Commentarius In Apocalypsin (Pseudo-Oecumenii) (E Cod. Coislin.

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum), Commentarius In Apocalypsin (Pseudo-Oecumenii) (E Cod. Coislin.

Τάδε λέγει ὁ κρατῶν τοὺς ἑπτὰ ἀστέρας ἐν τῇ δεξία αὐτοῦ.

Εἰκὸς διὰ τῶν ἑπτὰ ἀστέρων, ἤγουν Ἀγγέλων τῶν ἐν τοῖς εἰρημένοις ἑπτὰ οὐρανοῖς λογικῶν τάξεων δηλοῦσθαιb τὴν διακόσμησιν, ἐν τῇ δεξίᾳ τοῦ Χριστοῦ κειμένην, ἐν ᾗ καὶ τὰ τῆς γῆς πέρατα τοῦ καὶ ἐν μέσῳ τῶν ἐκκλησιῶν περιπατοῦντος, κατὰ τὴν οἰκείαν ὑπόσχεσιν, “ ὅπου γάρ, φησιν, “ εἰσὶ δύο ἢ τρεῖς “ συνηγμένοι ἐν τῷ ἐμῷ ὀνόματι, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν.”

Οἶδα τὰ ἔργα σου καὶ τὸν κόπον σου, καὶ τὴν ὑπομονὴν σου.

Ἐν δυσὶ τὴν ἐκκλησίαν ἀποδεχόμενος, ἐν ἑνὶ ταύτην καταμέμφεται, ὃ καὶ μέσον τέθεικεν, τὰ κατορθώματα θεὶς ἑκατέρωθεν· ’τον μὲν κόπον καὶ τὴν ὕπερ τῆς πίστεως ὑπομονὴν καὶ τὴν πρὸς τοὺς κακοὺς ἀλλοτρίωσιν αὐτῆς ἐπῄνεσεν, ὅτι τε μὴ παντὶ πιστεύσασα πνεύματι, ἐπείρασε τοὺς ψευδαποστόλους· καὶ γνοῦσα ψευδεῖς αὐτοὺς, ἀπεπέμψατο. πρὸς δὲ τούτοις ὅτι τὰ ἔργα τῶν αἰσχροεργῶν Νικολαϊτῶν μεμίσηκεν· ἐμέμψατο δὲ ὅτι τὴν πρὸς τοὺς πλησίον ἀγάπην καὶ εὐποιίαν ἐχλίανεν, πρὸς ἣν αὐτὴν διὰ τῶν ἑξῆς ἀνεκαλέσατο, δι’ ὧν φησι, τὰ πρῶτα ἔργα ποίησον.

Εἰ δὲ μὴ, ἔρχομαί σοι ταχύ.

Κίνησις Ἐκκλησίας ἐστὶν ἡ τῆς θείας χάριτος γύμνωσις, δι’ ἧς ἐν σάλῳ καὶ κλύδωνι ὑπὸ τῶν τῆς πονηρίας πνευμάτων, καὶ τῶν ὑπουργούντων αὐτοῖς πονηρῶν ἀνθρώπων καθίσταται. τινὲς δὲ τὴν τῆς λυχνίας κίνησιν, τὸν ἀρχιερατικὸν τῆς Ἐφέσου θρόνον ὡς ἐν τῇ βασιλίδι μετατεθέντα ἐνόησαν. τὰ δὲ ἔργα τῶν Νικολαϊτῶν ὅπως εἰσὶ τῷ Θεῷ μισητὰ, ἐντυχών τις τῇ βδελυρᾷ αὐτῶν αἱρέσει γνώσεται.

Ὁ ἔχων οὖς ἀκουσάτω.

Σαμικὸν μὲν οὖς, πᾶς ἄνθρωπος, πνευματικὸν δὲ, ὁ πωευματικὸς μόνος κέκτηται, ὃ τῷ Ἡσαΐᾳ προστέθειται. τῷ δὲ τοιούτῳ [*](b δηλούσθω Cod.)

503
νικῶντι τὸν πρὸς τοὺς δαίμονας πόλεμον δώσειν ἐπαγγέλλεται φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς, τουτέστι μετασχεῖν τῶν τοῦ μέλλοντος αἰῶνος ἀγαθῶν. περιφραστικῶς γὰρ διὰ τοῦ ξύλου δηλοῦται ἡ ζωὴ ἡ αἰώνιος, ὧν ἑκάτερον ὁ Χριστός ἐστιν, ὥς φησι Σολομὼν περὶ τῆς σοφίας λέγων, “ ξύλον ζωῆς ἐστιν πᾶσι τοῖς “ ἀντεχομένοις αὐτῆς,” καὶ ὁ παρὼν Ἀπόστολος ἑτέρωθι περὶ τοῦ Χριστοῦ λέγων “αὐτός ἐστί,” φησιν, “ὁ Θεὸς καὶ ἡ ζωὴ ἡ αἰώνιος.”

Καὶ τῷ Ἀγγέλῳ τῆς ἐν Σμύρνῃ.

Πρῶτος ὡς Θεὸς, ἔσχατος ὡς ἐπ’ ἐσχάτων τῶν καιρῶν γέγονεν ἄνθρωπος, καὶ διὰ τῆς τριημέρου νεκρώσεως ἀνοίξας ἡμῖν τὴν ζωὴν τὴν αἰώνιον.

Οἶδά σου τὰ ἔργα.

Οἶδά σου, φησι, τὴν θλῖψιν καὶ τὴν πτωχείαν ἐν τοῖς σαρκικοῖς, ἣν ὑπομένεις δι’ ἐμὲ, μαστιζόμενος ὑπὸ τῶν ἀπίστων, καὶ τῶν ὑπαρχόντων στερούμενος· πλούσιος δὲ εἶ ἐν τοῖς πνευματικοῖς, ἔχων τὸν θησαυρὸν κεκρυμμένον ἐν τῷ ὀστράκῳ τῆς καρδίας σου.

Καὶ τὴν βλασφημίαν.

Κατὰ κοινοῦ τὸ οἶδα. καὶ τὴν βλασφημίαν τῆς συναγωγῆς τοῦ Σατανᾶ, φησὶν, ἐπίσταμαι, ὅτι οὐκ εἰσὶν ὃ λέγονται· οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖος, ἀλλ’ ὁ ἐν τῷ κρυπτῷ. Ἱούδας γὰρ ἐξομολόγησις ἑρμηνεύεται.

Μηδὲν φοβοῦ.

Μῆ φοβηθῇς, φησι, τὴν ἐκ τῶν θεομάχων διὰ μαστίγων καὶ πειρασμῶν θλῖψιν, δεκαήμερος γὰρ αὕτη καὶ οὐ μακρόβιος, διὸ καταφρονητέος ὁ θάνατος, ὡς ἐν ὀλίγῳ προξενῶν στέφανον ζωῆς ἀμάραντον.

Ὁ ἔχων οὖς ἀκουσάτω.

Ὁ πνευματικῶς, φησιν, ἀκούων καὶ νικῶν τὰς διαβολικὰς ὑποσπορᾶς, εἰ καὶ τὸν πρῶτον διὰ σαρκὸς ὑποστῇ θάνατον, ὑπὸ τοῦ δευτέρου τῆς γεέννης οὐκ ἀδικηθήσεται.

Τῷ Ἀγγέλῳ τῆς ἐν Περγάμῳ.

Κατείδωλος ἦν αὕτη ἡ πόλις πρὸς ἣν ταῦτά φησι, τοὺς ἐν αὐτῇ πιστοὺς δι’ ὑπομονὴν πειρασμῶν ἀποδεχόμενος· ῥομφαίαν δὲ δίστομον, ἢ τὸν Εὐαγγελικόν φησι λόγον τὸν τὴν καρδίαν περιτέμνοντα

504
καὶ τοὺς πιστοὺς ἐκ τῶν ἀπίστων μερίζοντα, ἣ τὴν κατὰ τῶν ἀσεβῶν ἀπότομον ἀπόφασιν.

Ἐν ταῖς ἡμέραις ἐν αἷς Ἀντίπας.

Τινὲς Ἀντίπαν τινὰ τοὔνομα μάρτυρα ἐν Περγάμῳ φασὶ γεγονέναι ἀνδρειότατον, οὗ περ νῦν ὁ Εὐαγγελιστὴς πρὸς ἔνδειξιν τῆς ἐκείνου ὑπομονῆς, τῆς τῶν πεπλανημένων ὠμότητος ἐμνημονευσεν.

Ἀλλ’ ἔχω κατά σου ὀλίγα.

Δύο χαλεπὰ ὡς ἔοικεν αὕτη ἡ πόλις ἐκέκτητο, τοὺς μὲν πλείονας Ἕλληνας· ἐξ αὐτῶν δὲ τῶν πιστῶν ὀνομαζομένων, τοὺς αἰσχροποιοὺς Νικολαΐτας, ἐπισπαρέντας τῷ σίτῳ πονηρὰ ζιζάνια· διὸ καὶ τοῦ Βαλαὰμ ἐμνημόνευσε, φήσας, ὃς ἐδίδασκεν ἐν τῷ Βαλαὰμ τὸν Βαλάκ. δηλοῖ δὲ διὰ τούτων τὸν νοητὸν Βαλαὰμ τὸν διάβολον ἐν τῶ αἰσθητῷ τὸν Βαλὰκ διδάξαι τὸ κατὰ τῶν Ισραηλιτῶν σκάνδαλον, πορνείαν καὶ εἰδωλολατρίαν· τῇ γὰρ ἐκείνης ἡδονῇ εἰς ταύτην τῷ Βεελφεγὼρ τελεσθέντες κατεκυλίσθησαν.

Μετανόησον οὖν.

Ἐν τῇ ἀπειλῇ ἡ φιλανθρωπία, οὐ γὰρ μετὰ σοῦ, φησὶν, ἀλλὰ μετ’ ἐκείνων πολεμήσω τῶν νοσούντων ἀνιάτως.

Τῷ νικῶντι δώσω αὐτῶ.

Μάννα κεκρυμμένον ὁ ἄρτος τῆς ζωῆς ὁ οὐράνιος, ὁ οὐρανόθεν δι’ ἡμᾶς κατελθὼν, καὶ βρώσιμος γενόμενος· τροπικῶς δὲ καὶ τὰ μέλλοντα ἀγαθὰ μάννα λέγετ’ αἰ, ἅτε οὐρανόθεν κατερχόμενα, ὅθεν καὶ ἡ ἄνω Ἱερουσαλήμ. τούτων οἱ νικῶντες τὸν διάβολον, φησὶ, τεύξονται· λήψονται δὲ καὶ ψῆφον λευκὴν, τουτέστι νικῶσαν, τῆς δεξιᾶς μοίρας ἀξιούμενοι, καὶ ὄνομα καινὸν τῇ παρούσῃ ζωῇ ἀγνοούμενον· ὀφθαλμὸς γὰρ οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσεν, καὶ νοῦς οὐ κατέλαβεν τὰ ἀγαθὰ τὰ μέλλοντα· καὶ τὸ καινὸν ὄνομα, ὃ οἱ ἅγιοι κληρονομήσουσιν.

Καὶ τῷ Ἀγγέλῳ τῆς ἐν Θυατείροις.

Εἴρηται τὸ τῶν ὀφθαλμῶν πυρῶδες τὸ φωτιστικὸν τῶν δικαίων καὶ τὸ καυστικὸν δηλοῦν τῶν ἁμαρτωλῶν· τοὺς δὲ πόδας καὶ τὸν χαλκολίβανον σημαίνειν τὴν Χριστοῦ ἐν τοῖς σωζομένοις εὐωδίαν

505
τοῦ νοητοῦ μύρου, καὶ ἄτμητον καὶ ἀσύγχυτον ἕνωσιν θεότητός τε καὶ ἀνθρωπότητος, αὕτη γὰρ ὡς πεπυρακτωμένη τῷ θείῳ Πνεύματι, τοῖς ἀνθρωπίνοις λογισμοῖς ἐστὶν ἀψηλάφητος.