Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

πρὸς τοὺς παῖδας: — Bi

δῆλον γάρ ἐστιν ἀπὸ τῆς ἀρχῆς τῆς οἰμωγῆς ὅτι ἀνάψει. ἢ οὕτως· τοῦτο γὰρ τὸ ἐξ ἀρχῆς ἐξαιρόμενον νέφος τῆς οἰμωγῆς δῆλον ὅτι ⟨μέλλει κεραυνοῦ⟩ δίκην ἐγκατασκῆψαι τινὶ καὶ μέγα τι κακὸν κατεργάσα

σθαι. ἐὰν δὲ γράφηται ἀνάξει, οἷον· ἐπιπολὺ ἀνάξει τὰ τῆς ὀργῆς, οἷον ἄνω ἄξει, εἰς ὕψος ἀνατενεῖ, ὅ ἐστιν αὐξήσει τὸν θυμόν, ἐξ οὗ πάλιν δῆλον, ὡς αὐξανομένη ἐπὶ πολὺ ἡ ὀργὴ πάντως δεινόν τι ἐργάσεται: — B