Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

παύσασθον ἤδη, λῷστα γὰρ μακρῷ τάδε: βέλτιστα συμφέροντα καλά ἐστι τὸ παύσασθαι. τὸ ἑξῆς· παύσασθον ἤδη λόγων ματαίων μακρῷ. ὁ δὲ νοῦς· παύσασθε ματαιολογοῦντες ἐν μακρῷ, τουτέστιν· ἐπὶ πολὺ ἀλλήλους ὑβρίζοντες. τοῦτο γάρ ἐστι λῷστον καὶ βέλτιστον, τὸ παύσασθαι: — MNOA

ὡς κακῶς νομίζεται: ὁ νόμος οὗτος ὡς κακῶς νενομοθέτηται καθ’ Ἑλλάδα. ὅταν γὰρ ὁ στρατὸς νικήσῃ, τότε ὁ στρατηγὸς τὴν δόξαν ἀποφέρεται: — MNOA

ὅταν τροπαῖα: τροπαῖα ἡ ἀρχαία Ἀτθὶς προπερισπωμένως: — MNO