Commentarius In Apocalypsin

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum), Commentarius In Apocalypsin

Περὶ τοῦ ἀναριθμήτου ὄχλου τῶν ἐξ ἐθνῶν Χριστῷ συμβασιλευσάντων.

Μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ ὄχλος πολὺς, ὃν ἀριθμῆσαι οὐδεὶς ἐδύνατο, ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσσῶν, ἑστῶτας ἐνώπιον τοῦ θρόνου, καὶ ἐνώπιον τοῦ ἀρνίου περιβεβλημένους στολὰς λευκὰς καὶ φοίνικας ἐν ταῖς χερσὶν αὐτῶν. καὶ κράζοντες φωνῇ μεγάλη λέγοντες, ἡ σωτηρία τῷ Θεῷ ἡμῶν τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ καὶ τῷ ἀρνίῳ. καὶ πάντες οἱ Ἄγγελοι εἱστήκεισαν κύκλῳ τοῦ θρόνου καὶ τῶν πρεσ- [*](t τυγχάνοντος B. u Plurima hoc Sch. adjecta sunt e Cod. B. x Hoc Sch. deest Edd. y ἐπενεχθῆσαν Cod.)

291
βυτέρων καὶ τῶν τεσσάρων ζώων. καὶ ἔπεσον ἐνώπιον τοῦ θρόνου αὐτοῦ ἐπὶ τὰ πρόσωπα αὐτῶν, καὶ προσεκύνησαν τῷ Θεῷ λέγοντες, ἀμήν· ἡ εὐλογία καὶ ἡ δόξα καὶ ἡ σοφία καὶ ἡ εὐχαριστία, καὶ ἡ τιμὴ, καὶ ἡ δύναμις, καὶ ἡ ἰσχὺς τῷ Θεῷ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

z Ὅπως μὴ ἐλλειπές τι τῶν θεωρουμένων εἴη, δείκνυσι τῷ Εὐαγγελιστῇ ὁ χρηματίζων, καὶ ταῦτα ὄχλον πολὺν ἀριθμὸν ὑπερβάλλοντα, περὶ ὧν καὶ Δαβὶδ ἐπιτευκτικῶς ἃν εἰρήκει, “ ἐξαριθμήσομαι αὐτοὺς, καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται. ἐκ πάντων δὲ τῶν ἐθνῶν μυριάδες αὗται καὶ πάσης φυλῆς τῷ Χριστῷ προσδραμοῦσαι. εἴτε πάλαι μαρτυρικῶς ἀθλήσαντες, καὶ τῇ τοῦ * * αἵματος ἐκχύσει τὰς στολὰς ἑαυτῶν λευκάναντες· ἀνθ’ ὧν καὶ περὶ τὸν θρόνον τῆς θεαρχικῆς ἀναπαύσεως ἑστάναι προσενεμήθησαν, καὶ φοίνικας φέρειν ἐν ταῖς χερσίν. ἐπειδὴ γὰρ ὅσον οὔπω ἐν * * θεωρίας μυήσει ὁ κύριος δηλοῦται παραγενέσθαι ἐν τῇ δευτέρᾳ αὐτοῦ παρουσίᾳ· οἱ ἅγιοι δὲ ὡς πανδικει a προαρπάζονται ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου, δείκνυσιν ὀπτασία (??) προηρπαγμένους αὐτοὺς καὶ τῆς ἀποκειμένης αὐτοῖς μακαριότητος τετυχηκότας. τί γὰρ μακαριώτερον τοῦ περὶ τὸν * * ἐνδολιχεύειν θρόνον, καὶ τὰ θεῖα ἀγαθὰ ἐποπτεύειν ; ἐζήτηται δὲ πῶς οἱ δι’ αἵματος μαρτυρικοῦ *ειωθέντες Χριστῷ, οὐ φοινικὰς ἤτοι περιεβάλοντο στολὰς, ἀλλὰ λευκάς ; φαμὲν οὖν ὡς ἐκ τοῦ αἵματος αὐτῶν ἡ ὑπὲρ Χριστοῦ ἔκχυσις πάσης ἀπήλλαξεν αὐτοὺς κηλῖδος. τῷ γὰρ οἰκείῳ αἵματι βαπτισθέντες, λευκοὶ ἀπὸ τοῦ τοιούτου λουτροῦ ἀνέβησαν πρὸς τὸν ἑαυτῶν βασιλέα Χριστὸν, κατὰ τὰς ἐν τοῖς ᾄσμασιν “ οὔσας λευκὰς ἀπὸ τοῦ λουτροῦ ἀμνά- “ δας.” αἳ τὰς τῶν ἁγίων προδιετύπουν ψυχὰς λευκὰς ἀπὸ τοῦ ἰλυώδους τούτου κόσμου, πρὸς τὸν ἄσπιλον ἀνιούσας καὶ αἰώνιον κόσμον. οἱ φοίνικες δὲ τί παραδηλοῦν βούλονται ἣ τοῦτο ; κατὰ μὲν τὸ ἐν τοῖς ἀγῶσι τοῖς γυμνικοῖς εἰθισμένον σύμβολον ὃν καταπαλαίσεως τῶν ἀνταγωνιζομένων κατὰ τὸ περὶ αὐτοῦ ἐξεταστι * * * * * μένων, ὅπερ ἴσως οὐδὲ τοῖς ἀρχὴν παρασχομένοις [*](z Hoc Sch. carent Edd. a Sic.)

292
νίκης αὐτὸ σύμβολον εἶναι ἀνεννόητον b. πρῶτον ὅτι ἐν αὐχμηροῖς χαίρει τὸ φυτὸν τόποις κηπεύεσθαι· οὔτι ἃν ἄλλο ποθεινότερον τοῖς κατὰ Θεὸν βιοῦσι, καὶ τὸν ὑγρὸν τῆς διαίτης βίον ὅτι μάλιστα σπουδαιότατα ἀποκλίνουσιν· εἶτα δὲ ὅτι καὶ ὑψίκομον καὶ πρὸς τὰ ἄνω ἀεὶ καὶ σχεδὸν οὐράνια ἐπαιρόμενον. τοῦτο δὲ τίς ἀπαγορεύσει μὴ τοῖς θεοφιλέσι διὰ βίου προσεῖναι μετὰ τῶν τοὺς ἀναβαθμοὺς μελετώντων, ἤτοι τῶν ἀπὸ τῶν γηίνων ἔπαρσιν συμμελετῶσι τὸ “ πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου τὸν κατοι- “ κοῦντα ἐν τῷ οὐρανῷ.’ ἀφ’ οὗ καὶ τὰ περικάρδια τοῦ φυτοῦ λευκὰ πεφυκότα, τὸ τῶν μακαρισμῶν τοῦ Κυρίου ἀποκληροῦσθαι περιποιεῖτ** κατὰ ζῆλον τοῦ φυτοῦ τὴν καρδίαν ἀειθαλῶς συντηροῦντι. εἶτα τῷ ἐνατενῶς ἐνασχολεῖσθαι τοῖς μεταρσίοις, τὸ Θεὸν ὁρᾶν κατευμεγεθεῖν. εἰ δὲ καὶ τὸ ὅτι τοὺς καρποὺς ἀπὸ τοῦ στελέχους φέρει, καὶ ἅμα γλυκεῖς μετὰ τοῦ στύφειν· διὸ καὶ ὁ Δαβὶδ τὸν δίκαιον ὡς φοίνικα ἀνθεῖν μελῳδεῖ. ταῦτα πῶς ἄν τις ἀπαρνηθείη μὴ τοῖς ζηλωταῖς τῆς βασιλείας τῶν οὐρανῶν φιλοτιμότερον ἐνεργεῖσθαι τῷ στύφοντι, ἤτοι πιέζοντι τῶν τοῦ παρόντος βίου μοχθηρῶν τῇ καρτερίᾳ, τὴν τοῦ μέλλοντος αἰῶνος ἐμπορευομένοις γλυκύτητα. ταύτῃ μὲν οὑν περὶ τῶν στολῶν καὶ τῶν φοινίκων τεθεωρείσθω.

c Ἐνώπιον τοῦ θρόνου.

“ Ἐνώπιον τοῦ θρόνου φήσας ἐπήγαγε “ καὶ τοῦ ἀρνίου· ἐκεῖνο παραστῆσαι βουλόμενος ὡς τὸ ἀναρίθμητον τοῦτο καὶ παγγενὲς πλῆθος τὴν τοῦ ἀρνίου σφαγὴν ἐκείνῳ καὶ ἐπετύθη.

Καὶ κράζοντες φωνῇ μεγάλη.

d Ἀντι τοῦ ἔκραζον. ὡς γὰρ ἤδη προδιεστειλάμεθα τῶν χρονικῶν διαστημάτων ἐπ’ ἔλαττον φροντίζει ὁ τῇ ἐννοίᾳ τὰ σωτήρια τοῖς ἀκροαταῖς διοικούμενος. τίς δὲ ἡ κραυγή ; ἡ σωτηρία τῷ καθημένῳ ἐπὶ τοῦ θρόνου. ἐλλειπῶς εἴρηται, ὡς καὶ ἐπ’ ἄλλων σύνηθες τῆ θείᾳ γραφῇ τὸ συντετμημένον μεταδιωκούσῃ τοῦ λόγου. τὸ γὰρ ἐξηπλωμένον καὶ ἀνενδύαστον καὶ σαφές. ου * * σωτηρία ἡμῶν παρὰ τοῦ καθημένου ἐπὶ τοῦ θρόνου καὶ παρὰ τοῦ ἀρνίου συντελεισθεῖσα· πῶς ; ἐν τῷ δυναμωθῆναι ἡμᾶς ὑπ’ αὐτῶν νικῆσαι τὸν [*](b Dub. script. est h. vox. c Hoc Sch. om. Edd. d Om. Edd.)

293
ἄρχοντα σκότους του ἀέρος τούτου, καὶ του; ὐπ’ αὐτοῦ ενεργουμένους εἰδωλολάτρας ἀνθρώπους. τοιοῦτον καὶ τὸ “ ἡ σωτηρία ὁ “ Θεὸς ἀντιλάβοιτο μου,’’ ἦν γὰρ ἃν κατ’ ἐξάπλωσιν ἀνενδέες καὶ σαφές· οὗ ἡ παρὰ σοῦ σωτηρία μου ὁ Θεὸς ἀντιλάβοιτο.

Ἔκραζον, φησὶν, εἰς τὸ δυναμωθῆναι ἡμᾶς ὑπὸ τοῦ ἀρνίου εἰς τὸ νικήσαι ’τον αρχοντά του σκότους τούτου καὶ τοὺς ὐπ’ αὐτοῦ ἐνεργουμένους εἰδωλολάτρας ἀνθρώπους. e καὶ οἱ πάλαι καταπληκτι- κῶς ἀνθρώποις φανέντες, ὡς τῷ Δανιὴλ τὰς ὁράσεις ** γουμένῳ f. τότε ἐν τῇ β' φημὶ τοῦ Κυρίου παρουσίᾳ συλλειτουργοὶ γενήσονται ἀνθρώποις. ἀνθρώπων μὲν κατὰ τὸ κρεῖττον τῆς διαφορᾶς τὴν ἀφθαρσίαν λέγω μεταστοιχειωθέντων. οὐ γὰρ οὖν καὶ τῇ ὕλῃ, ὡς τῷ θείῳ Παύλῳ δοκεῖ, διὰ τοῦ ὑποδείγματος τοῦ ζωοποιουμένου σπόρου, ὁπηνίκα ζητεῖ, ποιῷ σώματι οἱ νεκροὶ ἐγείρονται ; τοῦτο καὶ νῦν τὸ συστάσεως ἀξιωθῆναι ἀγγέλων καὶ τῶν πρεσβυτέρων καὶ τῶν δ ζώων· ἅπερ εἴτινά εἰσι **ωρήσαντες g g παρεθέμεθα. τὸ τοὺτοις τοῖς οὖν συστῆναι τὸ ὑπερανεστηκὸς εἰς τιμὴν τῆς ἀνθρωπήσεως παριστᾷ καὶ ἡ κοινὴ εὐχαριστία Θεῷ ἐπὶ ταῖς θεοπρεπέσιν αὐτοῦ εἰς τὴν αὐτοῦ κτίσιν εὐεργεσίαις ὑπὲρ ἡμῶν καταπεμφθήσεται.

Καὶ πάντες οἱ Ἄγγελοι εἱστήκεισαν κύκλῳ τοῦ θρόνου καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζώων.

Ἰδοὺ μία ἐκκλησία Ἀγγέλων καὶ ἀνθρώπων.

Καὶ ἔπεσον ἐνώπιον τοῦ θρόνου.

Ἐπεὶ μὴ πᾶσα πτῶσις σημαίνει τὸ δουλικὸν καὶ ὑπήκ[οον] τεῦμενείας h τὸ ᾦ ἡ ὑπόπτωσις διακονεῖται· ἔστι γὰρ καὶ ἐπὶ τιμωρίας, ὡς ἐπὶ τοῦ, ἔπεσε πῦρ ἐπ’ αὐτ[ούς].

Καὶ προσεκύνησαν τῷ Θεῷ λέγοντες, Ἀμήν.

Τὰ ἐν ἀνθρώποις λειτουργικὰ πνεύματα σὺν τοῖς πρεσβυτέροις ὑπήκουσαν τὸ, ἀμήν. ἐπὶ τὸ ἕβδομον δὲ τοῦ ἀριθμοῦ προεχώρησεν αὐτοῖς ἡ πρὸς τὸ θεῖον σεβασμία τιμὴ, οὐ μόνον ὅτι σύστοιχος οὗτος, ὡς ἤδη παρεθέμεθα, ὁ ἀριθμὸς τῷ παρόντι αἰῶνι, ἀλλ’ ὅτι καὶ ὥσπερ οὗτος ὁ ἀριθμὸς οὐκ ἐξ ἑτέρου ἀριθμοῦ τῶν ἐντὸς τῆς δεκάδος ἀποτίκτεται, οὕτως καὶ ὧ ἐπιβοᾶται ταῦτα Θεὸς, οὐκ ἐξ ἑτέρου τὰ θεῖα ταῦτα ἀποφέρεται πλεονεκτήματα.

[*](e Om. Edd. quae seq. ad fin. Sch. f ἐξπγουμαεγγ leg. g θεωρήσαντες leg. h Sic.)
294

Καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων λέγων μοι, Οὗτοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκὰς, τίνες εἰσὶ, καὶ πόθεν ἦλθον ; καὶ εἶπον αὐτῷ, Κύριέ μου, σὺ οἶδας. καὶ εἶπέ μοι, Οὗτοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆς θλίψεως τῆς μεγάλης, καὶ ἔπλυναν τὰς στολὰς αὐτῶν καὶ ἐλεύκαναν ἐν τῷ αἵματι τοῦ ἀρνίου. διὰ τοῦτο εἰσὶν ἐνώπιον τοῦ θρόνου τοῦ Θεοῦ, καὶ λατρεύουσιν αὐτῷ ἡμέρας καὶ νυκτὸς ἐν τῷ ναῷ αὐτοῦ. καὶ ὁ καθήμενος ἐπὶ τῷ θρόνῳ σκηνώσει ἐπ’ αὐτούς. οὐ πεινάσουσιν ἔτι, οὐδὲ διψήσουσιν ἔτι, οὐδ’ οὐ μὴ πέση ἐπ’ αὐτοὺς ὁ ἥλιος, οὐδὲ πᾶν καῦμα. ὅτι τὸ ἀρνίον τὸ ἀνάμεσον τοῦ θρόνου ποιμανεῖ αὐτοὺς, καὶ ὁδηγήσει αὐτοὺς ἐπὶ ζωῆς πηγὰς ὑδάτων, καὶ ἐξαλείψει ὁ Θεὸς πᾶν δάκρυον ἐκ τῶν ὀφθαλμῶν αὐτῶν.

Καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων.

t Οὐκ ἀγνοοῦντος ἡ ἀπὸ τοῦ πυνθανομένου τοῦ Εὐαγγελιστοῦ πεῦσις πρεσβυτέρου, ἀλλὰ διερεθίζοντος αὐτὸν γνῶναι καὶ διερευνῆσαι τὰ ὁρώμενα. ὁ δὲ τὴν ἄγνοιαν προβαλλόμενος σοφίζεται παρ’ αὐτοῦ ἅπερ ἠγνόει.

Οὗτοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆς θλίψεως τῆς μεγάλης.

u Πῶς γὰρ οὐ μεγάλη ἡ αὐτὸν ἔχουσα τὸν ὑπεραιρόμενον παντὸς Θεοῦ καὶ σεβάσματος κολαστὴν καὶ δημόκοινόν τε καὶ δήμιον, καὶ εἴτι τῶν ἁπάντων τούτων ἐνεργημάτων πρᾶγμα καὶ ὄνομα ; ἔπλυναν δὲ τὰ ἱμάτια ἑαυτῶν, τὴν περικροτοῦσαν λέγων δόξαν αὐτοὺς, ἐν τῷ αἵματι τοῦ ἀρνίου. αἷμα τὸν ζῆλον ἀκουστέον. ὡς γὰρ αὐτὸ τὸ ἀρνίον οὕτω προδιατυπωθὲν ὑπὸ Μωϋσέως τῇ κατὰ τὸ Πάσχα θυσίᾳ, ὡς ὑπὸ Ἠσαίου χρησμολογοῦντος, “ ἀμνὸς “ ἄφωνος ἐναντίον τοῦ κείροντος αὐτὸν, ἐλέῳ τοῦ ἑαυτοῦ πλάσματος πατρικῆς ἀφειδήσας δόξης, ἠνέσχετο τὴν τοῦ πλάσματος μορφὴν ὑποδὺς παθῶν ἀνθρωπίνων. καὶ δὴ καὶ τοῖς ὀπαδοῖς αὐτοῦ εἰσηγεῖτο τὸν θέλοντα αὐτῷ ἀκολουθεῖν, πάντων ἀλογήσαντα τῶν βιωτικῶν, [*](t Deest Edd. u Hoc Sch. om. Edd.)

295
τὸ τοῦ θανάτου ὄργανον μόνον ἐπάγεσθαι, ὁ ἐστιν ὁ σταυρός. οὕτως καὶ οἱ κατήκοοι τούτων διὰ μιμήσεως εἰκότως ἔπλυναν τὰ ἱμάτια ἑαυτῶν. καὶ τίς ἡ πλύσις, ἔφθημεν περὶ αὐτῆς παραθέμενοι, καὶ περιττὸν περὶ τούτων ταυτολογεῖν.

Τοὺς μάρτυρας φησὶ τοῦ Χριστοῦ τὸν σταυρὸν ἀραμένους, καὶ τὸν αὐτοῦ θάνατον μιμουμένους. τοῦτο γάρ ἐστι τὸ, “ ἔπλυναν,’’ οὐχ ἑτέρωθι, ἢ ἐν τῷ αἵματι τοῦ ἀρνίου.

Καὶ λατρεύουσιν αὐτῷ ἡμέρας καὶ νυκτός.

Ἢ τὸ ἀδιάπαυστον δηλοῦν βούλεται, ἢ τὸ τῶν ὑπὸ τοῦ x Θεοῦ διοοικουμένων y ἀνενδοίαστον τῆς εὐχαριστίαρ, ἄντε πρόδηλοι, ἄντε κατὰ τὸ ἀνεξερεύνητον τῆς σοφίας αὐτοῦ βάθος διεξαγόμενοι a. νὺξ γὰρ ἐκεῖ οὐκ ἔστιν, ἀλλ’ ἡμέρα μία, τῷ τῆς δικαιοσύνης ἡλίῳ καταλαμπρυνομεένών b ἁπάντων. ἴσως δὲ νὺξ νοεῖται τὰ ἀπόκρυφα καὶ βαθέα τῆς γνώσεως μυστήρια, ἡμέρα δὲ τὰ σαφῆ τε καὶ εὔληπτα. ναὸς δὲ τοῦ Θεοῦ c πᾶσα μὲν ἡ ἀνακαινιζομένη ὑπ’ αὐτοῦ κτίσις διὰ τοῦ Πνεύματος, μάλιστα δὲ, οἱ τὸν ἀρραβῶνα τοῦ Πνεύματος ἄσβεστον διατηρήσαντες, οἷς ἐνοικήσειν καὶ ἐμπεριπατήσειν ἡ ἀψευδὴς ἐπαγγελία, οἱονεὶ φιλοτιμότερόν τε καὶ γνησιώτερον ἐμφιλοχωρήσει * καρτερικωτάτῃ αὐτῶν πρὸς τοὺς ἐπενεχθέντας αὐτοῖς ἐνειδόμενος πειρασμούς.

Σκηνώσει ἐν αὐτοῖς.

Σκηνῶσαι τι ἃν ἄλλο, ἢ τὸ ἀδιαλείπτως μετ’ εὐαρεστήσεως καὶ ἡδονῆς σημαίνει ἐμφιλοχωρεῖν ;

Οὐ πεινάσουσιν ἔτι.

d Ἐξ ἑτέρου μὲν γὰρ πρὸς ἕτερον ἦλθον πειρασμὸν οἱ ἅγιοι διαπαντὸς, μᾶλλον δὲ οἱ ἐξ ἐθνῶν ἐπὶ τῆς παρουσίας τοῦ Ἀντιχρίστου. μετὰ δὲ τὸν τοιοῦτον καιρὸν ἀδιαλείπτως κορεσθήσονται τῶν ἀμυθήτων ἀγαθῶν, ἄρτον μὲν ἔχοντες τὸν οὐράνιον, ὃς διὰ τὴν σωτηρίαν αὐτῶν ἐφοίτησεν ἐπὶ γῆς· ὕδωρ δὲ, τὴν ἄφθονον χύσιν τοῦ Πνεύματος, περὶ οὗ καὶ εἴρηται ὑπὸ τοῦ Κυρίου, “ ὁ πιστεύων “ εἰς ἐμὲ, ποταμοὶ ῥεύσουσιν ἐκ τῆς κοιλίας e αὐτοῦ ὕδατος ζῶντος. [*](x ἢ τὸ ὑπὸ τοῖς B. y ὑπὸ τοῦ θείου διοικουμένοις B. z τῇ ἀνενδοιάστῳ εὐχαριστίᾳ B. a διεξαγόμεναι B. b καταλαμπομένων B. c ν. δὲ αὐτοῦ B. d Om. Edd. fere totum hoc Sch. e ἐκ τῆς κοιλ. αὐτ’. ῥεύσουσι B.)

296
ὧν οἱ ἅγιοι τότε ποτιζόμενοι δαψιλῶς ἀγαλλιάσει ἔσονται καὶ εὐφροσύνῃ ἀπεράντῳ· τῆς μερικῆς γνώσεως καταργηθείσης, τῆς τελεωτάτης δὲ ἐπεισενεχθείσης πρὸς ἀπόλαυσιν, τὴν κατὰ τὸ ἀνάλογον τῶν σπευσάντων οἰκειωθῆναι Θεῷ. ἣν καὶ γνῶσιν ὁ θεῖος Παῦλός φησι· δι’ ὧν φάσκει, “ ἐπιγνῶναι ἡμᾶς τὸν Θεὸν, καθὼς “ καὶ ὑπὸ Θεοῦ ἐγνώσθημεν·” τουτέστι καθὼς καὶ ἡμεῖς κατεσπεύσαμεν οἰκειωθῆναι αὐτῷ, οὕτω καὶ Θεὸς ἀφθόνως ἐφήπλωσεν ἡμῖν τὰ ἀπόρρητα αὐτοῦ ἀγαθά. καὶ ὅτι πεινῆν ἔθος τῇ γραφῇ καλεῖν τὴν τῶν θείων ἀγαθῶν ἔνδειαν, ἱκανὸς, ὁ λιμὸν ἀπειλῶν ἥξειν τοῦ ἀκοῦσαι λόγον Κυρίου, πιστώσασθαι. τὸ δὲ ἥλιον ἐπ’ αὐτοῦ πεσεῖσθαι· τέως ποικίλος ὁ ἥλιος παρὰ τῆς θείας γραφῆς τροπολογεῖται· τῇ μὲν λέγοντος τοῦ προφήτου “ ἡμέρας ὁ ἥλιος “ οὐ συγκαύσει σε, οὐδὲ ἡ σελήνη τὴν νύκτα· τουτέστιν ὅτι πρὸς τὴν πατρῴαν ἀνασωζόμενος ἑστίαν, τὸν πάτριον ἔχων Θεὸν βοηθὸν, οὔτε πρόδηλον ἕξεις ἐπηρεαστὴν δίψει πιέζοντά σε καὶ ἀπορίᾳ τῶν καταθυμίων· οὐ τοῖς ἀμαυροτέροις πρὸς κατανόησιν. ἢ διὰ σεληνιακοῦ ἠνίξατο φωτὸς ἠρέμα θερμαίνοντός τε καὶ ψύχοντος, ἅτε καὶ τινῶν πειρασμῶν δελεαστικῶν κεχρημένων τῇ καταρχὰς αὐτῶν ἐφόδῳ τῷ προσηνεῖ καὶ ἡδεῖ. πρὸς ὀλέθριον δὲ ὑποιστὸν ἀποκαθιστῶν τῶν κακῶν· ὃ καὶ ὁ παροιμιαστὴς ἐπὶ τῆς μοιχείας συμβαίνειν φησὶ “ πρὸς καιρὸν λιπαινώσης τὸν φάρυγγα. οὐ μόνον δὲ ὁ προφητικὸς λόγος πειρασμοῖς παραβάλλει τὸν ἥλιον, ἀλλὰ Χριστὸς αὐτὸς τὰ ἐπὶ τῆς πέτρας καταβαλλόμενα σπέρματα πρὸς βραχὺ ἀνατείλαντα ὑπὸ τοῦ ἡλίου e. τὸν δὲ ἥλιον πειρασμοῖς ἀφωμοίωσεν. καὶ πειθέτω σε τὰ πρὸς βραχὺ ἀνατείλαντα ἐν τῇ πέτρᾳ σπέρματα, ἀθρόον μὲν φύσαντα, εὐθέως δὲ ὑπὸ τοῦ ἡλίου φλογισθέντα.

Ὅτι τὸ ἀρνίον τὸ ἀνάμεσον τοῦ θρόνου ποιμανεῖ αὐτοὺς, καὶ ὁδηγήσει αὐτοὺς ἐπὶ ζωῆς πηγὰς ὑδάτων. καὶ ἐξαλείψει ὁ Θεὸς πᾶν δάκρυον ἐκ τῶν ὀφθαλμῶν ἀυτῶν.

Συντελεσθὲν * * * * ἄφθαρτον βίον ἁπάντων μεταχωρησάντων. [*](e Cætera desunt Cod. B.)

297
αὐτό τε τὸ ἀρνίον ἀπαρακαλύπτως θεὰν χ**ζει τοῦ σαρκικοῦ νέφους αὐτῷ πρὸς τὸ θεοειδέστερον ἀλλοιωθέντος. εἴ τι Γρηγορίῳ τῷ θείῳ τὸν λόγον πιστέον θαρροῦντος b ὁμόθεον αὐτῷ ἀποφαινομένῳ. τὸ, ἀνάμεσον τοῦ θρόνου, εἴρηται ἀντὶ τοῦ, ἐκ μέσου τοῦ θρόνου, οἱονεὶ ἐκ τῆς πατρικῆς δόξης, ἤγουν κυριαρχίας, τῆς σαρκικῆς οἰκονομίας τῇ ἐπεισόδῳ τῶν θείων ἐλλάμψεων, μᾶλλον δὲ, τῆς ἀναλλοιώτου θεότητος ὑποχωρησάσης. τὸ ἀπὸ τούτου δὲ, ἀνυποστόλως θεοπρεπὲς τῷ υἱῷ καὶ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ. τὸ γὰρ ποιμαίνειν αὐτῷ προσέσται καὶ ὁδηγεῖν τὰ ὑπ’ αὐτοῦ ποίμνια διὰ τῆς οἰκονομίας κτισθέντα, οἷς οὐκέτι δάκρυον ἐνοχλοίη· cτῶν δακρυοποιῶν ὡς ἐν ἀναλλοιώτῳ ζωῇ διωλωλότων, ἀλλ’ ἐπὶ νομὰς ὑδάτων θείων ἐννοιῶν ἀύλων ἐπαναπαύεσθαι ποιμαινομένων· ὅτε καὶ λύκοι τῷ αἰωνίῳ παραδοθεῖεν πυρί· μισθὸν τοῦτον ἀνευρόντες σὺν τῷ κατάρχοντι διαβόλῳ αὐτῶν ἐν τῷ φθαρτῷ τῷδε βίῳ, ἅτε φθονεροὶ δαίμονες τῆς τῶν ἀνθρώπων ἐξ ἐπηρείας d πολυπλανίας.

Λύσις τῆς ἑβδόμης σφραγῖδος, δηλοῦσα ἀγγελικὰς δυνάμεις προσάγειν Θεῷ τὰς τῶν ἁγίων προσευχὰς ὡς θυμιάματα.

Καὶ ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν ἑβδόμην, ἐγένετο σιγὴ ἐν τῷ οὐρανῷ ὡς ἡμιώριον. καὶ εἶδον τοὺς ἑπτὰ Ἀγγέλους, οἳ ἐνώπιον τοῦ Θεοῦ ἑστήκασι, καὶ ἐδόθησαν αὐτοῖς ἑπτὰ σάλπιγγες.

e Μελλόντων ἀφήγησιν πραγμάτων, ὡς παρωχημένων ποιεῖται, εἴτε, ὡς πολλάκις ἔφθημεν εἰρηκότες, τὸ μηδὲν θείαν γραφὴν περὶ τὰ χρονικὰ διαστήματα μικρολογεῖσθαι· διὸ καὶ προγεγονόσιν ὡς μέλλουσι χρῆται. ὡς ἐπὶ τοῦ “ ἐν ποταμῷ διελεύσονται πόδι’ καὶ ἐνεστῶσιν ἀντὶ μελλόντων, ὡς ἐπὶ τοῦ “Ἰερουσαλὴμ οἰκοδομου- “ μένη ὡς πόλις·” καὶ γὰρ ἔμελλεν ἀνοικοδομεῖσθαι, ἡ ὑπὸ Ναβουχοδονόσορ καταστραφεῖσα, τῶν αἰχμαλωτισθέντων ἀνασωθέντων θέντων αὐτῇ· ἀλλὰ καὶ τὸ ἐχόμενον τοῦ ῥητοῦ τούτου, τὸ “ ἀνέβη “ ’σαν αἱ φυλαί· παρωχημένων ἔννοιαν ἐπὶ μελλόντων εἰσάγει· [*](b θαρρούντως leg. vid. c Om. Edd. quas seq. ad fin. Scli. d ἐξεπηρεας Cod. e Suppl. init. Sch. usque ad δεδήλωται e Cod. B.)

298
ἤτοι οὖν, ἀφροντιστούσης τῆς γραφῆς τῶν χρονικῶν διαστημάτων, ταῦτα· ἢ τὸ πάντως ἐσόμενον εἰσηγουμένη διὰ τοῦ ὡς συντετελεσμένοις χρῆσθαι τοῖς ἐσομένοις. καὶ ταῦτα μὲν περὶ τούτων. συχνότερον δὲ ὁ ἑπτὰ ἀριθμὸς ἔνθα παραλαμβάνεται, ὥσπερ καὶ νῦν, ὡς συστοίχου ὄντος τῷ σαββατισμῷ τοῦ αἰῶνος τούτου. καὶ αὐτὸ ἤδη μοι δεδήλωται. ἡ τῆς ἑβδόμης σφραγῖδος λύσις, τὴν τῆς γηίνης τύρβης λύσιν διασημαίνει, ἑπτὰ Ἀγγέλων διακονούντων ταῖς τιμωρίαις ταῖς κατὰ τῶν ἀσεβῶν ὀφειλομέναις. ἡ δὲ σιγὴ τὴν ἀγγελικὴν εὐταξίαν δηλοῖ καὶ τὴν εὐλάβειαν, τό, τε περὶ τῆς δευτέρας τοῦ Κυρίου παρουσίας, καὶ τῆς προτέρας ἀγνόημα. τὸ δὲ ἡμιώριον, τὸ τοῦ καιροῦ ἐμφαίνει βραχὺ, ἐν ᾦ τῶν πληγῶν f ἐπαγομένων καὶ τῶν ἐπὶ τῆς γῆς συντελουμένων, ἡ τοῦ Κυρίου g βασιλεία φανήσεται.

Ἐγένετο σιγὴ ἐν τῷ οὐρανῷ.

h Ὡς τῆς κτίσεως ἁπάσης καὶ τῆς ὑπερκοσμίου καὶ ἀγγελικῆς δυνάμεως καταπεπληγημένης τὸ ὑπε**λον τῆς δόξης τοῦ παραγινομένου, καὶ διὰ τοῦτο σιγώσης.

Καὶ εἶδον τοὺς ἑπτὰ Ἀγγέλους οἱ ἐνώπιον τοῦ Θεοῦ ἑστήκασι.

i Περὶ τοῦ κατεβδοματεῖσθαι τὴν προκειμένην Ἀποκάλυψιν προδιείληπται· τὸ δὲ “ ἐνώπιον τοῦ Θεοῦ’’ ἑστάναι, οὐ τοπικὴν ἐννόει παρουσίαν, ἀλλὰ τὸ κατὰ βούλησιν τούτου τὰς λειτουργίας αὐτῶν ἐξανύειν αὐτούς. καὶ Δαβὶδ περὶ αὐτῶν φησι, “ δυνατοὶ ἰσχύι· “ ποιοῦντες τὸν λόγον αὐτοῦ· τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ, τοῦ ἀνυπερθέτως καὶ ἐξ αὐτῆς ἀκοῆς τὸ προσταττόμενον ἐνεργούντων· τοιοῦτον οὖν τὸ “ ἐνώπιον,” ἐπεὶ τὸ τόπῳ περιγράφειν ὃ τὰ πάντα πληροῖ, παχυσάρκων ἀνθρώπων καὶ μηδὲν ἐχόντων * * νωδῶς τῆς αἰσθήσεως ἐννοεῖν πλέον.

Καὶ ἐδόθησαν αὐτοῖς ἑπτὰ σάλπιγγες.

“ Ἑπτὰ σάλπιγγες,” ὡς βασιλέως ἐφισταμένου. αἱ δ’ αὐταὶ, κατὰ τὸν θεόσοφον Παῦλον Θεσσαλονικεῦσι γράφοντα, καὶ διυπνίζειν μέλλουσι τοὺς νεκροὺς, ἀνίστανται k ἐπὶ ἀφθαρσίᾳ, κατὰ [*](f Sic B. πάντων Edd. S Sic B. Ἀντιχρίστου Edd. h Hoc Sch. carent Edd. i Om. Edd k Vid. leg. ὅτε ἀνιστ. om. Edd. usq. ad θανάτω.)

299
τὸν αὐτὸν Ἀπόστολον, καθ’ ὁμοιότητα τοῦ Κυρίου, ὃς αὐτὸς ἐγερθεὶς ἐκ νεκρῶν, οὐκέτι ὑπήχθη θανάτῳ· διὸ καὶ ὡς προκατάρξας τῆς τοιαύτης παλ**ϊ·ας 1 πρωτότοκος ἐκ νεκρῶν εἴρηται. ἰστέον δὲ ὅτι, εἰ καὶ σχηματίζονται εἰς ὕλας καὶ χρώματα τὰ ὁρώμενα, εἴτε θυσιαστήριον, εἴτε θυμιατήριον, εἶτέ τι ἄλλο, ἀόρατα ὅμως καὶ νοητὰ ὄντα τυγχάνουσιν. ἐπὶ τοιούτου τοίνυν στὰς ὁ Ἄγγελος, καὶ τὸν λιβανωτὸν, τὸ τὸν λιβανωτὸν δεχόμενον θυμιατήριον δηλαδὴ κρατῶν, τὰς εὐχὰς τῶν ἁγίων ὡς θυμιάματα τῷ Θεῷ προσέφερεν. χρυσοῦν δὲ τοῦτο φάσκει, τῷ τὴν ὕλην ταύτην τιμαλφεστάτην εἶναι ἀνθρώποις καὶ περιπόθητον· δι’ οὗ αἰνίττεται καὶ παρὰ τῷ Θεῷ τὰς τῶν ἁγίων εὐχὰς τοιαύτης καταξιοῦσθαι ἀποδοχῆς. ὥσπερ δέ τι πρωτόλειον καὶ ἀπαρχὴ τιμία προσάγονται Θεῷ αἱ εὐχαὶ παρὰ τῶν προστατούντων Ἀγγέλων ἡμῶν, αἳ φύσει μέν εἰσιν εὐώδεις, εὐωδέστεροι δὲ γίνονται τῇ τοῦ μεταχειρίζοντος ταύτας Ἀγγέλου συνεργίᾳ. m ἅτε κατ’ ἐξαίρετον αὐτὰς προσάγοντος τῷ δεδωκότι προστατεῖν Ἀγγέλους ἀνθρώπων Θεῷ. τὸ εὐπρόσδεκτον δὲ τῶν εὐχῶν τῶν ἁγίων, ἡ τῶν θυμιαμάτων ἀντίδοσις ἡ ὑπὸ Θεοῦ παρεμφαίνει· ὃ καὶ Δαβὶδ ἀξιοῖ τὸν Θεὸν τὴν εὐχὴν αὐτοῦ ὡς θυμίαμα κατευθυνθῆναι. ᾐτοῦντο δὲ διὰ τῆς παγκοσμίου συντελείας, ταῖς μὲν τιμωρητικαῖς μάστιξι, ταῖς κατὰ τῶν δυσσεβῶν καὶ παρανόμων ἀξίως ἡτοιμασμέναις, λῆξιν τῇ συντομίᾳ τῆς ἐπιφορᾶς τῆς κακώσεως πρυτανευθῆναι, τῷ μὴ n πρὸς πλείονας ὀνθρώποις o διαδοθῆναι· p διὰ τὸ πεφυκέναι τοὺς ἐπιγινομένους τῷ μοχθηρῷ τούτῳ βίῳ ἀνθρώπους ἐπιμελῶς τούτων ἀντέχεσθαι ἐκ νεότητος· ὧν ἡ πονηρία ἀγνώρισμα. ἢ καὶ τῷ Μωϋσῆ χρηματίζων μετὰ τὸν τῆς παγκοσμίου ἐπικλύσεως τῆς κατὰ τὸν Νῶε οἰκτίρμονι λόγῳ παρίστησιν. ἐκείνοις μὲν οὑν ταύτῃ, ἑαυτοῖς δὲ τὸν διὰ τῆς παρουσίας τοῦ ἀξιονίκως τὰ ἔπαθλα διανέμειν εἰδότος τοῖς ἐν τῷ παρόντι βίῳ ὑπὲρ ἀρετῆς παγκρατιασταῖς μισθὸν, οἱ τινες οὐκ ἄλλοι, ἣ οὗτοι οἱ τὸν ἀθλοθέτην ἐν τοῖς ἑαυτῶν δοξάσαντες σώμασι. καὶ ὅτι ταῦτα τὰ ἑξῆς ἐμφανίσει.

Καὶ ἄλλος Ἄγγελος ἦλθε, καὶ ἐστάθη ἐπὶ τοῦ θυσιαστηρίου, ἔχων λιβανωτὸν χρυσοῦν, καὶ ἐδόθη αὐτῷ [*](1 παλινζωΐας leg. m Hinc om. Edd. usq. ad ᾐτοῦντο. n καὶ τὸ μὴ Edd. o ἀνθρ. om. B. p Hinc Hinc suppl. e Cod. B. usq. ad)

300
θυμιάματα πολλὰ, ἵνα δώσῃ ταῖς προσευχαῖς τῶν ἁγίων πάντων ἐπὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν τὸ ἐνώπιον τοῦ θρόνου. καὶ ἀνέβη ὁ καπνὸς τῶν θυμιαμάτων ταῖς προσευχαῖς τῶν ἁγίων ἐκ χειρὸς τοῦ Ἀγγέλου ἐνώπιον τοῦ Θεοῦ. καὶ εἴληφεν ὁ Ἄγγελος τὸν λιβανωτὸν, καὶ ἐγέμισεν αὐτὸν ἐκ τοῦ πυρὸς τοῦ θυσιαστηρίου, καὶ ἔβαλεν εἰς τὴν γῆν, καὶ ἐγένοντο βρονταὶ, καὶ ἀστραπαὶ καὶ σεισμός. καὶ οἱ ἑπτὰ Ἄγγελοι οἱ ἔχοντες τὰς ἑπτὰ σάλπιγγας, ἡτοίμασαν ἑαυτοὺς ἵνα σαλπίσωσι.

Τὸ θυσιαστήριον τοῦτο, ὁ Χριστός ἐστιν, ἐν ᾧ πᾶσα λειτουργικὴ καὶ ἁγία συνέστηκε σύνοδος, καὶ μαρτυρικαὶ θυσίαι προσάγονται, οὗ ἦν τύπος τὸ δειχθὲν ἐν τῇ σκηνῇ θυσιαστήριον ἐν τῷ ὄρει τῷ μωυσῇ k. διὸ καὶ μαρτυρίου σκήνη είρηται, ὡς τὰς επωφελεῖς φελεῖς ἀνθρώποις διὰ μαρτυρίας ἐντεῦθεν κομιζομένων καὶ τοὺς κατ’ αὐτὰς ῥυθμίζοντας ἑαυτοὺς τὰς προσευχὰς ἑαυτῶν, ἃς θυμιάμασιν εὐώδεσιν ἀπεικάζει τούτῳ καλλιερεῖσθαι, ὡς ἤδη εἴρηται.

Ἐνώπιον τοῦ θρόνου.

Ἐνώπιον τὸν Χριστὸν τοῦ θρόνου δηλαδὴ τῶν ὑπερτάτων ἁγίων δυνάμεων εἴρηκε. Χερουβὶμ λέγω καὶ Σεραφίμ· ὧν τὸ μὲν πλῆθος ἐξελληνιζόμενον, ἢ χύμα γνώσεως καὶ σοφίας σημαίνει· Σεραφὶμ δὲ ἐμπυριστήν. θρόνου γὰρ τὴν ὑπερούσιον, ὡς ἤδη ἔφημεν φύσει καλεῖ. οὗ καὶ Χριστὸν αὐτὸν πῆ μὲν ἐκ μέσου βηματίζειν τοῦ θρόνου, τουτέστι τῆς παντοκρατορικῆς δόξης καὶ πατρικῆς, ἅτε κατ’ οὐδὲν ἐλαττούμενος ταύτης. κοινὰ γὰρ πάντα ἀνυποστόλως τὰ θεοπρεπῆ ταῖς τρισὶν αγιαστικαις ὑποστάσεσι, πλὴν τοῦ τῆς ὑπάρξεως τρόπου· τῇδε ἐνώπιον τοῦ θρόνου οὐχ ἧττον καὶ τούτου δηλοῦντος, τοῦ ἐνώπιον λέγω, τὸ μηδὲν ἀπομερίσθαι τοῦ Πατρὸς τῶν εἰς γνῶσιν ἀναφερομένων· τὸ γὰρ ἐνώπιον τὸ φανερὸν σημαίνει, εἴπερ τὸ πάντα ἐνώπια τοῖς συνιοῦσιν ἱκανὸν εἰς τὸ σαφῆ σκοπὸς αὐτῷ διαδεῖξαι. διὸ καὶ τοῦ θρόνου ὡς τῆς θείας συμβόλου οὐσίας οὐ σχῆμα, οὐ σῶμα, οὐχ ὁμοιῶμα δηλοῦσθαι, οὐκ ἐνταῦθα, οὐ παρά τινι τῶν θείων προφητῶν. ἐνώπιον [*](k Om. quæ seq. Edd. usq. ad τάξις, p. 301, 5.)

301
οὖν τοῦ θρόνου οὐ περιττόν. καὶ αἱ ὑπέρταται δυνάμεις διὰ τὴν χύσιν τῆς ἐν αὐτοῖς ἐμπύρου σοφίας καὶ ἀγάπης, καὶ τῆς ἀκραιφνοῦς φιλίας τε καὶ ἀγάπης, ὅπερ ἐμφαίνει ἡ ἑρμηνεία τῶν ὀνομάτων, ἡ τῶν Θεῷ πλησιαζουσῶν ὑπερτάτων ἁγίων δυνάμεων, ὡς εἰρήκαμεν, τάξις. τὰ δὲ θυμιάματα, αἱ προσευχαὶ τῶν ἁγίων, οἷς εὐκταῖον εἰ τι καὶ ἄλλο τῷ Θεῷ προσαχθείη, ἐν μοίρᾳ θυμιαμάτων ἡδυπνόων αὐτῷ λογισθῆναι, τοῦ μοχθηροῦ τούτου καὶ δυσώδους βίου τῷ πυρὶ τῆς εἰς αὐτὸν ἀγάπης ἐξατμισθέντος. τοσαύτη γὰρ ἡ περὶ τὸν Χριστὸν ἀγάπη τὸ ζέον εἶχε καὶ διάπυρον, ὡς πάντα ἡγήσασθαι τὰ τοῦ παρόντος αἰῶνος τερπνὰ, σκύβαλα, μόνον ἵνα Χριστῷ τῷ ποθουμένῳ αποδοθῶσι συνεῖναι. καπνὸν δὲ ἀναβῆναι ἀπὸ τῆς τῶν θυμιαμάτων ἐντυχίας, ὅτι καπνὸς ὀργῆς τεκμήριον, ὡς καὶ ἐν τῷ, “ ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ.’ τοῦτο οὖν οὐ δι’ ἄλλο 1 συμβῆναι ἐσχημάτισται, ἢ τοῦ δειχθῆναι χάριν καὶ φανερωθῆναι τὸ τῆς ἀγάπης διάπυρον τῶν ἁγίων τὸ περὶ τὸν Χριστὸν ὡς πῦρ m, ἢ τὸν θυμὸν, ὡς καπνὸν, ὡς καὶ αὐτῶν τῆς αὐτῆς τοῖς Ἀγγέλοις n φύσεως λαχόντων, οὐ πρὸς ὁμοίαν δὲ τούτοις εὐαρέστησιν του πεποιηκότος κατεσπουοακοτων.

Ἐκ χειρὸς τοῦ Ἀγγέλου.

Ὁρᾷς ὅτι παρὰ τοῦ Ἀγγέλου ὑπῆρξε τὸ εὐωδεστέρας τὰς εὐχὰς τῶν ἁγίων γενέσθαι, καὶ ἀξίας τοῦ προσκομίζεσθαι ἐνώπιον τοῦ Θεοῦ ;

Καὶ εἴληφεν ὁ Ἄγγελος τὸν λιβανωτόν.

Τὸν λιβανωτὸν ὅτι θυμιατήριον βούλεται δηλοῦν, καὶ τὸ θυσιαστήριον τὸν Χριστὸν, καὶ τὸν καπνὸν τὸν θυμὸν, καὶ τὸ πῦρ τὸ ἀπὸ τοῦ θυσιαστηρίου, τὸ διάπυρον τὸ περὶ τὸν Θεὸν τῶν ἁγίων προεξετασθὲν, ἐχομένως παρατέθειται. τὸ δὲ ἐπὶ τὴν γῆν ἐκχεθῆναι πρὸ τοῦ διακονοῦντος τιμωρητικοῦ Ἀγγέλου, διὰ τοῦ θείου πυρὸς, ὅμοιον τῷ πάλαι τῷ Ἰεζεκιὴλ ἐφάνη ἐκ χειρὸς τῶν χερουβίμ, ληφθέντι o μὲν ἀπὸ τοῦ θυσιαστηρίου, δοθέντι p δὲ τοῖς Ἀγγέλοις τοῖς πεμφθεῖσιν εἰς τὴν τῶν δυσσεβῶν οἰκητόρων τιμωρίαν τῆς Ἰερουσαλήμ. τούτῳ τῷ Ἀγγέλῳ, Ἀνδρέας ὁ τῆς κατ’ [*](1 οὐκ ἄλλως B. m περὶ θύμον καύσει κατὰ τῶν ἀσεβῶν τοῦ θείου B. n ἁγίοις B. o ληφθὲν B. P δοθὲν B. q τούτους B.)

302
ἐμὲ r Καισαρείας τῆς Καππαδοκίας ἀξίως τὴν ἐφορείαν λαχὼν, ἕκαστον ἱεράρχην παρεικάζει s. ἀλλ’ εἰ μὲν τοὺς κατ’ ἐκεῖνο καιροῦ οὐκ ἔχω ἐρρεῖν· εἰ δὲ τοὺς καθ’ ἡμᾶς, Ἀγγέλῳ μὲν τῷ ὄντι Σατανᾶν, τὸν κάμηλόν καταπίνουσι, τὸν δὲ κόνωπα διυλίζουσι, κἂν εἰς αἰσχύνην ἑαυτῶν ἀφομοιοῦντας ἑαυτοὺς, τίς ἀντερεῖ σωφρονῶν ;

Ἐκ τοῦ πυρὸς τοῦ θυσιαστηρίου.

Ἐκ τοῦ πυρὸς τούτου ἔβαλέν τις τῶν Ἀγγέλων ἐπὶ τὸ Σίναιον ὄρος, ἐπεὶ κἀκεῖ ἡ τοῦ Θεοῦ ἐπιφοίτησις, βρονταὶ καὶ ἀστραπαὶ καὶ σάλπιγγος ἀπήχησις μιᾶς, ὅτι καὶ ἔθνους ἑνὸς ἡ ἐπισκοπή. ἐνταῦθα δὲ αἱ σύστοιχοι τῷ ἀλλοιωτῷ κόσμῳ τούτῳ σάλπιγγες ἑπτὰ, ὡς παγκοσμίου ἐσομένης, ὑπὸ τοῦ ἐπιδημοῦντος κριτοῦ ἡ ἐξέτασις.

Ἀπαντα ταῦτα πρὸ τῆς συντελείας, τὴν συντέλειαν χαρακτηρίζοντα καὶ τὴν τοῦ Χριστοῦ παρουσίαν, συμβήσεται. ὥσπερ καὶ ἐπὶ τοῦ Σινᾶ ὅρους τὰ φόβητρα ταῦτα προωδοποίει τὴν τοῦ Θεοῦ ἐμφάνειαν. διατί δὲ ἐκεῖ μὲν σάλπιγξ μία, ἐνταῦθα δὲ ἑπτὰ, ἐν τῷ αὐτῷ ἐδαφίῳ προθεωρηθὲν παρατέθειται. βρονταὶ δὲ τὰ δείματα καὶ φωναὶ καὶ ἀστραπαὶ καὶ σεισμός. ἤτοι καὶ ουτως προφανῶς. ἣ καὶ βροντὰς τὴν ἐπίγ**σιν ὀνομάζων, ὡς οὐκ ἄλλοθεν πόθεν αἱ συμφοραὶ κατειλήφασι τὴν περίγειον κτίσιν. θανάτων ἀπροσδοκήτων λέγω, ἀφ’ οὗ καὶ τὸ καταπεπλῆχθαι περιγίνεται τοῖς ζῶσιν, οἵαπερ καὶ ἐπὶ βροντῆς, ἢ καὶ τινῶν ἄλλων ἀνεννοήτων παθῶν σωματικῶν· δι’ ἃ καὶ φωναὶ θρηνώδεις ἀναπεμφθεῖεν. ἀστραπὰς δὲ τὰς ἐν τοῖς θρήνοις μεταβολὰς ἐπὶ τὸ χρηστότερον ταῖς ἐλπίσιν, οἷά τινι σέλατι τοῦ σκότους ἀπαλλάττονται τῆς ἀθυμίας, περιαυγάζουσας Θεοῦ προμηθείᾳ· καὶ τοῦτο ὡς ἃν μὴ τῇ περισσοτέρᾳ λύπῃ καταπωθεῖεν οἱ τῆς ὀρθῆς ἀντεχόμενοι πίστεως· οὐ γὰρ εἰς ἅπαξ ἐπανοίσει ὁ κόσμος τῶν ἐκλεκτῶν· διὸ καὶ αἱ ἡμέραι, κατὰ τὴν τοῦ Κυρίου προαγγελίαν, κολοβωθήσονται. σεισμοὺς δὲ τοὺς τὴν διάνοιαν νοητέον γεώδεις ἀλληγορίας καὶ τούτους ὑπερβάλλοντες τρόπῳ πτωμάτων οὐκ ὁρθωμάτων ἐπὶ τὸ κρεῖττον καὶ στάσεως παραιτίους. καὶ περὶ μὲν τούτων ταύτῃ θεωρητέον· ἑτοίμους δὲ τοὺς τιμωροὺς σαλπιγκτὰς ὑποτίθεται καί- [*](r κατ’ ἐμὲ non est in B. s Quæ seq. om, Edd. ad fin. Cap.)

303
τοι μακρόθυμον τὸ θεῖον καὶ οἰκτιρμονικὸν ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ· τῷ μὴ ὑπολείπεσθαι ἔτι καιρὸν μεταγνώσεως, παρόσον ἡ τοῦ ἀλλοιωτοῦ κοσμοῦ τοῦδε σύστασις συντετέλεσται.

Τὰς σάλπιγγας δὲ αἷς οὗτοι χρώμενοι διατελοῦσι, τί ἃν αἰνίττεσθαι δοθείη ἣ νίκην τὴν τοῦ κραταιοῦ ἐν πολέμῳ Κυρίου, ὑφ’ αἷς καὶ ἄνεισιν ἐν ἀλαλαγμῷ οἷον ἐπινικίῳ καταπαύσει. τοῦτο γὰρ ὁ ἀλαλαγμὸς, ὑποφωνούσης καὶ σάλπιγγος, ἧς κατὰ τὸ ἔτυμον s ἡ ὀνομασία, τι ἃν ἄλλο ἣ τὸ σέλας προθυμοποιὸν τοῖς ἐσκοτισμένοις τῷ τοῦ πολέμου φόβῳ γάζειν t.

Περὶ τῶν ἑπτὰ Ἀγγελων, ὧν τοῦ πρώτου σαλπίσαντος, χάλαζα, καὶ πῦρ, καὶ αἷμα ἐπὶ τῆς γῆς φέρεται.

Καὶ ὁ πρῶτος ἐσάλπισε. καὶ ἐγένετο χάλαζα καὶ πῦρ μεμιγμένα ἐν αἵματι, καὶ ἐβλήθη εἰς τὴν γῆν, καὶ τὸ τρίτον τῆς γῆς κατεκάη, καὶ τὸ τρίτον τῶν δένδρων κατεκάη, καὶ πᾶς χλωρὸς χόρτος κατεκάη.

Διάφοροι οἱ ἀπὸ τῆς ἐκχύσεως τοῦ πυρὸς τοῦ θυσιαστηρίου αἱ τιμωρίαι. ἐπειδὴ καὶ τῶν φιλοθέων αἱ μοναὶ εἰς ἀνταπόδοσιν κείμεναι τούτοις, διάφοροι καὶ πολλαί. διὸ καὶ ὁ Κύριος φησὶ, “ παρὰ τῷ Πατρὶ μου, μοναὶ πολλαί εἰσιν.’’

Καὶ ἐγένετο χάλαζα καὶ πῦρ μεμιγμένα ἐν αἵματι.

Ὅτι μὴ κατὰ τὴν ἐσχάτην ἡμέραν τὴν εἰς κόλασιν ἀποκειμένην τοῖς ἁμαρτωλοῖς αἱ τιμωρίαι αὗται τῆς χαλάζης καὶ τοῦ συγκράτου αἵματι πυρὸς, ἡ προκειμένη Ἀποκάλυψις ἀφορίζει, ἀλλὰ ταῖς θλίψεσι ταῖς πρὸ τῆς ἐσχάτης ἡμέρας, ὡς προείρηται, δῆλον. οὐ γὰρ τὸ τρίτον μέρος τῶν ἁμαρτωλῶν, ἀλλὰ τὸ πᾶν ὑποβληθείη ἀπαραιτήτως. τί γάρ φησιν ὁ θεῖος Εὐαγγελιστὴς περὶ τούτου ; “ καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζώην αἰώνιον.”

[*](s ἕτοιμον Cod. t ἐπαυγάζειν leg.)
304

Καὶ τὸ τρίτον τῶν δένδρων κατεκάη.

Ταῦτα, οἱ μὲν εἰς τὴν ἐσχάτην ἀφορίσαντες ἡμέραν, χόρτον καὶ δένδρα τοὺς ἁμαρτωλοὺς ἐνόησαν κατὰ τὸν θεῖον Ἀπόστολον Παῦλον, τὸν ἐν πυρὶ τὴν ἡμέραν ἀποκαλύπτεσθαι χρηματίζοντα. οἱ δὲ μὴ οὕτως, ἀλλ’ εἰς τὴν πρὸ τῆς ἐσχάτης ἡμέρας θλῖψιν, τὰς ἐκ βαρβαρικῶν χειρῶν πυρπολήσεις τε καὶ σφαγὰς τοῖς πολλοῖς ἐπαγομένας ἔδειξανu. ὑφ’ ὧν καὶ ἤδη οὐκ ἔλαττον τοῦ τρίτου μέρους ἡ σύμπασα κατηνάλωται ὑπὸ τῶν αἰσθητῶν πολεμέων. οὐ σφαγαῖς μόνον ἀνθρώπων, ἀλλὰ καὶ καταπτώσεσι κτισμάτων τῶν ἐκ πυρός. περὶ δὲ τούτου δὲ καὶ ὁ μακάριος Ἰωὴλ ὁ προφήτης πρὸ τῆς μεγάλης ἡμέρας Κυρίου καὶ ἐπιφανοῦς, αἷμα καὶ πῦρ, εἰπὼν, καὶ ἀτμίδα καπνοῦ.

Καὶ πᾶς χόρτος χλωρὸς κατεκάη.

Χόρτον χλωρὸν κατὰ μὲν τοὺς εἰς τὴν ἐσχάτην ἡμέραν ἐξειληφότας τὰς ἐνταῦθα θλίψεις ἐμφερομένας εἰς τοὺς ἡμιμοχθήρους τακτέον. οἳ καὶ αὐτοὶ τῷ πυρὶ τῆς συνειδήσεως ἑαυτῶν ἐκτακήσονται, μάλιστα ὁρῶντες τοὺς ἐκ δικαίων πόνων καὶ ἐκ θελήματος ἑαυτῶν βοηθουμέυους καὶ ἀναθάλλοντας .

Περὶ τοῦ δευτέρου Ἀγγἑλου, οὗ σαλπίσαντος, τῶν ἐν θαλάσσῃ ἐμψύχων ἀπώλεια γίνεται.

Καὶ ὁ δεύτερος Ἄγγελος ἐσάλπισε. καὶ ὡς ὄρος μέγα καιόμενον ἐβλήθη εἰς τὴν θάλασσαν. καὶ ἐγένετο τὸ τπίτον τῆς θαλάσσης αἷμα, καὶ ἀπέθανε τὸ τρίτον τῶν κτισμάτων ἐν τῇ θαλάσσῃ τὰ ἔχοντα τὰς ψυχάς. καὶ τὸ τρίτον τῶν πλοίων διεφθάρη.

x Ἐμοὶ δοκεῖν ὄρος μέγα ὑπουπηχήσει y τῆς σάλπιγγος· ἣν οἷον εἰς σέλας ἐμποιεῖν τοῖς ἀγωνιζομένοις, κατὰ τὸ ἔτυμον τοῦ ὀνόματος προειρήκαμεν, ὅτι σάλπιγξ ἀπὸ τοῦ σέλατος παρωνόμασται, ὃ τὸ φῶς σημαίνει· ἐμποιεῖ δὲ τὸ σέλας, τουτέστι τὸ [*](u. Om. Edd. usq. ad fin. Cap. x His carent Edd. usq. ad σάλπιγγος ταῦτα. Y Sic.)

305
φῶς, προθυμοποιοῦσα τοὺς ἀγωνιζομένους· ὡς καὶ παρ’ Ὁμήρῳ ὁ τῷ Τεύκρῳ εἰσηγούμενος βάλλειν οὕτως, εὐστόχως δηλαδὴ, ἐπιφέρει τὸ, “ ἴε φῶς ἑτάροισι γένοιο,’’ τὴν προθυμοποιΐαν φῶς οὐ κατοκνῃσας κάλεσαι. καὶ πέρι μὲν τῆς σάλπιγγος ταύτα.

Ὦρος μέγα, τὴν θείαν ὀργὴν ὑπεμφαίνει. κἂν γὰρ θιλάνθρωπον τὸ θεῖον, ἀλλὰ καὶ δίκαιον. ἀφ’ οὗπερ ἔσθ’ ὅτε καὶ κατολιγωρούμενον παρ’ ἡμῶν τὴν δικαίαν ἀξίως αὐτοῦ ἐπιφέρει ὀργήν. καθὸ καὶ ὁ ψάλλων Δαβὶδ “ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτῶν “ δὸς αὐτοῖς φησι· καίτοι καὶ αὐτὸς ἄνθρωπος καὶ τῆς αὐτῆς ἔμπλεος ῥαθυμίας, ἀλλὰ τὸ ἄγαν πλημμελὲς τῶν ἁμαρτανόντων ἐπὶ τοιαύτην διάθεσιν ἤνεγκαν αὐτὸν κατὰ τῶν ὁμοφύλων. καὶ οὕτως μὲν τὰ περὶ τοῦ ὄρους νοεῖν ὑπειλήφαμεν. ἡ δὲ πρὸς θάλασσαν αὐτοῦ ἐμβολὴ, τὸ ἀστάτως κυμαινόμενον τοῦ παρόντος βίου σύστημα, καὶ μᾶλλον θαλάσσης ταῖς περιστάσεσιν ἀγριαινον παραδηλοῖ. καὶ ἄλλοτε καὶ καθεκάστην ἔχον τὸ ἀστατεῖν, μάλιστα δὲ τῇ ἐπιδημίᾳ τοῦ Ἀντιχρίστου. οὕτως ταῖς τερατείαις ἀποπλανώσει, ὡς καὶ, κατὰ τὴν τοῦ Κυρίου φωνὴν, καὶ τοὺς ἐκλεκτοὺς σκανδαλισθῆναι. τὸ δὲ τρίτον τῆς θαλάσσης, αἷμα γενέσθαι, τῶν διὰ μαρτυρίου τελειώσεως ἐρυθρωσάντων τὴν περίγειον κτίσιν. ἐπεὶ δὲ ὁ τρία ἀριθμὸς ἀρχὴ πλήθους ἐστὶν, ὡς ἡ ἀριθμητικὴ βούλεται μέθοδος, τὸ πλέον τῶν ἀπολλυμένων u οὐ τὸ πᾶν, ὡς καὶ πρὸ μικροῦ παρεθέμεθα, διὰ τοῦ τρίτου ἐδήλωσεν.

Καὶ τὸ τρίτον τῶν πλοίων διεφθάρη.

Πλοῖα, τὰς τῶν ἁγίων ψυχὰς τροπικῶς ὀνομάζει. ἃ καὶ καταπαίζει τοὺς ἐν τῇ θαλάσσῃ Δράκοντας, ὡς ἐν τῷ ἑκατοστῷ τρίτῳ ψαλμῷ ἀλληγορικῶς τεθεώρηται. ἐνταῦθα δὲ μάλιστα οὕτως ἐκδέχεσθαι δεῖ σύμβολα πράγματος x, οὐκ ἐνέργειαν τῆς προκειμένης Ἀποκαλύψεως παριστώσης. ἐπεὶ οὖν καὶ ἀπὸ τῶν τῆς σωτηρίας δραξαμένων y πλανηθῆναί τινας εἰκὸς, φόβῳ τοῦ μὴ τοῦτο παθεῖν ἄρδην, τῇ τοῦ τρίτου προαγγελίᾳ, τὴν παντοπάθειαν ἠσφαλίσατο.

[*](u ἀπολωμένων B. χ πραγμάτων B γ δεξαμένων Edd.)
306

Ὁ τρίτος Ἄγγελος, τὰ τῶν ποταμῶν πικραίνει ὕδατα.

Καὶ ὁ τρίτος Ἄγγελος ἐσάλπισε, καὶ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ ἀστὴρ μέγας καιόμενος ὡς λαμπάς. καὶ ἔπεσεν ἐπὶ τὸ τρίτον τῶν ποταμῶν, καὶ ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων. καὶ τὸ ὄνομα τοῦ ἀστέρος λέγεται ὁ Ἄψινθος. καὶ ἐγένετο τὸ τρίτον τῶν ὑδάτων εἰς ἀψίνθιον, καὶ πολλοὶ τῶν ἀνθρώπων ἀπέθανον ἐκ τῶν ὑδάτων, ὅτι ἐπικράνθησαν.

y Τῇ σαλπίσει τοῦ τρίτου Ἀγγέλου, τὸν ἀστέρα φησὶ πεσεῖν z τὸν μέγαν ὡς λαμπάδα καιόμενον, τοῦτον δὲ ἐκεῖνον εἶναι οὗ τὴν πτῶσιν καὶ ὁ Ἀμὼς Ἡσαΐας ἐποικτιζόμενος ἐχρησμῴδει, ἐν οἷς ἔφασκε. “ πῶς ἔπεσεν ὁ ἑωσφόρος ὁ τῷ πρωὶ ἀνατέλλων,’’ τιθέμενος οὐκ ἔξω τοῦ εἰκότος πεσεῖται. πέπτωκε μὲν γὰρ κἂν τῇ ἐπιφανείᾳ τοῦ Κυρίου· περὶ οὗ καὶ αὐτὸς ὁ Κύριος φησὶ, “ ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα·’’ τῆς ἀστραπῆς τῆς πτώοεως τὸ τέλος ἀπεσβέσθαι τὴν πρὸ τούτου λαμπρότητα αὐτοῦ ὑποφαινούσης, ὑφ’ ἣν τοῦ εἰδωλικοῦ καιροῦ πλάνη ἀπηΰγαζεν. εἰ γὰρ καὶ “ μέχρι τοῦ νῦν ἐν τοῖς υἱοῖς “ ἐνεργεῖ ἀπειθείας κατὰ Παῦλον εἶπεῖν, ἀλλ’ οὐ τοσοῦτον ὅσον πρὸ τῆς τοῦ Κυρίου παρουσίας· ἀλλὰ καὶ ἀπὸ τῆς θείας ἐπιφανείας ἡ διὰ Μωυσέως θεία ἐπισκοπὴ, οὐδ’ ὅσον ἐστὶν εἰπεῖν ἄρα, τὸν διάβολον λέγω, τοῦ κράτους ἐσύλησεν, οὗ ὑποθήκῃ τέκνα πατέρες ἐνάγιζον. εἰ δὲ καὶ μετὰ * * * * * * * * * * * λὰ, πρῶτον μὲν οὐ πρὸς τοσοῦτον ἐξαιρόμενα κακίας ὕψος, οὐδὲ πρὸς * * * * * * ότητα ἐνεργούμενα. ὅλως δὲ ἐαθῆναι κἂν ποσῶς εἰς γυμνάσιον ἀρετῆς τῶν μέχρι τῆς συντελείας τοῦ ἀλλοιωτοῦ τοῦδε καὶ πολυπερισπάστου τοῦδε βίου. κατὰ μέντοι τὴν πρὸς ἀνθρώπους ἀπατηλὴν διὰ σαρκὸς αὐτοῦ παρουσίαν, καὶ μείζονα τῆς παραχωρηθείσης αὐτῷ χρήσασθαι ἐξουσίας, ἐξ ἀναιδείας δηλαδὴ καὶ ἀπονοίας· καὶ τοῦ τὴν ἀπάτην ὡς οὐκ ἀπάτη ἀλλὰ ἀληθεία ἐμπε- [*](y Hujus Sch. longe majorem part. om. Edd. z πεσεῖσθαι B.)

307
δώσεται· ἀφ’ οὗ καὶ ὡς ἀστὴρ τῷ ὁρῶντι ὀπτάνεται· εἰ καὶ ὡς λαμπὰς καιόμενος· τὸ ἤδη ἐκλιμπάνον τῆς δόξης αὐτοῦ κλέος διὰ τῆς λαμπάδος παριστάμενον, ὃ καὶ τῇ λαμπάδι ἐπακολουθεῖ δαπανωμένης ὑπὸ τοῦ τὸ φωτίζειν αὐτῇ παρεχομένου. οὕτως γὰρ καὶ τῷ πλάνῳ Ἀντιχρίστῳ συμβαίη τῇ δευτέρᾳ τοῦ Κυρίου παρουσίᾳ, ἐκλελοιπυίας αὐτῷ τῆς ἀπατηλῆς δόξης εἰς ἅπαν, τῷ αἰωνίῳ δὲ πυρὶ παραδοθέντι. ποταμοὺς δὲ τὰ ἔθνη τροπικῶς, εἴγε ἱκανὸς καὶ τοῦτο ὁ Ἀμὼς Ἡσαΐας πιστώσασθαι, ἀφ’ ὣν πρὸς τὸν βασιλέα τῶν Ἑβραίων συμβάσεις καὶ ὁμαιχμίας ποιούμενον πρὸς τὸν Συρίας βασιλέα ἐλεγκτικῶς φασι· “ τί πέποιθας ἐπὶ “ τὸ ὕδωρ τοῦ Σιλωὰμ, ὅτι μέγαν οὐχ ὑποσταίη ποταμὸν; τὸν βασιλέα φάσκων τῶν Ἀσσυρίων. ἡ πτῶσις δὲ τούτου, τὴν ἐπὶ τοῖς ὑπ’ αὐτοῦ πλανησομένοις παραδηλοῖ ἐπιφορὰν, μεθ’ ὧν τῷ γεέννης παραδοθείη πυρὶ εἰ, καῦσιν αἰώνιον καὶ ἀτελεύτητον.

Καιόμενος ὡς λαμπὰς.

a Τὸ καίεσθαι τὸ ὄρος τὸν δραστικὸν τοῦ Θεοῦ θυμὸν τὸν ἐπὶ τοῖς ἀνενδοιάστως ἁμαρτάνουσιν ὑπογράφειν, καὶ Δαβὶδ, διὰ τοῦ, “ δράξασθε παιδείας πρὸς ἐξιλέωσιν, ἐπᾴδει· ὡς οὕτως ἡ τοῦ Θεοῦ ἄκρα * * ὀργὴ καὶ οὐκ ἄλλως πεφυκυῖα μαραίνεσθαι ἣ θᾶττον ἐκκαίεσθαι ἐπὶ τοὺς ἁμαρτάνοντας παρὰ προσδοκίαν ἐπιβρεχομένη. πηγὰς δὲ, τὰς τούτων φατρίας.

Καὶ τὸ ὄνομα τοῦ ἀστέρος λέγεται ὁ Ἄφινθος.

Πικρὸν μὲν τὸ ἀψίνθιον ἡ βοτάνη. ὀξυωπίαν δὲ αὐτὴν παρέχειν τοῖς ἐσθίουσιν ἰατρῶν παιδες διδάσκουσιν. ἐπιτευκτικῶς οὖν καὶ τὸν παντολμίαν ἀστέρα ἄγαν ἀψίνθιον ἐκάλεσε. πικρίαν γὰρ δἰ ἡδονῆς ποτίζων τοὺς ἀνθρώπους καὶ ἀνατροπὴν θολερὰν, καὶ διὰ τοῦτο συγχωρούμενος, τὰς τιμωρητικὰς αὐτοῖς ἐπάγει ἐνταῦθα μάστιγας, ὡς ἃν οἱ δυνάμενοι διαβλέψαι, δι’ ὑπομονῆς καὶ καρτερίας κατὰ τὸ “ ἐν θλίψεσι ἐπλάτυνάς μοι’’ ψαλμικὸν χαροστήχαριστήριον πρὸς τὸν συμφερόντως b παραχωροῦντα ταῖς θλίψεσι δοκιμάζεσθαι. ὃ καὶ τοῖς νοσερῶς διακειμένοις, ἣ πρὸς τὰς τομὰς τῶν ἰατρῶν καρτεροῦσι τὴν ὑγίειαν τούτοις μνηστεύεται. οἱ οὕτως οὑν ὀξυωπεῖν ἔχοντες τῇ ἀδοξίᾳ τῶν θλίψεων, διὰ ἀδοξίας καὶ δυσφη- [*](a Hoc Sch. carent EcJd. b συμφέρον τῷ Cod.)

308
μίας ἐκ τῶν δοκούντων ζημιωδῶν μᾶλλον ἐκέρδαινον δόξαν καὶ εὐφημίαν, καὶ ἐπὶ τούτῳ τὴν αἰώνιον βασιλείαν, δι’ ἣν καὶ ὑπὸ τοῦ ἀγωνοθέτου δοκιμασθῆναι παρεχωρήθησαν.

Καὶ ἐγένετο τὸ τρίτον τῶν ὑδάτων εἰς ἀψίνθιον.

Τοῦ πειραστοῦ τῆς διαθέσεως μεταλαμβάνει καὶ τὰ περιστατούμενά τε καὶ πειραζόμενα. μεταλαμβάνει δὲ, οὐ κατὰ τὸ πικραίνειν, ἀλλὰ τοῦ διὰ τῆς πικρίας τὸ ὀπτικὸν ῥωννύντος ἑαυτοῖς σωτηρίως. a διὸ καὶ Παῦλος τὴν “ ἀκαταίσχυντον “ ἐλπίδα διὰ τῆς ὑπομονῆς οἶδεν τῆς θλίψεως. πρῶτον μὲν τὸ δοκίμιον καρπουμένην, εἶτα δὲ πρὸς τὴν ἀκαταίσχυντον ἀποτελευτῶσαν ἐλπίδα. καὶ ἐπειδὴ οὐ πᾶσι τοῖς μεταλαβοῦσι τοῦ ἀψινθίου σωτήριος ἡ μετάληψις, ἀλλ’ ἐστὶν οἷς καὶ * * * * * τοῖς ἀνθρωπίνοις ἐνεσχημένοι * * * * * φερόμενα κερδαλέα b, ὅτι μηδὲ κατ’ ἶσον ἅπασι διεγρήγορε τὸ συνιέναι· διὸ καὶ Παῦλος “ Χριστοῦ εὐωδίαν ἑαυτὸν εἶναι αὐχῶν ἀνυποστόλως τοῖς σωζομένοις μένοις γὰρ καὶ τοῖς ἀπολλυμένοις ἐπάγει, “ οἷς μὲν ἐκ ζωῆς εἰς “ ζωὴν, οἷς δὲ ἐκ θανάτου εἰς θάνατον.’’

Πολλοὶ ἀπέθανον ἐκ τῶν ὑδάτων.

Ἀπέθανον οἱ ἀνθρωπίνως ταῖς θλίψεσι προσανέχοντες τῇ πικρίᾳ τοῦ ἀψινθίου, ἔζησαν δὲ οἱ διὰ τῆς πικρίας τὸ ὀπτικὸν ἀναλαβόντες. τίνες δὲ οὗτοι ; οἱ ἀνθρωπίνως ταῖς θλίψεσι προσανέχοντες, τῇ πικρίᾳ τοῦ ἀψινθίου.

Ὁ τέταρτος Ἄγγελος τὸ τρίτον τοῦ ἡλιακοῦ καὶ σεληνιακοῦ φωτὸς σκοτίζει.

Καὶ ὁ τέταρτος Ἄγγελος ἐσάλπισε, καὶ ἐπλήγη τὸ τρίτον τοῦ ἡλίου, καὶ τὸ τρίτον τῆς σελήνης, καὶ τὸ τρίτον τῶν ἀστέρων, ἵνα σκοτισθῇ τὸ τρίτον αὐτῶν, καὶ ἡ ἥμερα μὴ φαίνῃ τὸ τρίτον αὐτῆς, καὶ ἡ νὺξ ὁμοίως. καὶ εἶδον καὶ ἤκουσα ἑνὸς ἀετοῦ πετομένου ἐν μεσουρανήματι, λέγοντος φωνῇ μεγάλη, οὐαὶ, οὐαὶ, οὐαὶ τοῖς [*](a Hinc om. Edd. usq. ad fin. Sch. b Cod. κερδαλαῖα.)

309
κατοικοῦσιν ἐπὶ τῆς γῆς. ἐκ τῶν λοιπῶν φωνῶν τῆς σάλπιγγος τῶν τριῶν Ἀγγέλων τῶν μελλόντων σαλπίζειν.

c Τὰ συμβησόμενα τῇ τοῦ δ΄ σαλπιγτοῦ Ἀγγέλου ἀπηχήσει, ὡς καὶ προλαβόντες παρεθέμεθα, σύμφωνα οὐ μόνον τῷ Ἰωὴλ κατὰ τὴν μεγάλην ἡμέραν Κυρίου καὶ ἐπιφανῆ, ἀλλὰ καὶ τοῖς ὑπὸ τοῦ Κυρίου καὶ Θεοῦ Ἰησοῦ Χριστοῦ παρὰ τῷ Ματθαίῳ ἐξηγγελμένοις εὐθέως φάσκοντος “ μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν “ ἐκείνων ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγ- “γος αὐτῆς.” ἀλλὰ καὶ Πέτρος ἐν τῇ δευτέρᾳ αὐτοῦ Ἐπιστολῇ τὰ αὐτὰ διαγορεύει δι’ ὣν λέγει, ἥξει ἡ ἡμέρα Κυρίου ὡς κλέπτης· κλέπτῃ ἀπεικάζων τὴν ἀπροσδόκητον ἔφοδον. οὐ γὰρ ἀνθρώπων εἰδέναι χρόνους ἣ καιροὺς οἳ τῷ Πατρὶ μόνῳ ἀπεθησαυρίσθησαν, κατὰ τὴν τοῦ Κυρίου φωνὴν, εἰς γνῶσιν. “ ἐν τῇ ἡμέρᾳ δὲ ἐκείνῃ,’’ τὸ ἀκόλουθον εἰπεῖν τῆς Πέτρου Ἐπιστολῆς· “οὐρανὸς μὲν ῥοιζηδὸν’’ οἱονεὶ ἠχητικῶς, διὰ τὴν σύμπτωσιν τῆς τοιαύτης παρελεύσεως τελουμένης. “ στοιχεῖα δὲ καυσούμενα λυθήσεται. ἡ γὰρ ἡμέρα, ὡς Παύλῳ δοκεῖ, ἐν πυρὶ ἀποκαλύπτεται. ταῦτα πάντα διὰ τῆς προκειμένης Ἀποκαλύψεως ἔσεσθαι δηλοῦται κατὰ τὴν τοῦ παρόντος αἰῶνος συντέλειαν. τὸ τρίτον δὲ τοῦ ἡλίου καὶ τῆς σελήνης καὶ τῶν ἀστέρων, οὐ τὸ πᾶν πληγῆναι φησὶν, ὡς διὰ φιλανθρωπίαν ἄφατον τοῦ Θεοῦ οὐ πάσης μαστιγουμένης τῆς κτίσεως. τινὲς γὰρ ἃν καὶ οἱ τοῖς κακοῖς τούτοις εἰσὶν ἐπιστροφὴν ἀποκλίνοντες· δι’ οὓς καὶ ὡς πρωτολεῖον d ταῦτα τῆς τοῦ Κυρίου δευτέρας παρουσίας ὁδοποιεῖται. ἣ οὐν τὸ τρίτον εἰς παράστασιν τοῦ ἐν ὀλίγῳ καιρῷ τοῦ ἡμερινοῦ καὶ νυκτερινοῦ καταστήματος τὰ μέγαλα ταῦτα καὶ ἀκουσθῆναι συντελεσθείη φρικτὰ, ἣ καὶ τὸ τρίτον εἰς ἔμφασιν τῆς ὑπεραγίας Τριάδος, ἥτις δι’ ὑπερβολὴν τῆς τοῦ ὑπ’ αὐτῆς ὑποκειμένου κόσμου χρηστότητα, οὐ παντελῆ τοῖς ἀξίοις τὴν τιμωρίαν, ἀλλ’ ἰσαρίθμως ἑαυτῇ ἐπιφέρει.

Σκόπει ὡς τὸ τρίτον εἰπὼν τῆς ἀστρῴας διακοσμήσεως, οὐκ αὐτοὺς εἶπε σκοτισθῆναι, ἀλλὰ τὸ ὑπ’ αὐτῶν καταλαμπόμενον, ὃ ἡ περίγειος κτίσις ἐστίν. διὸ καὶ ἐπιφέρει, καὶ τὸ τρίτον αὐτῆς [*](c Hoc Sch. carent Edd. d Cod. πρωτολῖον.)

310
μὴ φανῇ, τουτέστιν, ἵνα μὴ τῇ οὐρανίῳ διακοσμήσει καταλαμφθῇ τὸ περίγειον, ἀφ’ ὣν τὸ ἡμερινόν τε καὶ νυκτερινὸν ἀποτελειται κατάστημα.

Καὶ εἶδον καὶ ἤκουσα ἑνὸς ἀετοῦ πετομένου.

Τίς ἡ τοῦ ἀετοῦ ἐνταῦθα πτῆσις ; τῶν τέως ὑποβληθέντων Ἀγγέλων τὰς τιμωρίας διακονεῖν παρεωραμένων, οἶμαι, διὰ τὸ ἀπειθὲς καὶ ἀσωφρόνιστον τῶν δι’ ἔλεος μετρίως καὶ πρὸς ἐπιστροφὴν ταῖς τιμωρίαις ὑποβαλλομένων μὲν, ἑαυτῶν δὲ εἰς βέλτιον οὐδαμῶς ἐπιφροντισαμένων e· τούτοις οὖν τοῖς ἀμετανοήτοις f τῆς θείας ὀργῆς εἰς δήλωσιν πέτεται καὶ κράζει ὁ ἀετὸς g, ὡς ἂν τῷ φόβῳ ταύτης, τῆς ἑαυτῶν γένωνται σωτηρίας. ὁ περὶ τῷ θρόνῳ ἀποτεταγμένος τῷ θείῳ ἀετὸς h, ὡς Ἰεζηκιὴλ ἐνέφηνεν, ἐκ μεσουρανήματος τὸ οὐαὶ τριπλασιάζων. ἐκ μεσουρανήματος μὲν, ὅτι μηδὲ πέραν τούτου ἄτερ τοῦ θρόνου χωρεῖν καὶ ἐπόχου τούτου οἷοί τε εἰσίν i. ἀετὸς δὲ, τῶν τετραμόρφων, καὶ οὐκ ἄλλο] τῶν περὶ τὸν θρόνον δηλωθέντων, ἅτε τούτων οὐδενὸς τὸ ἵπτασθαι. ἐξ οὗ καὶ τὸ μεσουράνημα καταλαβεῖν ἦν εὐπετῶς, καὶ ἅμα ὡς ἔχον k τῇ ὀξυωπίᾳ, ὃ σύμφυτον ἀετοῖς,) τὸ ἀλάθητον περισταίη l τοῖς κατηκόοις τὰ ἐφ’ οἷς ἐκβοᾷ. τριπλασιάζεται δὲ τὸ οὐαὶ, οὐ μόνον εἰς ὀδυρμοῦ γνῶσιν περιουσίας, ἀλλ’ ἵνα καὶ τὴν ἀγανάκτησιν τοῦ τρισαγίου ὑπογράψῃ, συμπαθείᾳ τε τῶν οὐρανίων πρὸς ἡμᾶς, δι’ ἢν μάλιστα καὶ τὸ οὐαὶ τούτοις τριπλασιάζεται, τῆς ὑπερβαλλούσης ἐμφάσεως m τῆς ὑπὲρ ἡμῶν θρηνῳδίας συνδούλων αὐτοῖς ὄντων. διὸ καὶ τὸ ἀλγύνεσθαι αὐτοὺς n, εἰς περιουσίαν ὑπῆρξεν o . καὶ δήγε καὶ ὡς τῆς νοερᾶς καὶ Θεῷ φύσεως ἐγγιζούσης ἐκ τούτου καὶ τὴν φιλανθρωπίαν ἐκματτομένοις πλέον δὲ ὅτι καὶ αὐτοὺς λαβόντας τὸ νοερὸν διὰ τῆς λογικῆς ψυχῆς, οὐχ ὁμοίως τοῖς ὁμογενέσι τὸ * ίτευμα ἑαυτῶν μετεκρούσαντο ἐν οὐρανοῖς, ἀλλὰ τοῖς ἀνοήτοις κτήνεσι παραβληθέντας ἐν τῷ τὴν γῆν οἰκεῖν, καὶ τὰ γήινα φρονεῖν εἰς ἀεί.

[*](d τοῦ ἑαυτῶν δὲ βελτ. B. e οὐδαμῶς γε φροντισμένου. f ἀμετανοήτοις om. B. g πετ. καὶ κρ. ὁ ἀετ. om. B. h ὁ περὶ τ. θρόνῳ usque ad ἐνέφηνεν om. Edd. i οἷον τε B. om. εἰσὶν. j ἄλλως B. κ ἔχοντος B. l παρασταίη B. m εἰς ὑπερβάλλουσαν ἔμφασιν B. n αὐτοῖς, B. o Hinc ad fin. Sch. om. Edd.)
311

Εκ τῶν λοιπῶν φωνῶν.

Πόθεν τὸ οὐαὶ διεσάφησεν ὁ ἀετός ; ἀπὸ τῆς φωνῆς φήσας τῆς σάλπιγγος. οὐχ ὅτι αὐτὴ ἡ φωνὴ δημιουργὸς τῶν μελλόντων κακῶν ἐπέρχεσθαι, ἀλλ’ ἐπεὶ μὴ τῷ σαλπισμῷ τῶν προηχησάντων Ἀγγέλων πρὸς μετάνοιαν ἀπεῖδον, τί ἃν ὑπολείπεται ἄλλο, ἢ τὸ πάλιν τῇ σάλπιγγι ὡς ἐξ ὕπνου διαναστῆναι πρὸς τὴν τῶν σωτηρίων αὐτοῖς ἐργασίαν ; p καὶ ἐπειδὴ τοῦτο τοῖς ἐπὶ γῆς κατοικοῦσιν ἀμήχανον, οἷς καὶ ὁ προφήτης Ἡσαΐας τὴν πτῶσιν ὡς ἀναπόβλητόν τε καὶ ἄφυκτον προεθέσπισεν, ὅμως εἰς πλείονα ἔμφασιν ἀναλγησίας, διὸ καὶ τιμωρίας τὰ μέλλοντα κακὰ καταλήψεσθαι αὐτοὺς προσαλπίζεται εἰς ἀναπολόγητον τῶν ταῖς μάστιξιν ὑποβαλλομένων.

τῶν τριῶν Ἀγγέλων μελλόντων σαλπίζειν.

Οἱ τρεῖς Ἄγγελοι ἀπὸ τῶν ἑπτὰ ὑπελείφθησαν· τοῦ τετάρτου γὰρ σαλπίσαντος, οἱ ἑξῆς τρεῖς πρὸς ἀναπλήρωσιν τοῦ ἑπτὰ ὑστεροῦσιν.

ΚΕΘ. ΚΗ.

Περὶ τοῦ πέμπτου Ἀγγέλου, καὶ τῶν ἐκ γῆς ἀβύσσου ἀνερχομένων νοητῶν ἀκρίδων, καὶ τοῦ ποικίλου τῆς μορφῆς αὐτῶν.

Καὶ ὁ πέμπτος Ἄγγελος ἐσάλπισε. καὶ εἶδον ἀστέρα ἐκ τοῦ οὐρανοῦ πεπτωκότα εἰς τὴν γῆν, καὶ ἐδόθη αὐτῷ ἡ κλεῖς τοῦ φρέατος τῆς ἀβύσσου, καὶ ἀνέβη καπνὸς ἐκ τοῦ φρέατος, ὡς καπνὸς καμίνου καιομένης, καὶ ἐσκοτίσθη ὁ ἥλιος καὶ ὁ ἀὴρ ἐκ τοῦ καπνοῦ τοῦ φρέατος. καὶ ἐκ τοῦ καπνοῦ ἐξῆλθον ἀκρίδες εἰς τὴν γῆν, καὶ ἐδόθη αὐταῖς ἐξουσία ὡς ἔχουσιν ἐξουσίαν οἱ σκορπίοι τῆς γῆς.

Καὶ ὁ πέμπτος Ἄγγελος ἐσάλπισε.

Πὰ πρὸ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας ὑπὸ τῇ πλανώδει τοῦ Ἀντιχριστοῦ ἐπιδημίᾳ τερατευθέντα προδιαγράψας, ἐντεῦθεν [*](p Hinc usq. ad fin. Cap. suppl. e Cod. B. q Hoc Sch. usque ad αἴτησεις παρέχουσαι solus habet B.)

312
λοιπὸν τὰ κατ’ αὐτὴν τὴν ἀληθῆ συμβησόμενα τὴν τοῦ ἀληθινοῦ Σωτῆρος ἐπέλευσιν πρὸς σωφρονισμὸν τῶν ἀκουσομένων χρηματίζεται, ἃ καὶ γραφὴ παρατίθεται πρὸς ἐπιστροφὴν τοῦ μὴ ταῦτα παθεῖν τοὺς τούτων ἀκουσομένους, ἅτε φιλίως πρὸς τὸ ὁμογενὲς διακείμενος, ὅτι μαθητὴς ἂν ἐκείνου τοῦ μὴ θέλοντος τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ἀλλὰ τὴν ἐπιστροφήν. ὁ πέμπτος δὲ οὗτος Ἄγγελος, ὁ ἀπὸ τῶν ἑπτὰ καταλειφθεὶς σαλπιγκτῶν ἐστιν. ἀστέρι δὲ αὐτὸν παραβάλλει διὰ τὴν λαμπρότητα τῶν ὑπερκοσμίων λειτουργῶν· ἐπὶ γῆν δὲ καταβάντα, τοῦτο γὰρ τὸ πεπτωκέναι σημαίνει, εἰ μήτι χάριν ἀκριβολογίας τὴν πτῶσιν διὰ τὸ τιμωρητικὸν αὐτοῦ τῆς τιμωρίας ὑπολάβοι· ἡ κλεὶς δὲ τοῦ φρέατος ἡ δοθεῖσα αὐτῷ, τὸ ὑπὸ ἀσφάλειαν ἀνέκφυκτον εἶναι τοὺς κατοιχομένους, μάλιστα εἰ ἁμαρτωλοὶ εἶεν· οὐχ ὥσπερ αἱ τῶν ἁγίων, αἱ τοῖς ἐπικαλουμένοις ἀχρόνῳ τάχει ἐπιφοιτῶσι ψυχαὶ τὰς σωτηρίους αἰτήσεις παρέχουσαι. φρέαρ δὲ, τὸ ἐν γῇ. οὐ γὰρ ἄλλως τὸ ἀναπόδραστον ἢ διὰ φρέατος δηλωθείη. ἄβυσσος δὲ καὶ ἐν γῇ. ἐπὶ γῆς γὰρ ἡ τιμωρία καὶ ἐν ἀβύσσῳ φρέατι. ἀβύσσον γὰρ πολυβαθὲς καλοῦσι, τοῦ ἄλφα στοιχείου, ἣ κατὰ στέρησιν τοῦ βεβύσθαι τὸ ἀειχανὲς ὑποβαλλομένου, ἣ κατὰ ἐπίτασιν τὸ πολυβαθὲς παριστάνοντος. πόσον οὖν καὶ εἴη τὴν εὐρυχωρίαν μετρούμενον· ὃ τοὺς ἀπ’ αἰῶνος κατὰ Κυρίου τραχηλιάσαντας περιείρξε *. ὅτι δὲ ἐν γῇ ἡ κρίσις, τῶν ἁγίων τις προφητῶν διὰ τῆς κοιλάδος ᾐνίξατο τοῦ Ἰωσαφὰτ, ἐν ᾗ καθεδεῖσθαι τὸν Θεὸν εἰς κρίσιν ἐχρησμοδότησεν, τῷ m πολλοὺς ἐκεῖ πολέμους συμ- πεσεῖν n καὶ συγχωσθῆναι. καπνὸν δὲ ἀναδοθῆναι ἀπὸ τοῦ φρέατος, τῆς τῶν ἐκεῖ περιειργμένων ἀσεβῶν μνήμης τε καὶ ἐκφάνσεως ὀργιλότητα παραστησάσης, καὶ τοσαύτην, ὅσην εἰκὸς καὶ ἀπὸ καμίνου o ἀναδίδοσθαι. καὶ ὥσπερ ἐκεῖνος ὁ καπνὸς ἀχλύϊ καὶ σκότῳ τὸ περιέχον ἀναμπιμπλῶν, τὸ ἡλιακὸν φῶς ἀμαυροῖ, τὸν αὐτὸν τρόπον καὶ ἡ τῶν ἀσεβῶν μνήμη ἀνακαινισθεῖσα p, πᾶν, εἴτι συμπαθείας φῶς, ἐσβέσθαι ἐνεποίησε q τῷ μεγαλείῳ τῶν τολμηθέντων αὐτοῖς.

[*](m τὸ B. n συμπτώσει τεθᾶναι. o ἀπ. καμ. ἀε*ου (fors. ἀεννάου.) B. p ἀνακινηθεῖσα B. q ἐποίησε B.)
313

Καὶ ἐκ τοῦ καπνοῦ ἐξῆλθον ἀκρίδες.

Ἡ μνήμη τῶν ἀκρίδων, ὑποσημαίνειν ἕνεκεν ἀπηνεστέραν τὴν μνήμην τῆς τῶν ἁμαρτωλῶν ἐν τῇ προσκαίρῳ αὐτοῦ ζωῇ ἐκτοπωτάτης διαγωγῆς. διὸ καὶ ἐκ τοῦ καπνοῦ τὴν γένεσίν φησιν ἐσχηκέναι . ἐπείπερ καὶ τῶν αἰσθητῶν ἀκρίδων ἡ γένεσις ἐκ φθοροποιοῦ περιέχοντος λαμβάνει τὴν ἀφορμήν. ἀλλὰ καὶ τὸ ἀκρίδες ὄνομα, οὐκ ἔξω τοῦ κατ’ ἄκρας τὰς τιμωρίας ἐπαχθῆναι πρὸς δήλωσιν παρελήφθη. ὅσον γὰρ τὸ ἀκόλαστον τῶν ἁμαρτησάντων τῇ μνήμῃ παρίσταται, τοσοῦτον καὶ ἡ ὀργὴ τοῦ λαχόντος κρίνειν ἐξάπτεται μυσσούσης ἀεὶ τῇ παρουσίᾳ τοῦ τὴν ἀγανάκτησιν ἀναφλέγοντος. δεδόσθαι δὲ ἐξουσίαν ὡς ἐπὶ ἐμψύχων αὐταῖς διεσκευάσθη r τῇ προσωποποιίᾳ, τῷ ἀνυποστόλως καὶ ἀπαρεμποδίστως s τὰς τιμωρίας ἀνύεσθαι. ἀλλ’ ἵνα μή τις τὰ τῶν ἀκρίδων δήγματα εἰδὼς οὐ τοσαύτην ὀδύνην παρέχοντα, φορητὴν ὑπολάβοι τὴν ἀλγηδόνα, τὸ τῶν σκορπίων ἐπιφέρει ὑπόδειγμα, ἀλγεινοτέραν τὴν αἴσθησιν τῇ τοῦ κέντρου ἐγχρίμψει παρεχόντων. διὸ καὶ ἐρρέθη οὐ τοῖς σκορπίοις ἀλλὰ ταῖς ἀκρίσι, τῇ προσωποποιίᾳ ἐπιμένων κἀνταῦθα t, ἵνα μὴ ἀδικήσωσιν οὐ τοὺς ἀνθρώπους, ἀλλὰ τὰ ἀπὸ γῆς φυόμενα. u καὶ τινὸς χάριν ἑξῆς **** ἔχουσιν ἐξουσίαν κατὰ τὴν δοθεῖσαν δηλονότι, οὐ τοῖς σκορπίοις γὰρ ἐδόθη ἄλλα ταῖς ἄκρισι καὶ τινος ἐξουσιάζειν τὰς ἀκρίδας ; τῆς γῆς· οἱ σκορπίοι δὲ παρελείφθησαν οὐ μόνον εἰς ἔμφασιν τοῦ δραστικωτέραν τῆς τῶν ἄκμων δήξεως τὴν αἴσθησιν τὸ τύμμα τοῦ σκορπίου ἐμποιεῖν, ἀλλ’ ὅτι καὶ τῷ οὐραίῳ πλήττων ὁ σκορπίος τὴν εἰς ὕστερον ἀποκειμένην αἰνίττεται τοῖς κακοποιοῖς ἐπωδύνην ἄλγησιν. εἰ δὲ μὴ σαφῶς οὕτως ὁ τῆς Ἀποκαλύψεως λόγος διέξεισι, προείρηται πολλάκις ὡς ἐπ’ ἔλαττον τῆς εὐρημοσύνης ἡ Θεοῦ Ἐκκλησία πεφρόντικε τῆς ψυχικῆς σωτηρίας· διὸ καὶ Παῦλος ὁ θεῖος φησὶν, “ ἔχομεν τὸν θησαυρὸν τοῦ- “ τον ἐν ὀστρακίνοις σκεύεσι.’’ θησαυρὸν, ἐν ᾧ ὁ πλοῦτος τῆς τοῦ Χριστοῦ ἀπόκειται συγκαταβάσεως σοφίας· ἡ σοφία οὐ ῥητορικαῖς περιείργεται φληναφίαις, ἀλλὰ παιδευτικῶν συνθέσεων ἐξηγήσει· καὶ δῆλον τοῦτο ἀπ’ αὐτῆς τῆς προκειμένης χρήσεως· [*](r διεσκεύασται B. s ἀπαραποδίστως B. t κἀνταῦθα om. B. u Seq. om. Edd. usque ad ληφθείη.)

314
δεὸν γὰρ εἰπεῖν, ἔχομεν τὸν θησαυρὸν τοῦτον δι’ ὀστρακίνων σκευῶν συγκροτούμενον· οὐχ οὕτως δὲ εἴρηκεν, ἀλλ’ “ ἐν ὀστρακίνοις “ σκεύεσι.’’ οὕτω γὰρ ὁ εἷς θησαυρὸς εἰς πολλοὺς ληφθείη. τινὲς δὲ τῶν πατέρων τὰς ἀκρίδας εἰς σκώληκας μετέλαβον, ἵνα ᾖ σύμφωνος αὕτη ἡ ἔκληψις τῆς τοῦ Ἡσαΐου ἀποφάνσεως, ὅτι “ ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει.

Καὶ ἐῤῥέθη αὐταῖς ἵνα μὴ ἀδικήσωσι τὸν χόρτον τῆς γῆς, οὐδὲ πᾶν χλωρὸν, οὐδὲ πᾶν δένδρον. εἰ μὴ τοὺς ἀνθρώπους οἵ τινες οὐκ ἔχουσι τὴν σφραγῖδα τοῦ Θεοῦ ἐπὶ τῶν μετώπων αὐτῶν. καὶ ἐδόθη αὐταῖς ἵνα μὴ ἀποκτείνωσιν αὐτοὺς, ἀλλ’ ἵνα βασανισθῶσι μῆνας πέντε. καὶ ὁ βασανισμὸς αὐτῶν, ὡς βασανισμὸς σκορπίου, ὅταν παίσῃ ἄνθρωπον. καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ζητήσουσιν οἱ ἄνθρωποι τὸν θάνατον, καὶ οὐ μὴ εὑρήσουσιν αὐτόν. καὶ ἐπιθυμήσουσιν ἀποθανεῖν, καὶ φεύξεται ἀπ’ αὐτῶν ὁ θάνατος.

Εἰ μὲν κατὰ τὴν προειρημένην ἀλληγορικὴν ἔκληψιν θέλει τις στοιχεῖν, τὰ συμβολικῶς ἅτε θεῖα καὶ μυστικῶς ἐκφερόμενα, χόρτον τῆς γῆς καὶ χλοερὰν ἔκφυσιν, καὶ πᾶν δένδρον, εἰς τοὺς ἀχυρώδεις ἀνθρώπους, καὶ ἅτε δένδρα, ἀλογίᾳ ἀποδενδρωθέντας, οἱονεὶ εἰς δενδρώδη τινὰ ἠλιθιότητα u προβάντας, θετέον. οὓς ἡ φιλάνθρωπος θειότης φειδοῦς ἀξίους θεμένη, οὐ τὴν αὐτὴν αὐτοὺς τιμωρίαν ὑπέχειν τοῖς ἐκ προνοίας καὶ σκέψεως κακούργοις τῷ ἐσφραγίσθαι x, ταύτην ἀπωσαμένους, ἐντέλλεται. εἰ δὲ ἐπ’ αὐτοῦ τοῦ γράμματος τῷ νοεῖν ἀπασχοληθείη, καὶ χόρτον τῷ ὄντι καὶ δένδρα τῷ χρηματισμῷ ἐκφερόμενα οἰηθείη, τὸν Δαβὶδ ἔχων συνίστορα, “ ἀνακαινιεῖς,” φάσκοντα “ τὸ πρόσωπον τῆς γῆς, ὑπέσχεν ἄν τις τὴν ὑπακοὴν, εἰ μὴ τὸν ἀνακαινισμὸν εἰς κατάλληλον τῷ ἀνακαινισμῷ τῆς κτίσεως ζωὴν ὑπελάμβανεν. εἰ μὲν οὖν καὶ κτήνη τῷ ἀνακαινισμῷ ἐνθεωρηθῆναι χρὴ y, εὖ ἂν ἔχοι καὶ χόρτον καὶ δένδρα τῇ ἀιδιότητι ὑπολειφθῆναι. δι’ ἃ καὶ χόρτος [*](u εἰς ἀνθρωπίνην ἡλικίαν B. x τὸ ἐσφρ. ἀπωσαμ. ἐντελλ. B. y ἐνθεωρηθείη B.)

315
ἐξανατέλλει καὶ χλοὴ καὶ πᾶν ἄλλο ὃ τοῦ φθαρτοῦ τοῦδε βίου χρειῶδες· ὡς ξύλα πρὸς οἴκων κατασκευὴν καὶ πρὸς πυρὸς θάλψιν ἐπιζητουμένων. εἰ δὲ τούτων οὐδὲν, τῇ ἀνακαινιζομένη τὸ πρόσωπον γῇ εἰς ἀπρονόητον ἔκληψιν τὸ πρὸς τὸ γράμμα ἀποκαθεῖσθαι θετέον, καὶ σύμφωνον τοῖς τὴν χιλιετῆ z Χριστοῦ βασιλείαν μετὰ τὴν τοῦδε τῶν βίου καὶ τοῦ αἰῶνος παραδρομὴν πότοις a καὶ ἀνέσεσιν ἐνευθηνουμένοις b.

Εἰ μὴ τοὺς ἀνθρώπους.

Εκ τούτου σαφὲς, ὡς οὐ περὶ χόρτου καὶ δένδρων ἡ ὑποστολὴ τοῦ ἀδικηθῆναι, ὡς ὁ προστάσσων φησὶν, ἀλλὰ τοὺς χόρτῳ ἐξασυ** σιας c παραβαλλομένους, d ὡς καὶ τῷ θείῳ Παύλῳ δοκεῖ, καθὼς ἔφθημεν εἰρηκότες· εἰ δὲ ὡς οὗτος ὁ Παῦλος τοῖς τοιούτοις τὴν διὰ πυρὸς ἀπώλειαν ἐπιμαρτυρεῖ, ἐνταῦθα δὲ φειδοῦς ἄξιοι κρίνονται· ἐκεῖνο ἐννοητέον, ὡς οὐ τοὺς αὐτοὺς τοὺς χορτώδεις λογιστέον. ὧν μὲν γὰρ φείσασα ἡ ὑποστολὴ, εἰς κτηνωδίαν τὸ ἔγκλημα, οἱ δὲ τὸ δοκίμιον ἑαυτῶν διὰ πυρὸς παρεχόμενοι ἐκ τοῦ δοκιμασίᾳ ὑποβάλλεσθαι παριστῶσιν ὡς οὐκ ἀφελότητι, εἰ μὴ πλημμελείᾳ τρόπων τὸ δαπάνημα πυρὸς ἐδυστύχησαν· ὥστε τὸ προσκεῖσθαι τοὺς ἀνθρώπους ἡ διαστολὴ αὕτη, οὐ χόρτου φείσασθαι, ἀλλὰ χορτωδῶν ἀνθρώπων βούλεται. εἰ γὰρ μὴ τοῦτο, εὐδιαγνώστου οὔσης τῆς διαφορᾶς χόρτου καὶ ἀνθρώπων, τίς ἡ χρεία ἀπενεγκεῖν τὸ ἀλλὰ ἀνθρώπων. ἣ δῆλον ὡς συνεξακουομένου ἐκείνων ἀνθρώπων, εἰ πρὸς τὸ γράμμα τις ἀπασχολεῖ, ἀλλὰ μὴ πρὸς ἄλλην ἀλληγορίαν μεταρυθμίζῃ, οὐκέτι πρὸς τὴν δευτέραν παρουσίαν τοῦ Κυρίου, καὶ τὴν τότε κρίσιν αὐτοῦ ὑπολάβει ταῦτα. ἐπεὶ γὰρ τὰ μετὰ τὴν ἐσχάτην ἀνθρώπων ἀναβίωσιν ἡ προκειμένη Ἀποκάλυψις χρηματίζει, μεθ’ ἣν ἀναβίωσιν οὐκέτι θάνατος ὑπολείπεται ἀνθρώπων· ὅτι μηδὲ τὸ ἁμαρτάνειν ἅτε πρὸς ἀφθαρσίαν τῆς ὅλης κτίσεως ἀστοιχειωθείσης· τὸ δὲ ἁμαρτάνειν τῷ φθαρτῷ κόσμῳ, ἀλλ’ οὐ τῷ ἀφθάρτῳ συμπαρεδρεύει. τί τὸ τοὺς τιμωρεῖν λαχόντας διαστολὴν λαβεῖν τοὺς ἀσφραγίστους, μὴ πρὸς θάνατον βαρύνειν τὰς τιμωρίας ; τίς δὲ καὶ ἡ τῶν πέντε μηνῶν [*](z χιλιοστὴν B. a πώτοις B. b ἐνευθηνουμένην B. c ἐξασυ**σιας παραβ. B. d Quae seq. om. Edd. usque ad Sch. fin.)

316
βασάνισις ; οὐκέτι τῆς ἡλιακῆς φορᾶς τὰ χρονικὰ διαστήματα ἀποτελούσης· τίς γὰρ καὶ χρεῖά τούτων τῶ ἀκαμάτῳ καὶ ὁλολαμπεῖ κόσμῳ ;

Καὶ ἐδόθη αὐταῖς ἵνα μὴ ἀποκτείνωσιν αὐτοὺς, ἀλλ’ ἵνα βασανισθῶσι μῆνας πέντε.

Τὸ μὴ ἀποκτεῖναι ἐκεῖνο παριστᾷ τοῖς διὰ πείρας ἔχουσιν εἰδέναι τὸ τῶν βασάνων ἀφόρητον, ὅτι εἰς θάνατον ὁδοποιεῖν εἴωθε. τούτου οὖν τοῦ ἀφορήτου ἀπέχεσθαι τοὺς βασανιστὰς ἡ φιλάγαθος ἐντολὴ παρακελεύεται. τὸ δὲ πεμπταῖον τῶν μηνῶν, ἐπεὶ καὶ οἱ μῆνες τοῦ αἰσθητοῦ κόσμου μέτρα, ὅθεν καὶ τὰ γνωστήρια τούτου αἱ αἰσθήσεις τὸ ἐνεργεῖν ἔλαβον, εἰκότως ἰσαρίθμῳ παραστάσει τὸ ἁμαρτάνειν αἰνίττεται, εἰς τὸ μνήμην ἀνθρώποις ἐμποιεῖν τῶν δι’ ὧν ἔσχον τὸ τὴν κρίσιν ἀνέχεσθαι. ἐκ τούτων γὰρ καὶ περὶ τούτων ἡ ἀνταπόδοσις. σκορπίου δὲ τύμματι παρέβαλε τὴν ὀδύνην, ἐπεὶ καὶ αὕτη, ὡς ἐπίπαν, θανάσιμος.

Ζητήσουσιν οἱ ἄνθρωποι τὸν θάνατον.

Ὅστις ἐλπίζει εὑρεῖν τούτου καὶ τυγχάνει· ἐπεὶ δὲ τῷ ἐκεῖ κόσμῳ οὐκ ἔστιν ἐμφιλοχωρεῖν θάνατον, τι νῦν τοῦτο ἡ ἐπιζήτησις νοεῖ τοῦ θανάτου ; οὐκ ἄλλο οὐδὲν ἣ τὸ ἀνύποιστον τοῦ ἄλγους, ὡς τοῦ θανάτου πᾶν ἀλγεινὸν ἀποπαύοντος. διὸ καὶ εἴρηται τὸ “ θανάτῳ ἀνάπαυσις.” ἐπεὶ δὲ ἐν ἀφθάρτῳ ζωῇ ὁ θάνατος ἀπελήλαται, πρὸς τῷ μὴ εὑρίσκειν ἐπήγαγε τὸ φεύξεται. σεσωματοποίηται c δὲ εἰς ἔμφασιν πλείονα τῶν διὰ τῆς ὑφηγήσεως ἐμφανιζομένων. d Θαυμάσειεν ἄν τις τὸ ἀκριβὲς τῆς ἀπαγγελίας τῶν προκειμένων· οὐ γὰρ ἀκρίδας εἶπεν, ἀλλ’ ὁμοιώματα ἀκρίδων· τὸ κατ’ ἄκρας ὡς ἤδη εἴρηται τῶν ἀλγεινῶν ὑποφαίνων διὰ τοῦ ὀνόματος· ἀκρὶς γὰρ ἢ ὅμοιον ταύτῃ τι ἐν τῷ φθαρτῷ βίῳ παραλειφθεῖεν. καὶ τινα δριμύτητα παρέξουσαι τοῖς τιμωρουμένοις· ὧν καὶ ἡ ἐν τῷ φθαρτῷ τούτῳ βίῳ μετριωτάτη ἡ δῆξις καὶ ὅσον οὐδὲ νυγμῆς ῥαφίδος παραβληθῆναι.

Καὶ τὰ ὁμοιώματα τῶν ἀκρίδων ὅμοια ἵπποις ἡτοιμασμένοις εἰς πόλεμον. καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν, ὡς στέφανοι χρυσοῖ, καὶ τὰ πρόσωπα αὐτῶν, ὡς πρόσωπα [*](c σεσωματοπεποίηται B. d æc usque ad fin. Sch. om. Edd.)

317
ἀνθρώπων. καὶ εἶχον τρίχας ὡς τρίχας γυναικῶν, καὶ οἱ ὀδόντες αὐτῶν, ὡς λεόντων ἦσαν· καὶ εἶχον θώρακας, ὡς θώρακας σιδηροῦς· καὶ ἡ φωνὴ τῶν πτερύγων αὐτῶν, ὡς φωνὴ ἁρμάτων ἵππων πολλῶν τρεχόντων εἰς πόλεμον· καὶ ἔχουσιν οὐρὰς ὁμοίας σκορπίοις καὶ κέντρα, καὶ ἐν ταῖς οὐραῖς αὐτῶν ἐξουσίαν ἔχουσιν ἀδικῆσαι τοὺς ἀνθρώπους μῆνας πέντε· ἔχουσαι βασιλέα ἐπ’ αὐτῶν Ἄγγελον τῆς ἀβύσσου, ὄνομα αὐτῷ Ἑβραϊστὶ Ἀββαδὼν, ἐν δὲ τῇ Ἑλληνικῇ ὄνομα ἔχει Ἀπολλύων.

Ἵπποις ἀφωμοίωνται αἱ ἀκρίδες καὶ οὐκ ἄλλῳ ζῴῳ, διὰ τὸ ὀξυκίνητον τῆς ἐφόδου καὶ τὸ θυμικὸν τοῦ ἵππου, μάλιστα τὸ κατὰ πολέμους, ὃ καὶ αὐτὸ παρεδήλωσεν ἡ ὑποκειμένη Ἀποκάλυψις ὁμοίαν ἵπποις λέξασα τὴν ἑτοιμασίαν αὐτῶν εἶναι πόλεμον ὠδινόντων.

Καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν, ὡς στέφανοι χρυσοῖ.

Ἐπὶ τῆς καταπληκτικῆς ἔχεται πλάσεως, διὸ καὶ τὸ “ ὡς ” ὁμοιωματικῷ χρῆται μορίῳ. ἡ ὡς χρυσῆ στεφάνη, τὴν νίκην ἔοικε παριστᾷν, ἣν κατὰ τῶν ἡττημένων ἀθλίων ἀπηνέγκαντο. ὡς χρυσῆ δὲ αὕτη, ἀλλ’ οὐ χρυσῆ. οὐ γὰρ τῷ ὄντι ἡ ἐπ’ ἀπωλείᾳ τοῦ θείου πλάσματος τιμωρία τὸ τίμιον ἐστὶν ἀποφερομένη. καὶ προσώποις δὲ ἀνθρώπων ἀπεικαζόμεναι τὰς ὄψεις, τῷ ὁμοειδεῖ e τοὺς ἀπατωμένους παράγουσιν f, οὓς διὰ τὸ ἀπατῆσαι αἱ τιμωρίαι αὗται ὑπέλαβον τῆς ἀπατητικῆς ταύτης κακουργίας. καὶ αἱ γυναικεῖαι τῶν τριχῶν ἐμπλοκαὶ ὡς g πυκάζουσαι τοὺς ἀπατεῶνας. τοιαῦται γὰρ καὶ αἱ σαρκικαὶ ἡδοναὶ, αἱ τινες τῷ φαινομένῳ αὑτῶν ἐπιτέρπειν h, τῷ ἑαυτῶν ὀλισθήματι τοὺς δελεασθέντας κατασύρουσι. διὸ καὶ ὁ παροιμιαστὴς φησὶ Σολομὼν “ τοὺς τῆς πορνάδος λόγους “ πρὸς καιρὸν μὲν λιπαίνειν τὸν φάρυγγα, ὕστερον δὲ πικρότερον “ χολῆς τὴν αἴσθησιν ἐμποιεῖν.’’ ἐκ τοῦδε καὶ ἡ πρόχειρος αὕτη πλάσις μετὰ τὰς γυναικείας τρίχας, καὶ τοὺς λεόντων ὀδόντας [*](e ὁμοιωειδεῖ B. f παραγοῦσαι B. g ὡς om. B. h ἐπιτερπεῖ B.)

318
ἐπάγεται τιμωροὺς, καὶ τοὺς “ ὡς θώρακας σιδηροῦς,” τῶν μὲν ὀδόντων λεοντείων τὸ ἀπηνὲς παριστᾷν βουλομένων, τῶν σιδηρῶν δὲ θωράκων, τὸ στερεὸν τὸ πρὸς ἀντένεξιν τῶν ταῖς βολίσι προσμαχομένων. οὐ κατὰ τὸ ῥᾴδιον ἐπιφερομένων τὸ ἐπιτεταγμένον h. ἐπεὶ δὲ καὶ πτῆσις αὐτοῖς ἐνθεωρεῖται ἅτε ἀκρίσιν ἀφομοιουμένοις, ἡ πτῆσις μὲν τὸ τῆς ἐπελεύσεως θᾶττον αἰνίττεται, καὶ τὸ ἄνωθεν ἐπιέναι, ὡς καὶ Δαβὶδ “ πολλοὺς τοὺς ἀπὸ ὕψους αὐτὸν πολε- “ μοῦντας καταλαμβάνεσθαι· καὶ ὅτι ἀπὸ μετεώρων ἡ πρὸς ἀνθρώπους πολεμικὴ πάλη, ὁ θεῖος Παῦλος ἐχέγγυος παρασχεῖν, δι’ ὧν φησὶν, “ οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ “ πρὸς τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, πρὸς τοὺς κοσμήτορας τοῦ “ σκότους τοῦ ἀέρος τούτου. φωνὰς δὲ τῶν πτερύγων τὴν ἀφόρμησιν αὐτῶν λέγει πρὸς τὴν πολεμικὴν αὐτῶν συμπλοκὴν, οὐ καθ’ ἡσυχίαν ἐκτελουμένην, ὅτι μηδὲ ἔν τινι τόπῳ, ἀλλ’ ἐν παντὶ τῷ κόσμῳ συντελουμένη τυγχάνει, ἀφ’ οὗ καὶ μὴ πᾶσιν ἀνθρώπων ἤθεσιν ὡς ὑπτίοις χωρίοις προσβάλλουσιν, ἀλλὰ τισὶ, τοῖς μηδ’ ὅλως τὸ ὑποβεβηκὸς αὐτοῖς παρέχουσιν, ἢ παρέχουσι μὲν, βιαιότερον δὲ τῇ ῥύμῃ. ἀφ’ οὗ καὶ ὡς ἀπ’ ἁμαξιαίων τροχῶν i, τῇ μεταπτώσει τε καὶ ἀντιπτώσει τῶν σκόλων, φωνὴ, ἤγουν κτύπος συνίσταται.

k Εἰ δὲ μάλιστα καὶ πολεμιστήριον ἁμάξεσι παρῇ, πῶς οὐ καὶ τῇ κατὰ πάντα τὸν * * προσβολῇ τῶν ταραχωδῶν δαιμόνων τῇ προσβολῇ τε καὶ πάλῃ ;

Καὶ ἔχουσιν οὐρὰς ὁμοίας σκορπίοις καὶ κέντρα.

Σκορπίων οὐραῖς καὶ κέντροις αἱ τῶν δαιμόνων ἀπεικάσθησαν προσβολαὶ αἱ πρὸς ἀνθρώπους, ἐπειδὴ καὶ οἱ δαίμονες οὐχὶ ἅμα τῷ χρηματίσαι, τὸ βλαπτικὸν ἀποφαίνουσιν, ὅτι μηδὲ σκορπίος ταῖς καρκινώδεσι χηλαῖς, ἀλλὰ τῷ ἐξόπισθεν οὐράιῳ διὰ τοῦ κέντρου. τέως δὲ καὶ οἱ ἀλιτήριοι δαίμονες οὓς ἃν λάβωσιν ἐξ ἀπάτης, οὐκ εὐθὺς ἔχουσι καὶ τὴν ὑπὲρ τῆς τούτων ἀπάτης τιμωρίαν αὐτοῖς ἐπιβαλλομένην. τηρηθέντες δὲ τῷ τελευταίῳ πυρὶ μεθ’ ὧν ἠπάτησαν l, τῶν ἀξίων γερῶν τεύξονται. ἐκ τοῦδε καὶ [*](h ἀποφερομένων τὸ ἐπιτετευγμένον B. i καὶ ἐπ’ ἀμαξίαις B. k Hoc Sch. carent Edd. l ἤλπισαν B.)

319
Παῦλος τὸ μὴ πρὸς καιροῦ τί κρίνειν παραινεῖ. τὸ δὲ τὴν ἐξουσίαν τῆς τιμωρίας πεμπταίῳ μόνον μηνὶ παρατείνεσθαι τί βούλεται, εἴρηται ἡμῖν ἤδη. τίς γὰρ ὁ τὸ διαιωνίζον παραιρούμενος τῶν ἁμαρτωλῶν πῦρ ; οὐ πῦρ ὂν αἰσθητὸν, ὅτι μηδ’ ὅτι πῦρ μήτ’ ἄλλο ἐκεῖ αἰσθητόν ; ὡς γὰρ “ τὰ ἀγαθὰ οὐκ ὀφθαλμὸς ἰδεῖν αἰσθητὸς “ ἱκανὸς, οὐδὲ οὖς ἀκοῦσαι, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀναβῆναι,’’ οὕτως οὐδὲ τὰ τιμωροῦντα ἄχρι τῆς πείρας. τὸ δὲ ἀτελεύτητον τῆς κολάσεως δοκῶ μοι τοῦτο εἶναι, τὸ τὴν μνήμην τοῖς ἁμαρτοῦσι τῆς βασιλείας τοῦ Θεοῦ· ἐπεὶ τὰ ἐκεῖ πάντα ἀναλλοίωτά τε καὶ ἄφθαρτα, καὶ ὡς ἡ λογικὴ ψυχὴ ἐξ ἀρχῆς οἷς ἐκοσμήθη ὑπὸ τοῦ πλάστου ἀγαθοῖς καὶ σωτηριώδεσιν ἑαυτῇ ἀγαθοῖς ἀναφέρεται, ταῦτα καὶ διαιωνίζοντα ἔχει. ἓν δὲ καὶ ἡ μνήμη τῶν ἀγαθῶν τούτων οὐκ ἂν οἶμαι τὸ ἀλώβητόν ταύτης ἡ ψυχὴ ἀποφερομένη, εἶτα ἑτέρους ὁρῶσα τῶν ἀγαθῶν πόνων τε ἔπαθλα κομιζομένους καὶ ἐπευφραινομένους τῆς αὐτῆς αὐτῇ φύσεως λαχόντας, αὐτὸν δὲ τῶν πονηρῶν αὐτῆς καμάτων τὰς τιμωρητικὰς ἀντιμι** ἀνταμειβομένην μὴ σκώληκος τρόπον κατεσθίεσθαι καὶ σητός· τί γὰρ τὸ λόγιον * * ὀστέων καὶ καρδία αἰσθητική· εἰ δὲ ἐν τῷ φθαρτῷ τούτῳ βίῳ, τί ἄρα ἔσται ἐν τῷ ἀφθάρτῳ ;

Εχοθσαι βασιλέα ἐπ’ αὐτῶν Ἄγγελον τῆς ἀβύσσου.

Ὁ Ἄγγελος οὗτος, εἰ καί τισιν ἔδοξε πονηρὸς δαίμων εἶναι, ἀλλ’ ὅμως οὐ καλῶς. πῶς γὰρ τοῦ Κυρίου, τὴν κόλασιν τοῦ πυρὸς τῷ διαβόλῳ ἡτοιμάσθη ἀποφηναμένου καὶ τοῖς Ἀγγέλοις αὐτοῦ, ἐκ τούτων τις τῶν εἰς κόλασιν ἀφωρισμένων, βασιλικῆς ἀξιωθείη ἐξουσίας ; οὐκ οὖν πονηρῷ Ἀγγέλῳ ἡ ἐξουσία βραβευθείη, ἐκείνῳ δὲ τῷ κατάλληλον τὴν διακονίαν μεταχειριζομένῳ. οὐ γὰρ πάντες εἰς λειτουργικὰ πνεύματα εἰς διακονίαν σωτήριον ἀποστελλόμενοι, κατὰ τὸν εἰρηκότα θεῖον Παῦλον, ἀλλὰ καὶ πρὸς τιμωρίαν. ὡς ὁ τὸν Ἀσσύριον στρατὸν μετὰ Σεναχηρεὶμ ἐπὶ Ἱερουσαλὴμ m ἀθροισθέντα ἀφανίσας. καὶ τῶν Σοδόμων τὸν διάπυρον n ὄλεθρον ἐπιστήσας. ὅπερ δὲ καὶ προλαβόντες ἀπεσημηνάμεθα, καὶ φαμὲν o, ὡς ταῦτα, εἰ καὶ παρωχημένῳ ἐξαγγέλλεται, ἀλλ’ οὖν [*](m Ἱεροσόλυμα B. n διὰ πυρὸς B. o φαμὲν om. B.)

320
μέλλοντα νοεῖσθαι p. νοεῖσθαι p. ἀλλὰ δυοῖν χάριν τοῦτο, ἀπαρεμποδίστως q ἐσομένων, ἢ καὶ τοῦ χρηματίζοντος τῷ Εὐαγγελιστῇ τὰ προκείμενα κατὰ τὸ τῆς προφητείας ἀξίωμα περιποιοῦντος r.

Ὄνομα αὐτῷ Ἑβραιστὶ Ἀββαδών.

Τὸ ὄνομα τὸ ἀπὸ τοῦ Ἑβραικοῦ ἀπὸ τῆς ἐκβάσεως πέπλασται, ὡς δῆλον ἀπὸ τοῦ Ἑλληνικοῦ. Ἀπολλύων γὰρ, τί ἕτερον ἢ τὸ διαφθεῖρον σημαίνει ; ὃ καὶ Ἀβαδδὼν λαβὼν ὄνομα ἐκληρώσατο, πρὸς τοῦτο ἀποσταλεὶς, λέγω δὴ τοῦ διαφθείρειν.

Περὶ τοῦ ἕκτου Ἀγγέλου, καὶ τῶν ἐπὶ τῷ Εὐφράτη λυομένων Ἀγγέλων ἐπίλυσις.

Ἡ οὐαὶ ἡ μία ἀπῆλθεν. ἰδοὺ ἔρχονται ἔτι δύο οὐαὶ μετὰ ταῦτα. καὶ ὁ ἕκτος Ἄγγελος ἐσάλπισε, καὶ ἤκουσα φωνὴν μίαν ἐκ τῶν τεσσάρων κεράτων τοῦ θυσιαστηρίου τοῦ χρυσοῦ τοῦ ἐνώπιον τοῦ Θεοῦ, λέγοντος τῷ ἕκτῳ Ἀγγέλῳ, ὃς εἶχε τὴν σάλπιγγα· λῦσον τοὺς τέσσαρας Ἀγγέλους τοὺς δεδεμένους ἐπὶ τῷ ποταμῷ τῷ μεγάλῳ Εὐφράτη. καὶ ἐλύθησαν οἱ τέσσαρες Ἄγγελοι οἱ ἡτοιμασμένοι εἰς τὴν ὥραν καὶ εἰς τὴν ἡμέραν, καὶ μῆνα καὶ ἐνιαυτὸν, ἵνα ἀποκτείνωσι τὸ τρίτον τῶν ἀνθρώπων. καὶ ὁ ἀριθμὸς τῶν στρατευμάτων τοῦ ἱππικοῦ δύο μυριάδες μυριάδων. καὶ ἤκουσα τὸν ἀριθμὸν αὐτῶν.

Τὸ οὐαὶ ἐπίρρημά ἐστι σχετλιαστικόν. σχέτλη δὲ, τὸ ὀδύνην ἐπιφέρον καλεῖται. ἀπῆλθεν οὖν οὐ τὸ ἐπίρρημα, πῶς γὰρ τὸ κατὰ συμβεβηκὸς καὶ οὐ καθ’ ὑπόστασιν ὑπάρχον, ἀλλ’ ἅμα τῆ γενέσει ἀφανιζόμενον, πρόοδον σχοίη ; ἀλλ’ ἐκείνων παρελθόντων [*](p ἀλλ’ οὖν μελ. νοεῖσθαι om. B. q ἀπαραποδίστως B. r περιπατοῦντος Edd.)

321
τῶν ὀδυνηρῶν δι’ ἃ καὶ τὸ τοιοῦτον προσφώνημα γίνεται, καὶ τὸ οὐαὶ εἰκότως ἐλέχθη ἀπελθεῖν.

Καὶ ἤκουσα φωνὴν μίαν ἐκ τῶν τεσσάρων κεράτων.

Ἐκ τῶν τεσσάρων κεράτων ἡ φωνὴ, τῶν ἐχόντων τὸ θυσιαστήριον· ἃ κέρατα τὰς περιβεβλημένας θείας δυνάμεις ἀκουστέον. ἤτοι τοῦ θυσιαστηρίου ἀπαρτιζομένου, ἐν ᾧ τὰ θύματα πυρὶ τῷ s Θεῷ καθήπτετο, καθεκάστην γωνίαν κερατοειδὴς ἐξοχὴ συνεστήρικται συνέξουσα τὰς σχίζας, αἷς ὁ βωμὸς ἀναπτόμενος τοῖς θύμασι τὸ καλλιερεῖσθαι παρεῖχεν, ἐξ οὗ καὶ τῷ ἄνω θυσιαστηρίῳ κατ’ εἰκόνα, τὸ κάτω καὶ ὑπὸ Μώσεως ἐν τῶ Σινᾶ διετάττετο. διὸ καὶ ὁ χρηματίζων αὐτῷ, “ ὅρα,” φησὶ, “ ποιήσεις πάντα κάτα ’τον τύπον ’τον δειχθέντα σοι ἐν τῳ ὄρει. τὰς ἐξοχὰς δὴ ταύτας, ἃς νοερὰς δυνάμεις εἰρήκαμεν, συνέχειν εἰκὸς τὸ ὑπερσύσιον καὶ ἀνθρωπίνῃ φύσει ἀπρόσιτον μύημα, τοῦ μήτε προχείρως τοῖς μετ’ ἐκεῖνο τὴν φύσιν εἶναι, ληπτὸν, μήτε τὰς λογικὰς θυσίας προσαγομένας αὐτῷ, ὡς ἃν τύχοι διαρρυΐσκεσθαι. τετράγωνον δὲ τὸ σχῆμα τοῦ θυσιαστηρίου, ἰσοσχημάτως τῷ τετραστοίχῳ κόσμῳ τούτῳ, ἀφ’ οὑ καὶ ἐκ παντὸς αὐτοῦ μέρους αἱ λογικαὶ θυσίαι καθαραὶ, κατὰ τὸν προφήτην, προσάγονται.

Λῦσον τοὺς τέσσαρας Ἀγγέλους.

Τούτους, οἱ μὲν θείους παρέθεντο τῷ ποταμῷ τῷ μεγάλῳ Εὐφράτῃ δεδεμένους, οἱονεὶ προσλιπαροῦντας καὶ τῇ περὶ αὐτὸν ἐνασχολουμένους καὶ εὐφραινομένους νοητῇ θεωρίᾳ. εἶναι γὰρ τοῦτον Θεὸν, περὶ οὗ Ἡσαΐας μὲν φάσκει ὡς ἐξ αὐτοῦ τοῦ Θεοῦ, “ ἰδοὺ ἐγὼ ἐκκλίνω εἰς αὐτοὺς ὡς ποταμὸς εἰρήνης, καὶ ὡς χιμάρ- “ ρους ἐπικλύζων δόξαν ἐθνῶν.” καὶ Δαβὶδ, “ τοῦ ποταμοῦ τὰ “ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ.’’ εἶναι δὲ τοὺς τέσσαρας Ἀγγέλους τὸν παρὰ τῷ Δανιὴλ Μιχαὴλ, Γαβριὴλ παρὰ τῷ Ματθαίῳ, Ῥαφαὴλ παρὰ τῷ Μαρδοχαίῳ, καὶ τὸν Οὐριήλ. ἀπολυθῆναι δὲ αὐτοὺς τῆς τοιαύτης θείας ἀσχολίας εἰς οὐκ ἀπᾴδουσαν λειτουργίαν τῆς τε τοῦ θείου δικαιοδοσίας καὶ τῆς αὐτῶν μεγαλοδόξου παρουσίας. τινὲς δὲ οὐκ Ἀγγέλους, ἀλλὰ δαίμονας πονηροὺς, δεθέντας μὲν ἐν τῇ τοῦ Χριστοῦ παρουσίᾳ

322
κατὰ τὸ θεῖον πρόσταγμα, ἐκ τοῦ ὑπερανθρωπίνου δὲ θυσιαστηρίου ἐξελθόντας, λύεσθαι ὑπὸ τοῦ θείου Ἀγγέλου. ὡς ἔστι ταράξαι ἔθνη, καὶ τῇ ταραχῇ ταύτῃ διάδηλον γενέσθαι τῶν τε πιστῶν τὸ σιτῶδες καὶ πρὸς ἀποθήκας αὐτῶν ταμιεύσιμον, τῶν τε ἁμαρτωλῶν τὸ ἀχυρῶδες καὶ πρὸς καῦσιν ἕτοιμον τὸ ἄχρηστον. οὐκ ἀδόκιμον δέ ἐστι τὸ φάσκειν εἰς τὸν Εὐφράτην δεδέσθαι τοὺς δαίμονας, τάχα ἐκεῖθεν τοῦ Ἀντιχρίστου ἐξελευσομένου ἀπὸ τῶν διασωθέντων ἐν τῇ Ἱερουσαλὴμ αἰχμαλώτων Ἑβραίων καὶ τοῖς ἐκεῖ τόποις ἐναπομεινάντων.

d Οὗτοι μὲν οὕτως· τί δὲ οἱ ἵπποι τῶν ἐμφρίκτων τῇ θέᾳ μὴ σωφρονισθέντες μηδὲ πρὸς ἐμπειρίαν μεταχωρηθέντες ; εἰς ἀποχὴν φιλανθρώπως ἡ τῶν δεινῶν πεῖρα ἐπρυτανεύθη κατὰ τὸ ἀνεξεύρητον τῶν τοῦ Θεοῦ * * ἴσως δὲ καὶ τῇ τῶν πονηρῶν κολάσει, ὡς ἂν αὐτοὶ τὸ σωτήριον ἑαυτοῖς προμηθεύσοιντο λοιμοῦ μαστιγουμένου. “ πανουργότερος ἄφρων γίνεται,” ὁ Παροιμιαστὴς φησὶ Σολομῶν. τί τούτοις συμβαι * * * * ἐπενεχθείη τιμωρία, οὐκ ἐμνήσθη· τάχα δὲ ὑπερβάλλουσαν κακῶσιν, ὡς γὰρ “ τὰ ἡτοιμασμένα τοῖς “ ἀγαπῶσιν Θεὸν ἀγαθὰ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσεν, “ καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη·” οὕτως καὶ τὰ τοῖς καταφρονηταῖς ὀφειλόμενα κακά. εἰ δέ τις ἐρεῖ, ὅτι καὶ μὴν καὶ τῶν ἀγαθῶν ἐστιν ἐπαγγελία παράδεισος καὶ οὐρανῶν βασιλεία, καὶ τῶν κακῶν ὡσαύτως τὸ ἐν Εὐαγγελίοις σκότος καὶ τὸ πῦρ αἰώνιον καὶ τὰ τοιαύτα· τούτων οὕτως ἐχόντων ἡ ἀποσιώπησις καὶ τῶν κρειττόνων καὶ τῶν χειρόνων· ἐροῦμεν οὖν ὡς τὰ ἀποκείμενα ἀγαθὰ καὶ κακὰ οὐκ ἀπροφάσιστον ἔχει τὴν ἀνταμοιβὴν, ἀλλὰ τῷ κόπῳ σύμμετρον τῶν μετιόντων· ἐξ οὗ καὶ Παῦλος ὁ θεῖος καὶ Γρηγόριος ὁ θεῖος τὸν λόγον· ὁ μὲν τῷ κόπῳ τὴν χάριν παρισοῖ· Γρηγόριος δὲ τρισὶ τάξεσι τοὺς σωζομένους ἐναρμόσας, δουλείας, μισθαρνίας, υἱότητος· οἷς καὶ κατ’ ὀφειλὴν ἀποκεῖσθαι· δουλείᾳ τὸν φόβον· μισθαρνίᾳ τὴν λῆψιν· υἱότητι τὴν ἀκαταίσχυντον ἀγάπην, ἥτις ἔξω μᾶλλον οἶδεν τὸν φόβον· ἐπεὶ τοίνυν αἱ δύο τὰς ἀμοιβὰς προχείρους παρέστησαν, ἡ δὲ υἱότης διὰ τὸ ὑπέρβαλλον τῆς d [*](d Hoc Sch. solus habet B.)

323
ἀγαπῆς οὐκ ἔσχεν τῶν κατ’ ἀνθρώπους γνωρίμων τὴν ἐνάμιλλον ἀνταπόδοσιν, σιωπῇ τετίμηκε τὴν παραβολὴν, ἐκ τοῦ μὴ ὀφθαλμὸν ἰδεῖν μηδὲ οὖς ἀκοῦσαι πρὸς ἐξίσωσιν· σιωπῇ τιμήσας τὸ πρὸς τὴν γνῶσιν χειραγωγοῦν. ὡς οὖν ἐπὶ τῶν ἀγαθῶν τὸ ὑπερβάλλον, οὕτως κἀν τοῖς κακοῖς τὸ ὑπερτεῖνον τὴν ἀπὸ τοῦ ὁμοίου γνῶσιν παρείλετο.

Καὶ ὁ ἀριθμὸς τῶν στρατευμάτων τοῦ ἱππικοῦ.

Μὴ προειπὼν στρατεύματα, ἀριθμὸν τούτου ποιεῖται. δῆλον οὖν ὡς οἱ ταξιάρχας τοὺς τέσσαρας ἐκλαβόμενοι, Μιχαὴλ, Γαβριὴλ, Οὐριὴλ, Ῥαφαὴλ, οὐκ ἀδοκίμως ἠνέχθησαν. φιλεῖ γάρ πὼς τῷ ταξιάρχῃ τὸ στῖφος ἕπεσθαι. χιλίας δὲ χιλιάδας καὶ μυρίας μυριάδας τῶν λειτουργούντων ἐν τῷ Δανιὴλ μάθοιμεν ἄν. ἐπιδιπλάσιον δὲ νῦν τοῦ μυριοστοῦ ἀριθμοῦ τὸ πλῆθος τὸ ἑπόμενον τοῖς ταξιάρχαις διέξεισιν ὁ ὁρῶν, τῷ ἀνυποστόλως μετὰ τὴν ἀνανθρώπησιν τοῦ Κυρίου, Ἀγγέλους ἀνθρώποις ἐνδιαιτᾶσθαι. διὸ καὶ τὸ ἀναβαίνοντας καὶ καταβαίνοντας εἰρῆσθαι ἐπὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου.

Καὶ οὕτως εἶδον τοὺς ἵππους ἐν τῆ ὁράσει, καὶ τοὺς καθημένους ἐπ’ αὐτῶν, ἔχοντας θώρακας πυρίνους καὶ ὑακινθίνους καὶ θειώδεις· καὶ αἱ κεφαλαὶ τῶν ἵππων, ὡς κεφαλαὶ λεόντων, καὶ ἐκ τῶν στομάτων αὐτῶν ἐκπορεύεται πῦρ καὶ καπνὸς, καὶ θεῖον. ἀπὸ τῶν τριῶν πληγῶν τούτων, ἀπεκτάνθησαν τὸ τρίτον τῶν ἀνθρώπων, ἀπὸ τοῦ πυρὸς, καὶ τοῦ καπνοῦ, καὶ τοῦ θείου, τοῦ ἐκπορευομένου ἐκ τῶν στομάτων αὐτῶν. ἡ γὰρ ἐξουσία τῶν ἵππων, ἐν τῷ στόματι αὐτῶν ἐστὶ, καὶ ἐν ταῖς οὐραῖς αὐτῶν· αἱ γὰρ οὐραὶ αὐτῶν ὅμοιαι ὄφεων ἔχουσαι κεφαλὰς, καὶ ἐν αὐταῖς ἀδικοῦσι.

Tοὺς ἐφέδρους τῶν ἵππων, εἴτε δυνάμεις θείας ὑποληπτέον κατ’ ἠθῶν καὶ παθῶν κληρωσαμένας τὸ ἀγκτικόν τε καὶ πρὸς τὸ κρεῖττον ῥυθμιστικόν. οὕτω γὰρ καὶ τοὺς ἵππους οἱ πωλοδάμναι ῥυθμίζουσιν ἀναβαίνοντες κημῷ τε καὶ χαλινοῖς. εἴτε καὶ θεῖα προστάγματα ζήλῳ τῶν ἀπολλυμένων εἰς πυρίνην ἀπεικασθέντα καὶ ὑακινθίνην καὶ θειώδη παντευχίαν. ἀφ’ οὗ καὶ Δαβὶδ, τοῦ θείου

324
φημὶ ζήλου,) τὸ, “ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ,’’ μηνυρεῖ d, “καὶ “ πῦρ ἀπὸ προσώπου αὐτοῦ καταφλεγῆναι καὶ ἄνθρακας ἀναφθῆ- “ ναι.” ὁποτέρῳ τούτων πρόσθοιτό τις, μᾶλλον καθ’ ἡδονήν μοι ἔσται, τοῦ πρὸς πονηροὺς ἀπευθύνοντος τὸ ἴνδαλμα.

Καὶ αἱ κεφαλαὶ τῶν ἵππων, ὡς κεφαλαὶ λεόντων.

Τὸ ὄχημα τῶν θείων κριμάτων, εἴτε πρὸς πνευματικοὺς καὶ ἀγγελικοὺς τὸν βίον ἀνθρώπους μεταλαμβάνει τις, ἣ καὶ πρὸς ἤθη καὶ πάθη, οὐδὲν διοίσει τῷ μὴ φιλαύτως τῷ ὁράματι προσκειμένῳ. κεφαλαῖς δὲ λεόντων ἀπεικάσθησαν εἰς δεῖγμα, ὅτι τούτους τοὺς διακονουμένους τοῖς θείοις οὐκ ἀναβεβλημένως τὴν λειτουργίαν χρὴ μετιέναι. “ ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ, καὶ πάσης “ τομώτερος μαχαίρας. διόπερ ὡς ἑκατοντάρχης τὸ κεφάλαιον ἐμφανίζει τὴν ἀγανάκτησιν μετὰ λεοντιαίου σφοδρότητος, ὡς οὐκ ἂν ἄλλω,, ἢ οὕτως ἕξειν τὸν ἀκροατὴν εἰς συγκατάθεσιν ἔμπρακτον. οὐκ ἄμοιρος δὲ τῆσδε καὶ Παῦλος τῆς περινοίας, ὁπότε Κορινθίοις τὴν μετὰ ῥάβδου αὐτοῖς ἐπιδημίαν ἑαυτοῦ ἀπειλεῖ. τοῦτο μὲν οὖν αἱ κεφαλαὶ ὑπαινίττοντο. τὰ στόματα δὲ τὸ ἀπὸ τῆς ἐγγύτητος ὀλέθριον ἄσθμα, οὐ πόρρωθεν δι’ ὁράσεως ἐλπιζόμενον, ἀλλ’ ἀγχοτάτω τῇ προσπελάσει, τὸ ἀναπόδραστον ἐμπεδούμενον, πυρὸς μὲν τὸ ἀφανιστικὸν, καπνοῦ τὸ μετ’ ὀργῆς, (“ἀνέβη γὰρ “ καπνὸς ἐν ὀργῇ αὐτοῦ,”) θείου δὲ τὸ ἀπὸ θείας μήνιδος ἐμφαίνοντος, ἣ καὶ τὸ θεαρέστως τοῖς ἀκολάστοις ἐπενεχθῆναι ταῦτα. ὅτι δὲ ὀχήματι τῶν ἑαυτοῦ κριμάτων καὶ μυστηρίων εἴωθε χρῆσθαι τὸ θεῖον τοῖς ἰσαγγέλως βιοῦσιν, ἱκανῶς τὸ παρ’ αὐτοῦ πρὸς Ἀνανίαν χρηματισθὲν περὶ Παύλου παραστήσει, δι’ ὧν φησὶ “ Παῦλον “ σκεῦος ἐκλογῆς εἶναι,” ἀκαμάτως βαστάζειν ἔχοντα τὰ θεοπρεπῆ δόγματα, ἅπερ διὰ τοῦ ὀνόματος παρεδήλωσεν, ἐπειδὰν ἔφη, “ τοῦ “ βαστάσαι τὸ ὄνομά μου,” ὄνομα ἀντὶ τοῦ τὴν δόξαν εἰπὼν καὶ μεγαλειότητα, καὶ πᾶν τὸ ὑπὲρ λόγον, ἤγουν κατανόησιν, οὐ μόνον θνητὴν, ἀλλὰ καὶ ἀγγελικήν.

Ἡ γὰρ ἐξουσία τῶν ἵππων, ἐν τῷ στόματι αὐτῶν εστι.

Τί τοῦτο ; τὸ τὴν ἐξουσίαν ἀνατιθέναι τῷ στόματι, καὶ οἱονεὶ [*](d An leg. μηνύει.)

325
τὴν αἰτίαν τοῦ ἀπεστάλθαι τοὺς ἵππους ; ἢ τὸ ἀπὸ τῶν στομάτων αὐτῶν ἐμφαίνει ἀπειλὰς ἐκφοβούντων ἀνθρώπους τοῦ ἀπέχεσθαι τῶν πονηρῶν ἐπιτηδευμάτων, τοῦ μὴ ταῖς οὐραῖς αὐτῶν ἐκδοθῆναι; εἰς οὐρὰς γὰρ τὰ τέλη καὶ τὴν ἔκβασιν τῶν ἀπολλυμένων διατυπῶν, καὶ δή γε καὶ αὐτὴν τὴν ἔκβασιν διαμορφῶν, ὄφεσιν ἀπεικάζει ὁμοίας ἔχουσι κεφαλὰς, ἐξ αὐτῆς δηλαδὴ τῆς ἐφόδου τὸ ὀλέθριον ἐμφανιζούσας καὶ ἀναπόδραστον, καὶ τὸ ἀμελλητὶ τὴν κάκωσιν ἐπιφέρειν, οὐκ οὔσης ἔτι περινοίας τὴν κάκωσιν διαδιδράσκειν.

Καὶ οἱ λοιποὶ τῶν ἀνθρώπων οἳ οὐκ ἀπεκτάνθησαν ἐν ταῖς πληγαῖς ταύταις, οὐ μετενόησαν ἐκ τῶν ἔργων τῶν χειρῶν αὐτῶν, ἵνα μὴ προσκυνήσωσι τὰ δαιμόνια, καὶ τὰ εἴδωλα τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ καὶ τὰ λίθινα καὶ τὰ ξύλινα, ἃ οὔτε βλέπειν δύναται, οὔτε ἀκούειν, οὔτε περιπατεῖν . καὶ οὐ μετενόησαν ἐκ τῶν φόνων αὐτῶν, οὔτε ἐκ τῶν φαρμάκων αὐτῶν, οὔτε ἐκ τῆς πορνείας αὐτῶν, οὔτε ἐκ τῶν κλεμμάτων αὐτῶν.

Ὑπερβολὴν ἀναισθησίας ὁ λόγος σημαίνει, ἤγουν ἀναλγησίας καὶ ἀκολασίας, τὸν τῆς ἐπ’ αὐτοὺς διὰ φιλανθρωπίαν φειδοῦς τέως ὑπερτιθέμενον σωτηρίας καιρὸν εἰς μάτην ἀναλωσάντων, καὶ εἰς τὸ τὴν κατ’ ἀξίαν τῆς ῥᾳθυμίας αὐτῶν ἀνταπόδοσιν ἀποφέρειν· καίτοι γε καὶ πρὸ ὀμμάτων ἐνεργουμένης τῆς τῶν πονηρῶν ἀντιμισθίας. οἱ δὲ οὐχ ὅπως τῇ θέᾳ τῶν φοβερῶν τῶν αὐτοῖς ἑτοίμων e, βελτίους γεγόνασιν ἑαυτῶν, εἰ μὴ καὶ χείρους καὶ τοῖς ἀτοπωτέροις f ἐνδολιχεύοντες.

Οὐ μετενόησαν ἐκ τῶν ἔργων τῶν χειρῶν αὐτῶν.

Οὐ τοῦτο φησὶν, ὅτι οἱ μὴ μετανοήσαντες ἐν τῷ ἐκεῖσε βίῳ, πῶς γὰρ καὶ τίς ἡ μετάγνωσις ἐν τῷ ἀναλλοιώτῳ βίῳ ;) ἀλλ’ ὅτι οἱ ζῶντες ἔτι καὶ μὴ ἐκ τῆς ἀκοῆς καὶ θέας τῶν τότε ἐσομένων μετανοήσαντες ἀπὸ τῶν ἔργων ὧν κατεῖδον g, παρέθεντο πρὸς τὰ πρῶτα τῆς δαιμονομανίας καὶ εἰδωλολατρείας, καὶ τὰ πρὸς τὸ σέβας τὴν δυσμένειαν φέροντα, οὐ τὸ ἀναίσθητον [*](e ἑαυτοῖς ἐθίμων ἐκστάντες B. f Sic B. ἁμαρτωλοτέροις Edd. g κατ’ εἶδος B.)

326
ὑπειδόμενοι τῶν χειροκμήτων, ἀλλ’ ὅτι ἐπ’ ἀνομίᾳ ἀνομίαν προσέθεσαν. διόπερ καὶ τῆς ἀληθοῦς ἀπεκλείσθησαν δικαιοσύνης. τίς γὰρ δικαιοσύνη φονῶντι τὸν ὁμόφυλον h, ἢ διὰ ξίφους ἐπιφορᾶς, ἢ διὰ φαρμάκων ἐπιβουλῆς ; τίς δὲ τὸν ἀφειδῶς ἑαυτῷ χρώμενον οὐ μισήσει ; καὶ ὅσα καὶ ἐχθρὸς ἐπιβούλως διακείμενος αὐτῷ, μηχανᾶσθαι εἰς αὐτὸν οὐ κατοκνήσει ; τίς γὰρ τὸ i διὰ πορνείας μυσαρίαν καὶ προσεδρείαν τοῦ θεῖον εἶναι σκήνωμα ἑαυτὸν ἀποστερεῖν, εἴγε τῷ θείῳ Παύλῳ πειστέον) οὐ βδελυγμίαν σχοίη καὶ ἀποτρόπαιον j ; τὸν κλέμμασι δὲ προσλιπαροῦντα ἐκεῖνος ἂν οἰκειώσαιτο, ὃς καὶ ἑαυτῷ τὸ ἀσύμφορον ἐμνηστεύσατο, τὰ πρὸς τὸ ζῆν ἐφόδια διὰ μελέτης ἔχοντος ἐκφορεῖν τοῦ οἰκειουμενου.

Περὶ Ἀγγέλου περιβεβλημένου νεφέλην καὶ ἶριν, καὶ τὸ κοινὸν τέλος προμηνύοντος.

Καὶ εἶδον ἄλλον Ἄγγελον ἰσχυρὸν καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, περιβεβλημένον νεφέλην, καὶ ἡ ἶρις ἐπὶ τῆς κεφαλῆς αὐτοῦ· καὶ τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος καὶ οἱ πόδες αὐτοῦ ὡς στῦλοι πυρός· καὶ εἶχεν ἐν τῆ χειρὶ αὐτοῦ βιβλαρίδιον ἀνειμένον· καὶ ἔθηκε τὸν πόδα αὐτοῦ τὸν δεξιὸν ἐπὶ τῆς θαλάσσης, τὸν δὲ εὐώνυμον ἐπὶ τῆς γῆς. καὶ ἔκραξε φωνῇ μεγάλη, ὥσπερ λέων μυκᾶται. καὶ ὅτε ἔκραξεν, ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ τὰς ἑαυτῶν φωνάς.

Ἡ μὲν νεφέλη, τὸ ἀφανὲς καὶ ἀόρατον παριστᾷ. ἡ δὲ ἐπὶ τῆς κεφαλῆς ἶρις, τὸ κεφάλαιον ὑπογράφει τῆς ἀγγελιώτιδος τάξεως τῆς ἐξ ἀρετῶν τῶν θεαρέστων τῆς κτίσεως, καὶ τοῦ περὶ τὴν Ἀποστολὴν ποικίλου, τὴν ἐγγύτητα καὶ στάσιν κατευμεγεθούσης. τοιοῦτον γὰρ ἡ ἐν νέφεσιν ἶρις, ἐξ ἡλιακῆς ἀκτινοβολίας ποικίλοις χρώμασιν ἰνδαλλομένη. ἡ δὲ πρὸς ἥλιον τοῦ προσώπου [*](h τῷ ὁμοφύλῳ B. i τὸ γάμω B. j Edd. ὁ δὲ κλέμμ’. προσλιπαρῶν ἐκεῖνο ἂν ᾠκειώσατο, ὡς κ. ε. τὸ ἀσ. ἐμνησ. cæt.)

327
ὁμοίωσις, τί ἂν ἄλλο, ἣ τὸ ἡλιῶδες σημαίνοι ; καὶ ὅτι ὅποι ἂν καὶ παρῶσιν, ἡμερινῶν ἔργων διάταξιν ἐκτελοῦσιν, ὑπὸ φωτὶ ἀπροσίτῳ καὶ ὑπερουσίῳ καταλαμπόμενοι.

Εἶδον Ἄγγελον ἰσχυρόν.

Οἷς ἔτι ζῶσιν οὐ διὰ σπουδῆς γέγονεν τῇ θεᾷ κατὰ τῶν πλημμελούντων βασανιστηρίων ἐπὶ μετάνοιαν ἀπιδεῖν, ἀλλ’ ἐνέμειναν ἐνηδόμενοι ταῖς ἀσελγείαις αὐτῶν· κατὰ τοῦτο, “ Ἄγγελον, φησὶν, “ εἶδον ἐξ οὐρανοῦ καταβαίνοντα·” τὸ δραστικὸν τῇ περιβολῇ ἐμφανίζοντα, ὅτι θεῖος, διὰ τῆς νεφέλης· ἐπεὶ καὶ τὸν Θεὸν νεφέλη καὶ γνόφον περικυκλοῦν, ὁ θεῖος Δαβὶδ ἀνυμνεῖ. νεφέλῃ τὸ ἀειδὲς ἀπεικάζων, ἤγουν τὸ ἀσώματον καὶ ἀσχημάτιστον, τῆς οὐσίας αὐτοῦ. ἀφ’ οὗ καὶ τοῖς προφήταις ἡ πολυσχημάτιστος τοῦ Θεοῦ ἐμφάνεια πεποίκιλται, τουτέστι τῇ φύσει μονίμου ὡς ἀπαράβλητον αἰσθητοῖς παραβληθέντος. ἐπεὶ δὲ θεῖος, πῶς οὐκ ἰσχυρός; τί γὰρ τοῖς θείοις καὶ μάλιστα θεοπείθεσιν ἀμήχανον;

Καὶ οἱ πόδες αὐτοῦ, ὡς στῦλοι πυρός.

Οἱ πόδες τὴν κατάβασιν ὑπαινίττονται, ἥτις οὐκ ἄλλου τινὸς ἕνεκεν, ἣ τοῦ τιμωρήσασθαι ἀσεβεῖς. l Ἡ νεφέλη καὶ ἡ ἴρις καὶ τὸ ἡλιοπρεπὲς πρόσωπον τοῦ φωτὸς ἐμφαίνειν βούλονται οὐράνιον καὶ ποικίλον τῷ ὄντι ταῖς ἀρεταῖς· καὶ τὸ φωτεινὸν τῆς ἀγγελικῆς οὐσίας τε καὶ νοήσεως. διόπερ καὶ αἱ διάφοροι αὐτοῖς ἐγχειρίζονται λειτουργίαι τῇ πεφυκυίᾳ τῇ διεξοδευομένου τοῦ ἐγχειρήματος. διὸ καὶ ὡς στῦλοι πυρός. στύλοις δὲ πυρὸς ἀπεικάσθησαν, οὐ τοῦ φωτιστικοῦ, ἀλλὰ τοῦ καυστικοῦ. καὶ ἀμεταθέτους ἀπὸ τῶν πονηρῶν αὐτῶν ἐπιτηδευμάτων.

Οὗ καὶ ἡ παρὰ τῷ ὑμνογράφῳ, “ φωνὴ Κυρίου διακόπτουσα “ φλόγα πυρός.” τῷ καταλλήλῳ μισθῷ τοῦ πόνου καὶ τοὺς ἐργάτας δεξιώσεται. τὸ δὲ ἐν τῇ χειρὶ αὐτοῦ βιβλίον ἀνεῳγμένον, τί ἂν βούλοιτο; τοῦτο τὸ ἀνεῳγμένον βιβλίον, καὶ παρὰ τῷ Δανιὴλ εἴρηται, ὅτε κριτήριον παρ’ αὐτῷ κάθηται, καὶ βίβλοι ἀνοίγονται περιέχουσαι πάντων τῶν ἀπ’ αἰῶνος ζησάντων τὰς πράξεις καὶ τὰ ὀνόματα. τέως μὲν οὖν τὸ βιβλίον τὴν ἐντυχίαν [*](k Hoc Sch. carent Edd. l Ηæc usque ad ἐγχειρήματος inserit B.)

328
τῶν ἐν αὐτῷ γεγραμμένων οὔτινα ἐμφαίνει ὡς μετὰ τοῦτο ἀπαγορεύοντα· εἰ δὲ ἐν τῷ Δανιὴλ μὲν βίβλοι, ἐνταῦθα δὲ βιβλίον ἐμφαίνει ὁ ὁρῶν, οὐδὲν διάφωνον. παρὰ μὲν γὰρ τῷ Δανιὴλ, βίβλοι τῆς παγκοσμίου κρίσεως ἐμφαίνουσαι δικαίων τε καὶ ἀδίκων τὴν διάγνωσιν· ἐνταῦθα δὲ μόνον τῶν ἀθεμίτοις ἔργοις ἐμβιωσάντων. ὧν καὶ ἐξῃρημένως αἱ πράξεις οὐκ ἐν βιβλίῳ, ἀλλ’ ἐν βιβλιδαρίῳ, ὑποκοριστικῷ ὀνόματι τὴν ὀλιγότητα τῶν ἐγκειμένων παραδηλοῦντος l τοῦ Ἀποστόλου, ἐπὶ τῇ καθολικῇ τῆς κρίσεως ἀποφάνσει, καὶ τὰ ταύτην συμπληροῦντα ἐξανυόμενα.

Καὶ ἔθηκε τὸν πόδα αὐτοῦ τὸν δεξιὸν ἐπὶ τῆς θαλάσσης.

Τὸ τῶν μὲν τῶν ποδῶν τῇ ὑγρᾷ ἐπερεῖσαι συναγωγῇ, τὸν δὲ τῆ ξηρᾷ, τὸ μέγεθος ὑπεμφαίνοντος ἐστι τοῦ κατειληφότος. τὸν δὲ τὸν δεξιὸν τῇ ὑγρᾷ, τὸν ἀριστερὸν δὲ τῇ ξηρᾷ, οὐκ ἄλλως οἶμαι ἢ τῇ θέσει τῶνδε τῶν στοιχείων ἑπόμενος. ἀέρι γὰρ λεπτομερεῖ τὴν ὑπόστασιν ὄντι, τὸ ἁδρομερέστερον ὕδωρ ὑπόκειται, ὥσπερ m τῷ ὕδατι ἡ ξηρά n. οὐκ ἄλλως οὑν o οἴμαι ἢ ὅτι τὰ δεξιὰ ἀεὶ δυναμικώτερα τῶν ἀριστερῶν· ἀφ’ οὗ καὶ Δαβὶδ τὸ, “ δεξιὰ Κυρίου ἐποίησε δύναμιν,’’ ἀνυμνεῖ, πλειόνων δηλαδὴ ὄντων τῶν κατὰ θάλασσαν ἀνοσιουργῶν, πειρατῶν λέγω καὶ καταποντιστῶν p, ἐκ ναυμαχίας ἢ τινὸς ἄλλης ἐπιβουλῆς, τῆς ὑγρᾶς ὑποστάσεως ἀμοχθοτέραν τοῖς κακούργοις, καθ’ ὧν ἐπιβούλως διάκεινται, τὴν ἔξοδον q παρεχομένης. ἐπεὶ οὖν ταῦτα, ἐπιτετευγμένως τὸ δυναμικώτερον τοῖς κακούργοις r προσνέμεται. καὶ ὅτι τοῦτο, ὁ θεοπάτωρ s ἐχέγγυος πιστώσασθαι t, ἐν οἷς τὴν καθ’ ἡμῶν τῶν ἐπιβούλων ἡμῖν δαιμόνων προσβολὴν, βοηθείᾳ ἡμῶν χρωμένων τῇ τοῦ ὑψίστου, ἐκ μὲν τοῦ ἀριστεροῦ κλίτους χιλιοπλασίαν τὴν πτῶσιν τῶν ἐν σκότει διαπορευομένων ἐπιβούλων ἡμῖν ὑπογράφων, τὸ δεκαπλάσιον τῷ δεξιῷ ἀφωρίσατο. καὶ περὶ μὲν τῆς ἐμβολῆς τῶν ποδῶν τοιαῦτα. τὸ δὲ κράξαι φωνῇ με- [*](l εἰρημένων παραδηλοῖ B. om. τοῦ Ἀποστ. m ὥσπερ πάλιν B. n ἡ γῆ B. o ἄλλως τε καὶ ἑπειδὴ τὰ δεξ. B. p καὶ καταπ. om. B. q διέξοδον B. r κακουργοτέροις B. s ὁ αὐτὸς θεοπ. B. t τοῦτο πιστωσ.)

329
γαλῃ καὶ u λεοντιαίῳ ἀπηχήσει, τῆς ὀργῆς ἐστι σύμβολον. διὸ καὶ μυκηθμῷ παρεβλήθη. περὶ οὗ καὶ ἔφθημεν κατὰ τὸ ἡμῖν δ᾿ ἐφικτὸν φιλανθρωπίᾳ Θεοῦ παραθέμενοι. ἑπομένως δὲ τῇ κραυγῇ αἱ ἑπτὰ βρονταὶ ἐλάλησαν. ταύτας δὲ τὰς ἑπτὰ βροντὰς, ἣ ἑπτὰ φωνὰς ἐξ ἑνὸς τοῦ αὐτοῦ διαρθρουμένας φοβερῶς Ἀγγέλου τὰς ἀγγελικὰς δυνάμεις εἶναι νομίζομεν, διὸ καὶ βρονταῖς ἀπεικάσθησαν. κάσθησαν. ἢ τὰ προειρημένα ἐν τοῖς ἔμπροσθεν ἑπτὰ πνεύματα. x τοῦτο γὰρ νοεῖν ἡμῖν ὑποβάλλεται ἡ τοῦ ἄρθρου πρόσθεσις, ἐν οἷς φησὶν, “ ἐλάλησαν αἱ ζ΄ βρονταί.” ἀεὶ γὰρ γραμματικῶν παῖδες τὰ ἄρθρα προεγνωσμένου τινὸς ἀναπόλησιν βούλονται ποιεῖσθαι.

Ὥσπερ λέων μυκᾶται.

Οὐ προσφυῶς ἐπὶ λέοντος ἡ διὰ τοῦ μυκᾶσθαι φωνή. ἐπὶ βοῶν γὰρ μᾶλλον, λέουσι δὲ τὸ βρύκειν ἣ Βρύχειν y ἀφώρισται. ὅτι μέντοι τοῦτο οὐ παρέργως ἐπῆλθεν ἐρεῖν αὐτῷ z, ὁ ταῦτα διεξιὼν συνετίζει, μὴ ἐπιμείνας τῇ τοῦ μυκᾶσθαι χρήσει, ἀλλὰ πρὸς τὸ ἔκραξε μεταβάς. περὶ μὲν οὖν λεόντων βοῆς ἀκριβολογουμένοις ταῦτα. ἐπὶ δὲ ἁμαρτωλῶν τιμωρουμένων ὀδυνηρᾶς φθογγῆς τί τὸ μᾶλλον a κατάλληλον, ἣ τὸ βρύκειν, ἀφ’ οὗ βρυγμός b ; τῷ συγκρουσμῷ γὰρ τῶν ὀδόντων τὸ ἄγαν αὐτοὺς πήγνυσθαι τῷ ἀναλογισμῷ * οση ἀύτει ἐν τῷ προσκαίρῳ τούτῳ βιῷ πλημμεληθέντων ἐν ἀνελπιστίᾳ τοῦ θάλπειν εἰδότος **αὐτοῦ ὄργανον τοῦ ἡλίου Θεοῦ ὥσπερ κρυμῷ κατειλημμένοι. ἀσταθούσης τῆς φυσικῆς δυνάμεως καὶ μὴ μένειν ἐν ἑαυτῇ οἷαστε οὔσης, κλόνῳ πιέζεται τῶν μελῶν. ἐξ οὗ καὶ τοῖς ὀδοῦσι τούτου προσγινομένου τὸ βρύκειν παρίσταται. βρύκειν δὲ ὠνομάσθη c, ἀπὸ τοῦ βρώσει ἐοικέναι, ὡς ἐπὶ τοῦ ἐσθίειν ἀλλήλοις τῶν ὀδόντων συγκρουομενων.

Καὶ ὅτε ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ, ἔμελλον γράφειν. καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν, σφράγισον ἃ ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ, καὶ μὴ αὐτὰ γράψῃς. [*](u μεγάλῃ καὶ oni. B. x Quæ seq. om. Edd. y ἢ βρύχειν ded. e Cod. B. z ἐρᾷ; αὐτὸς ὁ B. a μᾶλλον om. B. b Hinc om. Edd. usque ad παρίσταται. c ὀνομασθέντος B.)

330
καὶ ὁ Ἄγγελος ὃν εἶδον ἑστῶτα ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς, ἦρε τὴν χεῖρα αὐτοῦ τὴν δεξιὰν εἰς τὸν οὐρανόν. καὶ ὤμοσεν ἐν τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὰ ἐν αὐτῷ, καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτὴ, καὶ τὴν θάλασσαν καὶ τὰ ἐν αὐτῇ, ὅτι χρόνος οὐκ ἔτι ἔσται, ἀλλ’ ἐν ταῖς ἡμέραις τῆς φωνῆς τοῦ ἑβδόμου Ἀγγέλου, ὅταν μέλλῃ σαλπίζειν, τελεσθήσεται τὸ μυστήριον τοῦ Θεοῦ, ὡς εὐηγγέλισε τοῖς δούλοις αὐτοῦ τοῖς προφήταις.

Ἐντεῦθεν ἀριδήλως αἱ βρονταὶ ἀγγελικαὶ δυνάμεις γνωρίζονται. λαλεῖ γὰρ ἡ οὐσία, οὐχ ἡ βροντὴ, ἀπήχησις οὖσα, τῇ γενέσει καὶ τῷ εἶναι ἀφαιρουμένη.

Ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν.

Τοῦ γράφειν ἤτοι πρόδηλα ποιεῖν ἀνθρώποις διὰ γραφῆς τὰ ὁρώμενα ἐκωλύθη. σφραγῖδι δὲ οἱονεὶ ἀσφαλεῖ κατοχῇ ἐν τῇ διανοίᾳ σου συντήρει, φησὶν, ἔκφορον δὲ διὰ γραφῆς μήδ’ ὅλως ποιοῦ· ἴσως ὅτι μὴ λυσιτελεῖ πρὸ τῆς παρουσίας τῶν τελευταίων καιρῶν ἐμφανίζεσθαι, ἐπεὶ καὶ Δανιὴλ ἐσφραγισμένους τοὺς τῶν τοιούτων λόγους ἐδιδάσκετο· λυσιτελεῖν δὲ τὸ ταμιεύεσθαι, εἰκαστικῶς εἴπομεν ἃν τῶν διαταξαμένων κολάσεων τὸ σφοδρὸν, φιλανθρωπίᾳ τοῦ ἐλεήμονος Θεοῦ μὴ ἰσόσταθμον ἐπάγοντος τὴν ἀντέκτισιν. ἐξ οὗ καὶ τὸ, “ μὴ κατὰ τὰς ἀνομίας ἡμῶν, καὶ “ κατὰ τὰς ἁμαρτίας ἀνταπόδομα a,” ὁ ὑμνογράφος φησὶν ἡμῖν b. ἀξίως δὲ τοῦ κολάζοντος τῆς εὐμενείας καὶ ἀγαθότητος, περὶ ἧς καὶ Γρηγόριος μὲν ὁ θεῖος τὸν λόγον περὶ τοῦ Ἀδὰμ φησὶ, “ καὶ γίνεται φιλανθρωπία ἡ τιμωρία· οὕτω “ πείθομαι κολάζειν Θεόν. καὶ ἐν ἑτέρῳ πάλιν ὁ αὐτὸς περὶ αὐτῶν. “ οὕτε τὸν ἔλεον ἄκριτον, οὔτε τὴν κρίσιν ἀνήλεον. διὸ καὶ προμηθείας ἄκρας ἐχεμυθεῖν τὰ τοιαῦτα, καὶ μὴ ἐμφανῆ καθιστᾷν ἀκολά(??)τοις τοῖς καὶ νεωτέροις, ὡς Εὐάγριος βούλεται. “ λανθανέτω,” φάσκων “ ταῦτα τοὺς νεωτέρους καὶ “ περὶ κρίσεως ὑψηλότερος λόγος· οὐ γὰρ ἴσασι πόνον “ λογικῆς καταδικασθείσης τὴν ἄγνοιαν.” ὡς τῆς ἀγνοίας οὐκ [*](a ἀνταπόδωμα B. b Hinc usq. ad fin. Sch. adj. B.)

331
ἄλλου βασανιστηρίου κακοῦ ἐναμίλλου ψυχῇ λογικῇ, ἡ τὸ μετά γε Θεὸν τὸ πρὸς πάντα ἐγρηγορὸς συνουσίωται· παρὸ καὶ τῶ αὐτεξουσίῳ τετίμηται, ὡς μηδὲν ἐξ ἀγνοίας δυστυχεῖν ἐχούσης τῶν συνιστώντων αὐτήν. οὗ διολωλότος αὐτῇ, τι ἃν ἄλλο ζημιωδέστερον ἔσται;

Ἐλάλησαν αἱ ἑπτὰ βρονταί.

τὰς βροντὰς, δυνάμεις ἀγγελικὰς εἶναι οἰητέον, βρονταῖς ἀπεικαζομένας διὰ τὸ καταπληκτικὸν τῶν ὑπ’ αὐτῶν ἐκφωνουμένων. τοιαῦται γὰρ αἱ τῶν ἀσωμάτων ἁγίων Ἀγγέλων φωναὶ, καὶ ἀπ’ αὐτῆς τῆς ἐμφανείας τὸ καταπληκτικὸν ἔχουσαι, ὡς δῆλον ἀπὸ τοῦ τὸν Δανιὴλ, μηδὲ προσηνῆ θέαν Ἀγγέλου, μήτιγε ἀπειλητικὴν, ἐνεγκεῖν. ὅτι δὲ αἱ ζ΄ βρονταὶ οὐχ οὕτως ἑνὸς Ἀγγέλου φωνὰς ἀλλ’ ἑτέρους ἁγίους Ἀγγέλους ἐκδεκτέον τοῦ πρώτου τῇ τάξει δευτερεύοντας, ὁ θεῖος Διονύσιος c ἱκανὸς πιστώσασθαι ἐκ τῆς κατ’ αὐτὸν διωρισμένης ἀγγελικῆς εὐταξίας. σφραγίσαι δὲ τὰς τῶν ἑπτὰ βροντῶν ἀγγελίας ἡ ἐντολὴ παραδίδοται, τουτέστιν, ἐν ἀπορρήτῳ κατέχειν, ὡς τῆς περὶ τούτων τελείας καταλήψεως καὶ τρανοτέρας εἰδήσεως, τοῖς τελευταίοις χρόνοις ἀποκειμένης συμφερόντως.

Ἦιρε τὴν χεῖρα αὐτοῦ τὴν δεξιὰν εἰς τὸν οὐρανόν.

Χεὶρ τῆς πράξεως σύμβολον d. ὥσπερ καὶ ὅταν λέγῃ Δαβὶδ “ νίψομαι ἐν ἀθῴοις τὰς χεῖράς μου.” ἀντὶ τοῦ τὰς πράξεις ἀθῴους ἤτοι ἀνενόχους ἀποφανῶ οὐδενὶ οἱάστε ἐπηρεάζοντι θορυβεῖσθαι. ἡ τῆς δεξιᾶς ἔπαρσις τὸ ἔμπρακτον τοῦ ὀμνύοντος ὑπαινίττεται καὶ δυναμικώτερον. διὸ καὶ εἴρηται, “ δεξιὰ Κυρίου “ἐποίησε δύναμιν.”

Ἐν τῷ ζῶντι εἰς τοὺς αἰῶνας.

Δοκεῖ μὲν ἀνελλήνιστον εἶναι. ὀμνύειν γὰρ λέγεται κατά τινος, οὐκ ἔν τινι. πλὴν οὐκ ἀπαίσιον ἦν τὰ ἐν τῷ ζῶντι ὀμνύναι, τῷ κατὰ βούλησιν παριστᾷν τοῦ καθ’ οὗ ὁ ὅρκος παρείληπται. Θεὸς μὲν, ἐπεὶ κατ’ οὐδενὸς εἶχε μείζονος ὀμόσαι, ὅπερ δι’ ἔθος τοῖς ὀμνύουσιν, ὀμνύει καθ’ ἑαυτοῦ. “ καὶ κατ’ ἐμαυτοῦ [*](c Cit. e Dionys. om. Edd. d Hinc usq. ad. θορυβεῖσθαι om. Edd.)

332
“ ὤμοσα λέγει Κύριος.’ Ἄγγελοι δὲ ὡς κτίσμα κατὰ τοῦ κτίστου ὀμνύουσι, τὴν ἡμετέραν ἀπιστίαν διὰ τοῦ θείου τῆς παραλήψεως πιστούμενοι. ὤμοσε γὰρ χρόνον μηκέτι εἶναι, καλῶς καὶ ἀληθῶς, “ ὅτι χρόνος οὐκ ἔσται ἔτι.” τὸ γὰρ τότε διαστηματικὸν ῥεῦμα τῆς χρονικῆς ὑποστάσεως, ἀνέσπερόν τε ἔσται καὶ ἀδιάκοπον, καὶ διὰ τοῦτο οὐ χρόνος. τίς γὰρ ἡλιακοῦ φωτὸς χρεία ἣ συστολὴ καθ’ ἣν ἀνάπαυσις τῶν ἀπὸ τῆς ἡμέρας κόπων τοῖς ζώοις ἐγγίνεται; χωρὶς δὲ τούτων, τίς ἡλιακοῦ φωτὸς χρεία ; τῶν μὲν δικαίων φωτὶ καταλαμπομένων, ὃ ἐστι Θεὸς, τῶν ἀσεβῶν δὲ ἐν σκότῳ διατελουμένων τῷ πονηρῷ ἑαυτῶν συνειδότι. ἥλιος μὲν οῦν ἔσται, ὅτι μηδ’ εἰς ἀνυπαρξίαν χωρήσῃ ὁ νῦν κόσμος, ἀλλ’ εἰς ἀνακαινισμόν. ὥσπερ δὲ νῦν ἄστρα μέν ἐστι καὶ ἐν ἡμέρᾳ, οὐ μὴν καθορᾶται, ὑπερνικώντων τὴν ἐκείνων λαμπηδόνα τοῦ ἡλίου τῶν μαρμαρυγῶν, καὶ οὕτως, ὥστε ὅτι εἰσὶν ἐν οὐρανῷ ἀγνοεῖσθαι, οὕτω καὶ τότε. τὸ γὰρ ὅτι οὐδὲ μία αἰτία τοῦ εἰς ἀνυπαρξίαν. χωρῆσαι παντελῆ τῷ νῦν κόσμῳ τέως ἀγνοεῖν, οὐχ ἡ τυχοῦσα ἄγνοια.

Ὅτι χρόνος οὐκ ἔτι ἔσται.

Χρόνον μὴ εἶναι ὤμοσεν, οὐ τῶν τηνικαῦτα, ἀλλὰ τῶν ὅτε μέλλει σαλπίζειν ὁ ἕβδομος Ἄγγελος. διὸ καὶ οὕτως ἀκουστέον μετὰ προσθήκης “ ὅτι χρόνος οὐκ ἔτι ἔσται ἀπὸ τοῦ νῦν. οὐ γὰρ οὖν κατὰ τοῦτο ὁ ὅρκος, ἀλλ’ ὅτι ἐν ταῖς ἡμέραις τῆς φωνῆς τοῦ ἑβδόμου Ἀγγέλου. κατὰ σχῆμα δὲ ἐλλείψεως b εἴρηται. ἐλλείπει γὰρ τὸ, τότε ἔσται του χρόνου ἡ ἀπουσία, του ’τον ἤλιον μὴ μετρεῖν τὰ χρονικὰ διαστήματα. ὅτε γὰρ μέλλει σαλπίζειν ὁ ἕβδομος Ἄγγελος, τότε καὶ τὰ χρονικὰ διαστήματα ἐλλείψει, καὶ πᾶσα ἡ τῶν ἀσεβῶν ἐπιστήσεται κόλασις, διαφόροις ἐκδικίαις συντελουμένη. καιρῷ τοιγαροῦν τῷ προσήκοντι σαλπίζοντος, ἔσται συντέλεια, οὐ νῦν ὅτε ἐν τῇ θεωρίᾳ τὸ σαλπίσαι. κατὰ δὲ τὸν προσήκοντα καιρὸν καὶ τὰ σαλπίζοντα, τέλος λήψεται, φησὶ, καὶ τὸ μυστήριον ὃ εὐηγγέλισε Θεὸς τοῖς ἑαυτοῦ δούλοις τοῖς προφήταις. ἄχρι γὰρ τῆς κρίσεως καὶ τῆς τῶν ἑκάστῳ βεβιωμένων ἀντιδόσεως, προεφήτευσαν οἱ προφῆται. ὃ, καὶ Παύλῳ τῷ θείῳ [*](b καὶ ἐλλειπῶς δοκεῖ εἰρῆσθαι B.)

333
δοκεῖ, γλώσσας τε παύσασθαι κατ’ ἐκεῖνο καιροῦ, καὶ προφητείας καταργηθήσεσθαι. εὐαγγελισμὸν δὲ τὴν τούτων ἔκβασιν καλεῖ, διὰ τὴν ἡτοιμασμένην τοῖς ἁγίοις ἀνάπαυσιν.

Καὶ ἡ φωνὴ ἢν ἤκουσα ἐκ τοῦ οὐρανοῦ πάλιν λαλοῦσα μετ’ ἐμοῦ καὶ λέγουσα, ὕπαγε καὶ λάβε τὸ βιβλιδάριον τὸ ἀνεῳγμένον ἐν τῇ χειρὶ τοῦ Ἀγγέλου τοῦ ἑστῶτος ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς. καὶ ἀπῆλθον πρὸς τὸν Ἄγγελον λέγων αὐτῷ, δοῦναί μοι τὸ βιβλιδάριον, καὶ λέγει μοι, λάβε καὶ κατάφαγε αὐτὸ, καὶ πικρανεῖ σου τὴν κοιλίαν, ἀλλ’ ἐν τῷ στόματί σου ἔσται γλυκὺ ὡς μέλι.

Δεῖ πρὸς ἐντελεστέραν τῶν λεγομένων γνῶσιν τῷ προκειμένῳ ῥητῷ, ἣ τὸ ὑπαρκτικὸν ῥῆμα προσνέμειν, ὡς εἶναι οὕτως· “ καὶ ἡ “ ἣν ἤκουσα ἐκ τοῦ οὐρανοῦ, ἦν πάλιν λαλοῦσα μετ’ ἐμοῦ καὶ “ γουσα.” ἣ “ταύτην τὴν φωνὴν ἤκουσα πάλιν λέγουσαν μετ᾿ ἐμοῦ.” εἰ γὰρ μὴ καθὸ ἕτερον τούτων προενεχθείη ἐξακουόμενον τὸ προκείμε- νον ῥητὸν, ἣ τῷ ὑπαρκτικῷ συναρμολογούμενον ῥήματι· ἢ τοῦ ἐνεπγήματος ἐξ εὐθείας πτώσεως εἰς αἰτιατικὴν πτῶσιν προαγομένην τοῦ λέγουσαν· ἵν’ ᾐ τὸ ἐνέργημα κατ’ αἰτιατικὴν προαγομένην φημὶ δηλοῦσαν καὶ λέγουσαν μετὰ προσθήκης τῆς πρὸς τὸ ἐνέργημα προσοχῆς· τοῦτο δέ ἐστι τὸ “ ἤκουσα πάλιν λέγουσαν, ὕπαγε “ λάβε τὸ βιβλιδάριον τὸ ἀνεῳγμένον ἐν τῇ χειρὶ τοῦ “ τοῦ ἑστῶτος ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς. ἄλλη τις ἀγγελικὴ ὑπερτέρα δύναμις τῷ Εὐαγγελιστῇ ἐγκελεύεσθαι φαίνεται διὰ τοῦ βιβλίου c τὴν γνῶσιν τῶν Χρησμῳδηθέντων ὑποδέξασθαι. τί δὲ ἐλάλει; λαβεῖν τὸ βιβλίον ἐκ τοῦ Ἀγγέλου.

Λάβε καὶ κατάφαγε αὐτό.

Κατὰ τὸ προσταχθέν μοι φησὶν ἀπῆλθον πρὸς τὸν Ἄγγελον αἰτῶν τὸ βιβλιδάριον, καὶ λαβὼν ἔφαγον κατὰ τὸ ἐκείνου πρόσταγμα, ὃ καὶ ἦν ὡς ἐδόκει καὶ τῷ δεδωκότι, γλυκὺ μὲν κατ’ ἀρχὰς, διὰ τὴν τῶν μελλόντων γνῶσιν. τοῦτο γὰρ αἰνίττεται διὰ τοῦ στόματος, ὅτι δι’ αὐτοῦ ἡ τοῦ ἐσθίειν ἀρχή. πικρὸν δὲ ἐν [*](c τῆς βίβλου B.)

334
κοιλίᾳ, κοιλίαν, τὸ διανοητικὸν λέγων ἢ χωρητικὸν τῶν λογικῶν τροφῶν. ἐπεὶ γὰρ ἔγνω τὰς τῶν ἀσεβῶν κολάσεις ἐξ ἔργων ἐσχηκυίας τὴν ὕπαρξιν τῶν ἀπηχθημένων, διὸ καὶ ὡς βδελλυκταὶ Θεῷ, ἔγνω d καὶ ὡς τῷ τῆς θεωρίας ἠξιωμένῳ διὰ συμπάθειαν τοῦ ὁμογενοῦς πικρίας παραίτιον e γενήσεται ἡ γνῶσις f τοῦ ὁμογενοῦς ἐβδελυγμένου Θεῷ, καὶ διὰ τοῦτο κολάσεσιν ἀξίως ὑποβληθησομένου. g Ἔστι καὶ ἄλλως περὶ τοῦ πικροῦ θεωρῆσαι καὶ τοῦ γλυκέος. ἐπεὶ γὰρ ὁ ταῦτα ὁρῶν ἅγιος ἀπείρατος τοιούτων ἀνοσιουργιῶν ὑπῆρχεν· κελεύεται διὰ τῆς καταπώσεως τοῦ βιβλίου, αἵτε ὀνομασίαι καὶ αἱ πράξεις τῶν ἀσεβῶν καὶ αἱ διὰ ταύτας κολάσεις ἐνεφέροντο, τοῦτο καταπιεῖν· τοῦτο γὰρ τὴν ὡς ἔτυχεν πεῖραν ὑποβάλλεται· ἀλλὰ καταφαγεῖν, τουτέστιν ἐν πείρᾳ τοῦ πράξαντος γενέσθαι· ὡς καὶ αὐτουργὸν νομισθῆναι διὰ πολλῆς πειρᾶς ἐληλακότα τῶν τοιούτων, διόπερ καὶ κατ’ ἀρχὰς μὲν διὰ τὴν γνῶσιν ἥτις ἀεὶ περισπούδαστος ἀνθρώπους γλυκύτητος ἔμφασιν παρασχεῖν· πικρίας δὲ διὰ τὴν ἀπαραλόγιστον γνῶσιν τῶν τῇ ἀμοιβῇ τῶν ἀνοσιουργιῶν ἑαυτῶν ὑποκειμένων. Ἔστι καὶ οὕτως περὶ τούτων εἰπεῖν. καὶ ἐπειδὴ ἐν τῷ βιβλίῳ τούτῳ πᾶσα ἐναπόγραφος ἡ τῶν ἐν τῷδε τῷ βίῳ ἐμπεπολιτευμένων h ἀγωγὴ, εἰκότως κατ’ ἀρχὰς μὲν τῇ τῶν ἀγαθουργῶν ἐντυχίᾳ χαρμόσυνον γλυκανθῆναι θῆναι ἐφαίνετο i. ἐπὶ πολὺ δὲ προβάντι, ὅπερ ἡ κατάποσις εἰσηγεῖται, καὶ ταῖς τῶν κακούργων περιενεχθέντι βδελυρίαις, ὀδύνης ἀναπλησθῆναι καὶ πικρίας· ὀδύνης, διὰ τὸν ἐκ τῶν βασάνων τῶν ἁμαρτωλῶν ὀλολυγμόν· πικρίας, ὅτι μὴ ἐνάμιλλον καὶ αὐτοὶ ὁμογενεῖς ὄντες τοῖς κατωρθωκόσιν ἠνέχθησαν. ἣ πῶς ἃν τὸ ἱερὸν λόγιον ἐκτελοῖτο τὸ “ χαίρειν μετὰ χαιρόντων, καὶ μετὰ κλαιόντων ὑποτιθέμενον;

Οπως τὸ βιβλιδάριον ἐκ χειρὸς τοῦ ᾿Αγγέλου ὁ Εὐαγγελιστὴς εἴληφεν.

Καὶ ἔλαβον τὸ βιβλίον ἐκ τῆς χειρὸς τοῦ Ἀγγέλου, καὶ κατέφαγον αὐτό. καὶ ἦν ἐν τῷ στόματί μου, ὡς [*](d ἔγνω om. B. e παρ. θεοφιλεῖ B. qui mox om. γενήσεται. f ὡς γν. B. g Quae seq. init. seq. Cap. dant Edd. h ἐμπολιτευσαμένων B. i ἐφαίνετο om. B.)

335
μέλι γλυκύ. καὶ ὅτε ἔφαγον αὐτὸ, ἐπικράνθη ἡ κοιλία μου, καὶ λέγει μοι, δεῖ σε πάλιν προφητεῦσαι ἐπὶ λαοῖς, καὶ ἐπὶ ἔθνεσι, καὶ γλώσσαις, καὶ βασιλεῦσι πολλοῖς.

Καὶ λέγει μοι, Δεῖ σε πάλιν προφητεῦσαι.

Διὰ τούτων δείκνυται μὴ αὐτίκα μετὰ τὴν ὅρασιν τῆς ἀποκαλύφεως τὴν ἔκβασιν τῶν ὁραθέντων ἐπακολουθεῖν, ἀλλὰ δεῖν τὸν μακάριον τοῦτον πολλοῦ τοῦ χρόνου παρατεινομένου μέχρι τῆς συντελείας τοῦ θνητοῦ κόσμου τούτου, καθὸ ταῦτα τὴν πλήρωσιν λάβοι, πολλοῖς προφητεύσειν· εἴτε διὰ γνώσεως τοῦ Εὐαγγελίου αὐτοῦ ἐν ᾧ τινὰ τῶν μελλόντων ἐμφέρεται, ἢ καὶ διὰ τῆς προκειμένης ᾿Αποκαλύψεως. τοιγαροῦν ἐξ ἐκείνου ἄχρι τοῦ νῦν ὁ θεσπέσιος οὗτος προφητεύει· τότε μὲν αὐτόχρημα δι’ ἑαυτοῦ διὰ τοῦ Εὐαγγελίου καὶ τῆς ᾿Αποκαλύψεως, ὡς ἤδη εἴρηται. οὐκ ἀγνοεῖν δὲ δεῖ ὡς ἀπὸ τούτου τοῦ ῥητοῦ τοῦ, “δεῖ δεῖ σε πάλιν “ προφητεῦσαι,” ἔχουσι δόξαν οἱ πολλοὶ, ὡς μέχρι τῆς ὁ μακάριος οὗτος ᾿Απόστολος ζῶν ἥξει κατὰ τὸν καιρὸν] τοῦ ᾿Αντιχρίστου μετὰ ᾿Ενὼχ καὶ ῾Ηλιοῦ, ἅμα αὐτοῖς ἐπανορθούμενος k τοὺς τηνικαῦτα ἀνθρώπους, καὶ ὑπὸ τοῦ ᾿Αντιχρίστου ἀποκτανθήσεται l.

Καὶ ἐδόθη μοι κάλαμος ὅμοιος ῥάβδῳ, λέγων, Ἔγειραι, καὶ μέτρησον τὸν ναὸν τοῦ Θεοῦ, καὶ τὸ θυσιαστήριον, καὶ τοὺς προσκυνοῦντας ἐν αὐτῷ, καὶ τὴν αὐλὴν τὴν ἔξωθεν τοῦ ναοῦ ἔκβαλε ἔξω, καὶ μὴ αὐτὴν μετρήσης, ὅτι ἐδόθη τοῖς ἔθνεσι, καὶ τὴν πόλιν τὴν ἁγίαν πατήσουσι μῆνας τεσσαρακονταδύο.

Tὸν κάλαμον ὃν δεδόσθαι αὐτῷ ὁ Εὐαγγελιστής φησιν, εἴτε γνῶσίν τις ἐθέλοι καλεῖν νοερῶν πραγμάτων, καθὸ καὶ Δαρὶδ “ κάλαμον ὀξυγράφου κεκτῆσθαι τὴν ἑαυτοῦ γλῶσσαν αὐχεῖ, γλώσσης εὐμοιρῆσαι τρανοῦν ἐπιτηδείας ἅτε γράψας κάλαμος τὰ πρὸς γραφὴν ὑποκείμενα· ὡς οὖν ἐκείνῳ κάλαμος τροπικῶς [*](j οὗτος ζῇ, καὶ ἥξει Edd. ἤξει om. B. k ἐπανορθούμενοι B. 1 ἀποκτανθήσνται B.)

336
εἴληπται, οὕτως καὶ νῦν τὸν Ευαγγελιστὴν τὴν γνῶσιν τὴν νοερῶς αὐτῷ ἐγγινομένην, διὰ καλάμου δόσεως φησὶ χρηματίσαι· ὃς καὶ ῥάβδῳ τῇ ὁμοιώσει ἀπείκαστο, τῆς ῥάβδου πάλιν τὸ ὑπερειστικὸν καὶ δραστήριον αἰνιττομένης, ὡς ὁ ὑμνολόγος “ διὰ “ ῥάβδου δόσεως τῆς ἀπὸ Κυρίου καὶ ἐκ Σιῶν τὴν κατακυρίευσιν “ τῶν ἐθνῶν” εὐαγγελίζεται. τὴν τῶν νοερῶν τοίνυν γνῶσιν διὰ τῆς τοῦ καλάμου δόσεως, ὑποδηλοῦντος τὸν χρηματισμὸν, ὡς δι’ ἄλλων ἀψύχων, τοῦ θυσιαστηρίου λέγω καὶ θρόνου καὶ τῶν τοιούτων, οὐκ ἀπεικὸς ὐπολαβεῖν n. οὐ γὰρ ἄψυχα ταῦτα νοεῖν, οὐδ’ ὡς ὁρᾶται, κατὰ τὸ κρεῖττον δὲ τῆς ὑπάρξεως καὶ νοερὸν, ἤγουν τὴν διακριτικὴν γνῶσιν τῶν ὁρωμένων, εἰς δόσιν ἄν o τις ἀλληγοροῖ. πῶς γὰρ ὁ κάλαμος ἄψυχος ὢν ἔλεγεν, “ ἔγειραι p καὶ “ μέτρησον τὸν ναὸν τοῦ Θεοῦ;” ἐκ τούτου οὖν συνέσει μετρεῖσθαι τὸν τοῦ Θεοῦ ναόν. εἰ δέ τις εἴποι ὑπὸ τούτου τοῦ Ἀγγέλου καὶ τὸν κάλαμον δεδόσθαι, καὶ ἀκηκοέναι αὐτὸν, “ ἔγειρε καὶ μέτρησον τὸν ναὸν τοῦτον,” φαμὲν τὸν δηλοῦν γνώσεως ἀναλογοῦν τῷ λαμβάνοντι· ἤτοι γνώσεως ἄξιοι οἱ παρὰ Θεοῦ καὶ τῶν θείων Ἀγγέλων δι’ ἔργων ἀγαθῶν γινωσκόμενοι· “ ἔγνω γὰρ Κύριος τοὺς ὄντας αὐτοῦ θεῖόν φησι ταῦτα μὲν περὶ τούτων. ἐπειδὴ δέ τινες ἑτέρως περὶ τούτων διαφόρως ἠνέχθησαν, λέγω δὴ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου, ἃ καὶ μετρηθῆναι τὸ πρόσταγμα, καὶ τοὺς προσκυνοῦντας ἐν αὐτῷ, ναὸν Θεοῦ καὶ θυσιαστήριον τὴν παλαιὰν τοῦ Θεοῦ διαθήκην ἀποφηνάμενοι, αὐλὴν δὲ τὴν νέαν, οὐ κατὰ σκοποῦ βάλλοντες, (οὔτω γὰρ ἂν εἴησαν τὰ παλαιὰ μυστικώτερά τε καὶ Ἱερώτερα q τῆς κατὰ Χριστὸν διαθήκης, εἴγε καὶ ὁ ναὸς καὶ τὸ θυσιαστήριον τῆς αὐλῆς τιμιώτεερα s,) οὐχ οὕτως τὸ ἐπιτεταγμένον s τοῦ ἐξηγουμένου προβαίνειν εἰκός t. ἀλλ’ εἰ μὲν ὅτι στοιχειωδέστερα τῆς νέας ἐκεῖνα, καὶ πρὸς θεοσέβειαν ἀρχαΐζοντα, ἐξ οὗ καὶ μετρητοὶ οἱ κατ’ αὐτὴν τὸ ἀριστεῖον ἀπενεγκάμενοι, ἔχει τινὰ λόγον ἡ ἔκληψις, καθὸ καὶ τὰ νηπιώδη τῆς ἀνδρώδους ἡλικίας προτερεῖ· καὶ τὰ σκιαγραφούμενα τῶν χρωμάτων ἐπαλείψεως· εἰ δὲ πρὸς θεοπρέπειαν [*](m τῶν B n οὐκ ἀπ’. ὑπολ. om. B. o ἂν om. B, mox ἀλληγορεῖ. P ἔγειρε B. q θε ἱερώτερα B. mox νέας. r τιμιώτερα om. B. s ἐπιτετευγμένως B. mox om. τοῦ. t προβαίνοντος B.)
337
καὶ ἀνθρωπίνου ἤθους κατάστασιν, καὶ, ἵνα τρανότερον φῶ, τὴν u τοῦ πλάστου πρὸς ἡμᾶς κηδεμονικὴν Φιλοστοργίαν x, ἀπαράβλητος τῇ y νέᾳ διαθήκῃ ἡ κατὰ νόμον. ἐντεῦθεν καὶ τὸ παρ’ ἐκείνῃ σπανίζοι διὸ καὶ ἀριθμῷ ὑποβέβληται ἡ τῶν θεοφιλῶν φημὶ εὕρεσις τῶν κατὰ τὴν νέαν καὶ ἀριθμὸν ὑπερτεινόντων. εἴη ἃν οὖν αὐλὴ ἡ τοῦ Θεοῦ ᾿Εκκλησία, ἀπεριόριστος οὖσα καὶ τόπῳ καὶ τοῖς κατ’ αὐτὴν τοποχωροῦσιν z ἔθνεσιν ἀνεικάστοις. μὴ θορυβείτω δὲ τὸ πρόσταγμα τὸ ἔξωθεν τοῦ ναοῦ ἐκβάλλον αὐτήν. οὐ γάρ τι ἄλλο, ἣ τῆς νομικῆς στενοχωρίας τῶν ἀκριβασμάτων, περιτομῆς. σαββατισμῶν, καὶ τῶν ἄλλων περιττῶν ἁγνισμάτων a ἐλευθέραν ἀποφαίνοντος εἶναι τὸν λόγον· καὶ τὸ αἴτιον, ὅτι ἔθνεσιν ἐδόθη μὴ ταῖς νομικαῖς παρατηρήσεσι ζῆν, ὅτι τὸ ἀπαρατήρητον τοῖς ἔθνεσι τοῖς κατὰ Χριστὸν βιοῦν ἐθέλουσιν ἐδόθη. τῷ δὲ τὴν πόλιν τὴν ἁγίαν πατηθῆναι μῆνας τεσσαρακονταδύο, πόλιν ἁγίαν τὴν ᾿Εκκλησίαν ἐκάλεσεν, ἣν· ἴσμεν b πατεῖσθαι ὑπὸ ἐθνῶν, οἷς ἐδόθη οἱονεὶ ἐν αὐτῇ ἀναστρέφεσθαι, ὑπὸ μὲν Χριστιανῶν θεοφιλῶς, ὑπὸ δὲ ἀπίστων καταφρονητικῶς καὶ ὀλεθρίως. ἐπεὶ δέ τινες τὸ ἐκβεβλῆσθαι τὴν αὐλὴν τὴν τῶν ἀπίστων ἐθνῶν τε καὶ Ἰουδαίων συναγωγὴν ἐξεδέξαντο, οὓς καὶ ἐφυβρίστως ἐν αὐτῇ διαδιώκειν c φασὶ τοὺς πιστοὺς, μάλιστα κατὰ τὸν τοῦ ᾿Αντιχρίστου καιρὸν, κατὰ τῶν Χριστιανῶν τοῦτο ἐξειλήφασι d.

Καὶ τὴν πόλιν τὴν ἁγίαν πατήσουσι μῆνας τεσσαρακονταδύο.

Τῶν τεσσαρακονταδύο μηνῶν τὸν χρόνον, συντομίας εἶναι δηλωτικὸν ὑπειλήφαμεν, κατὰ τὴν παρουσίαν τοῦ ᾿Αντιχρίστου, δι’ ἣν θλιβερὰν οὖσαν ἄγαν τοῖς φιλοθέοις, ὁ ἀληθὴς e Θεὸς ὁ Χριστὸς κολοβοῦσθαι f αὐτὰς τὰς ἡμέρας λέγει. εἰσὶ δὲ οἱ τεσσαρακονταδύο μῆνες, τρία ἥμισυ ἔτη, ἐν οἷς συμβήσεται g τοὺς πιστοὺς καὶ δοκίμους πατεῖσθαι καὶ διώκεσθαι. h Οὕτω μὲν οὖν κατὰ τοὺς τὴν ἐκβολὴν τῆς αὐλῆς τὴν συναγωγὴν ἐξολέσαι εἰληφόσι τῶν [*](υ τῆς B. x κηδεμονικῆς ἐλπίδος B. y τῇ Om. B. z τοποχοῦσιν B. a ἁγνισμῶν B. b οἱ μὲν B. c διαβιώκειν B. niOX om. φασὶ τ. πίστ. d τοῦτο ἐξειλ. om. B. e ἀληθινὸς B. f κολοβωθῆναι ταύτας B. S συμβήσεται om, B. h Quæ seq. om. Edd. usqiie ad fin. cap.)

338
ἀπίστων καὶ Ἰουδαίων. κατὰ δὲ τοὺς τὴν ᾿Εκκλησίαν δοξάζοντας, μ μῆνας καὶ β, μὴ μόνον τῆς τοῦ ᾿Αντιχριστοῦ εἶναι παρουσίας, ἀλλὰ τῆς τοῦ Κυρίου ἐνανθρωπήσεως εἶναι σημαντικούς· οἳ πρὸς παράθεσιν τῶν ἀπ’ ἀρχῆς κτίσεως κόσμου βραχεῖς τοὺς πρὸ Χριστοῦ τῆς παρουσίας μέχρι τῆς συντελείας λέγω· πόσος γὰρ οὗτος ὁ ἀπὸ Χριστοῦ τῆς παρουσίας οὐδόλως τῆς κιλιοστίας δραξάμενος πρὸς τὸν πεντακισχιλίοστον καὶ πλέον συμπληροῦντα παραμετρούμενος. εἰ δὲ τὸ καταπατεῖσθαι πρὸς τὸ ἀνειμένως ἀναστρέφεσθαι ἐκληφθὲν ἐμποδῶν τοῖς τοῦ ᾿Αντιχριστοῦ καιροῖς, θλιβερωτάτους ὄντας καὶ ἐπιμόχθους τοῖς εὐσεβέσι κατασταίη. εἶχεν ἃν οὖν ἡ ἔκληψις χάριν τοῖς θεοφιλέσι τὸ **νετον τοῦ βίου. ἐπεὶ δὲ καὶ τοῦ διδασκάλου τούτοις προαγγελία πρὸς θλίψεις τὰς ἐν τῷ κόσμῳ ὑπαλείφουσα καὶ ἀγῶνας, δι’ ὧν φησὶν “ ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε·” ἦν δὲ τοῖς εὐκταιότερον μάλιστα τοῦ θεανθρώπου ἣ τὸ κατὰ γνώμην τοῦ διδάσκαλον ὅσαι ἡμέραι χωρεῖν. πῶς ἃν τὸ ἐπίμοχθον οἰηθείη λογιεῖσθαι τοὺς θεολέκτους; ἀλλ’ οὐ πολλῆς ἀνάμεστον ἡδονῆς τὸ τοῖς δεινοῖς τοῦ βίου ἐγκαρτερεῖν, προξένοις οὖσι τῆς ἀιδίου μακαριότητος; διὰ ταῦτα μὲν οὖν ἀνθεκτέον τῆς περὶ τὴν ἐκβολὴν τῆς αὐλῆς εἰς τὴν ἐξ ἐθνῶν ᾿Εκκλησίαν ἐκλήψεως.

Περὶ ᾿Ενὼχ καὶ ᾿Ηλία διελέγχειν μελλόντων τὸν ᾿Αντίχριστον.

Καὶ δώσω τοῖς δυσὶ μάρτυσί μου, καὶ προφητεύσουσιν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα, περιβεβλημένοι μένοι σάκκους. οὗτοί εἰσιν αἱ δύο ἐλαῖαι καὶ αἱ δύο λυχνίαι ἐνώπιον τοῦ Κυρίου τῆς γῆς ἑστῶτες. καὶ εἴ τις αὐτοὺς θέλει ἀδικῆσαι, πῦρ ἐκπορεύεται ἐκ τοῦ στόματος αὐτῶν καὶ κατεσθίει τοὺς ἐχθροὺς αὐτῶν. καὶ εἴ τις θέλει αὐτοὺς ἀδικῆσαι, οὕτω δεῖ αὐτὸν ἀποκτανθῆναι. οὗτοι ἔχουσι τὸν οὐρανὸν ἐξουσίαν κλεῖσαι, ἵνα μὴ ὑετὸς βρέχῃ τὰς ἡμέρας τῆς προφητείας αὐτῶν. καὶ ἐξουσίαν ἔχουσιν ἐπὶ τῶν ὑδάτων, στρέφειν αὐτὰ εἰς

339
αἷμα, καὶ πατάξαι τὴν γῆν, ὁσάκις ἐὰν θελήσωσιν, ἐν πάση πληγῇ.

᾿Επειδὴ πάντα ἐν τῇ ὀπτασίᾳ διεπλάσθη τῷ Εὐαγγελιστῇ, τὰ κατὰ τὴν ἔνσαρκον τοῦ Κυρίου οἰκονομίαν, ἡ γέννησις, οἱ πειρασμοὶ, αἱ διδασκαλίαι, αἱ κατ’ αὐτοῦ παροινίαι, ὁ σταυρὸς, ἐπὶ τούτοις καὶ ἡ ἀνάστασις, ἡ δευτέρα τε παρουσία· καὶ πρὸς τούτοις, ἡ τῶν ἁγίων τε καὶ ἁμαρτωλῶν ἀντίδοσις· μόνα δὲ παρελείφθη τὰ τῆς δευτέρας παρουσίας. ἐξ ὑποστροφῆς νῦν τὰ περὶ τούτων διδάσκεται. καὶ ὅτι μὲν ᾿Ηλίας ἥξει ὁ προφήτης δῆλον h, προαγορευσάσης τῆς γραφῆς διὰ Μαλαχίου χρησμῳδοῦντος, “ ἰδοὺ “ ἐγὼ ἀποστέλλω ὑμῖν ᾿Ηλίαν τὸν Θεσβίτην πρὶν ἐλθεῖν “ ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ· ὃς “ καρδίαν πατρὸς πρὸς υἱὸν, καὶ καρδίαν ἀνθρώπου πρὸς “ πλησίον αὐτοῦ.” i ἀλλὰ καὶ ὁ Χριστὸς περὶ βαπτιστοῦ, ὡς ὁ Ματθαῖός φησι τοῦτο τὸ λόγιον * * φάσκων· “ καὶ εἰ θέλετε δέξασθαι, οὗτος ἐστὶν ᾿Ηλίας ὁ μέλλων ἔρχεσθαι, τὴν κατάδοσιν προφητεῦσαι. ἀλλ’ ἐπειδὴ πολλὴν εἶχεν ὁμοιότητα καὶ ἡ πρώτη τοῦ Κυρίου παρουσία πρὸς τὴν ἐσχάτην, τὰ πρὸς ἐπιστροφὴν τῶν πλανωμένων διοικουμένη ὑπὸ ὁμοίῳ τὴν δίαιταν ἀνδρὶ τῷ Θεσβίτῃ· διὰ τοῦτο, ὡς μὴ τῆς κυρίας ἐφεστώσης, ὁμοίας δὲ, ἐπ’ ἐκείνοις τὴν καταδοχὴν τίθησιν. εὐγνωμονοῦσιν γὰρ οὐδὲν τὸ διάφορον τῆς χρείας τῆς παρουσίας, εἰ μὴ χρόνου. τῆς γὰρ ἐπιστροφῆς ταύτης οὐδὲν πρὸς ἐκεῖνο τὸ διαλλάττον· περὶ μὲν οὖν ᾿Ηλία ταῦτα. περὶ δὲ τοῦ ᾿Ηνὼχ, μαρτυρίαν μὲν ὅσον πρὸς τὴν παρουσίαν ἀπὸ τῆς γραφῆς οὐκ ἔχομεν, πλὴν τοῦ διὰ μεταθέσεως ἀπαθανατισθῆναι. λόγος δὲ φέρεται ἐκ παραδόσεως φοιτῶν τῇ ᾿Ηκκλησίᾳ ἀπαρατρέπτως j, καὶ αὐτὸν ἥξειν μετὰ Ηλιοῦ τοῦ Θεσβίτου, (φασὶ γὰρ αὐτοὺς κατὰ τὸν καιρὸν τοῦ ᾿Αντιχριστοῦ ἥξειν καὶ προδιαμαρτύρασθαι τοῖς οὖσι τότε, μὴ τοῖς ἀπατηλοῖς τοῦ ᾿Αντιχρίστου παράγεσθαι σημείοις,) καὶ τῇ διαμαρτυρίᾳ ταύτῃ τριβῆναι χρόνον τριετίας καὶ ἡμίσεως. τοῦτο γὰρ αἱ χίλιαι διακόσιαι ἑξήκοντα ἡμέραι χρονικὸν ἀποτελοῦσι [*](h δῆλον om. B. i Quae seq. om. Edd. usque ad ᾿Ηλία ταῦτα. j λόγος δὲ ἐκ παραδόσεως τῇ ἐκκλ. φ. ἀπαράτρεπτος Β.)

340
διάστημα. ἡ δὲ τῶν σάκκων περιβολὴ, τὸ μετὰ εὐτελείας προβῆναι καὶ πένθους καὶ σκυθρωπότητος παριστᾷ k. τούτους τοὺς δύο οὑς ἐλαίαις Ζαχαρίας ὁ προφήτης ἀπεικάζει, καὶ λυχνίαις δυσίν· ἐλαίαις, διὰ τὸ, τὸ ἔλαιον τὴν τροφὴν τοῦ φωτὸς πηγάζειν, λυχνίαις δὲ, ὅτι ὄχημα τῆς ἀληθείας γεγόνασιν. ἥτις τὸ δι’ ἀρετῶν ἀληθινὸν φῶς ὀνομαζόμενον ὑποδύεται, καὶ Φρυκτωρεῖ l τοὺς πελαγίζοντας m, ὃ καὶ αὐτοῖς περιγίνεται παρρησιάζουσι. τῷ δὲ ἐνώπιον ἑστάναι τοῦ Κυρίου τῆς γῆς τί ἂν ἄλλο σημαίνει, ἢ τὸ αγχοτατως u τοῦ κριτοῦ ζώντων καὶ νεκρῶν τῆς αὐτῶν παρουσίας τὴν ἔφοδον γίνεσθαι o;

P Περὶ τῶν δύο ἐλαίων καὶ λυχνιῶν Ζαχαρίας ὁ προφήτης εἶδεν λυχνίαν ἑστῶσαν, ἑπτὰ λύχνους ὑπερείδουσαν καὶ δύο κλάδους ἐλαίων· ἀλλὰ τοὺς κλάδους ἑστῶτας ἐν δύο λύχνων μυξωτῆρσιν· οὕτω πῶς λέγει, ὅτι δύο κλάδοι τῶν ἐλαίων οἱ ἐν ταῖς χερσὶ τῶν δύο μυξωτήρων τῶν χρυσῶν, μυξωτῆρας λέγων τὸ πρὸς τὸ χεῖλος τοῦ λύχνου μέρος κατ’ ἐξοχὴν κοιλαινόμενον πρὸς ὑποδοχὴν τῆς θρυαλλίδος. καὶ πρὸς ταύτην τὴν πεῦσιν ἤκουσε παρὰ τοῦ χρηματίζοντος Ἀγγέλου· τοὺς υἱοὺς εἶναι τῆς πιότητος, οἳ παρεστήκασι τῷ Κυρίῳ πάσης τῆς γῆς. τούτους ἀπαραλογίστως κἀνταῦθα ὁ τὴν ᾿Αποκάλυψιν διασκευάζων τῷ ᾿Αποστόλῳ ὑποφαίνει, ὅτι μὴ ἀλλαχόθεν ἐστὶν εὑρεῖν τὴν τῶν ἐλαιῶν χρῆσιν, ἢ ἀπὸ τοῦ εἰρημένου Ζαχαρίου τῆς προφητείας. καὶ ὅτι ἀπὸ τούτου ἡ λῆψις τοῦ προφήτου τὸ μετὰ τῶν ἄρθρων κεῖσθαι τὸ, ὅτι “ οὗτοι εἰσὶν αἱ δύο ἐλαίαι καὶ αἱ δύο βεβαιοῖ· τὰ ἄρθρα γὰρ ἀεὶ πρὸς προεγνωσμένον τι ἀναφέρουσι, πλὴν ὅτι τοὺς ἐκεῖ δύο μυξωτῆρας, ἐνταῦθα δύο λυχνίας ἐκάλεσε. καὶ ὡς ἐκεῖ μὲν ἀπὸ μέρους τὸ ὅλον δηλῶν προφητικῇ συντομίᾳ καὶ κρυφιότητι· ἐνταῦθα δὲ τῇ κατὰ Χριστὸν ἐπιδημίᾳ ἐκφαντορικῶς κεχρημένη τοῖς κατὰ νόμον τε καὶ προφήταις αἰνίγμασι, τοὺς μυξωτῆρας εἰς λυχνίας μετέλαβεν. ἥτις λυχνία καὶ τῶν λύχνων ὄχημα, ἐν οἷς καὶ τὸ τῆς θείας φιλανθρωπίας σύμβολον ἔλαιον τεθησαύρισται, καὶ τὸ ἐλλύχνιον τοῦ φωτὸς χορηγὸν, τοῦ νόμου μηδὲν φιλανθρωπίας ἐπιφαίνοντος, εἰ μὴ ὅσον ὑπολυχνιαία [*](k παριστᾷν B. l Φρυκτορεῖ B. πελάζοντας Edd. n τῷ ἀγχοτάτω Edd. o γενέσθαι B, p Hoc Scli. car. Edd.)

341
αὐτῇ ἀμαυρά· ὥσπερ ὅταν ἀγαπᾶν μὲν τὸν φίλον διαγορεύει, μισεῖν δὲ τὸν ἐχθρὸν. ὅτι μὲν οὖν ἐλαῖαι καὶ αἱ δύο λυχνίαι οἱ προμαρτύρασθαι προβεβλημένοι ἐνώπιον τοῦ Κυρίου τῆς γῆς οἱονεὶ ἐκκαλύπτεσθαι, εὐπρεποῦς οὔσης τῆς δευτέρας τοῦ Κυρίου παρουσίας, τοῦτο γὰρ τὸ κατενώπιον βούλεται δηλοῦν, εἴρηται ἤδη.

Πῦρ ἐκπορεύεται ἐκ τοῦ στόματος αὐτῶν.

q Τοῦτο τῶν λίαν πιστοτάτων. εἰ γὰρ ὁ εἷς αὐτῶν ᾿Ηλίας τοιαύτην ἔσχεν ἐξουσίαν καὶ πρώην, πῶς ἄπιστον πληροῦντα τὴν Χριστοῦ διακονίαν καὶ προτρέχοντα τῆς παρουσίας αὐτοῦ, μὴ οὕτως ἐν σημείοις καὶ τέρασι προβῆναι; ἐπειδὴ γὰρ ἡ παρουσία τοῦ ᾿Αντιχριστοῦ, ὡς καὶ Παῦλος φησὶ, κατ’ ἐνέργειαν γίνεται τοῦ Σατανᾶ ἐν πᾶσι σημείοις καὶ τέρασι ψεύδους· ὁλικὸν γὰρ τοῦτο εἰς συγκατάθεσιν καὶ πίστιν τὸ τερατουργεῖν. φημὶ δὲ παρὰ τοῦτο καὶ οἱ δύο οὗτοι προφῆται οἱ περὶ αὐτοῦ λέγοντες, σημείοις χρήσονται καὶ αὐτοὶ δυνατοῖς, διὰ τοῦ ἀληθινοῦ ἑαυτῶν τὰ κατὰ πλάνην καὶ ἀπάτην ἐλέγχοντες, καὶ τοὺς ὁρῶντας εἰς πίστιν καὶ συγκατάθεσιν ἕλκοντες. βαβαὶ δὲ τῆς θείας ἀγαθότητος ἀντίρροπον τῇ πλάνῃ τὴν ἀλήθειαν ἀντιταξάσης ! ἐν δυνάμει γὰρ ἀληθινῶν σημείων καὶ τεράτων τοὺς ἁγίους τούτους καθοπλίσασα, τοὺς ἐναντίους αὐτοῖς καταισχυνεῖ· μετὰ τῶν τεράτων τῶν ἀληθῶν καὶ λόγοις διδασκαλικοῖς ἐπιστρέφοντας, καὶ πρὸς τούτοις καὶ μάστιξιν, ἀνομβρίας λέγω καὶ πυρὸς, καὶ ταῖς τῶν στοιχείων μεταπτώσεσιν ἐπὶ τὸ βλαπτικὸν προκωρούσαις τοῖς ἀνεπιστρόφως διακειμένοις r, ἀντίρροπον κομιζομένων τῆς κατὰ ἁγίων λύσσης καὶ μιαιφόνου ὁρμῆς τὴν παιδείαν· καὶ οὕτω μὲν οἱ ἀσύνετοι καὶ ἀπειθεῖς. οἱ δὲ βελτίους καὶ πρὸς ἐπιστροφὴν ἀπιδόντες κατὰ τὸ, “ ἡ παιδεία Κυρίου ἀνοίγει μου τὰ ὦτα, καὶ τὸ, “ “ Κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται “ ἐν κημῷ καὶ χαλινῷ τοὺς μὴ ἐγγίζοντας πρὸς αὐτὸν ἄγχοντα,” ἐκέρδαναν, εἰ καὶ βιαίως, ἀλλ’ οὖν τὸ σωτήριον αὐτοῖς ἐπιβραβευθὲν παρὰ τοῦ μὴ ἁμαρτωλοῦ τὸν θάνατον θέλοντος, ἀλλὰ πολυτρόπως τὴν δι’ ἐπιστροφῆς τὴν μετάνοιαν αὐτοῦ διοικουμένου.

[*](q Quae seq. solus habet B. usque ad οἱ π. αὐτ’. λέγοντες. r τῶν ἀνεπ. διακειμένων B.)
342

Καὶ πατάξαι τὴν γῆν.

᾿Αντιρρόπως κατὰ θείαν χρηστότητα τῇ πληγῇ ἐπιφέρεται καὶ ἡ ἴασις. ἐπειδὴ γὰρ ἐν πᾶσι σημείοις καὶ τέρασι ψεύδους, πάντων φαρμάκων καὶ ἐπαοιδῶν ἔσται περιφανέστερος ὁ ψευδόχριστος κατ’ ἐνέργειαν τοῦ Σατανᾶ, ὁ ἀγαθὸς Θεὸς τοὺς ἁγίους τούτους καθοπλίσει ἐν δυνάμει σημείων ἀληθινῶν, τῇ παραθέσει τούτων τὸ ψεῦδος ἀπελέγξοντας. καὶ τοὺς πεπλανημένους παντοίοις εἴδεσιν ἐπιστροφῆς ἐπανάξοντας, τὸν δὲ πλάνον παραδειγματίσοντας, καὶ μηδὲν πεισομένους ὑπ’ ἐκείνου λυπηρὸν μηδ᾿ ὑφ’ ἑτέρου, ἄχρι περάτων τῆς ἑαυτῶν προφητείας.

Καὶ ὅταν τελέσωσι τὴν μαρτυρίαν αὐτῶν, τὸ θηρίον τὸ ἀναβαῖνον ἐκ τῆς ἀβύσσου, ποιήσει μετ’ αὐτῶν πόλεμον, καὶ νικήσει αὐτοὺς, καὶ ἀποκτενεῖ αὐτούς· καὶ τὸ πτῶμα αὐτῶν ἐπὶ τῆς πλατείας τῆς πόλεως τῆς μεγάλης, ἥτις καλεῖται πνευματικῶς Σόδομα καὶ Αἴγυπτος, γυπτος, ὅπου καὶ ὁ Κύριος αὐτῶν ἐσταυρώθη. βλέπουσιν ἐκ τῶν λαῶν καὶ φυλῶν καὶ γλωσσῶν καὶ ἐθνῶν τὸ πτῶμα αὐτῶν ἡμέρας τρεῖς ἥμισυ. καὶ τὰ πτώματα αὐτῶν οὐκ ἀφήσουσι τεθῆναι εἰς μνῆμα· καὶ οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς χαρήσονται ἐπ’ αὐτοῖς, καὶ εὐφρανθήσονται, καὶ δῶρα δώσουσιν ἀλλήλοις, ὅτι οὗτοι οἱ δύο προφῆται ἐβασάνισαν τοὺς κατοικοῦντας ἔπι τῆς γῆς.

Καὶ ὅταν τελέσωσι τὴν μαρτυρίαν.

Ποῖαν; ὅτι οὗτος ὁ παρὼν οὐκ ἔστιν ὁ Χριστός. ἀπατεὼν δὲ καὶ ὀλέθριος πλάνος. ἥξει δὲ, ὅσον οὔπω, ὁ τοῦ Θεοῦ Υἱὸς, ᾧ καὶ πιστευτέον ὡς Σωτῆρι, καὶ ἐπὶ εὐεργεσίᾳ τῶν ἀνθρώπων καὶ πάλαι παραγεγονότι, καὶ νῦν παραγινομένῳ.

Τὸ θηρίον τὸ ἀναβαῖνον ἐκ τῆς ἀβύσσου.

Θηρίον τὸν ᾿Αντίχριστον λέγει, διὰ τὸ ὠμὸν καὶ ἀπάνθρωπον καὶ αἱμοβόρον. ἄβυσσον δὲ τὸν τῶν ἀνθρώπων βίον, τὸν πικρὸν

343
ταῖς ἁμαρτίαις καὶ λυπηρὸν q καὶ ἀστατοῦντα ταῖς περιφυσήσεσι καὶ ἀντιπνοίαις τῶν πονηρῶν πνευμάτων. οὐ γὰρ ἐξ ἄλλης φύσεως ἐγερθήσεται ὁ ἀλιτήριος οὗτος, ἀλλ’ ἐκ τῆς ἡμετέρας καὶ ἀνθρωπίνης οὐσίας. ἄνθρωπος γὰρ ἔσται κατ’ ἐνέργειαν τοῦ Σατανᾶ, ὡς ἤδη εἴρηται. τοῦτο οὖν φησὶ, τὸ θηρίον πολεμήσει r τοῖς ἁγίοις τούτοις προφήταις, ἀποκτενεῖ αὐτοὺς, καὶ τὰ σώματα αὐτῶν ἄταφα ῥίψει ἐν ταῖς πλατείαις τῆς ῾Ιερουσαλήμ. ἐν αὐτῇ γὰρ βασιλεύσει ὡς Ἰουδαίων βασιλεὺς, οὓς ἀπατήσει καὶ ἕξει s πρὸς πάντα ὑπουργοῦντας καὶ πειθομένους. καὶ ὁ Κύριος παρὰ Ἰωάννῃ, “ ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐ “ λαμβάνετέ με. ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, “ ολήψεσθε.” Σόδομα δὲ τὴν ῾Ιερουσαλὴμ καὶ φησὶ καλεῖσθαι, οἱονεὶ κατὰ ἀλληγορίαν· Σόδομα, διὰ τὴν τότε ἀσέλγειαν ἐν αὐτῇ ἐσομένην Ἰουδαίων καὶ κακοξενίαν· Αἴγυπτον, ὡς καταδουλουμένην καὶ ἀδικοῦσαν τοὺς Χριστοῦ δούλους, ὡς καὶ ἐκείνη τὸν ᾿Ισραήλ.

u Καὶ νικήσει αὐτοὺς, καὶ ἀποκτενεῖ αὐτοὺς.

Μετὰ τὸ διαμαρτύρασθαι, φησὶ τῆς ἀπάτης τὴν ἀποφυγὴν τὸ θήριον ὁ ᾿Αντίχριστος ἀπὸ τῶν σκοτεινῶν καὶ βυθίων τῆς γῆς χώρων ἐξιὼν, εἰς οὓς κατεδικάσθη ὁ διάβολος, τῇ τοῦ Κυρίου διὰ σαρκὸς ἐπιδημίᾳ, πολεμήσει μετ’ αὐτῶν καὶ νικήσει αὐτοὺς, καὶ ἀνελεῖ κατὰ θείαν συγχώρησιν, καὶ ἀτάφους ἐάσει.

Καὶ τὸ πτῶμα αὐτῶν.

Τῶν πτωμάτων αὐτῶν ἤτοι τῶν σωμάτων, ἃ πτώματα λέγεται διὰ τὸ τῆς ἑαυτῶν ἐν τῆ ζωὴ δόξης καὶ τοῦ ὕψους διὰ τοῦ θανάτου ἐκπεπτωκέναι, ταῦτα ἄταφα ποιήσει κατὰ τῆς πλατείας τῆς παλαιᾶς ῾Ιερουσαλὴμ καὶ κατεστραμμένης. ἐν αὐτῇ γὰρ καὶ βασιλεύσει ὡς Ἰουδαίων βασιλεὺς, εἰς παράστασιν δῆθεν τοῦ προφητικοῦ λογίου, τοῦ “ ὅτι ἀναστήσω τὴν σκήνην Δαβὶδ “ πεπωκυίαν,” καὶ κατὰ μίμησιν τοῦ ἀληθινοῦ Χριστοῦ. ὃς καὶ αὐτὸς ἐκεῖ κατὰ σάρκα γεγέννηται. τούτῳ γὰρ τῷ προφητικῷ ἐκτραχηλιζόμενοι Ἰουδαῖοι εἰς τὴν ἐκείνου παρουσίαν ἀνατιθέασιν.

[*](q ἁλμυρὸν B. r πολεμῆσαν B. s ἀπατήσας ἕξει B. t καὶ Αἶγ’. om. B. u Duo Sch. quae seq. om. Edd.)
344

Ὅπου καὶ ὁ Κύριος αὐτῶν ἐσταυρώθη.

Κύριος, τῶν δύο μαρτύρων δηλονότι.

Καὶ βλέπουσιν ἐκ τῶν λαῶν.

῾Ορῶντες δὲ οἱ τῷ ᾿Αντιχρίστῳ ἐκ πάσης φυλῆς ἑξηπατημένοι Ἰουδαῖοι τὴν ἀναίρεσιν τῶν δύο μαρτύρων, χαρήσονται, ὡς τοῦ σφῶν βασιλέως νενικηκότος, καὶ δώροις χαριστηρίοις δεξιώσονται ἀλλήλους. καὶ τὰ σώματα αὐτῶν ἄταφα ποιήσουσι μεῖναι, ἀμοιβὴν τοῦτο παρέχοντες τοῖς δύο προφήταις. s βασάνου μὲν αἰσθητῆς οὐδεμιᾶς· οὐ γὰρ αἰσθητὰ αὐτῶν σώματα αἱ πληγαί· ἀλλ’ ἡ ἄρα εἰς τὴν κτίσιν· ἣ καὶ ταῖς ἑαυτῶν ἐπισκώπτοντες ἁμαρτίαις καὶ διελέγχοντες καὶ τὴν ἀπάτην ἑαυτῶν ἀνακαθαίροντες βασανίσωσιν ὄντως.

Ὄπως ἀναιρεθέντες ὑπὸ τοῦ ᾿Αντιχρίστου ἀναστήσονται ᾿Ενὼχ καὶ Ἠλίας, καὶ τοὺς ἠπατημένους ἐκπλήξουσιν. Καὶ μετὰ τὰς τρεῖς ἡμέρας καὶ ἥμισυ πνεῦμα ζωῆς ἐκ τοῦ Θεοῦ εἰσῆλθεν εἰς αὐτοὺς, καὶ ἕσαν ἐπὶ τοὺς πόδας αὐτῶν, καὶ φόβος μέγας ἔπεσεν ἐπὶ τοὺς θεωροῦντας φδκ αὐτούς. καὶ ἤκουσα φωνὴν μεγάλην ἐκ οὐρανοῦ λέγουσαν αὐτοῖς· ἀνάβητε ὧδε. καὶ ἀνέβησαν εἰς τὸν οὐρανὸν ἐν τῆ νεφέλη, καὶ ἐθεώρησαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν. ἐν ἐκείνῃ τῆ ἡμέρᾳ ἐγένετο σεισμὸς μέγας, καὶ τὸ δέκατον τῆς πόλεως ἔπεσεν. καὶ ἀπεκτάνθησαν ἐν τῷ σεισμῷ ὀνόματα ἀνθρώπων χιλιάδες ἑπτὰ, καὶ οἱ λοιποὶ ἔμφοβοι ἐγένοντο, καὶ ἔδωκαν δόξαν τῷ Θεῷ τοῦ οὐρανοῦ. ἡ οὐαὶ ἡ δευτέρα ἀπῆλθεν. ἡ οὐαὶ ἡ τρίτη, ἰδοὺ ἔρχεται ταχύ.

᾿Ισαρίθμους ἡμέρας τοῖς ἔτεσι τῆς προφητείας νεκρωθέντας ἀναστήσειν Φησίν t. ἐξέστη u πάλιν χρονικῆς δηλώσεως ἀπὸ μελλούσης συντελείας εἰς παρωχημένην μεπακρουσθεὶς, κἀνταῦθα x [*](s Quæ seq. om, Edd. t ἀνέστησαν om. φὴ. B. u ἐξ ἔτι τῆς χρόν’. Edd. x κἀνταῦθα om. B.)

345
τὸ ἀπαράβατον τῶν δηλουμένων σοφῶς πῶς ἐμφανὲς y μετὰ τῆς πρεπούσης καθιστῶν ἀκριβείας.

Καὶ φόβος μέγας ἔπεσεν.

Φόβος μέγας εἴρηται ἤτοι καὶ αἰσθητῶς συμβαίνων τότε, τούτων μελλόντων, ἢ καὶ ἑτέρως z παρουδὲν δὲ περὶ τούτων ἀσχολεῖσθαι χρὴ, ἀφ’ ἑκατέρου τῇ ψυχῇ τῶν ἐγρηγορέναι Φιλούντων, τοῦ σωτηρίου θεαρέστως a ποριζομένου.

Καὶ ἀνέβησαν εἰς τὸν οὐρανὸν ἐν τῆ νεφέλῃ.

Νεφέλη ἀεὶ τῶν θείων πραγμάτων ὑπουργὸς, ἤτοι περιπολοῦσα, ὡς ἐν τῷ, “ νεφέλη καὶ γνόφος κύκλῳ αὐτοῦ. ἢ καὶ ὀχοῦσα ὥς περ ἐν ἄλλοις καὶ δὴ καὶ ἐνταῦθα. ἡ γὰρ νεφέλη εἴρηται b ἀπὸ νεφῶν, τὸ παχὺ καὶ ὑδατῶδες ἀποβαλόντων, ἃ νέφη ἐξ ἀναθυμιάσεως τῆς ὑγρᾶς οὐσίας πέφυκε τὴν ὑπόστασιν λαμβάνειν τῇ ἐξατμίσει. τοιγαροῦν τῶν νεφῶν τῆς νεφέλης τὸ εἶναι οἰκειουμένων, ἐνθεωρεῖται ἐν αὐτῇ ἀδηλία τις μετά τινος αἴγλης, ἥτις ἐξ ἀνακλάσεως ἡλιακῆς ἀκτῖνος, κατ’ ἔμπτωσιν ἐκτελεῖται. διόπερ καὶ ἀεὶ τοῖς θείοις δηλώμασι συμπαρομαρτεῖ, ἐκεῖνο αἰνιττομένη, ὡς τὰ θεῖα c οὔτε πάντη ἄδηλα d ἡμῖν, οὔτε πάντως ἐκδήλως παρεχόμενα e, ἀλλ’ οἷον ἀκράτου φωτὸς ἔλλαμψιν τῇ κρυφιότητι ὑπογυμναζομένη g. κατ’ αὐτὸ δὴ τοῦτο καὶ νῦν ἡ νεφέλη τῇ πρὸς οὐρανὸν ἀνόδῳ τῶν προφητῶν ὑπηρετεῖ. διὸ καὶ, ὡς ἔθος τὰ τοιαῦτα μετὰ τοῦ ἄρθρου παρείληπται. ἐν τῇ νεφέλῃ γὰρ ἀναβῆναι i φησὶν, οὕτω τῆς μυήσεως ἐντελλομένης, τῶν ἄρθρων, ὡς πρὸ μικροῦ ὑπεμνήσαμεν, προεγνωσμένου τινὸς ἀναπόλησιν εἰσηγουμένων. καὶ περὶ μὲν νεφέλης, ταύτῃ τεθεωρείσθω, ἥτις k κατὰ τὸ ἕτοιμον τῆς λέξεως, νεφέλη εἴρηται διὰ τὸ ἀπὸ νέφους τὴν ὑπόστασιν ἐσχηκέναι ἀποτιναχθέντος l πᾶν τὸ παχὺ καὶ ὑδατῶδες. ἀναθυμίασις γὰρ ὑγρὰ τὰ νέφη συνίστησιν, ἧς ἀποτιναχθείσης εἰς ὑετὸν, καὶ οἱονεὶ πέψεως m γενομένης, τὸ ἄπεπτον τούτου εἰς νεφέλης χωρεῖ γένεσιν· ἥντινα n δὲ o λεπτότῶν [*](y δηλ. ἐμφ. καθιστῶν B. z ἑτέρως πὼς οὐδὲν περὶ τ. B. a θεαρέστως oni. B. b εἴρηται Om. B. c τῶν θείων B. d ἀδήλων B. e παρεχομένων B. f λάμψις B. g ὑπολιγαζομένη B. h ἐθὰς B. i ἀνιέναι τῆς μύης. B. k εἴτις B. l ἀποτειναχθέντος B. m πέψεως ψεως Edd. n εἴτινα B. ἥ τινι Edd. ο διὰ Edd.)

346
τητᾷ καὶ διαφάνειαν καὶ Ἕλληνες l. ἤτοι φῶς ἡλιακὸν ἐμφιλοχωρεῖ, ὡς εἶναι οἱονεὶ νέφος πεφωτισμένον καὶ διαυγές m.

᾿Εν ἐκείνη τῆ ἡμέρᾳ ἐγένετο σεισμὸς μέγας.

n Δηλοῦ γινομένου ὡς καὶ αἰσθητῶς συμβαίνειν μελλόντων τούτων καὶ νοητῶς κατὰ θεωρίαν, πρὸς οὐδὲν τούτων ἀπαγορευτέον. τὸν γὰρ σεισμὸν νοητῶς καὶ ἐπὶ τῶν σαλευομένων τὴν μετάθεσιν ἐπὶ τὸ σταθερὸν καὶ βέβαιον δηλοῦν νομίζομεν. τὸ δέκατον δὲ τῆς πόλεως πίπτειν τὸ τῆς ἀσεβείας πτῶμα, μήτε τῇ τῶν ἀναιρεθέντων ἀπαλείψει σωφρονισθέντων, ὡς τῶν λοιπῶν σωθησομένων. αἱ γὰρ ζ΄ χιλιάδες ἀναιρούμεναι τοὺς τῷ ἑβδοματικῷ χρόνῳ προστετηκότας τοῦ παρόντος βίου, καὶ τὴν ὀγδόην τῆς ἀναστάσεως μὴ ἀναμένοντας, σημαίνειν φαίνεται, οὓς καὶ ἀποκτανθῆναι τὸν ἐν τῇ γεέννῃ αἰώνιον τῆς κολάσεως θάνατον. ὡς οὐχ οἷόν τε τὸν αἰσθητὸν τοῦτον οὐκέτι χώραν ἔχοντα ἐν ἐκείνῳ τῷ ἀκηράτῳ αἰῶνι ἐμφιλοφωρεῖν, ἐξ ἧς κατὰ δίκης οἱ λοιποὶ χαριστήριον ἀνέπεμψαν τῷ Θεῷ δόξαν τοῦ οὐρανοῦ. ὡς οὐκέτι τῶν γηίνων ἤτοι τῶν τῇ φθορᾷ συστοίχων ἐνεργουμένων, ὡς θείας ἐπισκοπῆς δεῖσθαι. ἡ οὐαὶ ἡ δευτέρα ἀπῆλθεν. ἡ τρίτη ἔρχεται, καθ’ ἣν ὁ ἕβδομος Ἄγγελος σαλπίσει.

Καὶ τὸ δέκατον τῆς πόλεως ἔπεσε.

o Τί αἰνιττόμενος διὰ τούτου· ἢ τὸ ὅτι τοῦ κόσμου τὸ τηνικαῦτα δοκοῦν τέλειον καθοπότερον ἀρετῆς καὶ κακίας μὴ σωφρονισθὲν τῇ τιμωρίᾳ τῶν ἐκλελοιπότων, καὶ πρὸς τὸ ὄντως ὂν μεταθέμενον, τῷ αἰωνίῳ κατακρίματι παραπεμφθείη;

Καὶ ἀπεκτάνθησαν ἐν τῷ σεισμῷ ὀνόματα.

Ἰδικώτερον κέχρηται τῆ ἐπαγγελίᾳ. οὐ γὰρ τὰ ὀνόματα ἀπεκτάνθη. πῶς γὰρ τὰ ἐν τάξει συμβεβηκότων κείμενα; ἃ χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς γίνεται καὶ ἀπογίνεται, ὡς οἱ περὶ ταῦτα δεινοὶ ἐμφανίζουσιν. ἀλλ’ ἐκείνων ἀναιρεθέντων τῶν καθ’ ὧν τὰ ὀνόματα τέθειται, τὸ λεγόμενον νοητέον P. οὐ γὰρ κατὰ κενοῦ ἡ θέσις, κἀκεῖνα τῷ ὀλέθρῳ ὑπεβλήθη.

[*](1 καὶ ἕλη Edd. m καὶ διαυγὲς om. B. n jJqc Sch. carent Edd. o Deest hoc Sch. Edd. P τὸ λεγ. νοητ. om. B.)
347

Περὶ τῆς ἑβδόμης σάλπιγγος, καὶ τῶν ὑμνούντων τῷ Θεῷ ἁγίων ἐπὶ τῆ μελλούσῃ κρίσει.

Καὶ ὁ ἕβδομος Ἄγγελος ἐσάλπισε, καὶ ἐγένοντο φωναὶ μέγ’ ἄλαι ἐν τῷ οὐρανῷ, λέγουσαι, ἐγένετο ἡ βασιλεία τοῦ κόσμου, καὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ βασιλεύσει εἰς τοὺς αἰῶνας τῶν αἰώνων. καὶ οἱ εἰκοσιτέσσαρες πρεσβύτεροι, οἱ ἐνώπιον τοῦ θρόνου τοῦ Θεοῦ, οἳ κάθηνται ἐπὶ τοὺς θρόνους αὐτῶν, ἔπεσον ἐπὶ τὰ πρόσωπα αὐτῶν, καὶ προσεκύνησαν τῷ Θεῷ, λέγοντες· εὐχαριστοῦμέν σοι Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ ὣν καὶ ὁ ἦν, ὅτι εἴληφας τὴν δύναμίν σου τὴν μεγάλην, καὶ ἐβασίλευσας. καὶ τὰ ἔθνη ὠργίσθησαν, ἦλθεν ἡ ὀργή σου καὶ ὁ καιρὸς τῶν νεκρῶν κριθῆναι καὶ δοῦναι τὸν μισθὸν τοῖς δούλοις σου τοῖς προφήταις καὶ τοῖς ἁγίοις, καὶ τοῖς φοβουμένοις τὸ ὄνομά σου, τοῖς μικροῖς καὶ τοῖς μεγάλοις, καὶ διαφθεῖραι τοὺς διαφθείροντας τὴν γῆν.

Τὰ τῆς τρίτης οὐαὶ, ἡ τοῦ ἑβδόμου Ἀγγέλου σάλπισις παριστᾷ, φωνὰς μεγάλας ἐν οὐρανῷ ἐξηχουμένας, δήλωσιν ἐμποιούσας. τοῦτο γὰρ βούλεται τὸ λέγειν, ὡς καὶ προείπομεν. τί οὖν q τὸ δηλούμενον, “ ἐγένετο ἡ βασιλεία;” ἀεὶ μὲν ὁ Θεὸς οὔτε ἀρξάμενος, οὔτε παυσάμενος βασιλεύειν ὁρατῶν τε καὶ ἀοράτων, καὶ νοουμένων τε πάντων r καὶ ἀνεννοήτων, (ὅτι μηδὲ πάντων ἡ ἀνθρωπίνη περιδράττεται νόησις,) ἀλλὰ καὶ ἀνάρχως καὶ ἀτελευτήτως ἐστὶ πάντων Κύριος ὁ δεσπότης. ἐπειδὴ δὲ ἡ κοσμικὴ ἀρχὴ καὶ βασιλεία ἔσθ’ ὅτε τὸ ἀνυπότακτον ἐπεδείξατο αὐτῷ οἰκείαις ματαιότησι κορυφουμένη, ἧκε δὲ ἀπὸ τούτου s ὀνειρώττουσα δόξα τῷ θνητῷ τούτῳ κόσμῳ πρὸς φθορὰν καταντῶσα· λυθέντων t καὶ παυσαμένων τῶν ἐπὶ γῆς βασιλευόντων καὶ τυραννούντων οὐκ ἀληθῶς, ἀλλ’ ἐν ἐσόπτρῳ τε καὶ ἰνδάλματι, [*](q δὲ B. r τε παντ. om. B. s τοῦ ὡς ὀνειρ. B. t Edd. κατὰ τῶν σαλευθέντων.)

348
μόνος ὁ τῷ ὄντι Θεὸς καὶ βασιλεὺς κρατεῖν καὶ βασιλεύειν t εἰς τοὺς αἰῶνας ἀδιαδόχῳ u κράτει καὶ ἐξουσίᾳ εἴρηται.

Καὶ οἱ εἰκοσιτέσσαρες πρεσβύτεροι.

x Οἱ κδ΄ οὗτοί τινες προτεθεώρηται ἤδη. διὸ κἀνταῦθα καὶ τοὺς ἁγίους Ἀγγέλους καὶ τοὺς ἀγγελικῶς τούτῳ τῷ βίῳ ἐμπολιτευσαμένους εὐχαριστίαν ἀναπέμψαι φησιν τῷ παντοκράτορι, ὃς ἔχει τὸ ὁ ὢν καὶ ὁ ἢν. τὸ ὢν ἐπὶ τῆς Ἀγίας ἁρμόζει Τριαδος, ὡς προείρηται· καὶ τὸ ἦν, εἰ καὶ τὰ μάλιστα περὶ τοῦ Πατρὸς εἴρηται τὸ ὁ ὣν, περὶ δὲ τοῦ Υὶοῦ ἰοῦ τὸ ὁ ἢν, ἀλλ’ οὑν καὶ κατὰ τῶν τριῶν ὑποστάσεων εἰρῆσθαι τις ἀναμφιβάλοι, ὃς ἐμφρόνως τὰ θεῖα καὶ θεοπρεπῶς διαιτῶν προτεθύμηται· πλὴν γὰρ τῶν ὑποστατικῶν χαρακτηρισμάτων τἄλλα πάντα ἀνυποστόλως κατὰ τῶν τρίων ἐναρμόττεται προσώπων· ὥστε η εὐχαριστία τῶν πρεσβυτέρων εἰς τὴν Ἀγίαν ἀνατίθεται τριάδα, καὶ κοινῇ καὶ καθέκαστον· εἰλῆφθαι δὲ τὴν δύναμιν τὴν μεγάλην δι’ ἐπιγνώσεως ἀληθοῦς ἐν τῇ παραδρομῇ τῶν σκιῶν, ἣν ὡς Θεὸς ἐξ ἀρχῆς βασιλείαν ἐκέκτητο, ἔδωκεν ἀνθρώποις· δι’ ὃ καὶ εἴρηται, “ δι’ ἐμοῦ βασιλεῖς βασιλεύουσι, καὶ τύρραννοι “ γῆς.” ταύτην ὡς ἄνθρωπος μάλιστα ὁ δι’ ἡμᾶς γενόμενος λαβεῖν κατηξίωσεν. οὗ γενομένου καὶ τῆς ἐπιγείου βασιλείας ἀπολωμένης, εἰκότως τὰ ἔθνη ὠργίσθησαν, καθαιρεθείσης τῆς αὐτῶν δυναστείας· ἔθνη λέγων τὰ τῶν δαιμόνων συστήματα καὶ τῶν ἀπίστων ἀνθρώπων τὰ τάγματα, ὡς ἂν καὶ τῶν δαιμόνων ἀποστερουμένων τῆς ἑαυτῶν λατρείας καὶ δὴ καὶ ἐθνῶν, ἅτε τῇ προσφάτῳ καὶ ξένῃ διδαχὴ. μακροθυμήσας, ἐπὶ τέλει τὴν δίκην ἐπήνεγκεν, ἀξίαν καὶ τῆς θείας ἀνεξικακίας καὶ τῆς ἐκείνων σκληρότητος καὶ ἀγνωμοσύνης.

Ἔπεσον ἐπὶ τὰ πρόσωπα αὐτῶν.

Ἐπειδὴ ἡ πτῶσις καὶ τὴν ἁπλῶς κάθεξιν σημαίνει, ἵνα μὴ τοῦτο ὑποληφθείη, ἐπήγαγεν “ ἐπὶ τὰ πρόσωπα αὐτῶν,” ὅπερ τῇ δεσποτικῇ ἐποφείλεται παρὰ τῶν ὑποδεεστέρων τιμῇ.

Καὶ ἦλθεν ἡ ὀργή σου.

Πόλλα, φησι, μακροθυμήσας ἔτι τοῖς πάλαι, ἐπεὶ μηδὲν ἀπώναντο τῆς χρηστότητός σου, νῦν κατὰ καιρὸν ἦλθες. καιρὸν [*](t κρατεῖ καὶ βασιλεύει B. u ἀδιαδόχως B. x Hoc Sch. carent Edd.)

349
δὲ τῶν νεκρῶν, τὸν y τῆς παγκοσμίου φησὶν ἀναστάσεως, ἐν ᾧτ’ ἑκάστῳ καταλλήλως δοθήσεται τὰ ἐπίχειρα. διὰ δὲ τῶν προφητῶν, καὶ τῶν ἁγίων, καὶ τῶν φοβουμένων τὸν Θεὸν, τὰ τρία τάγματα τῶν ρ΄ καὶ ξ΄, καὶ λ΄ καρποφορούντων φησὶ, τῆς πρώτης λήξεως τῶν Ἀποστόλων ἀξιουμένων, καὶ τῆς ἐπὶ δώδεκα θρόνων ἱδρύσεως. ὡσαύτως καὶ τοὺς προφήτας z μάλιστα τοὺς ὑπολυσσώσαις a κατ’ αὐτῶν βασιλέων τιμωρίαις ὑποβληθέντας b. μικροὺς δὲ καὶ μεγάλους. μικροὺς, τοὺς ἧττον ἁγίους, μεγάλους, τοὺς μᾶλλον ὑπερέχοντας ἁγιότητι. ἐπεὶ δὲ διττὸς ὁ φόβος, ὁ μὲν προκαταρκτικὸς, ὁ δὲ τελειωτικὸς, καὶ τοῦ μὲν προκαταρκτικοῦ, τοῖς οὔπω τὴν ἀθῴωσιν εἰληφόσι συνόντος, τοῦ τελειωτικοῦ δὲ, τοῖς ἤδη ὑπὸ Θεοῦ ἀνειλημμένοις, οἷς καὶ διὰ φόβου ἀεὶ τὸ μή τι αὐτοῖς ἐνδεῖ, ὃν c εἰκὸς ὑπεῖναι τοῖς σφόδρα ἀγαπῶσιν, οὐκ ἀποβλητέον d οἶμαι τὸ ἀπὸ τῶν ἁγίων ὑποσταλῆναι τοὺς φοβουμένους, ὡς τῶν μὲν μικρῶν τῷ ὄντι φόβῳ ἐνεχομένων, τῶν δὲ μεγάλων οἳ ἔχουσι τὸ θαῤῥεῖν, ὥσπερ εἴρηται, καὶ τῷ θάρρει φόβον παρομαρτεῖν. ἑκατέροις τοίνυν ὁ φόβος διὰ τὴν ἀντίδοσιν τὴν πρὸς ἀξίαν τῶν βεβιωμένων καὶ τὴν ἀντιμισθίαν, τοῖς μὲν μεγάλοις, αὐτὸ τοῦτο τὸ μὴ πεποιθέναι ἑαυτοῖς προσεῖναι τὸ ἀνελλιπὲς, τοῖς μικροῖς δὲ ἀνενδοιάστως ἐλπιζομένοις e σώζεσθαι, καὶ ὅτε τοὺς τοῦ Θεοῦ δούλους ὑπέβαλλον ἀπηνέσι κακοῖς, καὶ οἶς ἄλλοις ἀτόποις αὐτῶν ἔργοις ἐμίαναν τὴν γῆν καὶ διέφθειραν f.

Περὶ τῶν διωγμῶν τῆς ἐκκλησίας τῶν προτέρων, καὶ τῶν ἐπὶ τοῦ Ἀντιχρίστου.

Καὶ ἠνοίχθη ὁ ναὸς ἐν τῷ οὐρανῷ, καὶ ὤφθη ἡ κιβωτὸς τῆς διαθήκης τοῦ Κυρίου ἐν τῷ ναῷ αὐτοῦ. καὶ ἐγένοντο ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταὶ καὶ χάλαζα μεγάλη.

Μετὰ τὴν εὐχαριστήριον δόξαν τῶν Ἀγγέλων καὶ τῶν ἰσαγγέλως λῶς ζησάντων, ἠνοἰχθαι τὸν οὐρανόν φησι, καὶ ὀφθῆναι τὴν κιβω- [*](y τῶν B. z τοῖς προφήταις B. a τοῖς ὑπολυσσῶσι Β. b ὑποβληθεῖσι B. c ὤη B. d ἀπόβλητον B. e ἐλπιζομένων τῶν οἷς τοὺς Θεοῦ δούλους Β. f ἐμίαναν καὶ τὴν γῆν διεφ. B.)

350
τὸν τῆς διαθήκης. οὐρανὸν τὴν ὑπεράνθρωπον λέγων γνῶσιν, ἐν ᾧτ’ καὶ τεθησαύρισται “ ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, “ καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς “ ἀγαπῶσιν αὐτόν. ἐν τούτῳ τῷ τῆς γνώσεως οὐρανῷ, καὶ ἡ κιβωτὸς ὤφθη τῆς διαθήκης. τι δὲ δι’ αὐτῆς δηλοῦν ἐθελούσης τῆς ὀπτασίας ; τὸ ὅτι, ὥσπερ ἐν ἐκείνῳ καιρῷ εἴρηται Μωϋσῇ, συμβολικὰ ταῦτα τὰ παραταττόμενα αὐτῷ, ἀλλ’ οὐκ ἐνεργείας ἐχόμενα, “ ὄρα γάρ, φησι, “ ποιήσεις πάντα κατὰ τὸν τύπον “ τὸν δειχθέντα σοι ἐν τῷ ὄρει,’’) οὕτω καὶ νῦν μὴ ἐπ’ αὐτῶν ἐναπομένειν ταῦτα εἰσηγεῖται τῶν ὁρωμένων, καταλλήλως δὲ τῷ οὐρανίῳ ὕψει μετεωρίζων f τὴν γνῶσιν. καὶ ἐπειδὴ τῇ ὑποδείξει Μωϋσῇ τῆς κιβωτοῦ τῆς διαθήκης, προτέλεια g αἱ ἀστραπαὶ βρονταὶ κατὰ τὸ ὄρος ἐν ᾧ ταῦτα χρηματισθῆναι εὐδόκητο, ἀθιγὲς h τοῖς ἀλόγοις καὶ θηριώδεσιν ἀπειργάζοντο, οὕτω καὶ ἐνταῦθα τῆ ὑποδείξει τῆς κιβωτοῦ, καὶ τὰ καθήκοντα ταύτῃ τῆ ὀπτασίᾳ ἐπηκολούθει.

Καὶ ἐγένοντο ἀστραπαί.

Αὕτη ἐστὶν ἡ τρίτη οὐαὶ, ἥτις τοῖς ἁμαρτωλοῖς ἡτοιμάσθη, ὥσπερ ἡ ἐποψία τῶν ὑποκειμένων ἀγαθῶν τοῖς ἁγίοις τέως ἀδιαγνώστοις ἀνθρώποις, διὰ δὲ τῆς ἀνοίξεως τοῦ ναοῦ τοῦ Θεοῦ τοῦ ἐν τῷ οὐρανῷ, εἰς γνῶσιν ἀφικομένοις. περὶ ὧν καὶ ὁ Σωτῆρ’ ἐν τῷ δείπνῳ τῷ μυστικῷ φησι· “ ἀπαρτὶ οὐ μὴ πίω ἀπὸ τούτου “ τοῦ γεννήματος τῆς ἀμπέλου ταύτης, ἕως ἂν αὐτὸ πίνω καινὸν “ μεθ’ ὑμῶν ἐν τῇ βασιλείᾳ τοῦ Πατρός μου. τότε γὰρ οἱ καλῶς βιώσαντες i τῆς παλινξωΐας ἠξιωμένοι, τῶν ἀποκειμένων ἀγαθῶν τοῖς ὁσίοις] ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς τεύξονται.

Καὶ σημεῖον μέγα ὤφθη ἐν τῷ οὐρανῷ. γυνὴ περιβεβλημένη τὸν ἥλιον καὶ ἡ σελήνη ὑποκάτω τῶν ποδῶν αὐτῆς, καὶ ἐπὶ τῆς κεφαλῆς αὐτῆς στέφανοι ἀστέρων δώδεκα, καὶ ἐν γαστρὶ ἔχουσα, ἔκραζεν ὠδίνουσα; καὶ βασανιζομένη τεκεῖν.

k Γυνὴ τοσαύτης ἠξιωμένη δόξης ἔφθημεν εἰρηκότες ὡς οὐρανὸν [*](f μετεωρίζειν B. πρωτόλεια B. h ἅπερ Edd. i οἱ καλ. βιῷς. om. B. j ἁγίοις B. k Init. huj. Scli. adj. e Cod. B. usq. ad τὰ κατὰ τὸν Ἀντίχρ.)

351
τὰ ὑπερφερῆ τῆς θνητῆς φύσεως νοήματα κατονομάζει· τὸ γὰρ τοῖς δεικνυμένοις ἐπιβάλλειν τὴν γνῶσιν ἐπιτευκτικῶς, καὶ οἴεσθαι τοῦτο ἀμαθῶς διατείνεσθαι, θρασείας καὶ αὐθάδους φρενός· τὸ δὲ ὰνεπερείστως k καὶ ὃ λαβεῖν κατηξίωται συμμέτρως τῇ ἑαυτοῦ καθάρσει, τοῦτο γνωρίζειν τοῖς ἄλλοις, ἐπιεικοῦς ἀνδρὸς καὶ μετρίου. διόπερ ἐκεῖνα προθέντες ἃ παρὰ τῶν πρὸ ἡμῶν ἔγνωμεν περὶ τῶν προκειμένων, τὰ πρὸς ἀποδοχὴν ὁποτέρου τῇ γνώμῃ του αἱρουμένου ἔωμεν· τὴν τοίνυν ταύτην τὴν γυναῖκα οἱ μὲν εἰς τὴν τοῦ Κυρίου μητέρα ὑπέλαβον τὴν ὀπτασίαν ἀναφέρουσαν δεῖξαι τὰ κατὰ τὸν Ἀντίχριστον πρὸ βραχέως διεξελθὼν, ἐπειδὴ τοῦ ἐπιστῆναι τοῦτον καὶ ὑπὸ τοῦ Σατανᾶ προχειρισθῆναι οἱ λόγοι εἴρηνται, σπουδῇ τοῦ Σατανᾶ πείθειν ἐξ ἀπάτης l βουλομένου τοὺς ἤδη προσνεμηθέντας Χριστῷ, καὶ ἐξ ὑποστροφῆς πρὸς αὐτὸν αὐτομολῆσαι· ὃς καὶ m τοῖς ἀπ’ ἀρχῆς τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου κακούργως ἐπιβαλὼν ἐξ ὁμοιώσεως τούτων τὴν ἀπάτην· προέθετο n ἐνστήσασθαι, καὶ μάλιστα Εβραίοις o τὰς περὶ Χριστοῦ προφητείας ἐκείνῳ μᾶλλον προσοικειοῦσιν ἣ τῷ p Χριστῷ. ταύτῃ τοι ἡ θεωρία τὴν ἀπάτην διορθουμένη, τὴν τοῦ Κυρίου δι’ ἡμᾶς προβάλλεται οἰκονομίαν, ὡς ἤδη τελεσθεῖσαν, καὶ μὴ ἃν ἄλλην αὐτῇ ἐνάμιλλον ἔσεσθαι δυναμένην. διὸ περὶ μὲν τῆς μητρὸς, ἅτε καθαρᾶς καὶ τῶν γηίνων ἀπηλλαγμένης, ἐν οὐρανῷ ταύτην γράφει, καὶ οὐκ ἐν γῇ, ὡς ἰσάγγελον. ἄλλα καίπερ οὕτω τῇ καθαρότητι ὑπερανέχουσα, τοῦ αὐτοῦ ἡμῖν μετεῖχεν φυράματος· τι γάρ φησιν ὁ Δαβὶδ περὶ τῆς συλλήψεως τοῦ Κυρίου ; “ καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον καὶ ὡσεὶ σταγὼν “ ἡ στάζουσα ἐπὶ τὴν γῆν. ” γῆν τὴν ἁγίαν καλοῦσα τοῦ Κυρίου μητέρα, ὡς ὁμοούσιον ἡμῖν τοῖς γηίνοις· τὸ γὰρ ἀνόσιον Εὐτυχοῦς δόγμα περὶ τῆς θεοτόκου, καὶ τῆς τοῦ Κυρίου σαρκώσεως, ἔξω ποῦ θείων περιβόλων ῥιπτέσθω. τὸ δὲ περιβεβλῆσθαι αὐτὴν τὸν ἥλιον, καὶ τὴν σελήνην ἔχειν ὑποπόδιον, ὁ Ἀββακοὺμ ἱκανὸς παραστῆσαι δι’ ὧν φησίν, “ ἐπήρθη ὁ ἥλιος, καὶ ἡ σελήνη ἔστη ἐν τῇ τάξει “αὐτῆς,” αὐτῆς, ἥλιον λέγων τῆς δικαιοσύνης τὸν Σωτῆρα Χριστὸν, [*](k ἀνεπερίστως Cod. l ἐξαυτῆς B. m ὃς καὶ om. B. n προθέσθαι B. ο Ἑβραίους B. p μάλα προσοικειῶν οὐχὶ τῷ B. q Quӕ seq. Edd. usque ad ῥιπτέσθω.)
352
τῷ εὐαγγελικῷ κηρύγματι ὑψωθέντα καὶ μετεωρισθέντα· τῆς δὲ σελήνης, τουτέστι τῆς τῶν Ἰουδαίων συναγωγῆς οὐκ ἔτι προσθήκην δεξαμένης. οὐ γὰρ ἔτι μετὰ τὴν τοῦ Χριστοῦ ἐπιφάνειαν προσθήκην ἐκ τῶν ἐθνῶν ἔλαβε διὰ προσηλύτων. μᾶλλον μὲν οὖν καὶ ὠλίγωται Χριστιανοῖς προσχωρούντων Ἰουδαίων. ἀλλὰ καὶ τὸ περιβεβλῆσθαι τὸν ἥλιον, τὸ ἐσκεπάσθαι τὴν ἁγίαν παρθένον τῷ ἡλίῳ τῷ νοητῷ, ἤτοι τῷ Χριστῷ, δυνάμεθα ὑπολαβεῖν, καὶ τὴν σελήνην, τὴν κατὰ νόμον λατρείαν καὶ πολιτείαν· ἅτε ὑποβιβασθεῖσαν καὶ παρὰ πολὺ μείονα ἑαυτῆς γενομένην τῷ εὐαγγελικῷ κινηθεῖσαν πυρσεύματι r. ἄλλως τε καὶ ὅτι ὁ νόμος καὶ τὰ νομικὰ προστάγματα ὑπὸ Χριστοῦ τοῦ Ἠλίου φωταγωγεῖται, ὡς καὶ ἡ σελήνη ὑπὸ τοῦ ἡλίου τοῦ αἰσθητοῦ. ἴσως s δὲ πρὸς τὸ δηλούμενον ἀκολουθότερον ἦν εἰπεῖν, τῷ ἡλίῳ μὴ περιβεβλῆσθαι τὴν γυναῖκα, περιβεβληκέναι δὲ τὸν ἐν γαστρὶ ἐχόμενον ἥλιον. ἀλλ’ ἵνα δείξῃ ἐν τῇ ὀπτασίᾳ ὅτι καὶ κυοφορούμενος ὁ Κύριος, καὶ τῆς οἰκείας μητρὸς καὶ πάσης τῆς κτίσεως ὑπερεῖχε, σκέπῃ αὐτὸν ἔφη περιβεβληκέναι τὴν μητέρα. t συνῳδεῖ τούτῳ καὶ τὸ ὑπὸ τοῦ Γαβριὴλ τῇ παρθένῳ ῥηθέν, “ δύναμις ὑψίστου ἐπισκιάσει τὸ σκέπην γὰρ περιβεβληκέναι ταὐτὸν ὑπάρχει τῷ ἐπισκιάζειν.

Ἕτεροι πάλιν, ὧν καὶ Μεθόδιος ὁ ἅγιος ὁ Πατάρων, εἰς τὴν ἁγίαν Ἐκκλησίαν ἁρμόζει τὸ ὅραμα, ἀσύμβατα τῆς δεσποτικῆς γεννήσεως νομίσας ταῦτα, διὰ τὸ ἤδη πρὸ πολλοῦ τετέχθαι τὸν Κύριον. ἡ Ἐκκλησία τοίνυν τὸν Ἥλιον τῆς δικαιοσύνης περιβέβληται καὶ τὸ νομικὸν φῶς τῆς νυκτοφαοῦς σελήνης. ταύτῃ γὰρ ὁ νόμος ἀπείκασται, ὡς ὑπὸ σκότῳ τῆς θεοσεβείας τὴν περίγειον πᾶσαν κατέχοντι, ἀμυδρὰν αὐγὴν, λάμψιν λέγω θεογνωσίσς, παρασχούσῃ· καὶ δή γε καὶ ὡς ἀλλοιουμένη κοσμικῇ ζωῇ ὑπὸ τοὺς πόδας τῆς Ἐκκλησίας λέλογχε. ἄστρασί τε ὁ ἐπὶ τῆς κεφαλῆς αὐτῆς στέφανος δώδεκα κεκόσμηται, ἀριδήλως τοῖς Ἀποστόλοις ἡ Χριστοῦ Ἐκκλησία. ἀλλά γε δὴ ὁ αὐτός φησι Μεθόδιος καὶ ὡς τῆς σελήνης ἠρτημένης τῆς ὑγρᾶς οὐσίας, ἥτις τροπικῶς καλεῖται θαλάσσᾳ, τὸ ἅγιον βάπτισμα δηλοῦν· ὀλέθριον μὲν δαίμοσι, σωτήριον δὲ ἀνθρώποις εὐγνώμοσι. τὴν Ἐκκλησίαν [*](q τουτέστι τῆς τ. Ἰουδ. σὺν. om. B. r πνεύματι Edd. s ὡς δὲ B. t Quӕ seq. add. Cod. B.)

353
οὖν φησὶν ἡγητέον τὴν γυναῖκα, οὐ τὴν ἁγίαν παρθένον γεννῶσαν τὸν Χριστόν. γάλα γὰρ τοῦτο τετέλεστο τὸ μυστήριον τῆς ἐνανθρωπήσεως. ὁ δὲ Ἰωάννης τῶν μελλόντων οὐ τῶν ἤδη γεγεννημένων τὴν γνῶσιν ἀποκαλύπτεται. ἡ τοίνυν Ἐκκλγσία, ἤγουν ἡ νέα Σιῶν, ὠδίνει, κατὰ Παῦλον τὸν θεῖον εἰπεῖν, καὶ στενάζει γεννῶσα τοὺς ἀπολυτρουμένους, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν αὐτοῖς. δέδοικε δὲ τὸν δράκοντα. ἐστ’ ἃν ἐκφύγῃ τὰς μηχανὰς αὐτοῦ, καὶ τέκῃ κατ’ ἄνδρα ἕκαστον τὸν Χριστὸν, νοητῶς ἐμμορφωθέντα ἐν ἑκάστῳ· διὸ καὶ σπαργᾷ καὶ ὠδίνει ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ἡμῖν γεννηθεὶς, ὥστε ἕκαστος τὸ μετέχειν Χριστοῦ γεννᾶται.

Καὶ ἐπὶ τῆς κεφαλῆς αὐτῆς στέφανοι.

s Τὸ ὑποκάτω τῶν ποδῶν κατὰ τοὺς τὴν γυναῖκα τὴν ἐν τῷ οὐρανῷ εἰς τὴν θεομήτορα ἐξειληφότας εἴρηται· περὶ δὲ τοῦ ἐπὶ τῆς κεφαλῆς στεφάνου τοῦτό φασιν, ὡς στεφανοῦται ἡ παρθένος Μαρία τοῖς ιβ Ἀποστόλοις Χριστὸν κηρύσσουσιν· ὁποῖον γὰρ τὸ κλέος Χριστοῦ κηρυσσομένου τῆς τοῦτον τεκούσης ἀναφαίνεται· τὸ δὲ τὴν ἐν γαστρὶ ἔχουσαν καὶ ὠδίνουσαν κράζειν βασανιζομένην τῷ τόκῳ ὁ Ἀμώς, φησιν, Ἡσαΐας ἀπολύσασθαι, δι’ ὧν φάσκει “ πρὶν “ τὴν ὠδίνουσαν τεκεῖν, καὶ πρὶν ἐλθεῖν τὸν πόνον τῶν ὠδίνων “ ἐξέφυγε, καὶ ἔτεκεν ἄρσεν·’ καὶ Γρηγόριος δὲ ὁ Νύσης ἐν λόγῳ ιγ τῆς εἰς τὰ ἄσματα ἑρμηνείας, περὶ τοῦ Κυρίου φησι, “ “ ἀσυνδύαστος μὲν ἡ κυοφορία, ἀμόλυντος δὲ ἡ λοχεία, ἀνώδυνος “ καὶ ἀῳδός.’’ Ἐπεὶ δὲ ἡ μὲν Ἀποκάλυψις κράζειν τὴν ὠδίνουσαν, καὶ βασανίζεσθαι ἐπὶ τῷ τόκῳ παριστᾷ· ὁ δὲ προφήτης καὶ ὁ θεῖος πατὴρ οὐδὲν τοιοῦτόν φασιν, ἐκεῖνο ἐρῶμεν ὡς ἀμφότερα συνέβη τῇ παρθένῳ. καὶ γὰρ ἔκραζε καὶ ἐν ἀθυμίᾳ ἦν, τὸν μνηστῆρα ὑπονοοῦσα μοιχείας αὐτὴν ἐγκλήματι ὑπόδικον καταστήσειν t, ὃ καὶ τὸ Εὐαγγέλιόν φησι διὰ τοῦ λάθρα ἀπολύσαι αὐτὴν βουλεύεσθαι. ἐπεὶ δὲ Ἀγγέλῳ θείῳ τῆς ὑπονοίας ταύτης ἀπηλλάγη, ἐκ Πνεύματος Ἄγ’ ἴου τὴν κυοφορίαν u εἶναι ἐμπεδοῦντος, τότε καὶ αὐτὴ ἐξέφυγε πᾶσαν τὴν ὀδυνοῦσαν x αὐτὴν πραγματείαν. εἰ δὲ μηδὲν τοιοῦτον περὶ τῆς παρθένου τὸ Εὐαγγέλιον ὑποφαίνει, οἷον ὅτι ἠγωνία διὰ τὴν κυοφορίαν, οὐδὲν πρᾶγμα. οὕτω [*](s Init, huj. Sch. adj. e Cod. B. iisq. ad τοιοῦτον φασιν. t καταστήσοντα B. u ἐπιφορίαν B. x ὠδίνουσαν Edd.)

354
γὰρ καὶ Μωσέα ἐρεῖς ψευδῶς περὶ ἑαυτοῦ ἱστορῆσαι, ὁπηνίκα ὁρῶν ἑαυτὸν ὑπὸ τῶν Αἰγυπτίων ἐπὶ τῆς Ἐρυθρᾶς θαλάσσης καὶ κρυφίαις ἐντυχίαις σιγῇ καρτερῶν, ἤκουεν πρὸς τοῦ Θεοῦ “ τι βοᾷς πρός με ”

Καὶ ὤφθη ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ. καὶ ἰδοὺ δράκων πυρρὸς μέγας, ἔχων κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ, ἑπτὰ διαδήματα, καὶ ἡ οὐρὰ αὐτοῦ σύρει τὸ τρίτον τῶν ἀστέρων τοῦ οὐρανοῦ, καὶ ἔβαλεν αὐτοὺς εἰς τὴν γῆν.

Δράκοντα τὸν Σατανᾶν καλεῖ, διὰ τὸ σκολιόν· οὕτως γὰρ αὐτὸν καὶ ὁ Ἡσαΐας καλεῖ “τὸν δράκοντα λέγων “τὸν ὄφιν τὸν σκόλιον. πυρρὸν ’δε δία τὸ αιμοβορον y καὶ ὀργίλον. ἣ δία τὸ πυρῶδες τῆς ἀγγελικῆς οὐσίας· οὐ γὰρ τῆς οὐσίας ἠλλοίωται τῆς ἀγγελιωτίδος, ἀλλὰ τῆς προαιρέσεως, δι’ ἣν καὶ ἐκπέπτωκεν. οὐρανὸν δὲ ἐνταῦθα, ὃς τὸν ἀέρα φάσκει, οὐ κατὰ σκοπὸν βάλλει· πῶς γὰρ ἐκπέπτωκεν τούτου ὁ τὴν ἐξουσίαν, κατὰ Παῦλον εἰπεῖν, ἔχων ἐν αὐτῷ, “ κατὰ τὸν ἄρχοντα,” λέγοντα, “ τοῦ σκότους τοῦ ἀέρος τούτου ; κεφαλὰς δὲ αὐτοῦ, τὰς πονηροτέρας αὐτοῦ δυνάμεις καὶ ταῖς πνευματικαῖς ἐνεργείαις ἀντιθέτους. ἣ τὰ κατὰ τὸ Εὐαγγέλιον τῇ σεσαρωμένῃ ἐνοικιζόμενα οἰκίᾳ. ἣ τὰς ἑπτὰ κακίας, ἃς ὁ Σολομῶν ἐν καρδίᾳ εἶναί φησι τοῦ ἐχθροῦ.

x Ἀκολούθως τοῖς ἀρχῇ εἰρημένοις ἡ ὀπτασία καὶ νῦν τὰ κατὰ τὸν Ἀντίχριστον τελεώτερον διηγήσασθαι βουλομένη. ἀρχὴν τοιγὰρ καὶ τὴν τοῦ Κυρίου σύλληψίν τε καὶ γέννησιν, ὡς ἀντιζήλως ταύτης καὶ τοῦ κοινοῦ τῶν πάντων ἡμῶν ἐχθροῦ Σατανᾶ τὸν Ἀντίχριστον προβαλλομένου, κλέψει τῇ ὁμοιότητί τινας τῶν νοθεστέρων καὶ ῥᾳθυμότερον τῶν περὶ Χριστοῦ προφητικῶν ἐπακούοντας. τὰ κατὰ Ἀντίχριστον τοίνυν τῆς ὀπτασίας παραθεῖναι ἀφορμημένης ὡς τοῦ Κυρίου γεννήσεως· ἄλλην ἀρχὴν πρεσβυτέραν ἐκτίθησιν τὴν κατὰ τὸν Σατανᾶν τῆς ἐκ τοῦ οὐρανοῦ καταπτώσεως, ἣν καὶ ἐν τῇ ἑξῆς ὀπτασίᾳ τρανότερον προθῆται. νῦν γοῦν ἐκεῖνο συνιστᾶν βουλομένη, ὡς ὁ ἀντίζηλος τῇ τοῦ [*](x Hoc. Sch. carent. Edd. γ ὠμοβόρον B.)

355
ἀληθινοῦ Χριστοῦ προβησόμενος ἐνανθρωπήσει· ἀεὶ καὶ ἀρχῆθεν τοῖς ὑπὲρ ἑαυτὸν * * * λμίσας, καὶ οὗπερ εἶχεν ἐκπέπτωκεν αὐτῇ φάλαγγι καὶ συμμορίᾳ· καὶ δὴ καὶ τῇ παρουσίᾳ τοῦ Κυρίου τὰ δι’ ἔθους τολμήσας τῇ γεννήσει διὰ τοῦ Ἡρώδου· τῇ λοιπῇ οἰκονομίᾳ διὰ τῶν Φαρισαίων * * ἑξῆς προκισομένων. ὡς οὖν ἐπ’ ἐκείνοις τὸ μετὰ αἰσχύνης ἧττον, οὕτως κἂν τοῖς ἐν τῇ Ἀντιχρίστου παρουσίᾳ πολλὰ τεχνιτεύσας ἀπατηλὰ ὅμως τῷ αἰωνίῳ πυρὶ πανστρατίᾳ δοθείη· τούτων τῇ προεκθέσει τῆς ὀπτασίας ἡμᾶς κατηαφαλμένης, ἀναπολογήτους, πεποίηκε τοὺς μετὰ τὴν προφώνησιν ἁλωσομένους. ταῦτα κατὰ σύνοψιν τεθεωρηκότες χωρῶμεν ἤδη πλατύτερον καὶ τοῖς κατὰ μέρος.

Καὶ κέρατα δέκα.

Τὸ κέρας, δυνάμεως καὶ δόξης σημαντικόν ἐστιν. δυνάμεως ἐν τῷ Δαβὶδ, “ καὶ πάντα τῶν ἁμαρτωλῶν συνθλάσω, καὶ ὑψωθή- “ σεται τὸ κέρας τοῦ δικαίον.” δόξης δὲ, δι’ ὧν φησιν Ἄννα, “ ὑψώθη κέρας μου ἐν Θεῷ μου . ” δέκα δὲ τὰ κέρατα, ἣ τὰ ἀντιδιαστελλόμενα τῖς δέκα ἐντολαῖς τοῦ νόμου πλημμελήματα καὶ τὰ τελειωτικὰ τῆς Σατανικῆς ἀποστασίας ἐγχειρήματα, ὁ γὰρ δέκα ἀριθμὸς ἐκ μονάδος πρῶτος τέλειος ἀριθμὸς καὶ γεννητικὸς τελειότητος. ἢ τὰς διαιρέσεις τῆς βασιλείας κόσμον φερούσας αὐτῷ, ὡς ταῖς διχοστασίαις χαίροντι. ἑπτὰ δὲ διαδήματα τὰ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ, ἰσάριθμα ταῖς κεφαλαῖς, διότι οἱ ἐν ταῖς δαιμονικαῖς ἐνεργείαις νικῶντες, ἐκεῖθεν τοὺς στεφάνους καοίζονται, ὅθεν πόνοις καὶ ἱδρῶσι τὴν νίκην ἤραντο. Περὶ τούτων καὶ ὁ μέγας Μεθόδιος ἐπὶ λέξεως οὕτως φησι· “ ὁ δράκων ὁ μέγας ὁ “ πυρρὸς, ὁ ἑπτακέφαλος ὁ σύρων τὸ τρίτον τῶν ἀστέρων. ὃς ἕστη- “ κεν ἐφεδρεύων, ἵνα τὸ τέκνον τῆς ὠδινούσης καταφάγῃ διάβολός “ ἐστιν.’’ καὶ ἑξῆς “ ἀλλ’ ἀστοιχεῖ καὶ σφάλλεται τῆς ἄγρας, “ ἄνω πρὸς ὕψος ἁρπαζομένων τῶν ἀναγεννωμένων.”

Καὶ ἡ οὐρὰ αὐτοῦ, σύρει τὸ τρίτον τῶν ἀστέρων.

Τρίτον μέρος τῶν ἀστέρων ἐκλήθησαν, οἱ περὶ ἕνα τοῦ b ἀριθμοῦ τῆς τριάδος διεσφαλμένοι e, ὡς Ἄρειος καὶ Μακεδόνιος. ἡ [*](z Cod. ἀπατειλὰ. a Quӕ seq. add. Cod. B. b ἐννάτου c διεσταλμένοι Edd.)

356
ἔρημος δὲ, εἰς ἣν ἐλθοῦσα τρέφεται ἡ Ἐκκλησία, ἡ κακῶν ἔρημος καὶ στείρα φθορᾶς. τὸ δὲ τὴν οὐρὰν ἕλκειν τὸ τρίτον τῶν ἀστέρων, καὶ οὕτω θεωρητέον. δύο τινὰ νομίζομεν δηλοῦσθαι διὰ τούτων. ἣ τὴν προτέραν αὐτῷ ἐξ οὐρανοῦ πτῶσιν μετὰ τῶν συναποστατῶν Ἀγγέλων διὰ τοῦ ἐσχάτου κινήματος τοῦ φθόνου. τοῦτο γὰρ ἡ οὐρά. πρῶτον γὰρ ἡ ἔπαρσις ἡ σύρασα ἐκεῖνον b πρὸς φθόνον καὶ τούτους εἰς τὴν γῆν κατέρραξεν. ἢ τοῦ ἐχθροῦ μετὰ τὴν θλάσιν αὐτοῦ τῆς κεφαλῆς ἣν ὑπὸ τῶν τοῦ Κυρίου ὑπέστη μαθητῶν λαβόντων ὑπ’ αὐτοῦ “ ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ “ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τὴν κακὴν,’’ τὴν μετὰ τοῦτο οὐραίαν κίνησιν· ἤγουν τὴν ἐσχάτην, τοὺς ἀστηρίκτους κατενεγκοῦσαν ἐκ τοῦ οὐρανίου φρονήματος, ἀστέρας τροπικῶς ὀνομασθέντας διὰ τὴν ἐκ τοῦ βαπτίσματος λαμπρότητα. c οὔτω γὰρ καὶ Δανιὴλ περὶ τοῦ Ἀντιόχου προεφήτευσεν εἰς τύπον ἐσόμενον τοῦ Ἀντι- Ἀντιχριστου.

Καὶ ἔβαλεν αὐτοὺς εἰς τὴν γῆν.

Συγκατέβαλε γὰρ ἑαυτῇ πλείστων Ἀγγέλων μοίραν συναποστατῆσαι πείσασα ἀπὸ Θεοῦ, καὶ πεποίηκε χθονίους τοὺς οὐρανίους, καὶ σκότος, τοὺς λαμπροὺς ὡς ἀστέρας.

Καὶ ὁ δράκων ἕστηκεν ἐνώπιον τῆς γυναικὸς τῆς μελλούσης τεκεῖν, ἵνα ὅταν τέκῃ, τὸ τέκνον αὐτῆς καταφάγῃ. καὶ ἔτεκεν υἱὸν ἄρρενα, ὃς μέλλει ποιμαίνειν πάντα τὰ ἔθνη ἐν ῥάβδῳ σιδηρᾷ. καὶ ἡρπάσθη τὸ τέκνον αὐτῆς πρὸς τὸν Θεὸν καὶ πρὸς τὸν θρόνον αὐτοῦ. καὶ ἡ γυνὴ ἔφυγεν εἰς τὴν ἔρημον, ὅπου ἔχει ἐκεῖ τόπον ἡτοιμασμένον ὑπὸ τοῦ Θεοῦ, ἵνα ἐκεῖ ἐκτρέφωσιν αὐτὴν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα.

Τὸ δὲ ἑστηκέναι τὸν Δράκοντα ἐπιβούλως κατὰ τοῦ τόκου εἰσκευαζόμενον, τοῦτο δηλοῖ ὅτι πολλὴν ἐπιμέλειαν πεποίηται τῷ τεχθέντι ἐξαρτίσαι τὰ δυσχερῆ, καὶ τινὰ ταῦτα εἴρηται.

Καὶ ἡρπάσθη τὸ τέκνον αὐτῆς πρὸς τὸν Θεόν.

[*](b κατασύρασα οὕτως B. c Ult. hӕc add. Cod. B.)
357

Ὁ μὲν ἰοβόλος δράκων ἐνήδρευσε καὶ παρέθηξεν d Ἡρώδην ἀνελεῖν τὰ ἐν Βηθλεὲμ βρέφη, ὡς ἐν ἐκείνοις καὶ Χριστὸν ἀναιρήσων. ρήσων. τὸ δὲ παιδίον Θεοῦ e προνοία, τοῦ Πατρὸς χρηματίσαντος τῷ Ιωσὴφ, παραλαβόντα αὐτὸ καὶ τὴν μητέρα αὐτοῦ φεύγειν Αἴγυπτον, διέφυγε τὴν ἐπιβουλὴν, ὡς μέλλοντος Ἡρώδου ζητεῖν τὴν ψυχὴν τοῦ παιδίου. ἐπεὶ οὖν ταῦτα καὶ πατρικῇ προνοίᾳ διὰ τοῦ χρηματισμοῦ τὸ παιδίον αἰσθητὴν σωτηρίαν εἰς ἁρπαγὴν ἔταξε, πρὸς τὸν Θεὸν, λέγων, καὶ πρὸς τὸν θρόνον αὐτοῦ, οἱονεὶ ἐκ τῆς θείας προνοίας καὶ δεσποτείας διακειμένης f τῆς σωτηρίας τῷ παιδίῳ. τοῦτο γὰρ ὁ θρόνος βούλεται δηλοῦν.

Καὶ ἡ γυνὴ ἔφυγεν εἰς τὴν ἔρημον.

g Οἱ πρὸς τὴν Ἐκκλησίαν τὴν γυναῖκα μεταλαμβάνοντες, τὴν ἁρπαγὴν τοῦ τέκνου πρὸς τὸν Θεὸν καὶ πρὸς τὸν θρόνον αὐτοῦ διττῶς ἐξηγήσαντο, τήν τε ἐνθάδε τῶν δικαίων ἀπὸ τῶν πειρασμῶν ὑπὸ Θεοῦ ἐξαίρεσιν, καθὸ καὶ ἡ ὑπόσχεσις τοῦ “ ἑξάκις ἐξ “ ἀναγκῶν ἐξελεῖται σε· καὶ ἡ τοῦ, “ οὐκ ἀφήσει ἡμᾶς ὑπὲρ ὃ “ δυνάμεθα πειρασθῆναι· ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ τὴν ἔκ- “ βασιν·’’ καὶ τὴν τελευταίαν ἐν τῆ ἀποκαταστάσει, ὅτε οἱ Θεῶ φίλοι ἁρπαγήσονται ὑπὸ νεφελῶν εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ σὺν ταῖς ἀγγελικαῖς δυνάμεσι πρὸς τῷ θρόνῳ τοῦ Θεοῦ ἔσονται. Ἡ δὲ τῆς γυναικὸς φυγὴ εἰς τὴν ἔρημον, τὴν τῶν ἐκλεκτῶν φυγὴν σημαίνει, ἣν ἐπὶ παρουσίας h τοῦ Ἀντιχρίστου ὑπὸ τοῦ διαβόλου ἐνεργουμένης i, φεύξονται οἱ Κορυφαιότατοι τῆς Ἐκκλησίας, ἐκ j τῶν πολιτικῶν θορύβων καὶ κοσμικῶν Φεύγοντες k ἡδονῶν· φεύξονται δὲ ὅπου σύνηθες αὐτοῖς ἐν θλίψει ὑποχωρεῖν, κατὰ τὸ “ Κύριε, ἐν θλίψει ἐμνήσθημέν σου. ἡ μνήμη δὲ δι’ ἐγκρατείας. “ πᾶς γάρ,’’ φησιν, ὁ Παῦλος “ ὁ ἀγωνιζόμενος πάντα ἐγκρα- “ τεύεται.” εἰς τὴν ἔρημον οὑν ὑποστέλλοντες ἑαυτοὺς οἱ τῆς Ἐκκλησίας τηνικάδε πάσης ἡδονῆς καὶ κακίας, πάμφορον δὲ πάσης ἀρετῆς καὶ θεοφιλίας 1, ἐκεῖ τὰς προσβολὰς τῶν δαιμόνων διαφεύξονται. εἰκὸς δὲ καὶ τὴν αἰσθητὴν ἔρημον διασώζειν τοὺς ἐν ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς καὶ τὴν τοῦ ἀποστά- [*](d ἐνήδρευεν καὶ παρέθηκεν B. e Θεοῦ oni. B. f διωκειμένμς B. e Init. Sch. add. e Cod. B. usq. ad ἔσονται. h ὑπὸ παρουσία B. i ἐνεργουμένη B. J ἐκ om. B. k διαπτύοντες B. l θεοφιλείας Cod.)

358
του ἐπιβουλὴν ἑαυτοὺς, ὡς καὶ πρότερον τοὺς Χριστοῦ μάρτυρας. ἐπὶ ἔτη δὲ τρία ἥμισυ, τοῦτο γὰρ αἱ χίλιαι διακόσιαι ἑξήκοντα ἡμέραι χρονικὸν συντελοῦσι διάστημα, m ἡ ἀποστασία, καθ’ ἣν οἱ ἐναθλοῦντες καρτερικῶς ἕξουσι τὸν ἀναρρήσεως στέφανον, παρὰ τοῦ εἰδότος ἀξίως τῶν πόνων παρέχειν τὰς ἀμοιβὰς ἀγωνοθέτου ἀγαθοῦ Θεοῦ.

Ἡ γυνὴ ἔφυγε σὺν τῷ παιδίῳ. καὶ ἡ μητὴρ διέδρα εἰς ἔρη- μον τὴν πάσης θεοφιλοῦς ἔρημον ἐργασίας· ἐκεῖ γὰρ ἠφόριστο τόπος αὐτῇ ὑπὸ Θεοῦ ἐκτρέφεσθαι ἡμέρας χιλίας σξ τὸν χρόνον τῆς Ἡρώδου ζωῆς, ὡς καὶ τὸ ἅγιον Εὐαγγέλιον ἀναγράφει.

Ὁ τὴν γυναῖκα παραγραφόμενος, μὴ πρὸς τὴν τοῦ Κυρίου μητέρα καὶ τὴν κατ’ αὐτὸν οἰκονομίαν ἔκληψιν ἔχειν ὀρθῶς, ἀλλὰ πρὸς τὴν Ἐκκλησίαν, τῷ πάλαι ταῦτα γενέσθαι· τῶν δὲ ἐσομένων τὴν Ἀποκάλυψιν παρέχειν, οὐ τῶν γεγενημένων, πῶς αὐτὸς ὥσπερ ἐπιλαθόμενος τὸ κατὰ τὸν διάβολον ἐξαρχῆς πτῶμα προφέρεις ;

Περὶ τοῦ γενομένου πολέμου μεταξὺ τῶν ἁγίων ἀγγέλων, καὶ τῶν πονηρῶν δυνάμεων, καὶ τῆς καταπτώσεως τοῦ δράκοντος.

Καὶ ἐγένετο πόλεμος ἐν τῷ οὐρανῷ. ὁ Μιχαὴλ καὶ οἷ’ Ἄγγελοι αὐτοῦ ἐπολέμησαν μετὰ τοῦ δράκοντος, καὶ ὁ δράκων ἐπολέμησε καὶ οἱ Ἄγγελοι αὐτοῦ, καὶ οὐκ ἴχυσαν, οὐδὲ τόπος εὑρέθη αὐτῶν ἔτι ἐν τῷ οὐρανῷ. καὶ ἐβλήθη ὁ δράκων ὁ μέγας, ὁ ὄφις ὁ ἀρχαῖος, ὁ καλούμενος διάβολος καὶ Σατανᾶς, ὁ πλανῶν τὴν οἰκουμένην ὅλην, ἐβλήθη εἰς τὴν γῆν. καὶ οἱ Ἄγγελοι αὐτοῦ μετ’ αὐτοῦ ἐβλήθησαν.

n Ὥσπερ κατ’ ἐπανάβασιν ἀεὶ τῆς εἰρημένης ἀρχῆς ἀρχὴν πρεσβυτέραν ἐπινοεῖ ὁ χρηματίζων, ἧς ἐν μέρει καὶ πρόσθεν ἐπεμνήσθη τὰ κατὰ τὸν Ἀντίχριστον ἡμῖν διεξιών. ἀρχὴ γὰρ πρώτη τῶν κατ’. αὐτὸν, ἡ ἐξ οὐρανοῦ αὐτοῦ πτῶσις· διὸ καὶ ὁ Κύριός Φησι, “ ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. [*](m Hinc iisq. ad fin. Cap. add. Cod. B. n Hoc Sch. carent Edd.)

359
τί τοῦτο λέγων ; τὸ πρὸ πολλοῦ ἔναγχος καὶ καθ’ ἑαυτὸν γενέσθαι, οὐχ οὕτως νοεῖν χρὴ, ἀλλ’ ἐπεὶ ὁ συνουσιωμένος τῷ κατ’ ἄνδρα Θεοῦ Λόγος καὶ Θεὸς καὶ πρὸς μίαν ὑπόστασιν τοῦ Ἰησοῦ Χριστοῦ συντελῶν κατὰ τὴν θείαν φύσιν, ἀνεκφοιτήτως συνῆν τῷ Θεῷ καὶ Πατρὶ καὶ ἀιδίως, ταύτῃ καὶ τὴν τοῦ διαβόλου πτῶσιν ἐθεᾶτο. εἰ δὲ μὴ ὅτι τῷ παρωχημένῳ διαστήματι τοῦ ῥήματος ἐχρήσατο, ἐθεώρησα, εἰπὼν, ἀλλ’ “ ἐθεώρουν,” ἀμαθῶς τις ἐπηρεάζειν τῷ ῥητῷ βούλεται, ἵστω ὁ τοιοῦτος ὅτι τὰ θεῖα ἅτε ἀεὶ ὄντα ἐνεργεῖ, διαφοραῖς χρονικαῖς οὐκ ὑποκεῖται, ἵνα μὴ παλαιότητι λανθάνῃ πρὸς ἀνυπαρξίαν χωροῦντα, κατὰ τὸ “ πᾶν τὸ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ σοφὸν λόγιον. τῶν θείων τοίνυν ἀεὶ ἐνεργῶν ὄντων καὶ τὸ ἐνεστὼς ἀδιαλείπτως καταπλουτούντων, εἰκότως καὶ ὁ Κύριος τὸ ἐθεώρουν ἔφη, οὐ τὸ έθεώρησα· ὁ τότε γὰρ παρὼν θεϊκῶς καὶ νῦν οἰκονομικῶς εἰς μίαν ὑπόστασιν συντελῶν ἀδιάσπαστον, καὶ τὰ θεῖα διὰ τὴν ἄκραν ἕνωσιν καὶ σώματι ἀνθρωπίνῳ αὐτοῦ οἰκειοῖ· διὸ καὶ τὸ “ ἐθεώρουν’’ ἀνυποστόλως καὶ τῷ ἀνθρωπίνῳ προσνέμει. διόπερ ἔπει φησι, ἐνεργὴς ἡ τοῦ Σατανᾶ τῶν οὐρανίων ἀποριφὴ, δίδωμι ὑμῖν τὴν ἐξουσίαν κατὰ τῶν πάλαι κειμένων ἀπραγματεύτως σὺν θάρρει πατεῖν.

ο Ὁ πόλεμος δὲ ὃν πόλεμόν φησιν ἡ γραφὴ διὰ τὸ τὸν Σατανᾶν τραχηλιάσαι κατὰ τοῦ Θεοῦ, τουτέστι διὰ τὸ σκληρὸν αὐτῷ καὶ ἀγέρωχον ἀντανατεῖναι τράχηλον, καὶ πρὸς ἀποστασίαν ὁρμῆσαι· μακροθύμως δὲ τοῦ Θεοῦ τὴν τόλμαν αὐτοῦ φέροντος, ὁ Ἀρχάγγεολς Γαβριὴλ ὑποβάσει τῆς θείας καὶ μακαρίας φύσεως, αὐτὴ γὰρ κατὰ τὸ λόγιον οὔτε πράγματα ἔχει, οὔτε ἑτέροις παρέχει· τῷ γὰρ ἀνάρχῳ καὶ ἐξ οὐδενὸς ἔχοντι τὸ εἶναι ὁ τῆς ἐξ οὐκ ὄντων οὐσίας, καὶ τούτῳ p μόνῳ τὸ ἀλλοιοῦσθαι κληρωσαμένης ὅτι ἐξ οὐκ ὄντος· διὸ καὶ ὡς ἐξ ἑτέρου εἰς ἕτερον προελθὸν καὶ τὴν ἀλλοίωσιν ἐπιδέχεται τῆς θείας οὐσίας ὡς ὑπερουσίου, καὶ οὐκ ἐχούσης ἀρχὴν οὐδὲ τροπήν· ἡ δὲ ἀλλοίωσιν παρ’ ἑαυτῇ ἐμφαινούσης· τι γὰρ τῷ ἀεὶ ὄντι εἰς ἑτεροίωσιν ἐνθεωρηθείη ; διάτοι τοῦτο τοιγαροῦν οὑν τοῦ θείου τῇ ἀτρεπτότητι αὐτοῦ κεχρημένου, ἡ μετ’ ἐκεῖνο τῶ ἐξ οὐκ ὄντων ὑποστῆναι καὶ ἀλλοιοῦσθαι ἀνευρηκυῖα ἧς κατάρχων Μιχαὴλ παρὰ τῆς παλαιᾶς γραφῆς γνωρίζεται, σὺν τῇ ὑπ’ αὐτὸν [*](ο Et hoc Sch. deest Edd. P Cod. τοῦ ἡ.)

360
νοερᾷ στρατιᾷ τῷ στασιώδει Σατανᾷ καὶ τῇ μετ’ αὐτοῦ δαιμονικῇ τάξει πολεμικῶς συμβαλὼν, τὸ κράτος κατ’ αὐτοῦ ἤρατο, καὶ τοῦ οὐρανίου αὐτὸν ἐνδιαιτήματος ἐξέωσε, τοῦτο γὰρ δηλοῖ τὸ μὴ εὑρεθῆναι τόπον αὐτῷ ἔτι ἐν τῷ οὐρανῷ· καὶ ἐβλήθη κάτω εἰς γῆν. ἣ αἰσθητῶς τοῦτο παθὼν, ἣ ὅτι τοῦ ἀγγελικοῦ καὶ οὐρανίου ἀποστερηθεὶς ἀξιώματος, εἰς γηϊνὸν κατερίφη φρόνημα· εἶτα ὥσπερ ἀμυνόμενος τὸν Θεὸν διὰ τὴν πτῶσιν, ἐπεὶ μὴ αὐτὸν ἀνταμύνασθαι οἷός τε ἐστι, τοὺς αὐτοῦ δούλους τοὺς ἀνθρώπους πειρᾷ· ταύτῃ τὸν δεσπότην αὐτῶν οἰόμενος ἀδικεῖν.

Ὁ ἐν τῷ οὐρανῷ πόλεμος, διὰ τὴν πρώτην ἀλαζονείαν καὶ τὸν κατὰ τοῦ Ἀδὰμ φθόνον συνέστη. p οὐκ αὐτοῦ Θεοῦ παραταξαμένου. τὸ γὰρ ὑπερανεστηκέναι πᾶσαν γεννητὴν καὶ ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι προβᾶσαν ὑπ’ αὐτοῦ φύσιν. διὸ καὶ τὸ ἀλλοιωτὸν αὐτῇ διηνεκῶς νεκῶς πρόσεστιν. αὐτὸς ἡ μακαρία τῷ ὄντι εἰ παντὸς οὔτινος οὐν ἀπροσδεὴς ὡς ἵνα τολμηρῶς ἐρεῖν αὐθέδραστος φύσις, διὸ καὶ τοῦ πόθε * * ποῖα ἀπαράδεκτος. τῆς μετ’ ἐκείνην οὖν ἀγγελιωτίδος οὐσίας, ἧς Μιχαὴλ κατάρχειν ὁ θεῖος τέτακται, τὸν πόλεμον ἐπανελομένου, νελομένου, καὶ πάλαι μὲν καὶ κατ’ ἀρχὰς, τελεώτερον δὲ κατὰ τὸ Χριστοῦ πάθος· διό φησιν αὐτὸς “ νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου “ κέκριται” ἀντὶ τοῦ τέλεον κατακέκριται· ἄρχειν δὲ καὶ τοῦ ἀέρος τοῦ κόσμου καὶ Παῦλος ὁ θεῖός φησι τὸν διάβολον. τοῦ ἀρχιστρατήγου τοίνυν Μιχαὴλ μὴ φέροντος τὴν τοῦ διαβόλου ἀλαζονείαν, καὶ πολεμικῷ κράτει τῆς οἰκείας ἐνδιατριβῆς ἀπορρίψαντος ἐκεῖνον πάλαι, καθώς φησιν ’Iεζεκιὴλ, ὑπὸ τοῦ Χερουβὶμ ἐκβεβλῆσθαι αὐτὸν ἐκ μέσου λίθων πυρίνων, τῶν ἀγγελικῶν λέγων τάξεων. διὰ τὸ εὑρεθῆναι ἐν αὐτῷ τὰ ἀδικήματα, αὖθις ἐν τῇ τοῦ Χρίστου παρουσίᾳ, ὡς εἴρηται, ὑπὸ τῶν διακονουμένων αὐτῷ τῷ Κυρίῳ Ἀγγέλων, μετὰ τῶν ὑπ’ αὐτοῦ πειρασμῶν τοῦ διαβόλου, ὡς ἠτιμωμένον δοῦλον ἀποπεμψαμένων αὐτὸν, ἐκπέπτωκε τελεώτερον.

q Τοῦτο καὶ πατέρων παράδοσις καὶ Παπίου διαδόχου τοῦ Εὐαγγελίστου Ἰωάννου, οὗ καὶ ἡ προκειμένη ἀποκάλυψις, διαβεβαιοῖ· Παπίας δὲ καὶ ἐπ’ αὐτῆς λέξεως οὕτως φησι περὶ τοῦ πολέμου, ὅτι “ εἰς οὐδὲν συνέβη τελευτῆσαι τὴν τάξιν αὐτῶν’’ οἱονεὶ τὴν πολεμικὴν ἐγχείρησιν· “ ἐβλήθη γὰρ ὁ δράκων, ὁ μέγας, ὁ ὄφις ὁ [*](P Hinc iisqne ad τὸν διάβολον. Q Hnj. Sch. init. deest Edd. usq. ad διάβολος καλεῖται.)

361
“ ἀρχαῖος καὶ ὁ Σατανᾶς καὶ διάβολος καλούμενος, καὶ ἐβλήθη “ εἰς τὴν γῆν, αὐτὸς καὶ οἱ ἄγγελοι αὐτοῦ.’’ διώνυμος δέ ἐστι· Σατανᾶς γὰρ καὶ διάβολος καλεῖται. τινὲς δὲ ταύτην τὴν ἔκπτωσιν τοῦ διαβόλου μετὰ τὸ βάπτισμα καὶ τὸν πειρασμὸν τοῦ Χριστοῦ γεγονέναι λέγουσι, καὶ μετὰ τὸ εἰρηκέναι αὐτῷ τὸν Χριστὸν, “ ὕπαγε Σατανᾶ.’’ καὶ σφόδρα τοῦτο τοῖς περὶ τῆς Θεοτόκον κου εἰρημένοις ἁρμόζειν δοκεῖ. διώνυμος δὲ καλεῖται· Σατανᾶς μὲν, ὡς ἀντικείμενος τῶ δεσπότη m, διάβολος δὲ, ὡς διαβάλλων Θεὸν ἀνθρώποις, ὡς τῷ Ἀδὰμ, καὶ τὰς ἀρετὰς καὶ τοὺς τῶν ἀρετῶν ἐργάτας.

n Ἰστέον δὲ ὅτι οὐ τοπικὴ μετὰ τὴν σταύρωσιν τοῦ Κυρίου ἡ τοῦ διαβόλου γέγονε κατάπτωσις, ὡς ἔστον o καὶ αὐτοῦ τῷ θείῳ Ἀντωνίῳ ὁμολογεῖ, “ τοῦ ἐχθροῦ, φάσκων, “ αἱ ῥομφαίαι ἐξέλιπον εἰς “ τέλος.” ἔκπτωσις γὰρ αὐτοῦ ἡ τῶν πονηρῶν αὐτῶν ἀθέτησις μετὰ τοῦ τῆς οὐρανίου ἀρχῆς τῆς ἀποβολῆς, ὡς εἴρηται τελεώτερον. εἴρηται δὲ καὶ Ἰουστίνῳ τῷ ἁγίῳ μάρτυρι μετὰ τὴν Χριστοῦ παρουσίαν καὶ τὴν κατ’ αὐτοῦ ἐν γεέννῃ ἀπόφασιν, βλάσφημον μάλιστα γενέσθαι τὸν διάβολον, καίπερ μὴ πρότερον οὕτως ἀναιδῶς τὸν Θεὸν βλασφημήσαντα. διὸ καὶ εὐθυβόλως περὶ αὐτοῦ εἰρῆσθαι τὸ “ πέπηγεν ἡ καρδία αὐτοῦ ὡς λίθος” διὰ τὸ τῆς πονηρίας ἀνένδοτον. εἰ δὲ ἡ προσδοκία τῆς κολάσεως πονηρότερον αὐτὸν ἀπειργάσατο, πῶς ἃν κολαζόμενος ἣ αὐτὸς ἣ ἐργάτης τῶν αὐτοῦ κακιῶν διὰ τῆς ἐν τῇ γεέννῃ πυρώσεως τὸν ῥύπον τῆς ἁμαρτίας ἐκπλυθήσονται ; οὐ μὴ γενομένου, πῶς πέρας ἕξουσι τῆς κολάσεως κατὰ τοὺς ματαιόφρονας, οἳ καὶ μὴ διὰ μηδὲν ἄλλο, διαγοῦν τὸ ἀμεταμέλητα εἶναι τὰ χαρίσματα τοῦ Θεοῦ ὧν ἓν καὶ ἡ μνήμῃ τῇ ἀνθρωπίνῃ δευσοποιῶς καὶ εἰς ἀνέκπλυτον μονιμότητα ἐμμολυνθεῖσα ψυχὴ, πῶς ἃν ἐνδελεχῶς αὐτῇ ἐγκειμένη καὶ τῆς ἐκπτώσεως παριστώσης τὸ σκυθρωπὸν, οὐχὶ καὶ πυρὸς αὐτὴν αἰσθητικώτερον δαπανήσει; “ τι γάρ,’’ φησι τὸ λόγιον ; “τῆξις “ καρδίας, ἔμμονος λογισμός.’’ εἰ δὲ καὶ τῇ εν * * μακάριοι οἱ ἁμαρτωλοὶ, ἡμεῖς τῇ ἀνυπαρξίᾳ καὶ τῶν ἀρρήτων ἀπαλλαγέντες ἀλγεινῶν ἀλλ’ εἰς ἀδιάλυτον ζωὴν, τίς ἔτι τούτων ἐλπίς ;

[*](m τὸν δεσπότην B. n Hoc Sch. carent. Edd. ο Sic Cod. sed in Andr. Cominent. p. 67. καθὼς καὶ αὐτὸς τῷ μεγάλῳ] Ἀντωνίῳ ὁμολογὤν τὸ ψαλμικὸν ἐπ’ αὐτὸν πεπληρῶσθαι λογίον κ.τ.λ)
362

Καὶ ἤκουσα φωνὴν μεγάλην ἐν τῷ οὐρανῷ, λέγουσαν· ἄρτι ἐγένετο ἡ σωτηρία καὶ ἡ δύναμις καὶ ἡ βασιλεία τοῦ Θεοῦ ἡμῶν, καὶ ἡ ἐξουσία τοῦ Χριστοῦ αὐτοῦ, ὅτι ἐβλήθη ὁ κατήγορος τῶν ἀδελφῶν ἡμῶν, ὁ κατηγορῶν αὐτῶν ἐνώπιον τοῦ Θεοῦ ἡμῶν ἡμέρας καὶ νυκτός καὶ αὐτοὶ ἐνίκησαν αὐτὸν διὰ τὸ αἷμα τοῦ ἀρνίου, καὶ διὰ τὸν λόγον τῆς μαρτυρίας αὐτῶν, καὶ οὐκ ἠγάπησαν τὴν ψυχὴν αὐτῶν ἄχρι θανάτου. διὰ τοῦτο εὐφραίνεσθε οὐρανοὶ, καὶ οἱ ἐν αὐτοῖς σκηνοῦντες. οὐαὶ τῇ γῆ καὶ τῇ θαλάσσῃ, ὅτι κατέβη ὁ διάβολος πρὸς ὑμᾶς ἔχων θυμὸν μέγαν, εἰδὼς ὅτι ὀλίγον καιρὸν ἔχει.

Τῆς οὐρανίας ἀξιωθεὶς ἀνόδου, ἀφ’ οὗ καὶ τὸν πόλεμον ἐθεάσατο, καὶ τὴν κατὰ τοῦ Σατανᾶ καὶ τοῦ διαβόλου τῶν Ἀγγέλων τῶν θείων νίκην, ἀκοῦσαι φησὶ καὶ φωνὴν λέγουσαν, ὡς πολλάκις παρεθέμην, ἀντὶ τοῦ δηλοῦσαν παραλαμβανομένην n. τί δὲ δηλοῦσαν ; τὴν εὐφροσύνην τῶν Ἀγγέλων ἣν ἔσχον ἐπὶ τῇ νίκῃ τοῦ Σατανᾶ, καὶ τοῦ διαβόλου, ὃν δυσὶ τούτοις ὀνόμασιν ἐτίμησαν ταῖς ἐνεργείαις αὐτοῦ ἰσαρίθμοις. ἐπεὶ καὶ παντὶ ἀντίκειται ἀγαθῷ, καὶ διαβάλλων οὐ παύεται ἐξ ἀρχῆς, ὡς ἤδη εἴρηται. εὐφρόσυνον οὖν ᾄδουσιν ᾠδὴν ἐπὶ τῇ νίκῃ καὶ ἐκβολῇ τούτου. οὐ γάρ ἐστι κοινωνία οὐδὲ καὶ μερὶς πιστῷ μετὰ ἀπίστου. καὶ τίς δὲ ἡ ᾠδή ; “ ἄρτι ἐγένετο ἡ σωτηρία καὶ ἡ βασιλεία καὶ ἡ δύναμις ἡ τοῦ Θεοῦ,’’ καὶ διέλαμψεν ἀκριβέστατα ἡ τούτου δύναμις καὶ ἡ ἐξουσία καὶ τοῦ Χριστοῦ αὐτοῦ, καὶ ἀπῆλθεν ἀφ’ ἡμῶν νικηθεὶς τῇ συνεργείᾳ αὐτοῦ ὁ κατήγορος τῶν ἀδελφῶν ἡμῶν. τὸ δὲ “ἄρτι,’’ οὐ τὸ νεαρὸν σημαῖνον ἐνταῦθα παρείληπται, ἀλλὰ τὸ ἐντελὲς καὶ ἀπαραλόγιστον, καὶ ἀναμφίβολον καὶ τῇ ἀρχῇ κατάλληλον. αἱ ἀρχαὶ γὰρ τοῖς τέλεσι δοκιμάζονται, εἰ γὰρ μὴ τοῦτο, οὐκ ἃν οὐδὲ ἀρχὴ λεχθείη· τίνος γὰρ ἃν καὶ εἴη ἀρχὴ τὸ τέλος οὐ φέρουσα ;

Τῶν ἀδελφῶν ἡμῶν.

Ἀδελφοὺς Ἄγγελοι τοὺς ἀνθρώπους καλοῦσιν, μιμήσει τοῦ [*](n δηλοῦσα παραλαμβανομένου B.)

363
ἑαυτῶν δεσπότου. αὐτὸς γὰρ διὰ τοῦ προφήτου φησὶν, “ ἀπαγ- “ γελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου.’’ ἀλλὰ καὶ δι’ ἑαυτοῦ πρὸς τὴν Μαγδαληνὴν Μαρίαν· “ πορεύου πρὸς τοὺς ἀδελφούς κα εἶπε αὐτοῖς.

Ἡμέρας δὲ καὶ νυκτὸς.

Tὴν κατηγορίαν τὴν κατὰ τῶν ἀδελφῶν ἡμῶν φησὶ συγκροτεῖν τὸν κατήγορον, τὸ ἐνδελεχὲς, καὶ ἀδιάλειπτον παριστῶν o τῆς τοῦ πονηροῦ καθ’ ἡμῶν ἐπηρείας. τί γὰρ καὶ ἄλλο εἴη διὰ σπουδῆς τῷ διὰ τὸ ὑπερβάλλον τῆς πλημμελείας εἰς ὄνομα ἀνευρηκότι p τὴν ἐμπληξίαν ;

Διαβάλλει γὰρ ἀεὶ καὶ Θεὸν πρὸς ἀνθρώπους, ὡς διὰ τοῦ ὄφεως πρὸς τὸν Ἀδὰμ, καὶ ἀνθρώπους πρὸς τὸν Θεὸν, ὡς τὸν Αὐσίτην Ἰώβ.

Καὶ αὐτοὶ ἐνίκησαν αὐτὸν, διὰ τὸ αἷμα τοῦ ἀρνίου.

Ἐνίκησαν τοῖς ἴσοις αὐτὸν ἀμυνάμενοι διὰ πολέμου, ὡς καὶ αὐτὸς τοὺς Θεῷ φίλους ἀπηυθαδιάσατο. ἀπῆλθεν γοῦν καὶ καθηρέθη τῆς ἀξίας, οὐκέτι χώραν ἔχων ἑστάναι ἐνώπιον τοῦ Θεοῦ καὶ κατηγορεῖν τῶν ἀνθρώπων ὡς ἐπὶ τοῦ Ἰώβ. ἐνίκησαν οἱ μάρτυρες q τὸν δοκοῦντα ἀήττητον εἶναι, ὡς καὶ κατὰ τοῦ Θεοῦ τολμῆσαι, μῆσαι, συνεργῷ χρησάμενοι τῷ αἵματι τοῦ ἀρνίου. πῶς; ὥσπερ γὰρ ἐκεῖνος οὐχ ὑπὲρ ἑαυτοῦ, ἀλλ’ ὑπὲρ ἡμῶν ἔδωκε τὸ ἑαυτοῦ αἷμα, οὗ τύπος καὶ ὁ ἐν τῇ παλαιᾷ τοῦ Πάσχα ἀμνὸς, οὐχ ὑπὲρ ἑαυτοῦ σφαζόμενος, ἀλλ’ ὑπὲρ τῶν Ἐβραίων τῆς ἀσφαλείας, τοῦ μὴ τὸν ὀλοθρευτὴν ὑποδύντα τῇ οἰκίᾳ τὸν ὄλεθρον ἐπαρτίσαι τοῖς πρωτοτόκοις. οὕτω καὶ οἱ Χριστοῦ μάρτυρες τῷ ζήλῳ τῆς σφαγῆς τοῦ ἑαυτῶν δεσπότου καὶ τῆς ἑαυτῶν ψυχῆς‘ καὶ τῆς ζωῆς προἐκριναν τὴν μίμησιν τοῦ δεσποτικοῦ πάθους. s οὗ γενομένου εὐφραίνεσθαι τὸ τέλος παρέχει, τοὺς τοῦ πικροῦ γειτόνηματος t τοῦ Σατανᾶ ἀπηλλαγμένους. σκοπεῖν δὲ κἀνταῦθα τὸ χρονικὸν διάστημα τὰ μέλλοντα τῷ παρωχηκότι προσνέμων. τίς γὰρ ἀγνοεῖ ὅτι ταῦτα τὰ νῦν ἐξαγγελλόμενα, οὐ τοῦ παρωχημένου, ἀλλὰ τοῦ μέλλοντος [*](ο πατιστᾷ B. p ἀνευρηκότη. Cod. B. qui ult. hӕc solus q οἱ μάρτυρες om. B. r τῶν ἑαυτῶν ψυχῶν B. s Quӕ seq. Edd. usq. ad fin. Sch. t Cod. γειτωνήματος.)

364
τὴν γνῶσιν παρέχει· τῆς κατὰ τὴν συντέλειαν λέγω διεξόδου ; τοῦτο δέ μοι ἐπῆλθεν εἰπεῖν διὰ τὸ τινὰς τῇ τοῦ χρονικοῦ διαφορᾷ διαστήματος τὴν γυναῖκα καὶ τὸν ταύτης τόκου * * ἄρρενα ἀλλοτριοῦν ἐπιχειρῆσαι τῆς περὶ τὴν τοῦ Κυρίου μητέρα ἐκλήψεως. Καὶ διὰ τὸν λόγον τῆς μαρτυρίας.

Λόγον τὸν ζῆλον καὶ τὴν μίμησιν τῆς τοῦ Κυρίου διὰ σταυροῦ μαρτυρίας.

Διὰ τοῦτο εὐφραίνεσθε οὐρανοὶ.

Tὴν οἰκείαν εὐφροσύνην οἱ Ἄγγελοι παραδηλοῦντες, ἣν ἔσχον ἐπὶ τῇ καθαιρέσει τοῦ Σατανᾶ, ἐπινίκιον ᾄδουσιν ᾠδὴν τῷ Θεῷ· ἄρτι λέγοντες, ἐγένετο ἡ σωτηρία καὶ ἡ βασιλεία διέλαμψε, καὶ ἡ ἐξουσία τῆς τοῦ Θεοῦ δυνάμεως, ὅπως ἐστὶ παντοδύναμος. αὐτοῦ γὰρ συνεργείᾳ νενικήκαμεν τὸν ἐχθρὸν.

Οὐαὶ τῆ γῇ καὶ τῆ θαλάσσῃ.

Οὐ τῇ ἀναισθήτῳ κτίσει τὸ οὐαὶ, ἀλλὰ τοῖς γήινα φρονοῦσι καὶ σποδὸς οὖσι, κατὰ τὸ γεγραμμένον, “ καὶ ὡς ἡ θάλασσα ἀστα- “ τοῦσιν,” ἀγομένοις καὶ φερομένοις ἐν τῇ τοῦ βίου κυβείᾳ· τούτων γὰρ ὁ κοινὸς ἐχθρὸς στρατευόμενος, τὸ ἑαυτοὺ s καταθύμιον ἀνύσει. τοῖς νήφουσι γὰρ καὶ πρὸς Θεὸν ἀνατεινομένοις οὐ μόνον πρὸς βλάβην οὐ καταβήσεται t ἀλλὰ καὶ πρὸς ὠφέλειαν, ὡς διαγυμναζομένοις ὡς ὑπὸ παιδοτρίβῃ, καὶ τοῖς πειρασμοῖς δοκιμωτέροις ἀποτελουμένοις. πλείονα δὲ τὸν θυμὸν ἕξειν φησὶ, τὸ ὑπόγυιον u τῆς αὐτοῦ πτώσεως λογιζόμενος x. πόσος γὰρ ὁ ἀπὸ τῆς καταπτώσεως τοῦ διαβόλου καιρὸς, εἴτε ὁ ἀπ’ ἀρχῆς, εἴτε ἀπὸ τῆς Χριστοῦ παρουσίας πρὸς τοὺς ἀτελευτήτους τῆς κολάσεως αὐτοῦ αἰῶνας παραμετρούμενος . θυμὸν οὖν ἔχων μέγαν διώξει, φησι, τὴν γυναῖκα.

Ὅπως ὁ δράκων διώκων τὴν Ἐκκλησίαν οὐ παύεται.

Καὶ ὅτε εἶδεν ὁ δράκων ὅτι ἐβλήθη εἰς τὴν γῆν, ἐδίωξε τὴν γυναῖκα ἥτις ἔτεκε τὸν ἄρρενα. καὶ ἐδόθησαν τῆ γυναικὶ δύο πτέρυγες τοῦ ἀετοῦ τοῦ μεγάλου, [*](s ἑαυτῷ B. t οὐ καταβήσεται om. B. u ὑπόγυον B. x ὐπολογιζόμενος B.)

365
ἵνα πέτηται εἰς τὴν ἔρημον εἰς τὸν τόπον αὐτῆς, ὅπως τρέφηται ἐκεῖ καιρὸν καὶ καιροὺς καὶ ἥμισυ καιροῦ ἀπὸ προσώπου τοῦ ὄφεως. καὶ ἔβαλεν ὁ ὄφις ἐκ τοῦ στόματος αὐτοῦ ὀπίσω τῆς γυναικὸς ὕδωρ ὡς ποταμὸν, ἵνα αὐτὴν ποταμοφόρητον ποιήση, καὶ ἐβοήθησεν ἡ γῆ τῆ γυναικὶ, καὶ ἤνοιξεν ἡ γῆ τὸ στόμα αὐτῆς, καὶ κατέπιε τὸν ποταμὸν ὃν ἔβαλεν ὁ δράκων ἐκ τοῦ στόματος αὐτοῦ. καὶ ὠργίσθη ὁ δράκων ἐπὶ τῇ γυναικὶ, καὶ ἀπῆλθε ποιῆσαι πόλεμον μετὰ τῶν λοιπῶν τοῦ σπέρματος αὐτῆς, τῶν τηρούντων τὰς ἐντολὰς τοῦ Θεοῦ, καὶ ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ.

y Οἱ τὴν γυναῖκα τὴν Ἐκκλησίαν μεταλαμβάνοντες, οὕτως περὶ τῆς διώξεως αὐτῆς φησὶν, ὅτι ὅτε εἶδεν ὁ διάβολος τῷ Χριστῷ μετὰ τὸ βάπτισμα προσπαλαίσας ὅτι ἡττήθη, ὡσαύτως καὶ πρὸς αὐτοῦ μαθητὰς τοὺς Ἀποστόλους ὁπλισάμενος ᾐσχυνήθη διὰ θανάτον τοῦ ὑπὲρ Χριστοῦ ζωὴν εὑρομένους, ἑαυτὸν δὲ ὡς ὄφιν εἰς γῆν καταδικασθέντα καὶ γῆν ἐσθίειν, τοὺς γαιώδεις τὸ φρόνημα, καὶ μηδὲν τῆς οὐρανίου κεκτημένους παλινζωΐας τε καὶ διαίτης, ἤρξατο πάλιν φησὶ, τὴν Ἐκκλησίαν διώκειν ἐξ ἧς ὁ ἄρρην τοῦ Κυρίου λαὸς, ὁ μηδὲν θηλυπρεπὲς φέρων τῶν ταῖς ἡδοναῖς πεφυκότων τοῦδε τοῦ βίου ἐκλύειν καὶ μαλακίζειν, ἀλλ’ ἐξ ἀρχῆς τῇ πρὸς Θεὸν ἀγάπῃ καὶ τὸν πλήσιον συγκροτούμενος, ἔσχεν συνελαφριζίσας καὶ μετεωροποιεῖν ἐκβιαζούσας, λῆψιν ἀπὸ Θεοῦ τὰς δύο πτέρυγας τοῦ ἀετοῦ τοῦ μεγάλου, ὅς ἐστιν “ ὁ ἐπιβαίνων “ ἐπὶ Χερουβεὶμ πέταται,” ὡς τῷ θεοπάτορι Δαβὶδδοκεῖ. δοκεῖ. αἱπτέρυγες δὲ τι ἂν ἄλλο οἴοιντο, ἣ αἱ δύο διαθῆκαι Θεοῦ πρὸς ἡμᾶς τῆς παλαιᾶς καὶ καινῆς. αἵτινες πτέρυγες μετεώρους ἄγουσι πρὸς τὴν ἔρημον πάσης διύγρου ἡδονῆς τοὺς κεχρημένους αὐταῖς γνησίως· ἀεὶ μὲν, μάλιστα δὲ ἐν τῇ τοῦ Ἀντιωρίστου παρουσίᾳ· ὃν κρατεῖν κάτα ’τον ἤδη ῥηθέντα χρόνον τῶν τρίων καὶ ῆμσὲως ἐτῶν· ἐν ᾧ καὶ οἱ κατὰ τὴν αἰσθητὴν ἔρημον ἐν ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς κρυπτόμενοι φεύξονται.

Ἀλλωσ. Οἱ τὴν γυναῖκα εἰς τὴν τοῦ Κυρίου μητέρα ἐξειληφότες [*](y Hoc Sch. deest Edd.)

366
ἐπανάληψίν φασι ταῦτα τῶν ἤδη εἰρημένων. οὐ γὰρ τοῦτο λέγει ὅτι μεθ’ ὃ εἶδεν ὁ δράκων ὅτι ἐβλήθη εἰς τὴν γῆν, εὐθὺς ἐδίωκε τὴν γυναῖκα. ἀλλ’ ἐπειδὴ εἶδεν ἑαυτὸν ὁ δράκων ἐν οἷς ὑπῆρχε x κακοῖς, καὶ ὅτι ἐκπέπτωκε τῆς ἀγγελικῆς ἀξίας, πικρὸς γέγονε λίαν κατὰ τῶν ἀνθρώπων. γ καὶ τὴν γυναῖκα τὴν τὸν Σωτῆρα τῶν ἀνθρώπων γεννήσασαν ἐδίωκεν τοῦ ἀπόλεσαι, ἐπεὶ ἔγνω τὸν ἐξ αὐτῆς τεχθησόμενον Σωτῆρα ἔσεσθαι τῶν ἀνθρώπων. μὴ φέρων οὖν τὴν τοσαύτην μεταβολὴν, εἰ αὐτὸς μὲν ἐξ οὐρανοῦ ἐκπέπτωκεν, ἄνθρωποι δὲ εἰς οὐρανοὺς δι’ ἀρετῆς ἀναφοιτήσουσι τῇ τοῦ ἐξ αὐτῆς γεννηθησομένου φιλανθρώπῳ δυνάμει καὶ θεϊκῇ ἐξουσίᾳ, τὸ ὅσον ἐφ’ ἑαυτῷ οὐκ ἀνῆκεν τὰ ἐμποδοστατοῦντα τεχνάζειν εἰς ἅπαν.

Καὶ ἐδόθησαν τῇ γυναικὶ δύο πτέρυγες τοῦ ἀετοῦ τοῦ μεγάλου.

Οὐ γέγονεν ἡ γυνή, φησιν, ὑπὸ χεῖρα τοῦ Σατανᾶ, ἀλλὰ ταῖς δοθείσαις δυσὶ πτέρυξιν ἔφυγεν εἰς τὴν ἔρημον. πτέρυγας δύο λέγει, χρηματισμοὺς παρὰ τῶν Ἀγγέλων, ἕνα μὲν τὸν τοὺς Μάγους γους μὴ ἀνακάμψαι πρὸς Ἡρώδην διαστειλάμενον, ἕτερον δὲ φεῦγε εἰς Αἴγυπτον φάσκοντα, καὶ ἴσθι ἐκεῖ, ἥτις ἢν ἔρημος θεοσεβείας. ὃ καὶ παράδοξον, ἐν ἀσεβέσι τὸ θεῖον ἐκτραφῆναι. πάντως δὲ ἐπικουρίᾳ πατρῴᾳ τοῦ ἀπ’ οὐρανῶν Πατρὸς εἰς γνῶσιν, τοῦ καὶ ἀπὸ τῶν χειρόνων τὰ κρείττω σθενοποιεὶν εἰδότος. ἐρήμου δὲ τῆς Αἰγύπτου καὶ τῆς Ἡρώδου ἐξουσίας. εἴρηται δὲ καὶ τῆς μητρὸς τόπος ἡ ἔρημος ὡς ἁρμοζόντως αὐτῇ τὸ ἀνενόχλητον τόπον ποριζούσης. καιρὸν δὲ καὶ καιροὺς καὶ ἥμισυ καιροῦ, τὴν διατριβὴν τὴν εἰς ἔρημον σχεῖν, ὃ εἰς τρία ἔτη καὶ ἥμισυ συγκεφαλαιοῦται ὁ τῆς ζωῆς Ἡρώδου χρόνος, ἐν ᾧ ἤρξατο κατὰ τῆς Χριστοῦ λυσσήσας ἀπωλείας.

Καὶ ἔβαλεν ὁ ὄφις ἐκ τοῦ στόματος αὐτοῦ.

Τῆς ἐπιβουλῆς ἀποτυχὼν τῆς κατὰ τῆς παρθένου ὁ ὄφις, ἄλλην ἡμῖν ένεκαίνισε a κατὰ τῆς παρθένου καὶ τοῦ ταύτης υἱοῦ [*](x ὑπάρχει B. y Quӕ seq. Om. Edd. z ἕτερον δὲ τὸν φεύγειν Αἴγυπτον τῷ Ἰωσὴφ μετὰ τοῦ παιδίου τῆς μητρὸς ἐντειλάμενοι. μόνως γὰρ οὕτως Ηρώδην ἡ μητὴρ καὶ τὸ παιδίον διέφυγεν. εἰς ἔρημον δὲ τὴν Αἴγυπτον, φησιν B. a ἄλλην μέτεισι κατὰ τ. παρθ. B.)

367
δραματουργίαν, τὰ κατὰ τὸν σταυρὸν λέγων, δι’ ὧν καὶ τῇ μητρὶ τὴν διὰ τὸ πάθος ἀπιστίαν ἐνεσκεύαζε, καὶ τῶ υἱῶ τὴν διὰ ἀπώλειαν. ποταμὸν δὲ ἐκ τοῦ στόματός, φησι, τὸν ὄφιν ἐκβαλεῖν τοὺς πειρασμοὺς, ὡς σύνηθες εἰς ὕδωρ καὶ ποταμοὺς ἀλληγορεῖν τῇ γραφῇ b. πῆ μὲν διὰ τοῦ Ἰωνᾶ λέγουσα “ἀπέρριψάς με εἰς βάθη καρδίας θαλάσσης καὶ ποταμοὶ ἐκύκλωσάν με.” πῆ δὲ διὰ τῆς παραβολῆς αὐτοῦ τοῦ Κυρίου· “ κατέβη’’ φάσκοντος, “ ἡ βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ οὐκ “ ἐδυνήθησαν τὴν ἐπὶ τὴν πέτραν θεμελιωμένμν οἰκίαν καταβαλεῖν.” ποταμὸν οὖν ἐν τῷ πάθει τοῦ Κυρίου πειρασμὸν τῇ μητρὶ ἐγγινόμενον μένον λέγει. ὃν καὶ Συμεὼν ὁ πρεσβύτης φησὶ τῇ παρθένῳ. “ καὶ “ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία c.” καὶ τὸ αἴτιον, εἰς παράτασιν τοῦ ἀληθῶς αὐτὴν ὠδινῆσαι καὶ τεκεῖν, ἀλλ’ οὐ φαντασίᾳ. διὸ καὶ τὰ τῶν ἀληθῶν μητέρων παθεῖν, ὀδυνομένην ἐπὶ τῷ τόκῳ· τοῦτο γὰρ νοοῖτο “ ὅπως ἃν ἀποκαλυφθῶσιν ἐκ πολλῶν “ καρδιῶν διαλογισμοί.

Εκ τοῦ στόματος αὐτοῦ.

Οἱονεὶ ἐκ προστάγματος αὐτοῦ ὁ πονηρὸς δαίμων ἔβαλεν τοὺς πειρασμούς· “ ποταμοφόρητον” δὲ ἀντὶ τοῦ ἀποπνίξει. τότε γὰρ εμψυχα ὕπο ποταμῶν ἄγεται καὶ φέρεται, ὅταν ἀποπνιγῇ.

Καὶ ἐβοήθησεν ἡ γῆ τῇ γυναικί.

Τὸ μὲν καταπιεῖν τὴν γῆν τὸν ποταμὸν, δηλοῖ τὸ διὰ θανάτου τὸν Κύριον δέξασθαι διὰ τοῦ μνήματος d ποταμὸν δὲ αὐτὸν ἐκάλεσεν, ὡς καὶ πειρασμῶν ἔμπλεον. ἀφ’ ὣν καὶ θανεῖν ἠνέσχετο, καὶ ταφῆναι· καὶ εἰρήνης· ἀφ’ οὗ καὶ “ ὡς ποταμὸν εἰρήνης ὁ προφήτης φησί· αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν κατὰ Παῦλον τὸν θεῖον “ ὁ ποιήσας τὰ ἀμφότερα ἓν, καὶ τὸ μεσότειχον τοῦ φραγμοῦ “ λύσας·” καταπιοῦσα δὲ τοῦτον ἡ γῆ πάλιν ἀνέδωκεν ἀνεβίω γὰρ πάλιν τριήμερος, πατήσας τὸν θάνατον, ἐπεὶ κατὰ τὸν θεσπέσιον Πέτρον, “οὐκ ἦν δυνατὸν κρατεῖσθαι ὑπ’ αὐτοῦ τὸν “ ἄρχοντα τῆς ζωῆς. οὕτως δὲ τὸ ῥητὸν τοῦτο ἀναγνωστέον, τελείαν στιγμὴν τιθέντας εἰς τὸ “ ἐβοήθησεν ἡ γῆ τῇ γυναικί·’’ εἶτα [*](b ἀλληγορῶν τῆ̣ γραφῇ B. τ. γράφ’. om. Edd. et qiiae seq. usque ad καταβαλεῖν. c ῥομφ. διελ. B. s æ seq. om. Edd. usq. ad ἐρεθίσον.)

368
ὡς ἐξ ἐρωτήσεως τοῦ, τίνα δὲ τρόπον ἐβοήθησεν ; ἐπιφέρειν ὡς ἀπόκρισιν τὸ “ κατέπιεν ἡ γῆ τὸν ποταμὸν ὃν ὁ δράκων ἔβαλλεν ἐκ “ τοῦ στόματος αὐτοῦ·’’ τούτου δὲ γενομένου πρὸς ὀργὴν τοῦ δράκοντος, ἕτερον πάλιν οὗτος ὁ δράκων ἐνεσκευάσατο πόλεμον. ἀλλ’ ἐρεῖ τὶς, ὅτι τὸ καταπιεῖν τὴν γῆν τὸν ποταμὸν εἰκότως παραδεκτέον εἰς τὸν τοῦ Κυρίου θάνατον καὶ τὴν ταφὴν, τὸ δὲ ἀναβιῶναι πόθεν ληπτεὸν μὴ ἐγκειμένου τῇ Ἀποκαλύψει τὸ μοῦ κατάπτωσιν ἐξήμεσεν αὐτὸν, ἤτοι τὸν πειρασμόν. οὕτως γὰρ ἂν ἐνδίκως καὶ τῇ ὀργῇ καταληπτὸς ὁ δράκων· τὸ γὰρ καταποθῆναι πρὸς ἡδονῆς μᾶλλον συνετέλει· ἅτε πρὸς ἀφανισμὸν τοῦ μυκομένου τελεώτερον ἀποτελευτῶν. λέγομεν οὖν, ὡς εἰ καὶ μὴ πρόσκειται τὸ ἐξήμεσεν ἣ ἀπέβλυσεν, ἀλλὰ τῇ τοῦ δράκοντος ὀργῇ συναναφαίνεται τὸ ἀπο- βλύσαι πάλιν τὴν γῆν· δι’ οὗ πάλιν ὑφίστασθαι ἔμελλεν τὸ τὴν ὀργὴν ἐρέθισον. ὁ πόλεμος δὲ πρὸς τοὺς χρηματίσαντας υἱοὺς καὶ ἀδελφοὺς τοῦ Χριστοῦ, καθ’ ὃ εἴρηται τὸ, “ ἀπαγγελῶ τὸ ὄνομά “ σου τοῖς ἀδελφοῖς μου.’’ καὶ αὖθις τὸ “ ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Κύριος. τούτοις δὲ ἐξ ὀργῆς πολεμεῖν ἔκρινε τοῖς πιστοῖς τοῦ Κυρίου, οἱ τῇ πρὸς αὐτὸν εἰλικρινεῖ πίστει καὶ διαθέσει καὶ εἰς συγγένειαν αὐτοῦ c ἀνελήφθησαν, καθώς ἐστιν αὐτοῦ ἀκοῦσαι, “ μήτηρ μου καὶ ἀδελφοί μου οὗτοι εἰσὶν οἱ “ ποιοῦντες τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.

d Δραματικῶς μέτεισι τὰ προκείμενα ὁ χρηματίζων τῷ Ἀποστόλῳ, ὡς ἔμψυχον ζῶον εἰσάγων τὴν γῆν. στόμα ἔχουσαν ἀνοιγόμενον καὶ καταπώσει ἐξαφανίζουσαν· ἐξαφανίζειν δὲ τῆ καταπώσει διὰ ταπεινοφροσύνης τῶν πρὸς οὓς οἱ πειρασμοί· οἱ καὶ λέγουσι καὶ ἡγοῦνται ἑαυτοὺς γῆν εἶναι καὶ σποδὸν· καὶ ταύτῃ τῇ ταπεινώσει τὸ ἀλαζονικὸν ὕψος τοῦ πολεμοῦντος αὐτοῖς διαβόλου ὡσπερεὶ καταπώσει τινι ἐξαφανίζοντες τε καὶ καθαιροῦντες· ὡς τῷ Ἀντωνίῳ εἴρηκεν ὁ Ἄγγελος. Ὀργισθεὶς δὲ ὁ δράκων ἐπὶ τῇ γυναικι ναικὶ ἤτοι τῇ Ἐκκλησίᾳ διὰ τὸ ὑπὸ τῆς ταπεινοφροσύνης τὰς μηχανὰς αὐτοῦ καταπαλαισθῆναι, ἀπῆλθε ποιῆσαι πόλεμον μετὰ τῶν περιλοίπων τῶν ἀπὸ τῆς Ἀποστολικῆς διαδοχῆς, ὡς ἀπὸ σπέρματος ταύτης ἐκβλαστησάντων ἀνδρῶν καὶ ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ Χριστοῦ. διὰ τῶν ἐγκρίτων τῆς Ἐκκλησίας διδασκά- [*](c αὐτῶ B. Hoc Sch. carent Edd.)

369
λῶν καἲ τῶν τῆς γῆς ὑπερορώντων, καὶ πρὸς τὴν ἔρημον μεθισταμένων καὶ τὴν ἐν αὐτῇ ταλαιπωρίαν· εἰ τούτων φησι, διαμάρτοι ὁ διάβολος ἐκ καταπώσεως τῆς ταπεινοφροσύνης, κατὰ τῶν ἐν κόσμῳ στρατευομένων Χριστῷ ἐξοίσει, ὅπως καθάπερ κόνει τραχυνούσῃ τὸ ἔλαιον καὶ τὴν τούτου λειότητα ταῖς τοῦ βίου πραγματείαις εὐαλώτους τούτους εὑρὼν τροπώσηται· εἰ καὶ πολλοὶ τοῦτον διὰ τὸ γνήσιον τῆς πρὸς Χριστὸν ἀγάπης ὥσπερ στρουθίου ἀσθενοῦς καταπαίζουσι.

Περὶ τοῦ θηρίου τοῦ ἔχοντος κέρατα δέκα καὶ κεφαλὰς ἑπτά. ὧν μίαν ὡς ἐσφαγμένην ἔφη.

Καὶ ἐστάθην ἐπὶ τὴν ἄμμον τῆς θαλάσσης, καὶ εἶδον ἐκ τῆς θαλάσσης θηρίον ἀναβαῖνον ἔχον κέρατα δέκα καὶ κεφαλὰς ἑπτὰ, καὶ ἐπὶ τῶν κεράτων αὐτοῦ δέκα διαδήματα, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν ὀνόματα βλασφημίας. καὶ τὸ θηρίον ὃ εἶδον ἦν ὅμοιον παρδάλει. καὶ οἱ πόδες αὐτοῦ ὡς ἄρκτου, καὶ τὸ στόμα αὐτοῦ ὡς στόμα λέοντος, καὶ ἔδωκεν αὐτῷ ὁ δράκων τὴν δύναμιν αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ, καὶ ἐξουσίαν μεγάλην.

Ἐπὶ τῆς ἄμμου στάσις τὸ ἀπαγὲς βούλεται σημαίνειν τῶν δεικνυμένων ὡς συμβολικῶς. ἀλλ’ οὐκ ἐπ’ αὐτῶν ἀναποκαθημένων τῶν ἐρωμένων. Ἐν μὲν τῇ πρὸ ταύτης θεωρίᾳ, δράκων πυρρὸς ἐν τῷ οὐρανῷ ὁρᾶται, νῦν δὲ ἐκ τῆς θαλάσσης ἀναβαίνων e. ὁ μὲν οὖν ἀπ’ οὐρανοῦ δράκων, τὸν κατ’ ἀρχὰς τῆς οὐρανίου δόξης ἐκπεπτωκότα σημαίνει. ὁ νῦν δὲ πάλιν, τὸν αὐτὸν ἐκ τῆς θαλάσσης ἀναβαίνοντα f, θάλασσαν τὸν ἄστατον τοῦτον καὶ ἀειτάραχον g παριστῶν βίον, ἀφ’ ἧς h καὶ ἀναβαίνει τὸ θηρίον, τὰς τῶν ἀνθρώπων i πλημελεῖς καὶ ἀστηρίκτους ἐπὶ τοῖς ἀγαθοῖς πράξεις λαβὼν εἰς ἐμφάνειαν. ὃ οὐκ ἄλλο, ἣ ὁ Ἀντίχριστος ἐπὶ τῷ πρώτῳ καὶ [*](f ἀναβαίνειν B. g Male ἀτάραχον Edd. h ἀφ’ ἧς om. B. i Edd. ἄλλους.)

370
δευτέρῳ j Σατανᾶ, τρίτος αὐτὸς προιών. τὸ δεύτερον δὲ καὶ μέσον ὃ καὶ νῦν πρόκειται εἷς θεωρίαν, δύναμίς τις τυγχάνει, τῷ ἀποστάτῃ Σατανᾷ συνεκπεπτωκυία, ἐκείνου μὲν ἧττον, τῶν δὲ λοιπῶν εἰς k κακίαν προύχουσα. ὅς ἐστιν ὁ Ἀντίχριστος, ὁ κατ’ ἐνέργειαν τοῦ Σατανᾶ καὶ τῶν συγκαταβεβλημένων αὐτῷ l δαιμονικῶν δυνάμεων προεχόμενος, εἴ τι Μεθοδίῳ καὶ Ἱππολύτῳ καὶ τοῖς ἁγίοις πείθεσθαι πατράσιν ὁ γὰρ Σατανᾶς, εἰ καὶ λέγεται παρὰ τῇ γραφῇ τὴν θάλασσαν οἰκεῖν καὶ τὸν τάρταρον, ἀλλὰ τροπικῶς αὐτοῦ γάρ ἐστιν ἀκοῦσαι πρὸς Θεὸν ἐπὶ τοῦ Ἰὼβ φάσκοντος βίβλῳ· “ ἐμπεριπατήσας τὴν γῆν καὶ τὴν ὑπούρανον πάρειμι· ἀφ’ οὗ δῆλον ὡς τῇ περιγείῳ ἐνασχολεῖται κτίσει, ἐπιβούλως τοῖς ἀνθρώποις διαγινόμενος· τοῖς μὲν ὡς τάρταρος κρυερὸς ἐπιβουλεύων καὶ τὴν προσοῦσαν ἀνθρώποις θερμότητα προσαποσβεννύειν πειρώμενος. ἔστι δὲ ὅτε θαλαττίῳ τρόπῳ ἐξιὼν καὶ φόβον ἐμποιῶν παλιρροίαις τῶν κοσμικῶν περιστάσεων, ὑποχειρίους ἔχει λαβὼν ἀλλ’ ἀϊστῶς διητάτω ἐν τῇ θαλάσσῃ. πῶς ἐν τῇ πρὸ ταύτης θεωρίᾳ ἀναγέγραπται πολλὰ κατὰ Κυρίου καὶ κατὰ τῆς αὐτοῦ μηχανήσασθαι μητρός· οὗτος οὖν ὁ νῦν εἰς θεωρίαν κείμενος ὁ Ἀντίχριστος κατ’ ἐνέργειαν τοῦ Σατανᾶ ἤδη εἴρηται, ὃν καὶ ὡς * * τος περιέπειν οὐ κατολιγωρεῖ n. τοῦτο γὰρ ὡς πρός τινος πολυωρίας ἠξιωμένοι τὸ ὄνομα ἐνδιαθέτως λαμβάνουσιν, ὡς καὶ Χριστός φησι τοῖς μιαιφόνοις Ἑβραίοις· “ ὑμεῖς ἐκ τοῦ πατρὸς “ τοῦ διαβόλου ἐστέ·’’ πατέρα τοῦ διαβόλου τοῦτον καλῶν τὸν συναποστάτην αὐτοῦ, ὡς ἤδη εἴρηται· οὗ κατ’ ἐνέργειαν ὁ Ἀντίχριστος, ὥσπερ καὶ Ἀβραὰμ πολλῶν ἐθνῶν πατὴρ ἀναγέγραπται τῶν ὅσοι κατὰ ζῆλον ἐκείνου τῆς οἰκείας ἁ * δήσαντες ἐγγενοῦς πλάνης τῆς εὐσεβείας ἀντεποιήθησαν. Ἰστέον δὲ ὡς τῷ τοῦ Εὐαγγελίου ῥητῷ “ ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ,’’ οὕτως τινὲς ὑπέστησαν τῇ στιγμῇ· καὶ τῇ ἐνυποκρίτῳ τοῦ ῥητοῦ προφορᾷ τὸ ἄπορον ἀπολυόμενοι· εἰπόντων γὰρ τῶν Ἑβραίων “ ὅτι ἐκ πορνείας οὐ γεγεν- “ νήμεθα, πατέρα ἔχομεν τὸν Θεόν·” πρὸς τοῦτο χλευαστικῶς αὐτοῖς [*](j καὶ δευτ om. B. k τὰ εἰς κακ. B. 1 Hic Edd. add. ἀγγελικῶν μὲν τὸ πρὶν ὑπαρχουσῶν δυνάμεων, ὕστερον δὲ ἐκδιαβεβλημένης προαιρέσεως, πρὸς τὴν τῶν δαιμόνων μετασχηματισθεισῶν ζόφωσιν. Omnia autem quæ seq. ded. e Cod. B. usq. ad ὁ Ἀντίχρ. γεν. τοῖς ἀνθρ. m n κατολιγορεῖ Cod.)
371
χρησάμενος ὁ Χριστὸς, οὕτω φησιν ἐνυποκρίτῳ προφορᾷ “ ὑμεῖς ἐκ “ τοῦ πατρός; τοῦ διαβόλου ἐστέ·’’ τουτέστιν, ὑμεῖς ἐκ τοῦ Θεοῦ ἐστὲ τοῦ Πατρὸς, ἐξ οὗ πᾶσα πατριὰ ὀνομάζεται; οὐδαμῶς· οὐκ ἐστὲ γὰρ ἐκ τοῦ τῷ ὄντι Πατρὸς, ὡς οὐδὲ τοῦ Ἀβραὰμ ἐστὲ κατὰ γένος οὕτως καὶ τοὺς θεοσεβεῖς τρόπους· τὸ μὲν γὰρ κατὰ γένος κοινὸν καὶ τῶν λοιπῶν ζωῶν, τὸ δὲ κατὰ θεοσέβειαν, μόνων τῶν τῷ ὄντι ἐμφρόνων ἀνδρῶν. καὶ περὶ μὲν τούτων οὕτως. Ἐκ τῆς θαλάσσης δὲ τοῦτο ἀναβαίνειν τὸ θηρίον φησι· ὅτε διὰ τὸ ὑπερβάλλον τοῦ κόσμου ἐκ κακίας πολυτάραχον εὐπαράδεκτος ὁ Ἀντίχριστος γέννηται τοῖς ἀνθρώποις. τὰ κέρατα δὲ τὰ δέκα, τὸ τέλειον τῶν εἰς κακίαν συντελούντων προσεῖναι τῷ Ἀντιχρίστῳ παραδηλοῖ, ἐξ ὧν καὶ δόξα αὐτῷ παρομαρτεῖ, διότι ο τὸ κέρας, τὴν δόξαν ἔθος σημαίνειν. ἀλλὰ καὶ ἐκ τούτων τινὲς p εἰρήκασιν εἰς δέκα τότε βασιλείας διῃρῆσθαι τὴν οἰκουμένην. τὰς δὲ ἑπτὰ κεφαλὰς, τῷ q τὰς βασιλείας ἐν τῷδε τῷ συστοίχῳ τοῦ ἑβδοματικοῦ ἀριθμοῦ κόσμῳ ὑπάρξαι, συγκαταλυομένῳ ὡς αἰσθητῷ τῇ κατὰ σάρκα βιώσει, ἀνατέλλοντος δὲ τοῦ ἀφθάρτου τε καὶ διαιωνίζοντος, ἐν ᾧ καὶ ἡ βασιλεία διαιωνίζουσά τε καὶ ἀδιάδοχος.

Καὶ τὸ θηρίον ὃ εἶδον ἦν ὅμοιον παρδάλει.

r Ἢ τὸ ἅμα τῇ ἀρχῇ τῶν βλασφημῶν ἔχεσθαι, ἣ κατὰ τῆς κεφαλῆς ἑαυτοῦ τὸν Θεὸν βλασφημῶν τὸ κακὸν καθ’ ἑαυτοῦ επισωρευειν.

Ὀνόματα βλασφημίας ἐπὶ τὰς κεφαλὰς τοῦ ἀνίοντος θηρίου ἔστιν ὁ Ἀντίχριστος. αἱ βλάσφημοι ὀνομασίαι προσέσονται φησι· τί τοῦτο λέγων; τὸ ἐκ τῆς θαλάσσης ἤγουν τοῦ φιλοταράχου τοῦδε καὶ πολυκύμονος βίου ἐξερχόμενον θήριον. ἄνθρωπος γὰρ ἔσται ὁ Ἀντίχριστος προοιμίοις χρησάμενος τοῖς Ἑλληνίζουσιν ἄρχουσι, καὶ δὴ καὶ τοῖς μετὰ Κωνσταντῖνον τὸν μέγαν, ὧν ἐστιν Ἰουλιανὸς καὶ Οὐάλης, καὶ πάντες οἱ καθ’ ἑξῆς αἱρετίζοντες βασιλεῖς. τότε καὶ αὐτὸς ἐπιστήσεται εἰς δέκα πρὸ μικροῦ τῆς αὐτοῦ ἀφίξεως μερισθείσης τῆς Ῥωμαϊκῆς ἀρχῆς, ἀρκούντως βεβλασφημένης s τῆς τῶν Χριστιανῶν πίστεως. ὡς ἔστι μαθεῖν τοῖς βουλο- [*](ο παρομαρτήσει, ὅτι B. p καὶ τοῦτο τινὲς B. q τὸ B. r Quæ seq. om. Edd. usq. ad ἄρχουσι. s μεταβεβλασφ.)

372
μένοις ἀπὸ τῶν τὰς παλαιὰς ἱστορίας ἀναγραφομένων βιβλίων, καὶ τῶν τὰς ὑπογύους. περὶ τοῦ ἀριθμοῦ δὲ τοῦ δέκα καὶ ἑπτὰ εἴρηται. ὁποῖον δὲ τὸ θηρίον, ὁμοῖόν φησι παρδάλεως, καὶ οἱ πόδες ὡς ἄρκτου, καὶ τὸ στόμα ὡς λέοντος, διὰ μὲν τῆς παρδάλεως τὴν Ρωμαίων σημαίνων ἀρχὴν, ὡς ταχυεργῆ, καθ’ ὧν ἂν τὴν ὁρμὴν σχῇ, καὶ καρτερικὴν μέχρις ἃν πρὸς τέλος τοῦ ἐνάρξασθαι φθάσῃ, ὃ καὶ διὰ τῶν τῆς ἄρκτου ποδῶν δηλοῖ. ἀναφέρονται δὲ καὶ εἰς τὴν Περσῶν βασιλείαν, ἄχρι νῦν οὐκ ἀποκαρτερήσασαν τῆς ὅλης ἀντέχεσθαι· διὰ δὲ τοῦ στόματος ἡ Βαβυλωνίων, ἣν ἄν τις ἀπαραλογίστως τὴν τῶν Σαρρακηνῶν ἐκδέξεται, καθ’ ὅτι καὶ ἐν Βαβυλῶνι νῦν ἐστι τὸ ἀρχεῖον αὐτῶν, ὧν δὴ ὁ r Ἀντίχριστος ὡς Ῥωμαίων βασιλεὺς κρατήσει. εἰς τοῦτο γὰρ καὶ ἀφίξεται ὡς καὶ ταύτην καθαιρήσων, ὅταν τοὺς ὀστρακίνους τῶν ποδῶν δακτύλους θεάσηται· δι’ ὧν εἰς δέκα δηλοῦται ἡ διαίρεσις αὐτῆς ἀσθενεῖς καὶ εὐθρύπτους ἀρχὰς, ἃς καὶ αὐτὸν * θος ὁ ἄνευ ἀνδρὸς ὑποστὰς τὴν ἀνθρωπίνην ὑπόστασιν συνεργείας ἐξόρους τοῦ πατρικοῦ καὶ θείου ὕψους ὁρμημένος γέγονε τὸ καθ’ ἡμᾶς γενόμενος μεθ’ ἡμῶν· καὶ πατάξας καὶ λεπτύνας εἰς ἅπαν ὡς ἀπὸ ἅ * * νος θερινῆς τὰς βασιλείας, καὶ αὐτὸν τὸν Ἀντίχριστον δεσμοῖς παραπέμψας διαιωνίζουσιν, αὐτὸς τὸ ἀθάνατον καὶ ἀκατάλυτον ἀνεδήσατο κράτος.

Καὶ ἔδωκεν αὐτῷ ὁ δράκων τὴν δύναμιν αὐτοῦ.

Δώσει γὰρ τῷ Ἀντιχρίστῳ ὁ Σατανᾶς ὁ νοητὸς δράκων, πᾶσαν ἐξουσίαν ἐν σημείοις καὶ τέρασι καὶ ψευδέσι πρὸς ἐξαπάτην ὅμως τῶν ἀστηρίκτων. τὸν θρόνον δὲ τί νοητέον, εἰ μὴ τὴν ἐξουσίαν τοῦ σκότους τοῦ ἀέρος τούτου, ἣν καὶ αὐτὸς ἔσχε τῆς οὐρανίου δόξης ἐκπεπτωκὼς;

Καὶ εἶδον μίαν ἐκ τῶν κεφαλῶν αὐτοῦ, ὡσεὶ ἐσφαγμένην εἰς θάνατον. καὶ ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ ἐθεραπεύθη, καὶ ἐθαύμασεν ὅλη ἡ γῆ ὀπίσω τοῦ θηρίου. καὶ προσεκύνησαν τῷ δράκοντι τῷ δεδωκότι τὴν ἐξουσίαν τῷ θηρίῳ, καὶ προσεκύνησαν τῷ θηρίῳ, λέγοντες, [*](r ὧν δὴ βασιλέων κρα σει ὁ Ἀντιγρ. Ῥωμ. βασ. B. usq. ad Sch. fin. om. dd.)

373
τίς ὅμοιος τῷ θηρίῳ; τίς δυνατὸς πολεμῆσαι μετ’ αὐτοῦ; καὶ ἐδόθη αὐτῷ στόμα λαλοῦν μεγάλα καὶ βλασφημίαν. καὶ ἐδόθη αὐτῷ ἐξουσία πόλεμον ποιῆσαι μῆνας τεσσαρακονταδύο. καὶ ἤνοιξε τὸ στόμα αὐτοῦ εἰς βλασφημίαν πρὸς τὸν Θεὸν, βλασφημῆσαι τὸ ὄνομα αὐτοῦ, καὶ τὴν σκηνὴν αὐτοῦ, καὶ τοὺς ἐν τῷ οὐρανῷ σκηνοῦντας. καὶ ἐδόθη αὐτῷ ποιῆσαι πόλεμον μετὰ τῶν ἁγίων, καὶ νικῆσαι αὐτούς.

Τοῦτο διαφόρως ἐκληπτέον. Ἢ γὰρ τὸν Ἰσραὴλ θεοσεβὲς ὃν ἔθνος, ὅτι καὶ πατέρων τοιούτων προφάσει λιμοῦ τὴν Αἴγυπτον καταλα * * τα μετὰ τοῦ πατρὸς αὐτοῦ Ἰακὼβ, καὶ ἐπὶ τίνα μὲν μόνον ἕως ζῶντες πάρη * ν οἱ πρόγονοι ἐχόμενοι τῆς πατρίου θεοσεβείας· ἐκείνων δὲ θανάτω ἐκλελοιπότων καὶ τῆς θεοσεβείας τοῖς ἀπογόνοις τῆς πατρῴας ἐκλελοιπυίας ταῖς Αἰγυπτίαις ὑπήχθησαν εἰδωλολατρείαις, ὃ ὑπὸ Ἰησοῦ τοῦ υἱοῦ τοῦ Ναυῒ τῇ κατ’ αὐτὸν ὀνειδίζονται βίβλῳ· ἀφ’ ἧς εἰδωλομανίας ὑπὸ Μωϋσέως καὶ τῆς Αἰγύπτου ἠλλοτριώθησαν πρὸς θεοσέβειαν αὖθις ἐπαναχθέντες· ταύτην σφαγὴν μιᾶς τῶν κεφαλῶν καλεῖ· κεφαλαὶ γὰρ τὰ ὑπ’ αὐτοῦ τοῦ Σατανᾶ πεπλανημένα ἔθνη· ὧν ἡ ἐπαγωγὴ ἡ πρὸς εὐσέβειαν, σφαγὴ εἰς θάνατον ἐνομίσθη u. καὶ ὅτι οὐ κυρίως σφαγὴ ἀλλ’ ἶσον σφαγῇ v. τὸ ῥητὸν παριστᾷ, οὐκ ἐσφαγμένην, ἀλλ’ ὡς ἐσφαγμένην φάσκον w, καὶ, τῷ “ὡς” ὁμοιωματικῷ μορίῳ χρησάμενον· ταύτῃ γοῦν πάλιν τῇ εἰς θεογνωσίαν ἐπαναστροφῇ, ἡ πρὸς τὴν x ἐξ ἀρχῆς πρὸς ἀσέβειαν ἐπαναδρομὴ, θεραπεία ὠνόμασται πληγῆς. ἥτις πληγὴ καὶ οἱονεὶ ἀπώλεια αὐτῷ ἡ πρὸς Θεὸν ἡμῶν σωτήριος ἐπιστροφή. εἰ δέ τις ἐπηρεάζων τῇ ἀναπτύξει τοῦ ῥητοῦ τὸ πρὸ πολλοῦ αὗτα πεπρᾶχθαι χρόνου y πρὸς συνηγορίαν, μελλόντων δὲ τὴν Ἀποκάλυψιν ἐκφάντορα οὐ τῶν ἤδη γεγεννημένων εἶναι· ἐκεῖνο ἀκουσάτω, ὡς τὰ χρονικὰ διαστήματα τότε τὸ ἀσφαλὲς ἔχει, ὅτε καὶ πρὸς ἐφημέρους ἐμφαίνει τὴν πραγματείαν· ὅτε δὲ περὶ ἀιδίων καὶ οὔποτε ληγόντων τῆς ἐνεργείας, ἀλλὰ τὰ ἤδη γεγεννημένα δι’ ὁμοιότητος [*](t Quæ seq. om. Edd. usq. ad ἐνομίσθη. u ἐληίσθη Edd. v ὡς Edd. w φάσκον om. B. x τὸν Edd. y Cod. χρῶορυ.)

374
τῶν αὖθις τελουμένων ἀναβιωσκόντων, οὐδὲν εἰς ἀθέτησιν ἐχυρὰν ἕξει τῶν προβαλλομένων· ἢ τοίνυν οὕτως τὰ τῆς ἀναπτύξεως τοῦ ῥητοῦ, ἢ καὶ οὕτως. κεφαλὴν ὡς ἐσφαγμένην, εἶτέ τινα τῶν ἀρχόντων αὐτοῦ τεθανατῶσθαι καὶ ὑπ’ αὐτοῦ διὰ γοητείας ἀπατηλῶς ἀνίστασθαι δόξαι· ὥσπερ καὶ Σίμων τοιαῦτα ποιῶν, ὑπὸ Πέτρου ἠλέγχετο τοῦ κορυφαίου τῶν Ἀποστόλων· ἢ τὴν Ῥωμαίων ἀρχὴν ἀπολλυμένην διὰ τῆς εἰς πολλὰ διαιρέσεως σφαγῆς τρόπον νομισθῆναι. αὐτοῦ δὲ τοῦ Ἀντιχρίστου ταύτας καταλελυκότος, τὴν καλαλυσιν θεραπείαν λογισθῆναι z, εἰς εἰκόνα Αὐγούστου Καίσαρος, ὃς καὶ αὐτὸς Λέπιδον καὶ Ἀντώνιον παρελόμενος τῆς ἐξουσίας, εἰς μοναρχίαν δὲ περιστήσαντος, ἡ συντήρησις τῆς μοναρχίας ἀϊδίῳ δόξῃ αὐτὸν κατεφαίδρυνεν.

Καὶ ἐθαύμασεν ὅλη ἡ γῆ ὀπίσω τοῦ θηρίου.

Ἀντὶ τοῦ θάμβους ἐπλήσθη, ὥσπερ προηγουμένου τοῦ θηρίου διὰ τῶν τεράτων, αὐτῶν δὲ ἐξόπισθεν ἐπακολουθούντων τῇ συγκαταθέσει. διὰ τὸ μὴ ἔχειν διακριτικὴν ἕξιν ἀληθείας καὶ ψεύδους· τὸ δὲ ὅλη ἡ γῆ a, ἀντὶ τοῦ πᾶς b ἄνθρωπος εἴρηται c, μετωνυμικῷ τῷ τρόπῳ, ἀπὸ τοῦ περιέχοντος τὸ περιεχόμενον. ὡς καὶ ἐπὶ τοῦ “πᾶσα η γῆ ἠρίστα.”

Καὶ προσεκύνησαν τῷ δράκοντι.

Τὸ ὑπὸ τοῦ Ἀντιχρίστου θαῦμα, εἰς τὸν δι’ αὐτοῦ ἐνεργούμενον διάβολον τὴν ἀναφορὰν ἕξει· δι’ ἐκείνου γὰρ ὁ δράκων προσκυνηθήσεται· διόπερ ὡς τούτου ὄντος τῆς προσκυνήσεως λέγω τοῦ δράκοντος. ἀπὸ τῶν ὑπὸ τοῦ Ἀντιχρίστου τερατουργουμένων εἰς τὸν δι’ αὐτοῦ ἐνεργοῦντα παραπεμπομένης, μετὰ τὴν τοῦ δράκοντος προσκύνησιν ἐπήνεγκεν ἀνεπισημάντως, μὴ ἐπενέγκας τὸ καὶ μετὰ τὴν προσκύνησιν τοῦ δράκοντος προσεκύνησαν καὶ τῷ θηρίῳ· ὡς δὲ κοινῆς προσκυνήσεως οὔσης τοῦ δράκοντος καὶ τοῦ θηρίου. διὰ δὲ τὸ μὴ οὕτως αὐτοπρόσωπον τῷ δράκοντι τὴν προσκύνησιν ἐνεργῆσαι ὡσπερεὶ σαφηνίζων τὸ προσεκυνήθη, ὁ μὴ παρὼν εἰ μὴ ἐνεργείᾳ, προστίθησι τὸ “ καὶ προσηκύνησαν τῷ θηρίῳ,’’ ὡς τῆς τοῦ δράκοντος προσκυνήσεως αἰτίαν λαμβανούσης, εἰ καὶ μὴ αὐτοπροσώπως, ὡς [*](z Ult. hæc om, Edd. a ὅλην τὴν γῆν B. b πᾶς φησιν ἀνθρ. c εἴρηται om. B.)

375
εἴρηται, ἀλλ’ ὡς διαβαινούσης εἰς τὸν αἴτιον τοῦ ὑπουργοῦντος τῆς προσκυνήσεως.

Τίς ὅμοιος τῷ θηρίῳ.

Τίς ὅμοιος πολεμῆσαι τῷ θηρίῳ; λυσσώντων οἱ λόγοι, καὶ διεφθορότων τὸν ἀνθρώπινόν λογισμόν.

Καὶ ἐδόθη αὐτῷ στόμα λαλοῦν μεγάλα καὶ βλασφημίαν.

Διττὸν τὸ “ ἐδόθη d.” ἣ γὰρ τῆς ἀνεκφράστου τοῦ Θεοῦ ἀνοχῆς τοῦτο μόνον ἡμῶν καταλαμβανόντων ὡς γυμνασίας χάριν καὶ δοκιμῆς τῆς πρὸς αὐτὸν ἡμῶν διαθέσεως, ἀνεχομένου τὰ τοιαῦτα. ἣ τὸ, ἐδόθη, ὑπὸ τῶν ἠπατημένων προσκυνησάντων αὐτῷ ἀνθρώπων. τὸ δὲ μεγάλα λαλεῖ,, τὸ ὑπερηφανίας μεστὰ ῥήματα προφέρειν. e οὐδὲν γὰρ τῶν ἐχομένων κακίας ἐνάμιλλον καὶ ὐπερηφανίας· διὸ καὶ Σολομῶν ἐν Παροιμίαις φησι· “ Κύριος ὐπερηφαν * * * ἄλλου ἱκανοῦ ἀντενεχθῆναι ὄντος ἣ μόνου Θεοῦ. τῷ μεγαλείῳ οὖν τοῦ στόματος ἐκ τῆς ἄγαν ὑπερηφανίας συγκροτουμένῳ· καὶ ἡ βλασφημία ἀκόλουθος κατὰ παντὸς ἀφειδῶς χωροῦσα· διὸ καὶ Δαβὶδ περὶ τῶν τοιούτων φησι· “ἔθεντο εἰς οὐρανὸν τὸ στόμα αὐτῶν, καὶ ἡ “ γλῶσσα αὐτῶν διῆλθεν ἐπὶ τῆς γῆς.” ἀλλὰ καὶ Ἡσαΐας τὸ πρὸς οὐδὲν τῶν κακῶν ἔχειν τὴν παραβολὴν τὴν ὑπερηφανίαν· διὸ καὶ κατὰ Θεοῦ ἀνυποστόλως χωρῆσαι· ὃν οὐκ ἄλλον ἣ τὸν ἀποστάτην εἶναι τοῦτον ὑπὸ Σενναχειρὴμ τοῦ προσώπου συσκιαζόμενον, ἐν οἷς φησι, “ ἀναβήσομαι εἰς τὸν οὐρανὸν, ἐπάνω τῶν ἄστρων τοῦ “ οὐρανοῦ θήσω τὸν θρόνον μου. καὶ ἔσομαι ὅμοιος τῷ ὑψίστῳ·” ταῦτα γὰρ θνητῇ φύσει πῶς ἃν ἐξὸν ἐρεῖν τῇ φθορᾷ συμπεπλεγμένῃ καὶ ἐν αὐτῷ τῷ ζῆν τὸ ἀλλοιωτὸν δυστυχούσῃ; οὕτως καὶ διὰ τοῦ προφήτου Ἡσαΐου τῆς μεγαλοφώνου βλασφημίας ὑπὸ προσώπου τοῦ Ἀσσυρίου κωμῳδηθέντος τοῦ Ἀντιχρίστου καὶ τούτῳ τὰ βλάσφημα προσνεμηθέντα· ἀκόλουθον καὶ τοῖς ἑξῆς τοῦ προκειμένου τῇ θεωρίᾳ Θεοῦ συνεπιρρώσει ἐνασχολεῖσθαι οὕτως ἔχουσι.

[*](d λέγειν Edd. e Quæ seq. om. Edd. usq. ad fin.)
376

Βλασφημῆσαι τὸ ὄνομα αὐτοῦ.

e Κατὰ θείαν ἀνοχὴν, ὡς ἔφθημεν θέπαραμενο, ΓC ἔτη ἕξει τὴν παρρησίαν· τήν τε πρὸς τὸν Θεὸν βλαφημίαν ἐνστῆσαι καὶ τὴν πρὸς τοὺς οὐρανίους, οὓς καὶ σκηνὴν ὀνομάζει, ἤτοι τοὺς ἁγίους Ἀγγέλους. ἢ τοὺς ἀγγελομιμήτως τὸν ἑαυτῶν διεξαγόντων βίον· καθὸ καὶ τὸ “ ἐσκήνωσα ἐν αὐτοῖς” εἴρηται. σκηνὴ δὲ Θεοῦ καὶ ἡ ἐν σαρκὶ τοῦ Θεοῦ Λόγου ᾔτουν ἐνανθρώπησις καθ’ ὧν ἁπάντων εἰς βλασφημίαν τραπήσεται. ὁ πόλεμος δὲ ὁ πρὸς τοὺς ἁγίους καὶ ἡ νίκη· ἁγίους ἐνταῦθα ἀκουστέον καὶ πάντας τοὺς κεκλημένους, καθὸ καὶ εἴρηται καὶ ἐν τῇ παλαιᾷ, τὸν ὀλοθρεύοντα ἄρξασθαι ἀπὸ τῶν ἁγίων. ἐπεὶ δὲ κατὰ τὴν τοῦ Κυρίου φωνὴν, “πολλοὶ μὲν κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί·” εἰκὸς ἐκείνους νικηθῆναι, τοὺς μὴ τοῖς ὀλίγοις συντεταγμένους· ὧν ἡ κλῆσις οὐ διὰ βάθους ἦλθεν καρδίας, ἀλλ’ ἀκροθιγῶς καὶ ὅσον Χριστιανοῖς ἐναριθμη- θῆναι.

Καὶ ἐδόθη αὐτῷ ἐξουσία ἐπὶ πᾶσαν φυλὴν καὶ λαὸν καὶ γλῶσσαν καὶ ἔθνος, καὶ προσκυνήσουσιν αὐτὸν πάντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, ὧν οὐ γέγραπται τὰ ὀνόματα ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίου τοῦ ἐσφαγμένου ἀπὸ καταβολῆς κόσμου. εἴ τις ἔχει οὖς, ἀκουσάτω. εἴ τις αἰχμαλωσίαν συνάγει, εἰς αἰχμαλωσίαν ὑπάγει. εἴ τις ἐν μαχαίρᾳ ἀποκτενεῖ, δεῖ αὐτὸν ἐν μαχαίρᾳ ἀποκτανθῆναι. ὧδε ἐστιν ἡ ὑπομονὴ καὶ ἡ πίστις τῶν ἁγίων.

Ἐν τοῖς φθάσασιν εἴρηται, ὡς ὁ τῆς ἐπιδημίας τοῦ Ἀντιχρίστου καιρὸς καὶ τῆς ἀπατηλῆς αὐτοῦ ἐξουσίας, εἰς τρία ἥμισυ ἔτη συντελεῖται. τοῦτο γὰρ οἱ τεσσαρακονταδύο μῆνες, χρονικὸν διάστημα συνάγουσιν.

Καὶ ἐδόθη αὐτῷ ἐξουσία κατὰ πᾶσαν φυλήν.

f Τὸ ἀναπολόγητον αὐτῷ περιποιῶν· κατὰ πᾶσαν φυλὴν καὶ λαὸν καὶ γλῶσσαν καὶ ἔθνος ἐνεξουσιάσαι ἐφεῖται· τοῦ μὴ προ- [*](e Hoc Sch. carent Edd. f Edd. deest hoc Sch.)

377
φασείσασθαι ὡσεὶ τούτους ἐπείρασα, ἐνίκησα ἄν. ὃ καὶ ἐπὶ τοῦ Ἰὼβ ἀπαυθαδιασάμενος διὰ τοῦ “ περιέφραξας αὐτοῦ τὰ ἐντὸς καὶ “ τὰ ἐκτὸς, ” ἔλαβεν τὰ τοῦ δικαίου κατ’ ὁλοκληρίαν ἄγειν καὶ φέρειν ὡς ἃν αὐτὸ θυμῆρες· ἡμάρτανε δὲ τοῦ σκοποῦ. φυλὴ δὲ καὶ λαὸς καὶ γλῶσσα καὶ ἔθνος, τούτῳ διαφέρουσι. φυλὴ μὲν γὰρ ἡ φατρία ᾔτουν συγγένεια κατὰ ἐξιδίωσιν τοῦ σύγκλυδος ὄχλου ἀντιδιαιρουμένη, ὃν λαὸν καλεῖ· γλῶσσα δὲ καὶ ἔθνος τούτῳ διαστέλλονται τὸ μὴ τῇ προφορῷ τῆς λεκτικῆς χρείας χαρακτηρίζεσθαι τὸ ἔθνος· οὐ γάρ τι κωλύει ἑνὰ ἄνδρα διαφόρων ἐθνῶν χρῆσθαι τῇ λεκτικῇ φωνῇ. διάτοι τοῦτο ἐξακριβῶν τὸ ὑπὸ τὴν ἐξουσίαν πλῆθος δοθὲν παντὸς τοῦ διαφορὰν εἰωθότος ποιεῖν συλληπτικῶς διέξεισι, τοῦ μήτι ὑποπτευθῆναι ἀνθρώπου γένους τῆς ἐξουσίας ὑποσταλέν.

Καὶ προσκυνήσουσιν αὐτὸν πάντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς.

Περιληπτικὴν ἔννοιαν ἐπισυρομένου τοῦ πᾶς, μορίου, ἵνα e μὴ κἀνταῦθα τοῦτο παραληφθὲν εἰς παντὸς ἀνθρωπίνου γένους σχὲ ἱν τὸν Ἀντίχριστον ἐννοηθῇ τὴν προσκύνησιν. ἵνα οὑν μὴ τοῦτο συμβῇ γνώρισμα παρέσχε τῶν προσκυνούντων τούτῳ, ἐκείνους λέγων προσκυνῆσαι, τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς, οὓς καὶ Ἠσαΐας πεσεῖσθαι μελῳδεῖ, οὐ πεσούμεθα φάσκων, ἀλλὰ “πεσοῦνται οἱ “ ἐνοικοῦντες ἐπὶ τῆς γῆς,” τουτέστιν, οἱ μηδὲν τῶν οὐρανίων καὶ τῆς ἐκεῖ δόξης πεφροντικότες, ἀλλὰ τῇ γηίνῃ ἑστίᾳ καὶ τῇ κατ’ αὐτὴν χοιρώδει βιώσει προσαρμοζόμενοι. διὸ καὶ τῆς f τοῦ βιβλίου τῆς ζωῆς διημαρτήκασιν ἐγγραφῆς.

Τοῦ ἀρνίου τοῦ ἐσφαγμένου ἀπὸ καταβολῆς κόσμου.

Ἐν ὑπερβατῷ ἀκουστέον τὸ, “ὧν οὐ γέγραπται τὰ ὀνόματα ἐν “ τῇ βίβλῳ τῆς ζωῆς τοῦ ἀρνίου τοῦ ἐσφαγμένου.” ἐπεὶ ὧν γέγραπται, ἀπὸ καταβολῆς κόσμου γέγραπται. οὕτω γὰρ δεῖ νοεῖν, οὐχ ὡς ἡ γραφὴ ἔχει, ὅτι μηδὲ ἀπὸ καταβολῆς κόσμου ἡ τοῦ ἀρνίου σφαγή. τίνων δὲ τὰ ὀνόματα μὴ προσκυνησάντων τῷ δράκοντι, διὸ καὶ ἐν τῇ βίβλῳ τοῦ ἀρνίου ἐγράφησαν; ἐκ τῶν ἐθνῶν g φέρε [*](e ἐπεὶ B. f τοῖς Edd. g οἱ τοιοῦτοι Edd.)

378
εἰπεῖν, ὡς ὁ Ἰὼβ καὶ οἱ τέσσαρες αὐτοῦ φίλοι, καὶ ἐκ τοῦ Ἰσραὴλ, οἱ ἅγιοι προφῆται καὶ πάντες h οἱ δι’ εὐσέβειαν μαρτυρούμενοι ἐν τῆ παλαιᾷ. τούτου τοῦ βιβλίου καὶ τὸν Κύριον Ἰησοῦν Χριστὸν καὶ Λουκᾶς φησὶν ἐν τῷ Εὐαγγελίῳ μνημονεῦσαι, ἡνίκα λέγει, “χαίρετε ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς.”

Εἴ τις ἔχει οὖς, ἀκουσάτω.

“ Εἴ τις,” φησὶν, “ἔχει οὖς,” τῷ ἡγεμόνι νῷ παραπέμπων τὴν διὰ τῶν ῥημάτων ἐκφερομένην i ἔννοιαν, ἀκουσάτω τῶν εἰρημένων, καὶ γνώτω, ὅτι ὁ περὶ τὸ αἰχμαλωτίζειν ἑτέρους πρόχειρος, δέξεται τὰ ἐπίχειρα τῶν πεπραγμένων αὐτῷ. τοῦτο γὰρ βούλεται παριστᾷν τὸ ὑπάγει, οἱονεὶ, οὑς τῇ αἰχμαλωσίᾳ ὑπάγει ἀντὶ του ὑποβάλλει k, τοῦ καὶ αὐτὸν αἰχμαλωτισθῆναι ὑπὸ τοῦ θηρίου, μηδεμιᾶς ἀναλήψεως τυγχάνων ὑπὸ τοῦ Θεοῦ τοῦ μὴ ἀπαχθῆναι. εἴτις φονικὸς τὸν τρόπον, ἀποκτανθήσεται καὶ αὐτὸς τὸν νοητὸν καὶ ψυχικὸν θάνατον ὑπὸ τοῦ Σατανᾶ διὰ τῆς εἰς αὐτὸν προσκυνήσεως. ᾧτ’ γὰρ δι’ ἔργων ἡττήθησαν ἀπαγωγαῖς καὶ φόνοις ἐνασχολούμενοι τοῖς πρὸς ἡδονῆς τοῦ ἀντικειμένου, τούτῳ καὶ δουλωθέντες, τὰ τῆς δουλείας ἀποίσονται δυσχερῆ. ᾧδε ἐνορᾶται ἡ ὑπομονὴ τοῦ μὴ διὰ τὰς θλίψεις τὰς ὑπὸ τοῦ Σατανᾶ ἐγγινομένας τοῖς εὐσεβέσι l m ἐνδοῦναι· τούτῳ τὸ ἀπὸ τῆς πίστεως ἐπιβραβευθήσεται τῶν ἁγίων, ὅτι καὶ αὐτοὶ πίστει κατώρθωσαν τὰ ἐπαινετὰ πάντα· εἴτι Παύλῳ πιστέον Ἑβραίοις οὕτως διεξίοντι. ταῦτα πλατύτερον παρετέθη πρὸς σαφήνειαν τοῦ συντετμημένου λόγου.

n Ἐν γὰρ τῇ ὑπομονῇ ἡ τῶν ψυχῶν περιγίνεται κτῆσις, ᾔτουν σωτηρία, ὡς ἔστιν αὐτοῦ Κυρίου ἀκοῦσαι “ ἐν τῇ ὑπομονῇ ὑμῶν, φάσκοντος, “ κτήσασθε τὰς ψυχὰς ὑμῶν.”

[*](h πάντες om. B. i ἐκφαινομένην B. k οἱονεὶ εἰς ἀνέκτισιν ἑαυτῷ τὸν μόχθον καταβάλλει Edd. 1 εὐσεβοῦσιν B. m Sic Edd. καρτερικώτατα διαβεβηκότων, καὶ διὰ τῆς πίστεως δεδοκιμασμένων ἁγίων, ὅτι καὶ αὐτοὶ πίστει κατώρθωσαν τὰ ἐπαινετὰ πάντα, εἴγε Παύλῳ πειστέον Ἑβραίοις οὕτω διεξιόντι ταῦτα πλατύτερον. n Hoc Sch. carent Edd.)
379

Περὶ ἑτέρου θηρίου δύο κέρατα ἔχοντος, καὶ τῷ πρώτῳ τοὺς ἀνθρώπους προσάγοντος.

Καὶ εἶδον ἄλλο θηρίον ἀναβαῖνον ἐκ τῆς γῆς, καὶ εἶχε κέρατα δύο ὅμοια ἀρνίῳ, καὶ ἐλάλει ὡς δράκων. καὶ τὴν ἐξουσίαν τοῦ πρώτου θηρίου πᾶσαν ποιεῖ ἐνώπιον αὐτοῦ. καὶ ἐποίει τὴν γῆν καὶ τοὺς ἐν αὐτῇ κατοικοῦντας ἵνα προσκυνήσωσι τὸ θηρίον τὸ πρῶτον, οὗ ἐθεραπεύθη ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ. καὶ ποιεῖ σημεῖα μεγάλα καὶ πῦρ, ἵνα ἐκ τοῦ οὐρανοῦ καταβαίνῃ ἐπὶ τὴν γῆν ἐνώπιον τῶν ἀνθρώπων. καὶ πλανᾷ τοὺς ἐμοὺς τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς, διὰ τὰ σημεῖα ἃ ἐδόθη αὐτῷ ποιῆσαι ἐνώπιον τοῦ θηρίου.

Πόλλας ἐκδρομὰς ποιησάμενος ἐκ τῶνδε τῶν ἀρχῶν, εἰς προγενεστέρας ἀρχὰς ἀναβὰς, ἔφθασεν εἰς τὸ σπουδαζόμενον. ὅπερ οὐκ ἄλλο, ἢ τὸ διηγήσασθαι τὰ περὶ τῆς παρουσίας τοῦ Ἀντιχρίστου. καὶ ὅρα τί φησι περὶ αὐτοῦ, ἐκ τῆς γῆς δηλαδὴ ἀναβαίνειν αὐτὸν, ὅθεν καὶ πᾶσιν ἀνθρώποις ἡ γένεσις. ἄνθρωπος γὰρ καὶ αὐτὸς κατ’ ἐνέργειαν τοῦ Σατανᾶ, ὡς καὶ Παύλῳ τῷ θείῳ δοκεῖ. τὰ κέρατα δὲ οὐκ ἀρνίου, ἀλλ’ ὅμοια ἀρνίῳ, ἐπειδὴ φαντάζει ἑαυτὸν ἐπιεικῆ ὡς ὁ Χριστὸς, ἵνα πλανᾷ. διὰ τοῦτο ἡ ὁμοιότης τῶν κεράτων, ἤγουν τῆς δόξης. καὶ ὡς δράκων λαλεῖ οὐκ ὢν δράκων. οὐ γὰρ ὁ Σατανᾶς ἐστὶν αὐτόχρημα, ἀλλ’ ὡς ἐκεῖνος ἐνεξουσιάζων, τουτέστι, διάδοχος γίνεται τῆς ἐξουσίας τοῦ διαβόλου. “ἐνώπιον” δὲ, οἱονεὶ ἀκολούθως ἐκείνῳ, ἐχομένως ἐκείνῳ κατ’ οὐδὲν παραλλάττων ο τῆς παρουσίας τοῦ πρώτου Σατανᾶ. ἐξ ὧν καὶ παρασκευάζει πάντας οἷς οὐδὲν πλέον τῶν γηϊνῶν εἰς φρόντησιν ἀλλὰ τῆ κατοικίᾳ συνδιαφέρουσι καὶ τὴν βιοτὴν προσκυνῆσαι τὸ πρῶτον θήριον· καὶ πῶς τοῦτο μὴ αἰσθητῶς οἷόν τε φανῆναι τοῦ διαβόλου; ἵνα πρὸς αὐτὸν περαίνηται ἡ προσκύνησις ἐναργῶς. πρὸς αὐτὸν μὲν παρρησιαστικῶς οὐ· ἀλλ’ ὥσπερ εἴρηται ἤδη ἡ [*](ο παραλλάττον B. p Hinc usque ad fin. Sch. add. Cod. B.)

380
διὰ τῆς συνεργείας τοῦ Σατανᾶ προσκύνησις τῷ Ἀντιχρίστῳ ἐπ’ αὐτὸν διαβαίνει τὸν συνεργόν. καὶ ὅτι τοῦτο καὶ τὰ τῶν συνεργῶν τοῖς συνεργουμένοις οὐ λογίζεται, ἀλλὰ τοῦ ὡς δι’ ὀργάνου ἐνδεικνυμένου τὸ ἑαυτοῦ, ἄκουσον τί φησι Παῦλος· πολλοῖς προσπαλαίσας δυσχερέσι τὴν νίκην οὐχ ἑαυτῷ ἀλλὰ τῷ n διὰ τοῦ ἠγαπηκότος αὐτὸν προσνέμει· “ ἐν πᾶσι,” λέγων, “ ὑπερ- “ νικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς. ὡσαύτως δὲ καὶ ὅταν φάσκῃ τὸ οὐκ ἐγὼ δὲ ἀλλ’ ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί ἀλλὰ καὶ τὸ ἐνώπιον τοῦ θηρίου τὴν ἐξουσίαν πᾶσαν ποιεῖν τὸν Ἀντίχριστον μὴ παρόντος αἰσθητῶς τοῦ Σατανᾶ, τὸ ὑπὸ τοῦ Κυρίου εἰρημένον τῷ Θεῷ καὶ Πατρὶ περὶ τῶν μαθητῶν αὐτοῦ τὸ “ ναι ο Πατὴρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθεν σου.” ἱκανὸν παραστῆσαι, ὡς τὰ πρὸς εὐαρέστησιν τινὶ ἐκτελούμενα καὶ μὴ παρόντι ἐνώπιον τοῦ εὐαρεστουμένου λογίζεται ἐνεργεῖσθαι.

Ἀντὶ τοῦ ἐχομένως προοδοποιῶν τῷ πρώτῳ θηρίῳ τὴν προσ- κυνησιν.

Οὗ ἐθεραπεύθη ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ.

Ἐν τοῖς φθάσασιν εἴρηται περὶ τούτου πλατύτερον· νῦν δὲ ὅσον μόνον παραστῆσαι ὑπεσημήνατο. ἐπειδὴ γὰρ εἶπεν τὴν ἐξουσίαν τοῦ πρώτου θηρίου πᾶσαν ποιεῖται ἐνώπιον αὐτοῦ, (πρῶτον δὲ πάντων εἴρηκε τὸν δράκοντα τὸν πυρρὸν, ὃν ἔδειξεν ἐν τῷ οὐρανῷ γεγραμμένον ἡ ὀπτασία ο,) ἵνα μή τις νομίσῃ νῦν λέγειν αὐτὸν περὶ ἐκείνου, ὃς τὴν ἐξουσίαν ἔλαβε τοῦ πρώτου θηρίου, οὐ περὶ ἐκείνου φησὶ τοῦ πρώτου λέγω, ἀλλὰ τοῦ μετ’ ἐκεῖνον μὲν, πρὸ δὲ τοῦ p Ἀντιχρίστου, ὃν ἡ ὀπτασία ἔδειξεν ἐκ τῆς θαλάσσης ἀναβαίνειν, ὅμοιον ὄντα παρδάλει. τούτου γὰρ ἡ πληγὴ ἰάθη κατὰ τὸ πρότερον εἰρημένον q. σημεῖα γὰρ καὶ τέρατα αὐτὸν ποιεῖν κατ’ ἐνέργειαν τοῦ διαβόλου, ὡς καὶ Παύλῳ τῷ θείῳ, ὡς ἔφθημεν εἰρηκότες, δοκεῖ. τὰ δὲ σημεῖα πυρὸς ἀπ’ οὐρανοῦ καταφορὰ, ὃ καὶ ἐπὶ τοῦ Ἰὼβ, ἀφ’ οὗ καὶ τοῦ δικαίου τὰ κτήνη διέφθειρε καὶ ἕτερά τινα τοιαῦτα μεγάλα, ὡς τῇ μεγαλειότητι ἐκστήσαντα λαβεῖν καὶ τοὺς ἤδη πιστούς. τοῦτο γὰρ διὰ τοῦ [*](n τὸ Cod. ο ἐν τῇ ὀπτασίᾳ Edd. P πρώτω δὲ τοῦ Ἀντ. B. q τὰ προτ. εἰρημένα B.)

381
εἰπεῖν καὶ “ πλανᾷ r τοὺς ἐμοὺς” σημαίνει. ὡς καὶ ἐν Εὐαγγελίῳ φησὶν ὁ Χριστός· “ ὥστε εἰ δυνατὸν πλανηθῆναι καὶ τοὺς “ἐκλεκτούς.” ἵνα δὲ παραστήσῃ τίνας πλανήσῃ τῶν Χριστοῦ πιστῶν, ἐπήγαγε τὸ γνώρισμα τούτων, τοὺς κατοικοῦντας προσθεὶς ἐπὶ τῆς γῆς, οὐ διαστέλλων Ἀγγέλους ἀνθρώπων. τίνα γὰρ ἕξουσιν ἀπατᾶν τῶν Ἀγγέλων s οἷς ἡ φυσικὴ καθαριότης οὐδὲν εἰς ἐπίκρυψιν ἀληθείας ἐμποδὼν γίνεσθαι ἐᾶ t; ἐκείνους δὲ τοὺς ἐπὶ γῆς ἀνθρώπους οὗτος ἐκστήσει οἷς ἡ κατοικία γνώρισμα τῆς προθέσεως· οὐδὲν μετάρσιον ἔχουσιν ἐνθέου καὶ οὐρανίου φρονήματος, ἀλλὰ περὶ γῆν καὶ τὰ κατὰ γῆν ἴσα κτήνεσι ἰλυσπᾶσθαι πεφρον- τικοτες.

Ἐνώπιον τῶν ἀνθρώπων.

Ποιεῖ μεγάλα σημεῖα κλέπτων τοὺς ὀφθαλμοὺς τῶν ὁρώντων, ὥσπερ καὶ οἱ Αἰγύπτιοι φαρμακοὶ κατενώπιον τοῦ Φαραὼ, καὶ Σίμων ὁ Μάγος ἐν Ῥώμῃ ἐξανίστων τὸν νεκρὸν κἀν ὑπὸ Πέτρου ἠλέγχθη· πάντα οὖν πράξει, φησὶν, ὁ τοῦ Ἀντιχρίστου πρόδρομος διὰ γοητείας, πρὸς τὸ νομισθῆναι τὸν Ἀντίχριστον Χριστὸν, ὡς ὑπὸ τοιούτου τερατουργοῦ μαρτυρούμενον καὶ ἀναμφισβήτητον τὴν δόξαν λαμβάνοντα, κατὰ μίμησιν τοῦ βαπτιστοῦ Ἰωάννου, τῷ Σωτήρι’ Χριστῷ μαρτυροῦντος, καὶ τούτῳ v προάγοντος. δεινὸν γὰρ τὸ ψεῦδος ἀπάτῃ μιμεῖσθαι πρὸς ὄλεθρον τῶν πειθομένων τὴν ἀλήθειαν.

Ἐδόθη αὐτῷ ποιῆσαι ἐνώπιον τοῦ θηρίου.

w Τὸ ἐνώπιον δύναται καὶ τὸ ὑπὸ παρουσίᾳ δηλοῦν. δύναται καὶ τὸ κατ’ ἀξίαν καὶ ἀκολούθως, ὡς ἔχει καὶ τὸ “ λατρεύειν αὐτῷ “ ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ. ἀντὶ γὰρ τοῦ κατ ἀξίαν τῆς θεικῆς ἁγιότητος καὶ δικαιοσύνης ἐντεῦθεν λατρευτέον· οὕτως οὑν καὶ νῦν τὸ ἐνώπιον ἐκληπτέον. ἵνα ἠ’, τὰ σημεῖα δὲ ἐχωρήθη αὐτῷ ποιήσας οὐκ ἀληθείας ἐχόμενα ἀλλ’ ἀπάτης κατ’ ἀξίαν τοῦ ἐνεργοῦντος ἀπατεῶνος. x

Λέγων τοῖς κατοικοῦσιν ἐπὶ τῆς γῆς ποιῆσαι εἰκόνα τῷ θηρίῳ ὃ εἶχε πληγὴν καὶ ἔζησεν ἀπὸ τῆς μαχαίρας. [*](r πλανᾷ om. B. s ἀπάτην Ἄγγελοι B. t δύναται σχεῖν B. u æ seq. add. B. usque ad πάντα οὖν πράξει. v τούτου Edd. w Hoc Sch. carent Edd. x ἀπαταιῶνος Cod.)

382
καὶ ἐδόθη αὐτῷ πνεῦμα δοῦναι τῇ εἰκόνι τοῦ θηρίου, ἵνα καὶ λαλήσῃ ἡ εἰκὼν τοῦ θηρίου, καὶ ποιήση ὅσοι ἐὰν μὴ προσκυνήσωσι τῆ εἰκόνι τοῦ θηρίου ἵνα ἀποκτανθῶσιν. καὶ ποιεῖ πάντας τοὺς μικροὺς καὶ τοὺς μεγάλους, καὶ τοὺς πλουσίους καὶ τοὺς πτωχοὺς, καὶ τοὺς ἐλευθέρους καὶ τοὺς δούλους, ἵνα δώσωσιν αὐτοῖς χαράγματα ἐπὶ τῆς χειρὸς αὐτῶν τῆς δεξιᾶς, ἣ ἐπὶ τὸ μέτωπον αὐτῶν, καὶ ἵνα μή <