Commentarius In Apocalypsin (Pseudo-Oecumenii) (E Cod. Coislin.

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum), Commentarius In Apocalypsin (Pseudo-Oecumenii) (E Cod. Coislin.

Καὶ εἶδον ἐπὶ τὴν δεξιάν.

Βιβλίον τὴν πάνσοφον τοῦ Θεοῦ μνήμην νοοῦμεν, ἐν ᾗ πάντες κατὰ τὸν Δαβὶδ γράφονται, καὶ τῶν θείων κριμάτων τὴν ἄβυσσον. ταύτης δὲ τὰ μὲν ἔξω διὰ τὸ γράμμα εὐληπτότερα, τὰ δὲ ἔσω, διὰ τὸ Πνεῦμα δυστέκμαρτα, τὰς δὲ ἑπτὰ σφραγῖδας, ἣ τὴν τελείαν τῆς βίβλου ἀσφάλειαν καὶ πᾶσιν ἄγνωστον· ἣ τὰς

513
οἰκονομίας τοῦ ἐρευνῶντος τὰ βάθη τοῦ Θεοῦ Πνεύματος, ἃς λῦσαι πάσας, οὐδεμία κτιστὴ φύσις δύναται. βίβλος δὲ καὶ ἡ προφητεία νοεῖται, ἣν αὐτὸς ὁ Χριστὸς ἐν τῷ κατὰ Λοῦκαν Εὐαγγελίῳ πεπληρῶσθαι ἔφη· ἧς τὰ ἑξῆς ἐπ’ ἐσχάτων πληρωθήσονται τῶν χρόνων, εἰ καὶ νῦν ἡμῖν ἄγνωστα.

Καὶ εἶδον ἄλλον Ἄγγελον.

Διὰ τούτων δηλοῦται, μήτε Ἀγγέλους μήτε ἀνθρώπους ἐν σαρκὶ ὄντας, μήτε τοὺς ἐκ σαρκὸς ἀποδεδημηκότας ἁγίους, τὴν ἀκριβῆ τῶν θείων κριμάτων κατειληφέναι γνῶσιν, πλὴν τοῦ ἀμνοῦ τοῦ Θεοῦ, τοῦ τῶν προφητευθέντων περὶ αὐτοῦ ἔκπαλαι διὰ τῆς παρουσίας αὐτοῦ τὴν ἀσάφειαν λύσαντος. ἔκλαιον δέ, φησιν ὁ Εὐαγγελιστῆς, ὡς εἰς ἀγνωσίαν πεσούσης τῆς καθαρωτάτης τῶν ἀγγελικῶν οὐσιῶν τάξεως. καὶ ἰδοὺ εἷς τῶν πρεσβυτέρων, εἰ καὶ Ἀγγέλοις φησὶν ἡ βίβλος ἀκατάληπτος, ἀλλ’ οὐ τῷ Θεῷ τῷ διὰ τοὺς ἀνθρώπους ἐνανθρωπήσαντι, ὃς ῥίζα Δαβὶδ, ὡς κτίστης διὰ θεότητα, εἰ καὶ ἐκ ῥίζης αὐτοῦ διὰ τὴν ἀνθρωπότητα.

Καὶ εἶδον· καὶ ἰδοὺ ἐν μέσῳ.

Οἱ ἑπτὰ ὀφθαλμοὶ καὶ τὰ ἑπτὰ κέρατα τοῦ ἀρνίου, δηλοῦσι τοῦ Χριστοῦ τὰ ἑπτὰ Πνεύματα, ὣν Ἡσαΐας ἐμνημόνευσε καὶ Ζαχαρίας ὁ προφήτης. τὸ δὲ “ ὡς ἐσφαγμένον δηλοῖ τὴν τὴν σφαγὴν ζωὴν αὐτοῦ, ἐν ᾗ ἐδείκνυ τὰ τοῦ πάθους σύμβολα, ὡς ἐσφραγισμένον ἀληθῶς μετὰ τὴν ἐκ νεκρῶν ἔγερσιν.

Καὶ ὅτε ἔλαβε τὸ βιβλίον.

Αἱ κιθάραι τὴν ἐναρμόνιον καὶ εὔηχον δηλοῦσι δοξολογίαν· τὰ δὲ θυμιάματα τὴν εὐώδη τῶν πιστῶν θυσίαν, προαγομένην διὰ βίου καθαρότητος. αἱ φιάλαι δὲ τῶν διανοιῶν σημαντικαὶ, ἐξ ἡ τῶν ἀγαθῶν ἔργων εὐωδία, καὶ ἡ καθαρὰ προσευχὴ προσέρχεται. διὰ τούτου δὲ δείκνυται τοὺς πρεσβυτέρους εἶαι τοὺς ἐν τῇ παλαιᾷ τε καὶ νέᾳ Θεῷ εὐαρεστήσαντας, καὶ τὴν ὑπὲρ παντὸς τοῦ κόσμου τῷ σφαγιασθέντι ἀμνῷ τοῦ Θεοῦ καὶ ἀγοράσαντι ἡμᾶς εὐχαριστίαν προσάγοντας.

Καὶ ᾄδουσι καινὴν ᾠδήν.

Καινῆ δὲ ᾠδὴ, ἣν τῆς παλαιότητος τοῦ γράμματος ἀπαλλαγέντες οἱ ἐκ πάσης φυλῆς καὶ γλώσσης καταυγασθέντες, ᾄδειν

514
ἐδιδάχθημεν διὰ τοῦ Πνεύματος, τῆς γῆς δὲ βασιλεύειν τούτους φησὶ τῆς καινῆς, ἢν ὁ Κύριος τοῖς πραέσιν ἐπηγγείλατο.

Καὶ εἶδον καὶ ἤκουσα.

Ἐκ πάντων γενέσθαι τὴν δοξολογίαν φησὶν, ἐκ πάντων γὰρ τῶν τε νοητῶν καὶ τῶν αἰσθητῶν, τῶν τε ζώντων, τῶν τε ἁπλῶς ὄντων φυσικοῖς λόγοις ὁ Θεὸς δοξάζεται ὡς πάντων γενεσιάρχης· καὶ ὁ τούτου μονογενὴς καὶ ὁμοούσιος Υἱὸς, ὃς τὴν καινότητα τῷ ἀνθρώπῳ καὶ τὴν δι’ αὐτὸν γεγενημένην κτίσιν χαριζόμενος, εἰ καὶ λαβεῖν τῶν ἐν οὐρανοῖς καὶ τῶν ἐπιγείων τὴν ἐξουσίαν ὡς ἄνθρωπος γέγραπται.

Καὶ τὰ τέσσαρα ζῷα.

Καὶ διὰ τούτων δείκνυται μία ποίμνη καὶ μία Ἐκκλησία γεγενῆσθαι Ἀγγέλων καὶ ἀνθρώπων, διὰ Χριστοῦ τοῦ Θεοῦ τοῦ τὰ διεστῶτα συνάψαντος, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσαντος· ἰδοὺ γὰρ σὺν τοῖς τέσσαρσι ζώοις τοῖς τῶν λοιπῶν ἀγγελικῶν ὑπερέχουσι τάξεων, καὶ οἱ χαρακτηριστικοὶ τοῦ τῶν σωζομένων ἀνθρώπων πληρώματος τῆς τοῦ Θεοῦ ἀξιοῦνται ὑμνῳδίας τε καὶ προσκυνήσεως.