Scholia in Euclidis phaenomena

Scholia in Euclidem

Scholia in Euclidem, Scholia in Euclidis phaenomena (scholia vetera), Menge, Teubner, 1916

60. Οἷον ὡς ἐπὶ τοῦ ζῳδιακοῦ δύνατον καὶ ἐπὶ ἄλλου.

61. Ὁμοία ἄρα p. 26,14 διὰ τὸ ιγʹ τοῦ β΄ τῶν Σφαιρικῶν.

62. Λοιπὴ ἄρα p. 26, 15 ἐπειδὴ πᾶς κύκλος παντὶ κύκλῳ ὅμοιός ἐστιν.

63. Λέγω ὅτι p. 26, 23 ἢ καὶ οὕτως· λέγω, ὅτι τὸ πρότερον δύνεται τοῦ Ζ. ἐπεὶ γὰρ ἡ ΚΘ μείζων ἐστὶν ἢ ὁμοία τῆς ΜΛ, ὧν ἡ ΚΖ ὁμοία ἐστὶ τῇ ΜΝ, λοιπὴ ἄρα ἡ ΘΖ μείζων ἐστὶν ἢ ὁμοία τῆς ΝΛ. πρότερον ἄρα δύνεται τὸ Ν τοῦ Ζ· ἀλλὰ καὶ τὸ Η τοῦ Ν πολλῷ ἄρα τὸ Η πρότερον δύσεται τοῦ Ζ.

64. Ὁμοία ἄρα p. 26, 27 διὰ τὸ ιγʹ τοῦ β΄ ιῶν Σφαιρικῶν.