Commentarius In Apocalypsin (Pseudo-Oecumenii) (E Cod. Coislin.

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum), Commentarius In Apocalypsin (Pseudo-Oecumenii) (E Cod. Coislin.

Τὸ κρίμα τῆς πόρνης.

Ταύτην τὴν πόρνην τινὲς εἰς τὴν παλαιὰν Ῥώμην ὡς ἐπάνω ζ ὀρέων κειμένην ἐξέλαβον, τὰς δὲ ζ κεφαλὰς τοῦ αὐτὴν βαστάζοντος θηρίου· ζ βασιλεῖς τοὺς ἀσεβεστέρους, ἀπὸ Δομετιανοῦ μέχρι Διοκλητιανοῦ τὴν Ἐκκλησίαν διώξαντας. ἄλλοι δὲ ταύτην εἶναι τὴν καθ’ ὅλου ἐπίγειον βασιλείαν φασίν· ὡς ἐν ἑνὶ σώματι, ἣ τὴν μέχρι τῆς παρουσίας τοῦ Ἀντιχρίστου βασιλευομένην πόλιν. ἡ γὰρ παλαιὰ Ῥώμη πρὸ πολλοῦ τὸ τῆς ἀσεβείας1 κράτος ἀπέβαλεν. εἰ ὑποθώμεθα αὐτῇ τὸ ἀρχαῖον πάλιν ἀναστρέφειν ἀξίωμα. εἰ δὲ μὴ τοῦτο, ἔσται ἡ κρατοῦσα σήμερον. καὶ ἑτέρως δὲ νοητέον τῆς προρρηθείσης πόρνης τὴν ἐρήμωσιν, ἣν ὡς γυναῖκα ἑωρακέναι φησὶ [*](l ἴσως, εὐσεβείας in rnarg.)

554
τὸν Ἀπόστολον, διὰ τὸ τεθεμελιωμένον πρὸς ἁμαρτίαν καὶ ἄνανδρον. δρον. καθημένην δὲ ἐπὶ θηρίον κόκκινον, διὰ τὸ, τῷ διαβόλῳ τῷ φονίῳ καὶ αἱμοχαρεῖ ταύτῃ διὰ πονηρῶν πράξεων ἐπαναπαύεσθαι· διὸ συνεργὸς ἐν ταῖς κατὰ Θεοῦ βλασφημίαις τῷ ἀποστάτῃ γίνεται ὠμότητος καὶ ἀγριότητος καὶ φονικῆς γνώμης· τό τε θηρίον, τό τε κόκκινον χρῶμα γνώρισμα. περὶ δὲ τῶν ζ κεφαλῶν καὶ τῶν ι κεράτων, ἐν τοῖς ἑξῆς ἐκ τοῦ θείου Ἀγγέλου μαθησόμεθα.

Καὶ ἡ γυνὴ ἦν περιβεβλημένη.

Κόκκινον καὶ πορφύραν περιβέβληται, ὡς τῆς ἡγεμονίας τῆς κατὰ πάντων σύμβολα ὄντα. διὸ λίθῳ τιμίῳ καὶ μαργαρίταις κεκόσμηται. ἣ διὰ μὲν τοῦ ποτηρίου τὸ πρὸς πόσιν ἡδὺ τῶν πονηρῶν πράξεων, διὰ δὲ τοῦ χρυσοῦ τὸ τίμιον ἐνδείκνυται· εἰς ἔνδειξιν ὅτι οὐ διακόρως ἀλλ’ ἐν δίψει τῆς οἰκείας ἀπωλείας τὴν κακίαν μετέρχεται. διὸ ἑαυτῇ τὰ βδελύγματα, τουτέστι τὰ βδελυκτὰ τῷ Θεῷ ἐπιτηδεύματα ἐπλήθυνεν· ἧς ἡ φιλάμαρτος πληθὺς ποτίζεται, ὡς ἡδὺ πόμα σπῶσα τὴν βδελυκτὴν τῆς ἁμαρτίας μέθην, καὶ τῆς ἐκ Θεοῦ πορνείας τὴν βεβήλωσιν. ἡ δὲ τοῦ μετώπου γραφὴ τὸ ἀπηρυθρασμένον m τῆς τῶν πλημμελημάτων δηλοῖ ἐκπληρώσεως, καὶ τῆς καρδιακῆς συγχύσεως. ἡ δὲ μήτηρ, τὸ τῆς ψυχικῆς πορνείας εἶναι ταύτην διδάσκαλον ταῖς ἀρχομέναισ πόλεσι τὰς βδελυκτὰς τῷ Θεῷ παρανομίας τίκτουσα.

Καὶ εἶδον τὴν γυναῖκα.

Τὸ φερωνύμως ταῖς πράξεσιν ἐπιτίθεσθαι γραφικῶς τὰ ὀνόματα ταῖς πόλεσιν, ἐκ πολλῶν μαθεῖν ἔξεστιν, ὅθεν καὶ ἡ πάλαι Βαβυλὼν οὕτως ὠνόμασται. καὶ ἡ πρεσβυτέρα δὲ Ῥώμη Βαβυλὼν ἐν τῇ ἐπιστολῇ Πέτρου προσηγόρευται. κυριωτέρως δὲ καὶ ἡ παρὰ Πέρσαις τὸ κράτος ἔχουσα, καὶ Βαβυλὼν καὶ πόρνη προσαγορευθήσεται, ἤ πᾶσα πόλις ἑτέρα, φόνοις καὶ αἵμασι χαίρουσα. τούτων τοίνυν μίαν ὁρᾶν τὸν Εὐαγγελιστὴν φασὶ μεμολυσμένην τοῖς τῶν ἁγίων αἵμασιν, οἷα δεῖ παθεῖν ἐφ’ οἷς ἐπὶ συντελείᾳ τοῦ χρόνου τῆς κοσμικῆς βασιλείας τὸ κράτος φέρουσαν, εἴτε τὴν παλαιὰν Ῥώμην, εἴτε τὴν νέαν, εἴτε τὴν ὡς ἐν [*](m ἀναίσχυντον in marg.)

555
ἑνὶ σώματι γενικῶς ἐκληφθεῖσαν βασιλείαν νοῆσαι τις ἕληται. ἐν ἑκάστῃ γὰρ τούτων ἁμαρτήματα διάφορα καὶ αἱμάτων ἁγίων ἐκχύσεις, πῆ μὲν πλέον, πῆ δὲ ἔλαττον γεγενῆσθαι μεμαθήκαμεν.

Τὸ θηρίον ὃ εἶδες.

Θηρίον ὁ διάβολος οὗτος ἀποκτανθεὶς τῷ σταυρῷ τοῦ Χριστοῦ, πάλιν ἐπὶ συντελείᾳ ἀναζῆν λέγεται, ἐνεργῶν ἐν σημείοις καὶ τέρασι πλάνης διὰ τοῦ Ἀντιχρίστου τὴν τοῦ Σωτῆρος ἄρνησιν. διὰ τοῦτο ἦν μὲν καὶ ἴσχυε πρὸ τοῦ σταυροῦ, οὐκ ἔτι δὲ μετὰ τὸ σωτήριον πάθος, ἐκνευρισθεὶς καὶ τῆς ἐξουσίας ἐξωσθεὶς, ἣν κατὰ τῶν ἐθνῶν τῆς εἰδωλολατρείας ἐκέκτητο. παρέσται δὲ ἐν τῇ συντελείᾳ ἀναβαίνων ἐκ τῆς ἀβύσσου, ἢ ὅθεν κατεδικάσθη, ἢ ἐκ τοῦ παρόντος βίου τροπικῶς ἀβύσσου ὠνομασθέντος, διὰ τὸ τῆς ἐμπολιτευομένης ἁμαρτίας βάθος τὸ τοῖς τῶν παθῶν πνεύμασι ῥιπιζόμενον καὶ κυματούμενον. ἔνθεν γὰρ ὁ Ἀντίχριστος τὸν Σατανᾶν ἐν ἑαυτῷ φέρων ἐπ’ ὀλέθρῳ τῶν ἀνθρώπων παραγίνεται, ὁδεύσων εἰς ἀπώλειαν ἐν τῷ αἰῶνι τῷ μέλλοντι.

Καὶ θαυμάσονται οἱ κατοικοῦντες.

Θαυμάσονται φησὶ τὴν τοῦ θηρίου παρουσίαν διὰ τὰ τῆς ἀπάτης τέρατα, οἱ μὴ γεγραμμένοι ἐν τῇ βίβλῳ τῶν αἰωνίως ζώντων, καὶ οἱ μὴ προστοιχειωθέντες ταῖς τοῦ Χριστοῦ περὶ αὐτοῦ προρρήσεσι, λογιζόμενοι πῶς τὴν ἀρχαίαν δυναστείαν ἀπέλαβεν.

Ὧδε ὁ νοῦς ἔχων σοφίαν.

Πνευματικῶν ὄντων τῶν εἰρημένων, πνευματικῆς σοφίας χρεία, φησὶ, πρὸς τὸ νοῆσαι τὰ λεγόμενα. ζ οὖν κεφαλὰς καὶ ζ ὄρη νοεῖσθαι φασὶν, ἐν αἷς ἐγκαθῆσθαι τὴν παγκόσμιον Βαβυλῶνα φησὶ, ζ τόπους ἐν ὑπεροχῇ καὶ δυναστείᾳ κοσμικῇ τῶν λοιπῶν ἐξέχοντας, ἐφ’ οὓς κατὰ καιροὺς τὴν τοῦ κόσμου βασιλείαν στηριχθῆναι ἔγνωμεν· οἶον, πρῶτον ἐν Νινευῇ, τὴν Ἀσσυρίων ἀρχὴν, δεύτερον ἐν Ἐκβατάνοις τὴν Μηδῶν δυναστείαν, ἀπὸ Ἀρβάκου κρατήσασαν τῶν Ἀσσυρίων, ὦν τὸν βασιλέα Σαρδανάπαλον καθελεῖν ὁ Ἀρβάκης ἱστόρηται. μετὰ τούτους ἐν Βαβυλῶνι τὸ Χαλδαίων κράτος ὁ Ναβουχοδονόσορ ἐβασίλευσεν. ἔπειτα μετὰ τὴν τούτων κατάλυσιν ἐν Σούσοις τὴν Περσῶν ἡγεμονίαν

556
ὑπὸ Κύρου κτισθεῖσαν. μετὰ δὲ τὴν ταύτης ὑπὸ Ἀλεξάνδρου καθαίρεσιν, τὴν τῶν Μακεδόνων βασιλείαν. μετὰ δὲ τούτους ἐν τῆ πρεσβυτέρᾳ Ῥώμῃ τὴν τῶν Ῥωμαίων ἰσχύν. ἐπὶ μὲν Αὐγούστου Καίσαρος μετὰ τοὺς πρώην βασιλεῖς αὐτῆς καὶ ὑπάτους μοναρχήσασα, ὑπὸ δὲ ἀσεβῶν μέχρι Κωνσταντίνου κατασχεθεῖσα, ὧν μετὰ τὴν κατάλυσιν εἰς τὴν νέαν Ῥώμην τὰ τῶν φιλοχρίστων βασιλέων μετενεχθῆναι βασίλεια. διὰ τοίνυν τῶν ζ κεφαλῶν, ζ πόλεις δηλώσας, διὰ δὲ τῶν ζ ὀρέων, ζ ἀναστήματα τοῦ λοιποῦ τῆς γῆς σώματος ὑπερανέχοντα οὐ τοπικῇ θέσει, ἀλλὰ δόξης ἀξιώματι· καὶ βασιλεῖς ὁμοίως εἶπεν ἢ τοὺς δοξασθέντας τόπους τῇ βασιλικῇ προεδρίᾳ, ἢ τοὺς πρώτως ἐν ἑκάστῃ τῶν προλεχθεισῶν βασιλεύσαντας, ἑκάστου κατὰ τὴν περίφρασιν πᾶσαν τὴν βασιλείαν λείαν περιορίζοντος· οἷον Νίνου τῆς Ἀσσυρίων, Ἀρβάκου τῆς Μηδῶν, Ναβουχοδονόσορ τῆς Βαβυλῶνος, Κύρου τῆς Περσῶν, Ἀλεξάνδρου τῆς Μακεδόνων, Ῥωμύλου τῆς παλαιᾶς Ῥώμης, Κωνσταντίνου τῆς νέας. ὧν τὰς μὲν ε ἤδη πεπτωκέναι φησὶ, δὲ ἕκτην ἐφ’ ἧς ὡράθη ἡ Ἀποκάλυψις, ἑστάναι ταύτην ἐν τῇ παλαιᾷ ‘pώμῃ, τὴν δὲ ζ μήπω ἐληλυθέναι, τὴν ἐν τῇ νέᾳ Ῥώμῃ, τὴν μέχρι τοῦ Ἀποστάτου βασιλεύουσαν, ὀλίγον κρατοῦσαν ὡς πρὸς τὰς πρότερόν φησιν· ὧν αἱ μὲν ἦρξαν ἔτη ὑπὲρ τὰ φᾶ, αἱ δὲ ὑπὲρ τὰ ᾳ. ἄλλως τε δὲ καὶ πᾶς ἀριθμὸς χρονικὸς, ὀλίγος πρὸς τὴν μέλλουσαν τῶν ἁγίων βασιλείαν τὴν ἀτελεύτητον. τὸ δὲ θηρίον, τουτέστιν ὁ Ἀντίχριστος, ὄγδοος μὲν ὡς μετὰ τὰς ζ βασιλείας, ἐκ τῶν ζ δὲ ὡς ἐκ μιᾶς αὐτῶν βλαστάνων. οὐ γὰρ ἐξ ἄλλου ἔθνους, ἀλλὰ Ῥωμαίων βασιλεὺς ἐπὶ ἀπωλείᾳ τῶν αὐτῷ πειθομένων ἐλεύσεται. ἄλλος δὲ αἰῶνας τούτους ἐξέλαβεν, ὧν τοὺς μὲν πέντε παρωχηκέναι φησὶ, τὸν δὲ ἕκτον ἑστάναι ἐν ᾧ ταῦτα ἑώρα. τὸν δὲ ζ τὸν μετὰ χ ἔτη μήπω ἐληλυθότα, ἐρχόμενον δὲ, ὀλίγον δεῖ μεῖναι φασί.

Καὶ τὰ δέκα κέρατα.

Τὰ δέκα κέρατα ταῦτα, καὶ Δανιὴλ ἐθεώρησε τοῦ Ἀντιχρίστου προηγουμένου, ἐξ ὧν τὰ τρία ἐκριζῶν, τοὺς λοιποὺς ἑαυτῷ ὑποτάξει. μίαν δὲ ὥραν, ἢ τὸ βραχὺ τοῦ χρόνου φησὶν, ἢ τὴν μίαν τοῦ ἐνιαυτοῦ ὥραν, ἤγουν τροπὴν, δηλαδὴ τρίμηνον, μεθ’ ἢν τῷ Ἀντιχρίστῳ ὡς ὑπερέχοντι ὑποταγήσονται· διὸ οἱ τὴν κακὴν

557
ὁμονοήσαντες ὁμόνοιαν, τῷ Ἀντιχρισαῳ τῳ συντασσόμενοι, τῷ Χριστῷ ἀντιτάξονται. ἀλλὰ νικήσει αὐτοὺς ὁ δι’ ἡμᾶς σφαγιασθεὶς ἀμνὸς τοῦ Θεοῦ· οὐ γὰρ ἀφῄρηται τὴν κατὰ πάντων βασιλείαν καὶ κυριότητα τῷ γεγενῆσθαι ἄνθρωπος, ἵνα τοὺς ἐκλεκτοὺς κοινωνοὺς τῆς ἑαυτοῦ βασιλείας κτήσηται.

Καὶ λέγει μοι· τὰ ὕδατα ἃ εἶδες.

Ὅ λέγει τοῦτο ἐστιν. ὁ διάβολος ἐνεργήσῃ, φησὶν, τοῖς ὑπ’ αὐτοῦ ἡνιοχουμένοις ι κέρασι, τῷ μὲν Χριστῷ ἀντιτάξασθαι, τὴν δὲ ἐκπορεύσασαν τῶν θείων ἐντολῶν πολυάνθρωπον πόλιν, καὶ ταῖς αὐτοῦ ἡδοναῖς ὑπηρετήσασαν, ἐρημῶσαι, καὶ δίκην αἱμοβόρου θηρίου τῶν αὐτῆς αἱμάτων πλησθῆναι· ὅτε τὴν ταύτης πυρπόλησιν εὐφροσύνης ὑπόθεσιν, καὶ τῶν ἀνθρωπίνων σαρκῶν τὴν κατατομὴν, τροφὴν οἰκείαν ἡγήσεται. καὶ ὁ ἀεὶ τῇ διχονοίᾳ χαίρων, συμφωνίαν τοῖς ἀποστατικοῖς τότε δωρήσεται κέρασιν. τὸ δὲ ἐπαγόμενον τὴν ἑωραμένην γυναῖκα νοεῖσθαι τὴν μεγίστην πόλιν, τὴν ἐπάνω τῶν βασιλέων τῆς γῆς τὸ κράτος ἔχουσαν, ἀναμφίβολον ποιεῖ τὸ τῆς κατὰ τοὺς καιροὺς ἐκείνους κρατούσης δυναστείας τὰ πάθη προφητεύεσθαι.