Scholia in Euclidis phaenomena

Scholia in Euclidem

Scholia in Euclidem, Scholia in Euclidis phaenomena (scholia vetera), Menge, Teubner, 1916

119. P. 120,14 ὥστε ἔχεις τὴν πρώτην πρστασιν δεζειγμένην.

120. Καὶ ἐπεί p. 120,18 μετατεθεῖσαι γάρ εἴσιν αἱ ΛΚ, ΚΘ, αἵτινες ἦσαν ἴσαι· α ϛΕ, Ελ διὰ τοῦτο οὖν ἴσαι.

121. Σχόλιον. ὅτι δὲ ἴσον ἀπέχουσαι τοῦ ῖσημερινοῦ ἐν ἴσῳ χρόνῳ καὶ ἀνατέλλουσι, δέδεικται μὲν ἐν τῇ ἄλλῃ ἐκδόσει τοῦ θεωρήματος ἐν τῇ πρὸ ταύτης καταγραφῇ· ἡαὐτὴ δέ ἐστιν ἡ ἐν τούτῳ δεῖξις ἡ περὶ τοῦ ἐν ἴσῳ χρόνῳ δύνειν, τὰς παρ ’ἑκατέρῳ τοῦ ἰσημερινοῦ τοῦ ἐν ἴσῳ ἀνατέλλειν αὐτάς. ἐὰν γὰρ μεταστρέψωμεν τὸν ζῳδιακὸν καὶ ποιήσωμεν τὸ ΑΓ ὐπὸ γῆν, ὡς ἔχει ἡ καταγραφή, ἡ αὐτὴ ἀπόδειξις ἁρμόσει.

122. Ad finem prop. τῆς γὰρ αὐτῆς μενούσης καταγραφῆς ἐὰν μεταστρέψωμεν τὸν ζῳδιακὸν καὶ ποιήσωμεν το ΑΓ ἡμικύκλιον τοῦ ζῳδιακοῦ ὑπὸ γῆν, ἡ αὐτὴ ἀπόδειξις προβήσεται καὶ δειχθήσονται αἱ ἴσον ἀπέχουσαι τοῦ ἰσημερινοῦ ἐν ἴσῳ χρόνῳ καὶ ἀνατέλλουσαι.

[*](118. Vat1 AM3 p1q sx. 119. Vat2p2. 120. Vat1Dp2. 121. Vat1 CDλM2p1qx. 122. Vat (textui m. rec. interpos., oms. cett.).)[*](3. ΚΘ ]ΗΘ M, ΘΗ S. 5. σχόλιον] om. Mp. χρὴ εἰδέναι Msx. ἤν] εἰ qsx. 8. λέγειν] λέγει s. 11. ἐγγυτέρου q x 17. σχόλιον] om. C. ὅτι] εἰσί q. 20. δεῖξις] ἀπόδειξις CDqx. 23. Ante ἡ add. αὕτη CD qx.)