Commentarius In Apocalypsin (Pseudo-Oecumenii) (E Cod. Coislin.

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum), Commentarius In Apocalypsin (Pseudo-Oecumenii) (E Cod. Coislin.

Καὶ ὁ καπνὸς τοῦ βασανισμοῦ.

Τὸν καπνὸν τοῦτον, ἣ τὸ ἄσθμα δεῖ νοεῖν τὸ ἐκ τῶν κολαζμένων κάτωθεν μετὰ στεναγμῶν ἀναδιδόμενον, ἣ καπνὸν τὸν τοῦ πυρὸς ἐκπεμπόμενον, του τοὺς ἐμπεπτωκότας κολάζοντος. εἰς αἰῶνα δὲ αἰώνων αὐτὸς ἀναβαίνειν λέγεται, ἵνα μάθωμεν ἀτελεύτητον εἶναι, ὥσπερ τὴν τῶν δικαίων τρυφὴν, οὕτω καὶ τὴν τῶν ἁμαρτωλῶν κόλασιν.

Καὶ οὐκ ἔχουσιν ἀνάπαυσιν.

Ἡμέραν καὶ νύκτα, οὐχ ὡς ἡλίῳ μετρουμένην τὴν τοῦ μέλλοντος αἰῶνος, φησὶ, κατάστασιν, ἐν ᾗ μὴ ἔχειν ἀνάπαυσιν τοὺς ἀσεβεῖς προαγορεύει, ἀλλ’ ἣ πρὸς τὴν ἐν τῷ παρόντι χρόνῳ συνήθειαν, τῷ νυξὶ καὶ ἡμέραις ἀριθμουμένῳ, ἣ ἡμέρας, τῆς τῶν ἁγίων ζωῆς νοουμένης· νυκτὸς δὲ τῆς τῶν βεβήλων κολάσεως, ἧς τεύξονται οἱ τὰς διαβολικὰς πράξεις, καὶ τὰς κατὰ Χριστοῦ βλασφημίας τοῦ ἀποστάτου θηρὸς, δι’ ὧν πράττουσιν εἰκονίζοντες, καὶ τὸ τούτου ὄνομα ταῖς ἑαυτῶν καρδίαις ὡς τίμιον ἐγχαράττοντες.

Ὧδε ἡ ὑπομονὴ τοῦ ὀνόματος αὐτοῦ.

Οἱ μὲν ἀσεβεῖς, φησὶ, δι’ αἰῶνος ἐν τῷ μέλλοντι βασανισθήσονται, οἱ δὲ ἅγιοι ὧδε τὴν τῆς ὑπομονῆς καρτερίαν ἐπιδείκνυνται, ἐν χρόνῳ ταχέως παραρρέοντι, τὰς θείας ἐντολὰς καὶ τὴν εἰς Χριστὸν πίστιν ἄσυλον φυλάττοντες.

Καὶ ἤκουσα φωνῆς.

Ἡ ἐκ τοῦ οὐρανοῦ φωνὴ οὐ πάντας μακαρίζει τοὺς νεκροὺς, ἀλλὰ τοὺς ἐν Κυρίῳ ἀποθνήσκοντας, τοὺς νεκρωθέντας ἐν κόσμῳ, καὶ τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντας, καὶ Χριστῷ συμπάσχοντας. ἐκείνοις γὰρ ὄντως ἡ τοῦ σώματος ἔξοδος, κόπων ἀνάπαυσις· ἡ δὲ τῶν ἔργων ἀκολούθησις, στεφάνων ἀμαράντων καὶ βραβείων δόξης ὑπόθεσις, πολλῷ τῷ μέτρῳ ὑπερνικώντων τῶν ἐπάθλων τοὺς ἄθλους, οὓς πρὸς τὰς ἀοράτους δυνάμεις διήθλησαν.

Καὶ εἶδον, καὶ ἰδοὺ νεφέλη.

Νεφέλην νοοῦμεν ἣ αἰσθητὴν τὴν ὑπολαβοῦσαν τὸν Χριστὸν ἀπὸ τῶν ἀποστολικῶν ὀφθαλμῶν, ἣ ἀγγελικήν τινα δύναμιν διὰ

546
τὸ καθαρὸν καὶ μετέωρον, δι’ ὧν λογιζόμεθα τὸν Χριστὸν εἶναι ἐπὶ τῆς νεφέλης, ὀπτανθέντα υἱῷ ἀνθρώπου ὅμοιον.

Ἐπὶ τῆς κεφαλῆς αὐτοῦ στέφανον.

Τὸν ἐπὶ τῷ Χριστῷ στέφανον, σημαντικὸν εἶναι τῆς βασιλείας τῶν τε ὁρατῶν καὶ τῶν ἀοράτων δυνάμεων. χρυσὸν δὲ τοῦτον, διὰ τὸ παρ’ ἡμῖν τῆς ὕλης ταύτης τίμιον. τὸ δὲ δρέπανον συντελείας δηλωτικόν. θερισμὸν γὰρ τὴν τοῦ κόσμου συντέλειαν ἐκάλεσεν ὁ Σωτῆρ’ ἐν τοῖς Εὐαγγελίοις.

Καὶ ἄλλος Ἄγγελος ἐξῆλθεν.

Ἡ τοῦ Ἀγγέλου κραυγὴ περιφραστικῶς δηλοῖ τὴν ἱκεσίαν πασῶν τῶν ἐπουρανίων δυνάμεων, ἐφιεμένων τὴν μὲν τῶν δικαίων τιμὴν, τὴν δὲ τῶν ἁμαρτωλῶν ἐκκοπὴν τῆς ἁμαρτίας θεάσασθαι· ἐφ’ ᾧ παύσασθαι τὰ κινούμενα καὶ παραρρέοντα, φανερωθῆναι δὲ τὰ ἀκίνητα καὶ μένοντα. τὸ γὰρ ξηρανθῆναι τὸν θερισμὸν, δηλοῖ τὸν τῆς συντελείας καιρόν. ὅτε πεπανθεὶς ὡς σῖτος ὥριμος ὁ τῆς εὐσεβείας σπόρος, τῶν οὐρανίων ἀποθηκῶν ἀξιωθήσεται, εἰς λ καὶ ξ καὶ ρ τῷ γεωργῷ τὴν καρποφορίαν παρεχόμενος.

Καὶ Ἄγγελος ἄλλος ἐξῆλθεν ἐκ τοῦ θυσιαστηρίου.

Δείκνυται ὁ παρὼν Ἄγγελος τῶν λειτουργῶν εἶναι δυνάμεων ἐκ τῶν ἑξῆς. ἐκ μὲν τοῦ ἐν οὐρανοῖς ναοῦ σὺν ὀξεῖ δρεπάνῳ ἐξερχόμενος, τὴν δὲ τῶν λίαν ἀσεβῶν τρύγην ποιησάμενος.

Καὶ ἄλλος Ἄγγελος ἐξῆλθεν.

Καὶ ἐκ τούτου μανθάνομεν τὰς ἀγγελικὰς δυνάμεις ἐπιτετάχθαι τοῖς κτίσμασιν, τὴν μὲν τοῖς ὕδασι, τὴν δὲ τῷ πυρὶ, τὴν δὲ ἑτέρῳ τινὶ μέρει τῆς κτίσεως. τούτου τοίνυν τὸ τιμωρητικὸν διὰ τὸ ἐπιτετάχθαι τῷ πυρὶ μανθάνομεν τῶν ὑπερτέρων Ἀγγέλων ὄντα ἐγκελεύσασθαι μετὰ κραυγῆς τῷ τὸ δρέπανον ἔχοντι, τρυγῆσαι τοὺς τῆς ἀμπέλου τῆς γῆς βότρυας, δι’ ὧν οἱ τὸ ποτήριον τοῦ θυμοῦ Κυρίου πληροῦντες ἀσεβεῖς καὶ παράνομοι χαρακτηρίζονται· θυμὸν δρακόντων καὶ θυμὸν ἀσπίδων, ἀντὶ οἴνου εὐφροσύνης τῷ ἀγαθῷ γεωργῷ καρποφορήσαντες.

Εἰς τὴν ληνὸν τὴν μεγάλην.

Ληνὸς τοῦ θυμοῦ, ὁ τῷ διαβόλῳ καὶ τοῖς Ἀγγέλοις αὐτοῦ

547
ἡτοιμασμένος χῶρος τῆς κολάσεως· μεγάλη δὲ διὰ τὸ πλῆθος τῶν ἐν αὐτῷ βασανιζομένων· “ πλατεῖα γὰρ ἡ τῆς ἀπωλείας ὁδὸς καὶ “ εὐρύχωρος, καὶ πολλοί εἰσιν οἱ διερχόμενοι δι’ αὐτῆς, ὡς ὁ κόριος φησὶν ἐν τῷ Εὐαγγελίῳ.

Καὶ ἐπατήθη ἡ ληνός n.

Ἐντεῦθεν δείκνυται ὅτι ἔξω τῆς ἐπουρανίου πόλεως Ἱερουσαλήμ ἐστὶν ὁ τῆς βασάνου τόπος καὶ τῶν ταύτης ἀξίων. τὸ δὲ αἶμα αὐτῶν ἄχρι τῶν χαλινῶν τῶν ἵππων φθάσαι ἀπὸ σταδίων ᾳχ σημαίνειν εἰκὸς, τὸ μηκόθεν μὲν διὰ τῶν τιμωρῶν Ἀγγέλων, οὓς τροπικῶς ἵππους ὀνομάζειν τὴν θείαν γραφὴν σύνηθες· μέχρι δὲ τῶν χαλινῶν αὐτῶν φθάνειν τὰς ἐκείνων οἰμωγάς φησί· χαλινούς δὲ αἱ ἅγιαι δυνάμεις, τὸ θεῖον ἔχουσι πρόσταγμα. δυνατὸν δὲ καὶ ἑτέρως νοηθῆναι τὸ εἰρημένον. ὅτι περ ἐπειδὴ ἵπποι θηλυμανεῖς ταῖς ἡδοναῖς ἐγκείμενοι οἱ παράνομοι γεγόνασιν, ἄχρι τῶν χαλινῶν ταῖς τιμωρίαις ληφθήσονται, ὅτι χαλινὸν ἐν ταῖς ἡδοναῖς οὐκ ἔγνωσαν. διὰ δὲ τῶν ᾳχ σταδίων, τὸ μέγα χάσμα τὸ διαχωρίζον τοὺς δικαίους ἀπὸ τῶν ἁμαρτωλῶν διδασκόμεθα· διὰ τὸ ἐν πονηρίᾳ τέλειον καὶ τὸ βδελυκτὸν ἐν ταῖς πράξεσι, τῆς μὲν δεκάδος τῶν ἑκατοντάδων δηλούσης τῆς κακίας τὸ μέγεθος τελέως· τῆς δὲ ἑξάδος τὴν ἐπιμελῆ αὐτῶν τῆς ἁμαρτίας ἐργασίαν, διὰ τὴν παράχρησιν τῆς ἐν ἑξαημέρῳ δημιουργηθείσης κτίσεως, καὶ τὸ ἐν χ ἔτει τοῦ Νῶε κατακλυσθῆναι πᾶσαν τὴν γῆν.

Καὶ εἶδον ἄλλο σημεῖον.

Πανταχοῦ τὸν ζ ἀριθμὸν παραλαμβάνει, τὰς ἐν ταῖς ζ ἡμέραις τοῦ παρόντος αἰῶνος τολμωμένας ἀδικίας, ἑπτὰ πληγαῖς καὶ ἑπτὰ Ἀγγέλων σημαίνων ἀναστέλλεσθαι, μεθ’ ἃς τὴν μέλλουσαν τῶν ἁγίων διαγωγὴν διὰ τῆς ὑελίνης θαλάσσης αἰνίττεται.

Καὶ εἶδον ὡς θάλασσαν.

Τὴν ὑελίνην θάλασσαν σημαίνειν φασὶ τό τε πλῆθος τῶν σωζομένων καὶ τῆς μελλούσης λήξεως τὴν καθαρότητα, τήν τε τῶν ἁγίων λαμπρότητα, ἣν ταῖς τῆς ἀρετῆς μαρμαρυγαῖς ἐκλάμψουσι. τὸ δὲ μεμίχθαι ἐκεῖ πῦρ εἰκὸς, διὰ τὸ τὴν θείαν γνῶσιν καὶ τὴν τοῦ ζωοποιοῦ Πνεύματος χάριν διὰ τοῦ πυρὸς σημαίνεσθαι. ἢ [*](n λονός Cod)

548
διὰ τοῦ πυρὸς τὴν πάντων δοκιμασίαν καὶ διάκρισιν αἰνίττεται, ὅπερ τοῖς καθαροῖς καὶ ἀκιβδήλοις οὐ λυμανεῖται, διακοπτόμενον ἀμιγῶς εἰς διαφόρους ἐνεργείας· καὶ τοῦ μὲν καυστικοῦ τοῖς ἁμαρτωλοῖς, τοῦ δὲ φωτιστικοῦ τοῖς δικαίοις κατανεμηθησομένου· τὰς δὲ κιθάρας ἐμφαίνειν τὴν τῶν καλῶν νέκρωσιν, καὶ τὴν ἐμμελῆ ζωὴν ἐν συμφωνίᾳ τῶν ἀρετῶν κρουομένην τοῦ πληκτρωτοῦ θείου Πνεύματος. καὶ ἐκ μὲν τῆς Μώσεως ᾠδῆς τῶν ἐν νόμῳ πρὸ τῆς χάριτος δικαιωθέντων τὴν ὑμνῳδίαν Θεῷ ἀναπεμπομένην μανθάνομεν· νομεν· ἐκ δὲ τῆς τοῦ ἀρνίου ᾠδῆς τῶν μετὰ τὴν Χριστοῦ παρουσίαν ὁσίως πολιτευσαμένων τὴν ἀκατάπαυστον εὐχαριστίαν.

Καὶ μετὰ ταῦτα εἶδον.

Σκηνήν φησιν ἐνταῦθα τὴν ἐν οὐρανοῖς, ἧς καθ’ ὁμοίωσιν τῷ Μωϋσῇ πῆξαι τὴν κάτω σκηνὴν ὁ Θεὸς ἐχρημάτισεν. ἐκ τούτου δὲ τοῦ ναοῦ ἐξελεύσεσθαι φησὶ τοὺς Ἀγγέλους ἐνδεδυμένους λίνον, ἢ λίθον καθαρὸν, καθά τινα τῶν ἀντιγράφων ἔχουσι, διὰ τὴν τῆς φύσεως αὐτῶν καθαρότητα, καὶ τὴν πρὸς τὸν ἀκρογωνιαῖον λίθον Χριστὸν ἐγγύτητα, καὶ τῶν ἀρετῶν τὴν λαμπρότητα· ἐζωσμένους δὲ τὰ στήθη χρυσὸν, διὰ τὸ τῆς φύσεως δυνατόν τε καὶ καθαρὸν καὶ τίμιον, καὶ τὸ ἐν ταῖς διακονίαις ἀνεμπόδιστον.

Καὶ ἓν ἐκ τῶν τεσσάρων.

Τὸ ἐκ τῶν τεσσάρων ζώων ἑνὸς λαβεῖν τοὺς Ἀγγέλους τὰς ζ χρυσᾶς φιάλας, τὰς γεμούσας τοῦ θυμοῦ Κυρίου, δηλοῖ τὸ ἐκ τῶν πρώτων ἀεὶ εἰς τὰ δεύτερα τὴν γνῶσιν τῶν πρακτέων ἐν ουρανοις μετοχετεύεσθαι.

Καὶ ἐγεμίσθη ὁ ναὸς.

Διὰ τοῦ καπνοῦ τὸ φοβερὸν καὶ καταπληκτικὸν τῆς θείας ὀργῆς μανθάνομεν, ἧς πληροῦσθαι τὸν ναὸν διδασκόμεθα, καὶ κατὰ τῶν ἀξίων αὐτῆς χωρεῖν ἐν τῷ καιρῷ τῆς κρίσεως, καὶ πρὸ ταύτης δὲ κατὰ τῶν τῷ Ἀντιχρίστῳ πειθομένων καὶ τὰ τῆς ἀποστασίας ἔργα πραττόντων. τοῦτο δὲ τοῖς ἑξῆς δείκνυται.

Καὶ οὐδεὶς ἠδύνατο.

Ἐντεῦθεν στοχαζόμεθα ὅτι ἄχρι τοῦ διασταλῆναι τῶν δικαίων τὴν θείαν κατὰ τῶν ἀσεβῶν ἀγανάκτησιν, μηδαμῶς τοὺς ἁγίους τοὺς ἐν τῇ ἄνω Ἱερουσαλὴμ τυχεῖν λήξεως, καὶ τῆς ἐν τῶ ναῷ

549
Θεοῦ ἱερουργίας καὶ ἀναπαύσεως. τελεσθῆναι γὰρ δεῖ, φησι, τὰς πληγὰς, δι’ ἃς τὰ ἐπίχειρα τῆς ἁμαρτίας παρέχεται, καὶ τούτοις τῆς αἱρεθείσης αὐτοῖς τυχεῖν ἀποφάσεως· εἴθ’ οὕτω δοθῆναι τοῖς ἁγίοις τὴν τῆς ἄνω μητροπόλεως οἴκησιν. τῶν δὲ πληγῶν ἑκάστην, τοῖς ἐν τῇ συντελείᾳ εὑρισκομένης ο προσαρμόζων τίς, οὐκ ἃν τοῦ πρέποντος διαμαρτήσεται· φιλάνθρωπος γὰρ ὣν ὁ Θεὸς πρὸς τὸ σμικρυνθῆναι αὐτὰς ἐν τῷ μέλλοντι ἀτελευτήτους κολάσεις, καὶ ἐν τῇ παρούσῃ ζωῇ τοῖς ἀξίοις ἐπαχθῆναι συγχωρήσει· διά τε Ἑνὼχ καὶ Ἠλιοῦ τῶν προφητῶν τιμωρητικὰς μάστιγας, διά τε τῆς τῶν στοιχείων καινοτομίας, διά τε τῶν ἐν πολέμων συμπιπτόντων ἀλγεινῶν, πρὸς μετρίαν γοῦν τῶν ἡμαρτημένων ἔκτισιν.