Commentarius In Apocalypsin (Pseudo-Oecumenii) (E Cod. Coislin.

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum), Commentarius In Apocalypsin (Pseudo-Oecumenii) (E Cod. Coislin.

Οἶδά σου τὰ ἔργα.

Εἰ γὰρ καὶ διὰ τὴν πίστιν καὶ τὴν περὶ τοὺς δεομένους διακονίαν τὸ εὐλαβὲς ὑμῶν καὶ ὑπομονητικὸν ἀποδέχομαι, ἀλλὰ δικαίως ὑμῖν ἐπιμέμφομαι, ὅτι τὴν τῶν Νικολαϊτῶν αἵρεσιν, τὴν τροπικῶς ὠνόμασ’ μένην Ἰεζάβελ διὰ τὴν δυσσέβειαν καὶ ἀσέλγειαν, ἀφήκατε παρρησιάζεσθαι, ὥστε τοῖς δούλοις μου δι’ ἁπλότητα γνώμης παρέχειν σκάνδαλον, καὶ ἕλκειν αὐτοὺς εἰς εἰδωλόθυτα, οἷς καλῶς ἀπετάξαντο. ταύτην δὲ ἐπιστομίζειν ὀφείλετε, ὅτι καὶ προφῆτις εἶναι ὑποκρίνεται, ὑπὸ πονηροῦ ἐνεργουμένη πνεύματος.

Καὶ ἔδωκα αὐτῇ.

Αὕτη φησὶν ἡ πονηρὰ αἵρεσις, καὶ καιρὸν λαβοῦσα εἰς μετάνοιαν, καλῶς τούτῳ οὐκ ἐχρήσατο.

Ἴδου βάλλω αὐτήν.

Τροπικῶς μοιχαλίδι τὴν συστροφὴν τῶν αἱρετικῶν παρεικάσας, ἀπειλεῖ ταύτην τε ἀσθενείᾳ καὶ θανάτῳ περιβαλεῖν, καὶ τοὺς αὐτῇ συμφθειρομένους καὶ ἐκ τοῦ Θεοῦ πορνεύοντας, εἰ μὴ διὰ μετανοίας πρὸς αὐτὸν ἐπιστρέψουσιν.

Ὑμῖν δὲ λέγω τοῖς λοιποῖς.

Ταῦτα πρὸς τοὺς ἁπλουστέρους φησίν. ἐπείπερ πρὸς τοὺς οὕτω πονηροὺς καὶ εὑρεσιλόγους ἀντέχειν δι’ ἁπλότητα τρόπων οὐ δύνασθε, ἅτε τὰ βάθη τοῦ Σατανᾶ μὴ ἐγνωκότες ὡς λέγετε, οὐ ζητῶ παρ’ ὑμῶν τὴν διὰ λόγων μάχην, ἀλλὰ τὴν φυλακὴν τῆς διδαχῆς, ἣν παρελάβετε, ἄχρις ἃν ὑμᾶς ἐντεῦθεν προσλήψομαι.

Καὶ ὁ νικῶν καὶ ὁ τηρῶν. τῷ ποιοῦντι, φησὶ, τὰ ἔργα μου δώσω ἐξουσίαν ἐπάνω πέντε ἢ δέκα πόλεων, ὡς ἐν τῷ Εὐαγγελίῳ εἴρηκεν· ἣ διὰ τούτου τὴν τῶν ἀπίστων κρίσιν αἰνίττεται, δι’ ἧς οἱ πεπλανημένοι, ὡς ἐν ῥάβδῳ ποιμαινόμενοι συντριβήσονται, ὑπὸ τῶν ἐν αὐτοῖς τῷ Χριστῷ πιστευσάντων κρινόμενοι, κατὰ τὸ εἰρημένον, “ἄνδρες

506
“ Νινευΐται ἀναστήσονται καὶ κατακρινοῦσι τὴν γενεὰν ταύτην.” δὲ, “ ὡς κἀγὼ εἴληφα παρὰ τοῦ Πατρός μου,” τὴν τῆς σαρκὸς πρόσληψιν.

Καὶ δώσω αὐτῷ.

Ἀστέρα πρωινὸν, ἣ ἐκεῖνον φησὶ περὶ οὗ ‘Hσαΐας ἔλεγεν, “ πῶς “ ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος ὁ πρωὶ ἀνατέλλων,” συντετριμμένον ὑπὸ τοὺς πόδας τῶν ἁγίων ἐπήγγελτο. καὶ τὸν ὑπὸ τοῦ ἀποστόλου Πέτρου λεχθέντα ἑωσφόρον ἐν ταῖς καρδίαις τῶν πιστῶν ἀνατέλλοντα, τὸν Χριστοῦ φωτισμὸν εὔδηλον. καὶ ὁ βαπτιστὴς Ἰωάννης καὶ Ἠλίας φωσφόρος προσαγορεύονται, ὁ τῆς πρώτης ἀνατολῆς τοῦ ἡλίου τῆς δικαιοσύνης, ὁ γε τῆς δευτέρας, μεθ’ ὡν ἕξειν τὸ μέρος τοὺς νικητὰς τοῦ διαβόλου πιστεύομεν. νοεῖται δὲ καὶ ἡ τῆς μελλούσης ἡμέρας ἀνατολὴ, ᾗ τὸ σκότος τοῦ παρόντος βίου καλυφθήσεται. καὶ ὁ ταύτην δὲ εὐαγγελιζόμενος Ἄγγελος. προπορεύεται γὰρ αὕτη τοῦ τῆς δικαιψσύνης ἡλίου ἐπιφανησομένου τοῖς ἁγίοις, καὶ τὴν ἀχλὺν τοῦ παρόντος βίου διασκεδάσαντος.

Τάδε λέγει Κύριος.

Ἑπτὰ ἀστέρας, θείους Ἀγγέλους φησὶν, ἑπτὰ δὲ πνεύματα, ἢ τοὺς αὐτοὺς, ἢ τὰς ἐνεργείας τοῦ ζωοποιοῦ Πνεύματος, ἅπερ ἀμφότερα ἐν τῇ χειρὶ τοῦ Χριστοῦ εἰσιν, τῶν μὲν γὰρ ὡς δεσπότης κρατεῖ, τοῦ δὲ Πνεύματος ἐστὶ χορηγὸς ὡς ὁμοούσιος· ἐπιπλήττει δὲ τῇ Ἐκκλησίᾳ, ὡς ψιλὸν ὄνομα ζωῆς ἐχούσης πίστεως, νενεκρωμένη δὲ ἐξ ἀγαθῶν πράξεων.

Γίνου γρηγορῶν.

Τὸν ὕπνον φησὶ τῆς ῥαθυμίας ἀποτίναξαι, καὶ τὰ μέλη σου τὰ ἀποθνήσκειν τελείως διὰ τῆς ἀπιστίας μέλλοντα, στήριξον· οὐ γὰρ ἡ ἀρχὴ τῶν ἀγαθῶν ἔργων στεφανοῖ τὸν ἀγαθὸν ἐργάτην, ἀλλὰ τὸ τέλος.

Ἐὰν οὖν μὴ γρηγορήσῃς.

Ταῦτα φησὶν εἰκότως, ὅτε γὰρ ἑκάστου θάνατος, ἥτε κοινὴ συντέλεια, πᾶσιν ἄγνωστος· τοῖς μὲν παρεσκευασμένοις πόνων ἀνάπαυσις, τοῖς δὲ ἀπαρασκευάστοις κλέπτης, ψυχικὸν ἐπάγων θάνατον.

507

Ἀλλ’ ὀλίγα ἔχεις.

Τοῦτο, φησὶ, καλὸν κέκτησαι, ἔχουσα τινὰς τοὺς τὸ ἱμάτιον τῆς σαρκὸς ῥυπαραῖς πράξεσι μὴ μιάναντας, οἳ μετ’ ἐμοῦ ἐν τῇ παλιγγενεσίᾳ λαμπροφορήσουσιν, ὡς τηρήσαντες ἁπλῶς τὸ τῆς ἀφθαρσίας ἔνδυμα.

Ὁ νικῶν· οὗτος.

Ὁ τὴν προλεχθεῖσαν, φησὶ, νίκην νικῶν τοῖς τῶν οἰκείων ἀρετῶν ἱματίοις λάμψει ὡς ὁ ἥλιος, καὶ τὸ ὄνομα αὐτοῦ ἐν τῇ τῶν ζώντων βίβλῳ ἔσται ἀνεξάλειπτον. ὁμολογηθήσεται δὲ ἐπὶ τοῦ πατρός μου καὶ τῶν ἁγίων δυνάμεων, ὥσπερ καὶ οἱ ἅγιοι μάρτυρες, καθώς φησι καὶ ἐν τῷ Εὐαγγελίῳ, “ ἐκλάμψειν τοὺς δικαίους ὡς τὸν “ ἥλιον ἐν τῆ βασιλείᾳ τῶν οὐρανῶν.”

Τάδε λέγει Κύριος.

Κλεῖς τοῦ Δαβὶδ ἡ βασιλεία αὐτοῦ κέκληται· ἐξουσίας γὰρ αὕτη σύμβολον. κλεῖς δὲ πάλιν τῆς τε ψαλμικῆς βίβλου καὶ 1 πάσης προφητείας, τὸ Πνεῦμα τὸ Ἅγιον· δι’ οὗ οἱ θησαυροὶ τῆς γνώσεως ἀνοίγονται. καὶ τὴν μὲν πρώτην κατὰ τὸ ἀνθρώπινον δέχεται, τὴν δὲ δευτέραν ἔχει κατὰ τὸ ἄναρχον τῆς θεότητος. ἐπεὶ δὲ ἔν τισι τῶν ἀντιγράφων, ἀντὶ τοῦ Δαβὶδ, ᾅδου γέγραπται, διὰ τῆς τοῦ ἅδου κλειδὸς, ἡ ἐξουσία τῆς ζωῆς καὶ τοῦ θανάτου τῶ Χριστῷ πρόσ’ μεμαρτύρηται. ἅγιος δὲ καὶ ἀληθινὸς, ὡς αὐτοαγιωσύνη, καὶ αὐτοουσιώδης ἀλήθεια.

Οἶδα σου τὰ ἔργα.

Ἐκ τῶν γεγραμμένων, μικρὰν μὲν τῷ μεγέθει τὴν πόλιν ταύτην, μεγάλην δὲ τῇ πίστει μανθάνομεν. διό φησιν αὐτῇ, οἰδα τὰ ἔργα, τουτέστιν ἀποδέχομαι· καὶ θύραν ἐνώπιόν σου τοῦ διδασκαλικοῦ κηρύγματος ἤνοιξα, κλεισθῆναι διὰ πειρασμῶν μὴ δυνα- μένην, τῇ προθέσει γὰρ ἀρκοῦμαι, καὶ οὐκ ἀπαιτῶ τὰ ὑπὲρ δύναμιν.

Ἴδου δίδωμι ἐκ τῆς συναγωγῆς.

Ἔξεις, φησὶ, μισθὸν τῆς ὁμολογίας τοῦ ἐμοῦ ὀνόματος τὴν τῶν Ἰουδαίων ἐπιστροφήν τε καὶ μετάνοιαν, οἳ προπεσοῦνται τοῖς πόσι σου, τὴν πρὸς ἐμὲ ἀγωγὴν καὶ τὸν ἐξ ἐμοῦ φωτισμὸν αἰτούμενοι, καὶ ἐν τῷ κρυπτῷ τῆς καρδίας καὶ ἐν τῷ φανερῷ λοιπὸν Ἰουδαΐςοντες.

508