Commentarius In Apocalypsin (Pseudo-Oecumenii) (E Cod. Coislin.

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum), Commentarius In Apocalypsin (Pseudo-Oecumenii) (E Cod. Coislin.

Καὶ ἔδειξέ μοι ποταμὸν καθαρόν.

Τῆς ἄνω Ἱερουσαλὴμ ὁ πεπληρωμένος ὑδάτων πολλῶν ποταμὸς τοῦ Θεοῦ ἐκπορευόμενος, τὸ ζωοποιὸν Πνεῦμα ἐστὶν, ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς ἐκπορευόμενον, καὶ διὰ τοῦ ἀρνίου διὰ μέσου τῶν ὑπερτάτων δυνάμεων, αἳ θρόνος τοῦ Θεοῦ ὀνομάζονται, τὰς πλατείας πληροῦν τῆς ἁγίας πόλεως, δηλαδὴ τὸ πλῆθος αὐτῆς.

Καὶ τοῦ ποταμοῦ ἐντεῦθεν.

Ὁ ποταμὸς οὗτος, φησὶ, ποτίζει τοὺς πεφυτευμένους αὐτῷ ἁγίους, ξύλον ζωῆς τροπικῶς ὠνομασμένους κατὰ μετοχὴν καὶ μίμησιν τοῦ τῆς ζωῆς ξύλου. ιβ δὲ καρποὺς βλαστάνοντας,

578
τουτέστιν ἀδιάλειπτον τὴν τῶν καρπῶν βλαστάνοντας ἔκφυσιν. καὶ γὰρ πληρέστατος ἔσται ὁ τῆς καρποφορίας τῶν ἁγίων αἰὼν, ὃς ἐνταῦθα δωδεκάμηνος προσηγόρευται, διά τε τοῦ παρ’ ἡμῖν ἐνιαυτοῦ τὴν συνήθειαν, διά τε τῶν ιβ Ἀποστόλων τὸ κήρυγμα.

Καὶ ἄλλως δέ ἐστι τοῦτο νοῆσαι, διὰ μὲν τοῦ ποταμοῦ ὡς εἴρηται, τὰ τοῦ ζωοποιοῦ Πνεύματος χαρίσματα, ἅπερ διὰ τοῦ θρόνου Πατρὸς καὶ Υἱοῦ, δηλαδὴ τῶν χερουβικῶν τάξεων, οἶς ὁ Θεὸς ἐνθρονίζεται, εἰς τὴν πλατεῖαν τῆς πόλεως, τουτέστι τὴν πολυάνθρωπον τῶν ἁγίων πληθὺν ἔξεισιν, ὡς ἐκ πρώτων μετοχετευόμενα. ξύλον δὲ τῆς ζωῆς, τὸν Χριστὸν σημαίνεσθαι, ἐν τῷ Πνεύματι τῷ Ἁγίῳ καὶ περὶ τὸ Πνεῦμα νοούμενον, καὶ διὰ τοῦ οἱ ιβ καρποὶ τοῦ Ἀποστολικοῦ χοροῦ ἀνέκλειπτον τὸν τῆς θεογνωσίας καρπὸν ἡμῖν δωρούμενοι, δι’ ὧν ἐνιαυτὸς Κυρίου δεκτὸς, καὶ ἡ ἡμέρα τῆς ἀνταποδόσεως ἡμῖν καταγγέλλεται.

Καὶ τὰ φύλλα τοῦ ξύλου.

Φύλλα τοῦ ξύλου δηλαδὴ τοῦ Χριστοῦ αἱ ἐπιπολαιότεραι τῶν θείων κριμάτων νοήσεις, ὥσπερ καρποὶ ἡ τελεωτέρα γνῶσις ἡ ἀποκαλυπτομένη ἐν τῷ μέλλοντι. ταῦτα τὰ φύλλα εἰς θεραπείαν, δηλαδὴ εἰς τὴν τῆς ἀγνοίας ἀποκάθαρσιν τῶν ὑποβεβηκότων ἐν τῇ τῶν ἀρετῶν ἐργασίᾳ ἐθνῶν ἔσονται. πολλαὶ γὰρ μοναὶ περὶ τὰ πρακτικὰ τὴν ἑκάστου ἀναλογίαν τῶν πράξεων. καὶ ἑτέρως δὲ τοῦτο νοητέον. ξύλον ζωῆς ποιοῦν καρποὺς ιβ τὸν ἀποστολικὸν χορὸν κατὰ μετοχὴν τοῦ ὄντος ξύλου τῆς ζωῆς, τούτων καρποὶ οἱ ἐν ρ καρποφορήσαντες, φύλλα δὲ οἱ ἐν ξ, οἳ καὶ τοῖς ἐν λ τοῖς ἐκ τῶν ἐθνῶν τὴν θεραπείαν προσοίσουσι, τοῖς ὑποβεβηκόσι τὴν θείαν αἴγλην πορθμεύοντες, ἅπερ διὰ τῶν καρποφορησάντων ἐν ρ ἐδέξαντο. ξαντο. ὅση γὰρ φύλλων καὶ καρπῶν διαφορὰ, τοσαύτη καὶ τῶν τότε σωζομένων, τῶν μὲν ἧττον, τῶν δὲ πλεῖον δοξαζομένων καθὼς γέγραπται.

Καὶ πᾶν κατάθεμα.

Τοῦ ἀναθέματος δισσῶς νοουμένου, τοῦ μὲν ὡς τῶ Θεῷ μόνω ἀνατιθεμένου, τοῦ δὲ ὡς τῷ διαβόλῳ ἀνακειμένου, τοῦτο ἐνταῦθα κατ’ ἐπίτασιν εἰρῆσθαι φασὶ κατάθεμα· τῷ γὰρ ὄντι τὸ τοιοῦτον

579
οὐκ ἀνατίθεται, ἀλλὰ κατατίθεται τῷ διαβόλῳ ὑποταττόμενον καὶ συγκαταδικαζόμενον, ὅπερ ἐν τῇ πόλει ἐκείνη οὐκ ἔσται.

Καὶ ὁ θρόνος τοῦ Θεοῦ.

Οἱ γινόμενοι, φησὶ, θρόνος Θεοῦ διὰ τῆς ἐν αὐτοῖς τοῦ Θεοῦ ἀναπαύσεως, αὐτοὶ τῆς πόλεως οἰκήτορες ἔσονται, καὶ ὄψονται αὐτὸν οὐ δι’ αἰνιγμάτων, ἀλλὰ πρόσωπον πρὸς πρόσωπον· ἕξουσι δὲ ἀντὶ χρυσοῦ ὃ πάλαι ὁ ἀρχιερεὺς ἐφόρει, οὐκ ἐπὶ τῶν μετώπων μόνον τὸ θεῖον ὄνομα, ἀλλὰ καὶ ἐν ταῖς καρδίαις ἐγκεχαραγμένον, δηλοῦν τὴν εἰς αὐτὸν πεπαρρησιασμένην ἀγάπην ἁγίαν καὶ ἀμετάθετον.

Καὶ νὺξ οὐκ ἔσται ἐκεῖ.

Τοῖς δὲ τὸν Κύριον, φησὶ, τῆς δόξης φωτισμὸν καὶ βασιλέα ἔχουσιν, οὐκ ἔσται χρεία λυχνιαίου ἢ καὶ ἡλιακοῦ φωτὸς, ὑφ’ οὑ αἰῶνας αἰώνων βασιλευθήσονται, μᾶλλον δὲ συμβασιλεύσουσιν.

Καὶ εἶπεν μοι.

Μέχρι τῶν ἐνταῦθα τὴν τοῦ Ἀγγέλου ὀπτασίαν καὶ τῶν τεθεαμένων τὴν ἑρμηνείαν παραθέμενος, λοιπὸν ὡς ἐξ οἰκείου προσώπου φησὶ, πιστοὶ δὲ καὶ ἀληθινοὶ οἱ λόγοι, ὡς ἐκ τῆς ἀληθείας ὄντες.

Καὶ Κύριος ὁ Θεός.

Εἰ Θεὸς τῶν προφητῶν ὁ Χριστὸς ὃς τὸν Ἄγγελον αὐτοῦ ἀπέστειλε διὰ μέσου τοῦ τὴν ὀπτασίαν ἑωρακότος Ἰωάννου, δεῖξαι τοῖς δούλοις αὐτοῦ τὰ μέλλοντα γίνεσθαι, εὔδηλον ὅτι συγκαταβατικῶς κατ’ οἰκονομίαν τῷ Υἱῷ ἐν τοῖς προομίοις ἔφη δίδοσθαι διὰ τὴν σάρκα τὴν Ἀποκάλυψιν.

Ἰδοὺ ἔρχομαι ταχύ.

Ἔθος ἐστὶ τοῦτο καὶ τοῖς θείοις προφήταις, ὡς ἐξ οἰκείου προσώπου τὰ θεῖα χρησμῳδεῖν. τὸ δὲ “ ταχὺ ἔρχομαι,” ἢ δηλοῦντος ἐστὶ τὴν τοῦ παρόντος καιροῦ βραχύτητα συγκρίσει τοῦ μέλλοντος, ἢ τῆς ἑκάστου τελευτῆς τὸ ἀθρόον καὶ σύντομον ἑκάστῳ γὰρ τέλος ἡ ἐντεῦθεν αὐτοῦ μετάστασις.

Ταὶ ἐγὼ Ἰωάννης οὐ βλέπων.

Ὠσπερ ἐν τῷ Εὐαγγελίῳ πεποίηκεν εἰπὼν, “ καὶ ὁ ἑωρακὼς [*](n Sic.)

580
“ μεμαρτύρηκε, καὶ ἀληθινή ἐστιν ἡ μαρτυρία αὐτοῦ, οὕτω κἀνταῦθα αὐτήκοος εἶναι καὶ αὐτόπτης τῶν προφητευθέντων ὁμολογήσας, τὰ ἑωραμένα ἐπιστώσατο. ἔδειξε δὲ καὶ τοῦ τυπώσαντος Ἀγγέλου τὸ εὐλαβὲς, ὅπως τὴν προσκύνησιν τοῦ συνδούλου οὐ προσήκατο, ἀλλ’ εὐγνωμόνως τῷ κοινῷ δεσπότῃ προσένειμεν.

Καὶ λέγει μοι· οὐ σφραγίσῃς.

Ἐντεῦθεν εἰς τὸ δεσποτικὸν μέτεισι τοῦ Χριστοῦ πρόσωπον λέγων, μὴ σφραγίσῃς τοὺς λόγους τῆς προφητείας, καὶ γὰρ ἀξία ἡ βίβλος τῆς παρὰ τῶν πιστῶν ἀναγνώσεως. διὰ τε γὰρ τῆς ἡτοιμασμένης τοῖς ἁμαρτωλοῖς κολάσεως, διά τε τῆς ἐπηγγελμένης τοῖς ἁγίοις ἀναπαύσεως ὁδηγεῖ πρὸς τὴν ὄντως ζωὴν τοὺς ἐντυγχάνοντας.

Καὶ ὁ δίκαιος δικαιοσύνην ποιησάτω.

Οὐχ ὡς εἰς ἀδικίαν καὶ ῥυπαρίαν προτρέπων τὰ παρατεθέντα εἴρηκεν, ἀλλ’ ὡς τὸ τῆς γνώμης φυλάττων ἀκατανάγκαστον, ὡς ἂν εἴποι, ἕκαστος τὸ ἀρεστὸν αὐτῷ ποιησάτω, τινὰ οὐ βιάζομαι, τὴν προαίρεσιν δείξας, ἑκάστῳ ἐπιτηδεύματι πέρας ἀκολουθεῖν κατάλληλον, ὅταν ἔρχωμαι ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.

Ἐγὼ τὸ ἄλφα.

Οὐκ ἔστι, φησὶ, πρὸ ἐμοῦ, οὔτε μετ’ ἐμὲ θεὸς ἕτερος· οὔτε γὰρ τῆς ἀρχῆς ἔστι τί πρεσβύτερον, οὔτε τῆς θεικῆς βασιλείας καὶ ἐξουσίας ἔσται τέλος. εἴρηται δὲ καὶ ἀνωτέρω πρῶτος ὁ Χριστὸς διὰ τὴν θεότητα, ἔσχατος δὲ διὰ τὴν ἀνθρωπότητα.

Μακάριοι οἱ ποιοῦντες.

Ὄντως μακαρισμοῦ ἄξιοι οἱ τοιοῦτοι, ἐξουσίαν γὰρ ἕξουσιν τῇ ἀλήκτῳ ζωῇ, τῷ ξύλῳ τῆς ζωῆς Χριστῷ τῷ Θεῷ ἡμῶν ἐπαναπαύεσθαι καὶ ἐντρυφᾷν τῇ αὐτοῦ θεωρίᾳ καὶ τοῖς ἀποστολικοῖς πυλῶσι, δηλαδὴ τοῖς αὐτῶν διδάγμασιν εἰς τὴν ἄνω πόλιν διὰ τῆς ἀληθινῆς θύρας εἰσελεύσονται, μὴ ὑπερπηδῶντες ἑτέρωθεν καθὼς οἱ μισθωτοὶ ποιμένες, ἀλλ’ ὑπὸ τοῦ θυρωροῦ τῆς ζωῆς εἰσαγόμενοι.

581

Ἔξω οἱ κύνες.

Κύνες οὐ μόνον οἱ ἀναιδεῖς καὶ ἄπιστοι, καὶ οἱ ἐν τῆ κατατομῇ κακοὶ ἐργάται, κατὰ τὸν ἀπόστολον, καὶ οἱ μετὰ τὸ βάπτισμα ἐπιστρέψαντες εἰς τὸν ἴδιον ἔμετον, διὸ σὺν τοῖς πόρνοις καὶ εἰδωλολάτραις τῆς ἄνω ἀλλοτριοῦνται πόλεως.

Εγὼ Ἰησοῦς ἔπεμψα τὸν Ἄγγελόν

Κἀνταῦθα τὸ δεσποτικὸν τοῦ πεπομφότος τὸν Ἄγγελον ἀξίωμα δείκνυται· τὸ δὲ μαρτυρῆσαι ἀντὶ τοῦ διαμαρτύρασθαι τέθειται.

Ἐγὼ εἰμὶ ἡ ῥίζα.

Ῥίζα τοῦ Δαβὶδ ὁ Χριστὸς ὡς Θεὸς, γένος δὲ ὡς κατὰ σάρκα ἐξ αὐτοῦ βλαστήσας, ἀστὴρ δὲ πρωινὸς, ὡς ἐν τῷ πρωὶ ἀνατείλας ἡμῖν τριήμερος, καὶ ἐν τῇ μετὰ τὴν νύκτα τοῦ παρόντος βίου πρωϊνῇ τῆς κοινῆς ἀναστάσεως τοῖς ἁγίοις ἐπιφανησόμενος, τὴν ἡμέραν αὔξων τὴν ἀτελεύτητον.

Καὶ τὸ Πνῦμα καὶ ἡ νύμφη.

Καὶ ἡ Ἐκκλησία καὶ τὸ ἐν αὐτῇ Πνεῦμα κράξει ἐν ταῖς καρδίαις ἡμῶν “ ἀββᾶ ὁ πατὴρ,’’ καὶ τὴν τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ παρουσίαν ἐπικαλεῖται· καὶ πᾶς δὲ πιστὸς τῷ Θεῷ καὶ Πατρὶ προσευχόμενος λέγει, “ ἐλθέτω ἡ βασιλεία σου.’’

Καὶ ὁ διψῶν ἐρχέσθω.

Δίψης χρεία ἐν τῷ τῆς ζωῆς πόματι πρὸς βεβαίαν τοῦ κτηθέντος κατάσχεσιν, μάλιστα ὅτι καὶ δῶρον παρέχεται, οὐ τοῖς μηδόλως καμοῦσιν, ἀλλὰ τοῖς οὐκ ἄξια τῆς τοῦ δώρου μεγαλειότητος, μόνην δὲ γνώμην γνησίαν καὶ διάπυρον, ἀντὶ χρυσίου καὶ ἀργυρίου καὶ σωματικῶν πόνων, εἰσφέρουσιν.

Ἐπιθήσει ἐπ’ αὐτόν.

Φοβερὰ ἡ κατὰ τῶν παραχαρακτῶν τῶν θείων γραφῶν κατάρα, ἐπειδὴ καὶ τολμηρὰ ἡ τούτων προπέτεια, ἀλλοτριῶσαι δυναμένη τοὺς αὐθάδεις τῶν ἀγαθῶν ἐκείνου τοῦ αἰῶνος τοῦ μέλλοντος. ὅπερ ἵνα μὴ πάθωμεν, διαμαρτύρεται ἡμῶν τοῖς ἀκούουσι μήποτε προσθεῖναι μηδὲ ἀφελεῖν, ἀλλὰ τὰ γραφικὰ ἰδιώματα τῶν Ἀττικῶν συντάξεων καὶ τῶν διαλεκτικῶν συλλογισμῶν ἡγεῖσθαι ἀξαοπιστοτερα καὶ σεμνότερα.

582

Λέγει ὁ μαρτυρῶν ταῦτα.

Κἀγώ, φησιν, ὁ ταῦτα λέγων πρὸς σὲ τὴν ζωὴν ἔρχομαι, καὶ αὐτὸς δὲ παραγενοῦ, Κύριε. ἢ καὶ ἑτέρως, τοῦτο ἐκ προσώπου τοῦ Χριστοῦ εἴρηται. ὁ μαρτυρῶν ταῦτα, δηλαδὴ ὁ διαμαρτυρούμενος ἔρχομαι ταχύ. ἐκ δὲ τοῦ ἀποστολικοῦ προσώπου τὸ ἑπόμενον, τὸ “ ἔρχου Κύριε Ἰησοῦ Χριστὲ· περιπόθητος γὰρ τοῖς ἁγίοις ἡ τοῦ Χριστοῦ παρουσία, ὡς τὸν μισθὸν τῶν εἰργασμένων ἀποδώσοντος πολυπλασίονα. ὅθεν καὶ ἡ παροῦσα βίβλος ἁγία καὶ θεόπνευστος, πρὸς τὴν μακαρίαν λῆξιν ὁδηγοῦσα τοὺς ἐντυγχάνοντας, τῆς τῶν ἐντολῶν τηρήσεως μισθὸν, τὴν ἐκ Θεοῦ δάξαν παρέχουσα. ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ζωοποιῷ Πνεύματι, πρέπει δόξα τιμὴ καὶ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.