Scholia in Euripidis Rhesum

Scholia in Euripidem

Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

469. ἀποινάσαιο: εἰσπράξαιο, τιμωρήσαιο.

474. εἰ τοῦ παρόντος: πολλὰ ἂν εὐχαριστήσαιμι τοῖς θεοῖς, εἰ τοῦ παρόντος ἀπαλλαγεὶς κακοῦ τὴν παλαιὰν λάβοιμι κατάστασιν.

[*](1. τοῦ Vaterus. τῶν A. 9. θεῷ σπείσαντʼ ἄμυστιν δεῖ πιεῖν 4. ὔγῃ] Haud dubie Euripidis, L. Dindorfius. θεὸν πείσαντες μῦστιν etsi Eubuli quoque et Philylii δεῖ ποιεῖν A. comicorum fabulae fuerunt Αὔγη 14. ἑτέρωθι] Orest. 220. inscriptae. αὐτῇ A., quod correxit 16. παιπάλης] πεπάλης A. hermannus Opusc. vol. 5. p. 189. 17. Ὅμηρος] Il. 10, 7. 5. τῷ] Quidni ᾧ ? 26. ἂν et κακοῦ addidit Vaterus. 7. σπάσεως Hermannus. τάσεως 27. λάβοιμι Vaterus. λάβω A. A. πόσεως L. Dindorfius.)
33

480. οὐ τούσδʼ ἀριστέας: ἐν ἐρωτήσει τοῦτο προενεκτέον· οὐχ οὗτοί εἰσιν οἱ ἄριστοι τῶν Ἑλλήνων οἱ ἐνταῦθα ἐλθόντες;

481. κοὐ μεμφόμεσθά γʼ: καὶ οὐκ ἐκφαυλίζομεν αὐτοὺς, ἀλλὰ πάντα κινοῦμεν πρὸς τὸ ἀποστῆσαι αὐτοὺς, ὅμως ἐλαύνομεν αὐτοὺς καὶ πολεμοῦμεν. ἡ δὲ καλὴ ἐξήγησις αὕτη· καὶ οὐκ ἐκφαυλίζομεν αὐτοὺς, ἀλλὰ πάνυ κάμνομεν καὶ ἄγαν ἐμφορούμεθα τοῦ κόπου μαχόμενοι αὐτοῖς· καὶ Ὅμηρος

  • ἀλλ᾿ ἔτι μέν μίν φημι ἄδην ἐλάαν κακότητος,
  • ὅ ἐστιν ἐμφορηθῆναι.

    482. οὐκοῦν κτανόντες: εἰ οὖν τοὺς ἀρίστους αὐτῶν ἀναιρήσομεν, πάντα διεπραξάμεθα· ῥᾴδιον γὰρ καὶ τὸ Ἄργος πορθῆσαι τούτων ἀπολλυμένων.

    483. ἀρκεῖν ἔοικεν: ἀντὶ τοῦ παραιτῇ τὸ παθεῖν, δρᾶσαι δὲ οὔ. ἀντὶ τοῦ ἡδέως εἶχες καὶ τοῦ πρᾶξαι, εἰ μὴ ηὐλαβοῦ τὸ παθεῖν. πρὸς ὃν Ἕκτωρ “ναὶ” φησὶ “παραιτοῦμαι τὸ παθεῖν, πολλῆς γὰρ ἄρχω τυραννίδος,” οἷον τὰ ἐνταῦθα ἀρκεῖ μοι. Ἄλλως. οἷον τὸ παθεῖν παραιτῇ, πρᾶξαι δέ τι οὐ παραιτῇ.

    485. ἀλλʼ εἴτε λαιόν: ἐν οἵῳ, φησὶ, βούλει μέρει τῆς παρατάξεως ἔξεστί σοι τὰς πέλτας, τουτέστιν τοὺς σοὺς ὑπηκόους, στῆσαι.

    494. ἀλλὰ μηνίων: μηνίων. τινές φασιν ὅτι οὐ δύναται ὑφʼ ἓν εἶναι μηνίων ἀντὶ τοῦ ὀργιζόμενος, ἐπεὶ τὰ εἰς ω καθαρὸν λήγοντα ὑπὲρ δύο συλλαβὰς ἐκτείνει τὸ ἰῶτα. ἔστι δὲ παῤ Ὁμήρῳ συστολὴ αὐτοῦ·

  • αὐτὰρ ὁ μήνιε νηυσὶ παρήμενος.
  • διὸ καὶ οὕτως ἀναγνῶναι οὐδὲν κωλύει τῆς χρήσεως ἐχούσης.

    499. κρότημʼ Ὀδυσσεύς: οἷον συγκρότημα, μηχάνημα καὶ ἱκανῶς τὸ φρόνημα θρασύς.

    [*](1. προενεκτέον Vaterus. προσενεκτέον ib. κολλῆς] πολλ... A. A. 19. τὰς πέλτας Vaterus. τοὺς τέλτας 6. κόπου Cobetus. σκόπου A. A. 7. Ὅμηρος] Od. 5, 290. 21. οὐ δύναται ὑφ’ ἓν] Fuerunt 8. ἄδην om. A. igitur qui μὴν ἰών legerent. 10. ἀναιρήσομεν] ἀνῃρήσαμεν vel 22. Cobetus. ὢν A. ἀνῃρήκαμεν Vaterus. 23. Ὅμηρῳ] Il. 1, 488. 15. ὃν] ὃ Vaterus. 27. Ὀδυσσεύς] ὁδυσεὺς A. hic et ib. ναὶ, φησὶ Cobetus. φησὶ ναί alibi. φησι A.)
    34

    502. κλέψας ἄγαλμα: παρὰ τοὺς χρόνους· ὕστερον γὰρ τούτων τὸ Παλλάδιον ἔκλεψε· μέμνηται δὲ αὐτοῦ Ὅμηρος θεῖναι Ἀθηναίης ἐπὶ γούνασιν.

    508. Θυμβραῖον ἀμφὶ βωμόν: παρὰ τὴν ἱστορίαν. ὁ γοῦν Διονυσόδωρος ἐν τοῖς παρὰ τοῖς τραγῳδοῖς ἡμαρτημένοις φησὶν οὕτως “ὁ δὲ Εὐριπίδης τὸ τοῦ Ἀπόλλωνος ἄλσος τοῦ Θυμβραίου στάδια πεντήκοντα ἀπέχον τῆς πόλεως πλησίον τῶν πυλῶν εἶναί φησι.” δύναται δὲ καὶ στίζεσθαι εἰς τὸ βωμόν, ἢ ἄστεος πέλας. οὐδὲν γὰρ τὸ κωλῦον.

    509. κακῷ δὲ μερμέρῳ: μήποτε πρὸς τὸ χεῖρον μετέστραπται ἀπὸ τοῦ Τερμέρου, ἵνʼ ᾖ παρὰ τὴν παροιμίαν “Τερμέρια κακά,” ὑπὲρ ὧν Φίλιππος ἐν τῷ περὶ Καρῶν συγγράμματί φησιν οὕτως· Τέρμερον καὶ Λύκον Λέλεγας γενέσθαι θηριώδεις τὴν φύσιν. τοῦτον δὲ τὸν Τέρμερον πόλιν οἰκίσαι, ἣν δὴ ἀπʼ αὐτοῦ Τέρμερον ὠνομάσθαι. τούτους [*](2. Ὅμηρος] Il. 6, 92. Cobetus. Numerum stadiorum ex 4. Διονυσόδωρον] Dionysodorum Strabone restituerat L. Dindorfius, Alexandrinum, memoratum ab στάδιον in στάδια ν΄ mutato. schol. Hom. Il. 2, 111. intelligit 8. δύναται δὲ addidit L. Dindorfius. Vaterus p. vii. Liber quo τὰ παρὰ τοῖς τραγῳδοῖς ἡμαρτημένα tractavit ib. τὸ βωμὸν Cobetus. τὸν βωμὸν aliunde non cognitus. Immerito A. “Voluit scholiasta plenius autem, ut monet Vaterus p. 192., distingui post βωμόν, et deinde Euripidem vituperavit Dionysodorus aut ἢ ἄστεος πέλας scribi, aut ἢ novam Ilium cum vetere confundens, subaudiri saltem, qua distinctione ut apparet ex verbis Strabonis sane refutasset Dionysodorum, si 13. 9. 598. τό τε “πρὸς Θύμβρης opus esset conjecturis.” VATER. δʼ ἔλαχον Λύκιοι· (II. 10, 430.) p. 193. οἰκειότερόν ἐστι τῷ παλαιῷ κτίσματι 9. κωλῦον] κωλύον A. (Trojae)· πλησίον γάρ ἐστι τὸ πεδίον ἡ 10. μήποτε—] Inepte scholiasta Θύμβρα καὶ ὁ διʼ αὐτοῦ ῥέων ποταμὸς vocem μέρμερον ob Termerum, a Θύμβριος, ἐμβάλλων εἰς τὸν Σκάμανδρον quo proverbium Τερμέρια κακὰ derivatur, κατὰ τὸ Θυμβραίου Ἀπόλλωνος rivatur, in malam partem cessisse ἱερόν· τοῦ δὲ νῦν Ἰλίου καὶ πεντήκοντα suspicatur. Notavit Vaterus, quem σταδίους διέχει. Decem stadia computantur v. 9. 194. apud Hesych. Θύμβρα· 11. ὑπὲρ] περὶ Vaterus. τόπος τῆς Ἰλίου, περὶ τὸν Θύμβριον (θύμβρον 12. Φίλιππος] Philippum dicit codex) λεγόμενον ποταμὸν, οὕτως Theangelensem, cujus inter Καρικῶν ὀνομασθέντα — —, τῆς ἀρχαίας πόλεως κῶν fragmenta hunc locum posuit ἀπέχοντα σταδίους δέκα, ὅπου γε καὶ Muellerus vol. 4. 9. 475. ἱερὸν Ἀπόλλωνος Θυμβραίου. 13. τοῦτον] τούτων Vaterus p. 6. στάδια—πυλῶν] στάδιον ἀπέχει 194. τῆς πλ μετὰ τῶν πυλῶν A. Correxit)

    35
    δέ φασι πρώτους λῃστεῦσαι καὶ οὐ μόνον τὰ περὶ Καρίαν, ἀλλὰ καὶ σχεδίας ἐκ ῥιπῶν ποιήσαντας εἰς Κῶ ἐκπλεῖν.

    521. ξύνθημα δʼ ἡμῖν Φοῖβος: σημεῖον τοῦ μὴ ξένους καὶ πολεμίους εἶναι δίδωσιν αὐτῷ τὸ ὄνομα λέγειν τοῦ Φοίβου.

    προταινί: Παρμενίσκος τὴν προταινί λέξιν Βοιωτικήν φησι καὶ μετʼ οὐδεμιᾶς πίστεως. σημαίνει δὲ τὸ ἔμπροσθεν.

    529. τοῦ σκορπίου. Gl.

    πρῶτα δύεται σημεῖα: Κράτης ἀγνοεῖν φησι τὸν Εὐριπίδην τὴν περὶ τὰ μετέωρα θεωρίαν διὰ τὸ νέον ἔτι εἶναι ὅτε τὸν Ῥῆσον ἐδίδασκε. μὴ γὰρ δύνασθαι Πλειάδων καταδυομένων τὸν ἀετὸν μεσουρανεῖν. ὑπὸ γῆν γάρ ἐστι τότε ὁ αἰγόκερως, ἐφʼ οὗ ὁ ἀετὸς ἵδρυται. καὶ ἔτι Πλειάδων δυομένων ὑπὲρ μὲν γῆς εἰσὶ ζῴδια τάδε, ταῦρος, δίδυμοι, καρκίνος, λέων, παρθένος, ζυγός· ὑπὸ γῆν δὲ τάδε, σκορπίος, τοξότης, αἰγόκερως, ὑδροχόος, ἰχθῦς, κριός. καὶ ταῦτα μὲν ὁ Κράτης. ἔοικε δὲ ὑπὸ τῆς φράσεως ἀμφιβόλου οὔσης ἐξηπατῆσθαι· τὰ γὰρ πρῶτα σημεῖα καὶ τὰς Πλειάδας ᾠήθη καταδύεσθαι λέγειν τὸν Εὐριπίδην. τὸ δὲ οὐχ οὕτως ἔχει, ἀλλὰ τὰ μὲν πρῶτα σημεῖα τῆς φυλακῆς φησι δύεσθαι, τὰς δὲ Πλειάδας ἀνατέλλειν. πῶς γὰρ ἐπὶ καταδυομένων αἰθερίας εἶπεν αὐτάς; ὥστε τριχόθεν τὸν καιρὸν ὑπὸ τῶν φυλάκων δηλοῦσθαι, ἀπὸ τῆς δύσεως, ἀνατολῆς καὶ μεσουρανήματος. ὁ μὲν οὖν Παρμενίσκος πρῶτα σημεῖά φησι λέγεσθαι τὰς τοῦ σκορπίου πρώτας μοίρας διὰ τὸ ὑπὸ τῶν ἀρχαίων οὕτως αὐτὰς λέγεσθαι καὶ ὅτι ταύταις ὁ Βοώτης ἅμα ἄρχεται καταδύεσθαι. Κλεόστρατον γοῦν τὸν Τενέδιον ἀρχαῖον οὕτως·

  • ἀλλʼ ὁπόταν τρίτον ἦμαρ ἐπʼ ὀγδώκοντα μένῃσι
  • σκορπίος, εἰς ἅλα πίπτει ἅμʼ ἠοῖ φαινομένηφι.
  • [*](2. ἐκ ῥιπῶν Cobetus. καὶ ῥιπῶν A. ut monet Vaterus, quod carminis ib. ἐκπλεῖν] ἐξπλεῖν A. nomen memoravit Athenaeus 7. p. 6. οὐδεμιᾶς] οὐδὲ μιᾶς A. 278) 10. τὸν ἀετὸν] τοῦ αἰετοῦ A. Cor. ib. Post ἀρχαῖον, quod ex ἀστρολόγον rexit Cobetus. corruptum videri potest, aliquid 11. ἔφ’ οὗ Amatius. ἐφʼ ᾗ A. quid excidit. Desideratur enim ib. ἀετὸς] αἰετὸς A. verbum a quo pendeat accusativus 13. δίδυμοι, καρκίνος Vaterus. διδυμος Κλεόστρατον. δυμος καρκῖνος A. 25. ὀγδώκοντα correxi pro ὀγδοήκοντα. 15. ἀμφιβόλου οὔσης ἐξηπατῆσθαι ὀγδώκοντα est apud Homerum Cobetus. ἀμφ...... κεκρατῆσθαι A. Il. 2. 568. 652. aliosque. 20. ἀπὸ Cobetus. ὑπὸ A. 26. σκορπίος Kampmannus. σκορπίου 24. Κλεόστρατον] In Ἀστρολογίᾳ A.)
    36
    τοῦτο δὲ παραδείξας ὁ Παρμενίσκος ὅτι καταδύεται τὰ πρῶτα σημεῖα τοῦ σκορπίου καὶ τὰ περὶ τῆς Πλειάδος ἐπιτολῆς ἐπέξεισιν· ὅταν γὰρ, φησὶν, Εὐριπίδης λέγῃ “καὶ ἑπτάποροι Πλειάδες αἰθέριαι,” οὐ δύεσθαι τότε αὐτὰς, ἀλλʼ ἔμπαλιν ἀνατέλλειν ἐκ τοῦ ὑποτμήματος εἰς τὸν ὑπερορίζοντα ἀνιούσας. καὶ τοῦτο εἶναι τὸ “καὶ ἑπτάποροι Πληϊάδες,” οἷον ὡς τὸν ὡς πρὸς ἡμᾶς οὐρανὸν ἀφικνούμεναι. ταῦτα δὲ καταστησάμενος, ὁμολογεῖ, φησὶ, τοῖς Εὐριπίδου τὰ φαινόμενα. τὰ μὲν πρῶτα σημεῖα τῆς ὥρας εἰς δύσιν κεχώρηκεν, ἡ δὲ Πλειὰς ἀνατέλλει, ὁ δὲ ἀετὸς πρὸς τὸ μέσον κεχώρηκε. λοιπὸν οὖν τῆς φυλακῆς ὁ καιρός· “ἔγρεσθε, τί μέλλετε.” ἑπτάπορον δὲ τὴν Πλειάδα, ὅτι ἐξ ἑπτὰ ἀστέρων σύγκεινται αἱ Πλειάδες. ἀετὸς δὲ ὁ τὸ ἧπαρ τοῦ Προμηθέως ἐσθίων, ὧς φασί τινες. Ἄλλως. τῶν περὶ τὸν Μενεκράτη ἐν διδύμοις τὸν ἥλιον λεγόντων, ἐν ᾧ τὰ τῆς καταστάσεως τῶν φαινομένων ὅπως εἶχε πρόκειται. εἰσὶ δὲ οἵ φασι περὶ τὰς ἐσχάτας μοίρας τοῦ καρκίνου εἶναι τότε τὸν ἥλιον. οὐ γὰρ ἂν μόνως τὴν σελήνην πρὸς ἀνατολὴν ἔσεσθαι συνάγουσιν οὕτως ὃ βούλονται. εἰ μὲν γὰρ πάλαι τὴν σελήνην ὡς ἐν τρισὶν ἡμέραις τοῦτον (γρ. τὰ προεκκείμενα) οἱ φύλακες εὐήθεις ἱκανῶς ἔσονται. εὔλογον γὰρ --- (ζήτει τὸ λεῖπον).

    540. Κίλικας Παίων: οἱ μὲν τοὺς Κίλικας καὶ τοὺς Παίονας τοὺς αὐτοὺς ἤκουσαν. Ἀρίσταρχος δὲ Κόροιβον Παιόνων ἡγεμόνα [*](4. ἐκ τοῦ ὑποτμήματος εἰς τὸν ὑπερορίζοντα dicitur ab Suida s. v. Ἄρατος, Verba corrupta. ἐκ τοῦ intelligit Vaterus p. 200. ὑπὸ γῆν (vel τὴν γῆν) τμήματος ὑπὲρ ib. ἤλιον hic et paullo post in A. τὸν ὁρίζοντα L. Dindorfius in Thesauro usitata nota tachvgraphica scriptum, sauro vol. 8. p. 456. qua modo ἥλιος modo Ἀπόλλων 6. φικνούμεναι] ἀφικνούμενα A. significatur: v. Bast. Comm. paleogr. 8. ὥρας] φρουρᾶς Vaterus p. 200., leogr. p. 834. collato quod scholiasta supra dixit 18. γρ. τὰ προεκκείμενα] Significant τὰ πρῶτα σημεῖα τῆς φυλακῆς φησι cant ea verba: γράφε τὰ προεκκείμενα, ὥρας defendit Idelerus apud huc inserenda esse quae supra Veterum, monens signiferum in alieno loco essent apposita et pertinent duodecim signa (ζῴδια) sive viginti ad codicem, quem librarius quattuor horas dividi. describebat. COBET. 10. φυλακῆς] πέμπτης φυλακῆς Va. 20. Παίων—Παίονας] παιὼν—παιόνας A. 12. ἐσθίων (vel κείρων) addendum 21. τοὺς ante αὐτοὺς addidit Vaterus. esse vidit Cobetus. 13. Μενεκράτη] Menecratem Ephesium, ib. Κόροιβον Παιόνων ἡγεμόνα] Rephesium, qui Arati Solensis magister cessit in hoc Euripides ab Homero)

    37
    καὶ τὴν φυλακὴν ποτὲ μὲν ἀπὸ τοῦ ἡγεμόνος, ποτὲ δὲ ἀπὸ τῶν ὑπηκόων.

    541. Μυσοὶ δʼ ἡμᾶς: ὡς Μυσῶν διαδεχομένων Κίλικας. Κίλικες γὰρ μετὰ Παίονας, εἶτα Μυσοὶ, εἶτα Τρῶες, εἶτα πέμπτοι Λύκιοι.

    547. κοίτας φονίας: διὰ τὰ τολμηθέντα ἐπὶ τῷ Ἰτύλῳ· λείπει δὲ τὸ ὡς, ὡς ἐπὶ τοῦ Σιμόεντος ὑμνεῖ τὴν μίξιν, ἀίω. γράφεται καὶ θρηνεῖ καὶ ἔξωθεν λαμβάνεται ἡ ἐπί καὶ τὸ ὡς, ὡς ἐπὶ τοῦ Σιμόεντος ἑζομένη θρηνεῖ τὰς φονίας κοίτας ἡ ἀηδών.

    550. μελοποιὸς ἀηδονίς: λέγεται γὰρ ἡ Πρόκνη μετὰ τὸ κρεανομεῖσθαι Ἴτυν τὸν υἱὸν διὰ τὴν λύπην μεταβληθῆναι εἰς ὄρνιν· καὶ ἡ μὲν Πρόκνη εἰς ἀηδόνα μετεβλήθη, ὡς καὶ ἡ Φιλομήλα εἰς χελιδόνα.

    674. σκηπτοῦ πιόντος: πρὸς τὰ ναύσταθμα αἰφνιδίου κεραυνοῦ σφοδροῦ ἐπελθόντος.

    675. ἔα ἔα: ὁ χορὸς λέγει αἴσθησιν λαβὼν τῶν γεγονότων.