Scholia in Euripidis Troiades

Scholia in Euripidem

Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1126. αὐτὸς δʼ ἀνῆκται: ἀναγωγὴ λέγεται ἡ ἀπὸ τοῦ λιμένος εἰς τὸ πέλαγος ἀναχώρησις· δοκεῖ γὰρ ὑψηλότερον εἶναι ἡ θάλασσα τῆς γῆς.

1128. Ἄκαστος ἐκβέβληκεν: ὁ μὲν Εὐριπίδης ὑπὸ Ἀκάστου φησὶν ἐκβεβλῆσθαι τὸν Πηλέα, εἰσὶ δὲ οἵ φασιν ὑπὸ τῶν δύο αὐτοῦ παίδων, Ἀρχάνδρου καὶ Ἀρχιτέλους, κατὰ τὸν καιρὸν ὃν ἔμελλον Ἕλληνες ἐξ Ἰλίου ἐπανιέναι ἐξεληλάσθαι, καὶ ἐλθόντα εἰς ἀπάντησιν τῷ Νεοπτολέμῳ προσελθεῖν διὰ χειμῶνα τῇ Κῷ τῇ νήσῳ καὶ ξενισθέντα ὑπὸ Μόλωνός τινος Ἄβαντος ἐκεῖ καταλύσασθαι τὸν βίον.

1129. οὗ θᾶσσον: θᾶσσον τοῦ δέοντος ἐξώρμησε καὶ οὐκ ἐπεμέρισέ τινα τῇ μονῇ χάριν. οὔτε γὰρ ἡγήσατο κεχαρισμένον ἑαυτῷ εἶναι τὸ μεῖναι, ἀλλʼ ἀνήχθη. τοῦτο δὲ πρὸς τὴν δραματικὴν ὑπόθεσιν μεμηχάνηται, ὅπως τὸ ἐπεισόδιον ἐπαγάγοι τοῦτο ἐπὶ τῆς σκηνῆς, τήν τε ἀσπίδα παρεισενέγκοι καὶ τὸν Ἀστυάνακτα. πρὸς μὲν οὖν τὴν ταχεῖαν ἀναχώρησιν εὗρεν ὅτι αἴτιον τῷ Νεοπτολέμῳ τὸν Πηλέα ὑπὸ Ἀκάστου ἐκβεβλῆσθαι, περὶ δὲ τῆς ἀσπίδος, ὅτι ἠξίωσεν αὐτὸν ἡ Ἀνδρομάχη τὴν ἀσπίδα αὐτῇ ἀφεῖναι, ὅπως μὴ ἐν τῷ αὐτῷ θαλάμῳ ἡ τοῦ Ἕκτορος ἀσπὶς ᾖ. κομψὰ δὲ ταῦτα πάντα πεποίηκε, παρῄρητο δὲ τὸ τραγικὸν κατασκεύασμα. εἴπερ γὰρ παρῆν ἡ Ἀνδρομάχη, οἰκτρότερον ἂν ἐγένετο τὸ πάθος θρηνούσης αὐτῆς τὸν ἴδιον παῖδα. ἀντικατήλλακται δὲ τοῦ τοιούτου πάθους τὴν τῆς ἀσπίδος εἰσαγωγήν.

1133. καί σφʼ ᾐτήσατο: παρεκάλεσε δὲ συνθάψαι καὶ τὴν ἀσπίδα, ἥτις τοῖς Ἕλλησι φόβον παρεσκεύασεν.

[*](1. δισκεύσαντες L. Dindorfius. διεσκευάσαντο 18. οὔτε] Immo οὐδέ. A. 21. παρεισενέγκοι Cobetus. παρεισενέγκῃ 12. καιρὸν L. Dindorfius. σκανὸν A. 24. αὐτῇ] αυ A. 17. ἐξώρμησε Cobetus. ἐξώρμ A. 26. γὰρ addidit Cobetus.)
66

1138. μή νιν πορεῦσαι: παρεκάλεσεν αὐτὸν μὴ ἄγειν τὴν ἀσπίδα εἰς τὸν Πηλέως οἶκον, πρὸς τὸ μὴ λυπεῖσθαι ὁρῶσαν αὐτήν.

1141. ἀλλʼ ἀντὶ κέδρου: ἀντὶ σοροῦ· ἀπὸ κέδρου γὰρ αἱ σοροί. συνθάπτειν τὴν ἀσπίδα.

1143. ὡς περιστείλῃς νεκρόν: ἵνα σὺ περιστείλῃς, ἐπειδὴ ἡ Ἀνδρομάχη βέβηκε· τὸ γὰρ τοῦ Νεοπτολέμου τάχος ἀφείλετʼ αὐτὴν ὥστε μὴ διʼ ἑαυτὴν θάπτειν τὸν νεκρόν.

1152. ἔλουσα νεκρόν: καὶ καθόλου ἔλουσα καὶ κατὰ μέρος ἀπένιψα.

1153. ἀλλʼ εἰμʼ ὀρυκτόν: ἀλλὰ πορεύομαι ἐπὶ τῷ ὀρύξαι τάφον.

1154. ὡς σύντομʼ ἡμῖν: ἵνα συντόμως διʼ ἐμοῦ καὶ διὰ σοῦ πραχθέντα ταῦτα παρασκευάσῃ ἡμᾶς πλεῖν.

1158. ὦ μείζονʼ ὄγκον δορός: ὦ Ἀχαιοὶ μᾶλλον κομποῦντες ἐν λόγοις ἢ ἐν πολέμῳ, εἰ τοῦτον ἐφοβήθητε.

1161. οὐδὲν ἦτʼ ἄρα: οὐδὲν ἐτυγχάνετε, ὅτι Ἕκτορος μὲν ζῶντος ἐπορθήσατε τὴν πόλιν, τοῦτον δὲ νῦν φοβεῖσθε.

1166. ὅστις φοβεῖται: ὅστις μὴ μετὰ λογισμοῦ φοβεῖται.

1175. ὃν πόλλʼ ἐκήπευσʼ: κῆπος κουρᾶς εἶδος, ἣν οἱ κειρόμενοι διεβάλλοντο, κατελίμπανον δὲ τὰς ἔξω τῆς κεφαλῆς περὶ τὰ ἄκρα τρίχας. οὐ κέχρηται οὖν μεταφοραῖς ὁ Εὐριπίδης, ἀλλὰ τὸ τῆς κουρᾶς εἶδος αἰνίττεται. οὕτως ὁ Ἐρατοσθένης· οὐ γὰρ ἀξιοῖ μεταφορὰν εἶναι. λέγει οὖν, ὅντινα βόστρυχον κῆπον ἔκειρε. τὴν τοιαύτην δὲ κουρὰν καλοῦσι κῆπον. Ἄλλως. κατά τινας ἐπιμελείας ἠξίωσεν,· ἐθεράπευσεν, ἵνʼ ᾖ μεταφορά. ἔστι δὲ καὶ εἶδος κουρᾶς ὁ κῆπος, ᾧ οἱ χρώμενοι διεβάλλοντο, κατελίμπανον δὲ τὰς ἔξω τῆς κεφαλῆς τρίχας. νῦν οὖν ὁ Εὐριπίδης τὸ εἶδος τῆς κουρᾶς, ὡς καὶ Ἐρατοσθένης λέγει.

1176. ἔνθεν ἐκγελᾷ: ἔνθεν ἀπὸ τῶν βοστρύχων τῶν ὀστέων ῥαγέντων διαχάσκει ὁ φόνος· φόνον δὲ λέγει τὸν ἐγκέφαλον.

1177. ἵνʼ αἰσχρὰ μὴ λέγω: ἵνα τὰ εἰθισμένα μὴ εἴπω· αἰσχρὸν γὰρ λέγειν ἐγκέφαλον.

1178. ὦ χεῖρες, ὡς εἰκοῦς: τῆς μὲν εἰκόνος καὶ τῆς εἰκασίας τοῦ [*](1. παρεκάλεσεν — ἄγοι (praetuli spectant ad v. 1136. ἄγειν) kampmannus. παρεκαλ...... 13. παρασκευάσῃ] παρασκευάσει A. 14. κομποῦντες] κομπῶντες A. ἄγει A. 4. συνθάπτειν τὴν ἀσπίδα] Haec)

67
πατρὸς κέκτησθέ τι, οἷον, ὅμοιοι μέν ἐστε τοῦ πατρὸς, ἐν δὲ τοῖς ἄρθροις ἐκλελυμένοι πρόκεισθε.

1182. ὦ μῆτερ, ηὔδας: ἔλεγες τοιαῦτα, φησὶν, ὅτι, ὅτε τεθνήξῃ, τὸν πλόκαμον σου κεροῦμαι, καὶ τοῦτο ἔλεγες, ὅτι ὑμνήσω σε μετὰ τῶν ὁμηλίκων.

1189. γράψειεν ἄν σε: εἰώθασιν ἐν τοῖς τάφοις τῶν ἀποθνησκόντων γράφειν τὰ ἀνδραγαθήματα. καὶ σὲ οὖν πῶς γράψει; ἆρα ὡς ἐφονεύθης ὑπὸ τῶν Ἑλλήνων, αἰσχύνην τοῖς Ἕλλησι, διʼ ὧν λέγει αὐτοὺς ἕνα παῖδα πεφοβῆσθαι.

1196. σὸς κεῖται τύπος: ὁ τοί --- τύπος τοῦ Ἕκτορος συμβέβηκεν εἶναι ἐκ τοῦ ἱδρῶτος, ἢ ἀπλῶς ὁ ἱδρὼς κεῖται, ὃν ἔσταξεν ὁ Ἕκτωρ ἐκ τοῦ μετώπου τοῖς περιδρόμοις τῆς ἀσπίδος.