον. B.

1134. κατέχων: ἡνιοχῶν. B.

γυμνάδας ἵππους: τοὺς ἱππαζομένους. ἀντιβαίνοντες γὰρ τῷ ποδὶ ἀνακρούουσι τοὺς χαλινούς. B.

[*](1. μεθόδου δικτυηρᾶς] μεθο δικτιηρ ib. πώλων —βήσετο (βήσατο B.) A. post quae sex fere literae obliteratae. om. A. 14. ὡς τό (ὡς τέ δ᾿ I.] Hom. Il. teratae. ib. ἐπακτῆρες sunt piscatores: de 5, 745. quo v. Thesaurum Steph. 15. Τροιζῆνος] τροίζηνος B. 2. Post ὑπὲρ τῆς quattuor vel ib. ἀττικῆς B. Fl.6.15. ἀττικὸς A. quinque literae obliteratae in A. (terminatione per compendium expressa) 9. ἡμίονοι] ἡμίονες B. pressa) et I. Neutrum convenire 11. εἴποι] εἴπῃ A. monet Valcken. p. 188. qui in Ἀττικῶς ib. ὠνομασμένοι A.B. Fl. 6. 15. mutatum transponit post τὸ τρεχόμενον et sic haec digerit, Λίμνη ὠνομασμένος I. 12. οὐκ ἐκ πόλεως A. οὐκ ἐκ πόλεων B.I. —καλεῖται. Ἄλλως. παρὰ τὸ πεδίον τῆς ib. οὐδὲ ἐκ A.B. ἐκ om. I. Λίμνης. τρόχον: τὸν τρεχόμενον τόπον. ib. ἐξ om. A. 16. Λιμνῆτις Fl. 6. 15. λίμνη τίς 13. καὶ add. A. B.I. λιμναρτὶς A. quod λιμνᾶτις est: ib. Βλέμυες] βλέμμυες B. v. ad v. 228. ib. τῆς εἰς A. τοῦ εἰς B.I. 17. τοεχόμενον] βρεχόμενον I. ib. Ἐνετᾶν add. B. ib. ἵππους] τόπους I.)
186

1135. μοῦσα δʼ ἄϋπνος: τουτέστιν ὑπὸ τῇ κιθάρᾳ παύσεται ἐν τῷ οἴκῳ τοῦ σοῦ πατρὸς ἄϋπνος, ἢ ἄπαυστος. τὸν ζυγὸν δὲ τῆς κιθάρας ἄντυγα καλεῖ, ἢ τὸν πῆχυν, ὡς κιθαρίζοντος αὐτοῦ. ἡ δὲ ἄϋπνος, φησὶν, ᾠδὴ τῶν χορδῶν τῶν ὑπὸ τῇ ἄντυγι λήξει. B.I. ἄϋπνος: πρωί. B. ἄντυγι: ἡ περιφέρεια. B.

1137. ἀστέφανοι δέ: αἱ δὲ ἀναπαύσεις τῆς θυγατρὸς Λητοῦς, ὅ ἐστι τῆς Ἀρτέμιδος, αἱ κατὰ τὴν βαθεῖαν ὕλην ἀστέφανοι ἔσονται. λείπει γὰρ τὸ ἔσονται. B.I. Ἄλλως. αἱ ἀναπαύσεις τῶν κορῶν τῶν σνγχορευουσῶν περὶ τὸ τῆς Λητοῦς ἱερὸν ἀστέφανοι ἔσονται, τουτέστι λυπηθήσονται ἐπὶ σοὶ αἱ παρθένοι. A.B.I. τινὲς δὲ τὸ ἀστέφανοι κατʼ ἐπίτασίν φασιν ἀντὶ τοῦ πολυστέφανοι ἔσονται, τὸ α λέγοντες ἐπιτατικόν. B.I. κόρας: Ἀρτέμιδος. τῆς κόρης πρὸς τὸ Λατοῦς. B.