Commentarius In Apocalypsin (Pseudo-Oecumenii) (E Cod. Coislin.

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum), Commentarius In Apocalypsin (Pseudo-Oecumenii) (E Cod. Coislin.

Καὶ εἶδον οὐρανὸν καινόν.

Κἀνταῦθα οὐκ ἀνυπαρξίαν δηλοῖ τῆς κτίσεως ἀλλὰ ἀνακαι- νισμὸν ἐπὶ τὸ βέλτιον. τὸ γὰρ παλαιωθὲν ἀνακαινιζόμενον, οὐ τῆς οὐσίας ἀφανισμὸν, ἀλλὰ τοῦ γήρως καὶ τῶν ῥυτίδων σημαίνει τὴν ἀπόξεσιν. σημειωτέον δὲ ὅτι περὶ μὲν οὐρανοῦ καὶ γῆς φησὶν, ὅτι παρῆλθεν, ἀντὶ τοῦ ἠλλάγη, καὶ τὴν εἰς τὸ κρεῖττον ἐδέξατο κατά- στασιν. περὶ δὲ τῆς θαλάσσης φησὶν, ὅτι οὐκ ἔστιν ἔτι. τίς γὰρ χρεία θαλάσσης δὴ δεομένων ἀνθρώπων τοῦ πλέειν αὐτὴν, ἢ δι’ αὐτῆς πορίζεσθαι τὰ ἐν ταῖς μακρὰν κειμέναις χώραις γεωργού-

571
μένα ἀγώγιμα, καὶ τὸν ταραχώδη βίον καὶ πολυκύμονα σημαινούσης, μὴ αὐτῆς εἶναι τότε χρεία; οὐδὲν γὰρ ταραχῆς ἢ φόβου ἐν τοῖς ἁγίοις τότε καταλειφθήσεται.

Καὶ τὴν πόλιν τὴν ἁγίαν.

Καὶ ἐκ τούτου δείκνυται τὸ τῆς καινότητος ὄνομα μεταποιήσεως τῆς ἐπὶ τὸ φαιδρότερον γνώρισμα, ἧς ἡ ἄνω ἱερουσαλὴμ τεύξεται, ἐκ τῶν ἀσωμάτων δυνάμεων ἄνωθεν μέχρις ἀνθρώπων καταβαίνουσα, διὰ τὸ κοινὴν γενέσθαι κεφαλὴν ἀμφοτέρων Χριστὸν τὸν Θεὸν ἡμῶν. αὕτη δὲ ἡ πόλις ἐξ ἁγίων συναρμολογεῖται λίθων, ἀκρογωνιαῖον δὲ τὸν Χριστὸν ἔχουσα. λέγεται δὲ πόλις μὲν, ὡς τῆς βασιλίδος Τριάδος οἰκητήριον· νύμφη, ὡς κολλωμένη τῷ δεσπότῃ καὶ συναπτομένη εἰς ἄκραν καὶ ἀδιάστατον συνάφειαν. κεκοσμημένη δὲ ὡς ἔσωθεν κατὰ τὸν ψαλμῳδὸν, τὴν δόξαν καὶ τὴν ὥραν ἐν τῇ ποικιλίᾳ τῶν ἀρετῶν ἔχουσα.

Καὶ ἤκουσα φωνῆς μεγάλης.

Οὐρανόθεν ὁ ἅγιος διδάσκεται ἀληθινὴν εἶναι ταύτην τὴν σκηνὴν, ἧς ἦν ἡ τῷ Μωϋσῷ παραδειχθεῖσα τύπος, μᾶλλον δὲ προτύπωσις τύπου τῆς σήμερον Ἐκκλησίας τύπος τυγχάνουσα· ἐν αὐτῇ τῇ ἀχειροποιήτῳ σκηνῇ οὐκ ἔστι κλαυθμὸς οὐδὲ δάκρυον. ὁ γὰρ τῆς ἀεννάου χαρᾶς χορηγὸς τὸ ὁρᾶσθαι πᾶσι δωρήσεται τοῖς ἁγίοις τὴν εὐφροσύνην τὴν ἄληκτον. τὸ δὲ “ τὰ πρῶτα “ ἀπῆλθε,” σημαίνει, ὅτι ἡ τῶν ἁγίων κακοπάθεια, καὶ τῶν ἀσεβῶν ἡ ἀλαζονεία πέρας εἴληφεν ἑκατέρῳ τούτων κατάλληλον.

Ἀληθινοὶ καὶ πιστοί εἰσι.

Ἀληθινοὶ οἱ λόγοι ὡς ὑπ’ αὐτῆς τῆς ἀληθείας ἐκφερόμενοι, καὶ μηκέτι διὰ συμβόλων, ἀλλὰ δι’ αὐτῶν τῶν πραγμάτων γινωσκόμενοι. ἀρχὴ δὲ καὶ τέλος ὁ Χριστὸς, ὡς πρῶτος διὰ τὴν θεότητα καὶ ἔσχατος διὰ τὴν ἀνθρωπότητα, καὶ ὡς ἀπὸ τῆς πρώτης τῶν ἀσωμάτων κτίσεως μέχρι τῶν τελευταίων ἀνθρώπων τὴν οἰκείαν κινῶν πρόνοιαν.

Ἐγὼ τῷ διψῶντι δώσω.

Τῷ διψῶντι τὴν δικαιοσύνην παρέξειν ἐπαγγέλλεται τὴν χάριν τοῦ ζωοποιοῦ Πνεύματος. δωρεὰν δὲ, “ ὅτι οὐκ ἄξια τὰ παθή- “ μάτα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν τοῖς ἁγίοις

572
“ ἀποκαλύπτεσθαι,” ἢ δωρεὰν, ὅτι οὐκ ἔστι ταύτην χρήμασιν, ἀλλ’ ἔργοις ἀγαθοῖς κτήσασθαι, φιλανθρωπίᾳ τοῦ παρέξοντος.

Ὁ νικῶν δώσω αὐτῶ.

Ὁ νικῶν φησι τὸν πρὸς τοὺς ἀοράτους δαίμονας πόλεμον, τῶν ἀγαθῶν τούτων τεύξεται, υἱὸς Θεοῦ γενόμενος, καὶ τοῖς πατρικοῖς ἐντρυφῶν ἀγαθοῖς.

Τοῖς δὲ δειλοῖς καὶ ἀπίστοις.

Πάντοθεν ἡμᾶς ὁ διψῶν τὴν σωτηρίαν ἡμῶν Θεὸς, εἰς τὴν κληρονομίαν τῶν ὑπ’ αὐτοῦ ἀγαθῶν, διά τε χρηστῶν διά τε σκυθρωπῶν προτρέπεται. ὑπ’ ὄψιν ἡμῖν ἄγων τὴν τῆς ἄνω Ἱερουσαλὴμ λαμπρότητα, καὶ τῆς γεέννης τοῦ πυρὸς τὴν ἀφεγγῆ καὶ ὀδυνηρὰν σκυθρωπότητα, ἵνα ἢ πόθῳ τῆς αἰωνίου δόξης ἢ φόβῳ τῆς ἀπεράντου αἰσχύνης, ὡς καιρός ἐστι, τὸ ἀγαθὸν ἐργασώμεθα, σὺν τοῖς λοιποῖς ἀπηγορευμένοις, καὶ τοὺς δειλοὺς καὶ ἀνάνδρους ἐν τῆ κατὰ τοῦ διαβόλου πάλῃ τῷ δευτέρῳ θανάτῳ φήσας καταδικασθήσεσθαι.

Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ Ἀγγέλων.

Διὰ τούτων δείκνυται μὴ μόνον τὰς κακωτικὰς ἐπάγειν πληγὰς τοὺς Ἀγγέλους, ἀλλὰ καὶ τὰ χαροποιὰ δεικνύειν. ὃ γὰρ τότε τὴν πληγὴν τοῖς ἀξίοις ἐπάγων, νῦν τὴν μακαριότητα τῆς Ἐκκλησίας τῷ ἁγίῳ ὑποδείκνυσιν. καλῶς δὲ τὴν νύμφην τοῦ ἀρνίου γυναῖκα φησιν· ὅτε γὰρ ὡς ἀμνὸς ἐσφαγιάσθη Χριστὸς, τότε αὐτὴν τῷ οἰκείῳ αἵματι ἐνυμφεύσατο. ὥσπερ γὰρ τοῦ Ἀδὰμ καθεύδοντος διεπλάσθη ἡ γυνὴ τῇ τῆς πλευρᾶς ἀφαιρέσει, οὕτω καὶ τῷ Χριστῷ ἐν τῷ σταυρῷ ἑκουσίως διὰ θανάτου ὑπνώσαντι τῇ ἐκχύσει τοῦ ἐκ τῆς πλευρᾶς αὐτοῦ αἵματος ἡ Ἐκκλησία συστᾶσα τῷ τυθέντι δι’ ἡμᾶς ἥρμοσται.

Καὶ ἀπήνεγκέ με ἐν πνεύματι.

Τὸ ἀπενεχθῆναι ἐν πνεύματι δηλοῖ, τῷ ἐκ γῆς ἀρθῆναι τῷ φρονήματι διὰ τοῦ πνεύματος, πρὸς τὴν τῶν οὐρανίων κατανόησιν. ἐπ’ ὄρος δὲ μέγα τὴν ἀνηγμένην καὶ ὑπερκόσμιον τῶν ἁγίων ζωὴν, ἐν ᾗ ἡ γυνὴ τοῦ ἀρνίου, ἡ ἄνω Ἱερουσαλὴμ, ὑπὸ Θεοῦ κοσμηθήσεται καὶ δοξασθήσεται.

573

Ὁ φωστὴρ αὐτῆς.

Φωστὴρ τῆς Ἐκκλησίας ὁ Χριστὸς, διὰ μὲν τῆς κρυσταλλιζούσης ἰάσπιδος, ὡς ἀειθαλὴς καὶ ζωόδωρος καὶ ὡς καθαρός· δι’ ἑτέρων δὲ ἑτέρως ὡς σκιαγραφούμενος· οὐδὲ γὰρ ἑνὸς εἴδους παραδείγματι τῶν ποικίλων αὐτοῦ περὶ ἡμᾶς εὐεργεσιῶν τὸ πολύτροπον διαγραφῆναι δύναται.

Ἔχουσα τεῖχος μέγα.

Τεῖχος μέγα τῆς Ἐκκλησίας ἰσχυρὸν φρουρητικόν τε τῶν ἐν τῇ ἁγίᾳ πόλει, ὁ Χριστός ἐστιν, ἐν ᾧ πυλῶνες Ἰησοῦ οἱ ἅγιοι Ἀπόστολοι· δι’ ὧν τὴν προσαγωγὴν καὶ τὴν εἴσοδον πρὸς τὸν Πατέρα ἐσχήκαμεν, καὶ αὐτοὶ δὲ συνεργούμενοι ὑπὸ Ἀγγέλων ιβ τῶν προυχόντων τῷ Θεῷ κατὰ τὴν ἀγχιστείαν τὴν ἐν ἁγιότητι. εἰ γὰρ ἑκάστῳ τῶν πιστῶν Ἄγγελον ἔσεσθαι φύλακα πεπιστεύκαμεν, πολλῷ μᾶλλον τοῖς θεμελιωταῖς τῆς Ἐκκλησίας ἔδει τοὺς ἐν Ἀγγέλοις πρωτεύοντας συνεργοὺς πρὸς τὸ ἀγγελικὸν κήρυγμα νοεῖσθαι ἀκόλουθον. τὰ δὲ ὀνόματα τῶν φυλῶν τοῦ νοητοῦ Ἰσραὴλ ἐπὶ ταῖς ἀποστολικαῖς εἰσόδοις γέγραπται. ἐπειδὴ καὶ τὰ τοῦ αἰσθητοῦ Ἰσραὴλ ἐν τῇ ἐπωμίδι τοῦ πάλαι κατὰ καιρὸν ἀρχιερέως ἐγέγραπτο. καὶ γὰρ ἡ γραφὴ νῦν διὰ τῶν ὀνομάτων τούτων τὴν περὶ τῶν πιστῶν μέριμναν τοῖς Ἀποστόλοις προσμαρτυρεῖ, καθὼς ὁ Παῦλος φησὶν, “ ἔχειν τὴν “ μέριμναν πασῶν τῶν ἐκκλησιῶν.”