Scholia in Euripidem (scholia vetera)
Scholia in Euripidem
Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.
ἄλλως: τὸ ἑξῆς οὕτως· ὅδ’ ἐστὶν ὃς ἐπαγγέλλεται πολέμῳ δουλείαν περιβαλὼν αἰχμαλωτίδας Θηβαίας δώσειν Μυκηναίαις καὶ Λερναίᾳ τριαίνᾳ, τοῖς Ποσειδῶνος καὶ Ἀμυμώνης ὕδασι. διὰ γὰρ τὴν μίξιν τὴν Ποσειδῶνος καὶ Ἀμυμώνης πολύυδρον γέγονε τὸ Ἄργος. τὸν Ὁμηρικὸν δὲ Ἕκτορα ἐμιμήσατο φάσκοντα πρὸς Ἀνδρομάχην [Ζ 457]· καί κεν ὕδωρ φορέοις Μεσσηίδος ἢ Ὑπερείης — TAB