In Aristotelis Sophisticos Elenchos Paraphrasis

Anonymi In Aristotelis Sophisticos Elenchos

Anonymi In Aristotelis Sophisticos Elenchos, In Aristotelis Sophisticos Elenchos Paraphrasis, Commentaria in Aristotelem Graeca 23.4., Hayduck, Reimer, 1884

20. Καὶ περὶ μὲν τῆς ἐν ὁμωνύμοις καὶ ἀμφιβόλοις λύσεως ἀρκεῖ τοσαῦτα· φανερὸν δὲ ἐκ τούτων καὶ σύνθεσιν καὶ διαίρεσιν ὅπως λυτέον τὰ ἐκείνων ἑξῆς· εἰ γὰρ καὶ τρόπος ἴδιος ὁ παρὰ διαίρεσιν ἀφώρισταί | τις, ἀλλ’ οὐδὲν ἧττον ὁ παρὰ σύνθεσιν καὶ παρὰ διαίρεσίν ἐστι. τὸ γὰρ [*](100) αὐτὸ συντιθέμενον τῷδε διῄρηται ἀπὸ τοῦδε, οἷον ὁ Σωκράτης κάθηται, ὁ [*](3 τῷ om. M 6 παραλαμβάνειν MN 7 οὐδὲ ἄλλως M 8 οὐ] ὃν M 11 οὖν ΜΝ 12 τὸ (ante οὔ) om. M 29 τὸ om. MN 30 ὃ ἐπίστανται om. M τῶν (post δὲ) om. M 31 δὲ] ἐστὶ N: δὲ marg. N 32 ὅλως δὲ M 35 ὅπως — παρὰ διαίρεσιν (30) om. M 36 ἀφώρισται—διαίρεσιν (37) om. N τὸ δὲ Μ)

49
καθήμενος δύναται βαδίζειν, ὁ Σωκράτης ἄρα βαδίζει· τὸ γὰρ βαδίζει [*](100) διῄρηται μὲν τοῦ δύναται, μόνον δὲ συντέθειται τῷ Σωκράτει. ἐν γοῦν τοῖς τοιούτοις ἄν διαιρούμενος καὶ συντιθέμενος ὁ λόγος ἕτερον σημαίνῃ, συμπεραινομένου τοῦ ἐρωτῶντος τοὐναντίον λεκτέον· οὐ γὰρ ἁπλῶς ὁ Σωκράτης κάθηται νῦν ἀλλὰ δύναται. εἰσὶ δὲ πάντες οἱ τοιοίδε λόγοι παρὰ σύνθεσιν καὶ διαίρεσιν ῾ἆρ᾿ ᾧ εἶδες σὺ τοῦτον τυπτόμενον, τούτῳ οὗτος ἐτύπτετο;᾿ ναί. ῾εἶδες δὲ αὐτὸν τῷ ὀφθαλμῷ τυπτόμενον. τῷ ὀφθαλμῷ ἄρα ἐτύπτετο, ἀλλ’ οὐ μάστιγι.’ ψεῦδος δέ· οὕτω γὰρ ἔδει συμπερᾶναι ἰτῶ ὀφθαλμῷ ἄρα σὺ εἶδες τοῦτον τυπτόμενον.’ γέγονε δὲ ὁ παραλογισμὸς παρὰ τὴν σύνθεσιν καὶ διαίρεσιν τῷ διελεῖν τὸ τοῦτον τυπτόμενον ἀπὸ τοῦ εἶδες καὶ προσθεῖναι τῷ ὀφθαλμῷ. καὶ πάλιν᾿ ἆρ᾿ ᾧ ἐτύπτετο, τούτῳ εἶδες αὐτὸν τυπτόμενον;᾿ ναί. ῾ ῥάβδῳ δὲ ἐτύπτετο· ῥάβδῳ ἄρα εἶδες καὶ οὐκ ὀφθαλμῷ. ὁρῶμεν δὲ ὀφθαλμῷ ἀλλ’ οὐ ῥάβδῳ.’ οὕτω γὰρ μᾶλλον ὤφειλεν ῾ εἶδες ἄρα τυπτόμενον αὐτὸν [ἐν] ῥάβδῳ.’ νυνὶ δὲ τὸ τὸ εἶδες ἀπὸ τοῦ αὐτὸν τυπτόμενον καὶ προσθεῖναι τῇ ῥάβδῳ τὴν ἀπάτην ἤνεγκεν. ἔχει μὲν οὖν τι κἀκ τῶν ἀμφιβόλων ἐρωτημάτων τουτὶ τὸ πρόβλημα τὸ γὰρ τούτῳ οὗτος ἐτύπτετο διττὸν ἢ τῇ μάστιγι δήπουθεν ἢ τῷ ὀφθαλμῷ), νικᾷ δὲ παρὰ τὴν σύνθεσιν εἶναι ἢ | παρὰ τὴν ἀμφιβολίαν. οὐ γάρ ἐστι διττὸν παρὰ τὴν διαίρεσιν· οὐ γὰρ ὁ αὐτὸς λόγος γίνεται διαιρούμενος καὶ συντιθέμενος, εἴπερ μὴ καὶ τὸ ὄρος καὶ ὅρος τῇ αὐτῇ προσῳδίᾳ λεχθὲν ἐσήμαινεν ἕτερον καὶ ἕτερον· ἀλλ’ ὥσπερ ἐκεῖ τῇ διαφορᾷ τῶν πνευμάτων ἡ τῆς σημασ·ίας ἐπηκολούθησεν, οὕτω κἀνταῦθα ἡ διπλόη παρὰ τὴν σύνθεσιν καὶ διαίρεσιν. ἔτι ἐν τοῖς γεγραμμένοις τὸ αὐτὸ ὄνομα ὅταν ἐκ τῶν αὐτῶν στοιχείων καὶ συλλαβῶν καὶ προσῳδιῶν ᾖ, καὶ κατὰ γένος ὡσαύτως καὶ πτῶσιν καὶ ἀριθμόν, οὐκ ἔχει τὸ διττόν· εἰ μέντοι παραλλάξαι δέοι, ἤδη δ’ εὐθὺς καὶ παράσημα ποιοῦνται ἢ στοιχεῖον ἢ προσῳδίαν ἀμείψαντες. τὰ γὰρ φθεγγόμενα οὐ τὰ αὐτά· τὸ γὰρ † κλῆσι μαθεῖν τῇ τῶν στοιχείων διαφορᾷ ὁτὲ μὲν τὸ φυτὸν ὁτὲ δὲ τὸ μέρος ἐσήμανεν. ὥστ’ οὐ διττὸν κατὰ τὴν ἀμφιβολίαν τὸ προειρημένον σόφισμα, ἀλλὰ παρὰ τὴν διαίρεσιν. ἅμα δὲ καὶ φανερὸν ὡς οὐ πάντες οἱ ἔλεγχο· παρὰ τὸ διττόν, καθάπερ τινές φασιν· ὁ γὰρ κατὰ σύνθεσιν τὸ διττὸν οὐκ ἔχει.

Τούτων οὕτως ἐχόντων ἐπείπερ οἱ ῥηθέντες παραλογισμοὶ παρὰ σύνθεσι καὶ διαίρεσιν, διαιρετέον τῷ ἀποκρινομένῳ τόδε ἀπὸ τοῦδε καὶ προσθετέον τῷδε, ἐναντίως ἢ ὡς ὁ σοφιστὴς πέπραχεν, ἢ καὶ συνημμένον ἐχέτω καθάπαξ καὶ ἀδιαίρετον κἀν τῷ τέλει ὡς ἐν ἀρχαῖς, καὶ ἔσται λύσας. οὐ γὰρ ταὐτὸν εἰσάπαν τὸ φάναι ἰδεῖν τοῖς ὀφθαλμοῖς τυπτόμενον· ἡ γὰρ [*](2 μόνω MN 3 ἂν — τοὐναντίον (4) om. MN σημαίνῃ ex σημαίνει corr. L 10 τοῦτο M 11 ἔιδες] εἴδους MN 14 ἐν del. Spengel 20 καὶ (ante τὸ) om. M τὸ om. N 24 στοιχείων ex συστοίχων corr. L 26 δέει L 27. 28 κλῆσι μαθεῖν] ὥσπερ ἐπὶ τοῦ κλῆμα καὶ κλίμα. τὸ μὲν γὰρ διὰ τοῦ ἡ σημαίνει τὴν ἄμπελον, τὸ δὲ διὰ τοῦ ι τὸ τμῆμα τῆς γῆς Alex. f. 46 30 οὐ om. N 31 τὸ (post σύνθεσιν) om. MN ἡ δὲ Μ)

50
διαστολὴ τῷ ἰδεῖν | ἢ τοῖς ὀφθαλμοῖς προστιθεμένη ποιήσει διαφοράν [*](102) ἐκείνως μὲν ὡς τύπτει ἀντὶ ῥάβδου τοῖς ὀφθαλμοῖς, οὕτως δὲ ὡς διὰ τῶν ὀφθαλμῶν ὁρᾷ τυπτόμενον. καὶ ὁ Εὐθυδήμου λόγος τοῦ αὐτοῦ εἴχετο τύπου, οἷον ῾οἶδας σὺ νῦν οὔσας ἐν Πειραιεῖ τριήρεις ἐν Σικελίᾳ ὢν; ἡ δὲ ἀγωγὴ τοῦ σοφίσματος οὕτως ‘πότερον σὺ νῦν ἐν Πειραιεῖ εἶ;᾿ ναί. ῾ἐν τούτω δ’ ὢν οἶδας τὰς ἐν Σικελία τριήρεις;’ ναί. ῾ἐν Πειραιεῖ ἄρα ὢν ἐν Σικελία εἶ. ῾ἡ γὰρ μετάθεσις τῶν ὀνομάτων τῷ ἀμεῖψαι τὰς χώρας τό τε διαιρεθῆναι ἀπ’ ἀλλήλων καὶ ἄλλοις συντεθεῖσθαι τὸν παραλογισμὸν ἤνεγκεν· εἰσάγει γὰρ τὸν ὄντα ἐν Πειραιεῖ νῦν καὶ ἐν Σικελίᾳ εἶναι καὶ τὰς ἐν Σικελίᾳ ναῦς τῶν Ἀθηναίων ἅμα καὶ ἐν Πειραιεῖ εἶναι. καὶ πάλιν ῾ἆρ᾿ ὁ Σίμων ἀγαθός ἐστι;’ ναί. ῾τί δέ; ὁ αὐτὸς καὶ σκυτεὺς μοχθηρός ἐστιν.᾿ ἢ τοῦτο μὲν καὶ παρεῖται ὡς ἔγγιον μᾶλλον τοῖς παρὰ τὸ πῆ καὶ ἀπλῶς καὶ τῆς ἐκεῖθεν τευξόμενον λύσεως· οὕτω δὲ προσβιβάζειν ἐστὶν οἰκειότερον ῾ ἆρ᾿ ἔστιν ἀγαθὸν μὲν εἶναί τινα σκυτέα, μοχθηρὸν δὲ ἄνθρωπον; ἔστι δέ τις ἕτερος ἀγαθὸς μὲν ἄνθρωπος, πονηρὸς δὲ σκυτεύς; ὥστε ἔσται τις ἀγαθὸς σκυτεὺς μοχθηρός.’ ἔκειτο δὲ οὐχ οὕτως. καὶ ἔτι ῾ἆρ᾿ ὧν αἱ ἐπιστῆμαι σπουδαῖαι, σπουδαῖα τὰ μαθήματα;’ ναί. ῾τοῦ δὲ κακοῦ σπουδαῖα τὰ μὰ· θήματα· οὐδὲν γὰρ κωλύει φαῦλον ὄντα τινὰ γεωμετρικὸν εἶναι ἢ ἀριθμητικόν, ἃ δήπουθεν ἀγαθά.’ καὶ τὸ συμπέρασμα διττόν, τό τε ἀπὸ τῶν κειμένων ὡς τοῦ κακοῦ σπουδαία ἡ ἐπιστήμη, | ὅπερ ἀληθές, καὶ ὃ τοῖς [*](103) σοφισταῖς προσυφάνθη, ὡς ἄρα σπουδαῖον μάθημα τὸ κακόν. ὑπερβαίνοντες δὲ καὶ τοῦτο ὡς ἧττον συμβαῖνον τοῖς προκειμένοις φιλοτιμούμενοι γὰρ ἐν τοῖς παραδείγμασιν ἔστιν οἷς οὐκ ἀκριβολογούμεθα) ἐκεῖνο προστίθεμεν ῾ἆρα σὺ γέγονας;᾿ ναί. ῾τί δέ; ἀληθὲς εἰπεῖν νῦν ὅτι σὺ γέγονας;᾿ ναί. ῾σὺ ἄρα γέγονας νῦν.᾿ ἢ ἄλλο σημαίνει διαιρεθὲν τὸ νῦν ἀπὸ τοῦ γέγονεν· ἀληθὲς μὲν γὰρ εἰπεῖν ὅτι σὺ γέγονας ἀλλ’ οὐχὶ νῦν γέγονας. πάλιν ῾ἆρ ὡς δύνασαι καὶ ἃ δύνασαι, οὕτω καὶ ποιήσαις ἄν.᾿ ναί. ῾σὺ μὴ κιθαρίζων ἔχεις δύναμιν τοῦ κιθαρίζειν. πᾶς δὲ ὁ δύναμιν τοῦ κιθαρίζειν ἔχων καὶ κιθαρίσαι ἄν. σὺ ἄρα μὴ κιθαρίζων νῦν κιθαρίσαις ἄν νῦν.᾿ ἢ οὐκ ἔχει δύναμιν τούτου· οὐ γὰρ ἅμα ἐν οἷς οὐ κιθαρίζει δύναμιν ἔχει τότε κιθαρίσαι, ἀλλ’ ὕστερον καὶ μετὰ τοῦτο. καὶ ἀληθὴς μὲν λύσις αὕτη, λύουσι δέ τινες ταῦτα καὶ ἄλλως. εἰ γὰρ ἔδωκε, φασίν, ὡς δύναται ποιεῖν καὶ κιθαρίζειν, καὶ δυνατὸν μὴ τὸ τῷ ἀναγκαίῳ, ἀλλὰ τὸ τῷ ἐνδεχομένῳ σύστοιχον ἔλαβεν, οὐ συμβαίνειν ἄτοπον τὸ ἅμα μὴ κιθαρίζοντα κιθαρίζειν. τὸ γὰρ ἐνδεχόμενον γενέσθαι ὕστερον καὶ μετὰ ταῦτα· οὐκ ἐξ ἀνάγκης οὖν πάντως τὸ ὡς δύναται ποιεῖν δέδοται, τῷ μὴ ταὐτὸν εἶναι τῷ ἀπλῶς δύνασθαι τὸ ἐξ ἀνάγκης δύνασθαι. ἀλλὰ τότε ἄν ἔλεγον καλῶς, εἰ ἐπὶ [*](4 πειρεαῖ Ν 6 ταμὼν om. L 7 εἶ] ὤν L post τῷ add. τε MN τῷ τε MN 8 ἀπ’ ἄλλων MN 9 καὶ (ante ἐν) om. MN 14. 15 δ’ ἕτερός τις MN 15 ὥστε έσται] ἔστιν ἄρα MN 16 αἱ] εἰσὶν MN 17 ναί — μαθήματα (18) om. N 20 ὃ] ὁ N 24 τί δὲ — ναί om. N 26 μὲν om. N 27 ὡς] οἷς MN ἐποίησας MN 29 ἢ — τούτου (30) om. MN 30 τότε] τὸ M 31 λύσεις N 33 καὶ δυνατὸν—ἐνδεχομένῳ om. M 34 συμβαίνει MN 36 τὸ ἁπλῶς N)
51
πᾶσιν ἡ αὐτὴ ἤρκει λύσις τοῖς κατὰ τὸ αὐτὸ εἶδος παραλογισμοῖς· τῶν [*](103) γὰρ παρὰ ταὐτὸ λόγων ἡ αὐτὴ λύσις, οἷον | τοῖς κατὰ τὴν ὁμωνυμίαν μία [*](104) ἐπὶ πᾶσιν ἀπέχρησε καὶ κοινή. οὐχ ἁρμόττει δὲ πᾶσι τοῖς παρὰ σύνθεσιν καὶ διαίρεσιν, ἀλλ’ ἐν οἷς μόνοις τὸ δύναται πρόσκειται. φανερὸν ἄρα ὡς οὐ καλῶς λύουσιν· ἔστιν οὖν πρὸς τὸν ἐρωτῶντα μᾶλλον ἢ πρὸς τὸν λόγον καὶ τὴν ἀλήθειαν.

21. Παρὰ δὲ προσῳδίαν λόγοι μὲν οὐκ εἰσὶν οὔτε τῶν γεγραμμένων οὔτε τῶν λεγομένων, πλὴν εἴ τινες ὀλίγοι γένοιντ’ ἄν, οἷον οὗτος ῾πότερον οὗ καταλύεις οἰκία;’ ναί. ῾ οὐκοῦν τὸ οὐ καταλύεις τοὐ καταλύεις ἀπόφασίς ἐστιν; ἡ οἰκία ἄρα ἀπ·όφασις.’ ὡς δὴ λυτέον, δῆλον· οὐ γὰρ τὸ αὐτὸ σημαίνει τὸ μὲν ὀξύτερον τὸ δὲ βραδύτερον ῥηθὲν καὶ μετὰ τόνου καὶ χωρίς.

22. Δῆλον δὴ καὶ πρὸς τοὺς παρὰ τὸ ὡσαύτως λέγοντας τὰ μὴ ταὐτά, οὓς δὴ καὶ παρὰ τὸ σχῆμα τῆς λέξεως ὀνομάζομεν, πῶς ἀπαντητέον, ἐπείπερ ἔχομεν ὡρισμένα τὰ γένη τῶν κατηγοριῶν τὰ πρῶτα καὶ ἀνωτάτω· τῷ γὰρ ταῦτα φύρειν εἰς ἄλληλα ὁ παραλογισμὸς γίνεται. ὁ μὲν γὰρ ὡς εἰπεῖν ἔδωκεν ἐρωτηθεὶς μὴ ὑπάρχειν τι τῶν ἐννέα μηδ’ ὅλως συμβεβηκὸς ὅσα τί ἐστι σημαίνει καὶ δηλοῖ οὐσίαν, ὁ δὲ ἔδειξεν αὐτὸ τοῦτο ὑπάρχειν τι τῶν πρός τι ἢ ποσῶν διὰ τὴν λέξιν καὶ τὴν κατὰ τὴν προφορὰν ὁμοιότητα· οἷον ῾ πότερον τὸ ζῶον καὶ τὸ φυτὸν οὐσία;᾿ ναί. ῾τί δέ, οὐχὶ καὶ οὐδέτερα;᾿ ναί. ῾καὶ τὸ ποσὸν δὴ καὶ τὸ ποιὸν καὶ τὸ διπλάσιον οὐδέτερα καὶ συμβεβηκότα.᾿ πάλιν ῾ἆρ᾿ ἐνδέχεται τὸ αὐτὸ ἅμα ποιεῖν τε καὶ πεποιηκέναι;᾿ οὔ. ῾ἀλλὰ μὴν ὁρᾶν γέ | τι ἅμα καὶ ἑωρακέναι τὸ αὐτὸ καὶ κατὰ τὸ αὐτὸ ἐνδέχεται. τί γὰρ κωλύει ὃν χθὲς Σωκράτην τεθέαμαι, καὶ νῦν τὸν αὐτὸν ὁρᾶν κατ’ εἶδος καὶ ἀριθμόν; ποιεῖν δὲ τὸ ὁρᾶν, πεποιηκέναι δὲ τὸ ἑωρακέναι ὡς κατὰ τὴν προφοράν. εἰ δὲ ταῦτα, κἀκεῖνα.’ ψεῦδος δέ· ὁρᾶν μὲν γὰρ καὶ ἑωρακέναι δυνατὸν καὶ διὰ τὴν ἄχρονον προσβολὴν τῆς αἰσθήσεως ἅμα γὰρ ᾔσθετο καὶ αἰσθάνεται) καὶ διὰ τὸ εἰρημένον, ποιεῖν δὲ καὶ πεποιηκέναι πῶς ἐγχωρεῖ; δυνατὸν μὲν γὰρ καὶ χθὲς πεποιηκέναι με ἅμαξαν καὶ νῦν ποιεῖν, ἀλλ’ οὐ τὴν αὐτὴν ἢ κατὰ ταὐτό. πάλιν ῾ ἆρ᾿ ἐστὶ τῶν πάσχειν ποιεῖν τι;’ οὔ. ‘τί δέ; οὐ τὸ τέμνεται, καίεται, αἰσθάνεται ὁμοίως λέγεται καὶ πάντα πάσχειν τι σημαίνει;’ ναί. ‘καὶ τὸ τέμνειν καί καίειν καὶ ὁρᾶν ὁμοίως λεγόμενα εἴη ἄν καὶ τῆς αὐτῆς διαθέσεως. ἀλλὰ μὴν τό γε ὁρᾶν αἰσθάνεσθαί τί ἐστιν, ὥστε καὶ πάσχειν· πάθος γὰρ ἡ αἴσθησις· ἐλέγομεν δὲ αὐτὸ καὶ ποιεῖν. ἔσται ἄρα τι τῶν πάσχειν ποιεῖν.’ εἰ δή τις ἐκεῖ δοὺς μὴ ἐνδέχεσθαι ἅμα τὸ αὐτὸ ποιεῖν καὶ πεποιηκέναι τὸ ὁρᾶν δὲ καὶ ἑωρακέναι φαίη ἐγχωρεῖν, οὔπω ἐλήλεγκται, εἰ μὴ λέγοι τὸ ὁρᾶν ποιεῖν τι ἀλλὰ πάσχειν· προσδεῖται γὰρ τούτου τοῦ ἐρωτήματος πρὸς τὸ γενέσθαι ἔλεγχον. οὐ γὰρ εἰ ἀμαθῶς ὑπὸ τοῦ ἀκούοντος ὑπολαμβάνεται [*](1 post εἶδος add. τοῖς N 3 ἁρμόττοι N 9 τοῦ καταλύεις om. Μ 10 δὴ] δὲ MN 12 λέγεσθαι Aristoteles 15 φέρειν N 15. 16 ἔδωκεν ὡς εἰπεῖν MN 18 ποσῶν] δοκούντων δὲ τί ἐστι σημαίνειν add. Aristoteles 21 τε om. M 23 σωκράτη MN 30 ἐστί τι Aristoteles 31 post τέμνειν add. ἄρα ΜΝ 35 δοὺς] δὴ MN 36 οὔπως N ἐλήλεκται LN)

52
δεδωκέναι, ὅτε τὸ τέμνειν ποιεῖν τι καὶ τὸ τετμηκέναι πεποιηκέναι ἔδωκε, | [*](105) καὶ ὅσα ἄλλα ὁμοίως λέγεται , ἀποχρώντως νομιοῦμεν ἴσως μὲν γὰρ [*](106) ἐκεῖνος τὸ ὁρᾶν ποιεῖν πρὸς τὴν ἐκφώνησιν εοωκεν, ου προς το σημαινομενον, ὁ δέ γε ἀκροατὴς καὶ πρὸς τὸ πρᾶγμα ὁμοίως λέγεσθαι συνενόησεν. τὸ δὲ νοεῖται μὲν οὐχ ὁμοίως, φαίνεται δὲ διὰ τὴν· λέξιν. καὶ ταὐτὸ συμβαίνει κἀνταῦθα, ὅπερ ἐν ταῖς ὁμωνυμίαις. οἴεται γὰρ κἀκεῖ 6 τῶν λόγων ἀγνὼς τὸν ἐρωτώμενον ὃ ἔφησεν ἀποφῆσαι πρᾶγμα, οὐκ ὄνομα· τῷ δὲ ἔτι προσδεῖ ἐρωτήματος, εἰ μὴ ὁμώνυμον ᾤετο, καὶ εἰ ἐφ’ ἓν καὶ ὃ συνῆξεν ὁ σοφιστὴς δέδωκεν· εἰ γὰρ ταῦτα ὁμολογήσειεν , ὄντως ἐλήλεγκται. καὶ ἐν τοῖς παρὰ τὸ σχῆμα τῆς λέξεως ὡσαύτως διορισθήσεται, εἰ τὰ κατὰ προφορὰν ταὐτὰ καὶ ἐν πράγμασι δέδωκεν.

Ὅμοιοι δὲ καὶ οἵδε οἱ λόγοι τούτοις, οἷον ῾ ἆρ᾿ ὅ τις ἔχων πρότερον ὕστερον μὴ ἔχει, ἀπέβαλε;᾿ ναί. ῾ ὁ δέκα ἀστραγάλους ἔχων καὶ ἀποβαλὼν ἕνα οὐχ ἕξει δέκα· τοσούτους ἄρα ἀπέβαλεν.’ ψεῦδος <δέ> ποιὸν γὰρ δοὺς ποσὸν συνεπέρανεν· ποιὸν γάρ τι τὸ εἰδος, εἴδη δὲ οἱ ἀριθμοί. τὸ μὲν οὖν εἶδος αὐτὸ τῆς δεκάδος, ὃ καὶ προέτεινεν ὁ σοφιστής, ἔφθαρται ἀποβληθέντος τοῦ ἑνὸς ἀστραγάλου (ἕτερος γὰρ ἀριθμὸς καταλέλειπται), τὸ μέντοι ποσὸν οὐχ ἅπαν· μεμένηκε γὰρ ἐννέα. ὥστε ὃ μὲν μὴ ἔχει πρότερον ἔχων, ἀποβέβληκεν, αὐτὸ δηλαδὴ τὸ τῆς δεκάδος εἶδος· ὅσα δὲ μὴ ἔχει ᾗ ὅσα, οὐκ ἀνάγκη τοσαῦτα ἀποβαλεῖν. ἐρωτήσας οὖν ῾ ὃ ἔχει᾿ συνάγει ἐπὶ τοῦ ὅσα· τὰ γὰρ δέκα ποσά. εἰ δὲ ἤρετο | ἐξ ἀρχῆς ἱεῖ τις μὴ ἔχει ὕστερον ὅσα εἶχε πρότερον, ἆρά γε ἀποβέβληκε τοσαῦτα; οὐδεὶς ἄν ἔδωκεν ἀλλ’ ἢ τοσαῦτα ἢ τούτων τι, τρία τυχὸν ἡ ἓν ἀπὸ τῶν δέκα. πάλιν ἐπὶ τῶν αὐτῶν ῾δοίη ἄν τις ὃ μὴ ἔχει;᾿ οὔ. ῾τί τί δέ; ὁ δοὺς ἕνα ἀστράγαλον δέκα ἔχων οὐ δέδωκεν, ὃ μὴ εἶχεν; οὐ γὰρ εἶχεν ἕνα μόνον. ἢ οὐ δέδωκεν ὃ οὐκ εἶχεν, ἀλλ’ ὡς οὐκ εἶχεν· μὴ γὰρ ἔχων ἕνα μόνον δέδωκεν ἕνα. τὸ δὲ μόνον οὔτ’ οὐσίαν ἡ ποσὸν ἢ ποιὸν σημαίνει, ἀλλ’ ὡς ἔχει πρός τι, οἷον ὅτι οὐ μετ’ ἄλλο), καὶ τρόπος τίς ἐστιν. ὥσπερ οὖν εἰ ἤρετο ῾ἆρ᾿ ὃ μή τις ἔχει δοίη ἄν ;’ μὴ φάντος δὲ προσθείη ῾ εἰ δοίη ἄν τις ταχέως, ὥστε καὶ δοίη ἄν τις ὃ μὴ ἔχει’, φανερὸν ἦν ὅτι οὐ συνελογίζετο τὸ γὰρ ταχέως οὐ τόδε διδόναι ἀλλ’ ὧδε διδόναι ἐστίν), οὕτω κἀκεῖ· ὡς δὲ μὴ ἔχει, δοίη ἄν τις, οἷον ἡδέως ἔχων δοίη ἄν λυπηρῶς.

Παρὰ τὸ σχῆμα τῆς λέξεως καὶ οἱ τοιοίδε πάντες· ῾ἆρ᾿ ᾗ μὴ ἔχει χειρὶ τύπτοι ἄν; καὶ ᾧ μὴ ἔχει ὀφθαλμῷ ἴδοι ἄν;᾿ οὔ. ῾τί δὲ ὁ διπλᾶ ἔχων χρώμενος δὲ τῷ παρ᾿ ἑκατέροις ἑνί; ὥστε ᾗ μὴ ἔχει χειρί οὐ γὰρ μίαν ἔχει μόνον) καὶ ᾧ μὴ ἔχει ὀφθαλμῷ οὐ γὰρ ἕνα μόνον) τύπτει καὶ ὁρᾷ.’ ψεῦδος δέ· οὐ γὰρ ᾧ οὐκ ἔχει, ἀλλ’ ὡς οὐκ ἔχει. πάλιν ῾ ἆρ᾿ ἔχει τις ὃ οὐκ ἔλαβεν;’ οὔ. ῾ ὁ μίαν παρά του ψῆφον λαβὼν ἔχων δὲ σὺν αὐτῇ [*](1 τὸ μὴ τετμηκέναι L 6 γὰρ] δὲ M 11 ταῦτα MN 14 ἄρα om. N δὲ addidi 15 δοὺς L: δὴ λαβὼν MN γάρ τοι M 19 ᾗ] ἡ L 21 πόσα L 24 δοὺς] μὴ MN 25 post δέκα add. δὲ MN 29 ἔχοι N 30 συλλογίζεται M: σιλογίζεται N 31 οὐ om. M ὧδε] ὄδι M 34. 35 χειρὴ N 34 ἴδοι] δοίη MN 36 τύπτοι N)

53
καὶ ἑτέραν ἔχει ὃ οὐκ ἔλαβεν, δύο ἀντὶ μιᾶς.᾿ ἢ | οὐκ ἔχει ὃ οὐκ ἔλαβεν, [*](108) ἀλλ’ ὡς οὐκ ἔλαβε· μίαν γὰρ λαβὼν ἔχει δύο. ἀλλ’ αἱ μὲν ἀληθεῖς τῶνδε τῶν σοφισμάτων λύσεις αὗται. ὡς μέντοι γε ἕτεροι λύουσι. γελοίως ἔχει. τύπτει γάρ τις, φασίν, ‘οὐχ ᾗ μὴ ἔχει χειρὶ ἀλλ’ ᾗ ἔχει, καὶ ὁρᾷ οὐχ ᾧ μὴ ἔχει ὀφθαλμῷ ἀλλ’ ᾧ ἔχει· οἷς γὰρ χρῆταί τις ἐνεργῶν, ταῦτα καὶ ἔχει πρὸς τὴν ἐνέργειαν, ἣν νῦν ἐνεργεῖ. ὅ τε πλείους ψήφους ἔχων ἔχει καὶ μίαν, ἣν ἐκ τῆς λήψεως ἔλαβεν. καὶ τούτων οἱ μὲν πρὸς τὸ συμπέρασμα ἐνίστανται, μίαν αὐτὸν λέγοντες ἔχειν τὴν ἐνεργοῦσαν, οἱ δ’ εὐθύς καὶ τὴν πρώτην ἐρώτησιν ἀναιροῦσιν, ὡς ἐνδέχεται ὃ μὴ ἔλαβεν ἔχειν, οἷον οἶνον λαβόντα ἡδὺν διαφθαρέντα ἐν τῇ λήψει ἔχειν ὀξύν. ἀλλ’ ὅπερ ἐλέχθη καὶ πρότερον, οὗτοι πάντες οὐ πρὸς τὸν λόγον ἀλλὰ πρὸς τὸν ἄνθρωπον λύουσιν. εἰ γὰρ κυρίως ἔλυον, δόντας καθάπαξ τὸ ἀντικείμενον οὐχ οἷοντε λύειν, καθάπερ καὶ ἐπὶ τῶν ἄλλων. παντὸς γὰρ ψευδοῦς τὸ ἀντικείμενον ἀληθές, τοῦτο δὲ ἄλυτον· νυνὶ δὲ καὶ τούτου δοθέντος πάλιν ἀνασκευάζεται. εἰ γὰρ τὸ μὴ τύπτειν ᾗ οὐκ ἔχει χειρὶ ψεῦδος κατ’ ἐκείνους, ἀληθὲς ἄρα τὸ τύπτειν ᾗ <οὐκ> ἔχει χειρί· τοῦτο γὰρ ἀντικείμενον· ὅπερ εἰ ἀληθές λύσιμον. λύεται δέ· ἐρεῖ γὰρ ὁ ἐρωτώμενος πρὸς τὸν σοφιστήν, ὡς δέδωκα ᾗ οὐκ ἔχει χειρὶ τύπτειν ὑποσημαίνων τὴν λαιάν, ἣν ὡδὶ μὲν οὐκ ἔχει ὡς δεξιάν, ὡδὶ δὲ ἔχει ὡς ἀριστεράν. ὥστε I οὐ λύσις τῶν σοφισμάτων [*](109) ἣν ἐπῆγον ἐκεῖνοι, ἀλλ’ ἣν ἡμεῖς.

Ἔτι δ’ εἰσὶ καὶ οἵδε τῶν λόγων τοῦ αὐτοῦ σχήματος· ῾ ἆρ᾿ ὃ γέγραπται γέγραφέ τις;’ ναί. ῾ γέγραπται δὲ λόγος ὅτι νῦν σὺ κάθησαι ψευδής. ἦν δὲ ἀληθὴς ὅτε ἐγράφετο· ἅμα ἄρα ἐγράφετο ψευδὴς καὶ ἀληθής.᾿ ἢ τὴν μὲν πρότασιν ἠρώτησεν ἐπὶ ποσοῦ, ἐπὶ λόγου λέξεις ἔχοντος καὶ συλλαβὰς ὄντα ποσά, καὶ ἥντινα συλλαβὴν ἢ λέξιν γέγραφέ τις καὶ γέγραπται· τὸ δὲ συμπέρασμα συνῆξεν ἐπὶ ποιοῦ· τὸ γὰρ εἶναι ψευδῆ ἢ ἀληθῆ λόγον ἢ δόξαν οὐ τοσόνδε ἀλλὰ τοιόνδε· ὁ γὰρ αὐτὸς λόγος καὶ ἐπὶ τῆς δόξης. πάλιν ῾ὃ μανθάνει ὁ μανθάνων, τοῦτό ἐστιν ὃ μανθάνει;᾿ ναί. ῾μανθάνει δέ τις τὸ βραδὺ ταχύ· τὸ βραδὺ ἄρα ταχύ.᾿ λύσις ὅτι οὐχ ὃ μανθάνει ἀλλ’ ὡς μανθάνει εἴρηκεν, καὶ οὐ τὸ πρᾶγμα αὐτὸ ἠρώτηκεν, ἀλλὰ τὸν τρόπον ὅπως. καὶ ῾ ἆρ᾿ ὃ βαδίζει τις, πατεῖ;᾿ ναί. ῾ βαδίζει δέ τις ὅλην τὴν ἡμέραν· τὴν ἡμέραν ἄρα πατεῖ.᾿ ἢ οὐχ ὃ βαδίζει ἡ πρώτη πρότασις ἔλεγεν οὐ γὰρ πρόσκειται τὸ διάστημα), ἀλλ’ ὅτε βαδίζει, καὶ τὸν καιρὸν ἐδήλου καθ’ ὅν. πάλιν ᾿ ἆρ᾿ ὃ πέπωκέ τις, ἐκεῖνο πέπωκε;᾿ ναί. ῾ πέπωκε δέ τις κύλικα· κύλικα ἄρα ὅδε πέπωκεν.᾿ ἢ οὐ πέπωκε τὸ σκεῦος ἢ τὴν κύλικα ἀλλ’ ἐκ τῆς κύλικος. ἔτι ῾ πότερον ὅ τις οἶδεν ἢ μαθὼν ἢ εὑρὼν οἶδε;᾿ ναί. ῾ὁ Πλατῶν δὲ ὧν οἶδε, τὸ μὲν I εὗρε τὸ δὲ ἔμαθεν. ἃ δέ τις μήθ’ εὗρε [*](110) ov [*](4 τις om. M 12 κυρίως M ἔλυεν M 13 πάντως N γὰρ] δὲ M 15 μὴ supra add. L: om. MN ψεύδους N 16 οὐκ addidi ὅπερ om. L 19 λύουσις N 20 ὑμεῖς N 22 post δὲ add. νῦν MN 23 ὅτι MN 27 ποσόν L ὁ δὲ M 29 τὸ (post τις) om. M 35 alterum κύλικα om. M 36 μαθὸν N 37 δὲ (post Πλάτων) om. L εἶδε N)

54
μήτ᾿ εμαθεν, οὐδὲ οἶδεν ὅλως· ἕτερος γὰρ τρόπος οὐχ ὑπολέλειπται γνώσεως. [*](110) ὁ Πλάτων ἄρα οὐκ οἶδεν ὃ οἶδεν.᾿ λύεται δὲ ὅτι μὴ ὅ ἔδωκε συνεπέρανεν, ἀλλὰ ποιὸν δοὺς ἰδιαζόντως, τὸ μάθημα καὶ τὸ εὕρεμα, ἐπὶ ποσοῦ συνάγει συνάπτων ἀμφότερα· ποσὰ γὰρ τὰ δύο. παρὰ τὸ σχῆμα τῆς προσηγορίας καὶ τὸ τὴν κίνησιν μὴ ἐν τῷ κινουμένῳ ἀλλ’ ἐν τῷ κινοῦντι τίθεσθαι· ἡ ὅρασις γάρ, φησίν, οὐκ ἐν τῷ ὁρωμένῳ ἀλλ’ ἐν τῷ ὁρῶντι. πάσχουσι δὲ αἱ αἰσθήσεις, οὐκ ἐνεργοῦσι. πάλιν ᾿ ὅ εἰμι ἐγώ, σὺ οὐκ εἶ· ἄνθρωπος δὲ ἐγώ. σὺ ἄρα ἄνθρωπος οὐκ εἶ.) τὸ γὰρ ἐγὼ καὶ σύ, ὄντα ἐπὶ τῶν ἀτόμων καὶ μερικά, συνεῖλξαν καὶ τὸ κοινὸν, καὶ ὡς τόδε τι σημαίνειν τὸν ἀπλῶς δεδώκασιν ἄνθρωπον. τούτοις σύναπτε καὶ τὸν τοῖς σοφισταῖς θρυλούμενον τρίτον ἄνθρωπον, ἕτερον ὄντα παρὰ τὴν ἰδέαν καὶ τοὺς καθ’ ἕκαστα. οὕτω γὰρ προφέρουσιν· ὅταν, φασίν, ἄνθρωπον περιπατεῖν λέγομεν, οὔτε τὴν ἰδέαν εἴτ’ οὖν τὸν αὐτοάνθρωπον τοῖς λόγοις συνείρομεν ἀκίνητος γάρ) οὕτε τινὰ τῶν μερικῶν καὶ καθ᾿ ἕκαστα· τὸ μὲν γὰρ ἄνθρωπον περιπατεῖν γινώσκομεν, τίς δὲ ἀπὸ τῶν καθ’ ἕκαστα ὁ περιπατῶν ἀγνοοῦμεν. ἔσται ἄρα τρίτος ἄνθρωπος παρὰ τούτους, καθ’ οὗ τὸ περιπατεῖν κατηγοροῦμεν. ἢ ὁ μὲν ἄνθρωπος καὶ ἁπλῶς τὸ κοινὸν ἅπαν οὐ τόδε τι σημαίνει) καὶ ἄτομον, | ὡς ἄν τὸ σχῆμα τῆς προσηγορίας προσαναγκάζει καὶ οἱ σοφισταὶ βούλονται, [*](111) ἀλλὰ τοιόνδε τι ἢ ποσὸν ἢ πρός τι ἢ ἕτερόν τι τῶν τοιούτων· ἃ πάντα ἐπὶ τοῦ προκειμένου συμβέβηκεν. ὁ γὰρ εἰδικὸς ἄνθρωπος οὐχ έν τι ἀφωρισμένον ἔσται καὶ τόδε, ἀλλ’ ὡς τὸ ἐκ πάντων σημαῖνον ἄθροισμα πλῆθός τι ἔσται καὶ διὰ τοῦτο ποσόν, ὡς δὲ τῶν ἄλλων ἀφορίζον τὰ ὑποκείμενα καὶ μορφὴ ὂν ποιόν, ὡς δὲ εἶδος γένους πρός τι. πῶς οὖν τὸ τοιοῦτον ἢ οὐσία τις ἔσται μοναδικὴ καὶ καθ’ αὑτὴν ὑφεστῶσα ἢ τρίτος ἄνθρωπος; ὥσπερ γὰρ ὁ μουσικὸς Κορίσκος ἕτερος μὲν ἄν ῥηθείη τοῦ ἀπλῶς Κορίσκου, οὐ τῇ ὑποστάσει μέντοι καὶ τῷ ὑποκειμένῳ ἀλλ’ ἢ τῷ λόγῳ μόνῳ οὐ γάρ ἐστι μουσικὸς ἔξω τοῦ Κορίσκου), οὕτως οὐδέ τις κοινὸς ἄνθρωπος αὐθυπόστατος ἔσται καὶ ἴδιος τῶν ἐν μέρει χωρὶς ἀλλ’ ἢ λόγῳ καὶ ἐννοήματι, καὶ οὐ τὸ ἐκτίθεσθαι ἐν ἀπαριθμήσει τοὺς καθ’ ἕκαστα ἀνθρώπους καὶ ἕτερον ἐκείνων λέγειν ποιεῖ τὸν τρίτον ἄνθρωπον, ἀλλὰ τὸ συγχωρεῖν τὴν ἄνθρωπος φωνὴν τόδε τι εἶναι καὶ ἄτομον· οὐ γάρ ἐστιν ὅμοιον ὅπερ Καλλίας καὶ ὅπερ ἄνθρωπος. οὔτ’ αὖ εἰ καί τις μὴ τόδε τι καὶ οὐσίαν τὸ ἐκτιθέμενον λέγει, τίθεται δὲ ποιόν, ἐκτὸς θεωρήσει τῶν πολλῶν καὶ καθ’ ἕκαστα, ἀλλ’ εἴ τι δἂν περὶ αὐτοῦ ἢ ἑνιαῖον ἢ ὑποστατικὸν φθέγξαιτο, τοῖς πολλοῖς συγχρήσεται. φανερὸν οὖν ὅτι οὐ δοτέον | τόδε τι [*](112) τὸ κοινῇ κατηγορούμενον ἐπὶ πᾶσιν ἀλλ’ ἤτοι ποιὸν ἢ ποσὸν ἢ πρός τι ἢ τῶν τοιούτων τι σημαίνειν, ὡς εἴρηται.

[*](1 ὑπολείπεται MN 2 ὃ om. M 3 ἰδιάζοντος N 4 post παρὰ add. δὲ M 9 καὶ (aute τὸ) om. M 10 θρυλλούμενον libri 1 1 τοὺς] τὸν MN 12 φησιν M λέγωμεν MN 18 προσαναγκάζη MN βούλωνται MN 19 τῶν] τὸν N ante ἐπὶ add. καὶ ΜΝ 22 τῶν] τὴν N 23 ὃν om. MN 31 ὅμοιον] ὄμμα μοιὸν N 35 οὐδετέον N 36 τὸ] τὸν N post πᾶσιν add. εἶναι MN ποσὸν ἢ ποιὸν MN)
55

23. Ὅλως δὲ ἐν τοῖς παρὰ τὴν λέξιν λόγοις ἀεὶ κατὰ τὸ ἀντικείμενον [*](112) ἔσται ἡ λύσις ἢ παρ’ ὅ ἐστι ὁ λόγος· οἷον εἰ παρὰ σύνθεσίν ἐστιν ὁ λόγος, διελόντι, εἰ δὲ παρὰ διαίρεσιν, συνθέντι· εἰ παρὰ προσῳδίαν ὀξεῖαν, ἡ περισπωμένη λύσις, καὶ εἰ παρὰ ψιλήν, ἡ δασεῖ, καὶ ὅλως εἰ παρὰ τόνον, τὸ ἄνευ τόνου. εἰ δὲ παρ’ ὁμωνυμίαν, τὸ ἀντικείμενον ὄνομα εἰπόντα λύειν· οἷον εἰ ἔμψυχον συμβαίνει συνάγειν τὸν σοφιστὴν ἐξ ὧν ἠρώτησεν ὁμωνύμων, λύειν ἀποφήσαντα μὴ τοιοῦτον δεδωκέναι ἀλλ’ ἄψυχον, καὶ τὸ ἔμπαλιν, ὡς εἴπερ ἐπὶ τοῦ διδάσκοντος ὁ λόγος εἴη τοῦ τε Πλάτωνος καὶ τοῦ βιβλίου· ἄμφω γὰρ διδάσκει, ὧν τὸ μὲν ἔμψυχον τὸ δὲ ἄψυχον. καὶ ἐπὶ τῆς ἀμφιβολίας δὲ καὶ ἐπὶ τῆς λέξεως ὁμοιότητος τὸ ἀντικείμενον ἔσται λύσις, οἷον ῾ ἆρ᾿ ἆρ’ ὃ μὴ ἔχει, δοίη ἄν τις;’ ἢ οὐχ ὃ μὴ ἔχει ἀλλ’ ὡς οὐκ ἔχει, οἷον ἕνα μόνον ἀστράγαλον· τοῦτο γὰρ καὶ ἀντίκειται. καὶ ὃ ἐπίσταται, μαθὼν ἢ εὑρὼν ἐκεῖνο καὶ οἶδεν ὡς ἐφ’ ἑνὸς ἀκουόμενον, ἀλλ’ οὐχ ἃ ἐπίσταται. καὶ πατεῖ οὐχ ὅτε βαδίζει χρόνον, ἀλλ’ ὃ βαδίζει διάστημα.

24. Πρὸς δὲ τοὺς παρὰ τὸ συμβεβηκὸς ἅπαντας μίαν καὶ κοινὴν λύσιν ἐπάξομεν καὶ οὐχ ὥσπερ ἕτεροι διαφόρους καὶ ἀσυμφώνους. ἐπεὶ | γὰρ [*](113) ἀδιόριστον καὶ οὐκ ἀκριβῶς ἔγνωσται, πότε τὸ τῷ κατηγορουμένῳ ὑπάρχον ὑπάρχει καὶ τῷ ὑποκειμένῳ πράγματι, ἀλλ’ ἐπ’ ἐνίων μὲν δοκεῖ καὶ φασί τὰ γὰρ οὐσιωδῶς τοῖς κατηγορουμένοις ἐνόντα καὶ καθ’ αὑτὸ καὶ ἐπὶ τῶν ὑποκειμένων διαβαίνει) τὰ δ’ ἄλλως ἔχοντα οὔ, τοῦτο δὴ καὶ πρὸς λύσιν ἐπάγειν ἀρκεῖ, ὡς οὐκ ἀναγκαῖον καὶ τῷ πράγματι συμβαίνειν ἅπαν ὃ καὶ τῷ κατηγορουμένῳ, ἀλλὰ τὰ μὲν τὰ δ’ οὔ, ὥς γε εἴρηται. συμβαλεῖται δὲ πρὸς λύσιν καὶ τὸ οἷον ἢ ὁποῖον ἀντερωτώμενον· ἐρωτῶντος γὰρ εἰ ὁ Σωκράτης λευκόν, ἵνα συναγάγῃ ὅτι χρῶμα, ἐπειδὴ τὸ λευκὸν διττὸν τό τε λελευκωμένον σῶμα καὶ ἡ λευκότης αὐτή, καὶ τὸ μὲν δοῦναι ἀληθὲς τὸ δὲ ψεῦδος, εἰ ἀντερωτήσαις οἷον λευκὸν αἰτεῖ λαβεῖν. ἐσεῖται συνειλημμένος ἀμφοῖν καὶ οὐ προβήσεται πεφωραμένα τὰ τῆς τέχνης αὐτῷ. εἰσὶ δὲ πάντες οἱ τοιοίδε τῶν λόγων παρὰ τὸ συμβεβηκός· ῾ἆρ᾿ οἶδας ὃ μέλλω σε ἐρωτᾶν;᾿ οὔ. ῾ἆρ᾿ οἶδας ὅτι ἡ ἀρετὴ ἀγαθόν;᾿ ναί. ῾τοῦτο δὲ μέλλω σε ἐρωτᾶν, ὥστ’ οἶδας ὃ μέλλω σε ερωτᾶν.᾿ πάλιν ῾ἆρ᾿ οἶδας τὸν προσιόντα κεκαλυμμένον;᾿ οὔ. ἀποκαλύψαντες δὲ δεικνύουσι τὸν Κορίσκον καὶ συνάγουσι τὸν αὐτὸν εἰδέναι καὶ μή. πάλιν ῾ὁ ἀνδριὰς ἔργον ἐστί;᾿ ναί. ῾τί δέ, καὶ σός;᾿ ναί. ἶσόν ἄρα ὁ ἀνδριὰς ἔργον. ἀλλὰ μὴν καὶ οὐ σός· τοῦ Φειδίου γάρ.᾿ πάλιν ῾τὰ ὀλιγάκις ὀλίγα ἀλίγα;᾿ ναί. ῾ἀλλὰ μὴν τὰ ἑκατὸν πρὸς τὰ δεκακισμύρια ὀλιγάκις ὀλίγα. τὰ ἑκατὸν | ἄρα ὀλίγα. ἀλλὰ μὴν καὶ πολλά.᾿ [*](114) φανερὸν ἐν ἅπασι τούτοις ὅτι οὐκ ἀνάγκη ἅπαν τὸ τῷ κατηγορουμένῳ ὑπάρχον καὶ κατὰ τοῦ ὑποκειμένου πράγματος ἀληθεύεσθαι. ἐν μόνοις γὰρ τοῖς κατὰ τὴν οὐσίαν ἀδιαφόροις καὶ ἓν οὖσιν ἅπαντα δοκεῖ ταὐτὰ ὑπάρχειν· τῷ δ’ ἀγαθῷ οὐ ταὐτόν ἐστιν ἀγαθῷ τε εἶναι καὶ μέλλοντι ἐρωτᾶσθαι, οὐδὲ τῷ προσιόντι ἢ κεκαλυμμένῳ προσιόντι τε εἶναι καὶ Κορίσκῳ. ὥστε [*](3 διελόντι] δηλονότι M 4 καὶ εἰ] καὶ ἡ N δρασεῖα M 6 συνάγον N 8 βυβλίου N 16 γὰρ] δὲ Μ 20 τοῦτο δὲ M 22 τὸ κατηγορουμένῳ N 23 ἐρωτῶντας LM 29 οὔ om. L 31 τὸν (aute αὐτὸν) om. MN ἐν] οὖν Μ: οὖν ἐν Ν)

56
οὐκ εἰ οἶδα τὸν Κορίσκον, ἀγνοῶ τὸν προσιόντα, τὸν αὐτὸν οἶδα καὶ ἀγνοῶ· [*](114) οὐδ’ εἰ τοῦτό ἐστιν ἐμόν, ἔστι δὲ ἔργον, ἐμόν ἐστιν ἔργον, ἀλλ’ ἢ κτῆμα ἢ πρᾶγμα ἢ ἄλλο τι. τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων.

Καὶ παρ’ ἡμῶν μὲν τὰ τοιάδε σοφίσματα οὕτω δήπου ἐκτεθειμένα λέλυνται λύουσι δέ τινες καὶ ἑτέρως ἀναιροῦντες τὴν ἐρώτησιν τῷ δέχεσθαι ἀληθεύειν τὸ συμπέρασμα· φασὶ γὰρ ἐνδέχεσθαι τὸ αὐτὸ πρᾶγμα καὶ εἰδέναι καὶ ἀγνοεῖν, ἀλλὰ μὴ κατὰ ταὐτό. τὸν οὖν προσιόντα οὐκ εἰδότες, τὸν δὲ Κορίσκον εἰδότες τὸ αὐτὸ εἰδέναι καὶ ἀγνοεῖν φασιν, ἀλλ’ οὐ κατὰ ταὐτό. καίτοι πρῶτον μέν, καθάπερ ἤδη εἴπομεν, δεῖ τῶν παρὰ ταὐτὸ πάντων καὶ ἐφ’ ἑνὸς εἴδους παραλογισμῶν τὴν αὐτὴν καὶ μίαν εἶναι διόρθωσιν· ἣν δὲ λέγουσιν, οὐκ ἐφαρμόττει πᾶσι τοῖς παρὰ τὸ συμβεβηκὸς σοφίσμασιν, ἀλλ᾿ οἷς μόνοις τὸ εἰδέναι πρόσκειται, ὡς ἐπὶ τῶν εἰρημένων, ἐπὶ δὲ τῶν ἄλλων οὔ, οἷον ἐπὶ τοῦ εἶναι ἤ πως ἔχειν ἐστίν. οὐδὲν δὲ κωλύει τὸν αὐτὸν λόγον | πλείους μοχθηρίας ἔχειν, ἀλλ’ οὐχ ἡ πάσης μοχθηρίας ἐμφάνισις [*](115) λύσις. ἐγχωρεῖ γὰρ ὅτι μὲν ψευδῆ συλλελόγισται δεῖξαί τινα, παρ’ ὃ δὲ μὴ δεῖξαι, οἷον τὸν Ζήνωνος λόγον, ὅτι οὐκ ἔστι κινηθῆναι, ἐλέγξειεν ἄν τις καὶ διὰ τῆς ἀδυνάτου ἀπαγωγῆς οὕτως ἐπιχειρῶν· εἰ μὴ ἔστι κίνησις, οὐδ’ ἔσται τὸ ποθὲν ποῖ. εἰ μὴ τοῦτο, οὐδ᾿ ὁ ἥλιος ἀπ’ ἀνατολῶν ἐπὶ δυσμὰς κινηθήσεται. ἔνθεν οὐδὲ ἡμέραι καὶ νύκτες ἔσονται. τοῦτο δὲ ἀδύνατον· ψεῦδος ἄρα τὸ μὴ εἶναι κίνησιν. ἀλλὰ κἀν μυριάκις οὕτως ἐλέγχων συλλελογισμένος ᾐ, οὔτε λύει καὶ ἁμαρτάνει· ἦν γὰρ ἡ λύσις ἐμφάνισις ψευδοῦς συλλογισμοῦ, παρ’ ὃ ψευδής· ὁ δὲ τὸ μὲν αἴτιον τῆς ἀπάτης παρῆκεν εἰπεῖν καὶ διὸ ἔψευσται (ἦν δὲ τὸ λαμβάνειν ἐνεργείᾳ ἡμίση τοῦ διαστήματος, ἃ δήπουθεν ἄπειρα καὶ ἀδιεξίτητα), εἶτα ἐλέγχειν οἴεται τῷ συνάγειν τὰ ἀντικείμενα. καὶ ὅστις γοῦν ἰσχύσας μὴ συλλελογίσθαι δείξει τὸ σόφισμα τῷ κατά τι τὴν συλλογιστικὴν ἐκκλίνειν παράδοσιν, τελεώτατα λέλυκε, κἄνπερ ἀληθὲς ἢ ψεῦδος ἐπιχειρῇ συνάγειν. ἴσως δὲ καὶ τοῦτο ἐπ’ ἐνίων οὐδὲν κωλύει συμβαίνειν· ἐν πλείστοις γὰρ ἤρκεσε τὸ συναγαγεῖν τὸ ἀδύνατον, πλὴν ἐπὶ τῶν Ζήνωνος λόγων δεῖ καὶ παρ’ ὅθεν εἰπεῖν. μεταφέροντες δὲ καὶ ἐπὶ τῶν προκειμένων λέγομεν ὡς ἐπ’ ἄλλων μὲν τοῦτο ἀληθεῦον δόξειεν ἂν τὸ κατ’ ἄλλο μὲν εἰδέναι κατ’ ἄλλο δὲ ἀγνοεῖν, οἷον τόδε ὅτι μὲν λευκὸν εἰδέναι, ὅτι δὲ μουσι|κὸν μὴ γνωρίζειν, [*](116) καὶ μὴ κατὰ ταὐτό· ἐπὶ δὲ τοῦ προσιόντος Κορίσκου οὔ· τό τε γὰρ προσιὸν οἶδεν ὅτι πρόσεισι καὶ τὸν Κορίσκον, εἰ καὶ μὴ ταὐτὰ μηδ’ ὡς ὲν.

Ὁμοίως δὲ ἁμαρτάνουσι καὶ οἱ τὸ ἕτερον σόφισμα λύοντες, τὸ συνάγον τὰ ἑκατὸν καὶ πολλὰ καὶ ὀλίγα, τῷ λέγειν ἅπας ἀριθμὸς καὶ πολὺς καὶ ὀλίγος πρὸς ἕτερον καὶ ἕτερον. δέον γὰρ λύειν καὶ ἀνθίστασθαι πρὸς τὸν ἐρίζοντα ὡς οὐκ ἀληθῶς συνεπέρανε, μᾶλλον συγχωροῦσιν.

[*](1 εἰ εἰδὼς MN εἶδα N 2 ἀλλ’ ἡ] ἀλλὰ MN 5 ἑτέραις N τὸ δέχεσθαι L 11 οὐχ ἁρμόττει MN 12 μόνον MN 13 πῶς ex πρὸς corr. N οὐδὲν γὰρ MN 18 ποῖ] τῆ L 27 ἐπιχειρῇ] ἐπέχει L 31 δόξειεν ex δείξειεν corr. L 32 μὴ om. N 37 τὸ λέγειν M)
57

Ἔνιοι δὲ καὶ τῷ διττῷ λύουσιν ὥσπερ δὴ τὰ ὁμώνυμα. τὴν γὰρ ὅτι [*](116) σός ἐστιν οὗτος πολλαπλῆν τίθενται πρότασιν· ἢ γάρ, φασίν, υἱὸς ἢ πατὴρ ἢ κτῆμα ἢ δοῦλος. ὑπόθου δὲ παρ’ εἰδόσι προβαίνειν τὸ πρόβλημα. ἀλλ’ εἰ μὲν παρὰ τὸ πολλαχῶς λέγεσθαι καὶ μὴ κτὰ συμβεβηκὸς ὁ τοιοῦτος ἔλεγχος ἦν, φανερὸν ὡς ἔδει τοὔνομα ἢ τὸν λόγον πλείονα σημαίνειν· οὕτω γὰρ εἶχεν ἐπὶ τῶν ὁμωνύμων. νυνὶ δὲ οὐχ οὕτω· τὸ γὰρ εἶναι τόνδε τοῦδε τέκνον ὄντα δοῦλον οὐ διὰ τὸ πολύσημον, ἀλλὰ παρὰ τὴν τοιάνδε συμπέπτωκεν ἀγωγὴν τοῦ σοφίσματος, οἷον ῾ἆρ᾿ ἐστὶ τοῦτο σόν;᾿ ναί. ῾ἔστι δὲ τοῦτο τέκνον;᾿ ναί. ῾σὸν ἄρα τοῦτο τέκνον.᾿ οὐκ ἔστι δέ· συμβέβηκε γὰρ εἶναι καὶ σὸν καὶ τέκνον ἀλλ’ οὐ σὸν τέκνον.

Παραπλήσιον κἀκεῖνο τὸ συνάγον τῶν κακῶν τι εἶναι ἀγαθόν· ἡ γὰρ φρόνησίς ἐστιν ἐπιστήμη τῶν κακῶν τῷ τὸν φρόνιμον ἐπίστασθαι καὶ τὰ κακά. οὔκουν εἴ τις τὸ τοῦτο τούτων εἶ|ναι ἢ τὸ οὗτος τούτου πολλαχῶς [*](117) λέγεσθαι θείη, * * ὅτι καὶ ὁ λόγος ὁ τὸν ἄνθρωπον εἶναι τῶν ζώων λέγων ἕν τι δηλοῖ, ὅτι ζῶον ἀλλ’ οὐ κτῆμα, ὅ τε τὸν Πειραιᾶ τυχὸν ἢ Τάναγραν τῶν Ἀθηναίων λέγων οὐ πολλὰ σημαίνει, ἀλλ’ ὅτι κτῆμα. οὕτως οὐδ’ ὃς τὴν φρόνησιν τῶν κακῶν εἴποι, πολλὰ σημαίνει ἀλλ’ ὅτι ἐπιστήμη. ἐπεὶ δὲ μεγάλην διαφορὰν πρὸς τὰ σημαινόμενα κἀν ταῖς συντάξεσιν αἱ ἀποδόσεις τῶν πτώσεων φέρουσι, φθάνομεν δὲ πρὸς γενικὴν ἀποδεδωκέναι τὴν φρόνησιν τῶν κακῶν αὐτὴν φάμενοι, ὁ παρὰ τὸ πῆ καὶ ἁπλῶς ἀνέκυψε παραλογισμός· πῆ γὰρ δεδωκότων καὶ ὡς ἐπιστήμην ἁπλῶς τοῖς κακοῖς συνέταξαν. καὶ ἐνταῦθα μὲν πάνυ ἐξίτηλον τὸ τοῦ παραλογισμοῦ φάντασμα, ἐν ἑτέροις δὲ ἴσως ἐνδέχεταί τι ἀγαθὸν τ·ῶν κακῶν εἶναι. ἡ γὰρ ἀνδρεία καλὸν μὲν ὡς εὐκλείας ποιητική, δοκεῖ δέ τισι κακὸν διὰ τὰς ἐν πολέμῳ πληγάς. καὶ ἔτι μᾶλλον ἡ τῆς διττότητος ἐμφάνισις ἐπ’ ἐκείνου τοῦ ἀμφιβόλου τοῦ δοῦλον ἀγαθὸν μοχθηροῦ. τὸ γὰρ ἀγαθὸν ἢ ὡς ὄνομα ἐκλήψῃ κύριον ἢ ἐπὶ τρόπου θείης, καὶ τὸ μοχθηροῦ ὡσαύτως ἢ δεσπότου μοχθηροῦ ἢ τρόπου. ἴσως δέ σοι ἀκριβῶς σκεπτομένῳ οὐδ’ ἐνταῦθα ἡ διπλόη φανήσεται· οὐ γὰρ εἰ ἀγαθὸν καὶ τούτου, ἀγαθὸν τούτου ἅμα· δοῦλος γὰρ ὢν ἀγαθὸς μοχθηροῦ δεσπότου δηλαδή, ἀλλ’ οὐ τρόπου πονηροῦ· πρὸς γὰρ τὸν δεσπότην ὁ δοῦλος λέγεται. τὸ δὲ ἀγαθὸς ἀποκοπὲν καθ’ αὑτὸ πρὸς οὐδὲν ἀλλ᾿ I ἢ ὡς ποιὸν νοεῖται. ὥστ’ οὐδὲ τὸ τὸν ἄνθρωπον φάναι τῶν [*](118) ζώων εἶναι λέγεται πολλαχῶς, ἢ τὴν φρόνησιν τῶν κακῶν, ἢ κοινότερον εἰπεῖν τὸ τοῦτο τούτων· οὐ γάρ εἴ ποτέ τι σημαίνομεν ἀφελόντες, τοῦτο πολλαχῶς λέγεται. οὐ γὰρ πᾶν τὸ καθ’ αὑτὸ ἀποληφθὲν καὶ ὡρισμένον καὶ γνώριμον καὶ τούτου ἢ τούτων λεγόμενον πολλὰ σημαίνει. εἰ γὰρ τοῦτο ἦν, ἐπειδὴ τὸ ῾ μῆνιν ἄειδε θεά᾿ ἀφελόντες ὡρισμένως οἴδαμεν, ὅτι ἥμισυ στίχου ἐστὶ καὶ οὐ τῆς Ἰλιάδος, ὁ λέγων ὅτι δός μοι τὸ ῾ μῆνιν ἄειδε θεά᾿ [*](2 πολλαπλῆν corr. L: διπλῆν MN 6 τὸ δὲ M 9 ἄρα L 12 τῶν τὸ φρόνιμον N 13 post οὔκουν add. ὥσπερ MN 14 lacunam indicavi; deest καλῶς ἄν λέγοι vel tale aliquid, cf. Alex. f. 52v 17 εἴποι ἄν MN 19 φαίρουσι N 21 τοῖς ex τῆς corr. N 26 δοῦλον ἀγαθοῦ L 27 θήσεις MN τὸ μοχθηρὸν L 31 καθ’ αὐτὸν M 34 τούτων — τοῦτο om. M 34.35 τούτου πολλαχῶς L 38 στίχον M)

58
τὸ ἥμισυ τούτου τοῦ ἔπους διττὸς ἄν ἦν λέγων καὶ ἐσήμαινε τό τε ἥμισυ [*](118) τῆς ᾿Ιλιάδος καὶ τοῦ στίχου. ἀλλὰ μὴν οὐ διττός. καθ’ αὑτὸ γὰρ ληφθὲν δῆλον γέγονεν τίνος ἐστὶν ἥμισυ· ἔστι δὲ μεταλαμβανόμενα τὸ μὲν ἥμισυ τοῦτο, τὸ δὲ τοῦ ἔπους τούτου. κατὰ ταὐτὰ μέντοι οὐδ’ ὁ λέγων ῾ ἆρα ὅδε σός;᾿ ἐστὶ λόγος διττός· δῆλον γάρ ἐστιν ὅπως οὗτος τούτου ἐστίν· ὁ γὰρ τὸν Πλάτωνα καὶ Ἀρίστωνα καθ᾿ αὑτοὺς λαβὼν καὶ ἐρωτῶν᾿ ἆρά γε οὗτος τούτου ἐστί..’ ταὐτὸν λέγει <τῷ> ῾ἆρα ὁ Πλατῶν υἱὸς Ἀρίστωνος;᾿ καὶ <οὐ> διπλοῦν ἐνταῦθα τὸ ἐρώτημα διὰ τὸ τὰ ληφθέντα γνώριμα τυγχάνειν, ὅπως ἀλλήλων εἰσίν.

25. τοὺς δὲ παρὰ τὸ ἁπλῶς ἢ μὴ ἁπλῶς παραλογισμοὺς λυτέον σκοποῦντι τὸ συμπέρασμα πρὸς τὴν ἀντίφασιν, εἰ ἐνδέχεται τούτων τι πεπονθέναι. τὰ γὰρ ἐναντία καὶ τὰ ἀντικείμενα καὶ ἀπόφασιν καὶ φάσιν ἀπλῶς μὲν ἀδύνατον | ὑπάρχειν τῷ αὐτῷ· πῆ μέντοι ἑκάτερον ἢ ποῦ ἢ πῶς, ἢ [*](119) τὸ μὲν πῆ τὸ δὲ ἀπλῶς, οὐδὲν κωλύει. ὥστ’ εἰ τόδε μὲν ἀπλῶς τόδε δὲ πῆ, οὔπω ἔλεγχος, ὥσπερ ὁ Αἰθίοψ καὶ λευκὸς καὶ μέλας, τὸ μὲν ἁπλῶς καὶ κατὰ τὴν ἐπιφάνειαν, τὸ δὲ πῆ καὶ κατὰ τοὺς ὀδόντας. τό τε τοὺς γονεῖς θύειν καλόν που ἢ ἔν τισιν (ἐν Τριβαλλοῖς γάρ), οὐχ ἀπλῶς καὶ ἡ νόσος ἀγαθὸν καὶ κακόν, τὸ μὲν πρὸς τὸν ἐπιεικῆ, τὸ δὲ πρὸς τὸν κακοῦργον.

Καὶ ἔτι οἱ τοιοίδε λόγοι τοῦτ᾿ ἔχουσιν. ῾ἆρ᾿ ἆρ᾿ ἐνδέχεται τὸ μὴ ὂν εἶναι;᾿ οὗ. τί δέ, οὐ δοξαστόν ἐστιν; ἔστιν ἄρα τὸ μὴ ὄν.᾿ ὁμοίως δὲ καὶ τὸ ὂν οὐκ ἔσται· οὐ γάρ ἐστί τι τῶν ὄντων. ἄμφω δὲ ψευδῆ. οὔτε γὰρ ἀπλῶς ὂν τὸ μὴ ὄν, ἀλλ’ ὡς δοξαστὸν τῷ ὄντι προσήρτηται, οὔτ’ εἰ μὴ βοῦς ἢ ἵππος ἢ ἄλλο τι τῶν εἰδῶν, αὐτὸ τὸ ὂν ἤδη καὶ ἀπλῶς οὐκ ὄν, ἀλλὰ πῆ. πάλιν ῾ἆρ᾿ ἐνδέχεται τὸν αὐτὸν ἅμα ἐπιορκεῖν καὶ εὐορκεῖν;᾿ οὔ. ῾τί δέ; ὁ ὀμόσας ἐπιορκήσειν καὶ ἐπιορκήσας οὐκ εὐώρκησεν;᾿ ὡσαύτως ῾ἆρ᾿ ἐνδέχεται τὸν αὐτὸν ἅμα πείθεσθαι καὶ ἀπειθεῖν;᾿ ἀλλ᾿ οὔτε ἀπλῶς ὁ ἐπιορκῶν εὐορκεῖ, ἀλλὰ κατά τι καὶ πὴ, οὐδ’ ὁ ἀπειθῶν πείθεται ἀλλὰ τὶ πείθεται. ὅμοιος δὲ ὁ λόγος καὶ περὶ τοῦ ψεύδεσθαι τὸν αὐτὸν ἅμα καὶ ἀληθεύειν, οἷον ὁ Δίων λέγει τὸν ὀφθαλμὸν καὶ λευκὸν καὶ μέλανα, τοῦτο δὲ καὶ ψευδὲς καὶ ἀληθές· οὔτε γὰρ ἅπας λευκὸς οὔθ’ ἅπας μέλας. πάλιν ῾ ἐγὼ ψευδόμενος λέγω ἀλη|θῆ λόγον, ὅτι ἐγὼ ψεύδομαι·’ ἅμα γάρ, εἰ καὶ μὴ [*](120) πρὸς τὸ αὐτό, καὶ ἀληθεύω καὶ ψεύδομαι. καὶ διὰ τὸ μὴ εἶναι εὐθεώρητον, ποτέρως ἄν τις ἀποδοίη τὸ ἁπλῶς ἀληθεύειν ἢ ψεύδεσθαι, καὶ μάλιστα ἐν οἷς τὰ ἀντικείμενα ὁμοίως ὑπάρχει, ὡς ἐπὶ τοῦ ὀφθαλμοῦ, διελέσθαι δύσκολον φαίνεται. κωλύει δὲ αὐτὸν οὐδὲν ἁπλῶς μὲν εἶναι ψευδῆ, τῆ δὲ ἀληθῆ ἢ τινός, ἢ εἶναι ἀληθῆ τινά, ἀληθῆ δὲ μή. ὁμοίως δὲ ἐπὶ τῶν πρός τι καὶ ποῦ καὶ ποτέ· πάντες γὰρ οἱ τοιοῦτοι λόγοι παρὰ τοῦτο συμβαίνουσιν, οἷον ῾ἆρ᾿ ὑγεία καὶ ὁ πλοῦτος τό τ’ ἐν πόλει δύνασθαι οὐκ ἀγαθά;’ ναί. ῾ ἀλλ᾿ [*](1. 2 διττὸς L, cf. Alex. f. 53: διττὸν MN 5 οὗτος om. MN 7 τῷ ex Alex, addidi οὐ ex Alex, addidi 8 τυγχάνει M 12 καὶ φάσιν om. M 13 ἕτερον LM 18 ὁ νόσος Μ 21 ἐστιν] fort, ὄν L 35 ante ὁμοίως add. μὴ MM)

59
ἔστιν ὅτε οὐ βέλτιον τῷ ἀδίκως πολιτευομένῳ. τὰ αὐτὰ ἄρᾳ ἀγαθὰ καὶ [*](120) κακά.᾿ ἀλλ᾿ οὐ πρὸς τοὺς αὐτούς· οὐδὲν γὰρ κωλύει ἁπλῶς ὂν ἀγαθὸν τῷδε μὴ εἶναι, καὶ τῷδε μὲν ἀλλ᾿ οὐ νῦν, οὐδ᾿ ὧδε. πάλιν ῾ἆρ᾿ ὃ μὴ βούλοιτ᾿ ἄν ὁ φρόνιμος, κακόν;᾿ ναί. ῾ἀποβαλεῖν δ᾿ οὐ βούλεται τὸ ἀγαθόν· κακὸν ἄρα τὸ ἀγαθόν.᾿ ἢ οὐ ταὐτὸν εἰπεῖν τὸ ἀγαθὸν εἶναι κακὸν καὶ τὸ ἀποβαλεῖν τὸ ἀγαθόν· εἰ δὲ μὴ τοῦτο, οὐδὲ τὸ ἀγαθὸν λέγειν κακὸν συλλελόγισται. ὅμοιος δὲ καὶ ὁ τοῦ κλέπτου λόγος τῷ βούλεσθαι τὰ ἀλλότρια λάθρα λαμβάνειν, τὸ δὲ κακόν, ὥστε βούλεταί τις τὸ ἑαυτοῦ κακόν, ὅπερ οὐ δέδοται· πᾶσα γὰρ βούλησις καὶ ἔφεσις ἀγαθοῦ. ἢ οὐχὶ εἰ κακόν ἐστιν ὁ κλέπτης, καὶ τὸ λαβεῖν ἐστι κακόν. οὔκουν τὸ κακὸν βούλεται ἀλλὰ τὸ ἀγαθόν. οὗ γὰρ | ἐφίεταί τις, ὡς ἀγαθοῦ ἐφίεται, κἂν κακὸν ἡ, ὥστε τὸ [*](121) λαβεῖν αὐτῷ ἀγαθόν. καὶ τὸ νοσεῖν μὲν κακόν, ἀποβαλεῖν δὲ νόσον ἀγαθόν. πάλιν ῾πότερον τὸ δίκαιον τοῦ ἀδίκου καὶ τὸ δικαίως τοῦ ἀδίκως αἱρετώτερον;᾿ ναί. ῾ἀλλ᾿ ἀποθανεῖν ἀδίκως αἱρετώτερον ἢ δικαίως. ἀδίκως μὲν γὰρ Σωκράτης τέθνηκε, δικαίως δὲ λῃσταὶ καὶ τυμβωρύχοι· τὸ ἀδίκως ἄρα τοῦ δικαίως καὶ τοῦ δικαίου τὸ ἄδικον αἱρετώτερον.’ ἀλλ’ οὐχὶ εἰ παθεῖν τι ἀδίκως αἱρετόν, καὶ καθάπαξ τὸ ἀδίκως αἱρετώτερον τοῦ δικαίως· ἀλλ’ ἁπλῶς μὲν τὸ δικαίως, τοδὶ μέντοι καὶ πῆ οὐδὲν κωλύει ἀδίκως μᾶλλον ἢ δικαίως. πάλιν ῾ἐπεὶ τὸ δίκαιον τριττόν, φύσει, νόμῳ καὶ τὸ κατὰ κρίσιν προβαῖνον τῶν δικαστῶν, τὸ λαβεῖν τινα ἀλλότρια χρήματα ψήφῳ δικαστῶν δίκαιόν ἐστιν. ἃ γὰρ ἄν τις κρίνοι τῶν δικαστῶν, κἄν ψευδῆ ᾖ, κ·ατὰ δόξαν τὴν αὐτοῦ δίκαιά ἐστι διὰ τὸν Ἀθήνησι νόμον τὸν τὸ δοκοῦν τοῖς δικασταῖς ἡγούμενον κύριον. ἀλλὰ μὴν τοῦτο νόμῳ καὶ φύσει ἄδικον· τὸ αὐτὸ ἄρα δίκαιον καὶ ἄδικον.’ ἢ τὸ ἔχειν τινὰ τὰ ἑαυτοῦ δίκαιον, τὸ δὲ τὰ ἀλλότρια οὐ δίκαιον· κρίσιν μέντοι τοιαύτην εἶναι οὐδὲν κωλύει, οἷον ἂν ᾖ κατὰ δόξαν τοῦ κρίναντος, ὡς εἴρηται. οὐ γὰρ εἰ δίκαιον τοδὶ ἢ ὡδί, καὶ ἀπλῶς δίκαιον. πάλιν ῾ πότερον δεῖ κατακρίνειν τὸν τὰ δίκαια λέγοντα ἢ τὸν τὰ ἄδικα;’ τὸν τὰ ἄδικα. ῾ ἀλλὰ μὴν καὶ τὸν ἀδικούμενον δίκαιόν ἐστιν ἱκανῶς λέγειν ἃ ἔπαθεν, ὕβρεις καὶ πληγάς· ταῦτα δ’ ἦν ἄδικα.’ ἢ οὐδὲν κωλύει λέγειν γε αὐτὰ δίκαιον εἶναι, ἄλλως | δ’ οὕ. οὐ γὰρ εἰ λέγειν δίκαιον, [*](122) ἀνάγκη δίκαια εἶναι, ὥσπερ οὐδ’ εἰ ὠφέλιμον λέγειν καὶ διδάσκειν περὶ νόσων καὶ δηλητηρίων, ἤδη καὶ ταῦτα ὠφέλιμα. ὁμοίως δὲ καὶ ἐπὶ τῶν δικαίων· οὐ γὰρ εἰ ὁ ὑβρίσας λέγει μὴ ὑβρικέναι, τοῦτο δὲ δίκαιον, ἀνάγκη αὐτὸν καὶ δίκαια λέγειν ψευδόμενον. ὥστ’ οὐδ’ ὁ παθὼν εἰ λέγων ἃ ἔπαθεν ἄδικα νικᾷ, ἤδη καὶ πᾶς ὁ ἄδικα λέγων νικᾷ· λέγει γὰρ ἃ λέγειν ἐστὶ δίκαια, δὲ καὶ παθεῖν ἄδικα.

26. Τοῖς δὲ παρὰ τὸν ὁρισμὸν γινομένοις τοῦ ἐλέγχου, καθάπερ ὑπεγράφη πρότερον, ἀπαντητέον σκοποῦσι τὸ συμπέρασμα τὸ πρὸς τὴν ἀντίφασιν, ὅπως ἔσται, εἰ κατὰ τὸ αὐτὸ καὶ ὡσαύτως καὶ ἐν τῷ αὐτῷ [*](1 τῷ] τὸ N πολιτευομένων N 3 τῷ δὲ μὴ L 6. 7 συλλελογίσθαι pr. L 9 ante οὐχὶ add. οὐ M 10 οὔκουν] οὐκ ὁ αὐτὸ M 14. 15 ὁ Σωκράτης M 21 κρίνη MN 22 δίκαιόν ἐστι ΜΝ 26 οὐ γὰρ] οὐδέ M 39 τὰ αὐτὰ MN)

60
χρόνῳ. ἐὰν γὰρ ἐν ἀρχῇ σέ τις προσέρηται, ἆρά γε ἀδύνατον τὸ αὐτὸ [*](122) εἶναι διπλάσιον καὶ μὴ διπλάσιον;᾿ οὐχ ὁμολογητέον ὡς ἀδύνατον, ἀλλὰ συνθετέον, μὴ μέντοι ὡδὶ μηδὲ πρὸς τὸ αὐτό τοῦτο γάρ ἐστιν ὁ κυρίως ἔλεγχος, ὅπερ εὐλαβητέον), ἀλλὰ πρὸς ἄλλο καὶ ἄλλο· εἰσὶ δὲ πάντες οἵδ’ οἱ λόγοι παρὰ τὸ τοιοῦτον εἶδος τῶν παραλογισμῶν· ῾ἆρ᾿ ὁ εἰδὼς ἕκαστον ὅτι ἕκαστον οἶδε τὸ πρᾶγμα, καὶ ὁ ἀγνοῶν ὡσαύτως;᾿ ναί. ῾εἰδὼς δέ τις τὸν Κορίσκον ὅτι Κορίσκος, ἀγνοεῖ ὅτι μουσικός· ὥστε τὸ αὐτὸ ἐπί|σταται [*](123) καὶ ἀγνοεῖ.᾿ ἀλλ’ οὐ κατὰ ταὐτό. πάλιν ῾ ἆρα τὸ τετράπηχυ τοῦ τριπήχεος μεῖζον;᾿ ναί. ῾γένοιτο δ’ ἄν τι ἐκ τριπήχεος τετράπηχυ κατὰ τὸ μῆκος· τὸ δὲ μεῖζον ἐλάττονος μεῖζον· αὐτὸ ἄρα αὐτοῦ κατὰ ταὐτὸ μεῖζον καὶ ἔλαττον.᾿ ἀλλ’ οὐχ ἅμα οὐδ’ ὡσαύτως, ἀλλὰ τὸ μὲν δυνάμει τὸ δὲ ἐνεργείᾳ.

27. τοὺς δὲ παρὰ τὸ αἰτεῖσθαι καὶ λαμβάνειν τὸ ἐν ἀρχῇ πυνθανομένω μέν, ἂν ᾖ δῆλον, οὐ δοτέον, οὐδ’ ἄν ἔνδοξον ᾖ, λέγοντα τἀληθές, οἷον εἰ δέοι λαβεῖν ἄψυχόν τι ζῶον καὶ ἐρωτᾷ, εἰ τὸ βιβλίον διδάσκει, οὐ δεῖ σε συγχωρεῖν τὴν ἀρχήν· λαβὼν γὰρ συμπερανεῖ, εἴπερ τὸ διδάσκον ἔμψυχον καὶ ἄνθρωπος· ἢ ἡ ψυχὴ ἀθάνατος, ὅτι ἄφθαρτος. ἀλλ’ εἰ μὲν ᾖ δῆλον, οὕτως ἀποκρίνεσθαι χρή· ἄν δὲ λαβὼν τὸ ἐν ἀρχῇ συλλογίσηται τὴν ἀντίφασιν διὰ τὴν μοχθηρίαν τῶν τοιούτων λόγων, εἰς τὸν ἐρωτῶντα μεταστρεπτέον τὴν μέμψιν ὡς οὐ καλῶς διειλεγμένον· ὁ γὰρ ἔλεγχος ἄνευ τοῦ ἐξ ἀρχῆς. ἔτι ῥητέον ὡς δέδοται οὐχ ὡς τούτῳ χρησομένου, ἀλλ᾿ ὡς πρὸς τοῦτο συλλογιουμένου τοὐναντίον ἢ ἐπὶ τῶν παρεξελέγχων ἔχει.

28. Καὶ τοὺς διὰ τοῦ παρεπομένου συμβιβάζοντας ἐπ’ αὐτοῦ τοῦ λόγου δεικτέον, ὡς παρὰ τὸ τὰ μὴ ἀντιστρέφοντα ὡς ἀντιστρέφοντα λαμβάνειν τὸ σόφισμα προβέβηκεν· οὐ γὰρ εἰ τόδε τῷδε ἕπεται, καὶ τῷδε τόδε ἕπεσθαι ἀνάγκη. ἔστι δὲ διττὴ τῶν ἑπομένων ἡ ἀκολούθησις. ἢ [*](124) γὰρ ὡς ἐν τῷ μέρει τὸ καθόλου, οἷον ἀνθρώπῳ ζῶον, ἢ κατὰ τὰς ἀντιθέσεις, ὡς εἴρηται· εἰ γὰρ τόδε ·τῷδε ἀκολουθεῖ, καὶ τῷ ἀντικειμένῳ τὸ ἀντικείμενον, οἷον εἰ τὸ πῦρ θερμόν, τὸ μὴ θερμὸν οὐδὲ πῦρ. παρ᾿ ὃ καὶ τὸν τοῦ Μελίσσου λόγον εὐθύνομεν ἁμαρτάνοντα· εἰ γὰρ τὸ γεγονὸς ἔχει ἀρχήν, φησί, τὸ ἀγένητον οὐχ ἕξει· ὥστ’ εἰ ἀγένητος ὁ οὐρανός, καὶ ἄπειρος. τὸ δ’ οὐκ ἔστιν· ἀνάπαλιν γὰρ ἐχρῆν οὑτωσί πως ‘εἰ τὸ γεγονὸς ἀρχὴν ἔχει, τὸ μὴ ἀρχὴν ἔχον οὐδὲ γέγονεν.᾿

29. Ὅσοι τε παρὰ τὸ προστιθέναι τι συλλογίζονται, οὓς καὶ μὴ παρὰ τοῦτο προσονομάζομεν, σκοπεῖν δεῖ εἰ ἀφαιρουμένου συμβαίνει μηδὲν ἧττον τὸ ἀδύνατον, κἄπειτα τοῦτο ἐμφανιστέον καὶ λεκτέον, ὡς ἔδωκα οὐχ ὡς δοκοῦν ἀλλ’ ὡς πρὸς τὸν λόγον καὶ τῷ μὴ δόξαι δυσκολαίνειν, καὶ πρὸς τούτοις οὐδὲ συντελεῖ τι πρὸς τὸν λόγον· οὐ γὰρ παρὰ τοῦτο ὁ ἔλεγχος.

[*](1 γὰρ ex δὲ corr. M 6 ὅτι ἕκαστον om. M 10 αὐτοῦ] sic LN, cf. 10,32 15 δέει L βυβλίον MN 18 εἴη MN 21 χρησομένῳ M 22 προεξελέγχων M 25 τῷδε (post καὶ) om. M 25. 26 τόδε τῶδε N 26 ἕπεσθαι ex ἕπεται corr. L 27 ἐν τῷ] sic libri: τῷ ἐν Aristoteles ἀνθρώπων M 28 τῳ ex τὸ corr. L 32 ἀνάπαλιν repetit N οὕτω δι’ πως L)
61

30. Πρὸς δὲ τοὺς τὰ πλείω ἐρωτήματα ἓν ποιοῦντας εὐθὺς ἐν ἀρχῇ [*](124) πλείω καθ’ ἑνὸς οὔτε ἓν κατὰ πολλῶν ἀλλ’ ἓν καθ’ ἑνὸς φατέον ἢ ἀποφατέον, ὥσπερ δὴ καὶ ἐπὶ τῶν ὁμωνύμων ἐσημειούμεθα. καίτοι κἀκεῖ ποτὲ ἀμφοῖν ποτὲ δ’ οὐδετέρῳ ὑπῆρχε· τὸ μὲν γὰρ ἐπὶ Τροίαν στρατεῦσαι καὶ ἀμφοτέροις τοῖς Αἴασι, τὸ δὲ μονομαχῆσαι Θερσίτῃ οὐδενί· ὥστε | συμβαίη κἀνταῦθα πολλάκις καὶ μὴ ἁπλοῦ ὄντος τοῦ ἐρωτήματος τοῖς ἁπλῶς [*](125) ἀποκρινομένοις μηδὲν ἀπαντᾶν ἐκ τοῦ παραυτίκα ὑπεναντίωμα, καίπερ ἄλλως ἐκκλίνουσι τὴν παράδοσιν καὶ τὰ προδιωρισμένα ἡμῖν. ὅταν μὲν γὰρ ἢ ἓν κατὰ πολλῶν ἢ πολλὰ καθ’ ἑνὸς ἀληθῶς ἔστι κατηγορεῖν, τῷ ἁπλῶς δόντι τὸ ναὶ ἢ τὸ οὒ ὁ λόγος εὐώδωται (οὐ γὰρ ἐλέγχεται τό γε), πλὴν ὅσον διαλεκτικῶς· ὅταν δὲ τὸ κατὰ πολλῶν ἓν τῷ μὲν ὑπάρχῃ τῷ δὲ μή, ἢ πλείω κατὰ πλειόνων, καὶ τὰ μὲν τοῖσδε τὰ δὲ τοῖσδε, ἀμφότερα δὲ ἀμφοτέροις οὐχ ὑπάρχῃ, τότε δὴ εὐλαβητέον τὴν προχείρως ἀπόκρισιν καὶ τὴν ἀπλῶς καὶ ἀνενδοίαστον· τοῦ ναὶ ἢ τοῦ οὒ πρόεσιν. παραδείγματα δὲ οἱ τοιοίδε λόγοι· τὸ γὰρ μονομαχῆσαι τῷ μὲν τῶν Αἰάντων τῷ δ’ οὔ· καὶ τὸ μέν ἐστιν ἀγαθὸν τὸ δὲ κακόν, οἷον ἀνδρεία καὶ δειλία· τῷ ἐρωτῶντι πότερον ἡ ἀνδρεία καὶ δειλία ἀγαθὸν ἢ κακόν, καὶ ἄμφω δοῦναι ἀληθὲς καὶ οὐδέτερον· τὸ ἓν δὲ κατ’ ἀμφοτέρων ἢ τὰ δύο καθ’ ἑνὸς καταφῆσαι ἢ ἀποφῆσαι ψεῦδος· οὐ γάρ ἐστιν ἑκατέρου ἑκάτερον, οὐδὲ ἡ ἀνδρεία τῇ δειλίᾳ ταὐτίζεται, ἵν’ ἀπλοῦν ᾖ τὸ ἀγαθὸν ἢ κακὸν εἰσάπαξ καταφασκόμενον ἢ ἀποφασκόμενον. νυνὶ δὲ τῷ ἕτερα εἶναι, ὡς περὶ ἑνὸς δὲ κατηγορεῖν τὰ διάφορα τὸ ἄτοπον ἕπεται· τὸ γὰρ αὐτὸ ἀγαθὸν καὶ κακὸν γίνεται καὶ αὖ οὔτ’ ἀγαθὸν οὔτε κακὸν τῇ μεταμείψει τῶν κατηγορημάτων καὶ περιχωφήσει πρὸς ἄλληλα. ἔτι ἐπεὶ ἕκαστον τῶν ὄντων αὐτὸ ἑαυτῷ ταὐτόν, [*](120) ἄλλου δὲ ἕτερον, ἡ ἀνδρεία αὐτὴ ἑαυτῇ ταὐτὸν οὖσα ἔσται καὶ ἕτερον ἑαυτῆς, εἴπερ καὶ ἀγαθὸν καὶ κακὸν κατὰ τὴν ὑπόθεσιν, ταῦτα δὲ ἀλλήλων ἕτερα. ὁ αὐτὸς δὲ λόγος καὶ περὶ δειλίας. ἔτι εἰ τὸ μὲν ἀγαθὸν κακὸν οὐ γίνεται σῶζον τὴν φύσιν, οὔτ’ αὖ τὸ ἔμπαλιν, ἐνταῦθα δὲ τὸ κακὸν καὶ ἀγαθόν ἐστι, δύο τὸ ἓν γένοιτ’ ἄν· ἡ γὰρ δειλία κακὸν καὶ ἀγαθόν, τὸ μὲν τῇ φύσει τὸ δὲ τῇ κατηγορίᾳ. καὶ ἐπ’ ἀνδρείας ὁμοίως πλὴν άντικειμένως. διπλᾶ γοῦν ἀνθ’ ἁπλῶν ἀμφότερα ἔσται. ἔτι εἰ περὶ δύο μεγεθῶν ἀνίσων ὁ λόγος εἴη, ἐρωτῴη δέ τις πότερον τὸ δίπηχυ καὶ τὸ τρίπηχυ ἴσα ἐστὶν ἢ ἄνισα, τῷ ἁπλῶς δόντι τὸ τῆς ἀντιφάσεως ἕτερον συμβαίνει ἐξ ἀνάγκης ψεύδεσθαι· ἴσα <γὰρ> ταυτὶ καὶ ἄνισα, τὸ μὲν ἑαυιοῖς τὸ δὲ πρὸς ἄλληλα.

Ἐμπεσοῦνται μέντοι τὰ εἰρημένα, εἴ τις προσβιβάζει, καὶ εἰς ἑτέρας λύσεις. ἕλξοι γὰρ ἄν τις καὶ πρὸς τὴν ἀμφιβολίαν, καὶ κατὰ τὰς ἐκεῖ διορθώσεις ἐξετασθήσονται· τὸ γὰρ ἄμφω καὶ τὸ ἅπαντα ἴσως πλείω σημαίνει. οὔκουν οὐδὲ ἐν τούτοις τὸ αὐτὸ συμβαίνει φῆσαι καὶ ἀποφῆσαι [*](5 οὐτέρω N 6 οὐδενί] sic libri 7 συμβαίη ἂν M: συμβαίοι ἄν N 8 ἀπατᾶν M 11 τόγε — οὐ om. MN 15 ἀνενδοιάστως ΜΝ πρόρρησιν ΜΝ 17. 18 ἀνδρία ΜΝ 23 τὸ δὲ M 34 τὸ ἁπλῶς L 35 γὰρ addidi 36 προβιβάζει M οὐδὲ] δὲ L)

62
πρᾶγμα, ἀλλὰ μόνον ὄνομα· τοῦτο δ’ οὐκ ἦν ἔλεγχος. καὶ φανερὸν ὅτι [*](126) μὴ μιᾶς ἐρωτήσεως τῶν πλειόνων γινομένων ἀλλ’ ἓν καθ’ ἑνὸς φάντος ἡ ἀποφάντος οὐκ ἔσται τι ἀδύνατον.

31. Καὶ τὰ μὲν περὶ τῶν ἐλέγχων πεπέρανται, καὶ περὶ τοῦ παράδοξα λέγειν ἱκανῶς ἐν τοῖς | οἰκείοις εἴρηται τόποις· περὶ δὲ τῶν ἀπαγόντων [*](127) εἰς τὸ τὸ αὐτὸ πολλάκις λέγειν, ὃ καὶ ἀδολεσχεῖν ἐκαλοῦμεν καὶ τρίτον εἶδος τῆς σοφιστικῆς πραγματείας ἐτίθεμεν. φανερὸν ὅπως λυτέον. ἐπεὶ γὰρ ὡς ἐπὶ πολὺ ἀπὸ τῶν πρός τι προὔβαινεν, οὐ δοτέον τῶν πρός τι λεγομένων αὐτὸ καθ’ αὑτὸ σημαίνειν τι ἐνεργείᾳ ἄνευ τοῦ συζύγου καὶ πρὸς ὃ λέγεται, ὥσπερ εἴρηται, οὐδ’ ὅλως τὰς κατηγορίας χωριζομένας καθ’ αὑτάς· τὸ μὲν γὰρ λέγειν διπλάσιον ἡμίσεος καὶ λέξει καὶ νοήματι τέλειον, τὸ δ’ ἁπλῶς διπλάσιον οὐδὲν σημαίνει. εἰ γὰρ καὶ ἐμφαίνεταί πως συνεπινοούμενον ἐν τῷ διπλασίῳ τὸ ἥμισυ, ἀλλ’ οὖν οὐχ ὅμοιον τό τε κεῖσθαι ἐνεργείᾳ καὶ τὸ νοεῖσθαι δυνάμει. καὶ γὰρ τὰ δέκα ἐν τοῖς ἑνὸς δέουσι δέκα ἐμφαίνεται καὶ συνεπινοεῖται καὶ τὸ ποιῆσαι ἐν τῷ μὴ ποιῆσαι καὶ ὅλως ἐν τῇ ἀποφάσει ἡ φάσις· ἀλλ’ ὅμως οὔτε τὰ ἐννέα δέκα ἢ ὅλως τὰ οὐ δέκα δέκα, ὥσπερ οὐδ’ οὐκ ἄνθρωπος ἄνθρωπος, ἢ λευκὸν τὸ μὴ λευκόν, κἄνπερ αἰ ἕξεις ἐν ταῖς στερήσεσι καὶ αἱ καταφάσεις ἐν ταῖς ἀποφάσεσιν· οὔτε τὸ διπλάσιον ἕξει καθάπαξ καὶ τὸ ἥμισυ, ὡς μηδὲν διαφέρειν προσκεῖσθαι ἢ ἐλλείπειν, ἀλλὰ διοίσει τῷ παντὶ καὶ τῷ ὅλῳ. οὐδὲν γὰρ ἴσως αὐτὸ καθ’ αὑτὸ σημαίνει, ὥσπερ οὐδὲ τὸ ἥμισυ κεχωρισμένον. εἰ δ’ ἄρα τι καὶ σημαίνει ἑκάτερον ἰδίως, ἀλλ’ οὐ ταὐτόν, ὥσπερ ὅταν ᾖ συνημμένον· ὡς γὰρ ἡ ἐπιστήμη πρός τι οὖσα οὐ σημαίνεται ἐν τῷ | εἴδει μὴ προσκειμένη, [*](128) οἷον ἐν τῇ ἰατρικῇ καίτοι τὰ γένη ἐν τοῖς εἴδεσιν εἶναι δοκεῖ), τῷ τὴν μὲν τινὸς λέγεσθαι τοῦ γὰρ ἐπιστητοῦ), τὰς δὲ κατὰ μέρος οὔ, οὕτω τοι καὶ ὁ διπλάσιον εἰπὼν ἢ μεῖζον ἢ μέγα ἢ ἕτερόν τι τῶν πρός τι οὐ λέγει καὶ τὸ ἀντικείμενον ἀποχρώντως. καὶ τὴν μὲν φαινομένην ἐκ τῶν πρός τι ἀδολεσχίαν οὕτω λύσομεν· τὴν δὲ ἐφ’ ὧν τὸ ὑποκείμενον εἰς τὸν ὁρισμὸν τοῦ κατηγορουμένου λαμβάνεται, ὥσπερ λέγομεν σιμότης κοιλότης ἐν ῥινί, τοῦτο λεκτέον ὡς οὐ τὸ αὐτὸ σημαίνει κἀνταῦθα χωρὶς λεγόμενον καὶ ἐν τῷ λόγῳ. τὸ γὰρ κοῖλον κοινῇ μὲν καὶ ἀδιορίστως οὐ μᾶλλον τὸ σιμὸν ἢ τὸ ῥαιβὸν δηλοῖ, προστιθέμενον δὲ τῇ ῥινὶ ἢ τῷ σκέλει οὐδὲν κωλύει ὡρισμένως τὸ σιμὸν σημαίνειν ἢ τὸ ῥαιβόν, καὶ διαφέρει οὐδὲν ῥὶς εἰπεῖν σιμὴ ἢ κοίλη. ἔτι οὐ δοτέον τὴν λέξιν κατ’ εὐθύ· ψεῦδος γὰρ τῷ μὴ εἶναι τὸ σιμὸν ῥῖνα κοίλην, ἀλλὰ ῥινὸς τοδὶ οἷον πάθος, ὥστε οὐδὲν ἄτοπον εἰ ἡ ῥὶς σιμὴ ῥίς ἐστιν ἔχουσα κοιλότητα ῥινός· οὐ γὰρ δὶς τὸ αὐτὸ κατὰ ταὐτὸ λέγει.

32. Περὶ δὲ τῶν σολοικισμῶν παρ’ ὅ τι μὲν φαίνονται συμβαίνειν, εἴπομεν πρότερον· παρὰ γὰρ τὸ τόδε καὶ τοῦτο· ταῦτα γὰρ κἄν ἐπ’ εὐθείας [*](2 μὴ om. pr. N post μιᾶς add. ὑποθέσεως μᾶλλον rursusque expungit N 2. 3 ἡ ἀποφάντος om. M 6 alterum τὸ om. L 7. 8 ἐπεὶ δὲ M 10 ὅλος N 11 μὲν om. MN 13 τῶ ἥμισυ L ἀλλ’ οὖ N 15 ἐν (ante τῇ) om. MN 17 ante οὐκ add. ὁ N 19 καθάπαξ scripsi: καθάπερ libri 25 τὴν] τἀς MN 28 λύσωμεν M 37 λέγειν N)

63
καὶ αἰτιατικῆς ὁμοίως ληφθείη. ὡς δὲ λυτέον, ἐπ’ αὐτῶν τῶν λόγων ἔσται [*](128) φανερόν. ἅπαντες γὰρ οἱ τοιοίδε λόγοι τοῦτο βούλονται κατασκευάζειν· εὐθεῖαν γὰρ ἐν ταῖς προτάσεσι δόντες αἰτιατικὴν ἐπάγουσιν ἐν τῷ συμπεράσματι ἢ τὸ ἀνάπαλιν, καὶ πρὸς τὸ λαθεῖν ὡς κἀν τοῖς ἄλλοις τῇ [*](129) μεταξυλογίᾳ χρῶνται. οἷον ῾πότερον ὃ λέγεις ἀληθῶς, καὶ ἔστι τοῦτο ἀληθῶς;᾿ ναί. ῾φῂς δὲ εἶναί τι λίθον· ἔστιν ἄρα λίθον.᾿ ἢ τὸ λέγειν λίθον οὐκ ἔστι λέγειν ὃ καὶ ἐπ’ εὐθείας, ἀλλ’ ὅν, οὐδὲ τοῦτο οὐδετέρως ἀλλὰ τοῦτον ἀρρενικῶς. εἰ δὲ μὴ διὰ μακροῦ τὴν ἀπόδοσιν ἐποιεῖτο, ἀλλ’ ἐκ τοῦ σύνεγγυς, οὐκ ἄν ἔλαθε σολοικίσας, οἷον εἰ οὕτως ἤρετο ᾿ ἆρ᾿ ἀρ’ ὅπερ ἀληθῶς λέγεις, ἔστι τοῦτον;᾿ οὐκ ἄν τις ἔδωκε διὰ τὸ εὐφώρατον· πρόδηλον γὰρ ὡς οὐχ ἑλληνίζει οὕτω λέγων, ὥσπερ κἄν εἴ τις ἔροιτο ῾ ἆρ᾿ ἣν λέγεις εἶναι, φύσιν τυχόν, ἔστιν οὗτος; ξύλον δέ ἐστιν οὗτος· ἔστιν ἄρα ξύλον ταύτην.᾿ καταφανὴς γὰρ ὁ σολοικισμὸς ἐνταῦθα τῇ τε ἐγγύτητι καὶ τῇ τῶν γενῶν ὑπαλλαγῇ καὶ τῶν πτώσεων· ὤφειλε γὰρ εἰπεῖν ῾ ἔστιν ἄρα ξύλον αὕτη.᾿ ἐπὶ μὲν οὖν τῶν ἀρσενικῶν καὶ θηλυκῶν πάμπολυ διέστηκε τὸ ὃ τοῦ αὕτη ἢ οὗτος, ὁμοίως δὲ καὶ τὸ τοῦτο· ἐπὶ δὲ τῶν οὐδετέρων καὶ ὅσα μήτε θῆλυ μήτε ἄρρεν σημαίνει, οὐδὲν διαφέρει. διὸ καὶ οὐ γίνεται σολοικισμὸς ἐνταῦθα διὰ τὸ ὁμοίως ἐπ’ εὐθείας καὶ αἰτιατικῆς ἐκφέρεσθαι· οἷον εἰ ἔροιτό τις ῾ἆρ᾿ ὃ λέγεις εἶναι ἔστι τοῦτο;᾿ ναί. ῾ξύλον δὲ λέγεις εἶναι· ἔστιν ἄρα ξύλον᾿ οὐδὲν ἀπαντήσει δυσχερές. καὶ αὖθις ῾ἆρ᾿ οὗτός ἐστιν αὕτη;’ ἤγουν ἡ φαινομένη θέα ὅδε ἐστίν.) ναί. ῾τί τί δέ; οὐχ οὗτός ἐστι Κορίσκος;’ εἶτα συμπεραίνει ‘ἄρα οὗτος αὕτη᾿ · οὐ συλλελόγισται τὸν σολοικι|σμόν· ἄμφω γὰρ εὐθεῖαι. οὐδ’ εἰ τὸ Κορίσκος σημαίνει ὅπερ αὕτη, [*](130) μὴ δίδωσι δὲ ἀποκρινόμενος, οὐ συλλελόγισται τὸν σολοικισμόν, ἀλλὰ δεῖ ἐρωτῆσαι τὸν ἀποκρινόμενον· καὶ εἰ δίδωσι, οὐ λέγεται δέ, γίνεται μὲν σολοικισμός, ἀλλ’ οὐχ ἁπλῶς ἀλλὰ πρὸς τὸν ἀποκρινόμενον· εἰ δὲ μήτ’ ἐστὶ μήτε δίδωσιν, οὐ συλλελόγισται οὔτε τῷ ὄντι οὔτε πρὸς τὸν ἐρωτώμενον. ὁμοίως οὖν δοκεῖ κἀκεῖ προσερωτηθῆναι, εἰ δίδωσι τὸν λίθον σημαίνειν οὗτος. εἰ δ’ οὖν, οὐ λεκτέον τὸ συμπέρασμα, ὡς ἄρα οὗτός ἐστι λίθον. φαίνεται μέντοι τὸ ῾ οὗτος ἄρα αὕτη᾿ μὴ σολοικισμὸς εἶναι διὰ τὸ τὴν ἀνόμοιον τῷ γένει πτῶσιν τοῦ ὀνόματος ὁμοίαν φαίνεσθαι· ἄμφω γὰρ εὐθεῖαι. ὅμοια τοῖς εἰρημένοις κἀκεῖνά ἐστιν ῾ ἆρα ἀληθὲς εἰπεῖν ὅτι ἔστιν αὕτη, ὅπερ εἶναι φῄς αὐτήν; εἶναι δὲ φῄς ἀσπίδα· ἔστιν ἄρα αὕτη ἀσπίδα.᾿ ἢ οὐκ ἀνάγκη οὕτω, εἰ μὴ ὁ ἐρωτώμενος τὸ αὕτη ἀσπίδα σημαίνειν, ἀλλὰ μὴ ἀσπὶς δέδωκεν. πάλιν ῾ ἆρ᾿ ὃ φὴς εἶναι τοῦτον, ἔστιν οὗτος; φῄς δὲ εἶναι Κλέωνα· ἔστιν ἄρα οὗτος Κλέωνα.᾿ οὐδὲ τοῦτο καλῶς· εἴρηκα γὰρ ῾ὅ φημι εἶναι τοῦτον, ἔστιν οὗτος᾿ , ἀλλ’ οὐ τοῦτον· οὐ γὰρ ἐξελληνίζει οὕτω τὸ ἐρώτημα λεχθέν ῾ἔστι τοῦτον᾿. ἔτι ῾πότερον ἐπίστασαι τοῦτο; τοῦτο δέ ἐστι λίθος· ἐπίστασαι ἄρα λίθος.᾿ ἢ ἐν μὲν τῷ πρώτῳ τοῦτον, ἐν δὲ τῷ [*](6 ἢ τὸν N 7 λέγειν ὃ] ὅς MN 10 ἔστι τοῦτ’ M 12 έστιν οὗτος] αὕτη superscr. L 15 ἐπὶ] ἐπεὶ N θυληκῶν N 19 ναί om. MN 22 συμπερανεῖ MN 25 οὐ λέγεται δέ marg. L Alex. f. 59: om. MN 35 εἶναι τοῦτο M 30 οὗτος om. MN 37 οὐ γὰρ] οὐδὲ MN)
64
ὑστέρῳ οὗτος ἐκδέδοται. πάλιν ῾ ἆρ᾿ οὗ ἐπισ·τήμ·ην ἔχεις, ἐπίστασαι τοῦτο; [*](130) ἐπιστήμην δὲ ἔχεις λίθου, ἐπίστασαι ἄρα λίθου.’ | ἢ τὸ μὲν οὗ λίθου λέγει; [*](131) τὸ δὲ τοῦτο λίθον· ἐδόθη δ’ οὗ ἐπιστήμην ἔχεις, ἐπίστασαι οὐ τούτου ἀλλὰ ἑ ἑ τοῦτον. ὥστε οὐ τοῦ λίθου ἀλλὰ τὸν λίθον.

Ὅτι μὲν οὖν οἱ τοιοῦτοι τῶν λόγων οὐ συλλογίζονται σολοικισμόν, ἀλλὰ φαίνονται, καὶ διὰ τί φαίνονται καὶ πῶς ἀπαντητέον πρὸς αὐτούς, φανερὸν ἐκ τῶν εἰρημένων· ἣν γὰρ ἐν τοῖς κατὰ μέρος σολοικοφανέσι λύσιν ἐπήγομεν, ταύτῃ καὶ κοινῶς χρῆσθαι παρεγγυώμεθα.

33. Δεῖ δὲ κατανοεῖν ὅτι πάντων τῶν σοφιστικῶν λόγων οἱ μέν εἰσι ῥᾴους κατιδεῖν παρὰ τί καὶ ἐν τίνι εἴδει τῶν παραδεδομένων τρόπων παραλογίζονται τὸν ἀκούοντα, οἱ δὲ χαλεπώτεροι τοῦτο μαθεῖν, καὶ ταῦτα πολλάκις ὄντες οἱ αὐτοὶ ἐκείνοις. τὸ γὰρ παρὰ τὸ αὐτὸ εἶδος τυχὸν τῆς ὁμωνυμίας τοὺς μὲν εὐχερὲς καὶ φωρᾶσαι καὶ λῦσαι τοὺς δὲ οὔ. καλοῦμεν δὲ λόγους τοὺς αὐτοὺς τοὺς ὑφ’ ἓν εἶδος πίπτοντας. ἔτι ὁ αὐτὸς λόγος τοῖς μὲν ἐν τοῖς παρὰ τὴν λέξιν σοφίσμασι, τοῖς δὲ ἐν τοῖς ἐκτός, ἄλλοις δὲ παρ’ ἕτερόν τι δόξειεν εἶναι, τῷ μὴ τὸ συμπέρασμα ὁμοίως εἶναι δῆλον. ὥσπερ οὖν ἐν τοῖς παρὰ τὴν ὁμωνυμίαν τὰ μὲν καὶ τοῖς τυχοῦσίν ἐστι δῆλα, τὰ δὲ καὶ τοὺς ἐμπειροτέρους διαλανθάνει, καὶ ἐν τούτοις. ἐκεῖ γὰρ οἱ λόγοι σχεδὸν οἱ γελοῖοι πάντες εἰσὶ παρὰ τὴν λέξιν, οἷον ῾ ἀνὴρ ἐφέρετο κατὰ κλίμακος δίφρον·’ ὁμώνυμον γὰρ τὸ ἐφέρε|το ἢ ὅτι ἐκομίζετο ἐπὶ [*](132) δίφρον ἢ ὅτι ἅρμα ἤλαυνεν. ἄγεται δὲ τοῦτο καὶ πρὸς τὴν ὁμοιοσχημοσύνην, τισὶ δὲ καὶ πρὸς τὴν ἀμφιβολίαν. καὶ πάλιν ᾿ ὅπου ὅπου στέλλεσθε; πρὸς τὴν κεραίαν.’ τὸ δὲ στέλλεσθαι πέμπεσθαί ἐστι· πρὸς τὴν κεραίαν ἄρα πέμπεσθε. διττὸν γὰρ τὸ στέλλεσθαι τό τε πέμπεσθαι καὶ τὸ συνάγειν τό ἱστίον χαλώμενον ἐπὶ τὴν κεραίαν. πάλιν ‘ποτέρα τῶν βοῶν ἔμπροσθεν τέξεται; οὐδετέρα, ἀλλ’ ὄπισθεν ἄμφω.’ καὶ ῾ καθαρὸς ὁ βορέας; οὐ δῆτα· ἀπέκτεινε γὰρ τὸν πτωχὸν καὶ τὸν ὠνούμενον.’ τό τε γὰρ ἔμπροσθεν καὶ ἐπὶ τοῦ χρόνου καὶ ἐπὶ τοῦ μέρους τοῦ σώματος λέγεται, καὶ καθαρὸν τόν τε ὑγιεινὸν καὶ τὸν ἀμόλυντον λέγομεν. καὶ ῾ ἆρ᾿ Εὔαρχος οὗτος; οὐ δῆτα, ἀλλ’ Ἀπολλωνίδης·’ τόν τε γὰρ εὖ ἄρχοντα εὔαρχον ἔλεγον καὶ τὸν Ἀπολλωνίδην. τὸν αὐτὸν δὲ τρόπον καὶ τῶν ἄλλων σχεδὸν οἱ πλεῖστσι. σημεῖον δὲ τούτων καὶ ὡς λανθάνουσι καὶ τοὺς ἐπιστήμονας τῶν παρὰ τὴν ὁμωνυμίαν τινές, ὅτι μάχονται πολλάκις περὶ τῶν ὀνομάτων, οἷον πότερον ταὐτὸ σημαίνει κατὰ πάντων τὸ ὂν καὶ τὸ ἓν ἢ ἕτερον. τοῖς μὲν γὰρ δοκεῖ ταὐτὸ σημαίνειν ἄμφω, οἱ δὲ τὸν Ζήνωνος λόγον καὶ Παρμενίδου λύουσι διὰ τὸ πολλαχῶς φάναι τὸ ὂν λέγεσθαι καὶ τὸ ἕν. οὐ μόνον οὖν ἐπὶ τῶν ὁμωνύμων τοῦτο συμβαίνει, ὡς εἴρηται, ἀλλὰ καὶ ἐφ’ ἑκάστου τῶν ἄλλων· οἱ μὲν γὰρ ἔσονται ῥᾴους ἰδεῖν οἱ δὲ χαλεπώτεροι τῶν λόγων, καὶ λαβεῖν [*](2 ἔχεις λίθον M ἄρα λίθον LM ἣ] ἦ L 4 lacunam indicavi: ἀλλὰ τοῦτο, τὸ δὲ τοῦτο ὡς ἴσον τῷ τοῦτον δέδοται Alex. f. 59 10 παραδομένων 11 μαθεῖν scripsi: παθεῖν libii 14 ταὐτοὺς libri 18 διαλανθάνειν N 20 ὁμώνυμον — δίφρον (21) om. N ἐπὶ] ἐπὶ τοῦ ὤμου Alex. f. 59 23 ἄρα om. M 28 τοῦ μέρους L cf. Alex. f. 59: om. MN 35 σημαίνει N 36 ἓν — ὄν MN)

65
ἐν τίνι γένει καὶ πότερον ἔλεγχος ἢ οὐκ ἔλεγχος οὐ ῥᾴδιον εἰπεῖν, καὶ περὶ [*](132) πάντων οὕτω. |

Ἔστι δὲ δριμὺς λόγος ὅστις ἀπορεῖν ποιεῖ μάλιστα· δάκνει γὰρ οὗτος [*](133) μάλιστα καὶ θορυβεῖ, ὡς τὰ ἐπιχειρήματα τό τε πέμπτον καὶ τέταρτον τοῦ ἐν τῷ Περὶ ἑρμηνείας τελευταίου τμήματος καὶ ὁ ἐν τοῖς Φυσικοῖς τὸν χρόνον ἀναιρῶν λόγος δριμύτατος τῷ δεικνύειν μηδὲν τῶν μερῶν αὐτοῦ μένειν· τὸ μὲν γάρ, φησί, παρώχηκε καὶ οὐκ ἔστι, τὸ δὲ μέλλει καὶ οὔπω, τὸ δὲ νῦν ἀμερές· ὥστ’ εἰ μὴ τῶν μερῶν τι, οὐδὲ τὸ ὅλον. ἀπορία δέ ἐστι διττή , ἡ μὲν ἐν τοῖς διαλεκτικοῖς, ὅτε ἀποροῦμεν, ποίαν τῶν προτάσεων ἀναιρετέον, ὡς καὶ τὸ συναχθὲν συναναιρῆσαι ψεῦδος, καὶ εἰ ἀμφοτέρας, εἴπερ ἐπ’ ἴσης ἔνδοξοι· ἡ δὲ ἐν τοῖς ἐριστικοῖς, πῶς εἴποι τις τὸ προταθὲν καὶ ὅπως φυλάξεται τὸν ὀχλοῦντα σοφιστήν. παράδειγμα τοῦ μὲν προτέρου ‘τὸ βιβλίον διδάσκει, τὸ διδάσκον ἔμψυχον· τὸ βιβλίον ἄρα ἔμψυχον.’ πάλιν ῾ εἰ῾ μηδεὶς τοῖχος ἀναπνεῖ ὅτι μὴ ζῶον, κἄν εἴ τι ζῶον, ἀναπνεῖ.’ ἀλλὰ μὴν μύρμηκες καὶ μέλιτται καὶ τὰ ἕτερα ἔντομα καὶ ζῷα καὶ οὐκ ἀναπνεῖ. οὐκ ἄρα ὁ τοῖχος ὅτι οὐ ζῶον οὐκ ἀναπνεῖ, ἀλλ’ ὅτι οὐκ ἔχει πνεύμονα· τοῦτο γὰρ ἐγγύτερον. τοῦ δὲ δευτέρου, ὡς εἴ τις ἐρωτῴη ῾ ὅσα τις μὴ ἔχει ἔχων πρότερον, ἆρα ἀποβέβληκε τοσαῦτα;’ πῶς οὖν ἄν τις ἐνταῦθα ἀποκριθῇ καὶ μὴ ἐλεγχθῇ, ἔχει ἀπορίαν. ὅθεν ἐν τοῖς διαλεκτικοῖς οἱ δριμύτεροι λόγοι μᾶλλον ζητεῖν ποιοῦσιν. ὡς ἄν δὲ περὶ | αὐτῶν σαφέστερον εἴποιμεν, ἔστι διαλεκτικὸς λόγος δριμύτατος [*](134) πρῶτος μὲν ὃς ἄν ἐξ ὅτι μάλιστα δοκούντων ὅτι μάλιστα ἔνδοξον ἀναιρῇ. εἷς γὰρ ὢν ὁ τὴν ἀντίφασιν συνάγων συλλογισμὸς καὶ τὸ μὴ ἀγαθὸν ἀγαθὸν λέγων μετατιθεμένης τῆς ἀντιφάσεως ἅπαντας ὁμοίους ἕξει τοὺς συλλογισμούς· ἀεὶ γὰρ ἐξ ἐνδόξων ὁμοίως ἔνδοξον ἀναιρήσει ἢ κατασκευάσει, διόπερ ἀπορεῖν ἀναγκαῖον. μάλιστα μὲν οὖν ὁ τοιοῦτος δριμύτατος ὡς ἐξ ἴσου τὸ συμπέρασμα ποιῶν τοῖς ἐρωτήμασιν κατὰ τὴν δόξαν καὶ δυσφορώτατος, ὡς ὁ τοῦ Καλλικλέους ἐν τῷ Γοργίᾳ μᾶλλον τὴν ἀδικίαν τῆς δικαιοσύνης αἱρετωτέραν τιθέμενος τῷ τὴν μὲν φύσει εἶναι καὶ πρεσβυτέραν καὶ παρὰ τοῖς ἀλόγοις τὸ γενναῖον αὐτῆς ἐκλάμπειν, τὴν δὲ ὑστέραν τὴν δικαιοσύνην καὶ θέσει· θέσις γὰρ ὁ νόμος. καὶ ὁ ἐν τῷ Φαίδωνι τὴν ψυχὴν κατασκευάζων ἀθάνατον διὰ τὴν παλιγγενεσίαν καὶ τὸ ἐκ τῶν νεκρῶν τοὺς ζῶντας γίνεσθαι, τὸ δὲ ὅτι τὰ ἐναντία ἐκ τῶν ἐναντίων. δεύτερος δὲ ὁ ἐκ προτάσεων μὲν ὁμοίως ἐνδόξων, τὸ μέντοι συμπέρασμα ἔχων ἐνδοξότερον, ὃ δὴ καὶ ἀπαγωγὴν ἐκαλοῦμεν, ὡς ἡ ἀρετὴ διδακτόν, εἴπερ καὶ ἐπιστήμη. οὗτος γοῦν ὁμοίως ποιήσει ἀπορεῖν, ὁποῖον τῶν ἐρωτημάτων ἀναιρετέον. τοῦτο δὲ τῶν ἄλλων χαλεπόν. ὅτι μὲν γὰρ ἀναιρετέον, δῆλον· ὁπότερον δέ, [*](4 τὸ τέταρτον καὶ ἕκτον ἐπιχείρημα Alex. f. (50, cf. Arist. de Interpr. 14 p. 23b 25 sqq., Ammon. de Interpr. f. 210vsqq. τό τε πέμπτον καὶ τέταρτον post τμήματος transponunt MN 5 ἐν τοῖς Φυσικοῖς] Phys. Δ 10 8 οὔπω ἐστίν Phys. p. 217 b 34 εἰ μὴ τῶν] εἰπὼν M 13. 14 βυβλίον MN 14 ἄρα om. L καὶ πάλιν MN 16 οὐ om. MN 19 ἀποκριθῇ ex ἀποκριθείη corr. L 21 εἴπομεν M 28 τοῦ] τοὺς N ἐν τῷ Γοργίᾳ] c. 38sqq., cf. p. 35,20sqq. 31 θέσει γὰρ MN ἐν τῷ Φαίδωνι] cap. 15 35 ἀπαγωγὴν] παραγωγὴν Alex. f. 60 Comment. Aristot. XXIII 4. Paraphr. in Sophist, elenchos.)

66
εὑρεῖν οὐκ εὔπορον. πλῆρες δὲ τῶν τοιούlτων συλλογισμῶν τὸ δεύτερον [*](135) τῶν Μετὰ τὰ φυσικά. τῶν δὲ ἐριστικῶν δριμύτατος μὲν ὁ πρῶτον εὐθὺς ἄδηλος, πότερον συλλελόγισται ἢ οὔ, ὡς ὁ Παρμενίδειος (τὸ γὰρ εἶναι ὂν ἓν οὐκ ἐκ τῶν κειμένων, ἀλλ’ ἔτι προσδεῖται ἔξωθεν, οἶον τὸ παρὰ τὸ ὂν οὐκ ὄν, τὸ οὐκ ὂν οὐδέν, ἓν ἄρα τὸ ὄν· τὸ γὰρ † οὐδὲν ἓν παρῆκεν εἰπεῖν). καὶ ἔτι πότερον παρὰ τὸ τὸ ψευδὲς ἀναιρήσαι συμπέρασμα ἡ λύσις ἐστὶν ἢ παρὰ τὸ μίαν τῶν προτάσεων. δεύτερος δὲ ὁ δῆλος μὲν ὅτι παρὰ τὴν τῆς προτάσεως ἀναίρεσιν ἡ λύσις ἐστίν, μὴ φανερὸς δ’ ὤν, διὰ τίνος ἀναίρεσιν τῶν ἠρωτημένων λυτέος ἐστίν.

Ἐνίοτε μὲν οὖν ὁ μὴ συλλογισθεὶς λόγος εὐήθης ἐστίν, ἐὰν ᾖ λίαν ἄδοξα ἢ ψευδῆ τὰ λήμματα· ἐνίοτε δ’ οὐκ ἄξιος καταφρονεῖσθαι. ὅταν μὲν γὰρ ἐλλείπῃ τι τῶν τοιούτων ἐρωτημάτων, περὶ οὗ ὁ λόγος, καὶ μὴ πάσας τὰς κατασκευαστικὰς προτάσεις ἔχῃ μηδὲ πλῆρες συλλογισάμενος, εὐήθης ἐστὶν ὁ συλλογισμός· ὅταν δὲ τῶν ἔξωθεν , οὐκ εὐκαταφρόνητος οὐδαμῶς, ἀλλ’ ὁ μὲν λόγος ἐπιεικής, ὁ δὲ ἐρωτῶν ἠρώτησεν οὐ καλῶς. Ἔστι τε, ὥσπερ λύειν ὁτὲ μὲν πρὸς τὸν λόγον ὁτὲ δὲ πρὸς τὸν ἐρωτῶντα καὶ τὴν ἐρώτησιν ὁτὲ δὲ πρὸς οὐδέτερον τούτων, ὁμοίως καὶ ἐρωτᾶν ἔστι καὶ συλλογίζεσθαι καὶ πρὸς τὴν θέσιν καὶ πρὸς τὸν ἀποκρινόμενον καὶ πρὸς τὸν χρόνον παραιτούμενον, ὅταν ᾖ πλείονος δεομένη ἡ λύσις χρόνου ἢ τοῦ παρόντος. |

34. Ἐκ πόσων μὲν οὖν καὶ ποίων γίνονται τοῖς διαλεγομένοις οἱ [*](136) παραλογισμοί, καὶ πῶς δείξομεν ψευδόμενόν τε καὶ παράδοξα λέγειν ποιήσομεν, ἔτι δὲ πρὸ τούτων ἐκ τίνων συμβαίνει ὁ διαλεκτικὸς συλλογισμὸς καὶ πῶς ἐρωτητέον καὶ τίς ἡ τάξις τῶν ἐρωτημάτων, ἔτι δὲ πρὸς τί χρήσιμοι πάντες εἰσὶν οἱ τοιοῦτοι λόγοι, καὶ ὡς οἱ μὲν διαλεκτικοὶ πρὸς εὕρεσιν τῆς ἀληθείας, οἱ δὲ σοφιστικοὶ πρὸς τὸ μὴ ἀπατᾶσθαι, καὶ περὶ ἀποκρίσεως ἀπλῶς τε πάσης καὶ πῶς λυτέον τοὺς λόγους καὶ τοὺς συλλογισμούς, εἰρήσθω περὶ ἁπάντων ἡμῖν ταῦτα. λοιπὸν δὲ περὶ τῆς ἐξ ἀρχῆς προθέσεως ἀναμνήσασιν εἰπεῖν τι βραχὺ περὶ αὐτῆς καὶ τέλος ἐπιθεῖναι τοῖς εἰρημένοις.

Προειλόμεθα οὖν δύναμίν τινα εὑρεῖν συλλογιστικὴν περὶ τοῦ προβληθέντος ἐκ τῶν ὑπαρχόντων ὡς ἐνδοξοτάτων· τοῦτο γὰρ ἔργον τῆς διαλεκτικῆς καθ’ αὑτὴν καὶ πειραστικῆς. ἐπεὶ δὲ προκατασκευάζεται πρὸς 20 αὐτὴν ἡ πειραστικὴ διὰ τὴν τῆς σοφιστικῆς γειτνίασιν, ὡς οὐ μόνον πεῖραν δύναται λαβεῖν διαλεκτικῶς ἀλλὰ καὶ ὡς εἰδώς, διὰ τοῦτο οὐ μόνον τὸ λεχθὲν ἔργον ὑπεθέμεθα τῆς πραγματείας, τὸ λόγον δύνασθαι λαβεῖν, ἀλλὰ καὶ ὅπως λόγον ὑπέχοντες καὶ ἐρωτώμενοι ὄντες φυλάξωμεν τὴν θέσιν ὡς δι’ ἐνδοξοτάτων. τὴν δὲ αἰτίαν εἰρήκαμεν τούτων· ὁ γὰρ διαλεκτικὸς [*](137) ὥσπερ μὴ εἰδὼς ἐρωτᾷ. διὰ τοῦτο Σωκράτης διαλεκτικὸς ἄκρος ὢν [*](5 fort, οὐδὲν τὸ μὴ ἓν 6 παρὰ τὸ τὸ scripsi: τὸ παρὰ τὸ libri ψεῦδος MN 13 post πλῆρες add. ᾖ MN 16 ἔστι δὲ M 33 πειραστικῆς—ἡ (34) om. N προκατασκευάξεται LM Alex. f. 61: προσκατασκευάζεται N Aristoteles 34 πειραστικὴ ex πειραστικῆς corr. N 39 ἄκρως M)

67
ἠρώτ·α, ἀλλ’ οὐκ ἀπεκρίνατο· ὡμολόγει γὰρ οὐκ εἰδέναι. ὁ μέντοι σοφιστικὸς [*](137) πάντα εἰδέναι ἐπαγγέλλεται πάντως καὶ ἃ δήπουθεν ἐρωτᾷ. οὐ προηγουμένως οὖν τῆς διαλεκτικῆς ἔργον π·ερὶ ἀποκρίσεως πραγματεύεσθαι, ἀλλ’ ἢ διὰ τὴν τῆς σοφιστικῆς γειτνίασιν. δεδήλωται δὲ ἐν τοῖς πρότερον καὶ πρὸς πόσα καὶ ἐκ πόσων τοῦτο ἔσται τέσσαρα γὰρ τὰ προβλήματα), καὶ πόθεν εὐπορήσομεν τούτων οἱ δὲ ἦσαν οἱ τόποι οὓς ἐκδεδώκαμεν), ἔτι δὲ πῶς ἐρωτητέον ἢ τακτέον τὴν ἐρώτησιν πᾶσαν καὶ περί τε ἀποκρίσεων καὶ λύσεων τῶν πρὸς τοὺς συλλογισμούς. δεδήλωται δὲ καὶ περὶ τῶν ἄλλων, ὅσα τῆς αὐτῆς μεθόδου τῶν λόγων ἐστί. πρὸς δὲ τούτοις περὶ τῶν παραλογισμῶν διεληλύθαμεν, ὡς ἤδη εἰρήκαμεν. ὅτι μὲν οὖν ἔχει τέλος ἱκανῶς ἃ προειλόμεθα, φανερόν· δεῖ δὲ ὑμᾶς μὴ λεληθέναι τὸ συμβεβηκὸς περὶ ταύτην τὴν πραγματείαν. τῶν γὰρ εὑρισκομένων ἁπάντων τὰ μὲν παρ’ ἑτέρων ληφθέντα πρότερον πεπονημένα κατὰ μέρος ἐπιδέδωκεν ὑπὸ τῶν παραλαβόντων ὕστερον· τὰ δὲ ἐξ ἀρχῆς εὑρισκόμενα μικρὰν τὸ πρῶτον ἐπίδοσιν λαμβάνειν εἴωθεν, χρησιμωτέραν μέντοι πολλῷ τῆς ὕστερον ἐκ τούτων αὐξήσεως. μέγιστον γὰρ ἴσως ἀρχὴ παντός, ὥσπερ καὶ λέγεται· διὸ καὶ χαλεπώτατον. ὅσον γὰρ κράτιστον τῇ δυνάμει, τοσοῦτον μικρὸν ὃν τῷ μεγέθει χαλεπόν ἐστιν ὀφθῆναι. ταύτης δ’ εὑρημένης ῥᾷον προστιθέναι καὶ συναύ|ξειν τὸ λοιπόν ἐστιν· ὅπερ καὶ περὶ τοὺς ῥητορικοὐς λόγους 138 συμβέβηκε, σχεδὸν δὲ καὶ περὶ τὰς ἄλας ἁπάσας τέχνας. οἱ μὲν γὰρ τὰς ἀρχὰς εὑρόντες παντελῶς ἐς μικρόν τι προήγαγον· οἱ δὲ νῦν εὐδοκιμοῦντες παραλαβόντες παρὰ πολλῶν οἷον ἐκ διαδοχῆς κατὰ μέρος προσαγόντων οὕτως ηὐξήκασι, Τισίας μὲν μετὰ τοὺς πρώτους, Θρασύμαχος δὲ μετὰ Τισίαν, Θεόδωρος δὲ μετὰ τοῦτον, καὶ πολλοὶ πολλὰ συνενηνόχασι μέρη· διόπερ οὐδὲν θαυμαστὸν πλῆθός τι ἔχειν τὴν τέχνην. ταύτης δὲ τῆς ὅλης λογικῆς πραγματείας οὐ τὸ μὲν ἦν τὸ δ’ οὐκ ἦν προεξειργασμένον, ἀλλ’ οὐδὲν παντελῶς ὑπῆρχεν. καὶ γὰρ τῶν περὶ τοὺς ἐριστικοὺς λόγους μισθαρνούντων ὁμοία τις ἦν ἡ παίδευσις τῇ Γοργίου πραγματείᾳ· λόγους γὰρ οἱ μὲν ῥητορικοὺς οἱ δὲ ἐρωτηματικοὺς ἐδίδασκον ἐκμανθάνειν, εἰς οὓς πλειστάκις ᾠήθησαν ἑκάτεροι τοὺς ἀλλήλων ἐμπίπτειν λόγους. διόπερ ταχεῖα μὲν ἄτεχνος δ’ ἦν ἡ διδασκαλία τοῖς μανθάνουσι παρ’ αὐτῶν· οὐ γὰρ τέχνην ἀλλὰ τὰ ἀπὸ τῆς τέχνης διδόντες παιδεύειν ὑπελάμβανον, ὥσπερ ἄν τις ἐπιστήμην φάσκων παραδώσειν ἐπὶ τῷ μηδὲν πονεῖν τοὺς πόδας εἶτα σκυτοτομικὴν μὲν μὴ διδάσκῃ μηδ’ ὅθεν δυνήσεται πορίζεσθαι τὰ τοιαῦτα, δοίη δὲ πολλὰ γένη παντοδαπῶν ὑποδημάτων. οὗτος βεβοήθηκε μὲν πρὸς τὴν χρείαν, τέχνην δὲ οὐ παρέδωκε. καὶ περὶ μὲν | τῶν [*](139) ῥητορικῶν ὑπῆρχε ·πολλὰ καὶ παλαιὰ τὰ λεγόμενα, περὶ δὲ τοῦ συλλογίζεσθαι παντελῶς οὐδὲν εἴχομεν πρότερον ἄλλο λέγειν ἀλλ’ ἢ τριβῇ ζητοῦντες πολὺν χρόνον ἐπονοῦμεν. εἰ δὲ φαίνεται θεασαμένοις ὑμῖν ὡς ἐκ τοιούτων ἐξ [*](1 ἀπεκρίνετο MN 3 προηγουμένους N περὶ om. N 11 ἡμᾶς ΜΝ 17 διὸ καὶ] καὶ διὰ τοῦτο ΜΝ 23 προσαγόντων] sic libri, ideraque legisse videtur Alex.: προαγόντων Spengel, cf. vs. 21 39 εἰ δὲ—ὐμῖν om. M)
68
ἀρχῆς ὑπαρχόντων ἔχειν ἡ μέθοδος ἱκανῶς παρὰ τὰς ἄλλας πραγματείας [*](139) τὰς ἐκ παραδόσεως ηὐξημένας, λοιπὸν ἂν εἴη πάντων ὑμῶν ἢ τῶν ἀκροωμένων ἔργον τοῖς μὲν παραλελειυͅμένοις τῆς μεθόδου συγγνώμην τοῖς δ’ εὑρημένοις πολλὴν ἔχειν χάριν.

[*](2 ηὐξαμένας N ἡμῶν MN 3 τῆς ex τοῖς corr. N)