Scholia in Euripidis Troiades

Scholia in Euripidem

Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

197. ποίοις δʼ οἴκτοις: δύναται πρὸς τὴν Ἑκάβην, ἵνʼ ᾖ οὕτω, πῶς αὐταρκῶς δύνασαι τὰ κατὰ σὲ θρηνῆσαι;

199. οὐκ δαίοις ἱστοῖσι: οὐχ ὡς πρότερον ἥδον ἐν τοῖς ἱστοῖς δινεύουσα καὶ στρέφουσα τὴν κερκίδα.

201. νέατον τεκέων: ὅσῳ, φησὶ, νέα ὑπάρχουσα αἰχμάλωτος γέγονα, κρείσσους ἕξω μόχθους. καθὸ αἱ δυναταὶ ἰσχύουσαι πᾶν τὸ ἐπιτασσόμενον ποιοῦσιν· ἐὰν δὲ καὶ εὔμορφος , καὶ ὕβρισται. Ἄλλως. τὰ ὑμῶν σώματα νέα ὁρῶ πρὸς ὑπομονὴν τῶν πόνων.

203. ἢ λέκτροις πλαθεῖσʼ Ἑλλάνων: ἢ λέκτροις πλησιάσασα τῶν Ἑλλήνων.

204. ἔρροι νύξ: φθειρέσθω ἡ νὺξ ἡ ἐμὲ νυμφεύουσα τοῖς πολεμίοις, ὁμοίως δὲ καὶ ὁ δαίμων ἔρροι.

209. ἔλθοιμεν Θησέως εὐδαίμονα χώραν: ταῦτα ὑποθεραπεύουσα τοὺς Ἀθηναίους λέγει.

210. μὴ γὰρ δὴ δίναν: ἀπὸ κοινοῦ τὸ ἔλθοιμι. μὴ ἔλθοιμι, φησὶν, ὑπὸ τὴν δίνην τοῦ Εὐρώτου, ἥτις ἐστὶ Θεράπνη ἡ πόλις τῆς. Ἑλένης. οἰκητήριον δέ φησι τὰς Θεράπνας τῶν Διοσκούρων παρόσον [*](2.ἴνα] ἵνα μὴ Κampmannus. 16. δινεόουσα scripsi pro δονεόὁρθρεόου 4. σάν] Vitiose pro ὀρ- ουσα. θρεύουσαν: quod fraudi fuit scho- 18. δυναταὶ] δοῦλαι Κampmannus. liastae. ib. ἰσχύουσαι A. N., non αἰσχραὶ 5. τῶν] τοῦ A.N. οὖσαι ut Amatius. 6. τίς τῶν—ᾶξει με] τίς πρὸς τὴν 23. φθειρέσθω scripsi pro φθαρέ- τῶν—ὰξει με χώραν kampmannus. σθω. ib. ποτὲ A. πότερον N.)

49
ὑπὸ τὴν γῆν τῆς Θεράπνης εἶναι λέγονται ζῶντες, ὡς Ἀλκμάν φησιν.

214. τὰν Πηνειοῦ σεμνὰν χώραν: Πηνειοῦ χώραν τὴν Θετταλίαν. τῆς γὰρ Μακεδονίας Ὄλυμπος, ἡ δὲ Μακεδονία τῆς Θετταλίας. αἰνίττεται δὲ τὸν Νεοπτόλεμον. Καλλίμαχος “Πηνειὲ Φθιῶτα.”

218. τάδε δεύτερά μοι: ἐν δευτέρᾳ μοι τάξει τῶν καλῶν ἐστι ταῦτα τὰ κατὰ τὸν Πηνειὸν μετὰ τὴν ἱερὰν πόλιν τοῦ Θησέως.

220. καὶ τὰν Αἰτναίαν Ἡφαίστου: ὁ λόγος, καὶ τὴν Αἴτνην τὴν τοῦ Ἡφαίστου χώραν τὴν καταντικρὺ κειμένην τῆς Φοινίκης τῆς τε Καρχηδόνος, ἵνα λέγῃ τὴν Λιβυφοινίκων χώραν. μητέρα δὲ τῶν Σικελῶν ὀρέων ἀκούω ἐπὶ στεφάνοις σεμνύνεσθαι. τὴν Σικελίαν δὲ ὀρέων φησὶ μητέρα, ἐπειδὴ ὀρεινή.

221. Φοινίκας ἀντήρη χώραν: ἀντήρη Σικελίας τὴν Λιβύην εἴρηκε καὶ τὴν Καρχηδόνα, παρόσον τὸ Λιλύβαιον ἀκρωτήριον τῆς Σικελίας ἀντικρὺ κεῖται τῆς Καρχηδόνος, εἰς ἣν ἀπῴκησαν Τύριοι. ἔστι δὲ ἡ Καρχηδὼν πόλις Λιβύης. ὀλίγῳ δὲ πρότερον τῶν Τρωικῶν Εὔδοξος ὁ Κνίδιος ἀπῳκηκέναι τοὺς Τυρίους εἰς αὐτὴν, Ἀζάρου καὶ Καρχηδόνος ἡγουμένων, ἀφʼ οὗ καὶ τὴν ὀνομασίαν ἔσχεν ἡ πόλις. τινές φασι καὶ τὴν Ῥώμην καὶ τὴν Καρχηδόνα ἐπὶ τῆς πρώτης ὀλυμπιάδος κτισθῆναι. Σοφοκλῆς δὲ ἐπὶ τῶν καιρῶν Τριπτολέμου οἰκισθῆναι τὴν Καρχηδόνα, ἐν οἷς φησι

  • Καρχηδόνος δὲ κράσπεδ, ἣν ἀσπάζομαι.
  • Ἄλλως. ἀντήρη Σικελίας τὴν Λιβύην φησὶ καὶ τὴν Καρχηδόνα, παρόσον τὸ Λιλύβαιον ἀκρωτήριον τῆς Σικελίας καταντικρύ ἐστι [*](1. Ἀλκμάν Cobetus pro ἀλκμαίων, 20. τινές] τινὲς δέ Kampmannus. quod est in N. Nam in A. solae ib. ἐπὶ τῆς L. Dindorifius. ἀπὸ τῆς literae ἀλκ supersunt. N. ἀπρ A. 5. Καλλίμαχος] H. in Delum 112. 21. Σοφοκλῆς] In Triptolemo 11. λέγῃ τὴν Λιβυφοινίκων χώραν] fragm. 536. λέγηται λιβυηφοινίκων A.N. omisso χώ- 23. κράσπεδες (κράσπεδ cum com- ραν. Correxi ex gi. interl. φοινίκης pendio syllabae ες) ἀσπάζομαι N. τῆς καρχηδόνος, ἵνα λέγῃ τὴν τῶν λιβυ- κράσπεδ. ν ἀσπάζομαι A. unde Berg- φοινίκων χώραν. kius κράσπδʼ, ἣν ἀσπάζομαι. κράσπεδʼ 16. Τύριοι Kampmannus. τύρροι A. ἔστ᾿  B. ἀσπάζομαι Cobetus, addita et mox τυρρίους. interlocutoris nota. 18. ἀπῳκηκέναι] Infinitivus pen- 25. τοῦτο ante καταντικρὺ delevit det ab verbo φησὶ intellecto. Vid. Kampmannus. ad schol. Rhesi v. 28.)
    50
    Καρχηδόνος. ὁ δὲ Παρμενίσκος τὴν Σικελίαν ἀντήρη τῆς Φοινίκης φησίν.

    224. τάν τʼ ἀγχιστεύουσαν: καὶ τὴν ἀγχιστεύουσαν γῆν τῷ Ἰονίῳ. κατὰ κοινοῦ τὸ “ἀκούω κηρύσσεσθαι στεφάνοις ἀρετᾶς.” τὴν Ἰταλίαν δὲ λέγει τὴν ἐγγὺς τοῦ Ἰονίου πελάγους· Ἰόνιον γὰρ πέλαγος τὸ πρὸς τὴν Ἰταλίαν.

    228. Κρᾶθις: δύο εἰσὶ Κράθιδες, ὡς Ἰαρμενίσκος φησίν· ὁ μὲν ἀπὸ Πελοποννήσου τὰς πηγὰς ἔχων μέχρι Ἀρκαδίας, ὃς ἐμβάλλει τῷ Ἀλφειῷ, οὗ ἐάν τις τὸ ὕδωρ ἐπὶ πολὺν χρόνον ἀφῇ οὐ σήπεται, οὐδὲ ἐὰν ἀπʼ αὐτοῦ ἄρτοι πεφθῶσιν εὐρωτιῶσιν· ὁ δὲ ἐν Ἰταλία, οὗ νῦν μέμνηται ὁ Εὐριπίδης, ἐν ᾧ ἐάν τις λούσηται λελιπασμένος ἀνέρχεται, ὡς δοκεῖν ἠλεῖφθαι καὶ τὴν τρίχα ξανθίζειν, ὡς ἐν ὀλίγαις ἡμέραις τὸν λουόμενον ἐν αὐτῷ πυρρότριχα γίνεσθαι. ἔνιοι δέ φασι τὸν μὲν Κρᾶθιν τοῦτο μὴ ποιεῖν, τὸν δὲ ἐν Τροίᾳ βάνθον, ἀφʼ οὗ καὶ ὀνομάζεται Σκάμανδρος καλούμενος. τὸν δὲ Εὐριπίδην ἐπὶ τοῦ Κράθιδός φασι τοῦτο μετενηνοχέναι. ὁ δὲ Αἰσχρίων φησὶν ὅτι ἐν Πελοποννήσῳ ἦν Κρᾶθις καλούμενος ποταμὸς, ὃς ἐποίει τὰς κόμας ξανθὰς τῶν λουομένων. οἱ δὲ ἀκὸ Πελοποννήσου ἀποικίαν στειλάμενοι καὶ κτίσαντες Σύβαριν τὸν ἐκεῖ ποταμὸν ὠνόμασαν Κρᾶθιν. ἀπὸ οὖν τοῦ ἐν Πελοποννήσῳ ὁ Εὐριπίδης τοῦ ἐν Ἰταλίᾳ μέμνηται ὡς οὐ μόνον τὸ αὐτὸ ὄνομα ἔχοντος τῷ ἐν Ἀχαίᾳ ποταμῷ, ἀλλὰ καὶ τὴν δύναμιν.

    244. τίνα πότμος εὐτυχής: τίνα τῶν Τρῳάδων πότμος εὐτυχὴς ἐκδέχεται;

    250. ἢ τᾷ Λακεδαιμονίᾳ: παρόσον ἡ Κλυταιμνήστρα Τυνδάρεω, οὕτος δὲ Λακεδαιμόνιος.

    258. ἱεροὺς στολμούς: τὰς τῶν στεφάνων στολὰς ώσπερ ἔνδυσιν ποιούντων αὐτῇ.

    267. τί θέσμιον: τί θεσμοποιὸν, θεμιτὸν, ἢ νόμος τῶν Ἑλλήνων.

    [*](4. κατά] ἀπὸ margo N. quasi ἠλίφθαι scribere voluerit libra- 8. ἐμβάλλει τῷ Cobetus. συμβάλ- rius. Veteres ἀληλίφθαι dixerunt. λει καὶ τῷ A. 14. Κρᾶθιν] κράνθιν A. 12. εἰλῆφθαι A., quod ἠλεῖφθαι 21. τῷ—ποταμῷ Cobetus. τοῦ— esse intellexit L. Dindofius, etsi ποταμοῦ A. hanc formam rejicit Sextus Emp. 27. ἔνδυσιν ποιούντων (sc. τῶν στε- p.266. ἀλήλιπται μὲν εἴποιτις ν, ἤλει- φάνων) Karmpmannus. ἐν δυσὶ (δυσὶν πται δὲ οὐκέτι. In N. est εἰλίφθαι, N.) ποιουσῶν A.)
    51

    268. εὐδαιμόνιζε παῖδα σήν: αἰνίττεται ὅτι τέθνηκεν, ἢ σαφῶς εἶπεν· καὶ ἡ Ἑκάβη οὔτε ἐστέναζεν οὕτε ἀπηλλάγη. εἴτε γὰρ οἶδεν οἰκτίσασθαι περὶ θυγατρὸς εἴτε μὴ οἶδεν, ἐρωτῆσαι καὶ μαθεῖν.

    275. ἐγὼ δὲ τῷ πρόσπολος: τίνι δὲ ἐγὼ ἐκληρώθην δούλη, ἡ τριτοβάμονος βάκτρου δεομένη διὰ τὸ γηραιὸν κάρα· τρίτος γὰρ ποὺς ἡ βακτηρία.

    285. ὃς πάντα κεῖθεν: τὰ μὲν ἐκεῖ διαβάλλων ἐνταῦθα ἀντίπαλα τίθησιν, αὖθις δὲ ἐκεῖ πολέμια τίθησι, δῆλον ὅτι τὸ ἐνταῦθα. τοῦτο γὰρ λείπει.