Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἔλιπες ἔλιπες: κατέλιπές με, ὦ πάτερ, ⟨ὥσπερ⟩ μεμονωμένην ναῦν θαλασσίαν (λείπει γὰρ τὸ ναῦν) ἔρημον οὖσαν τῆς ἐναλίας κώπης, ἤτοι ἐστερημένην τοῦ πηδαλίου: — A

ὁρμηθῶ. ὁρμήσω: — Mi

ἢ δούλα δούλας γόνασι προσπέσω: ἆρα, φησὶν, ὡς δούλη προσπέσω τοῖς γόνασι τῆς δούλης, λέγει δὲ τῆς Ἀνδρομάχης: MNOA

κυανόπτερος ὄρνις εἴθ’ εἴην: εἴθε μετορνιθωθείην ὡς Πρόκνη καὶ Φιλομήλα (ταύτας γὰρ ἴσως αἰνίττεται), ἢ εἰς τὴν Ἀργὼ μεταβληθείην, ἵνα διαδράσω ταχέως ὅποι βούλομαι, ἔξω τῆς Φθιώτιδος γῆς: — MNOA

ὦ παῖ, τὸ λίαν οὔτ’ ἐκεῖν’ ἐπήνεσα: οὔτε ἐκεῖνο τὸ ὑπερβάλλον τῆς ὀργῆς ἐπῄνεσα ὅτε τῇ Ἀνδρομάχῃ πολλὰ παρεσκευάζες κακά, οὔτε νῦν σε ἀποδέχομαι ἄγαν φοβουμένην: — MNOA