Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

βάσιν τε χερσί: ἀπίθανον τετραποδίζειν αὐτὸν ὡς τοὺς λύκους· οὐδὲ γὰρ Ὅμηρος [Κ 334] διὰ τοῦτο τὴν λυκῆν αὐτῷ περιτίθησιν: —

σωθήσομαί τε: τὸ ἑξῆς· σωθήσομαι καὶ κτανὼν Ὀδυσσέως ἢ Διομήδους κεφαλὴν ἥξω ἄγων: —