Catena In Acta (Catena Andreae) (e cod. Oxon. coll. nov. 58)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum), Catena In Acta (Catena Andreae) (e cod. Oxon. coll. nov. 58), Cramer, Oxford, 1844

Οπως ἐν Ἰκονίῳ κηρύξαντες τὸν Χριστὸν, πολλῶν τε πιστευσάντων ἐδιώχθησαν οἱ Ἀπόστολοι.

Ἐγένετο δὲ ἐν Ἰκονίῳ κατὰ τὸ αὐτὸ εἰσελθεῖν αὐτοὺς εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων, καὶ λαλῆσαι οὕτως, ὥστε πιστεῦσαι Ἰουδαίων τε καὶ Ἑλλήνων πολὺ πλῆθος.

Τοῦ Αὐτοῦ. Πἀλιν εἰς τὰς συναγωγὰς εἰσήεσαν· ὅρα πῶς οὐκ ἐγένοντο δειλότεροι, εἰπόντες, “ὅτι στρεφόμεθα εἰς τὰ ἔθνη.” ἐκ πολλῆς τῆς περιουσίας ὁμῶς ἀναιροῦσιν αὐτῶν τὴν ἀπολογίαν, “ὥστε ὥστε πιστεῦσαι Ἰουδαίων τε καὶ Ἑλλήνων πολὺ πλῆθος·” εἰκὸς γὰρ αὐτοὺς ὡς καὶ πρὸς Ἕλληνας διαλέγεσθαι.

Οἱ δὲ ἀπειθήσαντες Ἰουδαῖοι ἐπήγειραν καὶ ἐκάκωσαν τὰς ψυχὰς τῶν ἐθνῶν κατὰ τῶν ἀδελφῶν.

Τοῦ Χρυσοστόμου. Κατὰ τὸ αὐτὸ λοιπὸν καὶ τὰ ἔθνη ὡς οὐκ ἀρκοῦντες αὐτοί· τι οὖν ἐκεῖθεν οὐκ ἐξῆλθον; οὐ γὰρ ἐδιώκοντο, ἀλλ’ ἐπολεμοῦντο μόνον.

Τοῦ Αὐτοῦ. τουτέστι διέβαλλον τοὺς Ἀποστόλους· μυρία αὐτῶν κατηγόρησαν· ἀπλάστους ὄντας κακούργως διέθηκαν.

Ἀμμωνίου. Ἐπήγειραν κατὰ τῶν πιστῶν· οἱ Ἰουδαῖοι συνδυάζουσι t μετὰ Ἑλλήνων, ἵνα καὶ ἐν τούτῳ πληρωθῇ τὸ εἰρημένον ἐν Ψαλμοῖς· “ἱνατί τι ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; καίτοι τῶν πιστῶν ἀδελφοὺς αὐτοὺς καλούντων πανταχοῦ ἐν ταῖς παραινέσεσι, καὶ λεγόντων “ἄνδρες ἀδελφοί· οὕτω γὰρ καὶ ὁ ψαλμὸς προεφήτευσε περὶ τοῦ Κυρίου, τὸ αὐτὸ ποιοῦντος καὶ λέγοντος ὡς ἐκ προσώπου τοῦ Χριστοῦ Ἰησοῦ· “ἀπαγγελῶ τὸ “ὄνομά σου τοῖς ἀδελφοῖς μου.”

Ἱκανὸν μὲν οὖν χρόνον διέτριψαν παρρησιαζόμενοι ἐπὶ τῷ Κυρίῳ, μαρτυροῦντι τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, διδόντι σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τῶν χειρῶν ἀυτῶν.

[*](t συνδιάζουσι Cod.)
233

Τοῦ Χρυσοστόμου. τοῦτο ἐποίει τὴν παρρησίαν· τὴν παρρησίαν ἐποίει ἡ αὐτῶν προθυμία· διὰ τοῦτο μέχρι πολλοῦ σημεῖα οὐ ποιοῦσι· τὸ δὲ πιστεῦσαι τοὺς ἀκούοντας τῶν σημείων ἦν· συντελεῖ δέ τι καὶ ἡ παρρησία. ὅρα δὲ πῶς ἁπανταχοῦ τῷ Θεῶ ἀνατιθέασι τὸ πᾶν.

Ἐσχίσθη δὲ τὸ πλῆθος τῆς πόλεως· καὶ οἱ μὲν ἦσαν σὺν τοῖς Ἰουδαίοις, οἱ δὲ σὺν τοῖς Ἀποστόλοις.

Τοῦ Χρυσοστόμου. Οὐ μικρὸν τοῦτο σχισθῆναι· τοῦτο ἧν ὃ ἔλεγεν ὁ Χριστὸς, “οὐκ ἦλθον βαλεῖν εἰρήνην ἀλλὰ μάχαιραν.”

Ὡς δὲ ἐγένετο ὁρμὴ τῶν ἐθνῶν τε καὶ Ἰουδαίων σὺν τοῖς ἄρχουσιν αὐτῶν, ὑβρίσαι καὶ λιθοβολῆσαι αὐτοὺς, συνιδόντες κατέφυγον εἰς τὰς πόλεις τῆς Λυκαονίας, Λύστραν καὶ Δέρβην καὶ τὴν περίχωρον, κᾀκεῖ ἦσαν εὐαγγελιζόμενοι.

Τοῦ αὐτοῦ. Πἀλιν ὥσπερ ἐπίτηδες ἐκτεῖναι βουλόμενοι τὸ κήρυγμα, μετὰ τὸ αὐξηθῆναι πάλιν αὐτοὺς ἐξάγουσιν· ὅρα πανταχοῦ τοὺς διωγμοὺς μεγάλα ἐργαζομένους ἀγαθὰ, καὶ τοὺς διώκοντας ἡττῶντας, τούς τε διωκομένους λαμπροτέρους ἀποφαίνοντας· ἐλθὼν γὰρ ἐν Λύστροις ποιεῖ θαῦμα μέγα, τὸν χωλὸν ἀναστήσας, καὶ ” μεγάλῃ τῇ φωνῇ.”

Ἀμμωνίου πρεσβυτέρου. Οὐδὲν οὖν ἄτοπον εἰ οἱ τοὺς ἐπιβουλεύειν αὐτοὺς μέλλοντας· καὶ οὐ δοκοῦσιν ἐκ τούτου δραπετεύειν τὸν ἀπὸ τοῦ μαρτυρίου πόλεμον ἐνβάσανον u. τοῦτο δέ μοι σεσημείωται διὰ τοὺς μεμψαμένους Ἀριανοὺς τὸν μέγαν Ἀθανάσιον ἐν τῇ πίστει φεύγοντα, καὶ μὴ ἐκδιδόντα ἑαυτὸν τοῖς Ἀρειανοῖς εἰς τὸ θανατῶσαι αὐτόν.

Περὶ τοῦ ἐν Λύστροις ἐκ γενετῆς χωλοῦ ἰαθέντος διὰ τῶν Ἀποστόλων· διόπερ εἶναί τε θεοὶ καὶ παρεῖναι x ἔδοξαν τοῖ. ἐγχωρίοις. ἔνθα δὴ καὶ μετέπειτα λιθάζεται ὁ Παῦλος παρὰ τῶν ἀστυγειτόνων y.

Καί τις ἀνὴρ ἐν Λύστροις ἀδύνατος τοῖς ποσὶν ἐκάθητο, χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ. ὃς οὐδέποτε περιεπάτησεν. οὗτος ἤκουσε τοῦ Παύλου λαλοῦντος· ὃς ἀτενίσας αὐτῷ, καὶ ἰδὼν ὅτι ἔχει πίστιν τοῦ σωθῆναι, [*](u Sic. x μανῆναι Œcum. y ἀστυγ. Ἰουδαίαν Œcum.)

234
εἶπε μεγάλη τῇ φωνῇ· σοὶ λέγω ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ· ἀνάστηθι ἐπὶ τοὺς πόδας σου ὀρθός.

Τοῦ Χρυσοστόμου. Διατὶ “μεγάλῃ τῇ φωνῇ;” ὄχλους πιστεῦσαι. ὅρα δὲ προσεῖχε, φησὶ, τοῖς λαλουμένοις ὑπὸ τοῦ Παύλου. εἶδες φιλοσοφίαν ; οὐδὲν ἀπὸ τῆς χωλίας πρὸς τὴν σχολὴν τῆς ἀκροάσεως παρεβλάβη· “ὃς ἀτενίσας αὐτῷ, φησὶ, “ καὶ ἰδὼν ὅτι πίστιν ἔχει τοῦ σωθῆναι·” ᾔδει, ᾠκειοῦτο τῇ προαιρέσει· καίτοι ἐπὶ τῶν ἄλλων τοὐναντίον γέγονε· πρότερον ἰώμενοι τὰ σώματα, τότε τὰς ψυχὰς ἐθεραπεύοντο· οὗτος δὲ οὐχ οὕτως. ἐμοὶ δοκεῖ εἰς τὴν ψυχὴν τὴν αὐτοῦ ἰδεῖν τὸν Παῦλον.

Ἡ τοῦ ἰωμένου πίστις σὺν τῇ τοῦ δικαίου εὐχῇ ἀνύει τὸ σπουδαζόμενον. σημειωτέον δὲ ὅτι ὁ πνευματικὸς ἄνθρωπος, ὡς θεῖον ἔχων ἐν ἑαυτῷ πνεῦμα, ὁρᾶ τὰ ἐν καρδίᾳ, διὰ τοῦ ἐνοικοῦντος ἐν ἑαυτῷ νεύματος φωταγωγούμενος. Καὶ ἥλατο καὶ περιεπάτει.

Τοῦ Χρυσοστόμου. τεκμήριον τῆς ὑγείας τῆς ἅλλεσθαι.

Οἵ τε ὄχλοι ἰδόντες ὃ ἐποίησε Παῦλος, ἐπῆραν τὴν φωνὴν αὐτῶν Λυκαονιστὶ λέγοντες,

Τοῦ αὐτοῦ. Ἀλλ᾿ οὐκ ἦν τοῦτο οὐδέπω δῆλον· τῇ γὰρ οἰκείᾳ ἐφθέγγοντο φωνῇ, “λέγοντες ὅτι οἱ Θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατ- ” ἔβησαν πρὸς ἡμᾶς.” διὰ τοῦτο οὐδὲν αὐτοῖς ἔλεγον· ἐπειδὴ δὲ ἰδόντες τὰ στέμματα, τότε ἐξελθόντες διέρρηξαν τὰ ἱμάτια αὐτῶν. Καὶ μετ’ ὀλίγα — Ὅρα καὶ τῶν ἐθνῶν τὴν ἀφέλειαν καὶ τῶν Ἰουδαίων τὴν κακουργίαν· δι’ ἔργων ἀπεδείκνυντο ὅτι ἄξιοι ἦσαν ἀκούειν· οὕτως ἐτίμων αὐτοὺς ἀπὸ σημείων μόνων· οἱ μὲν ὡς θεοὺς ἐτίμων, οἱ δὲ ὡς λυμεῶνας ἐδίωκον, καὶ οὐ προσέκοπτον τῷ κηρύγματι· ἀλλὰ τι φασιν ; “ οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατέβη- “ σαν πρὸς ἡμᾶς·” Ἰουδαῖοι δὲ ἐσκανδαλίζοντο· ἐπειδὴ οὐκ ὠνόμασε καὶ εἶπεν, ἐν τῷ ὀνόματι Ἰησοῦ ἔγειρε καὶ στῆθι ὀρθὸς, διὰ τοῦτο ὑπέλαβον αὐτὸν θεὸν εἶναι καὶ οὐ διάκονον θεοῦ· ἦν δὲ πρῶτον τὸν λόγον κηρύσσων αὐτῷ, καὶ τότε εἶπεν ἀνάστηθι· διὰ τοῦτο ἐπανορθοῦται αὐτῷ λέγων· “καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμὲν ὑμῖν ἄνθρωποι, καὶ τὰ ἑξῆς.

235

Οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατέβησαν πρὸς ἡμᾶς· ἐκάλουν τε τὸν Βαρνάβαν, Δία, τὸν δὲ Παῦλον, Ἑρμῆν,

Τοῦ Χρυσοστόμου. Ἐμοὶ δοκεῖ ἀπὸ τῆς εἶναι ὁ Βαρνάβας. οὐ μικρὸς οὗτος πειρασμὸς ἐξ ἀμετρίας· ἀλλὰ καὶ ἐντεῦθεν τῶν Ἀποστόλων ἡ ἀρετὴ δείκνυται, πῶς πανταχοῦ πάντα ἀνατιθέασι τῶ Θεῷ.

Τοῦ Αὐτοῦ. Εἰδες πῶς ἔθος τοῖς Ἓλλησιν ἀπὸ ποιεῖν· ὥστε ὅταν λέγουσι, πόθεν ἡ εἰδωλολατρία ; μάνθανε τὴν ἀρχήν· οὕτω καὶ τοὺς Ἀποστόλους ἐξ, ἀνθρώπων ἐποίουν θεούς· οὕτω καὶ ὁ διάβολος ἐφιλονείκησε παρὰ τὴν ἀρχὴν τὴν ἀσέβειαν εἰσαγεῖν, λέγων, “ἔσεσθε ὡς θεοί. καὶ ἐπειδὴ τότε οὐκ ἴσχυσεν, ὕστερον ἐπιχειρεῖ πανταχοῦ φιλονεικῶν τὴν πολυθείαν εἰσαγαγεῖν.

Ἀμμωνίου. Ἐν τοῖς ἀναγραψαμένοις τὰς παλαιὰς εὑρίσκεις, ὅτι ὁ Ζεὺς ἄνθρωπος ὢν ἑαυτὸν ἐθεοποίησε, λέγων ἑαυτὸν εἶναι θεόν· ὡς καὶ πολλοὶ τῶν Ῥωμαίων βασιλεῖς καὶ Μακεδόνων ἐχρηματίζον θεοί· διὸ οὐ χρὴ ἀπιστεῖν τοῖς πάλαι λεχθεῖσι περὶ τούτου, ὅτι ἠπατήθησαν τινὲς καὶ ὠνόμασαν τινὰς θεούς· ὅπου γε καὶ οὗτοι ἠπατήθησαν εἰς τὸν Βαρνάβαν καὶ Παῦλον· καὶ ὀπίσω δέ ἐστι τοῦτο σημειώσασθαι ἐπὶ Σίμωνος τοῦ μάγου, ὃν ἐν τῇ Σαμαρείᾳ ἔλεγον τὴν τοῦ Θεοῦ δύναμιν τὴν μεγάλην· οὓς ἐπιστομίζοντες, ἅμα δὲ καὶ ἡρέμα διδάσκοντες, οἱ περὶ Βαρνάβαν ἔλεγον, “ Θεὸν οὐδεὶς ἑώρακε πώποτε·” ὃ οὖν φαινόμεθα καὶ ψηλαφώμεθα, οὐκ ἐσμὲν θεοὶ ἀλλὰ ἄνθρωποι· μόνον δὲ ἐπὶ τοῦ Ἰησοῦ τοῦτο γέγονεν· ὃς ἦν Θεὸς καὶ ἄνθρωπος ἐν ταὐτῷ, κατὰ τὸν τῆς ἑνώσεως λόγον· ὧδε δὲ ψιλοὶ ἦσαν ἄνθρωποι, διὰ Πνεύματος θείου τερατουργοῦντες.

Ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούμενος τοῦ λόγου. ὅ τε ἱερεὺς τοῦ Δῖός τοῦ ὄντος πρὸ τῆς πόλεως, ταύρους καὶ στέμματα ἐπὶ τοὺς πυλῶνας ἐνέγκας, σὺν τοῖς ὄχλοις ἤθελε θύειν.

Τοῦ Χρυσοστόμου εἰσ τὴν δόγοσ ά. Εἰ γάρ που δημηγορίας ἦν καιρὸς, παρεχώρουν· διὸ καὶ Ἑρμῆς εἶναι ἐνομίζετο παρὰ τοῖς ἀπιστοῖς, διὰ τὸ τοῦ λόγου κατάρχειν.

236

Ἀκούσαντες δὲ οἱ Ἀπόστολοι Βαρνάβας καὶ Παῦλος διαρρήξαντες τὰ ἱμάτια ἑαυτῶν, ἐξεπήδησαν εἰς τὸν ὄχλον, κράζοντες καὶ λέγοντες,

Τοῦ Χρυσοστόμου. Ὄρα αὐτοὺς πανταχοῦ οὐ μόνον μὴ ἐφιεμένους, ἀλλὰ καὶ διδομένην ἀποκρουομένους· ὥσπερ καὶ Πέτρος ἔλεγε, “ τί ἡμῖν ἀτενίζετε, ὡς ἰδίᾳ δυνάμει ἣ “εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν· καὶ οὗτοι τὸ αὐτὸ φησί. Καὶ μετ’ ἀλίγα—Ὅρα πάντα μετὰ σφοδρότητος τοὺς Ἀποστόλους ποιοῦντας· διέρρηξαν τὰ ἱμάτια· ἐξεπήδησαν· ἔκραξαν· πάντα ἀπὸ διαθέσεως ψυχῆς ἀποστρεφομένης τὰ γενόμενα. πένθος γὰρ ἦν οὕτως· πένθος ἀπαραμύθητον· εἴγε ἔμελλον θεοὶ νομίζεσθαι, καὶ εἰδωλολατρίαν εἰσάγειν, ἣν ἦλθον καταλῦσαι· καὶ τοῦτο τοῦ διαβόλου ἦν κατασκεύασμα, ἀλλ’ οὐκ ἴσχυσε. Καὶ πάλιν — Πρωτῇ ὄψει κατέπληξαν αὐτοὺς, διαρρήξαντες τὰ ἱμάτια αὐτῶν· τοῦτο καὶ Ἰησοῦς ὁ τοῦ Ναυῆ ἐποίησεν ἐπὶ τῆ ἥττῃ τοῦ λαοῦ. μὴ τοίνυν νομίσῃς ἀνάξιον αὐτῶν εἶναι· τοῦτο καὶ τῆς εὐσταθείας αὐτῶν· οὐκ ἃν ἄλλως ἔπαυον τὴν τοσαύτην ὁρμήν· οὐκ ἂν ἄλλως τὴν πυρὰν ἔσβεσαν. ὅταν οὖν τι δέῃ τῶν δεόντων γενέσθαι, μηδὲν παραιτώμεθα· εἰ γὰρ καὶ μετὰ ταῦτα καὶ μόλις ἔπεισαν· εἰ μὴ οὕτως εἰργάσαντο, τι οὖν ἃν ἐγένετο ; εἰ μὴ γὰρ οὕτως ἐποίησαν, ἤσαν, ἐνομίσθησαν ἂν ταπεινοφρονεῖν, καὶ μᾶλλον ἐφίεσθαι τῆς τιμῆς.

Κυρίλλου. Ἔθος ἐστὶν Ἰουδαίοις ἐπὶ ταῖς κατὰ Θεοῦ περιρήγνυναι τὰ ἱμάτια. καὶ γοῦν ὁ Καϊάφας, Υἱὸν ἑαυτὸν τοῦ Θεοῦ λέγοντος τοῦ Χριστοῦ, περιέρρηξε τὴν ἐσθῆτα, διακεκραγώς τε καὶ λέγων, “ ἐδυσφήμησε. δεδράκασι δὲ τοῦτο καὶ οἱ θεσπέσιοι μαθηταὶ Παῦλός τε καὶ Βαρνάβας. γεγόνασι μὲν ἐν Λυκαονίᾳ· ἐπειδὴ δέ τινα τῶν ἠρρωστηκότων τοῦ πάθους ἀπήλλαττον, καὶ παράδοξον ἦν τοῖς ὁρῶσι τὸ χρῆμα, θύειν ἤθελον αὐτοῖς τῆς θεοσημείας μείας οἱ θεωροί· ἔφασκον γὰρ “οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις ἦλθον “πρὸς ἡμᾶς· ἐκάλουν δὲ τὸν μὲν Βαρνάβαν Δία, τὸν δὲ Παῦλον Ἑρμῆν, ὅτι αὐτὸς ἢν, φησιν, ὁ ἡγούμενος τοῦ λόγου ἐπειδὴ δὲ τὸ δρώμενον δυσφημία τις ἦν, διέρρηξαν τὰ ἱμάτια ἑαυτῶν, παραδόσεσι Ἰουδαικαῖς καὶ ἐγγράφοις ἔθεσιν ἀκολουθοῦντες· ἔτι διαβέβληται τὸ ἔθος, ὡς οὐκ ὃν ἐκ νόμου καὶ ἀνόνητον παντελῶς· καὶ

237
γοῦν ἔφη πρὸς Ἰουδαίους ὁ τῶν ὅλων Θεὸς, πλαττομένους τὰ τοιάδε, καὶ τῆς ἀληθοῦς εὐσεβείας ἀποφοιτῶντας μακράν· “ἐπιστρέψατε “πρός με ἐξ ὅλης τῆς καρδίας ὑμῶν, ἐν νηστείᾳ καὶ κλαυθμῷ καὶ ** ἐν κοπετῷ· καὶ διαρρήξατε τὰς καρδίας ὑμῶν, καὶ μὴ τὰ ἱμάτια “ὑμῶν.”

Ἀνδρες, τί ταῦτα ποιεῖτε ; καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμὲν ὑμῖν ἄνθρωποι, εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶν ματαίων ἐπιστρέφειν ἐπὶ Θεὸν ζῶντα, ὃς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς·

Τοῦ Χρυσοστόμου. Ἄνθρωποι μὲν ἐσμὲν, φησὶ, τούτων δὲ μεί- ζους· ταῦτα γὰρ νεκρά. ὁρ́α αὐτοὺς οὐκ ἀνατρέποντας μόνον, ἀλλὰ καὶ διδάσκοντας· οὐδὲν περὶ ἀοράτων φθεγγομένους.

Ὃς ἐν ταῖς παρῳχημέναις γενεαῖς, εἴασε πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν·

Τοῦ αὐτοῦ. Διατί δὲ εἴασεν, οὐκέτι φησί· τέως γὰρ πρὸς τὸ κατεπεῖγον ἵσταται· οὐδαμοῦ τοῦ Χριστοῦ τὸ ὄνομα τιθείς.

Σετήρου ἐκ τῆσ πρὸσ Ἀμμώνιον ἐπιστολῆσ. Καὶ γὰρ οὐκ ἀμάρτυρον ἑαυτὸν ἀφῆκεν ὁ Θεὸς ἐν ἑκάστῃ γενεᾷ, τὰ ποδηγοῦντα τοὺς ἀνθρώπους πρὸς δικαιοσύνην ἐπιτελῶν· τὸ γὰρ αὐτεξούσιον οὐ βιαζόμενος, εἴασεν πάντας ἀνθρώπους πορεύεσθαι κατὰ τὸ σφίσι δοκοῦν· αὐτὸς δὲ ἐκεῖνα διαπαντὸς ἐνήργει τὰ δι’ ωΥν ἐνῆν λογικοὺς ὄντας αὐτοὺς τὸν δημιουργὸν ἐννοεῖν.

Καίτοιγε οὐκ ἀμάρτυρον ἀφῆκεν ἀγαθουργῶν, οὐ- ρανόθεν ὑμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ὑμῶν.

Τοῦ Χρτσοστόμου. Ὄρα οὐ βούλεται τὴν κατηγορίαν αὐτῶν αὐξῆσαι, ἀλλὰ μᾶλλον ἐπὶ τὸν Θεὸν τὸ πᾶν ἄγει ἢ αὐτοὺς ἐκεί- ἐκείνους ἔμαθον γὰρ ὅτι οὐχ οὕτως σπουδάζειν δεῖ ἄξιόν τι εἰπεῖν περὶ Θεοῦ, ὡς τὸ τοῖς ἀκούουσιν ὠφέλιμον. ὁρ́α πῶς λανθανόντως τὴν κατηγορίαν ποιεῖται· καὶ μὴν εἰ τοῦτο ἐποίει, οὐκ εἴασεν, ἀλλ’ ἔδει κολασθῆναι αὐτούς· ἀλλ’ οὐ λέγει τοῦτο φανερῶς. Καὶ μετ’ ὀλίγα — Μάρτυρας αὐτοὺς λέγει τοὺς ἐνιαυσιαίους ὑετούς· ὣ τῆς μανίας τῆς Ἰουδαικῆς· εἰς δῆμον οὕτω τιμήσαντα τοὺς Ἀποστό-

238
λους ἐτόλμησαν ἐμβῆναι, καὶ λιθάσαι τὸν Παῦλον· καὶ ἔξω τῆς πόλεως, δεδοικότες ἐκείνους, ὢ τῆς μανίας, ἔσυρον, νομίσαντες αὐτὸν τεθνάναι.

Καὶ ταῦτα λέγοντες, μόλις κατέπαυσαν τοὺς ὄχλους τοῦ μὴ θύειν αὐτοῖς, ἀλλὰ πορεύεσθαι ἕκαστον εἰς τὰ ἴδια·

Τοῦ Χρυσοστόμου. Καὶ τούτῳ μάλιστα ἐθανμάσθησαν· ὁρᾶς ὅτι πρὸς τοῦτο ἵσταντο, ὥστε ἀνάτρεψαι τὴν μανίαν ἐκείνην.

Ἀμμωνίου. Ὄρα τὸ ἄτυφον καὶ ἀκενόδοξον τῶν ἁγίων· οὔτε θεοὶ ἠξιώθησαν κληθῆναι τῶν ἐθνῶν, ἀλλ’ ἑαυτοὺς ἐταπείνουν λέγοντες, “καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμὲν ὑμῖν ἄνθρωποι·” διὰ τῆς ταπεινοφροσύνης ὑψοῦντες ἑαυτούς.

Διατριβόντων δὲ αὐτῶν καὶ διδασκόντων, ἐπῆλθον οἱ ἀπὸ Ἀντιοχείας καὶ Ἰκονίου Ἰουδαῖοι, καὶ διαλεγομένων αὐτῶν παρρησίᾳ, ἀνέπεισαν τοὺς ὄχλους, ἀποστῆναι ἀπ’ αὐτῶν· λέγοντες, ὅτι οὐδὲν ἀληθὲς λέγουσιν, ἀλλὰ πάντα ψεύδονται.

Τοῦ Χρυσοστόμου. Ὄντως διαβόλου τέκνα, οὐκ ἐν μόνον, ἀλλὰ καὶ ἔξω τούτων ταῦτα ποιοῦντες· καὶ τοσαύτην ποιούμενοι σπουδὴν καθελεῖν τὸ κήρυγμα, ὅσην οἱ Ἀπόστολοι στῆσαι ἠπείγοντο.

Καὶ λιθοβολήσαντες τὸν Παῦλον ἔσυρον ἔξω τῆς πόλεως, νομίσαντες αὐτὸν τεθνηκέναι.

Τοῦ αὐτοῦ. Ἐνταῦθα πληροῦται τὸ “ ἀρκεῖ σοι ἡ “ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται·” μεῖζον τοῦτο τοῦ τὸν χωλὸν ἐγεῖραι· οἱ μὲν οὖν ἐθνικοὶ ὡς θεοὺς ἐνόμιζον, οὗτοι δὲ ἔσυρον·

Κυκλωσάντων δὲ τῶν μαθητῶν αὐτὸν, ἀναστὰς εἰσῆλθεν εἰς τὴν πόλιν· καὶ τῇ ἐπαύριον ἐξῆλθε σὺν τῷ Βαρνάβᾳ εἰς Δερ́βην. εὐαγγελισάμενοί τε τὴν πόλιν ἐκείνην, καὶ μαθητεύσαντες ἱκανοὺς, ὑπέστρεψαν εἰς τὴν Λύστραν, καὶ εἰς Ἰκόνιον, καὶ εἰς Ἀντιόχειαν·

Τοῦ αὐτοῦ. Ὁρᾶς προθυμίαν· ὁρᾶς ζέοντα καὶ πεπνρώμενον·

239
εἰς αὐτὴν πάλιν τὴν πόλιν εἰσῆλθεν· ὥστε δειχθῆναι ὅτι εἴπου καὶ ὑπεχώρει, διὰ τὸ τὸν λόγον κατεσπαρκέναι, καὶ διὰ τὸ μὴ δεῖν ἐκκαίειν αὐτῶν τὸν θυμὸν, ταῦτα τῶν σημείων οὐχ ἥττονα λαμπροτέρους ἐποίει, καὶ μᾶλλον χαίρειν παρεσκεύαζεν. οὐδαμοῦ δὲ λέγει ὅτι ὑπέστρεψαν χαίροντες ὅτι σημεῖα ἐποίησαν, ἀλλ’ ὅτι ἠξιώθησαν ὑπὲρ τοῦ ὀνόματος ἀτιμασθῆναι· καὶ τοῦτο παρὰ τοῦ Χριστοῦ ἐδιδάσκοντο λέγοντος, “ μὴ χαίρετε ὅτι τὰ δαιμόνια “ὑμῖν ὑπακούει· ἡ γὰρ ὄντως χαρὰ καὶ εἰλικρινὴς αὕτη ἐστὶ τὸ πάσχειν τι διὰ τὸν Χριστόν.

Ἐπιστηρίζοντες τὰς ψυχὰς τῶν μαθητῶν, παρακαλοῦντες ἐμμένειν τῆ πίστει, καὶ, ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.

Τοῦ Χρυσοστόμου. Τοῦτο ἔλεγον· τοῦτο δὲ γίνεται οὐ διὰ τῶν Ἀποστόλων μόνον, ἀλλὰ καὶ διὰ τῶν μαθητῶν, ἵνα μάθωσιν ἐκ προοιμίων εὐθέως καὶ τοῦ κηρύγματος τὴν δύναμιν, καὶ ὅτι καὶ αὐτοὺς τοιαῦτα δεῖ πάσχειν· ἵνα γενναίως στῶσι, μὴ μόνον πρὸς τὰ σημεῖα κεχηνότες, ἀλλὰ πολλῷ μᾶλλον πρὸς τοὺς πειρασμοὺς·

Ἀμμωνίου. Ὄρα ὅτι ἄνευ κόπου καὶ μόχθου πολλοῦ οὐ δικαιοῦταί τις· στενὴν γὰρ διὰ τοῦτο καὶ τεθλιμμένην, ἀντὶ τοῦ θλίψεως μεστὴν, ἐκάλεσεν ὁ Κύριος τὴν πύλην τῆς εἰσόδου τῆς εἰς βασιλείαν ἀγούσης· οὐχ ἁπλῶς δὲ οἱαδήποτε θλίψις ἄγει εἰς βασιλείαν, ἀλλ’ ἡ διὰ τὴν εἰς Θεὸν πίστιν. ὅρα γὰρ πῶς οἱ μαθηταὶ ἐν πρώτοις παρήγγελλον ἐπιμένειν τῇ εἰς Χριστὸν πίστει, ἧς ἄνευ σωθῆναι ἀδύνατον, κἂν διὰ πολλῶν τις θλίψεων παρέλθῃ. εἰ γὰρ τοῦτο ἦν, πᾶς ἄνθρωπος σχεδὸν εἰπεῖν ἐδικαιοῦτο· ὅτι τὸ πλεῖστον τῆς ζωῆς αὐτοῦ κόπος καὶ πόνος· καὶ ὡς ἔπι τὸ πολὺ πᾶσα ψυχὴ εἰς πόνον, καὶ πᾶσα κεφαλὴ εἰς λύπην· ἀδύνατον γὰρ μὴ λυπεῖσθαι ἄνθρωπον, ἢ διὰ τὰ μάταια τοῦ κόσμου, ἢ διὰ τὸν Θεόν· ἀλλὰ τὴν μὲν τοῦ βίου λύπην, διαδέχεται δάκρυον ἀκατάπαυστον· τὴν δὲ κατὰ Θεὸν, εὐφροσύνη καὶ χαρά· ὅπουγε καὶ ἐν τῷ νῦν βίῳ ἀρραβῶνα τῆς τοιαύτης δωρεᾶς λαμβάνοντες, ἀνεκδιήγητον χαρὰν ἔχουσιν οἱ οὕτως λυπούμενοι· καὶ νῦν τὰ [*](u ὑπέστρεψε Cod.)

240
σπέρματα ἐν κλαυθμῷ καταβάλλοντες, τοὺς καρποὺς ἐν ἀγαλλιάσει μετὰ τὴν ἔνθεν ἐκδημίαν ἀπολαμβάνουσιν· αὕτη ἐστὶν ἡ ἔντρομος ἀγαλλίασις, ἡ κατὰ τὸν τοῦ Θεοῦ φόβον γινομένη τῇ ψυχῇ.

Χειροτονήσαντες δὲ αὐτοῖς κατ’ ἐκκλησίαν πρεσβυτέρους, προσευξάμενοι μετὰ νηστειῶν, παρέθεντο αὐτοὺς τῷ Κυρίῳ εἰς ὃν πεπιστεύκεισαν.

Τοῦ Χρυσοστόμου. Ἄλλη παραμυθία· καὶ ἐν τοῖς πειρασμοῖς, καὶ μετὰ νηστειῶν αἱ χειροτονίαι· νηστεία τὸ καθάρσιον τῶν ἡμετέρων ψυχῶν. διατὶ ἐν Κύπρῳ οὐκ ἐποίησαν πρεσβυτέρους, οὐδὲ ἐν Σαμαρείᾳ ; ὅτι ἐκείνη μὲν ἐγγὺς ἦν τῆς Ἱερουσαλὴμ καὶ τῶν Ἀποστόλων· καὶ ἐν αὐτῇ δὲ Ἀντιοχείᾳ ὁ λόγος ἐκράτει· ἐνταῦθα δὲ πολλῆς ἐδέοντο παραμυθίας· καὶ μάλιστα οἱ ἐξ ἐθνῶν ὀφείλοντες πολλὰ διδάσκεσθαι.

Ἀμμωνίου. Ὄρα ὅτι καὶ οἱ περὶ Παῦλον καὶ Βαρνάβαν έπισκόπων εἶχον ἀξίαν, ἐξ ὧν ἐχειροτόνουν οὐ μόνον διακόνους ἀλλὰ καὶ πρεσβυτέρους· καὶ ὀπίσω δὲ ἐσημειωσάμην, ὅτι μετὰ νηστειῶν καὶ εὐχῶν ἐποίουν οἱ μαθηταὶ τὰς χειροτονίας· σημείωσα δὲ καὶ τοῦτο, ὅτι εἰς Μίλητον ἐχειροτονήθησαν οἱ περὶ Βαρνάβαν καὶ Παῦλον· καὶ ἐξ αὐτῆς ἐξελθόντες, εὐηγγελίσαντο τὰς μέχρι τῆς Πισδίας πόλεις, καὶ ὅσας ἄλλας ὁ λόγος ἐσήμανε τέως· ἄλλο δὲ ἀντίγραφον εὗρον ἔχον ἀντὶ Μιλήτου Ἀντιόχειαν, ὃ καὶ πιθανώτερόν μοι μᾶλλον ἐφάνη.

Καὶ διελθόντες τὴν Πισιδίαν, ἦλθον εἰς τὴν Παμφυλίαν· καὶ λαλήσαντες ἐν Πέργῃ τὸν λόγον, κατέβησαν εἰς Ἀτταλίαν· κἀκεῖθεν ἀποπλεύσαντες εἰς Ἀντιόχειαν, ὅθεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦ Θεοῦ εἰς τὸ ἔργον ὃ ἐπλήρωσαν.

Τοῦ Χρυσοστόμου. Ἵνα γὰρ μὴ καταπέσῃ τῶν μαθητῶν, ὅτι οἱ νομιζόμενοι θεοὶ τοιαῦτα πάσχουσιν, εἰσῆλθον πρὸς αὐτοὺς καὶ διελέχθησαν· καὶ ὅρα πρῶτον εἰς Δέρβην ἐξέρχεται, διδοὺς αὐτοῖς ἀναπνεῦσαι τοῦ θυμοῦ· καὶ τότε πάλιν εἰς Λύστραν καὶ Ἰκόνιον καὶ Ἀντιόχειαν· θυμουμένοις μὲν αὐτοῖς

241
εἴκων, πεπαυμένοις δὲ ἐπιτιθέμενος, ὅρα ὅτι οὐ πάντα χάριτι ἀλλὰ καὶ ἰδία σπουδὴ διῴκουν.

Παραγενόμενοι δὲ καὶ συναγαγόντες τὴν ἐκκλησίαν, ἀνήγγελλον ὅσα ὁ Θεὸς ἐποίησε μετ’ αὐτῶν,

Οὐκ εἰπαν ὅσα ἐποίησαν αὐτοὶ, ἀλλ’ ὅσα ὁ Θεὸς μετ’ αὑτῶν· γ ἐμοὶ δοκοῦσι τοὺς πειρασμοὺς λέγειν.

Καὶ ὅτι ἤνοιξε τοῖς ἔθνεσι θύραν πίστεως.

Θυρῶν ἄνοιξιν τὴν διδασκαλίαν καλεῖ, ἣν τὰ ἔθνη δι’ αὐτῶν παρεδέξατο, πάλαι βεβυσμένα τῇ πατρίᾳ πλάνῃ καὶ τοῖς δεισιδαιμονίας μαθήμασι τὰ ὦτα ἔχοντα πρὸς πάντα λόγον θεοσεβῆ.

Διέτριβον δὲ χρόνον οὐκ ὀλίγον σὺν τοῖς μαθηταῖς.

Τοῦ Χρυσοστόμου. Μεγάλη γὰρ οὖσα ἡ πόλις ἐδεῖτο τῶν διδασκάλων. Καὶ μετ’ ὀλίγα — Ὄρα πανταχοῦ τῆς εἰς τὰ ἔθνη διορθώσεως ἀναγκαίαν τὴν ἀρχὴν εἰσαγομένην· πρὸ τούτου ἐγκαλούμενος ἀπελογίσατο, καὶ ἐν τάξει ἀπολογίας τὸ πᾶν εἶπεν· ὅπερ εὐπαράδεκτον τὸν λόγον ἐποίει· ἔπειτα τῶν Ἰουδαίων ἀποστραφέντων, οὕτως ἦλθον εἰς τὰ ἔθνη. ἐνταῦθα πάλιν ἄλλην ἀμετρίαν ὁρῶν εἰσαγομένην οὕτως ἵστησι τὸν νόμον· ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς, ἅτε παρὰ τοῦ Θεοῦ διδαχθέντας, ἀδιαφόρως διαλέγεσθαι πᾶσι, τοῦτο εἰς ζῆλον ἤγαγε τοὺς ἀπὸ Ἰουδαίων· καὶ οὐκ ἔλεγον περιτομὴν ἁπλῶς, ἀλλ’ ὅτι οὐδὲ σωθῆι δίνασθε· οὗ τοὐναντίον ἦν· ὅτι περιτεμνόμενοι σωθῆναι οὐκ ἠδύναντο· ὅρα συνεχῶς τοὺς πειρασμούς· ἔνδοθεν, ἔξωθεν· καλῶς δὲ οἰκονομεῖται τοῦτο Παύλου παρόντος, ἵν᾿ ἀντείπῃ· καὶ οὐκ εἰπε Παῦλος, τί γάρ ; οὐκ εἰμὶ ἀξιόπιστος ἀπὸ τοσούτων σημείων; ἀλλ’ ἐπείσθη δι’ ἐκείνους.καὶ ὅρα, μανθάνουσι λοιπὸν ἅπαντες τὰ εἰς τὰ ἔθνη γεγενημένα Σαμαρεῖται, καὶ ἔχαιρον. Καὶ μετ’ ὀλίγα — Ἐν μὲν τοῖς Ἱεροσολύμοις οὐκ ἦσαν ἐξ ἐθνῶν τινὲς, ἐν δὲ Ἀντιοχείᾳ εἰκὸς εἶναι, καὶ διὰ τοῦτο κατέβησαν, ἔτι νοσοῦντες τὴν φιλαρχίαν, καὶ βουλόμενοι προσηλύτους ἔχειν τοὺς ἐξ ἐθνῶν· καίτοι Παῦλος νομομαθὴς ἦν, ἀλλ’ οὐκ ἔπασχε τοῦτο.

[*](y Post hæc aliquid videlur intercidisse, nam seqq. non cohærent.)
242

Ὄτι οὐ δεῖ περιτέμνεσθαι τοὺς ἐξ ἐθνῶν πιστεύοντας, δόγματι καὶ κρίσει τῶν Αποστόλων.

Καί τινες κατελθόντες ἀπὸ τῆς Ἰουδαίας, ἐδίδασκον τοὺς ἀδελφοὺς, ὅτι ἐὰν μὴ περιτμηθῆτε τῷ ἔθει τοῦ Μωϋσέως, οὐ δυνήσεσθε σωθῆναι.

Ἀμμωνίου. “Ὅτι ἐὰν μὴ περιτέμνησθε τῷ ἔθει Μωϋσέως, “δύνασθε σωθῆναι·” σημειωτέον ὅτι ἔθος καλεῖ τὸ ἔννομον πρόσταγμα ἡ γραφή· οὐδὲ γὰρ ἀγράφως, ἀλλ’ ἐγγράφως καὶ τοῦτο εἶπε Μωϋσῆς· ἣ τάχα καὶ διὰ τοῦτο ἐλύθη ἀπὸ τῶν Ἀποστόλων τοῦτο, ὡς ἔθος ὂν καὶ οὐχ ὡς νόμιμον· πλὴν τοῦτο δεῖ καταχρηστικῶς z εἰπεῖν, ὅτι οὐδὲ τὰ τῆς Ἐκκλησίας ἔθη χρὴ παραχαράττειν.

Γενομένης δὲ στάσεως καὶ ζητήσεως οὐκ ὀλίγης τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ πρὸς αὐτοὺς, ἔταξαν ἀναβαίνειν Παῦλον καὶ Βαρνάβαν καί τινας ἄλλους ἐξ αὐτῶν πρὸς τοὺς Ἀποστόλους καὶ τοὺς πρεσβυτέρους εἰς Ἱερουσαλὴμ, περὶ τοῦ ζητήματος τούτου. οἱ μὲν οὖν προπεμφθέντες ὑπὸ τῆς ἐκκλησίας διήρχοντο τήν τε Φοινίκην καὶ Σαμάρειαν, ἐκδιηγούμενοι τὴν ἐπιστροφὴν τῶν ἐθνῶν· καὶ ἐποίουν χαρὰν μεγάλην πᾶσι τοῖς ἀδελφοῖς. παραγενόμενοι δὲ εἰς Ἱερουσαλημ, ὑπεδέχθησαν ἀπὸ τῆς ἐκκλησίας καὶ τῶν Ἀποστόλων καὶ τῶν πρεσβυτέρων, ἀνήγγειλάν τε ὅσα ὁ Θεὸς ἐποίησε μετ’ αὐτῶν.

Τοῦ Χρυσοστόμου. Πῶς τοίνυν ἐν τῇ πρὸς “ οὐδὲ, ἀνῆλθόν,” φησιν, “εἰς Ἱεροσόλυμα πρὸς τοὺς πρὸ “ἐμοῦ Ἀποστόλους, οὐδὲ ἀνεθέμην;” ὅτι πρῶτον μὲν οὐκ αὐτὸς ἀνῆλθεν, ἀλλ’ ἀπεστάλη παρ’ ἑτέρων· δεύτερον δὲ, οὐ μαθησόμενος παραγέγονεν, ἀλλ’ ἑτέρους πείσων· αὐτὸς μὲν γὰρ ἐξ ἀρχῆς ταύτης εἴχετο τῆς γνώμης· ἣν καὶ οἱ Ἀπόστολοι μετὰ ταῦτα ἐκύρωσαν τὸ μὴ δεῖν περιτέμνεσθαι· ἐπειδὴ δὲ οὐκ ἐδόκει τέως αὐτοῖς ἀξιόπιστος εἶναι, ἀλλὰ τοῖς ἐν Ἱεροσολύμοις προσεῖχον, ἀνῆλθεν [*](z καταχριστικῶς Cod.)

243
οὐκ αὐτός τι εἰσόμενος πλεῖον, ἀλλὰ πείσων τοὺς ἀντιλέγοντας, ὅτι καὶ οἱ ἐν Ἱεροσολύμοις τούτοις ψηφίζονται· οὕτως ἐξ ἀρχῆς τὰ δέοντα συνεώρα, καὶ οὐδενὸς ἐδεῖτο διδασκάλου· ἀλλὰ μετὰ πολλὴν διάκρισιν ἔμελλον οἱ Ἀπόστολοι κυροῦν ταῦτα, ἃ αὐτὸς πρὸ τῆς διακρίσεως ἄνωθεν εἶχεν ἀκίνητα παρ’ ἑαυτῷ. Καὶ μετ’ ὀλίγα — Ἐπειδὴ δὲ τοῖς ἀδελφοῖς ἔδοξε καὶ παρ’ ἐκείνων μαθεῖν, ἀπῆλθεν ὑπὲρ ἐκείνων οὐχ ὑπὲρ ἑαυτοῦ· εἰ δὲ λέγει ὅτι οὐκ ἀνῆλθον, ἔστι κἀκεῖνο εἰπεῖν· ὅτι οὔτε ἐν προοιμίοις τοῦ κηρύγματος ἀνῆλθεν, οὔτε ἡνίκα ἀνῆλθεν, ἐπὶ τῷ μαθεῖν· καὶ γὰρ ἀμφότερα ἐπισημαίνεται λέγων, “εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵ- “ματι·” οὐκ εἶπεν ἁπλῶς “οὐ προσανεθέμην, ἀλλ’ “εὐθέως.”

Ἐξανέστησαν δέ τινες τῶν ἀπὸ τῆς αἱρέσεως τῶν Φαρισαίων πεπιστευκότες, λέγοντες, ὅτι δεῖ περιτέμνειν αὐτοὺς, παραγγέλλειν τε τηρεῖν τὸν νόμον Μωϋσέως·

Τοῦ Αὐτοῦ. Πολλὴ ἐπιτριβὴ τῶν Φαρισαίων, καὶ μετὰ τὴν πίστιν ἔτι νομοθετούντων καὶ οὐ πειθομένων τοῖς Ἀποστόλοις· ἀλλ’ ὅρα ἐκείνους πῶς ἐπιεικῶς καὶ οὐ μετὰ αὐθεντίας λέγουσι· τὰ γὰρ τοιαῦτα ἐπιθυμητὰ καὶ πεπηγμένα μᾶλλον· ὅρα οὐδαμοῦ λόγων ἐπίδειξιν, ἀλλὰ τὴν διὰ τῶν πραγμάτων, τὴν διὰ τοῦ Πνεύματος· ἀλλ’ ὅμως καὶ τοιαῦτα ἔχοντες τεκμήρια ἐπιεικῶς διαλέγονται· καὶ ἅ οὐκ ἀπέρχονται διαβάλλοντες τοὺς ἐν Ἀντιοχείᾳ, ἀλλ’ ἐκεῖθεν πάλιν λαμβάνουσιν ἀφορμήν· οὕτως ἐμελέτων τὸ φιλαρκεῖν· καὶ οὐκ εἰδότων τῶν Ἀποστόλων ἐπέμφθησαν· ἀλλ’ ὅμως οὐδὲν τούτων προήνεγκαν· ἀλλ’ ὅτε ἀπέδειξαν, τότε σφόδρα γράφουσι· μέγα γὰρ πανταχοῦ ἡ ἐπιείκεια.

Ἀμμωνίου. Οὐχ οἱ ἀπὸ ἐθνῶν πιστοὶ, ἀλλ’ οἱ ἀπὸ ἀπῄτουν τοὺς πιστοὺς περιτέμνεσθαι, καὶ τὰ ἄλλα τοῦ νόμου σαρκικὰ ποιεῖν· οὓς, ὡς ἔτι τὰ τοῦ νόμου τοῦ παλαιοῦ φρονοῦντας, καὶ εἰς ἰδίαν καύχησιν θέλοντας περιτεμεῖν τοὺς πιστοὺς, οὐκ ἀπεδέξαντο οἱ μαθηταί· καίτοι καὶ αὐτοὶ ἐκ περιτομῆς ὄντες· οὐ γὰρ τὸ ἴδιον θέλημα ἐζήτουν στῆσαι, ἀλλὰ τὸ κοινωφελὲς τοῦ κόσμου. σημειωτέον δὲ ὅτι αἱρετικοὶ ἦσαν οἱ Φαρισαῖοι· καὶ ὅτι τὸ τῶν αἱρετικῶν ὄνομα, καὶ πρὸ τῶν Χριστιανῶν, τοῖς οὐκ ὀρθῶς φρονοῦσιν ἐπετίθετο.

244

Συνήχθησαν δὲ οἱ Ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἰδεῖν περὶ τοῦ λόγου τούτου.

Τοῦ Αὐτοῦ. Πάλιν καὶ ἔνθεν ἐπιστοχάσασθαι, ὅτι ἄλλην τινὰ ἀξίαν ἐπαναβαίνουσαν τοὺς a πρεσβυτέρους εἰχον οἱ Ἀπόστολοι· διὸ οὐ συμπεριέλαβον αὐτοὺς τοῖς πρεσβυτέροις κοινῷ ὀνόματι πάντας σημάναι.

Πόλλης δὲ ζητήσεως γενομένης, ἀναστὰς Πέτρος εἶπε πρὸς αὐτοὺς, ἄνδρες ἀδελφοὶ, ὑμεῖς ἐπίστασθε ὅτι ἀφ’ ἡμερῶν ἀρχαίων ἐν ὑμῖν ἐξελέξατο ὁ Θεὸς διὰ τοῦ στόματός μου ἀκοῦσαι τὰ ἔθνη τὸν λόγον τοῦ εὐαγγελίου, καὶ πιστεῦσαι. καὶ ὁ καρδιογνώστης Θεὸς ἐμαρτύρησεν αὐτοῖς,

Τοῦ Χρυσοστόμου. Ὄρα τὸν Πέτρον ἄνωθεν κεχωρισμένον τοῦ πράγματος καὶ μέχρι τοῦ νῦν ἰουδαΐζοντα· ὑμεῖς, φησὶν, ἐπίστασθε· παρῆσαν ἴσως καὶ οἱ καλέσαντες αὐτῷ πάλαι ἐπὶ Κορνηλίου, καὶ εἰσελθόντες μετ’ αὐτοῦ· διὰ τοῦτο αὐτοὺς παράγει μάρτυρας· “ἀφ’ ἡμερῶν,” φησιν, “ἀρχαίων ἐν ὑμῖν ἐξελέξατο. τί ἐστιν ἐν ὑμῖν ; τουτέστιν ἐν Παλαιστίνῃ, ἣ παρόντων ὑμῶν· “διὰ τοῦ στόματός μου·” ὅρα πῶς δείκνυσι δι’ αὐτοῦ τὸν Θεὸν φθεγγόμενον, καὶ οὐδὲν ἀνθρώπινον. “καὶ ὁ καρδιογνώστης Θεὸς ἐμαρ- “τύρησεν·” ἐπὶ τὴν πνευματικὴν μαρτυρίαν ἄγει αὐτούς.

Ἀμμωνίου. Ὅτι τοὺς περὶ δογμάτων λόγους μετὰ ζητήσεως ἐποιοῦντο οἱ πάλαι πιστοὶ, καὶ μετὰ πολλῆς σπουδῆς· καὶ ὅτι τοσοῦτον ἦν αὐτοῖς ὠφεληθῆναι διὰ λόγων, ὅτι οὐκ ἀπώ- κνησαν οἱ ἀπὸ Ἀντιοχείας πέμψαι εἰς Ἱερουσαλὴμ καὶ ἐρωτῆσαι τὸ ἀμφιβαλλόμενον· καίτοι μὴ πρωτοτύπως περὶ θεότητος ἣ τῆς τοῦ Υἱοῦ οἰκονομικῆς σαρκώσεως ἣ περὶ τοῦ Πνεύματος, ἣ Ἀγγέλων ἢ ἀρχῶν, ἣ οὐρανοῦ, ἣ ἄλλου τοιούτου ζητηθέντος· ἀλλὰ περιτομῆς, μέρους ἐλαχίστου τῶν ἀσχημόνων τοῦ σώματος τοῦ ἀνθρώπου· ᾔδεισαν γὰρ ὅτι “ἰῶτα ἓν ἣ μία κεραία τοῦ νόμου” πνευματικῆς ἔγεμεν b ἐμφάσεως· καὶ ἐδειλίασαν οἱ ἐν Ἀντιοχείᾳ μαθηταὶ αὐθεντῆσι· ἀλλὰ τοσοῦτον ἐφρόντιζον καὶ τῶν δοκούντων ψιλῶν εἰναι [*](a Verba εἶχον οἱ Ἀπ’. usque ad πρεσβυτέροις suppl. rec. m. in marg.) [*](b Sic.)

245
ζητημάτων, ὅτι δὴ οἱ μὲν ἀπὸ Ἀντιοχείας ἀπέστειλαν Βαρνάβαν καὶ Παῦλον ἐρωτήσοντας τοὺς ἐν Ἱεροσολύμοις· οἱ δὲ ἀπὸ Ἱερουσαλὴμ μαθηταὶ τοὺς περὶ Ἰούδαν καὶ Σίλαν ἔπεμψαν μετὰ τῶν ἰδίων γραμμάτων εἰς Ἀντιόχειαν.

Δοὺς αὐτοῖς τὸ Πνεῦμα τὸ Ἅγιον, καθὼς καὶ ἡμῖν·

Πανταχοῦ ἐξισοῖ τὰ ἔθνη.

Καὶ οὐδὲν διέκρινε μεταξὺ ἡμῶν τε καὶ αὐτῶν, τῆ πίστει καθαρίσας τὰς καρδίας αὐτῶν.

Τοῦ Χρυσοστόμου. Ἀπὸ τῆς πίστεως μόνης φησὶν, ἄξιοι φανέντες, τῶν αὐτῶν ἔτυχον· ταῦτα καὶ ἐκείνων παιδευτικὰ, ταῦτα καὶ ἐκείνους διδάξαι δύναται, ὅτι πίστεως δεῖ μόνης καὶ οὐκ ἔργων, οὐδὲ περιτομῆς· οὐ γὰρ δὴ περὶ τῶν ἐθνῶν ἀπολογούμενοι ταῦτα λέγουσι μόνον· ἀλλὰ καὶ ἐκείνους παιδεύοντας ἀποστῆναι τοῦ νόμου· ἀλλὰ τέως οὔπω τοῦτο.

Ἀμμωνίου. Οὐδεμία, φησὶ, διαφορὰ πιστῶν· εἴτε Ἰουδαῖοι εἰσὶν, εἴτε Ἓλληνες, ὅπου ἡ πίστις καθαρισμὸν ποιεῖ τῶν ἁμαρτιῶν τῶν ἀπὸ τῆς καρδίας ἐξιόντων. οὗτος δὲ ὁ καθαρισμὸς ἔοικε περιτομῇ· καὶ ἀντὶ τῆς ἐν σαρκὶ περιτομῆς δίδοται ἡ ἐν Πνεύματι περιτομὴ, καθαρίζουσα τῇ πίστει τῇ εἰς Χριστὸν τὰ κρυπτά· οὕτω δὲ οὐκ ἦν κοινωφελὴς ἡ σαρκικὴ περιτομὴ, ὅτι μόνῳ τῷ ἄρρενι ἐδόθη· οὐδὲν δὲ τῶν ἀληθινῶν προσώπων συστέλλεται· ἐν γὰρ τῇ ἀληθῇ πίστει οὐκ ἔνι ἄρρεν καὶ θῆλυ· οὐκ ἔνι Ἕλλην ἣ βάρβαρος· ἀλλὰ πάντες ἕν ἐσμεν.

Νῦν οὖν τί πειράζετε τὸν Θεὸν, ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν,

Τοῦ Χρυσοστόμου. Τί ἐστι “τί πειράζετε τὸν Θεὸν,” ὡς οὐκ ἰσχύοντα, φησὶ, σῶσαι τῇ πίστει ; τουτέστι, τι ἀπιστεῖτε τῷ Θεῷ ; ἄρα ἀπιστίας ἐστὶ τὸν νόμον εἰσφέρειν· εἶτα δείκνυσι καὶ τοὺς οὐδὲν ὠφελουμένους, καὶ τὸ πᾶν ἐπὶ τὸν νόμον στρέφει, οὐκ ἐπ’ αὐτοὺς, καὶ τὴν κατηγορίαν ὑποτέμνεται·

Κυρίλλου. Καὶ γοῦν ὅτι τὲ εἰ φορτικὸς καὶ δύσοιστος ὁ νόμος, διωμολογήκασιν ἀληθῶς οἱ θεσπέσιοι μαθηταὶ, ταῖς τινῶν ἀμαθίαις ἐπιπλήττοντες· ἔφασκον γάρ, “νῦν οὖν τί πειράζετε” — καὶ ἑξῆς.

246

Τοῦ αὐτοῦ. Φορτικὸς c μὲν γὰρ ὁμολογουμένως ὁ νόμος ἐξ Ἰσραήλ· ὡμολόγουν δὲ τοῦτο καὶ οἱ θεσπέσιοι μαθηταί· καὶ αὐτὸς δὲ τοῦτο ἡμᾶς ἐδίδαξεν ὁ Σωτῆρ’ προσφωνῶν καὶ λέγων· “ δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι· κἀγὼ “ἀναπαύσω ὑμᾶς· ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ “ ἐμοῦ, ὅτι πραύς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· καὶ εὑρήσετε “ ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· κοπιῶντας δὲ καὶ πεφορτισμένους τοὺς ὑπὸ νόμον εἶναι φησίν, ἑαυτὸν δὲ πρᾶον ὠνόμαζεν, ὡς οὐκ ἔχοντος τοῦτο του νόμου.

Ἀμμωνίου. Οὐκοῦν εἰ ζυγὸς ὁ νόμος, δεῖ τῷ προφήτῃ πειθαρχεῖν λέγοντι “ ἀπορρίψωμεν ἀφ’ ἡμῶν τὸν ζυγὸν αὐτῶν· τὰ σαρκὰ τοῦ νόμου λέγων ἡμᾶς ἀποσείσασθαι, τουτέστι τοῦ φυλάττειν τὸν νόμον Μωϋσέως, ὅπερ ἦν δυσχερέστατον· δύναμις γὰρ ὑπάρχει τῆς ἁμαρτίας, καθά φησιν ὁ θεσπέσιος Παῦλος· λέγει γὰρ ἐν τῇ πρὸς Κορινθίους Ἐπιστολῇ· “τὸ γὰρ κέντρον τοῦ θανά- “ του ἡ ἁμαρτία· ἡ δὲ δύναμις τῆς ἁμαρτίας ὁ νόμος·” καὶ τοῦτο τὸ χωρίον ἐξηγούμενος ὁ ἁγιώτατος Ἰωάννης ὁ Κωνσταντίνου ἐπίσκοπος οὕτω φησί· “πῶς δύναμις τῆς ἁμαρτίας ὁ “ νόμος;” ὅτι μὲν γὰρ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία, καὶ χαλεπωτέραν καὶ ἐν αὐτῇ τὴν ἰσχὺν οὕτως ἔχει, δῆλον· πῶς δὲ καὶ ταύτης δύναμις ὁ νόμος; ὅτι χωρὶς αὐτοῦ ἀσθένης ἦν, πραττομένη μὲν, οὐ δυναμένη δὲ οὕτως καταδικάσαι· τὸ μὲν γὰρ κακὸν ἐγίνετο· σαφῶς δὲ οὐκ ἐδείκνυτο οὕτως· ὥστε οὐ μικρὸν εἰσήνεγκεν ὁ νόμος τὸ καὶ γνωρίσαι τὴν ἁμαρτίαν μᾶλλον, καὶ ἐπιτεῖναι τὴν κόλασιν· εἰ δὲ βουλόμενος κωλῦσαι, χαλεπωτέραν ἐποίησεν, οὐ παρὰ τὸν ἰατρὸν τὸ ἔγκλημα, ἀλλὰ παρὰ τὸν κακῶς τῷ φαρμάκῳ χρησάμενον· ἐπεὶ καὶ ἡ παρουσία τοῦ Χριστοῦ μᾶλλον ἐβάρησε τοὺς Ἰουδαίους· ἀλλ’ οὐ διὰ τοῦτο αὐτῇ ἐγκαλέσομεν· ἀλλὰ ταύτην μὲν καὶ θαυμασόμεθα· ἐκείνους δὲ καὶ μειζόνως μισήσομεν, βλαβέντας δι’ ὧν ὠφελεῖσθαι ἔδεν ὅτι γὰρ οὐχ ὁ νόμος οὗτος τὴν ἁμαρτίαν ἐδυνάμωσεν, ὁ Χριστὸς αὐτὸν ἐπλήρωσεν ἅπαντα, καὶ ἁμαρτίας ἐκτὸς ἢν.

Ον οὔτε οἱ πατέρες ἡμῶν, οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι; ἀλλὰ διὰ τῆς χάριτος τοῦ Κυρίου Ἰησοῦ [*](c φορτικῶς Cod.)

247
Χριστοῦ πιστεύομεν σωθῆναι, καθ’ ὃν τρόπον κἀκεῖνοι. ἐσίγηε δὲ πᾶν τὸ πλῆθος, καὶ ἤκουον Βαρνάβα καὶ Παύλου ἐξηγουμένων ὅσα ἐποίησεν ὁ Θεὸς σημεῖα καὶ τέρατα ἐν τοῖς ἔθνεσι δι’ αὐτῶν.

Τοῦ Χρυσοστόμου. Πόσης δυνάμεως γέμει ταῦτα τὰ ῥή- ἅπερ ὁ Παῦλος διὰ πολλῶν ἐν τῇ πρὸς Ῥωμαίους εἶπε; ταῦτα καὶ οὗτος· “εἰ γὰρ Ἀβραὰμ,” φησὶ, “ἐξ ἔργων ἐδικαι- “ὠθῇ, ἔχει καύχημα, ἀλλ’ οὐ πρὸς τὸν Θεόν.” ὁρᾶς ὅτι ταύτων μᾶλλόν ἐστι παιδευτικὰ ἣ ἀπολογία ὑπὲρ τῶν ἐθνῶν· ἀλλ’ εἰ μὲν χωρὶς προφάσεως ταῦτα ἔλεγεν, ὕποπτος ἦν· ἀρχὴν δὲ λαβόμενος ἀδεῶς φθέγγεται· ὅρα πανταχοῦ τὰ παρὰ τῶν ἐχθρῶν κατ’ αὐτῶν γινόμενα· εἰ μὴ ἐκίνησαν ἐκεῖνοι, οὐκ ἃν ταῦτα ἐλέχθη, οὐδὲ τὰ μετὰ ταῦτα· ἀλλὰ καὶ εἰ ἤθελον προσάγεσθαι τὰ ἔθνη, μανθάνουσιν ὅτι οὐδὲ αὐτοὺς δεῖ πᾶν ὁρᾶν.

Ἀμμωνίου. Σημειωτέον ὅτι τὰ δυσκατόρθωτά ἐπιτάγμτα τῆς σαρκὸς οὐ δεῖ ἐπικλᾶν τισίν· οἷον ἄκραν νηστείαν ἣ γυμνότητα, ἣ σιωπήν· εἰ μὴ γέ τις ταῦτα ἑαυτῷ ἐπιτάξει· εἰ γὰρ καὶ δυσχερῆ, ἀλλὰ μὴν οὐκ ἀκατορ́θωτα, ἀλλὰ καὶ γενόμενα ὑπὸ πολλῶν καὶ γινόμενα· ἀλλὰ διὰ τῆς χάριτος τοῦ Κυρίου Ἰησοῦ πιστεύομεν σωθῆναι· ὅμοιον τοῦ “χάριτι ἐστὲ σεσωσμένοι· ὥστε οὐν πάλαι μὲν οἱ νόμοι τοὺς πάντα διαφυλάττοντας τὰ εἰρημένα τῷ νόμῳ ἔσωζε, νῦν δὲ ἡ χάρις τοῦ Κυρίου, καὶ δίχα τῆς τοῦ νόμου παραφυλακῆς, διὰ τῆς πίστεως σώζει.

Μετὰ δὲ τὸ σιγῆσαι αὐτοὺς ἀπεκρίθη Ἰάκωβος, λέγων,

Τοῦ Χρυσοστόμου. Ἐπίσκοπος ἦν καθά φησιν ὕστερος λέγει· “καὶ τὸ ἐπὶ στόματος δύο ἣ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα, ἐνταῦθα πληροῦται· ὅρα δὲ καὶ τούτου τὴν σύνεσιν, ἀπό τε νέων ἀπό τε παλαιῶν βεβαιούμενον τῶν προφητῶν τὸν λόγον· οὐ γὰρ εἰχέ τι πρᾶγμα δεῖξαι καθάπερ Πέτρος ἣ Παῦλος· καὶ καλῶς οἰκονομεῖται δι’ ἐκείνων ταῦτα γενέσθαι τῶν οὐ μελλόντων ἐγχρονίζειν τοῖς Ἱεροσολύμοις· τοῦτον δὲ τὸν διδάσκοντα αὐτοὺς μὴ εἶναι ὑπεύθυνον, μηδὲ μὴν ἀπεσχίσθαι τῆς γνώμης.

248

Τοῦ αὐτοῦ ἐκ τοῦ ὑπομνήματοσ τῆσ πρὸσ Κορινθίουσ ἐπιστολῆσ εἰσ τὸ ῥητοὴ τὸ φάσκον. “ἔπειτα ὄφθη Ἰα- “ ΚΩΒΩΙ.” Ἐμοὶ δοκεῖ τῷ ἀδελφῷ τῷ ἑαυτοῦ· αὐτὸς γὰρ αὐτὸν λέγεται κεχειροτονηκέναι, καὶ ἐπίσκοπον ἐν Ἱεροσολύμοις πεποιηκεναι πρῶτον.

Ἄνδρες ἀδελφοὶ, ἀκούσατέ μου. Συμεὼν ἐξηγήσατο, καθὼς πρῶτον ὁ Θεὸς ἐπεσκέψατο λαβεῖν ἐξ ἐθνῶν λαὸν τῷ ὀνόματι αὐτοῦ· καὶ τούτῳ συμφωνοῦσιν οἱ λόγοι τῶν προφητῶν,

Συμεὼν ὁ ἐν τῷ Λουκᾷ προφητεύσας· “ νῦν ἀπολύεις τὸν δοῦ- “λόν σου, δέσποτα.”

Τοῦ Χρυσοστόμου. Πολλὴ ἡ ἐπιείκεια τοῦ ἀνδρὸς καὶ τελειστέρα αὕτη ἡ δημηγορία, ὅπουγε καὶ τέλος ἐπιτίθησι τοῖς πράγμασιν.

Καθὼς γέγραπται, μετὰ ταῦτα ἀναστρέψω καὶ ἀνοικοδομήσω τὴν σκηνὴν Δαβὶδ τὴν πεπτωκυῖαν· καὶ τὰ κατεσκαμμένα αὐτῆς ἀνοικοδομήσω, καὶ ἀνορθώσω αὐτήν· ὅπως ἃν ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν Κύριον,

Εἶτα ἐπειδὴ ἐκεῖνος ἀπὸ μὲν τοῦ χρόνου δῆλος ἦν· τὸ δὲ ἀξίοπιστον οὐκ εἶχε, διὰ τὸ μὴ παλαιὸς εἶναι, ἐπάγει καὶ παλαιὰν προφητείαν, "καθὼς γέγραπται,” φησὶ, “μετὰ ταῦτα ἀναστρέψω “καὶ ἀνοικοδομήσω τὴν σκηνὴν Δαβὶδ τὴν πεπτωκυῖαν,” καὶ τὰ ἑξῆς· τί οὖν; ἠγέρθη τὰ Ἱεροσόλυμα· ἀλλ’ οὐχὶ κατεστράφη μᾶλλον; ποίαν λέγει ἔγερσιν; τὴν μετὰ Βαβυλῶνα· τί δέ ἐστι “ καθὼς πρῶτον ὁ Θεὸς ἐπεσκέψατο· σφοδρότερον μὲν ὁ Πέτρος διελέγετο· οὗτος δὲ ἡμερώτερον· οὕτω γὰρ χρὴ τὸν ἐν μεγάλῃ δυναστείᾳ, τὰ μὲν φορτικὰ ἑτέροις παραχωρεῖν, αὐτὸν δὲ ἀπὸ τῶν ἡμερωτέρων b φαίνεσθαι· “λαβὼν δὲ ἐξ ἐθνῶν,” φησὶ, “ λαὸν τῷ ὀνό- ‘ ματι αὐτοῦ οὐχ ἁπλῶς ἐξελέξατο, ἀλλὰ τῷ ὀνόματι αὐτοῦ τουτέστι τῇ δόξῃ αὐτοῦ οὐκ αἰσχύνεται τὸ ὄνομα αὐτοῦ τῇ προλήψει τῶν ἐθνῶν, ἀλλὰ καὶ μείζων ἔσται ἡ δόξα· ἐνταῦθα τί μέγα [*](b ἡμετέρων Cod. sed corr. rec. m.)

249
αἰνίττεται· ὅτι πρὸ πάντων οὗτοι· εἰ δέ τις ἀκριβῶς ἐξετάζοι, νῦν ἡ βασιλεία τοῦ Δαβὶδ ἕστηκε τοῦ ἐκγόνου αὐτοῦ, βασιλεύρντος πανταχοῦ· τί γὰρ ὄφελος τῶν οἰκημάτων καὶ τῆς πόλεως, τῶν ὑπακουόντων οὐκ ὄντων ; ποῖον δὲ βλάβος ἐκ τῆς καθαιρέσεως τῆς πόλεως, πάντων καὶ τὰς ψυχὰς βουλομένων ἐπιδοῦναι ; καὶ τοῦ Δαβὶδ λαμπρότερον γέγονε· νῦν πανταχοῦ τῆς οἰκουμένης ᾄδεται· τοῦτο ἐξέβη, οὐκοῦν καὶ τοῦτο ἐκβῆναι δεῖ; διὰ τὸ ὅπως ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν Κύριον· εἰ τοίνυν διὰ τοῦτο ἀνέστη ἡ πόλις, διὰ τῶν ἐξ αὐτῶν δείκνυσιν, ὅτι τῆς οἰκοδομίας τῆς πόλεως αἴτιον γέγονε τὸ τὰ ἔθνη κληθῆναι· τινὲς δέ εἰσιν οἱ κατάλοιποι ; οἱ ὑπολειπόμενοι τότε· ἀλλ’ ὅρα αὐτῶν καὶ τὴν τάξιν φυλάττοντα, καὶ δευτέρους αὐτοὺς εἰσάγοντα· λέγει Κύριος ὁ ποιῶν πάντα ταῦτα· οὐ λέγει, ἀλλὰ ποιεῖ· ἄρα Θεοῦ ἔργον ἦν· ἄλλο δὲ ἦν τὸ ζητούμενον, ὅπερ σαφέστερον ὁ Πέτρος ἔλεγεν, “εἰ “δεῖ αὐτοὺς περιτέμνεσθαι.”

Τοῦ Χρυσοστόμου. Πεπτώκει γὰρ ὄντως πτῶμα ἀνίατον, καὶ τῆς κραταιᾶς ἐκείνης δεόμενον χειρός· καὶ οὐκ ἦν ἑτέρως ἀναστῆναι τὴν φύσιν τὴν ἡμετέραν, μὴ τοῦ τὴν ἀρχὴν διαπλάσαντος αὐτὴν χεῖρα ὀρέξαντος, καὶ διατυπώσαντος ἄνωθεν τὴν δι’ ὕδατος ἀναγέννησιν καὶ Πνεύματος.

Κυρίλλου. Σκηνὴν Δαβὶδ τὸ τῶν Ἰουδαίων σημαίνει γένος. ἰστέον δὲ ὅτι Κύρου τῆς αἰχμαλωσίας ίας ἀνέντος τὸν Ἰσραὴν, κατῆλθον πάλιν εἰς τὴν Ἰουδαίαν, καὶ ᾠκοδόμησαν τὸν θεῖον ναὸν, τειχίσαντες τὰς ἠρημωμένας πόλεις, ᾤκουν ἐν αὐταῖς ἀσφαλῶς κατὰ τὰς ἡμέρας τοῦ αἰῶνος, τουτέστιν εἰς ἡμέρας πολλὰς καὶ χρόνους μακρούς· δεῖγμά τε καὶ πληροφορία γεγόνασι τοῖς ἄλλοις ἔθνεσι, τοῦ χρῆναι λοιπὸν ἐπιστρέφειν πρὸς τὸν Θεόν. Καὶ μετ’ ὀλίγα — Ὁ μὲν οὖν τῆς ἱστορίας ἐν τούτοις λόγος· ὁ δὲ ἐσωτέρω καὶ ἀληθέστερος εἴη ἃν ἐν Χριστῷ. ἐπειδὴ γὰρ ἐκ νεκρῶν ἀνεβίω τὴν εἰς θάνατον αὐτοῦ πεσοῦσαν σκηνὴν, τουτέστι τὴν ἀπὸ γῆς σάρκα ἐγείραντος τοῦ Θεοῦ καὶ Πατρὸς, τότε δὴ τότε πάντα τὰ ἀνθρώπινα πρὸς τὸ ἀρχαῖον ἀνέστη σχῆμα, καὶ πάντα ἡμῶν τὰ κατερριμμένα πρὸς νέαν ὄψιν ἐνήνεκται. εἰ τις γὰρ ἐν Χριστῷ καινὴ κτίσις κατὰ τὰς γραφὰς, συνεγηγέρμεθα γὰρ αὐτῷ· καὶ κατέ-

250
σκαψε μὲν ὁ θάνατος τὰς ἁπάντων σκηνὰς, ἀνῳκοδόμησε δὲ ὁ Θεὸς καὶ Πατὴρ ἐν Χριστῷ.

Καὶ πάντα τὰ ἔθνη, ἐφ’ οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπ᾿ αὐτούς· λέγει Κύριος ὁ ποιῶν ταῦτα πάντα. γνωστὰ ἀπ’ αἰῶνός ἐστι τῷ Θεῷ πάντα τὰ ἔργα αὐτοῦ.

Τοῦ Χρυσοστόμου. “Γνωστὰ ἀπ’ αἰῶνός ἐστι τῶ “τὰ ἔργα αὐτοῦ·” εἶτα τὸ ἀξιόπιστον τοῦ λόγου· ὅτι οὐδὲν καινὸν, ἀλλ’ ἐξ ἀρχῆς ταῦτα προτετύπωτο· καὶ ἀξίωμα πάλιν, “διὸ ἐγὼ “κρίνω μὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν ἐπιστρέφουσι, καὶ τὰ ἑξῆς.

Διὸ ἐγὼ κρίνω μὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν ἐπιστρέφουσιν ἐπὶ τὸν Θεόν.

Ὁ σταυρωθεὶς οὖν ἦν ὁ λέγων ταῦτα ἐν Ἠσαΐᾳ· “αὐτοῦ γὰρ “τὸ ὄνομα ἐπικέκληται πάντα τὰ ἔθνη·” Χριστιανοὶ γὰρ προσα- γορεύονται.

Τοῦ Χρυσοστόμου. τουτέστι μὴ ἀνατρέπειν· εἰ γὰρ ἐκάλεσεν, αὗται δὲ αἱ παρατηρήσεις ἀνατρέπουσι, τῷ Θεῷ πολεμοῦμεν· Καὶ πάλιν — “ Τοῖς ἀπὸ τῶν ἐθνῶν ἐπιστρέφουσι,” φησί· καὶ καλῶς φησὶ μετ’ ἐξουσίας τὸ “ ἐγὼ κρίνω· διὰ τοῦτό φησι καλὸν εἶναι· διατί οὖν μὴ καὶ Ἰουδαίοις ταῦτα ἐπεστέλλομεν ; Μωϋσῆς αὐτοῖς διαλέγεται· ὅρα πόση ἡ συγκατάβασις· ἔνθα οὐδὲν ἔβλαπτεν, ἐπέστησεν αὐτὸν διδάσκαλον, καὶ ἐχαρίστατο χάριν οὐδὲν ἐμποδίζουσαν, ἐπιτρέψας Ἰουδαίοις ἀκούειν αὐτοῦ· κατὰ ταῦτα καὶ ἀπαγαγὼν ἐξ ἐθνῶν· ὅρα σύνεσιν· δι’ ὧν ἔδοξεν αὐτὸν τιμᾶν καὶ ἐφιστᾶν αὐτοῖς ἑαυτοῦ, διὰ τούτων ἀπήγαγε τὰ ἐξ αὐτοῦ· μανθάνουσι νοῦσι διὰ τὴν τούτων ἀτοπίαν δείκνυσιν, ὅτι καὶ τούτους οὐδὲν πλέον δεῖ φυλάττειν, ἀλλ’ ὡς ἐχόντων τὸν λέγοντα.

Ἀλλὰ ἐπιστεῖλαι αὐτοῖς τοῦ ἀπέχεσθαι ἀπὸ τῶν ἀλισγημάτων τῶν εἰδώλων, καὶ τῆς πορνείας, καὶ τοῦ πνικτοῦ, καὶ τοῦ αἵματος.

Τοῦ αὐτοῦ. Αὗται γὰρ εἰ καὶ σωματικαὶ, φυλάττεσθαι· ἐπειδὴ μεγάλα εἰργάζοντο κακὰ, τούτων μάλιστα

251
αὐτοὺς ἔπαυσεν· οἰκονομικῶς καὶ ἡ ἀντιλογία· ἵνα μετὰ τὴν ἀντιλογίαν βεβαιότερον ᾖ τὸ δόγμα.

Μωϋσῆς γὰρ ἐκ γενεῶν ἀρχαίων κατὰ πόλιν τοὺς κηρύσσοντας αὐτὸν ἔχει, ἐν ταῖς συναγωγαῖς κατὰ πᾶν σάββατον ἀναγινωσκόμενος.

Διδύμου. Εἰ καὶ πρὸ τῆς ἐπιδημίας τοῦ Χριστοῦ κατὰ σάββατον ἐν μόναις ταῖς συναγωγαῖς ἀνεγινώσκετο Μωϋσῆς, ἀλλ’ οὖν μετὰ τὴν ἐπιδημίαν ἐν ταῖς ἐκκλησίαις τοῦ Χριστοῦ οὐ κωλύεται ἀναγινώσκεσθαι· καὶ ὅρα εἰ δυνατὸν τοῦτο γενέσθαι ἐκ τοῦ, “ ἄχρι γὰρ σήμερον ἡνίκα ἃν ἀναγινώσκηται Μωϋσῆς·” ἀλλὰ κα τὸ πρόσεχε τῇ ἀναγνώσει, οὐ πέρι μόνων τῶν τῆς καινῆς βιβλίων λέγεται· ὥσπερ οὐδὲ τὸ “ πᾶσα γραφὴ θεόπνευστος καὶ “ ὠφέλιμος·” εἰ γὰρ μὴ ἀνεγινώσκετο τὰ παλαιὰ γράμματα ἐν ταῖς ἐκκλησίαις, οὐκ ἀκρίτως Γαλάταις ἐπεστέλλετο, τὸ “λέγετέ μοι οἱ “ ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀκούετε;” καὶ τὰ ἑξῆς.

Τότε ἔδοξε τοῖς Ἀποστόλοις καὶ τοῖς πρεσβυτέροις σὺν ὅλη τῆ ἐκκλησίᾳ, ἐκλεξαμένους ἄνδρας ἐξ αὐτῶν πέμψαι εἰς Ἀντιόχειαν σὺν τῷ Παύλῳ καὶ Βαρνάβᾳ, Ἰούδαν τὸν καλούμενον Βαρσαβὰν, καὶ Σίλαν, ἄνδρας ἡγουμένους ἐν τοῖς ἀδελφοῖς· γράψαντες διὰ ’χε ἱρὸς αὐτῶν τάδε,

Τοῦ Χρυσοστόμου. Ὁρᾶς αὐτοὺς οὐχ ἁπλῶς ταῦτα νομοθετοῦντας· καὶ ὅρα ὥστε ἀξιοπιστότερον γενέσθαι, πέμπουσι τοὺς παρ’ αὐτῶν, ἵν ἀνύποπτοι ὦσιν οἱ περὶ Παῦλον· καὶ ὅρα πῶς φορτικοὺς ἐκείνους διαβάλλοντες ἐπιστέλλουσιν.

Οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι καὶ οἱ ἀδελφοὶ, τῆς κατὰ τὴν Ἀντιόχειαν καὶ Συρίαν καὶ Κιλικίαν ἀδελφοῖς τοῖς ἐξ ἐθνῶν, χαίρειν. Ἐπειδὴ ἠκούσαμεν, ὅτι τινὲς ἐξ ἡμῶν ἐξελθόντες ἐτάραξαν ὑμᾶς λόγοις, ἀνασκευάζοντες τὰς ψυχὰς ὑμῶν, λέγοντες περιτέμνεσθαι καὶ τηρεῖν τὸν νόμον, οἷς οὐ διεστειλάμεθα.

Τοῦ αύτοῦ. Ἀρκοῦσα αὕτη κατηγορία κατὰ τῆς καὶ ἀξία τῆς τῶν Ἀποστόλων ἐπιεικείας, οὐδὲν παρ’ ἑτέρων

252
εἰρηκότων. Καὶ μετ’ ὀλίγα — Ὄρα οὐδὲν φορτικώτερον κατ’ ἐκείνων λέγοντας, ἀλλ’ εἰς ἓν ὁρῶντας μόνον, ὥστε ἀνατρέψαι τὸ γεγενημένον· τοῦτο γὰρ καὶ τοὺς ἐκεῖ στασιάζοντας ὁμολογῆσαι ἐποίει· οὐκ εἶπον ὅτι οἱ ἀπατεῶνες, καὶ ὅσα τοιαῦτα. καίτοι, ἔνθα ἐχρῆν, ποιεῖ αὐτὸ Παῦλος· ὡς ὅταν λέγῃ· “ὢ πλήρης παντὸς “ δόλου·” ἐνταῦθα δὲ κατορθωθέντος οὐκέτι χρεία ἦν.

Ἔδοξεν ἡμῖν γενομένοις ὁμοθυμαδὸν,

Τοῦ αὐτοῦ. Εἰτα ὅτι οὐ τυραννικῶς, ὅτι πᾶσι ὅτι μετὰ ἐπισκέψεως ταῦτα γράφουσιν.

Ἀμμωνίου. Σημειωτέον ὅτι οὔτε Ἰάκωβος οὔτε Πέτρος ἐτόλμησαν, καίτοι κρίναντες αὐτὸ καλὸν εἶναι, δίχα πάσης τῆς ἐκκλησίας δογματίσαι τὰ περὶ τῆς περιτομῆς· ὅπου τὲ οὔτε πάντες ηὐθέντησαν, εἰ μὴ ἐπείσθησαν ὅτι τοῦτο δοκεῖ καὶ τῷ Ἁγίῳ Πνεύματι· οὗ καὶ προέταξαν τὴν αὐθεντείαν ἐν τῇ ἐπιστολῇ εἰπόντες· “ ἔδοξε τῷ Ἁγίῳ Πνεύματι καὶ ἡμῖν, Βαρνάβᾳ καὶ Παύλῳ, ἀνθρώ- “ ποις παραδεδωκόσι τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυ- “ρίου·” τηλικοῦτοι ἦσαν οὗτοι, ὅτι ἐμαρτυρήθησαν ὑπὸ τῶν μαθητῶν μεγάλοι εἶναι.

Ἐκλεξαμένους ἄνδρας πέμψαι πρὸς ὑμᾶς, σὺν τοῖς ἀγαπητοῖς ἡμῶν Βαρνάβᾳ καὶ Παύλῳ, ἀνθρώποις παραδεδωκόσι τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

Τοῦ χρυσοστόμου. Ἵνα μὴ δόξῃ διαβολῆς εἶναι Βαρνάβα τὸ ἐκείνους ἀποσταλῆναι, ὅρα ἐγκώμια αὐτῶν· “ἀνθρώ- “ ποισ,” φησι, “ παραδεδωκόσι τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνό- “ μάτος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

Ἀπεστάλκαμεν οὖν Ἰούδαν καὶ Σίλαν, καὶ αὐτοὺς διὰ λόγου ἀπαγγέλλοντας τὰ αὐτά.

Τοῦ Χρυσοστόμου. Ἔδει γὰρ μὴ τὴν ἐπιστολὴν παρεῖναι μόνον· ἵνα μὴ λέγωσιν ὅτι συνήρπασαν, ὅτι ἄλλο ἀντ’ ἄλλου εἶπον· τὸ ἐγκώμιον τὸ περὶ Παύλου ἐνέφραξεν αὐτῶν τὰ στόματα.

Ἔδοξε γὰρ τῷ Ἁγίῳ Πνεύματι καὶ ἡμῖν, μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος,

253

Τοῦ αὐτοῦ. ταῦτα γὰρ ἡ καινὴ οὐ διετάττετο· οὐδαμοῦ περὶ τούτων διελέχθη ὁ Χριστὸς, ἀλλ’ ἀπὸ τοῦ νόμου ταῦτα λαμβάνουσι· καὶ πνικτῶν, φησὶν, ἐνταῦθα τὸν φόνον ἀπείργει.

Τοῦ αὐτοῦ. Καίτοι ἤρκει εἰπεῖν “τῷ Ἁγίῳ Πνεύματι·” τὸ μὲν “τῷ Ἁγίῳ Πνεύματι,” ἵνα μὴ νομίσωσιν ἀνθρώπινον εἶναι· τὸ δὲ ἡμῖν, ἵνα διδαχθῶσιν ὅτι καὶ αὐτοὶ ἀποδέχονται καὶ ἐν περιτομῇ ὄντες.

Κυρίλλου ἐκ τοῦ β΄ τεύκουσ τῶν κατὰ Ἰουλιανοῦ. Πῶς γὰρ οὐκ ἀληθὲς εἰπεῖν, ὅτι τὸ χρῆναι λοιπὸν τῆς τοῦ νόμου σκιᾶς ὀλιγωρεῖν ἐκέλευσε τοῖς διὰ τῆς πίστεως κεκλημένοις εἰς ἀλήθειαν· ἃ γὰρ ἦν εἰκὸς ἀποπεραίνειν δύνασθαι τοὺς ἔτι νηπίους, διὰ τῆς τῶν Ἀποστόλων ἐθεσμοθέτει φωνῆς· φάσκοντες δὲ τὸ “μηδὲν πλέον “ἐπιτιθέναι ὑμῖν βάρος,” ἐδίδασκον ἐναργῶς, ὡς ὄντα διαβριθῆ τὸν νόμον καὶ δυσδιακόμιστον παντελῶς, καὶ αὐτοῖς τοῖς ἐξ Ἰσραὴλ οὐκ ἃν ἐπιθεῖεν αὐτοί· ἐδόκει δὴ οὖν τῷ Πνεύματι, φυλάττεσθαι παρ’ αὐτῶν ἥκιστα μὲν τὸν νόμον, τὰ δὲ οἰστὰ καὶ εὐδιακόμιστα πειρᾶσθαι πληροῦν, τοὺς ὑπὲρ τῶν ἔτι μειζόνων ἱδρῶτας οὔπω διενεγκεῖν ἰσχύοντας ὀκλάζοντι νῶ, ἄρτι τὲ καὶ μόλις ἀδρυνομένῳ πρὸς τὴν ἐν Χριστῷ πολιτείαν καὶ ζωήν.

Σευήρου. “Ἔδοξε τῷ Ἁγίῳ Πνεύματι καὶ ἡμῖν·” μηδέν σε, φησὶν, ὁ αἱρετικὸς, ἀδελφὲ, ξενίσῃ τῶν εἰρημένων· ὡς ἀδελφόν σε καλεῖ, καὶ ὡς πολέμιον ἀναιρεῖ· μὴ θαυμάσῃς, φησιν, εἰ ὑπὲρ τοῦ Ἁγίου Πνεύματος εἰπον οἱ Ἀπόστολοι· ὅταν ταῦτα λέγῃ, ἀπὸ τῆς γραφῆς τὰ βέλη προσφέρομεν· τί οὖν ἔστι πρὸς αὐτοὺς εἰπεῖν ; εἰ τὸ συνῆφθαι τοὺς Ἀποστόλους τῷ Ἁγίῳ Πνεύματι ἐλαττοῖ τοῦ Πνεύματος τὴν δόξαν· οὐκοῦν τὸ συνῆφθαι Μωσῆν τῷ Θεῷ ἐλαττοῖ τοῦ Θεοῦ τὴν δόξαν ; λέγει γὰρ ἡ γραφή· “ἐπίστευσεν ὁ “λαὸς εἰς τὸν Θεὸν καὶ εἰς Μωσῆν” ἀλλὰ καὶ ἕτερον προενέγκωμεν βέλος· εἰ καθαιρεῖ τοῦ Πνεύματος τὴν ἀξίαν συνημμένη ἡ δόξα τῶν Ἀποστόλων, ὑβρίζει καὶ τὸν Θεὸν, καὶ ἐλαττοῖ αὐτοῦ τὴν ἀξίαν Σαμουὴλ προσκείμενος· γέγραπται γὰρ, “καὶ ἐφοβήθη “ πᾶς ὁ λαὸς τὸν Κύριον καὶ τὸν Σαμουήλ·” πάλιν καὶ τρίτον ἄλλο προσενέγκωμεν βέλος κατὰ τῆς ἀσεβείας· εἰ ἐλαττοῖ τοῦ Πνεύματος τὴν ἀξίαν καὶ τὴν θεικὴν αὐθεντίαν, τὸ συνῆφθαι τῶ Πνεύματι τοὺς Ἀποστόλους, ἐλαττοῖ τοῦ Θεοῦ τὴν ἀξίαν Γεδεὼν

254
προσκείμενος αὐτοῦ τῇ προσηγορίᾳ· “ἐβόησε γὰρ ἅπας ὁ λαὸς, “πόλεμος τῷ Κυρίῳ καὶ τῷ Γεδεών·” ὥσπερ οὖν συνῆπται Μωυσῆς τῷ Θεῷ, οὐχ ὡς ὁμότιμος, ἀλλ’ ὡς προφήτης· καὶ Γεδεὼν τῷ Θεῷ, οὐχ ὡς ὁμίτιμος, ἀλλ’ ὡς στρατηγὸς τοῦ πολέμου· οὕτως καὶ οἱ Ἀπόστολοι τῷ Πνεύματι, ὡς κήρυκες τοῦ εὐαγγελίου. γνώριζε τοίνυν τὴν αὐθεντίαν, καὶ μὴ ὕβριζε τοῦ Πνεύματος τὴν ἀξίαν.

Πλὴν τῶν ἐπάναγκες τούτων, ἀπέχεσθαι εἰδωλοθύτων, καὶ αἵματος, καὶ πνικτοῦ, καὶ πορνείας· ἐξ ὧν διατηροῦντες ἑαυτοὺς, εὖ πράξετε. ἔρρωσθε.

Τοῦ Χρυσοστόμου. Δείκνυσιν ὅτι τὰ ἄλλα “ἐξ ὧν διατηροῦντες ἑαυτοὺς εὖ πράξετε·” δεικνύει ὅτι οὐδὲν αὐτοῖς λείπει, ἀλλ’ ἀρκεῖ τοῦτο· ἠδύναντο μὲν γὰρ καὶ χωρὶς γραμμάτων, ἀλλ’ ὥστε νόμον εἶναι ἔγγραφον· πάλιν ὥστε πεισθῆναι τῷ νόμῳ καὶ ἐκεῖνοι ἔλεγον, καὶ μετ’ εἰρήνης. Τοῦ αὐτοῦ. “ Πλὴν τῶν ἐπάναγκες ἀπέχεσθαι·” ταῦτα ἀπαγορεύσαντες ποιεῖν τὰ ἔθνη, τὰ λοιπὰ αὐτοῖς συνεχώ- ρησαν· ἔστι δὲ ταῦτα· “ἀπέχεσθαι εἰδωλοθύτων, καὶ αἵματος, καὶ “πνικτοῦ, καὶ πορνείας.”

Οἱ μὲν οὖν ἀπολυθέντες κατῆλθον εἰς Ἀντιόχειαν· καὶ συναγαγόντες τὸ πλῆθος, ἐπέδωκαν τὴν ἐπιστολήν·

Τοῦ αὐτοῦ. Ὄρα βραχεῖαν ἐπιστολὴν, οὐδὲν οὐδὲ κατασκευὰς οὐδὲ λογισμοὺς, ἀλλ’ ἐπίταγμα· Πνεύματος γὰρ ἦν νομοθεσία.

Ἀναγνόντες δὲ, ἐχάρησαν ἐπὶ τῆ παρακλήσει.

Τοῦ αὐτοῦ. Εἶτα κἀκεῖνοι αὐτοὺς παρεκάλουν αὐτούς· πρὸς γὰρ Παῦλον φιλονεικότερον διέκειντο· οὕτως ἀπῆλθον μετ’ εἰρήνης.

Ἰούδας τὲ καὶ Σίλας, καὶ αὐτοὶ προφῆται ὄντες, διὰ λόγου πολλοῦ παρεκάλεσαν τοὺς ἀδελφοὺς, καὶ ἐπεστήριξαν.

Ἀμμωνίου. Ἴδου καὶ οὗτοι προφῆται ἦσαν· σημειωτέον ὅτι καὶ ἡ νέα διδασκαλία ἔσχε προφήτας πολλοὺς, οὐ μόνον ἡ παλαιὰ γραφή.

255

Ποιήσαντες δὲ χρόνον, ἀπελύθησαν μετ’ εἰρήνης ἀπὸ τῶν ἀδελφῶν πρὸς τοὺς ἀποστείλαντας αὐτούς. ἔδοξε δὲ τῷ Σίλᾳ ἐπιμεῖναι αὐτοῦ. Παῦλος δὲ καὶ Βαρνάβας διέτριβον ἐν Ἀντιοχείᾳ, διδάσκοντες καὶ εὐαγγελιζόμενοι, μετὰ καὶ ἑτέρων πολλῶν, τὸν λόγον τοῦ Κυρίου.

Τοῦ Χρυσοστόμου. Οὐκέτι στάσεις καὶ μάχαι. Παῦλος δὲ λοιπὸν ἐδίδασκεν· οὐδεὶς τῦφος ἦν ἐν τῇ ἐκκλησίᾳ· μετὰ Πέτρον Παῦλος φθέγγεται, καὶ οὐδεὶς ἐπιστομίζει· Ἰάκωβος ἀνέχεται, οὐκ ἐπιπηδᾶ πολλὴ ἡ εὐταξία οὐδὲν ὁ Ἰωάννης ἐνταῦθα οὐδὲ οἱ λοιποὶ Ἀπόστολοι, ἀλλὰ σιγῶσιν· ἐκεῖνος γὰρ ἦν τὴν ἀρχὴν ἐγκεχειρισμένος, καὶ οὐκ ἀγανακτοῦσιν· οὕτω καθαρὰ δόξης ἦν αὐτῶν ἡ ψυχή.

* Ἀντίρρησις Παύλου πρὸς Βαρνάβαν περὶ Μάρκου.

Μετὰ δέ τινας ἡμέρας εἶπε πρὸς Βαρνάβαν ὁ Παῦλος, ἐπιστρέψαντες δὴ ἐπισκεψώμεθα τοὺς ἀδελφοὺς τοὺς κατὰ πᾶσαν πόλιν, ἐν αἷς ἐκηρύξαμεν τὸν λόγον τοῦ Κυρίου, πῶς ἔχουσι. Βαρνάβας δὲ ἐβούλετο συμπαραλαβεῖν καὶ Ἰωάννην τὸν καλούμενον Μάρκον· Παῦλος δὲ ἠξιοῦτο, τὸν ἀποστάντα ἀπ’ αὐτῶν ἀπὸ Παμφυλίας, καὶ μὴ συνελθόντα αὐτοῖς εἰς τὸ ἔργον, μὴ συμπαραλαμβάνειν τοῦτον.

Τοῦτο γὰρ ζωή· τοῦτο παράκλησις· τοῦτο παραμυθία διδασκάλῳ νοῦν ἔχοντι, ἡ ἐπίδοσις τῶν μαθητευομένων· οὐδὲν γὰρ οὕτω δείκνυσι τὸν τὴν ἀρχὴν ἔχοντα, ὡς ἡ φιλοστοργία ἡ περὶ τοὺς ἀρχομένους.

Σευήρου ἀρχιεπισκόπου Ἀντιοκείασ Ἀντιοχείασ πρὸς Ἀναστάσιον ὕπατον ἐπιστολῆσ. Εἰ τοῖς Ἀποστόλοις οὕτως ἀναγκαῖον κατεφαίνετο τὸ ἐπιστρέφειν, καὶ τὰς αὐτὰς περινοστεῖν πόλεις πολλάκις, ἐν αἶς τὸν τοῦ Εὐαγγελίου λόγον κατήγγελλον, καὶ ἐπι- (??) σκέπτεσθαι τοὺς πεπιστευκότας, καὶ ἀνακρίνειν πὼς ἔχουσι, ποιαν ἕξομεν ἡμεῖς πρὸς Θεὸν ἀπολογίαν, μηδὲ διὰ γραμμάτων πληροῦντες ὅπερ ἐπλήρουν ἐκεῖνοι, μετὰ πολλοῦ πόνου βαδίζοντες τοῖς

256
ἰδίοις ποσὶ, καὶ αὐτομολοῦντες πρὸς τοὺς χρείαν ἔχοντας· καὶ τὰ πρὸς σωτηρίαν λυσιτελοῦντα διδάσκοντες ;

Ἀμμωνίου. Σημειωτέον ὅτι ἔργον τῶν ἡγουμένων τοὺς ὑπ’ αὐτῶν φωτισθέντας· μήπως ἄρα οὐχ ὑγιαίνουσι τῇ πίστει, ἀλλὰ χωλεύουσι· καὶ δεῖ αὐτοὺς διορθωθῆναι.

Τοῦ Χρυσοστόμου. Καίτοι οὐκ ἔδει ἀξιοῦν αὐτὸν ἔχοντα κατηγορεῖν μετὰ ταῦτα· τοῦτο καὶ ἐπὶ Θεοῦ γίνεται καὶ τῶν ἀνθρώπων· ὁ μὲν ἀξιοῖ, ὁ δὲ ὀργίζεται· οἷον ὡς ὅταν λέγῃ, “ὅτι ὁ πατὴρ αὐτῆς ἐνέπτυσεν εἰς τὸ πρόσωπον αὐτῆς·” καὶ πάλιν· “ἄφες “ με, καὶ θυμωθεὶς ἐξαλείψω τὸν λαὸν τοῦτον·” καὶ ὁ Σαμουὴλ ὅταν πενθῇ τὸν Σαοὺλ, οὕτω δὴ καὶ ἐνταῦθα, ὁ μὲν ὀργίζεται, ὁ δὲ οὐκέτι· τοῦτο καὶ ἐφ’ ἡμῶν γίνεται· καὶ ὁ παροξυσμὸς εἰκότως, ἵνα ἐκεῖνος παιδευθῇ, καὶ μὴ δόξῃ σκηνὴ τὸ πρᾶγμα εἶναι. Καὶ μετ’ ὀλίγα — Καθάπερ γάρ τις στρατηγὸς οὐκ ἂν ἕλοιτο σκευο- φόρον ἔχειν ἀεὶ βάναυσον, οὕτω δὲ καὶ ὁ Ἀπόστολος· καὶ τοῦτο καὶ τοὺς ἄλλους ἐπαίδευσε, καὶ αὐτὸν ἐρρύθμιζεν c ἐκεῖνον.

Ἐγένετο οὖν παροξυσμὸς, ὥστε ἀποχωρισθῆναι αὐτοὺς ἀπ’ ἀλλήλων,

Τοῦ Χρυσοστόμου. Μήτινα τὰ προλαβόντα θορυβείτω· “ἠμέρᾳ ἡμέρᾳ ἀγαθῇ ἀμνησία κακῶν” μηδεὶς παραταττέτω· μηδεὶς λεγέτω· ἐχρῆν ἐν ἱερεῦσι Χριστοῦ μικροψυχίαν εἶναι. μὴ γὰρ ἐπελαθόμεθα ὅτι ἄνθρωποι ἔσμεν· καὶ πολλάκις καὶ ἄκοντες πταίομεν· ἔχεις εἰκόνα δυναμένην παραμυθήσασθαι· οὐ τοὺς ἁγίους ὑβρίζω· μὴ γένοιτο· ἀλλ’ ἐξ ἐκείνων τὰ πάθη δεικνύων· ἐγένετο μεταξὺ Παύλου καὶ Βαρνάβα μικροψυχία· οὐ τοῦ μὲν ἑνὸς μέρους δικαιοσύνην τιμῶντος, τοῦ δὲ ἑτέρου ἀδικίαν, ἀλλ’ ἑκάστου μέρους σκοπῷ εὐσεβείας δουλεύοντος· ἡ δὲ αἰτία τῆς μικροψυχίας ἐστὶν αὕτη. Μάρκος τις ἦν συνοδοιπορῶν αὐτοῖς πρὸς τὸν εὐαγγελικὸν δρόμον ἀπὸ Παλαιστήνης μέχρι Πέργης τῆς Παμφυλίας· εἰτα τῶν Ἀποστόλων εὐτόνῳ κεχρημένων δρόμῳ, καὶ ἀκαμπεῖ τῇ ψυχῇ πρὸς τοὺς ἀγῶνας ὁπλιζομένων, Μάρκος ὡς ἄνθρωπος ναρκήσας, καὶ μὴ εὐτονῶν πρὸς τὸν δρόμον τὸν τοσοῦτον, καὶ πρὸς τοὺς ἐν ἑκάστῃ πόλει ἀνακύπτοντας ἀγῶνας καὶ κινδύνους καὶ [*](c ἐρύθμιζεν Cod.)

257
μάχας ἀποταξάμενος τῷ δρομ́ῳ τῶν Ἀποστόλων, ἐπανῆλθεν εἰς τὴν Παλαιστίνην· ἦν οὖν οὐ Χριστὸν ἀρνησάμενος, ἀλλὰ τὸν δρόμον τὸν πολὺν ὡς βαρὺν παραιτησάμενος· ἐπανῆλθε πάλιν Παῦλος καὶ Βαρνάβας καρποὺς εὐσεβείας γέμοντες, καὶ τῷ δρόμῳ τῆς εὐσεβείας στεφανούμενοι, καὶ εὐαγγελιζόμενοι τὴν ἐν Ἱεροσολύμοις ἐκκλησίαν. τῶν ἐθνῶν οὖν πάντων ἐπαινούντων τὸν Παῦλον καὶ τὸν Βαρνάβαν ἐπὶ τοῖς κατορθώμασιν, ὁ Μάρκος λυπηθεὶς ἐπλήγει τὴν ψυχήν· κατὰ τὸν λόγον τοῦτον ἐνενόησεν ἴσως πρὸς ἑαυτὸν, τοῦτο λέγων· ὅτι εἰ ἤμην κοινωνὸς τῶν πόνων, ἐγενόμην ἄρτι κοινωνὸς καὶ τῶν ἐπαίνων· πολλοὶ γὰρ πολλάκις αὐτὰς τὰς ἀρετὰς διὰ τὸν πόνον φυγόντες, διὰ τὰς ἐξ αὐτῶν εὐφημίας αἱροῦνται πονεῖν· τί οὖν ; μεταμεληθεὶς ὁ Μάρκος ἐβουλεύσατο ἐπανιοῦσιν αὐτοῖς τοῖς Ἀποστόλοις συνδραμεῖν· ὁ οὖν Βαρνάβας μετανοήσαντα αὐτὸν ἐδέξατο· ὁ δὲ Παῦλος ἐφιλονείκει καὶ ἔλεγε, “τὸν μὴ “ συνελθόντα ἡμῖν εἰς τὸ ἔργον Κυρίου οὐ δεῖ συμπαραλαμβάνειν· ἦν οὖν στάσις, οὐκ ἀδικίας, ἄλλα δικαιοσύνης καὶ μικροψυχίας καὶ φιλανθρωπίας· ὁ Παῦλος ἐζήτει τὸ δίκαιον, ὁ Βαρνάβας τὸ φιλάνθρωπον. στασιάζοντες οὖν τὰς γνώμας, εἰ καὶ συνεφώνουν τῇ εὐσεβείᾳ, εἰς τοσοῦτον ἦλθον παροξυσμὸν, ὡς καὶ χωρισθῆναι ἀπ’ ἀλλήλων· οὕτω γέγραπται· διέστησαν δὲ οὐ πίστει, οὐδὲ διαθέσει, ἀλλὰ ἀνθρωπίνῃ μικροψυχίᾳ· ἐγένετο δὲ οἰκονομία· ὡς γὰρ διέστησαν, ὁ Βαρνάβας τὸν Μάρκον παραλαβὼν ἐξῆλθεν εἰς τὸν οἰκεῖον δρόμον· ὠφέλησε δὲ τὸν Μάρκον ἡ Παύλου ἀκρίβεια· ὡς γὰρ εἶδεν ἑαυτὸν οὕτως ἐκβληθέντα διὰ τὴν ῥαθυμίαν, ἐσπούδαζε καὶ τῇ προθυμίᾳ τῷ δευτέρῳ δρόμῳ καλύψαι τὴν προτέραν νωχελίαν· συνῆν τοίνυν ὁ Μάρκος τῷ Βαρνάβᾳ σπουδάζων καὶ τρέχων· ὁ Παῦλος ἐν ταῖς Ἐκκλησίαις παρήγγειλε μὴ δεχθῆναι τὸν Μάρκον· οὐχ ἵνα λυπήσῃ, ἀλλ’ ἵνα σπουδαιότερον ποιήσῃ· ὡς δὲ εἰδεν ὁ ἅγιος Παῦλος προσλαβόντα τῇ σπουδῇ τὸν Μάρκον· καὶ ἀπολογησάμενον διὰ τῶν δευτέρων, ἄρχεται αὐτὸν παρατίθεσθαι· καὶ τί φησιν; “ἀσπάζεται ὑμᾶς Μάρκος ὁ ἀνεψιὸς Βαρνάβα· περὶ “ οὗ ἐλάβετε ἐντολὰς, ἐὰν ἔλθῃ πρὸς ὑμᾶς δέξασθαι αὐτόν· καὶ νῦν παραμυθείσθω τὰ ἀρχαῖα τὴν νέαν ὑπόθεσιν· εἰ γὰρ τότε μεταξὺ Παύλου καὶ Βαρνάβα ἐγένετο μικροψυχία, τι θαυμαστὸν εἰ με- ταξὺ ἡμῶν;

258

Τοῦ Χρυσοστόμου. Δοκεῖ μὲν εἶναί τις παροξυσμός· πὰν οἰκονομία ἐστιν, ὥστε τοὺς προσήκοντας ἕκαστον τόπους απολαβεῖν· καὶ ἔδει οὐχ ὁμοτίμους εἶναι, ἀλλὰ τὸν μὲν ἄρχειν, τὸν δὲ ἄρχεσθαι· καὶ τοῦτο οἰκονομικόν· Κύπριοι μὲν γὰρ οὐδὲν τοιοῦτον ἐπεδείξαντο, οἷον οἱ ἐν Ἀντιοχείᾳ καὶ οἱ λοιποί· καὶ ἐκείνου μᾶλλον ἐδέοντο τοῦ ἤθους τοῦ ἁπαλωτέρου, οὗτοι δὲ τούτου. Καὶ ἐν τοῖς προφήταις τοῦτο εὑρίσκομεν, διαφόρους γνώμας καὶ διά. φόρα ἤθη· οἷον ὁ Ἠλίας αὐστηρὸς, Μωυσῆς πρᾷος· οὕτω δὴ καὶ ἐνταῦθα σφοδρότερός ἐστιν ὁ Παῦλος· καὶ ὅρα καὶ οὕτω τὸ ἐπιεικές· ἠξίου, φησὶ, τὸν ἀποστάντα, καὶ τὰ ἑξῆς. Καὶ μετ’ Λαμβάνουσιν ἑαυτοὺς, ὥστε παιδεῦσαι καὶ ἀπαρτίσαι διὰ τοῦ χωρισμοῦ τοὺς δεομένους τῆς παρ’ αὐτῶν διδασκαλίας. Καὶ μετ’ ὀλίγα—πρῶτον μὲν οὖν οὐδὲν κακὸν γέγονεν, εἰ ὁλοκλήροις ἔθνεσιν ἀρκοῦντες ἀπεσχίσθησαν ἀπ’ ἀλλήλων· ἀλλὰ καὶ μέγα ἀγαθὸν, ἄλλως μηδὲ τοῦτο κρύψαντα. Καὶ μετ’ ὀλίγα—Τίς μὲν οὖν ἀμείνον’ ἐβουλεύσατο, οὐχ ἡμῶν ἀποφήνασθαι· τέως δὲ ὅτι μεγάλη γέγονεν οἰκονομία· εἴγε οὗτοι μὲν ἔμελλον δεύτερον ἐπισκέψεως ἀξιοῦσθαι, ἐκεῖνοι δὲ οὐδὲ ἅπαξ. Καὶ μετ’ ὀλίγα — Τί οὖν ; ἐχθροὶ ἀνεχώρησαν ; μὴ γένοιτο· ὁρᾶς γὰρ πανταχοῦ μετὰ τοῦτο Βαρνάβαν πολλῶν ἐγκωμίων ἀπολαύοντα παρὰ Παύλου ἐν ταῖς ἐπιστολαῖς. “ παροξυσμός,” φησιν, “ἐγένετο·” οὐκ ἔχθρα οὐδὲ φιλονεικία· τοσοῦτον ἴσχυσεν ὁ παροξυσμὸς ὥστε χωρίσαι· καὶ εἰκότως· ὅπερ ἕκαστος ὑπέλαβεν εἶναι λυσιτελὲς, τοῦτο μετὰ ταῦτα οὐ προήκατο διὰ τὴν πρὸς ἐκεῖνον κοινωνίαν. ἐμοὶ δοκεῖ κατὰ συναίνεσιν γεγενῆσθαι ὁ χωρισμὸς, καὶ πρὸς ἀλλήλους εἰεῖν· ὅτι ἐπειδὴ ἐγὼ βούλομαι, σὺ δὲ οὐ βούλει, ἵνα μὴ μαχώμεθα, διανειμώμεθα τοὺς τόπους· ὥστε πάνυ εἴκοντες ἀλλήλοις τοῦτο ἐποίουν· ἐβούλετο γὰρ στῆναι τὸ Παύλου Βαρνάβας· διὰ τοῦτο ἀνεχώρησεν. εἴθε καὶ ἡμεῖς τοιούτους ἐχωριζόμεθα χωρισμοὺς, ὥστε ἐπὶ κήρυγμα ἀπιέναι.

Σευήρου ἀρχιεπισκόπου Ἀντιοκείασ ἐκ τῆσ πρὸσ τοὺσ έπισκόπουσ έπιστολῆσ. Ταῦτα γέγραπται πρὸς ἵν μὴ καταπίπτωμεν, οὐ δὲ γὰρ ἔνεστιν ἀνθρώπους ὄντας μὴ παροξύνεσθαι· παροξυνθέντας δὲ χρὴ μεταβάλλεσθαι.

Εξ ἀνεπιγράφου. Ὀ παροξυσμὸς τῶν Ἀποστόλων οὐ μάχης

259
ἕνεκεν ἀλλ’ οἰκονομίας γέγονεν· ἐπειδὴ γὰρ ὁ Παῦλος ἔμελλεν συνέκδημον λαμβάνειν τὸν Τιμόθεον, εἰκότως τὸ Πνεῦμα τὸ Ἅγιον τῷ Βαρνάβᾳ τὸν Μάρκον παρέδωκεν· ὅτι δὲ καὶ Παῦλος αὐτὸν ἠγάπα, ἄκουσον αὐτοῦ γράφοντος τῷ Τιμοθέῳ· “Μάρκον ἀναλα- “βὼν ἄγε μετὰ σεαυτοῦ· ἔστι γάρ μοι εὔχρηστος εἰς διακονίαν·” οἶμαι δὲ τοῦτο γράφειν αὐτὸν, δι’ ἀμφοτέρων κηδευθῆναι βουλόμενος.

Ἀμμωνίου. Διὰ τοὺς κεκαυτηριασμένους τὴν συνείδησιν, διὰ συντόμου ἀπολογητέον περὶ τῶν Ἀποστόλων Βαρνάβα καὶ Παύλου· οἱ ἐπὶ τοσοῦτον ἐπέτειναν τὴν φιλονεικίαν, ὅτι καὶ ἐχωρίσθησάν, φησιν. ὁ Μάρκος ἔδοξεν ἡμαρτηκέναι ἀπολιπὼν αὐτούς· ὁ Παῦλος πρὸς τὸ σωφρονισθῆναι αὐτὸν ὠργίζετο, καὶ ἤθελεν αὐτὸν πρὸς ὀλίγον λυπῆσαι· ἵνα αἰσθόμενος ἐκεῖνος μετανοήσῃ, καὶ λοιπὸν ὑποταγῇ τῷ μὴ ποιεῖν τὸ θέλημα τὸ ἑαυτοῦ, ἀλλὰ παρὰ τὴν ἑαυτοῦ θέλησιν ἀκολουθεῖν πρὸς τὸ ἔργον τῆς διακονίας· οὕτως ἐποίησε καὶ ἐπὶ τοῦ Κορινθίου· ἐκβαλὼν αὐτὸν τῆς ἐκκλησίας, καὶ αὐτὸς ὑπὲρ αὐτοῦ παρακαλῶν, ἡνίκα μετεμελήθη· οὕτως οὖν ἤθελε καὶ τὸν Μάρκον δαμάσαι. ὁ δὲ Βαρνάβας ἁπλούστερος ὣν, συνεχώρησεν αὐτῷ μᾶλλον καὶ δίχα ἐκπλήξεως τὸ ἁμάρτημα· ὃν ὁ Παῦλος παρεκάλει λέγων, μὴ οὕτως ὡς ἔτυχε τὸν δραπετεύσαντα τῆς συνοδίας προσλαβεῖν, ἀλλ’ ἀποστραφῆναι αὐτὸν, διότι οὐκ αὐτοὺς ἐνύβρισε τοῦτο ποιήσας, ἀλλὰ τῆς διακονίας καταφρόνησας, τὸν Θεὸν ἐξουδένωσε. τούτῳ οὖν τῷ σκοπῷ ἀντέλεγεν ὁ Παῦλος τῷ Βαρνάβᾳ· ἀμέλει οὐδὲ ὠργίζετο, ἀλλὰ παρεκάλει αὐτὸν, ὡς φησὶν ἡ γραφὴ, “Παῦλος δὲ ἠξίου· οὐκοῦν ὁ μὲν Βαρνάβας χρηστότητα εἶχε πρὸς τοὺς ὑπηκόους ἕτοιμον, ὁ δὲ Παῦλος ἀποτομίαν, πρὸς καιρὸν ἀποδίδους τοὺς καταφρονητὰς τῷ διαβόλῳ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα μεταμεληθῶσιν. οὐκοῦν ἀμφότεροι κατὰ τὸν οἰκεῖον σκοπὸν καλῶς ἔπραξαν· ἀπεχωρίσθησαν δὲ καὶ διὰ τοῦτο ἀπ’ ἀλλήλων· ἐπείπερ οὐκ ἦσαν μιᾶς ἕξεως ἀμφότεροι· καὶ ἠδύνατο καὶ οὕτως, διὰ τῆς ἄγαν ἀνεξικακίας μὴ θέλων κρίνειν ἄλλον, δυσωπῆσαι τοὺς πιστούς· καὶ ὁ Παῦλος διὰ τοῦ ἐπιστατικοῦ ἑαυτοῦ καὶ ζηλοτυπικοῦ, σῶσαι καὶ σωφρονίσαι τοὺς ἀμελεῖς· οὕτω γὰρ διδάσκει λέγων· “ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον·” οὐχ ὡς μὴ δυνάμενοι δὲ φέρειν ἀλλήλων τὰ ἐλαττώματα ἀπέστη-

260
σαν· ὅπουγε πολὺν συνέζησαν χρόνον, συγκαμόντες ἀλλήλοις καὶ συγκινδυνεύοντες· ἀλλ’ ἵνα μή τις τὸ ἀνώμαλον τῆς αὐτῶν ὁρῶν πολιτείας σκανδαλισθῇ πρὸς ἕνα, ἣ τὸν Παῦλον ὀργίλον καλῶν, ἢ τὸν Βαρνάβαν καταφρονητὴν καὶ ἑαυτοῦ γινόμενον· μὴ θέλοντα δὲ τοὺς ἁμαρτάνοντας ἐπιστομίζειν, ἀλλὰ παρορῶντα τοὺς τῆς ἑαυτῶν ἀμελοῦντας σωτηρίας· ἐθνικοῖς μάλιστα μέλλοντες εὐαγγελίζεσθαι, τοῖς μηδεμίαν ἔχουσι διάκρισιν καλοῦ καὶ κακοῦ· καὶ πολλάκις ἐκ τοῦ διαφόρου τῆς αὐτῶν πολιτείας, ὡς ἀσύμφωνον ἐχόντων ἕξιν, ἀσύμφωνον καὶ τὸ παρ’ αὐτῶν εὐαγγελιζόμενον μυστήριον ὑποπτεύοντες εἶναι· ὅπερ μᾶλλον ὑπονοήσαντες, ἀπέστησαν ἀπ’ ἀλλήλων· οὕτως εὑ ἔχειν κρίναντες πρὸς τὴν τοῦ λόγου διακονίαν.

τόν τε Βαρνάβαν παραλαβόντα τὸν Μάρκον ἐκπλεῦσαι εἰς Κύπρον· Παῦλος δὲ ἐπιλεξάμενος Σίλαν ἐξῆλθε,

Τοῦ Χρυσοστόμου. Θαυμαστὸς οὗτός ἐστιν ὁ ἀνὴρ μέγας· πάνυ ὠφέλει τὸν Μάρκον ἡ μάχη αὕτη· τὸ μὲν γὰρ Παύλου φοβερὸν ἐπέστρεφεν αὐτόν· τοῦ δὲ Βαρνάβᾳ χρηστὸν ἐποίει μηκέτι ἀπολειφθῆναι· ὥστε μάχονται μὲν, πρὸς ἓν δὲ τέλος ἀπαντᾷ τὸ κέρδος· καὶ γὰρ Παῦλον ὁρῶν αἱρούμενον ἀποστῆναι, πάνυ ἐφοβήθη καὶ κατέγνω ἑαυτοῦ· καὶ Βαρνάβαν ὁρῶν οὕτως αὐτοῦ ἀντεχόμενον, πάνυ αὐτὸν ἐφίλησε· καὶ διορθοῦτο ὁ μαθητὴς διὰ τῆς μάχης τῶν διδασκάλων· τοσοῦτον ἀπεῖχε τοῦ σκανδαλισθῆναι. Παραδοθεὶς τῆ χάριτι τοῦ Θεοῦ ὑπὸ τῶν ἀδελφῶν. Τοῦ αὐτοῦ. Τί τοῦτό ἐστιν; ηὔξαντο, φησιν, Θεοῦ· ὅρα πανταχοῦ μεγάλα δυναμένην τὴν εὐχὴν τῶν ἀδελφῶν· καὶ λοιπὸν πεζῇ ὥδευε, καὶ διὰ τῆς ὁδοιπορίας ὠφελῆσαι τοὺς ὁρῶντας βουλόμενος.

Διήρχετο δὲ τὴν Συρίαν καὶ τὴν Κιλικίαν, ἐπιστηρίζων τὰς ἐκκλησίας.

Τοῦ Χρυσοστόμου. Ὄρα τὴν σύνεσιν Παύλου· ἐπ’ ἄλλας ἔρχεται πόλεις, πρὶν ἣ τὰς δεξαμένας τὸν λόγον ἐπισκέψασθαι· καὶ γὰρ ἀνοίας ἐστὶν εἰκῆ τρέχειν· τοῦτο καὶ ἡμεῖς

261
ποιῶμεν· τοὺς πρώτους παιδεύομεν, ἵνα μὴ οὗτοι ἐμπόδιον γένωνται τοῖς μετὰ ταῦτα. “πῶς ἔχουσι,” φησί· καὶ τοῦτο ἠγνόει εἰκότως· ὅρα αὐτὸν ἀεὶ διεγηγερμένον, μεριμνῶντα· οὐκ ἀνεχόμενον καθῆσθαι· καίτοι μυρίους ὑπέμεινε κινδύνους· ὁρᾶς ὅτι οὐ δειλίας ἢν τὸ εἰς Ἀντιόχειαν ἐλθεῖν· καθάπερ ἰατρὸς ἐπὶ τῶν καμνόντων ποιεῖ· καὶ τὴν ἀνάγκην τῆς ἐπισκέψεως ἐδήλωσεν, εἰπών· “ ἐν αἷς “κατηγγείλαμεν τὸν λόγον τοῦ Κυρίου· ἀπέστη ὁ Βαρνάβας, καὶ οὐκέτι συνῆλθεν.

Περὶ κατηχήσεως Τιμοθέου, καὶ τῆς κατὰ ἀποκάλυψιν ἀφίξεως Παύλου εἰς Μακεδονίαν.

Κατήντησε δὲ καὶ εἰς Δέρβην καὶ Λύστραν· καὶ ἰδοὺ, μαθητής τις ἦν ἐκεῖ, ὀνόματι Τιμόθεος, υἱὸς γυναικὸς Ἰουδαίας πιστῆς, πατρὸς δὲ Ἕλληνος· ὃς ἐμαρτυρεῖτο ὑπὸ τῶν ἐν Λύστροις καὶ Ἰκονίῳ ἀδελφῶν. τοῦτον ἠθέλησεν ὁ Παῦλος σὺν αὐτῷ ἐξελθεῖν,

Τοῦ αὐτοῦ. Ὄντως ἄξιον ἐκπλαγῆναι τοῦ Παύλου τὴν σύνεσιν· σιν· ὁ τοσαῦτα μαχεσάμενος περὶ τῆς περιτομῆς· ὁ πάντα κνήσας, καὶ μὴ πρότερον ἀποστὰς, ἕως οὗ κατόρθωσε, τοῦ δόγματος κυρωθέντος, περιέτεμε τὸν μαθητήν· οὐ μόνον ἑτέρους οὐ κωλύει, ἀλλὰ καὶ αὐτὸς τοῦτο ἐργάζεται· καὶ οὐδὲν ἁπλῶς ἐποίει προλήψει· “τοῦτον ἠθέλησε, φησι, “ἐξελθεῖν σὺν αὐτῶ· καὶ τὸ θαυμαστὸν τοῦτο· ὅτι καὶ ἐπηγάγετο αὐτὸν διὰ τοὺς Ἰουδαίους, φησὶ, τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις· οὐκ ἂν γὰρ ἠνέσχοντο παρὰ τοῦ ἀκροβύστου τὸν λόγον ἀκοῦσαι· καὶ τι ; ὅρα τὸ κατόρθωμα· περιέτεμεν, ἵνα περιτομὴν καθέλῃ· τὰ δόγματα γὰρ ἐκήρυττε τὰ τῶν Ἀποστόλων· ὁρᾶς μάχην, καὶ διὰ μάχης οἰκοδομὴν d, οὐ παρ’ ἑτέρων πολεμούμενοι, ἀλλὰ καὶ αὐτοὶ ἐναντία ποιοῦντες, οὕτω τὴν ἐκκλησίαν ᾠκοδόμουν· δόγμα εἰσήνεγκαν μὴ περιτέμνειν, καὶ περιέτεμε· κηρύττει μὴ περιτέμνειν, καὶ περιτέμνει τῇ πίστει καὶ τῷ πλήθει· “ ἐπερίσσευον,” φησὶ, “τῷ ἀριθμῷ καθ’ ἡμέραν.” εἶδες τὸ κέρδος τῆς περιτομῆς· εἶτα λοιπὸν οὐκ ἐνδιατρίβει τούτοις, ἅτε ἐπισκέψασθαι ἐλθὼν, ἀλλὰ τι ; πόρρω πρόεισιν.

[*](d Verba κ. δ. μάχης οἰκοδ. suppl. rec. m.)
262

Τοῦ Χρυσοστόμου. Οὗτος αὐτὸς ὁ μακάριος Παῦλος, ἀναιρῶν μέλλων πότε τὸν Τιμόθεον πέμπειν τοῖς Ἰουδαίοις διδάσκαλον, περιτεμὼν αὐτὸν πρότερον, οὕτως ἔπεμψεν· ἐποίησε δὲ τοῦτο, ἵνα εὐπαράδεκτος γένηται τοῖς ἀκροαταῖς, καὶ εἰσελθὼν διὰ περιτομῆς καταλύσῃ περιτομήν· ἀλλὰ τὴν αἰτίαν αὐτὸς ἠπίστατο καὶ Τιμόθεος, τοῖς δὲ μαθηταῖς οὐκ εἶπεν· εἰ γὰρ ἔγνωσαν ὅτι διὰ τοῦτο περιέτεμε, ἵνα λύσῃ τὴν περιτομὴν, οὐδ’ ἃν τὴν ἀρχὴν ἤκουσαν αὐτοῦ δημηγοροῦντος, καὶ τὸ πᾶν ἃν διερρύη κέρδος· νῦν δὲ ἡ ἄγνοια τὰ μέγιστα αὐτοὺς ὠφέλησε· νομίζοντες γὰρ αὐτὸν ὡς νόμου φύλακα τοῦτο ποιεῖν, καὶ εὐμενῶς ἐδέξαντο καὶ προσηνῶς, καὶ αὐτὸν καὶ τὴν ἐκείνου διδασκαλίαν· δεξάμενοι γὰρ κατὰ μικρὸν καὶ παιδευθέντες, ἀπέστησαν τῶν παλαιῶν· ὅπερ οὐκ ἃν ἐγένετο, εἰ παρὰ τὴν ἀρχὴν τὴν αἰτίαν ᾔδεσαν· μαθόντες γὰρ αὐτὴν ἀπεστράφησαν· ἀποστραφέντες δὲ ἔμειναν ἐπὶ τῆς πλάνης τῆς προτέρας.

Ἀμμωνίου. τὴν αἰτίαν εἰπὼν δι’ ἣν περιέτεμε τὸν Τιμόθεον Παῦλος, ἐξέφυγε τὰ τῶν μεμψιμοίρων ἐγκλήματα· “Ἰουδαίας “πιστῆς” ἀπὸ Ἰουδαίων φησί· σημειωτέον δὲ ὅτι τοσοῦτον ἦσαν Ἰουδαῖοι τοῦ νόμου καταφρονήσαντες, ὅτι καὶ Ἓλλησιν ἐγαμοῦντο, καὶ Ἑλληνίδας ἐγάμουν.

Εξ ἀνεπιγράφου. Πόλλης ζητήσεως ἐν τοῖς προλαβοῦσι γενομένης τοῖς Ἀποστόλοις καὶ πρεσβυτέροις, αὐτῷ δὲ τῷ Παύλῳ ἕνεκεν τῆς περιτομῆς, καὶ πάντων ὁμοῦ κρινάντων μὴ δεῖν περι- τέμνεσθαι, τινὸς ἕνεκεν Παῦλος τὸν Τιμόθεον λαβὼν περιέτεμε· καίτοι πρὸ τούτου μαθητὴν ὑπάρχοντα δόκιμον; τι δὴ οὖν ἄρα βούλεται; μὴ πρὸς Ἰουδαϊσμὸν ἐξέκλινε; καὶ τοῖς ἤδη θεσπισθεῖσι παρὰ πάντων ἐναντία διαπράττεται, ἑαυτῷ δὲ καὶ πρῶτον; μὴ γένοιτο. τίνος οὖν ἕνεκε τοῦτο ποιεῖ; πρᾶγμα μέγιστον καὶ πᾶσιν ὁμοῦ τοῖς Ἀποστόλοις καταθύμιον κατορθῶσαι βουλόμενος· ποῖον δὴ τοῦτο; ἄνω καὶ κάτω διέβαλλον αὐτὸν οἱ Ἰουδαῖοι, ὡς πανταχοῦ τὸν νόμον ἀνατρέποντα, καὶ τοὺς ἐξ ἐθνῶν ἀποστᾶσ’ ίαν διδάσκοντα, καὶ σφόδρα πρὸς αὐτὸν ἀπεχθῶς διέκειντο· ἐπεὶ οὖν τὸν Τιμόθεον εὗρε μαθητὴν ἐξ Ἐλλήνων εὐδόκιμον, καὶ πρὸς ὑπηρεσίαν ἑαυτοῦ ἐπιτήδειον, καὶ συνέκδημον ἔχειν αὐτὸν ἠβούλετο· διὰ τοὺς καταφλυαροῦντας αὐτοῦ ἀσεβῶς, λαβὼν περιέτεμεν αὐτόν·

263
μή μοι, φησὶν, ἐγκαλεῖτε, ὦ Ἰουδαῖοι, ὡς ἀνατρέποντι τὸν νόμον· ἰδοὺ καὶ αὐτὸς στοιχῶ τῷ νόμῳ· τοῦτο δὲ ποιεῖ, οὐ συνιστῶν τὴν περιτομήν· μὴ γένοιτο· ἀλλὰ διὰ τῆς τοιαύτης κατασκευῆς ἑλκῦσαι τούτους πρὸς ἑαυτὸν βουλόμενος· μή μοι προφάσεις, ὢ Ἰουδαῖοι, ὡς ἀνατρέποντι τὸν νόμον· ἰδοὺ καὶ αὐτὸς στοιχῶ τῷ νόμῳ· ἰδοὺ πάντες οἱ σὺν ἐμοὶ μαθηταὶ τοῦ Κυρίου περιτετμημένοι εἰσίν. εἰ γὰρ ἦν Τιμόθεος ἀπερίτμητος διδάσκαλος ὢν, πάντες ἃν ἀπεπήδησαν ἀπ’ αὐτοῦ· ὅτι δὲ τοῦτο τυγχάνει ἀληθὲς, δείκνυσιν ἡ βίβλος ἐν τοῖς ἐφεξῆς· εἰ γὰρ τοσαύτη γέγονεν αὐτοῦ κατηγορία διὰ τρόφιμον τὸν Ἐφέσιον, ὃν ἐνόμιζον, ὅτι ὁ Παῦλος εἰς τὸ ἱερὸν εἰσήγαγεν· ἐξ Ἑλλήνων δὲ ἦν οὗτος· τί ἄρα ἂν ἔπαθεν, εἰ Τιμόθεα ὄντα διδάσκαλον ἐξ ἀκροβύστων εἶχε σὺν αὐτῷ; εἰ δὲ βούλοιτό τις ἀκριβῶς κατανοῆσαι τῶν Ἀποστόλων τὴν σύνεσιν· ὅτι πάντα ἐποίουν τῆς σωτηρίας τῶν Ἰουδαίων ἕνεκεν· αὐτὸν τοῦτον θεάσοιτο τὸν διδάσκαλον τῆς οἰκουμένης ἁγνισθέντα τῶν συναποστόλων τῇ Τώμῃ· καὶ ἐν τῷ ἱερῷ διαγγέλλοντα τὴν ἐκπλήρωσιν τοῦ ἁγνισμοῦ· εὕροι δέ τις καὶ τὸν κορυφαῖον τῶν μαθητῶν Πέτρον ὑποκριθέντα Ἰουδαϊσμόν. καὶ ταῦτα μὲν τοὺς Ἀποστόλους παντελῶς ἔβλαπτεν οὐδέν· ἐγένετο δὲ τοῖς Ἰουδαίοις σωτηρίας ὑπόθεσις, καὶ τῆς εἰς Χριστὸν πίστεως ἀρχή· ὅτι διδασκάλους εἶχε τοιούτους, ὡς ἐνόμιζον φυλάττοντας τὸν νόμον.

Καὶ λαβὼν περιέτεμεν αὐτὸν, διὰ τοὺς Ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις· ᾔδεισαν γὰρ ἅπαντες, ὅτι Ἕλλην ὁ πατὴρ αὐτοῦ ὑπῆρχεν.

Τοῦ ἁγίου Ἀθανασίου πρὸσ Νατατιανοὺσ e τοὺσ ἑαυυοὺσ ὀνομάσαντασ καθαροὺσ βιβλίου λόγου Β΄. Ἵν᾿ οὖν μὴ κωλύετε εἰς συναγωγὰς παραβάλλειν διὰ τὸ ἀπερίτμητον εἶναι τὸν Τιμόθεον, οὕτω, συμπαρεῖναι τοῦθ’ ᾠκονόμησεν οὐχὶ καὶ ἐδογμά- τισεν.

Εξ ἀνεπιγράφου. Ἰδοὺ σαφῶς δόγματα κέκληκε τὴν ἀποχὴν χὴν τῶν εἰδωλοθύτων, πορνείας τὲ, καὶ πνικτοῦ· ἅπερ εἰς κανονικῆς ζωῆς ὁρᾷ διατύπωσιν. ταῦτα γὰρ βιὸν ῥυθμίζει σώφρονα καὶ λογικοῖς ἀνθρώποις πρέποντα.

[*](e ναβατιανοὺς Cod.)
264

Ὡς δὲ διεπορεύοντο τὰς πόλεις, παρεδίδουν αὐτοῖς φυλάσσειν τὰ δόγματα τὰ κεκριμένα ὑπὸ τῶν Ἀποστόλων καὶ πρεσβυτέρων τῶν ἐν Ἱεροσολύμοις.

Ἀμμωνίου. Δόγματα λέγει· οὐ τὸ τῆς ἐνσάρκου οἰκονομίας μυστήριον· ὅπερ κηρύσσων ἔλεγε· “μὴ δ᾿ ἂν ἐγὼ ἢ ἄλλος τις, ἣ “ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίσηται ὑμῖν παρ’ ὃ παρελάβετε, μετα- “πεισθῆτε· ἀλλὰ τὰ περὶ τοῦ μὴ φυλάττεσθαι τὴν περιτομὴν, καὶ ὅσα τούτοις ὅμοια, ἃ ἐν τῷ νόμῳ ἢν ἀλλὰ τὸ ἀπέχεσθαι εἰδωλοθύτων, καὶ αἵματος, καὶ πνικτοῦ, καὶ πορνείας· ταῦτα γὰρ ἦν δόξαντα τῷ Ἄγ’ ἴῳ Πνεύματι, καὶ θεσπισθέντα διὰ τῶν ἐν Ἱεροσολύμοις μαθητῶν, καὶ βεβαιωθέντα καὶ κρατυνθέντα καὶ δεχθέντα διὰ f τῶν ἐν Ἀντιοχείᾳ.

Αἱ μὲν οὖν ἐκκλησίαι ἐστερεοῦντο τῆ πίστει, καὶ ἐπερίσσευον τῷ ἀριθμῷ καθ’ ἡμέραν. διῆλθον δὲ τὴν Φρυγίαν καὶ τὴν Γαλατικὴν χώραν,

Τοῦ Χρυσοστόμου. Ὁρᾶς ὅτι οὐ μόνον οὐδὲν ἔβλαψε περιτομὴ, ἀλλὰ καὶ τὰ μέγιστα ὠφέλησεν.

Κωλυθέντες ὑπὸ τοῦ Ἁγίου Πνεύματος λαλῆσαι τὸν λόγον ἐν τῆ Ἀσίᾳ, ἐλθόντες δὲ κατὰ τὴν Μυσίαν ἐπεί· ραζον εἰς τὴν Βιθυνίαν πορευθῆναι·

Τοῦ αὐτοῦ. Διατὶ μὲν ἐκωλύθησαν οὐ λέγει· ὅτι δὲ ἐκωλύθησαν, εἶπε, παιδεύων ἡμᾶς πείθεσθαι μόνον, καὶ μὴ ζητεῖν· καὶ δεικνὺς ὅτι πολλὰ καὶ ἀνθρωπίνως ἐποίουν.

Καὶ οὐκ εἴασεν αὐτοὺς τὸ Πνεῦμα Ἰησοῦ· παρελθόντες δὲ τὴν Μυσίαν, κατέβησαν εἰς Τρωάδα.

Ἀμμωνίου. Σημειωτέον ὅτι οὐδὲν ἐποίουν ἰδίᾳ αὐθεντίᾳ Ἀπόστολοι· ἀλλὰ πάντα ἃ ἐποίουν, ὑπὸ τοῦ Πνεύματος νυττόμενοι ἐποίουν ἢ οὐκ ἐποίουν· ὥστε οὖν οὐκ ἀκίνδυνον μέμφεσθαι τὰ ὑπὸ τῶν Ἀποστόλων γινόμενα, ἢ πολυπραγμονεῖν τὰ ὑπὸ τοῦ Πνεύματος διατυπούμενα· οὐ δεῖ οὖν ζητεῖν, διατί ἄρα οὐκ ἐπέτρεψε τὸ Πνεῦμα τῷ Παύλῳ κηρύξαι ἐν Ἀσίᾳ.

Καὶ ὅραμα διὰ νυκτὸς ὤφθη τῷ Παύλῳ· ἀνὴρ Μα- [*](f κρατυνθ. καὶ δεχθ. διὰ add. rec. m.)

265
κεδών τις ἦν ἑστὼς, καὶ παρακαλῶν αὐτὸν καὶ λέγων, διαβὰς εἰς Μακεδονίαν, βοήθησον ἡμῖν.

Τοῦ αυτοῦ. Οὐκέτι δι’ ἀγγέλου καθάπερ Φίλιππος, καθάπερ Κορνήλιος· ἀλλὰ τί; δι’ ὁράματος φαίνεται αὐτῷ λοιπὸν ἀνθρωπινώτερον· οὐκέτι θειότερον· ἔνθα γὰρ εὔκολον τὸ πεισθῆναι, ἀνθρωπινώτερον· πινώτερον· ἔνθα δὲ πολλῇ βίᾳ, θειότερον· ἐπειδὴ γὰρ κηρύξαι μὲν ἠπείγετο, μόνον εἰς τοῦτο ὄναρ φαίνεται αὐτῷ· μὴ κηρύξαι δὲ οὐκ ἃν ἠνέσχετο· εἰς τοῦτο Πνεῦμα Ἅγιον ἀποκαλύπτει· οὕτω καὶ ἐκεῖ τῷ Πέτρῳ, “ἀναστὰς κατάβηθι·” οὐ γὰρ δὴ καὶ τὰ εὔκολα τὸ Πνεῦμα εἰργάζετο, ἀλλ’ ἤρκει καὶ ὄναρ.

Ἀμμωνίου. Ὅσα ἐστὶ κοινωφελῆ ὁράματα καὶ θεοσεβείας ἐχόμενα, τούτοις δεῖ πειθαρχεῖν· ταῦτα γὰρ καὶ ἀνεγράφησαν μόνα ἐν τῇ γραφῇ.

Ὡς δὲ τὸ ὅραμα εἶδεν, εὐθέως ἐζητήσαμεν ἐξελθεῖν εἰς τὴν Μακεδονίαν,

Τοῦ Χρυσοστόμου. Οὕτως αὐτῷ καὶ ὁ Χριστὸς φαίνεται λέγων· “Καίσαρί σε δεῖ παραστῆναι.”

Συμβιβάζοντες ὅτι προσκέκληται ἡμᾶς ὁ Θεὸς εὐαγγελίσασθαι αὐτούς. ἀναχθέντες οὖν ἀπὸ Τρωάδος, εὐθυδρομήσαμεν εἰς Σαμοθρᾴκην, τῇ δὲ ἐπιούσῃ εἰς Νεάπολιν, κἀκεῖθεν εἰς Φιλίππους, ἥτις ἐστὶ πρώτη τῆς μερίδος Μακεδονίας πόλις κολώνεια.

Τοῦ αὐτοῦ. Στοχαζόμενοι τουτέστι, τῷ καὶ Παῦλον ἰδεῖν καὶ μηδένα ἕτερον τὸ ὅραμα, καὶ τῷ κωλυθῆναι ὑπὸ τοῦ Πνεύματος, καὶ τῳ πρὸς τοῖς ὁρίοις εἶναι· ἄπο τούτων ἁπάντων πάντα συνηγον· τουτέστι καὶ ὁ πλοῦς τοῦτο ἐνέφαινεν, οὐ γὰρ ἐγένετο βραδυτής· εἰς αὐτὴν τὴν ῥίζαν τῆς Μακεδονίας ἐγένοντο· οὐκ ἃν εἰ κατὰ παροξυσμὸν ἐνήργησε τὸ Πνεῦμα τὸ Ἅγιον· ἡ δὲ τοσαύτη προκοπὴ σημεῖον τοῦ μὴ εἰναί τι ἀνθρώπινον· εἶτα λέγει καὶ τοὺς τόπους, ἅτε ἱστορίαν ἐξηγούμενος, καὶ δεικνὺς ποῦ ἐνεχρόνισεν· ἐν ταῖς μείζοσι δηλονότι, τὰς γὰρ ἄλλας παρείη· ἀξίωμά ἐστι πόλεως ἡ κολώνεια.

Ἀμμωνίου. Σημειωτέον ὅτι σὺν τῷ Παύλῳ ἦν ἐν ταῖς

266
ταύταις ὁ Λουκᾶς· ὡς ἐξ ὧν καὶ τὸ πρόσωπον ἑαυτοῦ συμπεριλαμβάνει, λέγων· “ἐζητήσαμεν, εὐθυδρομήσαμεν.”

Ἦμεν δὲ ἐν ταύτῃ τῆ πόλει διατρίβοντες ἡμέρας τινάς· τῇ τε ἡμέρᾳ τῶν σαββάτων ἐξήλθομεν ἔξω τῆς πόλεως παρὰ ποταμὸν, οὗ ἐνομίζετο προσευχὴ e εἶναι,

Τοῦ Χρυσοστόμου. Ὄρα πάλιν τὸν Παῦλον Ἰουδαΐζοντα, καὶ ἀπὸ τοῦ καιροῦ καὶ ἀπὸ τόπου.

Ἀμμωνίου. “Παρὰ ποταμὸν οὗ ἐνομίζετο προσευχῆ f μᾶλλον μὴ οὔσης ἐκεῖ συναγωγῆς διὰ τὸ σπάνιον, παρὰ τὸν ποταμὸν ἔξω τῆς πόλεως λάθρα συνήγοντο οἱ δῆθεν θεοσεβεῖς.

Τοῦ Χρυσοστόμου. Οὐ γὰρ δὴ ἔνθα ἦν συναγωγὴ μόνον, ἀλλὰ καὶ ἔξω ἠύχοντο, ὥσπερ τόπον τινὰ ἀφορίζοντες· ἅτε σωματικώτεροι ὄντες Ἰουδαῖοι, καὶ τῇ ἡμέρᾳ τῶν σαββάτων, ὅτε καὶ ὄχλον εἰκὸς συνελθεῖν.

Καὶ καθίσαντες ἐλαλοῦμεν ταῖς συνελθούσαις γυναιξί.

Τοῦ Χρυσοστόμου. Ὄρα τὸ ἄτυφον πάλιν· γυνὴ καὶ ταπεινὴ αὕτη καὶ ἀπὸ τῆς τέχνης· ἀλλ’ ὄρα φιλόσοφον γυναῖκα· πρῶτον αὕτη ἐμαρτύρησε τὸ τὸν Θεὸν καλέσαι αὐτήν· ὅρα δὲ πῶς οὐκ αἰσχύνεται τὰ ἐπιτηδεύματα ὁ τὴν ἱστορίαν γράφων· ἅτε δὴ καὶ ἀργίας οὔσης μᾶλλον προσεῖχον τοῖς λεγομένοις· καὶ οὐδὲ ἡ πόλις αὕτη μεγάλη ἡ τῶν Φιλιππησίων· ταῦτα δὴ μαθόντας καὶ ἡμεῖς, μηδένα ἐπαισχυνώμεθα· παρὰ βυρσεῖ μένει Πέτρος, παρὰ πορφυροπώλιδι ὁ Παῦλος καὶ ξένῃ· ποῦ ὁ τύφος; ἄρα τοῦ Θεοῦ δεόμεθα ὥστε ἀνοῖξαι καρδίαν· ὁ Θεὸς ἀνοίγει καρδίας τὰς βουλομένας· ἔστι γὰρ πεπωρωμένας ἰδεῖν· τὸ μὲν ἀνοῖξαι τοῦ Θεοῦ ἦν, τὸ δὲ προσέχειν, αὐτῆς· ὥστε καὶ θεῖον καὶ ἀνθρώπινον ἦν· “ἔξω τῆς πόλεως·” ἐπιτήδειος ἦν ὁ τόπος πρὸς τὴν ἀκρόασιν, πειρασμῶν ἀπηλλαγμένος καὶ κινδύνων.

Καί τις γυνὴ ὀνόματι Λυδία, πορφυρόπωλις πόλεως Θυατείρων, σεβομένη τὸν Θεὸν, ἤκουεν·

Ἀμμωνίου. Σημειωτέον ὅτι δεῖ πρῶτον τὰς κατηχήσεις καὶ ὅταν δέξωνται τὸν λόγον οἱ ἀκούοντες, τότε ἐπιφέρειν καὶ τὸ βάπτισμα. εἰ δέ τις τολμήσειεν εἰπεῖν, ὅτι ἰδοὺ ὃν βούλε- [*](e προσευχὴ Cod. f Sic.)

267
τᾶι ὁ Θεὸς σώζει· ὃν γὰρ θέλει ἐλεεῖ· καὶ οὗ θέλει, διανοίγει τὴν καρδίαν· ὡς ζητῶν αὐτῷ τὴν αἰτίαν περιάψαι τοῦ σώζεσθαι ἡμᾶς ἣ μὴ σώζεσθαι· ἵνα αἴτιον εἶναι τὸν Θεὸν φήσωσιν· ὅρα γάρ, φησι, πῶς διήνοιξε τὴν καρδίαν τῆς Λυδίας. πρὸς ὃν δεῖ εἰπεῖν· “ἐρευ- “νᾶτε τὰς γραφάς·” ὁ γὰρ μὴ ἐρευνῶν οὐκ εὑρίσκει τὸ ζητούμενον· τί οὖν φαμεν Θεοῦ χάριτι, ὃ ἐπὶ τοῦ Κορνηλίου ἐλέχθη; ὅτι ἐκείνοις ἀνοίγει θύραν ὁ Θεὸς τοῖς θεοσεβῶς μὲν ζῶσι, πλανωμένοις δὲ περὶ τὴν πίστιν, διὰ τὴν πατροπαράδοτον κακοπιστίαν· ἰδοὺ γὰρ καὶ αὐτὴ ἔσεβε μὲν τὸν Θεὸν, ἠγνόει δὲ τὸ πῶς δεῖ σωθῆναι, ὅπερ αὐτῇ ὁ Κύριος ἀνεπλήρωσε διὰ τῆς ἀληθοῦς διδασκαλίας· ὡς τὸ ῥητόν φησι, “σεβομένη τὸν Θεόν·” ἐκ δὲ τοῦ ἐναντίου, ὅταν ὁ Θεὸς οὐκ ἀνοίγῃ καρδίαν τινὸς, διὰ τοῦτο οὐκ ἀνοίγει, ἐπεὶ ἄθεος ἐστι, καὶ εἰς μάτην δέχεται τοὺς λόγους· κἂν γὰρ δι’ ἐναργῶν ἀποδείξεων συστήσῃ τις τὸν θεῖον λόγον, ὥσπερ καὶ οἱ Ἀπόστολοι διὰ σημείων καὶ τεράτων· ἀλλ’ οὖν δουλεύειν θέλων τοῖς ἑαυτοῦ πάθεσι καὶ κακίᾳ, ἀποτρέπεται τὸν λόγον· αὐτὸς ἑαυτῷ αἴτιος γενόμενος· οὐδέποτε γὰρ ὁ Θεὸς συνεργεῖ τινι εἰς κακόν· ἀλλ’ εἰς μὲν τὰ καλὰ διὰ τὴν αὐτοῦ φιλαγαθίαν συνευδοκεῖ· ἐπὶ δὲ κακῶν, συγχωρεῖ πορεύεσθαι ἕκαστον ἐν τοῖς ἐπιθυμήσασιν αὐτοῦ· πρὸς ὃ οὖν θέλει τις ζῆ.

Ἧς ὁ Κύριος διήνοιξε τὴν καρδίαν προσέχειν τοῖς λαλουμένοις ὑπὸ τοῦ Παύλου.

Τοῦ Χρυσοστόμου. Οὐκ ἄρα οἱ Ἀπόστολοι ἦσαν ἀλλ’ ἡ προοδοποιοῦσα χάρις αὐτοῖς· ἐκείνων μὲν γὰρ ἦν τὸ περιιέναι καὶ κηρύττειν, τὸ δὲ πείθειν τοῦ ἐνεργοῦντος αὐτοῖς Θεοῦ· καθὼς καὶ ὁ Λουκᾶς, ὅτι φησὶ “διήνοιξε τὴν καρδίαν αὐτῶν.” καὶ πάλιν, “οἷς ἦν δεδομένον ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ.”

Ὡς δὲ ἐβαπτίσθη, αὐτὴ καὶ ὁ οἶκος αὐτῆς, παρεκάλεσε λέγουσα,

Σκοπεῖ πῶς ἅπαντας ἔπεισεν· εἶτα βλέπε σύνεσιν, πῶς δυσωπεῖ τοὺς Ἀποστόλους· πόσης ταπεινότητος γέμει τὰ ῥήματα, πόσης σοφίας.

Εἰ κεκρίκατέ με πιστὴν τῷ Κυρίῳ εἶναι, εἰσελθόντες εἰς τὸν οἶκόν μου, μείνατε· καὶ παρεβιάσατο ἡμᾶς.

268

Οὐδὲν δὲ ἐντρεπτικώτερον· τίνα οὐκ ἃν ἐμάλαξε ταῦτα τὰ ῥῆ.. ματα; οὐκ ἠξιώσεν, οὐ παρεκάλεσεν ἁπλῶς, ἀλλ’ αὐτοὺς ἀφῆκε κυρίους εἶναι, καὶ ἠνάγκασε σφοδρῶς· “καὶ παρεβιάσατο ἡμᾶς” τούτοις τοῖς ῥήμασι· Καὶ ἑτέρως πάλιν. Ὄρα γὰρ πῶς εὐθέως καρποφορεῖ· κέρδος ἡγεῖται μέγα· τουτέστιν ὅτι ἐκρίνατε δῆλον, ἐγχειρίσαντές μοι τοιαῦτα μυστήρια· καὶ οὐκ ἐτόλμησε πρὸ τούτου καλέσαι· διατί δὲ οὐκ ἐβούλοντο οἱ περὶ Παῦλον, ὡς καὶ βιασθῆναι αύτούς; ἤτοι έκείνην g ἐκκαλούμενοι εἰς μείζονα προθυμίαν· ἣ ἐπειδὴ ἔλεγεν ὁ Χριστὸς, τίς ἐστιν ἄξιος ἐρωτήσατε, καὶ “ ἐκεῖ μείνατε· ἀλλὰ δι’ οἰκονομίαν ἐποίουν· καὶ ἐβαπτίσθη, καὶ δέχεται τοὺς Ἀποστόλους μετὰ τοσαύτης ἱκετηρία μετὰ πλείονος ἣ ὁ Ἀβραάμ· καὶ οὐκ εἶπεν οὐδὲν ἄλλο τεκμήριον, ἀλλ’ ἐκεῖνο ἀφ’ οὗ ἐσώθη· οὐκ εἶπεν εἰ μεγάλην γυναῖκα, εἰ εὐλαβῆ κεκρίκατέ με, ἀλλὰ πιστὴν τῷ Κυρίῳ· εἰ τῷ Κυρίῳ, πολλῷ μᾶν λον ὑμῖν.

Ἐγένετο δὲ πορευομένων ἡμῶν εἰς τὴν προσευχὴν, παιδίσκην τινὰ, ἔχουσαν πνεῦμα Πύθωνος, ὑπαντῆσαι ἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχε τοῖς κυρίοις αὐτῆς, μαντευομένη.

Τοῦ Χρυσοστόμου. Εἰπὲ δή μοι τίς οὗτος ἐστὶν ὁ δαίμων· θεός, φησι, Πυθὼν· ἀπὸ τοῦ τόπου οὗτος λέγεται· ὁρᾶς ὅτι καὶ ὁ Ἀπόλλων δαίμων ἐστί· καὶ ἐβούλετο εἰς πειρασμοὺς αὐτοὺς ἐμβαλεῖν, ὥστε παροξύναι· ὦ μιαρὲ καὶ παμμίαρε, εἰ τοίνυν οἶδας ὅτι ὁδὸν σωτηρίας καταγγέλλουσι, τί μὴ ἐξίστασαι ἐκείνων; ἀλλ’ ὅπερ Σίμων ἐβούλετο λέγων, “δότε μοι, ᾧ ἃν ἐπιθῶ τὰς “χεῖρας, λαμβάνῃ Πνεῦμα“Αγιον,Ἅγιον,” τοῦτο καὶ οὗτος ἐποίει, ἐπειδὴ ἔιδεν εὐδοκιμοῦντας· οὐδὲ ὑποκρίνεται· ταύτῃ προσεδόκησεν αὐτὸν ἀφίεσθαι ἐν τῷ στόματι, εἰ τὰ αὐτὰ κηρύξειεν· εἰ δὲ παρὰ ἀνθρώπου οὐ λαμβάνει τὴν μαρτυρίαν ὁ Χριστὸς Ἰωάννου λέγων, πολλῷ μᾶλλον παρὰ δαίμονος· οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ· τὸ γὰρ κηρύττειν οὐκ ἀνθρώπων, ἀλλὰ Πνεύματός ἐστιν Ἁγίου.

Τοῦ αὐτοῦ ἐκ τῆσ κθ΄ ὁμιδίασ θίουσ ἐπιστολῆσ. Λέγεται ἡ Πυθία αὕτη γυνή τις [*](g Sic. h τῆς εἰς ἁ κόριν. Cod.)

269
θῆσαι τῷ τρίποδι τοῦ Ἀπόλλωνος, διαιροῦσα τὰ σκέλη· εἶθ᾿ οὕτω πνεῦμα πονηρὸν κάτωθεν ἀναδιδόμενον· καὶ διὰ τῶν γεννητικῶν αὐτῆς διαλυόμενον μορίων, πληροῦν τὴν γυναῖκα τῆς μανίας· καὶ ταύτην τὰς τρίχας λύουσαν, λοιπὸν βακχεύεσθαι τε καὶ ἀφρὸν ἐκ τοῦ στόματος ἀφιέναι, καὶ οὕτως ἐν παροινίᾳ 1 γενομένην, τὰ τῆς μανίας φθέγγεσθαι ῥήματα· οἶδα ὅτι ᾐσχύνθητε καὶ ἠρυθριάσατε ταῦτα ἀκούσαντες· ἀλλ’ ἐκεῖνοι καὶ μέγα φρονοῦσι, καὶ διὰ τὴν ἀσχημοσύνην καὶ διὰ τὴν μανίαν ταύτην.

Διδύμου. Περὶ τοῦ καλουμένου Πυθῶνος μαντικοῦ πνεύματος ἐρεῖ τις, ὡς οὐκ εἴη πονηρὸν οὐδὲ ἀκάθαρτον· οὐδὲν γὰρ περὶ αὐτοῦ γέγραπται τοιοῦτον προσχρώμενος τῇ μαρτυρίᾳ αὐτοῦ, ᾖ εἶπε περὶ Παύλου καὶ τῶν συνόντων· φησὶ γὰρ, “οὗτοι οἱ ἄνθρωποι “δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσί·” πῶς γὰρ πονηρὸν, τὸ οὕτω διακείμενον περὶ θείων ἀνδρῶν, καὶ γινῶσκον πῶς καταγγέλλουσιν· ἕτερος δὲ πᾶσαν τὴν κατάθεσιν τὴν πρὸς τὰ χρηστήρια καὶ μαντεῖα ἀπαγορεύων ἐρεῖ· οὐ σπουδαῖον πνεῦμα τὸ ἐπὶ μισθῶ μαντευόμενον· εἴπερ γὰρ ἢν τοιοῦτον, κἂν συνεχώρει Παῦλος πείθοντι παραδέχεσθαι τὴν τῆς σωτηρίας ὁδόν· ἀλλ’ οὐ συνεχώρησε· στραφεὶς γὰρ πρὸς τὴν παιδίσκην πότερον k διαπονηθεὶς, εἷπε τῷ πνεύματι ἐξελθεῖν ἀπ’ αὐτῆς· πειστέον τῶν τὰς φύσεις εἰσαγόντων; (??) τι ἐροῦσι πέρι τῶν οὕτως ἐχόντων πνευμάτων, α ἐκ του φανέρου οὔτε πονηρὰ οὔτε ἀστεῖα φαίνεται ; ἡμᾶς γὰρ οὐ θλίψει προσάπτοντας προαίρεσιν πᾶσι τοῖς λογικοῖς, καθ’ ἣν ἄνεσις καὶ ἐπίτασις γίνεσθαι ἀρετῶν τε καὶ κακιῶν· πρέπει δὲ μᾶλλον τὸ νομίζειν πᾶν μαντικὸν Πνεῦμα φαῦλον εἶναι· διὸ καὶ κωλύει ἡ θεόπνευστος γραφὴ καθόλου τὴν μαντίαν, ὡς οὐκ ἐπὶ καλοῦ γινομένην· εὑρεῖν οὖν ἐστιν ἐνδιαπίπτοντας ἐπὶ πολλῶν τοὺς μαντικοὺς δαίμονας· ὡς ἐπὶ τῷ Πυθωνίῳ πνεύματι διαπονηθεὶς Παῦλος, ἐξέβαλεν αὐτὸ τῆς ἀνθρώπου· ἅμα κἀκείνην ἐλευθερῶν τῆς κατεχούσης μανίας, καὶ δεικνὺς ὡς οὐ πρέπουσα μαρτυρία ἡ ἀπὸ πονηρῶν τοῖς κήρυξι τῆς ἀληθείας· δεδιέναι γὰρ ἐπέρχεται, μὴ συναρπάσαντες οἱ τοιοῦτοι δαίμονες, δι’ ὧν εἰρήκασιν ἀληθῶς, τοὺς εὐχερεῖς τῶν ἀνθρώπων, ψευδῆ τινα καὶ πονηρὰ καταμίξαντες τῇ μαρτυρίᾳ, πιστευθέντες, μεγίστης βλάβης αἴτιοι γένωνται· διὸ [*](i παραινΐα Cod. κ Sic.)

270
οὐδὲ τοῖς αἱρετικοῖς προσεκτέον ῥητὰ γραφικὰ προφέρουσι· βλαπτουσι γὰρ μᾶλλον ἣ ὠφελοῦσι προφέροντες τὰ οἷς οὐ πιστεύουσιν ὡς θεῖα.

Αὕτη κατακολουθοῦσα τῷ Παύλῳ καὶ ἡμῖν, ἔκραξεξ λέγουσα, οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσὶν, οἵτινες καταγγέλλουσιν ὑμῖν ὁδὸν σωτηρίας.

Τοῦ Χρυσοστόμου. Γνῶθι σαφῶς ὅτι καὶ δαίμονες ὕψιστον ὄντα Ἰησοῦν τὸν ἐσταυρώμενον τούτου γὰρ δοῦλος ὑπάρχων ὁ Παῦλος διαβεβαιοῦται λέγων· “Παὐλος δοῦλος Ἰησοῦ Χριστοῦ.”

Ἀμμωνίου. Τὸ τῆς Πυθοῦς πνεῦμα μαντείας ἐποίει· διὰ δὲ τοῦτο Πυθῶνος πνεῦμα ἐκαλεῖτο· ἐπειδὴ ἡ Πυθία, ἤτοι ὁ ἐν τῆ Πυθίᾳ δαίμων Ἀπόλλων καλούμενος, ἐμαντεύετο· καὶ ἠπάτα τοὺς ἀνθρώπους, λέγων αὐτοῖς τὰ γεγενημένα· οὐδὲν γὰρ ἦν δυσχερὲς τῷ δαίμονι ἰδεῖν τὰ γενόμενα ἐν Ῥώμῃ σήμερον, καὶ εὐθὺς ἀπαγγεῖλαι αὐτά· ὃ καὶ ἐποίησε τῷ Κροίσῳ, ἤτοι τοῖς ὑπὲρ αὐτοῦ μαντευομένοις, ἡνίκα ἐπείραζεν αὐτὸν ὁ Κροῖσος διὰ τῶν εἰς τὴν Πυθίαν ὄντων, τι ποιεῖ σήμερον ὁ Κροῖσος· καὶ ἀκόπως ὁρῶν τὰ ἐν Λυδίᾳ, ἤρχετο εὐθὺς ἐν τῇ Πυθίᾳ, καὶ ἀπήγγελλεν αὐτοῖς· ἔλεγεν οὖν περὶ τῶν παρελθόντων εὐχερῶς. πολλάκις δὲ καὶ περὶ τῶν μελλόντων ἔλεγε στοχασμῷ, ὥσπερ τοῦ Κύρου, ὁρῶν αὐτοῦ τὴν ἀρχικὴν ἕξιν, καὶ τὴν μεγαλοφυίαν ἐκ παιδός· οὐδὲν οὖν δυσχερὲς τῷ δαίμονι ἀσωμάτῳ ὄντι ὁρᾶν τὰ πόρρω ὄντα, καὶ ἀπατᾶν τοὺς ἀνθρώπους ἐν οἷς ἐζήτουν μαντεύεσθαι· ὅπουγε ὡς ἐπὶ τὸ πλεῖστον περὶ τῶν παρελθόντων ἣ ὄντων ἐρωτῶσιν οἱ ἀφερέπονοι, καὶ πάντα ὡς ἐὰν παραστῇ ποιοῦντες, ἐρωτῶντες περὶ ἀπολλομένων πραγμάτων ἢ περὶ ἀπόντων· ἄρα ζῆ ὁ ὣν ἐν τῇδε τῇ πόλει ἀπόδημος; ὃ, ὡς εἶπον, εὔκολον ἦν εἰπεῖν τῷ δαίμονι, ἢ δι’ ἀνδρὸς ἣ διὰ γυναικὸς δι’ αὐτῶν λαλῶν· ἀμέλει γοῦν καὶ ἕως νῦν τινὲς τοὺς δαιμονῶντας, ἐν τῷ καιρῷ καθ’ ὃν ἐπιτίθενται τοῖς ἀνθρώποις, πειρῶνται ἐπερωτᾶν τινὰ, ὅπερ ἐστὶν ἄθεον· σημειωτέον δὲ ὅτι καὶ διὰ τῶν δαιμόνων οἷς ἐπίστευον οἱ Ἔλληνες ἐκηρύττετο ὁ Χριστός· καὶ αὐτῶν διαμαρτυρουμένων καὶ λεγόντων, ὅτι οἱ Ἀπόστολοι δοῦλοί εἰσι τοῦ Θεοῦ· καὶ σωτήριόν ἐστι τὸ παρ’ αὐτῶν κήρυγμα· καὶ ὅτι Θεὸς ὁ Ἰησοῦς, οὐ ψιλὸς ἄνθρωπος· τοῦτο γὰρ ἦν τὸ κήρυγμα τῶν περὶ

271
Σίλαν καὶ Παῦλον· ἁρμόζει δὲ κατὰ Νεστοριανῶν καὶ Παυλιανιστῶν· ὅτε δὲ διεμαρτύρατο πολλάκις ὁ δαίμων, ὅτι τὸ κήρυγμα τῶν Ἀποστόλων σώζει· τότε καὶ ὁ Παῦλος ἐξέβαλεν αὐτόν· ἵνα δείξῃ τοῖς αὐτὸ k πιστεύουσιν, ὅτι ἰσχυρότερος αὐτοῦ ἦν πᾶς πιστὸς, καὶ ἐξουσίαν εἶχεν ὡς ὑποταγέντα αὐτῷ τὸν δαίμονα συγχωρῆσαι μένειν καὶ ἀπολῦσαι· ὅρα δὲ πῶς ἐνήργησε τῶν Χριστοῦ δούλων ὁ λόγος· ὅτι εὐθὺς ἅμα τῇ κελεύσει αὐτῶν τὰ δαιμόνια ἐξῄει.

Τοῦτο δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας. διαπονηθεὶς δὲ ὁ Παῦλος, καὶ ἐπιστρέψας, τῷ πνεύματι εἶπε, παραγγέλλω σοι, ἐν ὀνόματι τοῦ Ἰησοῦ Χριστοῦ, ἐξελθεῖν ἀπ’ αὐτῆς· καὶ ἐξῆλθεν αὐτῇ τῆ ὥρᾳ.

Τοῦ Χρυσοστόμου. Τί δήποτε καὶ ὁ δαίμων ταῦτα ἐφθέγγετο, καὶ ὁ Παῦλος ἐκώλυσε; κἀκεῖνος κακούργως ἐποίει, καὶ οὗτος συνετῶς· ἐβούλετο λοιπὸν ἀξιόπιστον ἑαυτὸν ποιεῖν· εἰ γὰρ προσήκατο αὐτοῦ τὴν μαρτυρίαν ὁ Παῦλος, πολλοὺς ἃν καὶ τῶν πιστῶν ἠπάτησεν, ἅτε ὑπ’ ἐκείνου δεχθείς· διὰ τοῦτο ἀνέχεται κἀς ἑαυτοῦ εἰπεῖν, ἵνα στήσῃ τὰ ὑπὲρ ἑαυτοῦ, καὶ αὐτὸς συγκα- ταβάσει κέχρηται πρὸς τὴν ἀπώλειαν. τὸ μὲν οὐν πρῶτον οὐ προσήκατο Παῦλος, ἀλλὰ διέπτυσεν, οὐ βουλόμενος ἁπλῶς ἑαυτον ἐπιρρίπτειν τοῖς σημείοις· ὡς δὲ ἐπέμενε τοῦτο ποίων, καὶ τὸ ἔργον ἐδείκνυ, τότε ἐκέλευσεν αὐτὸ ἐξελθεῖν. Καὶ μετ’ ὀλίγα — “Διαπονηθεὶς δὲ ὁ Παῦλος,” τουτέστι τὴν κακουργίαν εἶδε τοῦ δαίμονος, καθὼς αὐτὸς λέγει· “οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν.”

Σεβήρου ἀπὸ 1 Ἐξέβαλε τὸ πνεῦμα ὁ Ἀπόστολος, ἅμα ἐλευθερῶν τῆς κατεχούσης μανίας, καὶ δεικνὺς ὡς οὐ πρέπουσα μαρτυρία τοῖς κήρυξι τῆς ἀληθείας ἡ ἀπὸ πονηρῶν πνευμάτων. πρὸς δὲ τούτοις ἐδεδοίκει, μὴ συναρπάσαντες οἱ τοιοῦτοι δαίμονες τοὺς εὐχερεῖς τῶν ἀνθρώπων δι’ ὧν εἰρήκασι τἀληθῆ, ψεύδη τινὰ καὶ πονηρὰ καταμίξαντες τῇ μαρτυρίᾳ, πιστευθέντες ὡς πάλιν ἀληθεύοντες, μεγίστης βλάβης αἴτιοι γένωνται τοῖς πολλοῖς.

[*](k Sic. l Haec rec. man. add. sed in marg. ead. m. ἀνξανε. quod vult ἐξ ἀνεπιγράφου. Hoc et verum esse, similitudo eorum, quae paulo ante excerpta sunt e Didymo, cum his, demonstrare videtur. Nam hi duo sæpissime quadrant; et alterum e Didymo sua mutuare, potius crediderim.)
272

Ὥσπερ σκολιὸς ποὺς ὀρθῷ ὑποδήματι οὐκ ἐναρμόζεται, οὕτως οὐδὲ καρδίαις ἐνδιαστρόφοις ἡ αἴνεσις τοῦ Θεοῦ ἐπιτρέπει· διὰ τοῦτο οἶμαι, ὡς οὐ πρέποντος τῷ στόματι τῶν δαιμόνων τοῦ περὶ τοῦ Σωτῆρος λόγου, ἀφαιρεῖται αὐτῶν τὴν ἐξουσίαν, ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσι· καὶ τῷ Πύθωνι ὁ Παῦλος ἐπιτιμᾷ, ἵνα μὴ ἀπὸ ἀκαθάρτου ἄγος συνίσταται.

Ἰδόντες δὲ οἱ κύριοι αὐτῆς, ὅτι ἐξῆλθεν ἡ ἐλπὶς τῆς ἐργασίας αὐτῶν, ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σίλαν, εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας.

Τοῦ Χρυσοστόμου. Πανταχοῦ τὰ χρήματα αἴτια τῶν κακῶν.· ὣ τῆς ὠμότητος τῆς Ἑλληνικῆς· ἐβούλοντο δαιμονᾶν τὸ κοράσιον ὥστε χρηματίζεσθαι.

Καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς, εἶπον, οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν, Ἰου- δαῖοι ὑπάρχοντες· καὶ καταγγέλλουσιν ἔθη, ἃ οὐκ ἔξσετιν ἐστιν ἡμῖν παραδέχεσθαι, οὐδὲ ποιεῖν, Ῥωμαίοις οὖσι.

Τοῦ αὐτοῦ. Τί λέγεις; πείθῃ τῷ δαίμονι; διατὶ καὶ ἐνταῦθα ἐκεῖνος λέγει, ὅτι “δοῦλοι Θεοῦ τοῦ ὑψίστου;” σὺ λέγεις, ὅτι “ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν·” ἐκεῖνος λέγει, ὅτι καταγγέλλουσιν ταγγέλλουσιν ὑμῖν ὁδὸν σωτηρίας· σὺ λέγεις, παραδιδόασιν ἡμῶν ἔθη, ἃ οὐκ ἔξεστι παραδέχεσθαι· ὅρα οὐδὲ τῷ δαίμονι προσέχοντας, ἀλλὰ πρὸς ἓν ὁρῶντας τὴν φιλαργυρίαν.

Καὶ συνεπέστη ὁ ὄχλος κατ’ αὐτῶν, καὶ οἱ στρατηγοὶ, περιρρήξαντες αὐτῶν τὰ ἱμάτια, ἐκέλευον ῥαβδί- ζειν·

Τοῦ αὐτοῦ. Ὁ μὲν οὖν Παῦλος τὸ πᾶν εἰργάσατο, θαύματα καὶ τὴν διδασκαλίαν· τῶν δὲ κινδύνων καὶ ὁ Σίλας κοινωνεῖ. Καὶ μετ’ ὀλίγα — Διατί μὴ εἶπον ὅτι τὸν δαίμονα ἐξέβαλον; εἰς Θεὸν ἠσέβησαν· ἧττα γὰρ αὐτοῖς ἦν· ἀλλ’ ἐπὶ καθοσίωσιν τρέπονται, ὡς Ἰουδαῖοι λέγοντες· “οὐκ ἔχομεν βασιλέα εἰ ” μὴ Καίσαρα.”

Πόλλας τε ἐπιθέντες αὐτοῖς πληγὰς, ἔβαλον εἰς

273
φυλακὴν, παραγγείλαντες τῷ δεσμοφύλακι, ἀσφαλῶς τηρεῖν αὐτοὺς·

Τοῦ αὐτοῦ. Ὄρα δὲ αὐτοὺς οὐκ ἀποκρινομένους, ἵνα μείζονος θαύματος αἴτιοι γένωνται· ὅταν γάρ φησιν ἀσθενῶ, τότε δυνατός εἰμι· “ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ “ δύναμίς μου, ἐν ἀσθενείᾳ τελειοῦται·” ὥστε καὶ ἐπιεικείας θαυμασθῆναι αὐτούς.

Ἀμμωνίου. “Παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς “ ῥεῖν αὐτούς·” ὥστε οὖν εἰδότες αὐτῶν τὴν δύναμιν ἐφρεναπάτουν ἑαυτοὺς λέγοντες, ὅτι ἀσφαλῶς αὐτοὺς τηρεῖ· καὶ ἐμαρτύρουν καὶ αὐτοὶ, ὅτι οὐκ ἦσαν οἱ τυχόντες ἄνθρωποι, ἀλλὰ μεγάλοι τινὲς, ἐξουσίαν ἔχοντες ποιεῖν ὃ θέλουσι διὰ τοῦ Κυρίου.

Ὃς παραγγελίαν ταύτην λαβὼν, ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν,

Τοῦ Χρυσοστόμου. Καὶ τοῦτο αὐτὸ οἰκονομικῶς· ἐπειδὴ θαῦ- μέλλει γενέσθαι μέγα· ἐπιτήδειος ὁ τόπος πρὸς τὴν ἀκρόασιν· ὅσῳ ἀκριβεστέρα ἡ φυλακὴ γίνεται, τοσούτῳ τὸ θαῦμα λαμπρότερον.

Καὶ τοὺς πόδας αὐτῶν ἠσφαλίσατο εἰς τὸ ξύλον.

Τοῦ αὐτοῦ. Ὡς ἂν εἴποι τις, εἰς τὸ ἔργον· πόσων ταῦτα δακρύων ἄξια; οἷα μὲν ἔπαθον ἐκεῖνοι· ἡμεῖς δὲ ἐν τρυφῇ· ἡμεῖς δὲ ἐν θεάτροις· ἡμεῖς δὲ ἀπολλύμεθα καὶ καταποντιζόμεθα, ἄνεσιν ζητοῦντες πανταχοῦ, οὐδὲ μέχρι ῥημάτων διὰ τὸν Χριστὸν ἀνεχόμενοι λυπηθῆναι, οὐδὲ μέχρι λόγου.

* Περὶ τοῦ συμβάντος ἐκεῖ σεισμοῦ καὶ θαύματος, καὶ ὅπως πιστεύσας ὁ εἱρκτοφύλαξ, ἐν αὐτῇ τῆ νυκτὶ ἐβαπτίσθη πανέστιος.

Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σίλας προσευχόμενοι ὕμνουν τὸν Θεόν· ἐπηκρόωντο δὲ αὐτῶν οἱ δέσμιοι.

Τοῦ αὐτοῦ. Τί τούτων ἶσον γένοιτ’ ἂν τῶν ψυχῶν; ἐμαστίχθη. ’σαν πολλὰς πληγὰς λαβόντες, ὑβρίσθησαν, περὶ τῶν ἐσχάτων ἐκινδύνευσαν, εἰς τὸ ξύλον ἦσαν ἐμβεβλημένοι, καὶ οὐδὲ οὕτω καθεύδειν ἠνείχοντο, ἀλλ’ ἐπαννύχιζον· ὁρᾶτε ὅσον ἡ θλίψις ἀγαθόν·

274
ἡμεῖς ἐπὶ ἁπαλοῖς ὄντες στρώμασιν, οὐδένα δεδοικότες, ὅλην τὴν νύκτα καθεύδομεν· τάχα διὰ τοῦτο ἐπαννύχιζον, ἐπειδὴ ἐν τούτοις ἤσαν οὐχ ἡ του ὕπνου τυραννὶς αὐτοὺς εἷλεν οὐχ ἡ ἀλγηδὼν ἔκαμψεν· οὐχ ὁ φόβος εἰς ἀπορίαν ἐνέβαλεν· ἀλλὰ ταῦτα δὴ μᾶλλον ἦν τὰ διεγείροντα αὐτούς.

Τοῦ αὐτοῦ. τίνος ἕνεκεν μεσονύκτιον τὸ πρᾶγμα γέγονε δὲ καὶ μετὰ σεισμοῦ ; ἀκούσατε Θεοῦ οἰκονομίαν καὶ θαυμάσατε· πάντων τὰ δεσμὰ ἐλύθη, καὶ αἱ θύραι ἀνεῴγησαν· ἀλλὰ τοῦτο μόνον διὰ τὸν δεσμοφύλακα γέγονεν· οὐ πρὸς ἐπίδειξιν, ἀλλὰ πρὸς σωτηρίαν· ὅτι γὰρ οὐκ ᾔδεσαν οἱ δεσμῶται ὅτι λελυμένοι εἰσὶ, δῆλον ἀπὸ τῆς φωνῆς Παύλου· τί γάρ φησιν ; ἐφώνησε φωνῇ μεγάλῃ λέγων· “μηδὲν πράξῃς σεαυτῷ κακόν· πάντες γὰρ ἐσμὲν “ἐνθάδε· οὐκ ἂν δὲ πάντες ἦσαν ἔνδον, εἰ εἶδον τὰς θύρας ἀνεῳγμένας καὶ ἑαυτοὺς λελυμένους· οἱ γὰρ τοίχους διατεμόντες, καὶ ὀρόφους καὶ θριγκία ὑπερβαίνοντες, καὶ πάντα τολμῶντες μετὰ δεσμῶν, οὐκ ἃν ἐκαρτέρησαν, καὶ τῶν δεσμῶν λελυμένων, καὶ τῶν θυρῶν ἀνεῳγμένων, ἔνδον μένειν· καὶ τοῦ δεσμοφύλακος καθεύδοντος αὐτοῦ. Καὶ μετ’ ὀλίγα — Οἱ δεδεμένοι ἐν νυκτὶ δεσμοῦνται, οὐκ ἐν ἡμέρᾳ· μετὰ πολλῆς οὑν τῆς σπουδῆς ἦν ἰδεῖν λελυμένους πάλιν καὶ καθεύδοντας· εἰ δὲ ἐν ἡμέρᾳ ἐγένετο ταῦτα, πολὺς ἃν ἐγένετο θόρυβος· τίνος οὖν ἕνεκεν καὶ ἐσείσθη τὸ οἴκημα ; ὥστε διαναστῆναι τὸν δεσμοφύλακα ἐπὶ τὴν τοῦ πράγματος θέαν· οὗτος γὰρ ἦν ἄξιος τῆς σωτηρίας μόνος.

Ἀμμωνίου. τῷ ψαλμῳδῷ πειθόμενοι λέγοντι· “ ἐξεγειρόμην, τοῦ ἐξομολογεῖσθαι σοι ἐποίουν τοῦτο.”

Σευήρου ἐκ τοῦ κατὰ Τῆσ Διαθήκησ Λαμπετίου Συντάγατοσ. Ἰδοὺ σαφῶς φησι τὸ γράμμα τὸ ἱερὸν, ὅτι ὕμνουν· καὶ οὐκ ἐν καρδίᾳ μόνον, ἀλλὰ ὥστε καὶ ἐξακούεσθαι, κατὰ τὸ ἐν Ψαλμοῖς1 εἰρημένον· “φωνῇ μου πρὸς τὸν Κύριον ἔκραξα· “φωνῇ μου πρὸς τὸν Θεὸν ἐδεήθην·’ μετὰ γὰρ τῆς μεγαλοφωνίας τῶν πράξεων δεῖ καὶ θυσίας αἰνέσεως ἀναφέρειν διὰ παντὸς τῷ Θεῷ· τουτέστι “καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ, καθὼς Παῦλός φησι· καὶ Δαβὶδ δὲ τὸ αὐτὸ τοῦτο δηλῶν, λέγει· “ αἰνῶν ἐπικαλέσομαι τὸν Κύριον· καὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσο- [*](1 ἐμψαλμοῖς Cod.)

275
“μαι·” μαῖ’ τὰ γὰρ τοῦ Πνεύματος λόγια διὰ τοῦ στόματος ᾄδοντες, τὴν βλάβην τῶν δαιμόνων ἐκκλίνομεν, τῶν ἐχθρῶν τῆς ἡμετέρας ζωῆς· δραπετεύουσι γὰρ ὥσπερ βέλεσι βαλλόμενοι τοῖς ψαλμοῖς, οὕτω γὰρ καὶ ὁ ἅγιος Βασίλειος· “ψαλμὸς δαιμόνων φυγαδευ- “τήριον· τῆς τῶν ἀγγέλων βοηθείας ἐπαγωγὸν ὅπλον ἐν φόβοις “νυκτερίνοις.” Καὶ μετ’ ὀλίγα — “Εἰσαγομένων στοιχείωσις, “ προκοπτόντων αὔξησις, τελειουμένων στήριγμα.

Ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας, ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου· ἠνεῴχθησαν δὲ παραχρῆμα αἱ θύραι πᾶσαι, καὶ πάντων τὰ δεσμὰ ἀνέθη. Ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ, καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς, σπασάμενος μάχαιραν, ἔμελλεν ἑαυτὸν ἀναιρεῖν, νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους. ἐφώνησε δὲ ὁ Παῦλος φωνῇ μεγάλη, λέγων, μηδὲν πράξῃς σεαυτῷ κακόν· ἅπαντες γὰρ ἐσμὲν ἐνθάδε.

Τοῦ Χρυσοστόμου. Σεισμὸς ἐγένετο, ὥστε ἀφυπνισθῆναι ἐκεῖνον· αἱ θύραι ἀνεῴχθησαν, ὥστε θαυμάσαι τὸ γεγονός· ταῦτα δὲ οἱ δεσμῶται οὐχ ἕωρων· ἦ γὰρ ἃν ἔφυγον ἅπαντες. Καὶ μετ’ ὀλίγα — Ἐθαύμασε Παῦλον· τὴν φιλανθρωπίαν Παύλου ἐξεπλάγη, τὴν ἀνδρίαν, ὅτι καὶ φυγεῖν δυνάμενος οὐκ ἔφυγεν· ὅτι καὶ αὐτὸν ἐκώλυσε τῆς σφαγῆς. διατί δὲ μὴ ἄλλο σημεῖον γέγονεν ; ὅτι μάλιστα τοῦτο αὐτὸν ἐφειλκύσατο, ἱκανὸν πεῖσαι, ὅπουγε καὶ αὐτὸς ἐκινδύνευσεν· οὐ γὰρ οὕτως τὰ θαύματα ἡμᾶς αἱρεῖ, ὡς τὰ εἰς ἡμετέραν σωτηρίαν ἥκοντα· ἵνα μὴ δόξῃ ἀπὸ ταὐτομάτου γεγενῆσθαι ὁ σεισμός· ἐπηκολούθησε καὶ τοῦτο ἐκείνῳ μαρτύρουν· καὶ ἐν νυκτὶ φαίνεται· οὐδὲν γὰρ πρὸς ἐπίδειξιν, ἀλλὰ πρὸς σωτηρίαν ἐποίουν· οὐκ ἦν πονηρὸς ὁ δεσμοφύλαξ.

Τοῦ αὐτοῦ. Ἔσεισε τὸ δεσμωτήριον, ἵνα σαλεύσῃ τὴν διανοίαν· ἵνα λύσῃ τὸν δεσμοφύλακα· καὶ ἵνα καταγγείλῃ τὸν λόγον τοῦ Θεοῦ. Καὶ πάλιν — Εἰδες δεσμῶν φύσιν τὰ δεσμὰ ἀναλύουσαν· ὥσπερ γὰρ ὁ τοῦ Κυρίου θάνατος τὸν θάνατον ἐθανάτωσεν, οὕτω καὶ τὰ Παύλου δεσμὰ τοὺς δεσμώτας ἔλυσε, τὸ δεσμωτήριον ἔσεισε, τὰς θύρας ἀνέῳξε· καίτοι οὐκ αὐτὴ τῶν

276
δεσμῶν ἡ φύσις ἐστὶν, ἀλλ’ ἡ ἐναντία κατέχειν ἐν ἀσφαλείᾳ τὸν δεδεμένον, οὐχὶ τοὺς τοίχους ἀνοίγειν αὐτῷ· ἀλλὰ τῶν μὲν δεσμῶν ἁπλῶς φύσις οὐκ ἔστιν αὕτη· δεσμῶν δὲ τῶν διὰ Χριστὸν ἀυτὴ.

Αἰτήσας δὲ φῶτα εἰσεπήδησε, καὶ ἔντρομος γενόμενος προσέπεσε τῷ Παύλῳ καὶ τῷ Σίλᾳ· καὶ προαγαγὼν αὐτοὺς ἔξω, εἶπε, Κύριοι, τί δεῖ με ποιεῖν ἵνα σωθῶ ;

Τοῦ αὐτοῦ. Ὅρα αὐτὸν οὐκ ἐπειδὴ διεσώθη ἐπὶ ἀλλὰ τὴν δύναμιν ἐκπλαγέντα· εἶδες τί ἐκεῖ γέγονε, καὶ τί ἐνταῦθα· ἐκεῖ παιδίσκη ἀπηλλάγη πνεύματος, καὶ εἰς δεσμω- τήριον ἐνέβαλον αὐτοὺς, ὅτι ἠλευθέρωσαν αὐτὴν τοῦ δαίμονος· ἐνταῦθα ἔδειξαν θύρας ἀνεῳγυίας, καὶ ἤνοιξαν αὐτοῦ τῆς καρδίας τὰς θύρας· ἔλυσε δεσμὰ διπλᾶ· ἧψεν ἐκεῖνος τὸ φῶς· τὸ γὰρ ἐν τῇ καρδίᾳ αὐτοῦ φῶς ἔλαμπε· καὶ εἰσεπήδησε καὶ προσέπεσε· καὶ οὐκ ἐρωτᾶ πῶς τοῦτο γέγονεν, ἣ τι γέγονεν· ἀλλ’ εὐθέως φησὶ, τί δεῖ με ποιεῖν ἰνα σωθῶ;

Ἀμμωνίου. Πἀλιν ἔνθεν ἐστι στοχάσασθαι τὸ αὐτεξούσιον τῆς τῶν ἀνθρώπων πίστεως. ἰδοὺ γὰρ τοσούτου γενομένου φόβου μόνος ὁ δεσμοφύλαξ ἐπίστευσε· καίτοι γε ἔδει μάλιστα τοὺς δεσμώτας κινηθῆναι πρὸς τὸ πιστεῦσαι· ὅπου γε καὶ πλείονος ἐπειράσθησαν τῆς θαυματουργίας· ἄφνω τὰς σιδηρᾶς αὐτῶν χειροπέδας ἑωρακότες διαρρηχθείσας· ἀλλ’ ἠλίθιοι ὄντες, πρὸς μὲν τὸ παρὸν ἐδειλίασαν, τῶν θεμελίων τῆς φρουρᾶς ἀνακινηθέντων καὶ τῶν θυρῶν ἀνεῳχθείσων· καταφρονηταὶ δὲ ὄντες τοῦ Θεοῦ, μετὰ τὸ πρᾶγμα τοσοῦτον ἐπελάθοντο τοῦ γεγονότος, ὥστε μηδὲ λαλῆσαι τῷ δεσμοφύλακι ἣ ἄλλῳ τινὶ τὸν γεγονότα φόβον· ἦ γὰρ ἃν ἤμελλον ὑπὸ τοῦ δεσμοφύλακος ἣ ὑπὸ τῶν περὶ Παῦλον ἀκοῦσαι τὸ αἴτιον τῆς θαυματουργίας, καὶ πολλάκις κατανυγῆναι εἰς θεοσέβειαν. ἡγοῦμαι δὲ καί τι τοιοῦτον γεγενῆσθαι καὶ ἐν ᾅδου, κατὰ τὸν καιρὸν ἐκεῖνον καθ’ ὃν κατῆλθεν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ τοῦ Θεοῦ Λόγος κάτω, πρὸς ὀλίγον τοῦ θανάτου γενσάμενος· καὶ ἐσείσθησαν τὰ θεμέλια τῆς γῆς, καὶ πάντων τὰ δεσμὰ ἐλύθησαν· καὶ ὅσοι μὲν προσέδραμον τῷ Σωτήρι’ καὶ ἐπίστευσαν

277
εἰς αὐτὸν, ἐσώθησαν, ὡς ὁ δεσμοφύλαξ καὶ οἱ αὐτοῦ· ὅσοι δὲ ἀποπροσεποιήσαντο καὶ οὐκ ἀντεποιήσαντο τοῦ πολυπραγμονῆσαι τὸ παράδοξον τοῦ θαύματος, οὗτοι ἔμειναν πάλιν ἐν ᾅδου· ὥσπερ γὰρ οἱ περὶ Παῦλον ἐξῆλθον ἀπολυθέντες ἕω ἀπὸ τῆς φυλακῆς, οὕτω καὶ ὁ Χριστὸς ἔννυχος πρωίας ἀνελθὼν ἀπὸ τοῦ ᾅδου καὶ ἀπολυθεὶς, οὐ γὰρ ἦν m αὐτὸν εἰκὸς, Θεὸν ὄντα, κρατεῖσθαι ὑπὸ τοῦ θανάτου, ἀνέστη, καὶ συντυχὼν τοῖς πιστοῖς αὐτοῦ μαθηταῖς, καὶ ταῖς περὶ Μαρίαν γυναιξὶν ἐν πρώτοις, καὶ παρακαλέσας αὐτοὺς καὶ παραθαρσύνας πρὸς τὴν πίστιν, καὶ λέγων, “θαρσεῖτε, ἀνελήφθη εἰς οὐρανοὺς, ἐνδημήσας πρὸς τὸν πατέρα ἑαυτοῦ τὸν Θεόν· οὕτω γὰρ καὶ οἱ περὶ Σίλαν ἐξελθόντες ἀπὸ τοῦ δεσμωτηρίου, καὶ συντυχόντες ταῖς περὶ Λυδίαν, καὶ τοῖς πιστοῖς ἀδελφοῖς, ἀπεδήμησαν. σημειωτέον δὲ ὅτι ἄνευ τοῦ πιστεῦσαι εἰς τὸν Ἰησοῦν, ἀδύνατον σωθῆναι· κἂν σώφρων τις ᾖ, κἂν κενόδοξος, κἂν πραὺς, κἂν εἴτι δήποτε ἕτερον εἴπῃς ἀρετῆς ἐχόμενον, διὰ τοὺς ψευδοφιλοσόφους, καὶ τοὺς Ἰουδαίους.

Οἱ δὲ εἶπον, πιστεῦσον ἐπὶ τὸν Κύριον Ἰησοῦν Χριστὸν, καὶ σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου. καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ Κυρίου, σὺν πᾶσι τοῖς ἐν τῇ οἰκία αὐτοῦ.

Οὐδὲ ἐν δεσμωτηρίῳ κατακλειόμενος ἡσύχαζεν, ἀλλὰ καὶ ἐκεῖ τὸν δεσμοφύλακα μετῆγε πρὸς ἑαυτὸν, τὴν καλὴν ταύτην αἰχμαλωσίαν ἐργασάμενος.

Οὗτος ἐστὶν ὁ Στεφάνας, ὃν μνημονεύει Παῦλος ἐν τῇ πρὸς Κορινθίους πρώτῃ Ἐπιστολῇ.

Καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνη τῇ ὥρᾳ τῆς νυκτὸς, ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦ πάντες παραχρῆμα· ἀναγαγὼν δὲ αὐτοὺς εἰς τὸν οἶκον παρέθηκε τράπεζαν, καὶ ἠγαλλιάσατο πανοικεῖ πεπιστευκὼς τῶ Θεῶ.

Τοῦ Χρυσοστόμου. Ἔλουσεν αὐτοὺς, καὶ μὲν ἀπὸ τῶν πληγῶν ἔλουσεν, αὐτὸς δὲ ἀπὸ τῶν ἁμαρτιῶν ἐλούθη· [*](m In marg. abscissa leg. add. rec. m. (??) ἔννυχ ρωι ἀνελ τὸ τοῦ ἅδου καὶ τολυθεὶς οὐ γὰρ ἦν. hinc defectum supplevimus.)

278
ἔθρεψε καὶ ἐτράφη· καὶ “ ἠγαλλιάσατό,” φησι, καίτοι οὐδὲν ἦν ἀλλὰ ῥήματα μόνον καὶ ἐλπίδες χρησταί· τοῦτο σημεῖον ἦν τοῦ πεπιστευκέναι, ὅτι πάντων ἀφείθη· τί δεσμοφύλακος χεῖρον ; τι δὲ ἀγριώτερον ; μετὰ πολλῆς αὐτὸν ὑπεδέξατο τῆς τιμῆς· οὐκ ἐπειδὴ ἐσώθη εὐφράνθη, ἀλλὰ “ πεπιστευκὼς τῷ Κυρίῳ.

Τοῦ αὐτοῦ. Ἀπὸ ἑνὸς σημείου προσέδραμε, καὶ ἐβαπτίσθη μετὰ τοῦ οἴκου αὐτοῦ παντός· τὸ μὲν γὰρ γεγονὸς σημεῖον· εἶδε μόνος αὐτὸς, τὸ δὲ κέρδος οὐ μόνος ἐκαρπώσατο, ἀλλὰ μετὰ τῆς γυναικὸς καὶ τοῦ οἴκου παντός εἰ δὲ χρὴ εἰπεῖν Εὐοδίαν καὶ Συντύχην, τὴν μὲν γυναῖκα εἶναι τοῦ δεσμοφύλακος, τάχα καὶ αὐτὸν ’τον ἄνδρα.

Ἀμμωνίου. Ἰδοὺ πάλιν καὶ ὧδε προλαμβάνει ἡ τὸ βάπτισμα· διὸ τὸν τέλειον ἄνδρα, Ἕλληνα ὄντα καὶ ἔξω ἔχοντα, οὐκ ὀφείλει βαπτίζειν τις, ἐν ᾧ μὴ δύναται ἀκοῦσαι λόγον κατηχητικὸν καὶ καταδέξασθαι, μάλιστα εἰ μηδέποτε ἐμυήθη λόγων θείων· βλέπε δὲ ὅτι διὰ τὴν ἀνάγκην εὐθὺς μετὰ τὴν κατήχησιν ἐπηκολούθησε τὸ βάπτισμα· δέος γὰρ ἦν, μὴ διωχθέντος τοῦ δυναμένου βαπτίσαι, μείνῃ ἀμέτοχος τῆς ζωῆς ὁ βουλόμενος, διὰ τὸ μὴ εἶναι ’τον τοῦτο ποιοῦντα.

Ἡμέρας δὲ γενομένης, ἀπέστειλαν οἱ στρατηγοὶ τοὺς ῥαβδούχους, λέγοντες, ἀπόλυσον τοὺς ἄνδρας ἐκείνους· ἀπήγγειλε δὲ ὁ δεσμοφύλαξ τοὺς λόγους πρὸς τὸν Παῦλον, ὅτι ἀπεστάλκασιν οἱ στρατηγοὶ, ἵνα ἀπολυθῆτε· νῦν οὖν ἐξελθόντες, πορεύεσθε ἐν εἰρήνη.

Τοῦ Χρυσοστόμου. Καὶ τῶν στρατηγῶν δηλωσάντων ὁ Παῦ- οὐκ ἐξέρχεται, ἀλλὰ καὶ διὰ τὴν Λυδίαν καὶ τοὺς ἀλλοφύλους φοβεῖ αὐτοὺς, ἵνα μὴ νομισθῶσιν ἠξιωκότες ἀπολελύσθαι· ἵνα καὶ τοὺς ἄλλους ἐν παρρησίᾳ καταστήσωσι· διπλοῦν, ἀγαπητοὶ, τὸ ἔγκλημα ἦν, ὅτι καὶ Ῥωμαίους, καὶ ἀκατακρίτους καὶ δημοσίᾳ· ὁρᾶς ὅτι καὶ ἀνθρώπινα κατεσκεύαζον πολλά.

Τοῦ Χρυσοστόμου. Καὶ αὐτοὶ οἱ στρατηγοὶ οἱ μαστίξαντες αὐτοὺς, εὑρίσκονται ἀπὸ συναρπαγῆς μᾶλλον καὶ οὐ πονηρίας τοῦτο πεποιηκότες· τῷ τε εὐθέως πέμψαι καὶ ἀφεῖναι αὐτούς· καὶ τῷ φοβηθῆναι ὕστερον.

279

Ὁ δὲ Παῦλος ἔφη πρὸς αὐτοὺς, δείραντες ἡμᾶς δημοσίᾳ, ἀκατακρίτους, ἀνθρώπους Ῥωμαίους ὑπάρχοντας, ἔβαλον εἰς φυλακὴν, καὶ νῦν λάθρα ἡμᾶς ἐκβάλλουσιν ; οὐ γάρ· ἀλλὰ ἐλθόντες αὐτοὶ ἡμᾶς ἐξαγέτωσαν.

Τοῦ αὐτοῦ. Ἴνα μὴ δόξη ὡς κατάδικος ἀπολύεσθαι καὶ ἡμαρτηκὼς, διὰ τοῦτό φησι, “δείραντες ἡμᾶς δημοσίᾳ, καὶ τὰ ἑξῆς· ἵνα μὴ τῆς χάριτος αὐτῶν ᾖ τὸ πρᾶγμα· ὅρα διάφορα τὴν χάριν οἰκονομοῦσαν· πῶς ἐκεῖνος ἐξῆλθε ; πῶς οὗτος ; καίτοι ἀμφότεροι Ἀπόστολοι.

* ὅτι παρακληθέντες, τότε ἐξῆλθον ἐκ τοῦ δεσμωτηρίου.

Ἀπήγγειλαν δὲ τοῖς στρατιώταις οἱ ῥαβδοῦχοι τὰ ῥήματα ταῦτα· ἐφοβήθησαν δὲ ἀκούσαντες ὅτι Ῥωμαῖοι εἰσὶ, καὶ ἐλθόντες παρεκάλεσαν αὐτοὺς, καὶ ἐξαγαγόντες ἠρώτων ἀπελθεῖν ἀπὸ τῆς πόλεως.

Τοῦ αὐτοῦ. Οὐχ ὅτι ἀδίκως ἐνέβαλον ἠρώτων αὐτοὺς τῆς πόλεως· χάριν ᾐτήσαντο ταύτην· οἱ δὲ ἐλθόντες πρὸς τὴν Λυδίαν, καὶ βεβαιώσαντες αὐτὴν, οὕτως ἐξῆλθον· οὐ γὰρ ἔδει τὴν ξενοδόχον ἀφεῖναι ἐν ἀγῶνι καὶ μερίμνῃ· ἐξῆλθον δὲ, οὐκ ἐκείνοις πειθόμενοι, ἀλλ’ ἐπὶ τὸ κήρυγμα σπεύδοντες, τῆς πόλεως διὰ τοῦ θαύματος ἱκανῶς ὠφεληθείσης· ἔδει γὰρ μὴ παρεῖναι λοιπὸν, τὸ γὰρ θαῦμα μεῖζον φαίνεται τῶν ἐργαζομένων.

Ἐξελθόντες δὲ ἐκ τῆς φυλακῆς εἰσῆλθον πρὸς τὴν Λυδίαν· καὶ ἰδόντες τοὺς ἀδελφοὺς, παρεκάλεσαν αὐ- τοὺς, καὶ ἐξῆλθον.

Ἀμμωνίου. Ὣ πόσην εἶχον ἀτυφίαν καὶ ἀγάπην· ὅτι οὐκ ἄλλως ἠνέσχοντο ἐκδημῆσαι, καὶ ταῦτα παρὰ τῶν στρατηγῶν κατασπευδόμενοι, εἰ μὴ εἰσῆλθον πρὸς τὴν εὐτελῆ γυναῖκα καὶ τοὺς λοιποὺς, οὓς καὶ ἀδελφοὺς ἐκάλουν, καὶ συνετάξαντο αὐτοῖς.

Περὶ στάσεως γενομένης ἐν Θεσσαλονίκῃ τοῦ κηρύγματος ἕνεκεν, φυγῆς τε Παύλου εἰς Βέροιαν, κᾀκεῖθεν εἰς Ἀθήνας.

Διοδεύσαντες δὲ τὴν Ἀμφίπολιν καὶ τὴν Ἀπολλωνίαν, ἦλθον εἰς Θεσσαλονίκην, ὅπου ἦν συναγωγὴ τῶν Ἰουδαίων.

280

Τοῦ Χρυσοστόμου. Πἀλιν μὲν τὰς μικρὰς παρατρέχουσι πόλεις, ἐπὶ δὲ τὰς μείζους ἐπείγονται· ἐκεῖθεν, καθάπερ ἔκ τινος πηγῆς, μέλλοντος τοῦ λόγου διαρρεῖν εἰς τὰς πλησίον.

Κατὰ δὲ τὸ εἰωθὸς τῷ Παύλῳ εἰσῆλθε πρὸς αὐτοὺς, καὶ ἐπὶ σάββατα τρία διελέχθη αὐτοῖς ἀπὸ τῶν γραφῶν,

Τοῦ Χρυσοστόμου. Καίτοι εἰπὼν, “στρεφόμεθα εἰς τὰ ἔθνη,” οὐκ ἀφίει τούτους· πολὺν γὰρ πρὸς αὐτοὺς εἶχε πόθον· ἄκουε γὰρ αὐτοῦ λέγοντος· “ἀδελφοὶ, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας, καὶ “ ἡ δέησις ἡ πρὸς τὸν Θεὸν, ὑπὲρ αὐτῶν ἐστιν εἰς σωτηρίαν καὶ ” ηὐχόμην ἀνάθεμα εἶναι ἀπὸ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου.” ἐποίει δὲ τοῦτο διὰ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ, καὶ τὴν δόξαν· καὶ τοῦτο, ἵνα μὴ σκάνδαλον ᾖ τοῖς Ἕλλησι.

Διανοίγων καὶ παρατιθέμενος, ὅτι ἔδει τὸν Χριστὸν παθεῖν καὶ ἀναστῆναι ἐκ νεκρῶν, καὶ ὅτι οὗτός ἐστιν Ἰησοῦς ὁ Χριστὸς, ὃν καταγγέλλω ὑμῖν.

Τοῦ αὐτοῦ. Ὁρᾶς ὅτι πρὸ πάντων τὸ πάθος οὐκ ᾐσχύνοντο· ἀλλ’ ᾔδεσαν τοῦτο σωτήριον ἕν. Καὶ μετ’ ὀλίγα — τοῦτο γὰρ καὶ ὁ Χριστὸς ἐποίει, ἄνω καὶ κάτω ἀπὸ τῶν γραφῶν διαλεγόμενος· οὐ πανταχοῦ ἀπὸ τῶν σημείων· ἐπειδὴ πρὸς τοῦτο ἐναντίως εἶχον, ὡς πλάνους καὶ γόητας διαβάλλοντες· ὁ δὲ ἀπὸ τῶν γραφῶν πείθων οὐκ ἔχει ταύτην τὴν ὑπόνοιαν.

Καί τινες ἐξ αὐτῶν ἐπείσθησαν, καὶ προσεκληρώθησαν τῷ Παύλῳ καὶ τῷ Σίλᾳ, τῶν τε σεβομένων πλῆθος πολὺ, γυναικῶν τε τῶν πρώτων οὐκ ὀλίγαι.

Τοῦ αὐτοῦ. Τὸ κεφάλαιον εἶπε τῆς διαλέξεως· ἐστιν, οὐ πανταχοῦ τὰς δημηγορίας αὐτοῦ λέγων.

Ζηλώσαντες δὲ Ἰουδαῖοι, καὶ προσλαβόμενοι τῶν ἀγοραίων ἄνδρας τινὰς πονηροὺς, καὶ ὀχλοποιήσαντες, ἐθορύβουν τὴν πόλιν·

Ἀμμωνίου. Διττοῦ ὄντος τοῦ ζήλου, τὸν χείρονα Ιουδαῖοι· ζῆλον οὖν ὧδε τὸν φθόνον καλεῖ.

281

Καὶ ἐπίσταντες n τῇ οἰκίᾳ Ἰάσωνος, ἐζήτουν αὐτοὺς προαγαγεῖν εἰς τὸν δῆμον· μὴ εὑρόντες δὲ αὐτοὺς, ἔσυρον τὸν Ἰάσωνα καί τινας ἀδελφοὺς ἐπὶ τοὺς πολιτάρχας, βοῶντες, ὅτι οἱ τὴν οἰκουμένην ὅλην ἀναστατώσαντες, οὗτοι καὶ ἐνθάδε πάρεισιν, οὓς ὑποδέδεκται Ἰάσων·

Τοῦ Χρυσοστόμου. Ὢ τῆς τυραννίδος· ἀπὸ τῶν αὐτοὺς ἁπλῶς· ἐπειδὴ γὰρ οὐδὲν ἐναντίον ἔλεγον τοῖς δεδογμένοις, παρεκίνουν τὴν πόλιν· ἐφ’ ἕτερον ἔγκλημα αὐτοὺς ἄγουσι· καὶ τί φοβεῖσθε, φησὶν, Ἰησοῦν, εἴγε τέθνηκεν ; ὅρα πανταχοῦ τοὺς διωγμοὺς τὸ κήρυγμα ἐκτείνοντας.

Τοῦ αὐτοῦ. τούτου τοῦ Ἰάσωνος μέμνηται Παῦλος τέλει τῆς πρὸς Ῥωμαίους ἐπιστολῆς, λέγων· “ἀσπάζεται ὑμᾶς “ Τιμόθεος ὁ συνεργός μου, καὶ Λούκιος καὶ Ἰάσων, καὶ Σωσίπα- “ τρος ὁ συγγενής μου.”

Καὶ οὗτοι πάντες ἀπέναντι τῶν δογμάτων Καίσαρος πράσσουσι, βασιλέα ἕτερον λέγοντες εἶναι, Ἰησοῦν. ἐτάραξαν δὲ τὸν ὄχλον καὶ τοὺς πολιτάρχας ἀκούοντας ταύτα·

Ἀμμωνίου. Οὕτω μὲν καὶ οἱ τούτων πατέρες κατηγόρουν Ἰησοῦ, λέγοντες ὅτι βασιλέα ἑαυτὸν καλεῖ· πλὴν ἐκεῖνοι, κἂν εἶχον τινὰ κατὰ τὸ φαινόμενον εὐαπάτητον λόγον, διότι ἔζη ὁ κατηγορούμενος, οὗτοι ποίαν εἶχον ἀποφυγὴν τοῦ ψεύδους, λέγοντες, ὅτι Ἰησοῦν καταγγέλλουσι βασιλέα, τὸν κατ’ αὐτοὺς ἀποθανόντα· ἤτοι ζῶντα μὲν, οὐ φαινόμενον δέ· περὶ οὗ οὐδέποτε ὲἶχον οἱ ἐπὶ γῆς βασιλεῖς φοβηθῆναι, μὴ ὁρῶντες αὐτὸν ὅλως φαινόμενον· λῆρος οὐν τὰ παρ’ αὐτῶν κατηγορούμενα· ἀλλ’ ὡς ἔοικε τὸ ἀληθὲς κηρύσσοντες ᾔδεισαν· ὅτι εἰ καὶ ἀφανὴς ἦν, ἀλλ’ οὖν ὄντως βασιλεὺς ἦν· “καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.”

Καὶ λαβόντες τὸ ἱκανὸν παρὰ τοῦ Ἰάσωνος καὶ τῶν λοιπῶν, ἀπέλυσαν αὐτούς. οἱ δὲ ἀδελφοὶ εὐθέως διὰ νυκτὸς ἐξέπεμψαν τόν τε Παῦλον καὶ Σίλαν εἰς Βερροιαν·

[*](n καὶ ἐπίστευσαν Cod.)
282

Τοῦ Χρυσοστόμου. Θαυμαστὸς ὁ ἀνὴρ, εἰς κίνδυνον ἑαυτὸν ἐκδοὺς καὶ ἐκπέμψας αὐτούς.

Οἵτινες παραγενόμενοι, εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων ἀπήεσαν. οὗτοι δὲ ἦσαν εὐγενέστεροι τῶν ἐν Θεσσαλονίκη,

Τοῦ αὐτοῦ. “Εὐγενέστεροι,” τουτέστιν ἐπιεικέστεροι, ἁπλῶς, ἀλλὰ μετὰ ἀκριβείας, ἔνθα πάθος οὐκ ἦν, ἀνέκρινον τὰς γραφάς.

Τοῦ αὐτοῦ. “Εὐγενέστεροι,” τουτέστιν οὐδὲν ἀλλ’ οἱ μὲν ἐπείσθησαν, οἱ δὲ οὐδὲν εἰργάσαντο· καὶ πάλιν καὶ ἐνταῦθα Ἓλληνες.

Ἀμμωνίου. τοῦτο γὰρ ἔδακνε τοὺς Ἰουδαίους, καθὼς ὀπίσω φησί· “γυναικῶν τε τῶν πρώτων πλῆθος οὐκ ὀλίγον· ἤθελον γὰρ ἔχειν μεθ’ ἑαυτῶν τὰς πλουσίας γυναῖκας, ἵνα κερδαίνωσιν ἐξ αὐτῶν· καὶ γὰρ ὁ τῆς φιλοχρηματίας καὶ αὐταρεσκείας ἔρως ἤτοι δαίμων ἐπεῖχεν αὐτούς· διὸ καὶ λαβόντες χρήματα ἀπέλυσαν τὸν Ιάσωνα καὶ τοὺς λοιπούς.

Οἵτινες ἐδέξαντο τὸν λόγον μετὰ πάσης προθυμίας, καθ’ ἡμέραν ἀνακρίνοντες τὰς γραφὰς εἰ ἔχει ταῦτα οὕτως. πολλοὶ μὲν οὖν ἐξ αὐτῶν ἐπίστευσαν, καὶ τῶν Ἑλληνίδων γυναικῶν τῶν εὐσχημόνων καὶ ἀνδρῶν οὐκ ὀλίγοι. ὡς δὲ ἔγνωσαν οἱ ἀπὸ τῆς Θεσσαλονίκης Ἰουδαῖοι, ὅτι καὶ ἐν τῇ Βερροίᾳ κατηγγέλη ὑπὸ τοῦ Παύλου ὁ λόγος τοῦ Θεοῦ, ἦλθον κἀκεῖ σαλεύοντες καὶ ταράσσοντες τοὺς ὄχλους.

Ἀμμωνίου. Οὐχ ὡς ἄπιστοι ἀνεζήτουν· ἤδη γὰρ ἦσαν ἀλλ’ ὡς ἄμοιροι τῆς τῶν παλαιῶν προφητῶν παραδόσεως· ὅπουγε μᾶλλον διὰ τούτου πιστότεροι ἐγίνοντο, ἐρευνῶντες τὰς γραφὰς, καὶ εὑρίσκοντες τοῖς τῶν παλαιῶν προφητῶν λόγοις συνᾴδοντα τὰ περὶ τῆς ἔνσαρκα τοῦ Κυρίου οἰκονομίας πράγματα.

Εὐθέως δὲ τόν τε Παῦλον ἐξαπέστειλαν οἱ ἀδελφοὶ

283
πορεύεσθαι ὡς ἐπὶ τὴν θάλασσαν· ὑπέμενον τὲ ὅ τε Σιλας καὶ ὁ Τιμόθεος ἐκεῖ.

Τοῦ Χρυσοστόμου. Σὺ δέ μοι θέα ὅτι οἰκονομικῶς ἔφευγον οὐ δειλιῶντες, ἦ γὰρ ὢν ἐπαύσαντο κηρύττοντες, καὶ οὐχὶ μᾶλλον παρώξυναν· ἀλλ’ ἐκ τούτου δύο ἐγίνετο· καὶ ἐκείνων ὁ θυμὸς ἐσβέννυτο, καὶ τὸ κήρυγμα οὐκ ἐνεκόπτετο o. ἐνταῦθα λοιπὸν τὸν Παῦλον πέμπουσι μόνον· περὶ γὰρ αὐτοῦ ἐδεδοίκεισαν μή τι πάθῃ· τὸ κεφάλαιον αὐτῶν αὐτὸς ὤν· οὕτως οὐ πανταχοῦ ἡ χάρις ἐνήργει· ἀλλ’ εἴα αὐτοὺς καὶ ἀνθρώπινα ποιεῖν, διανιστῶσα αὐτοὺς καὶ διυπνίζουσα, καὶ εἰς μέριμναν ἐμβάλλουσα. Καὶ μετ’ ὀλίγα — Ὅρα πόσῃ καὶ οἱ λοιποὶ μαθηταὶ περὶ τοὺς κορυφαίους ἐχρῶντο τῇ σπουδῇ· ἀλλ’ οὐχ ὥσπερ νῦν κεχωρίσμεθα, διῃρήμεθα, μεγάλοι καὶ μικροί· οἱ μὲν ἐπαιρόμεθα, οἱ δὲ φθονοῦμεν· διὰ τοῦτο ἐν τῷ σώματι ἡ συμφωνία ἐστὶν, ἐπειδὴ οὐκ ἔστι φυσίωσις· ἐπειδὴ εἰς ἀνάγκην τοῦ χρείαν ἀλλήλων ἔχειν τὰ μέλη καθέστηκε, καὶ ἡ κεφαλὴ τῶν ποδῶν δεῖται.

Ἀμμωνίου. τῷ γὰρ Παύλῳ ἐνεῖχον μᾶλλον ἤπερ τοῖς διότι αὐτὸς ἦν ὁ τοῦ λόγου καθηγητής· ὡς καἰ ὀπίσω τοῦτο σαφῶς ἐδηλώθη· οἱ τε ἀπὸ τῶν ἐθνῶν ἐν Λύστροις ἐκάλουν αὐτὸν Ἑρμῆς· “αὐτὸς γὰρ ἦν ὁ ἡγούμενος τοῦ λόγου, φησίν· ὅσω δὲ αὐτὸς οὐκ ἐνεδίδου, τοσοῦτον ἐγένετο τὸ κατ’ αὐτοῦ παρὰ τῶν Ἰουδαίων μῖσος.

Οἱ δὲ ἀποκαθιστῶντες τὸν Παῦλον, ἤγαγον αὐτὸν ἕως Ἀθηνῶν· καὶ λαβόντες ἐντολὴν πρὸς τὸν Σίλαν καὶ τὸν Τιμόθεον, ἵνα ὡς τάχιστα ἔλθωσι πρὸς αὐτὸν, ἐξῄεσαν.

Τοῦ Χρυσοστόμου. Ὅρα αὐτὸν μείζους ἔχοντα πειρασμοὺς παρὰ τοῖς Ἰουδαίοις ἣ παρ’ Ἕλλησιν· ἐν γοῦν Ἀθήναις οὐδὲν πάσχοι τοιοῦτον· ἀλλὰ μέχρι γέλωτος τὸ πᾶν προεχώρησε· καί τοι γε ἔπεισεν· ἐν δὲ Ἰουδαίοις πολλὰ τὰ δεινά· οὕτως ἦσαν ἐκπεπολεμωμένοι.

Ἐν δὲ ταῖς Ἀθηναῖς ἐκδεχομένου αὐτοὺς τοῦ Παύλου, [*](ο οὐκ ἐνεκοπ. suppl. recent. ra.)

284
παρωξύνετο τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ, θεωροῦντος κατείδωλον οὖσαν τὴν πόλιν.

Τοῦ Αὐτοῦ. Οὐκ ὀργὴν ἐνταῦθα φησὶν, οὐδὲ ἀγανάκτησιν· καθάπερ ἀλλαχοῦ ἐγένετο παροξυσμὸς μεταξὺ αὐτῶν· οἰκονομεῖται καὶ ἄκοντα μεῖναι ἐκεῖ, ἐκδεχόμενον ἐκείνους· τι οὖν ἐστὶ παρωξύνετο; διηγείρετο ὀργῆς γὰρ καὶ ἀγανακτήσεως πόρρω τὸ χάρισμα.

Ἀμμωνίου. Ἐλυπεῖτο ὁρῶν κατείδωλον τὴν πόλιν καὶ θίζετο λαλεῖν πρὸς αὐτοὺς, καὶ οὐκ ἠδύνατο καρτερεῖν ἐπὶ τούτῳ· ἀλλὰ καὶ συζητήσεις ἐποιεῖτο μετὰ τῶν δοκούντων εἶναι παρὰ τοῖς Ἀθηναίοις σοφῶν, μάλιστα μετὰ τῶν Ἐπικουρίων, τῶν ἀπρονόητα λεγόντων εἶναι τὰ πάντα· πρὸς οὓς μάλιστα τὸν λόγον ἀποτεινόμενος, ἐν τῆ αὐτοῦ διδασκαλίᾳ, μετὰ τὸ κηρύξαι τὸ σέβειν ἕνα Θεὸς τοῖς πᾶσιν· ἐν οἶς φησὶ, “αὐτὸς διδοὺς πᾶσι ζωὴν καὶ πνοὴν, “ὁρίσας προστεταγμένους καιροὺς, καὶ τὰς ὁροθεσίας τῆς κατοικίας “αὐτῶν·” δεικνὺς τοῦ Θεοῦ τὴν πρόνοιαν.

Διελέγετο μὲν οὖν ἐν τῆ συναγωγῇ τοῖς Ἰουδαίοις καὶ τοῖς σεβομένοις, καὶ ἐν τῆ ἀγορᾷ κατὰ πᾶσαν ἡμέραν πρὸς τοὺς παρατυγχάνοντας.

Τοῦ Χρυσοστόμου. Θαυμαστὸν πῶς οὐ κατεγέλασαν οἱ φιλόσοφοι, οὕτως αὐτοῦ φθεγγομένου ὑβριστικῶς. εὐθέως μακρὰν τοῦτο φιλοσοφίας ἀπὸ τοῦ κηρύγματος ὅτι οὐδένα τῦφον εἰδχεν οὐκ ἐνόουν, οὐδὲ συνίεσαν τῶν λεγομένων. πῶς γάρ; οἱ μὲν σῶμα τὸν θεὸν λέγοντες, οἱ δὲ ἡδονὴν τὴν μακαριότητα.

Τινὲς δὲ τῶν Ἐπικουρείων καὶ Στοικῶν φιλοσόφων συνέβαλον αὐτῷ· καὶ τινὲς ἔλεγον, τί ἂν θέλοι ὁ σπερμολόγος οὗτος λέγειν;

Τοῦ ἁγίου Κυρίλλου εἰσ τὴν ἑρμηνείαν τοῦ κατὰ Λουκᾶν Εὐαγγελίου. Οἱ Ἀθηναῖοι ματαίαν αἴροντες ὀφρῦν, γλώττῃ πλαττείᾳ φρονοῦντες μέγα, ἀνοήτως ἔφασκον· “τί ἂν “ἐθέλοι ὁ σπερμολόγος οὗτος λέγειν;” καὶ τὰ ἑξῆς· σπερμολόγον δὲ πτηνὸν εἶναι φασὶν εὐτελέστατον, τὰ ἐν ταῖς τριόδοις κατασκεδασμένα τῶν σπερμάτων εἰωθὸς συλλέγειν· ᾧ παρεικάζοντες

285
τὸν θεσπέσιον Παῦλον, ἐγέλων οἱ δείλαιοι τὸν πρὸς αὐτοῖς γεγοντα σωτήριον λόγον.

Τοὺς γὰρ σοφοὺς καὶ συνετοὺς φαύλους καλοῦσι, φησὶν ὁ παροιμιαστὴς.

Οἱ δὲ, ξένων δαιμονίων καταγγελεὺς δοκεῖ εἶναι· ὅτι τὸν Ἰησοῦν καὶ τὴν ἀνάστασιν αὐτοῖς εὐηγγελίζετο.

Τοῦ Χρυσοστόμου. Καὶ γὰρ τὴν ἀνάστασιν θεόν τινα εἶναι ἐνόμιζον· ἅτε εἰωθότες καὶ θηλείας σέβειν. Καὶ μετ’ ὀλίγα — Δαιμόνια τοὺς θεοὺς αὐτῶν ἐκάλουν· ἦσαν γὰρ αἱ πόλεις δαιμόνων πλήρεις.

Ἐπιλαβόμενοι δὲ αὐτοῦ, ἐπὶ τὸν Ἄρειον Πάγον ἤγαγον, λέγοντες, δυνάμεθα γνῶναι, τίς ἡ καινὴ αὕτη ἡ ὑπὸ σοῦ λαλουμένη διδαχή;

Τοῦ Αὐτοῦ. Ἦγον αὐτὸν, φησὶν, “ἐπὶ τὸν Ἄρειον πάγον· οὐχ ὥς τι μαθεῖν, ἀλλ’ ὥστε κολάσαι ἔνθα αἱ φονικαὶ δίκαι. ὅρα γοῦν καὶ ἐλπίδι τοῦ μαθεῖν πανταχοῦ τὴν καινοτομίαν ἐγκαλοῦσι· λάλων πόλις, ἡ πόλις ἐκείνη ἢν.

Ἰσιδώρου Πηλουσιώτου ἐπιστολῆσ ΦςΑ'. Ἐπειδὴ γέγραφας, τίνος ἕνεκεν Ἄρειος Πάγος ἐκαλεῖτο τὸ ἐν Ἀθηναῖς δικαστήριον, ἐν ᾧ καὶ ὁ Παῦλος ἐδημηγόρησεν, ἀντεπιστέλλω, ὅτι ὁ Ἄρης ὡς φασὶν ἐκεῖσε δίκας ἔδωκε· πάγος δὲ ὁ ὑψηλὸς τόπος· ἐν γὰρ ὄχθῳ τινὶ ἦν ἐκεῖνο τὸ δικαστήριον· ὅθεν καὶ πάγαρχοι καλοῦνται παρὰ τισιν οἱ τῶν τόπων η κώμων τινων ἄρχοντες.

Ξενίζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν· βουλόμεθα οὖν γνῶναι, τίνα θέλει εἶναι ταῦτα. Ἀθηναῖοι δὲ πάντες, καὶ οἱ ἐπιδημοῦντες ξένοι, εἰς οὐδὲν ἕτερον εὐκαίρουν, ἢ λέγειν τι καὶ ἀκούειν καινότερον. σταθεὶς δὲ ὁ Παῦλος ἐν μέσῳ τοῦ Ἀρείου Πάγου, εἶπεν,

Τοῦ Χρυσοστόμου. Ἐνταῦθα ἐκεῖνο σημαίνεται, ὅτι καίτοι ἀεὶ ἐν τούτῳ ἀσχολούμενοι τῷ λαλεῖν καὶ ἀκούειν, ὅς ξενίζοντα ἐνόμιζον εἶναι ἐκεῖνα, ἅπερ οὐδέποτε ἤκουσαν. Εἰ ἄνθρωπον ἐκήρυσσεν ἐσταυρῶσθαι, οὐ ξένον ἦν τὸ λεγόμενον· εἰ δὲ Θεὸν ἔλεγεν ἐσταυρῶσθαι καὶ ἐγηγέρθαι, ὄντως ξενίζοντα εἰσέφερεν εἰς τὰς ἀκοὰς αὐτῶν.

286

Περὶ τῆς ἐν Ἀθηναῖς ἐπιβωμίου γραφῆς, φιλοσόφου τὲ κηρύγματος, καὶ εὐσεβείας τοῦ Παύλου.

Ανδρες Ἀθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ.

Τοῦ Χρυσοστόμου. Ὥσπερ ἐγκωμιάζειν αὐτοὺς δοκεῖ, οὐδὲν βαρὺ λέγων· “ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ.”

Τοῦ Αὐτοῦ ἐκ τοῦ κατὰ Ἰουδαίων λόγου. Ἐπεὶ καὶ Παῦλος εἰσελθὼν εἰς τὰς Ἀθήνας οὐκ ἀπὸ προφητῶν οὐδὲ ἐξ εὐαγγε- λίων αὐτοῖς διελέγετο, ἀλλ’ ἀπὸ βωμοῦ τὴν παραίνεσιν ἐποιεῖτο· οὐκ ἐπειδὴ τὸν βωμὸν ἀξιοπιστότερον εἶναι τῶν εὐαγγελίων ἐνόμιζεν, οὐδὲ ἐπειδὴ τὰ γράμματα τὰ ἐκεῖ κείμενα τῶν προφητῶν εἶναι τιμιώτερα· ἀλλ’ ἐπειδὴ πρὸς τοὺς Ἕλληνας διελέγετο, τοὺς οὐδενὶ τῶν ἡμετέρων πιστεύοντας, ἄπο τῶν οἰκείων αὐτοὺς ἐχειρώ- σατο δογμάτων· διὰ τοῦτό φησιν, “ἐγενόμην τοῖς Ἰουδαίοις ὡς “Ἰουδαῖος,” καὶ τὰ ἑξῆς.

Τοῦτό ἐστι τὸ εἰρημένον τῷ Ἀποστόλῳ, “ἐγενόμην τοῖς ἀνό- “μοις ὡς ἄνομος, ἵνα κερδήσω ἀνόμους. Ἀθηναίοις γὰρ δημηγορῶν, οὐκ ἀπὸ προφητῶν οὐδὲ ἀπὸ τοῦ νόμου διελέχθη, ἀλλ’ ἀπὸ βωμοῦ τὴν παραίνεσιν ἐποιήσατο· ἀπὸ τῶν οἰκείων αὐτοὺς ἐχειρώσατο δογμάτων· διὸ οὐκ εἶπεν ἄνομος, ἀλλ’ ὡς ἄνομος.

Διερχόμενος γὰρ καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν, εὗρον καὶ βωμὸν ἐν ᾧ ἐπέγραπτο, ἀγνώστῳ θεῷ.

Τοῦ Χρυσοστόμου. Οὐκ εἶπε τοὺς δαίμονας ἁπλῶς, ἀλλὰ προοδοποιεῖ τῷ λόγῳ· διὰ τοῦτο φησὶ, “δεισιδαιμονεστέρους ὑμᾶς “θεωρῶ,” διὰ τὸν βωμόν· ἐφθέγξατο φωνὴν μίαν, δι’ ἧς πάντα κατέστρεψε τὰ τῶν φιλοσόφων. οἱ μὲν γὰρ Ἐπικούρειοι αὐτόματα φησὶ καὶ ἀπὸ ἀτόμων· οἱ δὲ Στοικοὶ σῶμα καὶ ἐκπύρωσιν· ἀλλ’ ἔργον αὐτοῦ φησὶ τὸν κόσμον, καὶ τὰ ἐν αὐτῷ πάντα· ὅρα συντομίαν καὶ ἐν συντομίᾳ σαφήνειαν· ὅρα τίνα ἦν ξενίζοντα αὐτούς· ὅτι ὁ Θεὸς τὸν κόσμον ἐποίησεν· ἃ καὶ τῶν τυχόντων ἴσασι τινὲς νυνὶ, ταῦτα οὐκ ᾔδεσαν Ἀθηναῖοι, καὶ Ἀθηναίων οἱ φιλόσοφοι· εἰ γὰρ ἐποίησε, δηλονότι καὶ Κύριος. ὅρα τί φησι, θεότητος εἶναι γνώρισμα τὸ δημιουργικὸν, ὅπερ ἔχει καὶ ὁ Χριστός· καὶ γὰρ οἱ

287
προφῆται πανταχοῦ τοῦτο φασὶ, Θεοῦ τὸ δημιουργεῖν· οὐχ ὥσπερ ἐκεῖνοι· ἄλλον μὲν γὰρ τὸν ποιητήν φασιν, οὐ κύριον δὲ, ὕλην ἀγέννητον ὑποθέντες.

Δεισιδαίμων λέγεται ὁ δεδιὼς τὰ δαιμόνια, ὁ πάντα θειάζων καὶ λίθον καὶ ξύλον καὶ πνεῦμα.

Τοῦ Χρυσοστόμου πρὸσ τοῦσ μὴ ἀπαντήσαντασ εἰσ τὴν ΣΥΝΑΞΙΝ, ΚΑῚ ΕΙΣ ΤΟ MH ΠΑΡΑΤΡΕΚΕΙΝ ΤΑΣ ΕΠΙΓΡΑΦΑΣ ΥΩΝ βιβλίων· καὶ εἰσ τὸ ἐπίγραμμα τοῦ βωμοῦ. βούλεσθε ὅση τῆς ἐπιγραφῆς ἡ ἰσχὺς, ὅση ἡ δύναμις, ὅσος ἀπόκειται θησαυρὸς ἐν ταῖς ἐπιγραφαῖς τῶν γραφῶν; ἀκούσατε ἵνα μὴ καταφρονῆτε τῆς ἐπιγραφῆς τῶν θείων βιβλίων. εἰσῆλθεν εἰς Ἀθήνας ὁ Παῦλος ποτὲ, ἐν αὐτῷ τῷ βιβλίῳ τούτῳ ἐπιγέγραπται ἡ ἱστορία αὕτη· εὗρεν ἐν τῇ πόλει οὐχὶ βιβλίον θεῖον, ἀλλὰ βωμὸν ἑστηκότα, βωμὸν εἰδώλου· εὗρεν ἐπιγραφὴν οὕτως ἔχουσαν, ἀγνώστῳ θεῷ· καὶ οὐ παρέδραμεν, ἀλλ’ ἀπὸ τῆς ἐπιγραφῆς τοῦ βωμοῦ τὸν βωμὸν καθεῖλε Παῦλος ὁ ἅγιος, ὁ Πνεύματος χάριν ἔχων· οὐ παρέδραμε βωμοῦ ἐπίγραμμα, καὶ σὺ ἐπιγραφὴν γραφῶν παρατρέχεις· ἐκεῖνος οὐκ ἀφῆκεν ἅπερ ἔγραψαν Ἀθηναῖοι οἱ εἰδωλολάτραι, καὶ σὺ ἃ ἐπέγραψε τὸ Πνεῦμα τὸ Ἅγιον οὐ νομίζεις εἶναι ἀναγ- καῖα· καὶ ποίαν ἔχεις συγγνώμην; ἀλλὰ γὰρ ἴδωμεν πόσον τὸ κέρδος ἀπὸ τοῦ ἐπιγράμματός ἐστιν· ἵνα ὅταν ἴδῃς ἐπίγραμμα βωμῷ ἐγκεκολαμμένον, ὅτι τοσαύτην παρέσχε τὴν ἰσχὺν, μάθῃς ὅτι πολλῷ μᾶλλον τὰ ἐπιγράμματα τῶν θείων γραφῶν τοῦτο ποι- ῆσαι δυνήσεται. εἰσῆλθεν εἰς τὴν πόλιν· εὗρε βωμὸν ἐν ᾧ ἐπεγέγραπται ἀγνώστῳ θεῷ· τι ἔδει ποιῆσαι; Ἕλληνες πάντως ἦσαν ἀσεβεῖς πάντες· τι οὖν ἐχρῆν ποιῆσαι; ἀπὸ εὐαγγελίων δια- λεχθῆναι; ἀλλὰ καταγέλων· ἀλλ’ ἀπὸ προφητῶν; ἀλλ’ οὐκ ἐπίστευον· τι οὖν ἐποίησεν; ἐπὶ τὸν βωμὸν ἔδραμε, καὶ ἀπὸ τῶν ὅπλων τῶν πολεμίων αὐτοὺς ἐχειρώσατο· καὶ τοῦτό ἐστιν ὃ λέγει· “ἐγενόμην τοῖς πᾶσι τὰ πάντα, τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, τοῖς “ἀνόμοις ὡς ἄνομος.” εἶδε τὸν βωμόν· εἶδε τὸ ἐπίγραμμα· ἀνέστη τῷ Πνεύματι· τοιαύτη γὰρ ἡ Πνεύματος χάρις· πάντοθεν ποιεῖ κερδαίνειν τοὺς ὑποδεχομένους αὐτήν· τοιαῦτα ἡμῶν τὰ ὅπλα τὰ πνευματικά· “αἰχμαλωτίζοντα” γάρ, φησι, “πᾶν νοῆμα εἰς τὴν “ὑπακοὴν τοῦ Χριστοῦ·” εἶδε τοίνυν τὸν βωμόν· οὐκ ἐδειλίασεν,

288
ἀλλὰ μετέστησε τὰ γράμματα πρὸς αὐτόν μᾶλλον δὲ τὰ γράμματα ἀφ’ οὗ μετέθηκεν αὐτῶν τὸ νόημα· καὶ καθάπερ ἐν πολέμῳ στρατηγὸς ἰδὼν στρατιώτην ἐν τῇ παρατάξει τῶν πολεμίων γενναῖον καὶ μέγαν εἶτα λαβόμενος ἀπὸ τῆς κόμης τοῦ στρατιωτου πρὸς τὴν ἑαυτοῦ τάξιν αὐτὸν μεταστήσειεν, καὶ παρασκευάσει ὑπὲρ αὐτοῦ πολεμεῖν· οὕτω καὶ Παῦλος ἐποίησε· καθάπερ ἐν παρατάξει πολεμίων, τὸ ἐπίγραμμα εὑρὼν ἐν τῷ βωμῷ γεγραμμένον, πρὸς τὴν ἑαυτοῦ τάξιν μετέστησεν· ἵνα μετὰ Παύλου τοῖς Ἀθηναίοις πολεμεῖ, ἀλλὰ μὴ μετὰ Ἀθηναίων τὸν Παῦλον βάλλῃ· ξίφος ἦν τῶν Ἀθηναίων· μάχαιρα ἦν τῶν πολεμίων τὸ ἐπίγραμμα ἐκεῖνο· ἀλλ’ αὕτη ἡ μάχαιρα τῶν πολεμίων τὴν κεφαλὴν ἐξέτεμεν· οὐκ ἦν οὕτω θαυμαστὸν, εἰ ἐν τοῖς οἰκείοις ὅπλοις αὐτοὺς ἐχειρώσατο· τοῦτο γὰρ κατὰ λόγον σημαίνει· τὸ γὰρ καινὸν καὶ παράδοξον· ὅταν τὰ τῶν πολεμίων ὅπλα, ταῦτα μηχανήματα τοῖς πολεμίοις ταῦτα προσάγηται· ὅταν τὸ ξίφος, ὃ καθ’ ἡμῶν βαστάζουσι, τοῦτο αὐτοῖς τὴν καιρίαν ἐπάγῃ πληγήν· τοιαύτη γὰρ ἡ τοῦ Πνεύματος δύναμις· οὕτω καὶ ὁ Δαβὶδ ἐποίησε ποτέ· ἐξῆλθε γυμνὸς τῶν ὅπλων, ἵνα φανῇ ἡ τοῦ Θεοῦ χάρις γυμνή· μηδὲν γὰρ ἀνθρώπινον ἔστω φησὶν, ὅταν ὁ Θεὸς ὑπὲρ ἡμῶν πολεμῇ· ἐξῆλθε τοίνυν γυμνὸς τῶν ὅπλων, καὶ κατήνεγκε ’τον πύργον ἐκεῖνον· εἶτα ἐπειδὴ ὅπλα οὐκ εἶχε, δραμὼν ἥρπασε τὴν μάχαιραν τοῦ Γολιὰδ, καὶ οὕτω τὴν κεφαλὴν ἐξέτεμε τοῦ βαρβάρου· οὕτω καὶ ὁ Παῦλος ἐποίησεν ἔπι τοῦ ἐπιγράμματος τούτου· καὶ ἵνα σαφέστερος γένηται ὁ τῆς νίκης τρόπος, καὶ τὴν δύναμιν ὑμῖν τοῦ ἐπιγράμματος ἐρῶ· εὗρε βωμὸν ἐν ᾧ ἐπεγέγραπτο ἀγνώστῳ θεῷ· τίς δὲ ἦν ἄλλος ἀγνοούμενος θεὸς ἀλλ’ ἢ ὁ Χριστός; εἶδες πῶς συνετῶς μετέστησε πρὸς ἑαυτὸν τὸ ὄνομα· εἶδες πῶς ᾐχμαλώτισε τὸ ἐπίγραμμα, οὐκ ἐπὶ κακῷ τῶν γραψάντων, ἀλλ’ ἐπὶ σωτηρίᾳ αὐτῶν καὶ προνοίᾳ· τι οὖν; οἱ Ἀθηναῖοι διὰ τὸν Χριστὸν ἔγραψαν τοῦτο φησιν; εἰ διὰ τὸν Χριστὸν ἔγραψαν οἱ Ἀθηναῖοι, οὐκ ἦν οὕτω θαυμαστὸν τὸ κατόρθωμα τοῦ Παύλου· ἀλλὰ τὸ θαυμαστόν ἐστιν, ὅτι ἐκεῖνοι μὲν ἄλλως ἔγραψαν, οὗτος δὲ ἴσχυσεν ἄλλως αὐτὸ μεταβαλεῖν· πρότερον δὲ ἀναγκαῖον εἰπεῖν τίνος ἕνεκενp ἔγραψαν οἱ [*](P ἕνεκεν suppl. rec. m. in marg.)
289
Ἀθηναῖοι ἀγνώστῳ θεῷ· τίνος ἕνεκεν ἔγραψαν; πολλοὺς εἶχον θεοὺς ἐκεῖνοι, μᾶλλον δὲ πολλοὺς δαίμονας, πάντες γὰρ οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια, καὶ ἐπιχωρίους καὶ ξένους, καθάπερ ἐπ’ ἀνθρώπων· ὁρᾶτε ὅσος ὁ καταγέλως, εἰ γὰρ θεός ἐστιν, οὐκ ἔστι ξένοι; τῆς γὰρ οἰκουμένης ἁπάσης δεσπότης ἐστί· τούτους τοίνυν τοὺς μὲν παρὰ πατέρων εἶχον δεξάμενοι, τοὺς δὲ ἀπὸ τῶν πλησίον ἐθνῶν, οἷον ἀπὸ Σκυθῶν, ἀπὸ Θρᾳκῶν, ἀπὸ Αἰγυπτίων. καὶ εἰ τῆς ἔξωθεν παιδεύσεως ἦτε ἔμπειροι, καὶ ταύτας ἃν ὑμῖν ἀνέγνων τὰς ἱστορίας ἁπάσας· ἐπεὶ οὖν οὐκ ἐξ ἀρχῆς πάντας ἐδέξαντο, ἀλλὰ κατὰ μικρὸν εἰσηνέχθησαν αὐτοῖς· ὁ q μὲν ἐπὶ τῶν πατέρων, οἱ δὲ ἐπὶ τῶν πάππων, οἱ δὲ ἐπὶ τῆς γενεᾶς τῆς αὐτῶν, συνελθόντες εἶπον, ὅτι ὥσπερ τούτους ἠγνοοῦμεν φησὶν, εἶτα ὕστερον αὐτοὺς ἐδεξάμεθα καὶ ἐγνωρίσαμεν· οὕτω συμβαίνει καὶ ἄλλον εἶναι ἀγνοούμενον καὶ ὄντα θεὸν, οὐ γνωριζόμενον δὲ ὑφ’ ὑμῶν· καὶ διὰ τοῦτο λανθάνειν ἀμελούμενον, καὶ μὴ θεραπευόμενον· τί οὖν; ἵνα γένηται, ἔστησαν βωμὸν καὶ ἐπέγραψαν ἀγνώστῳ θεῷ· τοῦτο λέγοντες διὰ τοῦ ἐπιγράμματος, ὅτι καὶ εἴτις ἐστὶ θεὸς ἕτερος οὐδέπω γνωσθεὶς ἡμῖν, κἀκεῖνον θεραπεύσωμεν· ὅρα ὑπερβολὴν δεισιδαιμονίας· διὰ τοῦτο ὁ Παῦλος ἀρχόμενος ἔφη “κατὰ πάντα ὡς δεισιδαιμονεστέ- “ρους ὑμᾶς θεωρῶ·” οὐ γὰρ τοὺς γνωρίμους ὑμῖν δαίμονας θεραπεύετε μόνον, ἀλλὰ καὶ τοὺς οὔπω γνωρισθέντας ὑμῖν. ἐκεῖνοι μὲν διὰ τοῦτο ἐπέγραψαν ἀγνώστῳ θεῷ· ὁ δὲ Παῦλος ἑτέρως ἡρμήνευσεν· οἱ μὲν τοῦτο περὶ ἄλλων ἔλεγον, αὐτὸς δὲ αὐτὸν μετέστησε πρὸς τὸν Χριστὸν, αἰχμαλωτίσας τὸ νόημα, καὶ μεθ’ ἑαυτοῦ στήσας ἐν τῇ παρατάξει τῇ ἑαυτοῦ· “ὃν γὰρ ἀγνοοῦντες εὐσεβεῖτε ὑμεῖς, “τοῦτον ἐγὼ καταηέλλω,” φησίν· ἄγνωστος γὰρ θεὸς οὐκ ἄλλος ἐστιν, ἀλλ’ ἣ ὁ Χριστός· καὶ ὅρα σύνεσιν πνευματικήν· ἤμελλον αὐτῷ ἐγκαλεῖν μετὰ ταῦτα, ὅτι ξενίζοντα δόγματα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν· ὅτι καινοτομεῖς· ὅτι θεὸν εἰσφέρεις ὃν οὐκ ἴσμεν· βουλόμενος τοίνυν ἀπαλλαγῆναι τῆς ὑποψίας τῆς κατὰ τὴν καινοτομίαν, τομίαν, καὶ διδάξαι ὅτι οὐ ξένον κηρύττει θεὸν, ἀλλ’ ὃν προσλαβόντες αὐτοὶ διὰ τῆς θεραπείας ἐτίμησαν, ἐπήγαγε καὶ εἶπεν· ὅτι “ὃν “ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν·” ὑμεῖς με [*](q Sic.)P P
290
προελάβετε, φησίν· ἔφθασεν ὑμῶν ἡ θεραπεία τὸ ἐμὸν κήρυγμα· μὴ τοίνυν ἐγκαλεῖ μοι ὅτι ξένον εἰσφέρω θεὸν, τοῦτον γὰρ καταγ- γέλλω ὃν ὑμεῖς ἀγνοοῦντες θεραπεύετε, οὐκ ἀξίῳ μὲν ἑαυτοῦ τρό- πῳ, θεραπεύετε δὲ ὅμως· οὐ γὰρ τοιοῦτος βωμὸς ἵσταται τῷ Χριστῷ, ἀλλὰ βωμὸς ἔμψυχος καὶ πνευματικός· ἀλλ’ ἀπὸ τούτου ὑμᾶς, καὶ πρὸς ἐκεῖνον, ἀναγαγεῖν δύναμαι· οὕτω καὶ Ἰουδαῖοι τὸ παλαιὸν ἐθεράπευον· ἀλλ’ ἀπέστησαν ἀπὸ τῆς σωματικῆς θερα- πείας, καὶ ἦλθον ἐπὶ τὴν πνευματικὴν, οἱ πιστεύσαντες ἅπαντες· ελ̓ͅ· πῶς ἐχειρώσατο αὐτοὺς, οὐκ ἀπὸ εὐαγγελίων, οὐκ ἀπὸ προ- φητῶν, οὐκ ἀπὸ ῥημάτων πνευματικῶν, ἀλλ’ ἀπὸ ἐπιγράμματος· μὴ παράτρεχε τοίνυν, ἀγαπητὲ, τὴν ἐπιγραφὴν τῶν θείων γραφῶν· ἂν μὲν γὰρ νήφῃς καὶ ἐγρήγορος ᾖς, καὶ ἐπ’ ἀλλοτρίοις εὑρήσεις τι χρήσιμον· ἃν δὲ ῥάθυμος καὶ ἀναπεπτωκὼς ᾖς, οὐδὲ ἀπὸ τῶν γραφῶν ἔσται σοι τι πλέον· ὥσπερ γὰρ ὁ εἰδὼς κερδαίνειν, ἁπαν- ταχόθεν κερδαίνει, οὕτως ὁ μὴ εἰδὼς, κἂν θησαυρὸν εὕρῃ, κενὸς ἄπεισι.

Ὂν οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγ- γέλλω ὑμῖν.

Κυρίλλου. τουτέστι τὸν Θεὸν τὸν ὕψιστον· οἱ γὰρ δείλαιοι Ἓλληνες οἴονται εὐσεβεῖν καὶ τὸν ὄντως ὄντα Θεὸν, ἐὰν τοῖς λοι- ποῖς θεοῖς σχοῖεν τὸ σέβας αὐτοῦ· ἀγνοοῦντες ὅτι μείζονος τιμω- ρίας ἀξιωθήσονται, τὸ φῶς τῷ σκότει συγκρίνοντες, καὶ τῷ φαύλῳ τὸ ἀγαθὸν, καὶ τῷ ἀλόγῳ τὸ νοερὸν, καὶ τῷ εὐτελεῖ τὸ θεῖον· ὅθεν καὶ μωροὺς αὐτοὺς ἐκάλεσε λέγων, “φάσκοντες εἶναι σοφοὶ ἐμω- “ράνθησαν.”

Τοῦ Χρυσοστόμου. Οἱ γὰρ Ἀθηναῖοι ἐπειδὴ κατὰ καιρὸν πολλοὺς ἐδέξαντο θεοὺς, καὶ ἀπὸ τῆς ὑπερορίας, οἷον τὸ τῆς Ἀθηνᾶς ἱερὸν, οἷον τὸν Πᾶνα, καὶ ἄλλους πολλαχόθεν, δεδοικότες μήποτε καὶ ἄλλος τις ᾖ, αὐτοῖς μὲν οὐδέπω γνώριμος, θεραπευό- θεραπευόμενος δὲ ἀλλαχοῦ, ὑπὲρ πλείονος δῆθεν ἀσφαλείας, καὶ τούτῳ βωμὸν ἔστησαν· καὶ ἐπειδὴ οὐκ ἦν δῆλος ὁ θεὸς, ἐπεγέγραπτο ἀγνώστῳ θεῷ· τοῦτον οὖν Χριστὸν Ἰησοῦν εἶναι φησὶ, τὸν πάντων Θεὸν, “ τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν·” ὁρ́α πῶς δείκνυσι προειλη-

291
φότας αὐτούς· καὶ οὐδὲν ξένον φησὶν, οὐδὲν καινὸν προσφέρω· ἄνω, κάτω τοῦτο ἔλεγον· τίς ἡ καινὴ αὕτη λαλουμένη ὑπὸ σοῦ διδαχή; ξενίζοντα τινὰ εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν.

ἘΞ ἀνεπιγράφου. Ὥσπέρ ἐστι ζῆλον Θεοῦ ἔχειν μὴ q ἐπίγνωσιν, οὕτω καὶ εὐσεβεῖν ἐστι καὶ ἀγνοεῖν τὸν Θεόν· ἑκάτερον δὲ πρόθεσιν δηλοῖ χρηστὴν, ἐσφαλμένην δὲ ὅμως· ἄξιον τοίνυν θαυμάσαι τοῦ Παύλου τὴν σύνεσιν, πρῶτον μὲν ἀφ’ ὣν ἔπραττον, ἀπὸ τούτων αὐτοῖς ἀναπλέξαντα τὴν μυσταγωγίαν· δεύτερον δὲ, τοῦ ἐπὶ τὸν λόγον τοῦτον εὐθέως αὐτοὺς ἀγαγεῖν τὸν περὶ δημιουργίας· ἅτε πολλοὺς τῶν Ἐπικουρείων, ὡς καὶ ὁ συγγραφεὺς ἐπ’ ἐπισημαίνεται, παρεστῶτας ὁρῶντα· οὗτοι δὲ ἀγένητον τὸν κόσμον καὶ ἐξ αὐτοματισμοῦ φασί· τρίτον, τοῦ τῶν ξοάνων ἀνατροπὴν ποιήσασθαι, ἅτε καὶ δεομένων τῆς διὰ χειρῶν ἀνθρώπων θεραπείας· εἰ μὴ γὰρ ἐπιμελοῖντο, διαφθείρονται· τὸ τέταρτον, τοῦ λέγειν ἐξ αὐτοῦ τοῦ Θεοῦ καὶ τὸ ἀναπνεῖν ἡμῖν ὑπάρχειν· πέμπτον, τοῦ ἐκ τοῦ Ἀδὰμ πάντων τῶν ἐθνῶν διδάξαι τὴν γένεσιν· ἕκτον, τοῦ τοὺς αὐτῶν αὐτοῖς περὶ τῶν λεγομένων προσφέρειν μάρτυρας· πρὸς δὲ τούτοις ἅπασι τὸν περὶ τῆς οἰκονομίας αὐτοῖς παραθεῖναι λόγον, ἀρξάμενον ἀπὸ μετανοίας, καὶ τοῦτον ἀμυδρῶς καὶ ἐπικεκαλυμμένως· οὐ γὰρ ἐκ πρώτης ἀκροάσεως δυνατοὶ ἦσαν περὶ τῆς θεότητος ἀκούειν τοῦ Ἰησοῦ διὸ ἀπὸ τῆς ἐνανθρωπήσεως ἄρχεται, ἀκροβολισάμενος αὐτοῖς καὶ τὸν περὶ ἀναστάσεως λόγον· περὶ ἧς καὶ ζήτησιν παρέσχε τισὶ, καὶ πίστιν ἐκ τῆς ζητήσεως.

Τοῦ Χρυσοστόμου. Οὐ γὰρ ἦν δυνατὸν διὰ τῆς ἔξωθεν σοφίας τὴν ἀκρίβειαν γινώσκειν· αὕτη γὰρ καθάπερ τις θεραπαινὶς ἠτιμωμένη, οὐκ ἠφείθη ἔνδον εἰσελθεῖν καὶ παρακύψαι εἰς τὰ δεσμωτικὰ μυστήρια.

Διδύμου. Ὥσπέρ ἐστι ζῆλον Θεοῦ ἔχειν μὴ κατ’ οὕτω καὶ εὐσεβεῖν καὶ ἀγνοεῖν τὸν Θεόν· ἑκάτερον γὰρ δηλοῖ πρόθεσιν χρηστὴν, ἐσφαλμένην δέ· τοιοῦτοι εἰσιν οἱ τῇ κτίσει προσκυνοῦντες, καὶ οἱ διώκοντες τοὺς προφήτας καὶ τὸν Υἱὸν τοῦ Θεοῦ· καὶ ἀγνοοῦντες τὸν Θεὸν, οἰόμενοι δὲ εὐσεβεῖν ἣ εἰδέναι τὸν Θεὸν, ἀγνοοῦντες δὲ τὴν οἰκονομίαν αὐτοῦ· ὁ γὰρ τοῦ κόσμου δημιουργὸς οὐκ αἰσθητὴ οὐσία ἐστί· διὸ καὶ ἀπερίγραφος καὶ τόπῳ ἀπεριό- [*](q μηκέτι Cod. sed corr. rec. m.)

292
ριστος, οὐκ ἐν ναοῖς ἐξ ἀνθρώπων γεγονόσιν ἐνοικεῖ, κατὰ τὰ ἀγάλματα πρὸς ἄνθρωπον ἢ ἕτερον κτίσμα μεμορφωμένα, ὡς δεῖσθαι ἀνθρωπίνης αὐτῷ προσαγομένης θεραπείας, οἷον θυσίων, ἣ τινὸς τοιούτου· ἐκείνῳ γὰρ ἀρέσκεται, ὃς οὐ χαρακτηρίζει αὐτὸν ἐν τόπῳ, οὔτε ἀφομοιοῖ αὐτὸν αἰσθητῇ μορφῇ· τῷ μὴ εἶναι αὐτὸν ὅμοιον μηδεμιᾷ αἰσθητῇ ἐνθυμήσει· εἰ δὲ “ἐν αὐτῷ πάντες ζῶμεν, “καὶ ἐσμὲν, καὶ κινούμεθα·” οὐκοῦν διὰ πάντων χωρῶν οὐκ ἐν τόπῳ ἐστι περίγραπτος· οὗτος ἐκ τοῦ Ἀδὰμ ἐποίησε γένος πρὸς τὸ οἰκεῖν πᾶσαν τὴν γῆν· οὗτος πατὴρ τοῦ παντὸς ἀνθρώπων γένους ὡμολόγηται· τοῦτον τέχνη οὐ δύναται γνωστὸν ποιῆσαι· ἀλλὰ “μόνος ὁ Υἱὸς τὸν Πατέρα ἀποκαλύπτει, καὶ ὁ Πατὴρ τὸν Υἱὸν “οἶς βούλεται·” “οὐ σὰρξ καὶ αἷμα,” τουτέστιν ἀνθρωπίνη ἐπίνοια.

Ἰσιδώτου Πηλουσιώτου Ἐπιστολῆσ αφλς΄. Δύο φησὶν αἰτίας εἶναι τῷ ἐπιγεγράφθαι Ἀθήνῃσι τῷ βωμῷ, ἀγνώστῳ θεῷ· οἱ μὲν γάρ φασιν ὡς Φιλιππίδην ἔπεμψαν Ἀθηναῖοι ἡμεροδρόμον πρὸς Λακεδαιμονίους περὶ συμμαχία ἡνίκα Πέρσαι ἐπεστράτευσαν τῇ Ἑλλάδι· ᾧ κατὰ τὸ Παρθένιον ὄρος Πανὸς φάσμα ἐντυχὸν, ᾐτιᾶτο μὲν Ἀθηναίους ὡς ἀμελοῦντας αὐτοῦ, ἄλλους θεοὺς θεραπεύοντας, βοηθεῖν δὲ ἐπηγγέλλετο· νικήσαντες οὖν, βωμὸν ᾠκοδόμησαν, καὶ ἐπέγραψαν ἀγνώστῳ θεῷ· ἄλλοι δέ φησιν, ὅτι λοιμὸς κατέσκηψε ποτὲ Ἀθήναζε· καὶ εἰς τοσοῦτον αὐτοὺς ἐξέκαυσεν, ὡς μηδὲ τῶν λεπτοτάτων σινδόνων ἀνέχεσθαι· τοὺς νομιζομένους οὖν θεοὺς αὐτῶν θεραπεύοντες, οὐδὲν ἀπώναντο· ἐννοήσαντες οὖν ὅτι ἴσως τίς ἐστι θεὸς, ὃν αὐτοὶ κατέλιπον ἀγέραστον, ὁ τὸν λοιμὸν καταπέμψας, νέον δειμάμενοι βωμὸν, καὶ ἐπιγράψαντες ἀγνώστῳ θεῷ, καὶ θύσαντες, εὐθέως ἐθεραπεύθησαν· ταῦτα λαβὼν ὁ Παῦλος, ἐκ τῶν οἰκείων δογμάτων τοὺς μέγα ἐπὶ σοφίᾳ φρονοῦντας Ἀθηναίους ἐχειρώσατο.

Ὁ Θεὸς, ὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς ὑπάρχων Κύριος, Τοῦ Χρυσοστόμου. Ἵνα μὴ νομίσωσιν ἕνα τῶν πολλῶν εἶναι θεὸν, τὸν ὑπ’ αὐτοῦ κηρυττόμενον, διορθοῦται ἐπάγων, “οὐκ ἐν χει- “ ροποιήτοις ναοῖς κατοικεῖ.”

293

Οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, οὐδὲ ὑπὸ χειρῶν ἀνθρωπίνων θεραπεύεται, προσδεόμενος τινὸς,

Τοῦ Αὐτοῦ. Ὁρᾶς πῶς κατὰ μικρὸν εἰσάγει τὴν φιλοσοφίαν· πῶς καταγελᾷ τῆς Ἑλληνικῆς πλάνης. Καὶ μετ’ ὀλίγα—Ἐνταῦθα λοιπὸν αἰνιγματωδῶς εἶπε τὸ αὐτοῦ καὶ ἔστησε, καὶ καθαιρεῖ τὸ ἐκείνων· οἰκεῖ μὲν γὰρ ἐν ναοῖς, ἀλλ’ οὐκ ἐν τοιούτοις· ἀλλ’ ἐν ἀνθρωπίνῃ ψυχῇ τὴν σωματικὴν ἀνεῖλε λατρείαν· τι οὑν; οὐ κατῴκει ἐν τῷ ναῷ τῶν Ἱεροσολύμων; οὐ δῆτα, ἀλλ’ ἐνήργει· πῶς οὖν ἐθεραπεύετο ὑπὸ χειρῶν ἀνθρώπων παρὰ Ἰουδαίοις; οὐχ ὑπὸ χειρῶν, ἀλλ’ ὑπὸ διανοίας· ἐπεὶ ἐκεῖνά γε οὐ ζητεῖ οὗτος, ὡς προσδεόμενος· “μὴ φάγομαι,” φησὶ, “κρέα ταύρων, ἣ αἷμα τρά- γῶν πίομαι;

Αὐτὸς διδοὺς πᾶσι ζωὴν καὶ πνοὴν καὶ τὰ πάντα·

Τοῦ Αὐτοῦ. Δύο τεκμήρια θεότητος, τὸ αὐτόν τε μηδενὸς δεῖσθαι, καὶ πᾶσι πάντα παρέχειν. πάραγε ἐνταῦθα Πλάτωνα, ὅσα περὶ Θεοῦ ἐφιλοσόφησεν, ὅσα Ἐπίκουρος, καὶ πάντα λῆρος πρὸς ταῦτα· “διδούς,” φησι, “ζωὴν καὶ πνοήν.” ἰδοὺ καὶ τῆς ψυχῆς δημιουργὸν αὐτὸν ποιεῖ, οὐ γεννήτορα.

Ἐποίησέ τε ἐξ ἑνὸς αἵματος πᾶν ἔθνος ἀνθρώπων, κατοικεῖν ἐπὶ παντὸς προσώπου τῆς γῆς,

Τοῦ Αὐτοῦ. ταῦτα βελτίω ἐκείνων· καὶ πόση κατηγορία τῶν τε ἀτόμων καὶ τῆς ὕλης· ὅτι οὐκ ἔστι μερικὴ, οὐδὲ ψυχὴ τοῦ οὐρανοῦ· τοῦτο δὲ οὐκ ἔστι δημιουργὸν εἶναι, ὅπερ ἐκεῖνοι φασὶν, ἀλλὰ καὶ διανοίᾳ θεραπεύεται αὐτὸς, οὐκ οἱ μερικοὶ δαίμονες· καὶ τὰ πάντα αὐτοῦ ἐστι φησί· πῶς καὶ ἄνθρωπος γέγονε πρότερον ἔδειξεν· ὅτι οὐ κατοικεῖ, καὶ τότε ἀπεφήνατο· εἰ ὁ Θεὸς, πάντα ἐποίησε δηλονότι· εἰ δὲ μὴ ἐποίησεν ὁ Θεὸς, θεοὶ οἱ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν· πολλῷ μείζονα δόγματα εἰσάγει· καίτοι οὐδέπω τὰ μεγάλα εἶπεν, ἀλλ’ ὡς παισὶ διελέ- γετο· καὶ πολλῷ μείζω ταῦτα ἐκείνων ἦν, τὴν δημιουργίαν, τὴν κυριότητα, τὸ ἀνενδέες, τὸ πάντων αἴτιον ἀγαθῶν ἐδήλωσεν· ἀλλὰ πῶς θεραπεύεται εἶπεν· οὔπω καιρός· τι τούτου τοῦ ὑψηλοῦ ἶσον; θαυμαστὸν καὶ τοῦτο, ἐξ ἑνὸς ποιῆσαι τοσούτους· ἀλλὰ καὶ ποιήσας αὐτοὺς σνγκρατει.

294

Ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν, ζητεῖν τὸν Θεὸν, εἰ ἄρα γε ψηλα. φήσειεν αὐτὸν ἢ εὕροιεν,

Τοῦ αὐτοῦ. Ὥρισε ζητῆσαι τὸν Θεόν· ἀλλ’ οὐ διὰ παντὸς τοῦτο ὥρισεν, ἀλλὰ προστεταγμένους καιρούς· δεικνὺς, ὅτι νῦν οὐχὶ ζητήσαντες εὗρον· ἐπειδὴ γὰρ ζητήσαντες οὐχ εὗρον, δείκνυσιν ὅτι οὕτως ἢν φανερὸς, ὥσπερ ἃν εἰς μέσον ψηλαφώμενος· οὐ γὰρ ἐνταῦθα μὲν ἦν οὐρανὸς, ἀλλαχοῦ δὲ οὐ· οὐδὲ ἐν τούτῳ μὲν τῷ χρόνῳ ἢν, ἄλλῳ δὲ οὐ· ὥστε καὶ κατὰ πάντα καιρὸν καὶ κατὰ πᾶσαν ὁροθεσίαν δυνατὸν αὐτὸν εὑρεῖν· οὕτως ᾠκονόμησεν, ὥστε μήτε τόπῳ κωλύεσθαι, μήτε χρόνῳ· αὐτὸ γὰρ δὴ τοῦτο μάλιστα συνεβάλλετο, τῷ πανταχοῦ εἶναι τὸν οὐρανὸν, τῷ ἐν παντὶ χρόνῳ ἑστάναι.

Καίγε οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα ἐν αὐτῷ γὰρ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμέν·

Τοῦ Αὐτοῦ. βαβαὶ πᾶσιν ἐγγύς ἐστι τοῖς πανταχοῦ τῆς οἰκουμένης οὖσι· τι τούτου μεῖζον; ὅρα πῶς καθαιρεῖ τοὺς μερικούς· τί λέγω μακράν; οὕτως ἐγγύς ἐστιν, ὡς χωρὶς αὐτοῦ μὴ ζῆν· “ἐν αὐτῷ γὰρ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμὲν,” ὥσπερ ἐν σωματικῷ ὑποδείγματι, ὥσπερ ἀδύνατον ἀγνοῆσαι τὸν ἀέρα κεχυμένον· “καὶ οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα,” μᾶλλον δὲ καὶ ἐν ἡμῖν ὄντα· ὄρα πῶς τὴν πρόνοιαν αὐτοῦ φησι καὶ τὴν συγκρότησιν· τὸ εἶναι παρ’ αὐτοῦ, τὸ ἐνεργεῖν, τὸ μὴ ἀπολέσθαι.

Ὡς καί τινες τῶν καθ’ ὑμᾶς ποιητῶν εἰρήκασι, τοῦ γὰρ καὶ γένος ἐσμεν.

Τοῦ αὐτοῦ. Ἀλλ᾿ οὐδὲν ἶσον εἶπεν ὁ ποιητὴς ἐκεῖνος· “γὰρ καὶ γένος ἐσμὲν φησὶ, ἀλλ’ ἐκεῖνος μὲν περὶ Δῖός εἶπεν, οὕτος δὲ περὶ τοῦ δημιουργοῦ αὐτὸ λαμβάνει· οὐ τὸν αὐτὸν ἐκείνῳ νοῦν λέγων· μὴ γένοιτο· ἀλλὰ τὸ κυρίως ἐπ’ αὐτῷ λέγων· ἐπεὶ καὶ βωμὸν τούτου εἶπεν, οὐκ ἐκείνου ὃν ἔσεβον· εἴρηται μὲν γὰρ τινὰ καὶ πράττεται εἰς τοῦτον· ἀλλ’ οὐκ ἴστε, ὅτι εἰς τοῦτον. εἰπὲ γάρ μοι, περὶ τίνος ἂν λεχθείη κυρίως ἀγνώστῳ θεῷ; περὶ τοῦ

295
δημιουργοῦ, ἣ περὶ τοῦ δαίμονος, ὅτι πάντα πεπλήρωται τοῦ θεοῦ; ἣ τοῦ Δῖός μιαροῦ τινὸς ἀνθρώπου καὶ καταπύστου; ἀλλ’ οὐχ ὁμοίως ἐκείνῳ Παῦλος εἶπε· μὴ γένοιτο· ἀλλ’ ἑτέρῳ νῷ· γένος γὰρ Θεοῦ εἶπεν ἡμᾶς εἶναι, τουτέστιν οἰκείους, ἐγγυτάτους· ὥσπερ παροίκους καὶ γείτονας ὅταν λέγῃ.

Γένος οὖν ὑπάρχοντες τοῦ Θεοῦ, οὐκ ὀφείλομεν νομίζειν, χρυσῷ ἢ ἀργυρίῳ ἢ λίθῳ, χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου, τὸ θεῖον εἶναι ὅμοιον.

Ἐπειδὴ ἐκ τοῦ γένους ἡμῶν εὐδόκησεν ὁ Θεὸς τεχθῆναι ἐπὶ τῆς γῆς.

Τοῦ Χρυσοστόμου. Οὐκ εἶπεν, οὐκ ὀφείλετε νομίζειν, χρυσῷ ἢ ἀργύρῳ τὸ θεῖον εἶναι ὅμοιον· καὶ μιαροί ἐστε καὶ παμμίαροι· εἰτα τὸ ταπεινότερον τοῦτο, “οὐκ ὀφείλομεν νομίζειν,” φησὶ, ὑπὲρ τοῦτο Θεός· οὐδὲ τοῦτο· ἀλλ’ οὐδὲ λέγομεν τούτῳ “τὸ θεῖον εἶναι ὅμοιον·” τίς γὰρ ἃν εἴποι; ὅρα πῶς τὸ ἀσώματον εἰσήγαγεν· ἡ γὰρ διάνοια ὅταν ὑποπτεύσῃ σῶμα, καὶ διάστημα ὑπονοεῖ. Καὶ μετ’ ὀλίγα—Εἰ γὰρ ἡμεῖς οὐκ ἐσμὲν ὁμοῖοι ἐκείνοις κατὰ ψυχὴν, πολλῷ μᾶλλον ὁ Θεός· τέως ἀπάγει αὐτοὺς τῆς ὑπονοίας· ἀλλ’ οὐδὲ ἄλλῃ τινὶ ἀνθρωπίνῃ διανοίᾳ ὑποβάλλεται, φησίν· ἢ τέχνη ἣ διάνοια εὗρεν· ὅπερ οὖν τέχνη r οὐκ εὑρίσκομεν αὐτόν· διπλοῦν τὸ ἔγκλημα· ὅτι τὲ ἐκεῖνον οὐχ εὗρον, καὶ τοιούτους εὗρον· οὐδα- μοῦ διάνοια ἀξιόπιστος καθ’ ἑαυτήν.

Διδύμου. Οὐ μόνον, φησὶν, οἱ κατ’ εὐσέβειαν ζῶντες γένος Θεοῦ, ἄλλα καὶ πᾶς, διὰ τὸ μὴ εἶναι ἡμᾶς ἀπολλυμένης φύσεως· εἰ καὶ τινες φαίνονται τὸ ἀκριβὲς μὴ σώζοντες τῆς θεοσεβείας, οἷος ὁ Ἄρατος ὁ τοῦτο εἰπών.

Ἀμμωνίου. Σημειωταὶ ὅτι οὐ δύναται νοῦς ἀνθρώπου καταλαβεῖν τὸν Θεὸν, ὡς ἔστι φύσει· καὶ τοὺς λέγοντες ἀνθρωπόμορφον τὸ θεῖον, δεῖ ἐπιστομίζειν ἐκ τῶν προκειμένων ῥητῶν· εἰ γὰρ δύναται ἄνθρωπος πλάσαι, ἣ γλύψαι, ἢ γράψαι ἄνθρωπον, ἤτοι ἀνθρώπου ὁμοίωμα, ἣ ἄλλου οἱουδηποτοῦν ἐπὶ γῆς φαινομένου [*](r Deesse videtur aliquid quod suppl. rec. m. in sup. marg. sed ea abscissa, nihil comparet nisi inferiores literarum ductus et vox ζῶμεν in fine.)

296
εἰκόνα ἐκτυπῶσαι· οὐδενὶ δὲ ἔοικε τῶν χειροποιήτων ὁ Θεὸς, κατὰ τὸ εἰρημένον τῷ Ἀποστόλῳ, ἄρα ἀπερίγραφον, ἀκατάληπτον, ἀνείδεον, ἀσώματον, ἄδηλον τὸ θεῖον· μήτε ἀνθρώπου μορφῇ ἣ ἄλλο s τινὶ ἐοικός· εἰκὸς γὰρ τοὺς Ἕλληνας μὴ μόνον τὰ ἀνθρωπόμορφα ξόανα σέβειν, ἀλλὰ καὶ τοὺς ἀλλοίας ὄντας μορφῆς ὡς θεοὺς, οἷον, ἴβεις, καὶ αἰλούρους, καὶ πιθήκους, καὶ ἄλλα τούτοις παραπλήσια.

Τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ Θεὸς, τανῦν παραγέλλει τοῖς ἀνθρώποις

Τοῦ Χρυσοστόμου. Τί οὖν οὐδεὶς κολάζεται τούτων; οὐδεὶς θελόντων μετανοεῖν· περὶ τούτων φησὶν, οὐ περὶ τῶν ἀπελθόντων· ἀλλ’ οἷς παραγγέλλει· οὐκ ἀπαιτεῖ λόγον ὑμᾶς φησίν· οὐκ εἰπε παρεῖδεν, οὐκ εἶπεν εἴασεν, ἀλλ’ ἠγνοήσατε· ὑπερεῖδε, τουτέστιν οὐκ ἀπαιτεῖ κόλασιν, ὥσπερ ἀξίους ὄντας κολάσεως, ἠγνοήσατε· καὶ οὐ λέγει ἑκόντες ἐκακουργήσατε· ἀλλὰ τοῦτο διὰ τῶν ἔδειξεν.

Ὅπερ γὰρ ἐπὶ ἡλίου καὶ σελήνης καὶ γῆς καὶ θαλάττης καὶ τῶν ἄλλων ἐποίησεν· οὐ τοῖς μὲν πλουτοῦσι καὶ σοφοῖς πλείονος μεταδιδοὺς τῆς ἀπὸ τούτων χορηγίας, ἐλάττονος δὲ τοῖς πένησιν· ἀλλ’ ἴσην ἅπασι τὴν ἀπόλαυσιν προτιθεὶς, τοῦτο καὶ ἐπὶ τοῦ κηρύγματος εἰργάσατο· καὶ πολλῷ πλεῖον· ὅσῳ καὶ ἀναγκαιότερον τοῦτο ἐκείνων.

Σευήρου ἐκ τοῦ κατὰ Ἀλέξανδρον ευντάγματοσ. Παραστήσας γὰρ αὐτοῖς διὰ πάσης τῆς δημηγορίας καὶ διαλέξεως· ὅτι παρ’ ὅλον τὸν βίον αὐτῶν ἠγνόησαν τὸν ὄντα Θεὸν, διὰ τῶν αὐτῶν τούτων βούλεται τὸ μέγεθος τῆς φιλανθρωπίας ἐνδείξασθαι· καὶ φησὶ, τῶν χρόνων τούτων τὴν ἄγνοιαν ὑπεριδὼν, τουτέστι ὑπερβὰς, καὶ δέον κολάσαι, μὴ κολάζων, καλεῖ τανῦν πρὸς μετάνοιαν· ἐξεπίτηδες πληθυντικῶς ὀνομάσας τοὺς χρόνους, ἵνα μᾶλλον ἐξάρῃ τὴν δωρέαν.

Ἀμμωνίου. Οὐκοῦν εἰ ὑπερεῖδεν ὁ Θεὸς τὰ ἐξ ἀγνοίας τοῖς ἀνθρώποις παραπτώματα ἀπὸ καταβολῆς κόσμου, καὶ παντὶ δίδωσι τῶν παραπτωμάτων ἄφεσιν, εἰκότως ἐπ’ ἐσχάτου τῶν [*](s Sic.)

297
καιρῶν ἐπεδήμησεν· ἵνα ἐφ’ ὅσον ἀναβάλλεται τὴν ἑαυτοῦ παρουσίαν· ἐπὶ τοσοῦτον δειχθῇ αὐτοῦ ἡ ἀμέτρητος φιλανθρωπία· ἐξ ὧν πολυπλασιαζόμενα τὰ κακὰ συγχωρεῖ, καὶ τῶν μελλόντων συσφίγγει τὸν χρόνον· ἵνα ἐν τῇ ὀλιγότητι τοῦ χρόνου διασωθῇ ἡ πίστις· διὸ δὴ ἔλεγεν αὐτοῖς· “ἄρα ἐλθὼν ὁ υἱὸς τοῦ ἀνθρώπου εὑρήσει τὴν “πίστιν ἐπὶ τῆς γῆς;” καὶ μή μοι λέγε, τι πρὸς τοὺς τετελεντηκότας; ὅπουγε καὶ αὐτοῖς ἐκηρύχθη τὸ τῆς ἀληθείας εὐσεβὲς μυστήριον· καὶ πάντες οἱ πιστεύσαντες ἐλύθησαν ἐκ τῶν τοῦ θανάτου δεσμῶν· καὶ ἀνελθόντες ἐξ ᾅδου μετῴκησαν εἰς τὸν παράδεισον· καὶ ὅτι τοῦτο ἀληθὲς, δυνατὸν μᾶλλον καὶ ἐξ ἐκείνου στοχάσασθαι· οἴδαμεν ὅτι ἐν τῇ ὥρᾳ ᾗ ἀπέθανεν Ἰησοῦς, ὁ Θεὸς ἡμῶν, πολλοὶ νεκροὶ ἀνέστησαν καὶ ὤφθησαν ἐν Ἱεροσολύμοις κατὰ τὸ προφητευθέν· “ἀναστήσονται οἱ νεκροὶ, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς “μνημείοις·” ὡς ἐκ τούτου γνῶναι ἡμᾶς, ὅτι κατελθὼν εἰς ᾅδου ὁ Κύριος, καὶ κηρύξας ἄφεσιν τοῖς εἰς αὐτὸν πιστεύουσιν, ἀπέλυσε τὰς ψυχὰς τῶν εἰς αὐτὸν πιστευσάντων· ἅπαντες δὲ οὐκs ἐπίστευσαν, διὸ οὐδὲ πάντα τὰ σώματα τῶν κεκοιμημένων ἀνέστη τότε, ἀλλὰ τινά· οὐκ εἶπε δὲ τὸ Εὐαγγέλιον, ὅτι Ἰουδαίων μόνον ἀνέστησε σώματα, ἀλλ’ ἀορίστως εἰπὼν “πολλοὶ,” ἐδήλωσεν ὅτι καὶ Ἑλλήνων· ἦσαν γὰρ ἀπὸ χρόνων αἰωνίων, καὶ σώματα ἐκεῖ ἐθνικῶν, διὰ τὸ πρῴην ὑπὸ Ἑλλήνων τὴν χώραν οἰκεῖσθαι· καὶ ὕστερον πάλιν λαβόντων τῶν Ἰουδαίων τὴν πόλιν, μὴ ἐξολοθρευθῆναι τὸν Ἰεβουσαῖον λαὸν εἰς τέλος, ἀλλὰ κατοικῆσαι ἐν μέσῳ τῆς Ἰούδα· καὶ μή μοι τις λεγέτω, καὶ πῶς με πείθεις, καὶ περὶ τῶν λοιπῶν ψυχῶν; ἀπὸ γὰρ του μέρους τὸ πᾶν καταλαμβάνομεν· εἰ μὲν γὰρ οἷόν τε ἦν βλέψειν ἡμᾶς τοὺς ὄντας ἐν σώμασι ψυχὰς ἀνθρώπων, εἴχομεν ἃν ἰδεῖν πάντας τοὺς ἀνελθόντας ἐκ τοῦ ἅδου πιστοὺς, καὶ εἰς παράδεισον ἣ εἰς οὐρανοὺς ἀποπτάντας· ἐπειδὴ δὲ οὐ δύναται φύσις ἀνθρώπου ἐν σαρκὶ οὖσα πνεῦμα λεπτομερὲς, ὁ ἐστι ψυχὴ, ὀφθαλμοῖς θεωρῆσαι, εἰκότως πρὸς πειθὼ τινὰς ἡμῖν παρέστησε μετὰ τῶν σωμάτων, ἵνα θεωροῦντες αὐτοὺς πεισθῶμεν· ἄτοπον γὰρ ἦν πάντας ἐγεῖραι τοὺς νεκροὺς τοὺς ἀπὸ καταβολῆς κόσμου τετελευτηκότας, πιστεύσαντας δὲ ἐν ᾅδου· πρῶτον μὲν ἵνα μὴ πρὸ καιροῦ γένηται ἀνάστασις πολλῶν, ἀρκούντων καὶ ὀλίγων πεῖ. [*](s Οὐκ om. a Cod. suppl.)
298
σαι τοὺς ἀφιλονείκως τῇ ἀληθείᾳ πιστεύοντας, μᾶλλον δὲ πολλῶν κατὰ τὸ εἰρημένον ἐν τῷ Εὐαγγελίῳ· ἔπειτα δὲ διὰ τὸ ἐγκεκαλυμμένως ποιεῖν αὐτὸν τὰ σημεῖα, δι’ ὧν ἐπειθόμεθα τῇ ἀληθείᾳ· ὅθεν καὶ αὐτὸς οὐ μετὰ φαντασίας κατῆλθεν ἐπὶ γῆς, ἀλλὰ λεληθότως θεσμῷ ἀνθρώπων, γενόμενος ἐκ γυναικὸς, καὶ ποιῶν σημεῖα καὶ ἰάσεις, δι’ ὧν ἔπειθεν ὅτι Θεὸς ἦν· ἵνα οἱ δόκιμοι φανῶσιν· οὕτως οὖν καὶ ἐπὶ τούτου ἐποίησεν· ἐν μέρει τινὶ τῆς γῆς ὀφθαλμοφανῶς παραστήσας τοὺς νεκροὺς τοῖς ζῶσιν, ἵνα διὰ τῶν αὐτόπτως ἑωρακότων οἱ λοιποὶ πεισθῶμεν· μὴ μόνον περὶ τῆς τῶν νεκρῶν ἀφέσεως, ἀλλὰ καὶ περὶ τῆς αὐτοῦ ἐπιδημίας, ἥτις οὐκ ἐν ὅλῃ τῇ γῇ γέγονεν, ἀλλ’ ἐν μέρει τινὶ τῆς γῆς. διὰ τῶν αὐτὸν ἑωρακότων ἐπιστοποιήθη πάσῃ τῇ γῇ, ἀπὸ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν, ἀπὸ ἄρκτου καὶ μεσημβρίας.

Πάντας πανταχοῦ μετανοεῖν·

Τοῦ Χρυσοστόμου. Πάλιν τὴν οἰκουμένην αἰνίττεται· ὅρα πῶς αὐτοὺς ἀπάγει τῶν μερικῶν· ὁρᾶ πῶς πάλιν τὸ πάθος δηλοῖ· ὅρα τὸ ἔμπαλιν δι’ ἄνθρωπον· ὅτι γὰρ ἀληθὴς ἡ κρίσις, δῆλον ἐκ τῆς ἀναστάσεως· συγκατασκευάζεται γὰρ ὅτι πάντα ἀληθῆ ἃ εἶπε· δῆλον ἐξ ὧν ἀνέστη· πᾶσι γὰρ ταύτην παρέχειν πίστιν τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν· καὶ τοῦτο λοιπὸν δῆλον.

Καθὸ ἔστησεν ἡμέραν, ἐν ἧ μέλλει κρίνειν τὴν οὐκουμένην μένην ἐν δικαιοσύνῃ,

Τοῦ αὐτοῦ. Ἡ γὰρ ἡμέρα ἐκείνη τοῖς ἐν κατορθώμασι ζῶσι ποθεινὴ, ὥσπερ οὖν τοῖς ἐν ἁμαρτήμασι φοβερὰ, καθάπερ τοῖς καταδίκοις.

Σευήρου Ἀντιοκείασ ἐκ τῆσ t πρὸσ Ἀναστάσιον ἐπιστολῆσ. Μία γάρ ἐστιν ἡ πάντων ἀνάστασις· καὶ ἡμέραν ὥρισεν ὁ Θεὸς, “ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαι- “οσύνῃ·” μεθ’ ἣν ἡμερῶν καὶ νυκτῶν οὐκ ἔσται περίοδος καὶ μηνῶν καὶ ἐνιαυτῶν ἀνακύκλωσις· ἡ γὰρ αὐτὴ τῆς ἀναστάσεως ἐστιν ἡμέρα, καὶ κρίσεως, καὶ τῆς τῶν ἀγαθῶν ἀπολήψεως.

Τοῦ αὐτοῦ. Τὰ τῆς ἀναβολῆς φησὶ τῶν εὐθυνῶν μέχρι τῆς ἡμέρας τῆς κρίσεως· τότε γὰρ ἡ οἰκουμένη πᾶσα, τουτέστιν ἡ φύσις ἀνθρώπων, κριθήσεται.

[*](t εἶς τ᾿Cod.)
299

Διδύμου. Ὥσπερ τὰ ἄλλα τῆς προνοίας αὐτοῦ ἔργα φανερὰ πεποίηκεν· ἀναγκαίως κρίσιν κατὰ πασῶν πράξεων καὶ διαλήψεων ποιήσει, ἐν ἀνδρὶ ᾧτ’ ὥρισεν ἔσεσθαι κριτὴς ζώντων καὶ νεκρῶν· οὗτος δέ ἐστιν ὁ ἐνανθρωπήσας Κύριος.

Ἐν ἀνδρὶ ᾧ ὥρισε, πίστιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρὼν.

Τοῦτον γὰρ τὸν ἄνδρα ὁρῶν ὁ Ἀβραὰμ ὡς ἄνδρα, διελέγετο· “μηδαμῶς ὁ κρίνων πᾶσαν τὴν γῆν, οὐ ποιήσεις κρίσιν;” Τοῦ Χρυσοστόμου ἘΚ ΤΟΥ ΚΑΤᾺ ἸΩΆΝΝΗΝ ὙΠΟΜΝΉΜΑΤΟΣ. Τί ποιεῖς ὦ μακάριε Παῦλε; οὐδὲν περὶ τῆς τοῦ Θεοῦ λέγεις μορφῆς, οὐδ’ ὅτι ἴσος αὐτῷ, οὐδ’ ὅτι ἀπαύγασμα τῆς δόξης οὐ φησιν οὔπω τούτων καῖρος τῶν ῥημάτων ἀγαπητὸν αὐτοὺς παραδέξασθαι τέως, ὅτι ἄνθρωπός ἐστιν· οὕτω καὶ αὐτὸς ἐποίησε· παρ’ ἐκείνου ταῦτα ἔμαθον· οὐ γὰρ εὐθέως ἡμῖν ἑαυτοῦ τὴν θεό- τητα ἐξεκάλυψεν· ἀλλὰ πρῶτον μὲν ἐνομίζετο εἶναι προφήτης καὶ Χριστὸς, ἁπλῶς ἄνθρωπος· ὕστερον δὲ ἐφάνη τοῦτο ὅπερ ἦν. καὶ μετ’ ὀλίγα—Οὐδὲν οὖν περὶ τῆς θεότητος αὐτοῦ μαθεῖν σαφὲς ἴσχυον·

Ἀκούσαντες δὲ ἀνάστασιν νεκρῶν, οἱ μὲν ἐχλεύαζον· οἱ δὲ εἶπόν, ἀκουσόμεθά σου περὶ τούτου πάλιν. καὶ οὕτως ὁ Παῦλος ἐξῆλθεν ἐκ μέσου αὐτῶν.

Τοῦ Χρυσοστόμου. Τί δήποτε παίσαντες ἑαυτοὺς καὶ πάλιν αὐτῶν ἀκούσεσθαι, καὶ κινδύνων οὐκ ὄντων, οὕτως ἐπείγεται τὰς Ἀθήνας ἀφεῖναι ὁ Παῦλος; ἴσως ᾔδει οὐ μέγα ὀνήσων, καὶ ὑπὸ τοῦ Πνεύματος εἰς Κόρινθον ἤγετο. Καὶ μετ’ ὀλίγα—Πόσα μεγάλα καὶ ὑψηλὰ ἀκούσαντες οὐ προσεῖχον, ἀλλὰ τὴν ἀνάστασιν χλευάζοντες· “ψυχικὸς γάρ,” φησιν, “ἄνθρωπος, οὐ δέχεται τὰ “τοῦ Πνεύματος·” “καὶ οὕτω,” φησὶν, “ ἐξῆλθεν ὁ Παῦλος·” πῶς; τοὺς μὲν πείσας, ὑπὸ δὲ τῶν χλευαζόμενος.

Τοῦ Χρυσοστόμου. Οἱ γὰρ πάντα σαρκικοὶ καὶ ἄπιστοι ἄνθρωποι μόνον τῇ θέᾳ ἐπιτρέπουσι τὸ πᾶν· οὐδὲν τῇ τοῦ Θεοῦ διδασκαλίᾳ πιστεύοντες· ὅσα γὰρ ἔργῳ τις αὐτοῖς οὐκ ἠδύνατο παραστῆσαι, τούτοις ἠπίστουν· διὸ καὶ οἱ θέλοντες αὐτοῖς φρεναπατᾶν περὶ τῶν μετεώρων, δι’ ἑτέρων παραδειγμάτων, ἢ παρὰ τῶν τροχοὺς καὶ μύρ-

300
μηκὰς εἰς ἀπόδειξιν ἡλίου καὶ οὐρανοῦ δρόμον παραφέροντες, καὶ ἐκ τούτων τὰ ἄδηλα καταστοχαζόμενοι, καὶ διὰ τῶν ἀπατηλῶν γοητεύοντες τὰς τῶν ἠλιθίων ψυχάς.

Τινὲς δὲ ἄνδρες κολληθέντες αὐτῷ, ἐπίστευσαν· ἐν οἷς καὶ Διονύσιος ὁ Ἀρεοπαγίτης, καὶ γυνὴ ὀνόματι Δάμαρις, καὶ ἕτεροι σὺν αὐτοῖς.

Τοῦ Χρυσοστόμου. Οἱ μὲν γὰρ ἐπιμελώμενοι βίου ταχέως ἐδέξαντο τὸν λόγον, οἱ δὲ λοιποὶ οὐκέτι.

Ἔξω τῆς πόλεως ἦν τὸ κατ’ Ἄρειον πάγον δικαστήριον, κατ’ αὐτὴν τὴν ἐξοχὴν τοῦ κατὰ τὴν πόλιν συστάντος δικαστηρίου, μεταξὺ Ποσειδῶνος καὶ Ἄρεος· ὁ γὰρ Ποσειδῶν πρὸς Ἄρεα κατὰ τοὺς ἀρχαίους μύθους παρ’ Ἀθηναίοις ἐν τῷ τόπῳ τούτῳ ἐδικάσατο, φάσκων ἀναιρεθῆναι τὸν ἴδιον υἱὸν Ἁλιρρόθιον ὑπ᾿ Ἄρεος· κἀκεῖθεν ἐξ Ἄρεος ὁ πάγος ἐκεῖνος ἐκλήθη. ἐδίκαζον οὖν Ἀρεοπαγῖται περὶ πάντων σχεδὸν τῶν σφαλμάτων καὶ παρανομιῶν· διὰ δὴ τοῦτο ἅτε καινῶν δαιμονίων καταγγελέα τὸν θειότατον Παῦλον, οἱ τῆς ὑπὸ Θεοῦ μωρανθείσης φιλοσοφίας ἐρασταὶ, πρὸς τὴν ἐξ Ἀρείου Πάγου βουλὴν ἕλκουσιν· ἀλλ’ ἐν τοῖς Ἀρεοπαγίταις τότε βουλεύων, ἅτε δικαστὴς ἀκλινέστατος, ὁ θεῖος Διονύσιος, ἀδέκαστον ἀπένειμε τῇ κατὰ τὸν πνευματοφόρον Παῦλον ἀληθείᾳ τὴν ψῆφον ἐρρῶσθαι τὲ πολλὰ φράσας τῇ τῶν Ἀρεοπαγιτῶν ἀνοήτῳ σεμνό- τητι, τὸν ἀληθῆ Χριστὸν καὶ Υἱὸν Θεοῦ ἐννοήσας, ἐκήρυξεν εὐθὺς, καὶ τοῦ φωτίσματος εἴχετο· κἂν γὰρ Ῥωμαῖοι τότε ἐκράτουν, ἀλλ’ οὖν αὐτονόμους ἀφῆκαν Ἀθηναίους καὶ Λακεδαίμονας· ὅθεν ἔτι παρ’ Ἀθηναίοις καὶ κατὰ τοὺς Ἀρεοπαγίτας ἐπολιτεύετο· καὶ τελεῖται μὲν ἅπαντα τῆς σωτηρίας τὰ δόγματα διὰ Παύλου· παιδεύεται δὲ διδασκαλικῶς ὑπὸ ἱεροθέῳ τῷ μεγίστῳ, καθά φησιν αὐτός· εἶτα καθίσταται κατὰ τὸ φερόμενον ἐν ζ βιβλίῳ τῶν Ἀποστολικῶν διατάξεων ὁ Διονύσιος Ἐπίσκοπος ὑπὸ Παύλου τῶν Ἀθήνησι πιστευσάντων.

[*](u ἀλλιρόθιον Cod.)
301

Περὶ Ἀκύλα καὶ Πρισκίλλης καὶ τῆς Κορίνθου ἀπειθείας· τῆς τε κατὰ πρόγνωσιν ἐπ’ αὐτοῖς εὐδοκίας τοῦ Θεοῦ ἀποκαλυφθείσης τῷ Παύλῳ.

Μετὰ δὲ ταῦτα χωρισθεὶς ὁ Παῦλος ἐκ τῶν Ἀθηνῶν, ἦλθεν εἰς Κόρινθον· καὶ εὑρὼν τινὰ Ἰουδαῖον ὀνόματι Ἀκύλαν, Ποντικὸν τῷ γένει, προσφάτως ἐληλυθότα ἀπὸ τῆς Ἰταλίας, καὶ Πρατκίλλαν γυναῖκα αὐτοῦ,

Τοῦ Χρυσοστόμου. Εἰς Κόρινθον, ὡς ἔφην, ὑπὸ τοῦ Πνεύματος ἠπείγετο, ἐν ᾗ μένειν ἔδει· οἱ γὰρ Ἀθηναῖοι, καίτοι ξένης ὄντες ἀκροάσεως ἐρασταὶ, ὅμως οὐ προσεῖχον· οὐ γὰρ τοῦτο ἐσπούδαζον· ἀλλ’ ὥστε ἀεὶ τι ἔχειν εἰπεῖν, ὅπερ αὐτοὺς καὶ προσχέσθαι ἐποίησεν· εἰ δὲ τοῦτο ἦν αὐτοῖς ἔθος, πῶς ἐγκαλοῦσιν ὅτι ξένων δαιμονίων καταγγελεύς ἐστιν; ἱκανῶς οὖν ἔχειν ἔδοξε τῷ Παύλῳ τὸ καταβαλεῖν τὰ σπέρματα, τὸ γὰρ πλέον αὐτῷ τῆς ζωῆς ἐνταῦθα προκεχωρήκει.

Διὰ τὸ διατεταχέναι Κλαύδιον, χωρίζεσθαι πάντας τοὺς Ἰουδαίους ἀπὸ τῆς Ῥώμης, προσῆλθεν αὐτοῖς· Τοῦ αὐτοῦ. Ἐπὶ μὲν γὰρ Νέρωνος ἐτελειώθη ὁ Παῦλος· ἐπὶ δὲ Κλαυδίου ἀνεριπίζετο λοιπὸν ὁ πρὸς Ἰουδαίους πόλεμος· μακρόθεν μὲν, ὥστε κἂν οὕτως σωφρονίσαι· καὶ ἀπὸ Ῥώμης ὡς λυμεῶνες ἠλαύνοντο· διὰ τοῦτο οἰκονομεῖται τοῦτον ὡς δέσμιον ἀπαχθῆναι ἐκεῖ, ἵνα μὴ ὡς Ἰουδαῖος ἀπελαύνηται, ἀλλ’ ὡς ὑπὸ τῆ τάξει πράττων· καὶ φυλάττεται ἐκεῖ.

Καὶ διὰ τὸ ὁμότεχνον εἶναι, ἔμενε παρ’ αὐτοῖς καὶ εἰργάζετο· ἦσαν γὰρ σκηνοποιοὶ τὴν τέχνην. διελέγετο δὲ ἐν τῇ συναγωγῇ κατὰ πᾶν σάββατον, ἔπειθέ τε Ἰουδαίους καὶ Ἕλληνας. Ὡς δὲ κατῆλθον ἀπὸ τῆς Μακεδονίας ὅ τε Σίλας καὶ ὁ Τιμόθεος, συνείχετο τῷ Πνεύματι ὁ Παῦλος, διαμαρτυρόμενος τοῖς Ἰουδαίοις εἶναι Χριστὸν Ἰησοῦν.

Τοῦ Χρυσοστόμου. Πάρ’ αὐτῷ μένει, καὶ οὐκ αἰσχύνεται μένων· ἀλλὰ καὶ διὰ τοῦτο μένει, ὡς ἐπιτήδειον εὑρὼν καταγώγιον·

302
πολλῷ γὰρ αὐτῷ τῶν βασιλείων ἐπιτηδειότερον ἦν· καὶ μὴ γελάσῃς, ἀγαπητέ· καθάπερ γὰρ ἀθλητῇ ἡ παλαίστρα τῶν ἁπαλῶν στρωμάτων μᾶλλον χρήσιμον, οὕτω καὶ πολεμιστῇ τὸ ξίφος τὸ σιδηροῦν, ἀλλ’ οὐ τὸ χρυσοῦν· καὶ εἰργάζετο κηρύττων· αἰσχυνθῶμεν ἡμεῖς οἱ καὶ χωρὶς τοῦ κηρύττειν ἀργῶς ζῶντες.

Τοῦ αὐτοῦ. Μηδεὶς τοίνυν αἰσχυνέσθω τῶν τὴν τέχνην ἐχόντων, ἀλλ’ οἱ εἰκῆ τρεφόμενοι καὶ ἀργοῦντες· οἱ διακόνοις κεχρημένοι πολλοῖς, καὶ ἀφάτου θεραπείας ἀπολαύοντες. τὸ γὰρ διὰ παντὸς ἐργαζόμενον τρέφεσθαι, φιλοσοφίας εἶδος ἐστί· τούτων αἱ διάνοιαι καθαρώτεραι· τούτων αἱ διάνοιαι εὐτονώτεραι· ὁ γὰρ ἀργῶν πολλὰ εἰκῆ μᾶλλον πράττει x· καὶ ἐργάζεται δι’ ὅλης ἡμέρας οὐδὲν, πολλῆς νάρκης ἐμπεπλησμένος· ὁ δὲ ἐν ἐργασίᾳ ὣν, οὐδὲν ταχέως περιττὸν παραδέξεται· οὔτε ἐν ἔργοις, οὔτε ἐν λόγοις, οὔτε ἐν ἐννοίαις. ὅλη γὰρ δι’ ὅλης συντέταται πρὸς τὸν ἐπίπονον βίον ἡ ψυχή. μὴ τοίνυν καταφρονῶμεν τῶν ἀπὸ τῶν χειρῶν τρεφομένων, ἀλλὰ καὶ μᾶλλον αὐτοὺς μακαρίζωμεν διὰ τοῦτο. Καὶ πάλιν —Παῦλος οὗτος μετὰ μυρίους διαύλους, κατὰ τοσαῦτα θαύματα, ἐπὶ σκηνορραφείουy ἑστὼς δέρματα ἔρραπτε· καὶ ᾐδοῦντο αὐτὸν ἄγγελοι, καὶ δαίμονες ἔτρεμον· καὶ οὐκ ᾐσχύνετο λέγων, “ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ’ ἐμοῦ, ὑπηρέτησαν αἱ χεῖρες “αὗται.”

Τοῦ αὐτοῦ. Ὁ Κύριος ἐν φάτνῃ ἐτέθη τεχθεὶς, καὶ μητέρα ἔλαβεν εὐτελῆ· καὶ τῷ πρὸς καπηλείαν βλέποντι ἔλεγεν· “ὁ δὲ “υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει τὴν κεφαλὴν ποῦ κλίνῃ· ὁμοίως καὶ οἱ αὐτοῦ μαθηταὶ τὸν αὐτὸν διετήρουν νόμον, εἰς τὰς τῶν πενήτων οἰκίας καταγόμενοι· καὶ ὁ μὲν πρὸς βυρσέα, ὁ δὲ πρὸς σκηνορράφον z· κατέλυον καὶ πρὸς πορφυρόπωλιν a· οὐ γὰρ οἰκίας περιφάνειαν, ἀλλὰ ψυχῶν ἀρετὰς ἐπεζήτουν.

Ἀμμωνίου. Σημειωτέον ὅτι εἰργάζετο ὁ Ἀπόστολος, καὶ σκηνοπηγικὴν εἶχε τέχνην.

Ἀνθισταμένων δὲ αὐτῶν καὶ βλασφημούντων, ἐκτιναξάμενος αὐτοῦ τὰ ἱμάτια, εἶπε πρὸς αὐτούς·

[*](x Add. rec, m. in marg. πολλὰ εἰκῆ μᾶλλον φθέγγεται. y ἐπισκηνοραφείου Cod. z σκηνοράφον Cod. a πορφυρόπολιν Cod.)
303

Τοῦ Χρυσοστόμου. Ὥστε μὴ ῥήματι μόνον, ἀλλὰ καὶ πράγ- ματι φοβῆσαι· καὶ σφοδρότερον διαλέγεται, ἅτε καὶ πολλοὺς πεπεικώς. Καὶ πάλιν—Σφοδρῶς αὐτοὺς φοβήσας ὁ Παῦλος ἀφίσταται ἀυτῶν.

Τὸ αἷμα ὑμῶν ἐπὶ τὰς κεφαλὰς ὑμῶν· καθαρὸς ἐγώ·

Ἀμμωνίου. “To αἷμα ὑμῶν ἐπὶ τὴν κεφαλὴν ὑμῶν· ἀσαφές ἐστι τὸ ῥητόν· ο7μαι δὲ αὐτὸ τοῦτο λέγειν· ἕκαστος τῶν ἀπιστούν- ἀπιστούντων Χριστῷ, ὅς ἐστι ζωὴ, δοκεῖ ἑαυτὸν φονεύειν, ἀπὸ τῆς ζωῆς μεταβαίνων εἰς θάνατον· τὸ αἷμα ἑαυτοῦ τρόπον τινὰ ἐκχέων διὰ τῆς σφαγῆς, ἣν ἐπιφέρει ἑαυτῷ· τοῦτο οὖν φησίν· ἀνθ’ ωτν σφά- δίκην, ἐμοῦ ἀθῴου ὄντος. ἐκ ταύτης δὲ τῆς σημειώσεως δυνατὸν τάχα εἰπεῖν, ὅτι ὁ σφάζων ἑαυτὸν τιμωρεῖται ὡς φονεὺς παρὰ τῷ Θεῷ· εἰ δὲ ἄλλος τις γένηται αἴτιος αὐτῷ τούτου, κἀκεῖνος· τι γὰρ ὅτι διωκόμενός τις ὑπό τινος, καὶ ῥίψας ἑαυτὸν κατὰ κρημνῶν ἀπέθανεν, ἣ καὶ ὑπὸ πολλῆς περιστάσεως, καὶ πικρᾶς φυλακῆς, καὶ ποικίλων ἐπιπολὺ βασάνων συνεχόμενος, δηλητηρίῳ ἐχρήσατο;

Ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύομαι. καὶ μεταβὰς ἐκεῖθεν, ἦλθεν εἰς οἰκίαν τινὸς ὀνόματι Τίτου Ἰούστου, σεβομένου τὸν Θεὸν,

Τοῦ Χρυσοστόμου. Ὄρα πῶς πάλιν εἰπὼν “ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη, οὐδὲ οὕτως αὐτῶν ἀμελεῖ. ὥστε τοῦ διεγεῖραι ἕνεκεν ἔλεγε τοῦτο.

Οὗ ἡ οἰκία ἦν συνομοροῦσα τῇ συναγωγῇ.

Τοῦ Αὐτοῦ. Ὥστε καὶ ἀπὸ τούτου ζῆλον ἔχειν ἀπὸ τῆς γειτ- νιάσεως.

* Περὶ Κρίσπου ἀρχισυναγώγου πιστεύσαντος σὺν ἑτέροις τισὶ καὶ βαπτισθέντος.

Κρίσπος δὲ ὁ ἀρχισυνάγωγος ἐπίστευσε τῷ Κυρίῳ σὺν ὅλῳ τῷ οἰκῶ αὐτοῦ· καὶ πολλοὶ τῶν Κορινθίων ἀκούοντες ἐπίστευον καὶ ἐβαπτίζοντο.

Τοῦ Αὐτοῦ. Ὄρα γοῦν εὐθέως τὸν ἀρχισυνάγωγον Κρίσπον πεισθέντα, καὶ ἑτέρους πολλοὺς, τούτου γενομένου· “καὶ ἐβαπτί-

304
“ζοντο·” τοῦτον λέγει Κρίσπον, ὡς καὶ γράφων φησὶν, “οὐδένα “ἐβάπτισε εἰ μὴ Κρίσπον καὶ Γάϊον·” τοῦτον οἰμαι καὶ Σωσθένην λέγεσθαι, ἄνδρα πιστὸν, ὥστε καὶ τύπτεσθαι καὶ παρεῖναι ἀεὶ τῷ Παύλῳ· ἔπειθε δὲ τὸν Κρίσπον τὸ πλῆθος, ἡ δὲ οἰκείωσις τοῦ Χριστοῦ πλέον· μείζων γὰρ ὁ κίνδυνος ἐγίνετο λοιπὸν, καὶ τῶν πλειόνων πιστευόντων, καὶ του ἀρχισυναγώγου.

Εἶπε δὲ ὁ Κύριος ἐν νυκτὶ δι’ ὁράματος τῷ Παύλῳ, μὴ φόβου, ἀλλὰ λάλει καὶ μὴ σιωπήσῃς· διότι ἐγώ εἰμι μετὰ σοῦ, καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε· διότι λαός μοι πολύς ἐστιν ἐν τῆ πόλει ταύτῃ. ἐκάθισε δὲ ἐνιαυτὸν καὶ μῆνας ἓξ, διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ Θεοῦ.

Ἀμμωνίου. Σημειωτέον ὅτι εἶδε τὸν Κύριον Ἰησοῦν ὁ δι’ ὀνείρων· διὸ καὶ αὐτὸς ἔλεγεν· “οὐχὶ Ἰησοῦν τὸν Κύριον ἡμῶν “ἑώρακα;” εἴτε δὲ δι’ ὀνείρων, εἴτε καὶ ἐγρηγορὼς ἐθεώρησε τὸν Ἰησοῦν, οὐδεμία διαφορά· πλὴν καὶ ἐν ἡμέρᾳ ὤφθη αὐτῷ.

Διδύμου. Ἐν Κορίνθῳ τυγχάνοντι τῷ Ἀποστόλῳ, ὁ Θεὸς ὁράματος ὀφθεὶς, προτρέπεται αὐτὸν μὴ φείδεσθαι τοῦ λέγειν τὸν τῆς διδασκαλίας λόγον· τὴν αἰτίαν τοῦ μὴ δεῖν σιωπᾶν, ἀλλὰ λαλεῖν αὐτὸν, δηλώσας· ἔστι δὲ αὕτη· πολλοὺς εἶναι ἐν τῇ πόλει τῇ προκειμένῃ γνωσθέντας αὐτῷ τῷ Θεῷ, ὡς παραδέξονται τὴν κηρυττομένην διδασκαλίαν· ἐπεὶ γὰρ εἰκὸς ἦν ἄνθρωπον ὄντα δεδιέναι ἐπιβουλὴν, σχεδὸν γὰρ πάντες εἰσέτι τότε εἰδωλολάτραι ἐτύγχανον, παραθαρσύνει, καὶ εἰς ἀνδρίαν ἀλείφει τὸν διδάσκαλον, φήσας, μετὰ σοῦ εἰμι, κωλύων πάντας τοὺς ἐπιτιθεμένους κακῶσαί σε· ὡς μηδὲ τὰς χεῖρας ἐπιβαλεῖν κατὰ σοῦ. ἐπεὶ οὖν χρῶνται τῷ ῥητῷ οἱ τὰς φύσεις εἰσάγοντες, φάσκοντες πολλοὺς εἶναι ἐν Κορίνθῳ τῆς πνευματικῆς φύσεως, οἳ καὶ λαὸς εἰσὶ τοῦ Θεοῦ, ῥητέον, ὡς οὐ διὰ φύσιν, ἀλλ’ εὐσεβῆ πρόθεσιν, οἰκειοῦται τις τῷ Θεῷ· οὕτω γὰρ καλεῖ λοιπὸν λαὸν ἑαυτοῦ τὸν οὐκ ὄντα αὐτοῦ πρότερον· ὅθεν Θεοῦ ὄντος τοῦ εἰρηκότος λαὸν εἶναι ἐκεῖ πλείονα, λεκτέον, ὡς εἶδεν ἤδη τὴν ἐσομένην συγκατάθεσιν πρὸς τὴν διδασκαλίαν.

305

* Στάσεως κινηθείσης ἐν Κορίνθῳ, ὁ Παῦλος ὑπεχώρησεν, ἐλθὼν τὲ εἰς Ἔφεσον καὶ διαλεχθεὶς ἐξῆλθεν.

Γαλλίωνος δὲ ἀνθυπάτου ὄντος τῆς Ἀχαίας, κατεπέστησαν ὁμοθυμαδὸν οἱ Ἰουδαῖοι τῷ Παύλῳ, καὶ ἤγαγον αὐτὸν ἐπὶ τὸ βῆμα, λέγοντες, ὅτι παρὰ τὸν νόμον οὗτος ἀναπείθει τοὺς ἀνθρώπους σέβεσθαι τὸν Θεόν.

Τοῦ Χρυσοστόμου. Ὄρα διὰ πόσων αὐτὸν ὁ Κύριος πείθει· καὶ ὃ μάλιστα αὐτὸν ᾔδει, τοῦτο ὕστερον αὐτῷ λέγει· “ὅτι λαὸς “πολύς ἐστί μοι ἐν τῇ πόλει ταύτῃ· πῶς οὖν συνεπέθεντο, εἴποιτό τις ἄν; καὶ μὴν οὐδὲν ἴσχυσαν· ἀλλ’ ἦγον αὐτὸν πρὸς τὸν ἀνθύπατον· πάτον· ἱκανὸν δὲ αὐτὸν τοῦτο διαναστῆσαι τὸ μὴ παθεῖν· εἴτε ἠλέγχθη φοβούμενος, ἢ οὐκ ἠλέγχθη· οὐ γὰρ εἴασεν αὐτοὺς ὁ Κύριος ἀεὶ πάσχειν κακῶς, ὥστε μὴ ἀσθενεστέρους γενέσθαι· οὐδὲν δὲ οὕτως ἐλύπει τὸν Παῦλον, ὡς οἱ ἀπειθοῦντες, ὡς οἱ ἀντιταττόμενοι· τοῦτο καὶ τῶν κινδύνων χαλεπώτερον ἦν· διὰ τοῦτο αὐτῷ φαίνεται νῦν.

Μέλλοντος δὲ τοῦ Παύλου ἀνοίγειν τὸ στόμα, εἶπεν ὁ Γαλλίων πρὸς τοὺς Ἰουδαίους,

Τοῦ Χρυσοστόμου. Ἐπιεικής τις ἄνθρωπος οὗτος εἶναί μοι δοκεῖ· ἀπετείχισεν αὐτοῖς τὸ δικαστήριον· λαμπρὰ γέγονεν ἡ νίκη· δείκνυσι τῶν Ἰουδαίων τέως κατὰ τὸ πρόχειρον τὴν παράνομον κατὰ τοῦ Παύλου κατηγορίαν ὁ ἀνθύπατος, ἀποβαλλόμενος αὐτούς· καὶ κατακρίνει τὸν Πιλάτον, τὸν μηδεμίαν εὑρηκότα κατηγορίαν κατὰ τοῦ Θεοῦ Λόγου Ἰησοῦ, καὶ μαστιγώσαντα αὐτὸν, καὶ παρα- δόντα εἰς θάνατον· καίτοι αὐτὸς λέγων, “ὅτι οὐδεμίαν εὑρίσκω “ἀφορμὴν θανάτου κατὰ τοῦ ἀνθρώπου τούτου.

Εἰ μὲν ἦν ἀδίκημά τι ἢ ῥᾳδιούργημα πονηρὸν, ὦ Ἰουδαῖοι, κατὰ λόγον ἂν ἠνεσχόμην ὑμῶν· εἰ δὲ ζήτημά ἐστι περὶ λόγου καὶ ὀνομάτων καὶ νόμου τοῦ καθ’ ὑμᾶς, ὄψεσθε αὐτοί· κριτὴς γὰρ τούτων οὐ βούλομαι εἶναι· καὶ ἀπήλασεν αὐτοὺς ἀπὸ τοῦ βήματος. ἐπιλαβόμενοι δὲ πάντες οἱ Ἰουδαῖοι Σωσθένην τὸν ἀρχισυνάγωγον,

306
ἔτυπτον ἔμπροσθεν τοῦ βήματος· καὶ οὐδὲν τούτων τῷ Γαλλίωνι ἔμελλεν.

Τοῦ αὐτοῦ. τυπτομένου γὰρ αὐτοῦ οὐχ ἡγήσατο ἰδίαν εἰναι ὕβριν, οὕτως ἦσαν ἰταμοὶ Ἰουδαῖοι· ὣ τῆς αἰσχύνης· ἀναισχύντησαν, καὶ οὐδὲν τῷ Γαλλίωνι ἔμελλε· καίτοι εἰς τὴν αὐτοῦ ὕβριν τὸ πρᾶγμα ἦν· ἀλλ’ ὡς δῆθεν ἐξουσίαν λαβόντες ἔτυπτον· διατὶ μὴ ἐκεῖνος ἐτύπτησε; καίτοι αὐτὸς ἐξουσίαν εἶχεν· ἀλλ’ ἐπαιδεύοντο, ὥστε καὶ τὸν δικαστὴν μαθεῖν, τίς ἦν ὁ ἐπιεικέ- στερος·

Ἀμμωνίου. Ἢ διὰ τοῦτο ἔτυπτον τὸν Σωσθένην, ἐπειδὴ καὶ αὐτὸς ἦν μᾶλλον προστιθέμενος τῷ Παύλῳ, ὡς καὶ Κρίσπος ὁ ἀρχισυνάγωγος· ἣ εἰς τοσοῦτον ἤσαν ἐληλακότες μανίας, ὅτι ἀπο- τυχόντες τοῦ σκοποῦ ἑαυτῶν, ἀντὶ τοῦ τύπτειν τὸν Παῦλον, Σωσθένην τὸν ἀρχισυνάγωγον ἔτυπτον· ἣ διὰ τοῦτο ἔτυπτον αὐτὸν, ἐπειδὴ ἠβουλήθησαν αὐτὸν φονεῦσαι τὸν Παῦλον, καὶ Σωσθένης διεκώλυσεν αὐτούς. Καὶ μετ’ ὀλίγα—Ἐπ’ αὐτοῦ τοῦ ἄρχοντος ἀκαθοσιώτως ποιοῦντες, ἔτυπτον Σωσθένην, τοῦτο λέγοντες· εἰ ὁ θέλων ποιεῖ ὃ θέλει, καὶ οὐκ ἔστι νόμος, ἰδοὺ ἡμεῖς τύπτομεν τοῦτον· καὶ οὐ προσεποιεῖτο αὐτοὺς ὁ ἀνθύπατος, ἀλλ’ εἴα αὐτοὺς τύπτειν ἀλλήλους· ἐπεὶ εἰ ἦσαν κατά τινος ἄλλου καὶ μὴ κἀς ἑαυτῶν ποιήσαντες τὸ ἄτοπον τοῦτο, πάντως εἶχεν αὐτοὺς σωφρονίσαι.

Ὁ δὲ Παῦλος ἔτι προσμείνας ἡμέρας ἱκανὰς, τοῖς ἀδελφοῖς ἀποταξάμενος, ἐξέπλει εἰς τὴν Συρίαν, καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ Ἀκύλας, κειράμενος ἐν Κεγχρεαῖς τὴν κεφαλήν· εἶχε γὰρ εὐχήν.

Τοῦ Χρυσοστόμου. Ὄρα πῶς ὁ νόμος κατελύετο. ὅρα πῶς τῷ συνειδότι κατείχοντο· τοῦτο γὰρ Ἰουδαῖκὸν ἦν τὸ κείρεσθαι τὰς κεφαλὰς κατ’ εὐχήν ἔδει δὲ καὶ θυσίαν γενέσθαι, ἥτις οὐκ ἐγέ- νετο ἔτι μετὰ τὸ τυφθῆναι τὸν Σωσθένην· ἔδει γὰρ αὐτὸν ἔτι μένειν καὶ παρακαλέσαι περὶ τούτων· τί πάλιν ἐπιθυμεῖ τὴν Συρίαν καταλαβεῖν; ἐνταῦθα ἐχρηματίσθησαν οἱ μαθηταὶ καλεῖσθαι Χριστιανοί· ἐνταῦθα παρεδόθη τῇ χάριτι τοὐ Θεοῦ· ἐνταῦτθα τοιαῦτα ἤνυσε πράγματα κατὰ τὸ δόγμα.

[*](b τυπτηθῆναι Cod.)
307

ἘΞ ἀνεπιγράφου. Ἐπειδὴ ἐδόκει τοῖς Ἰουδαίοις τοῦ νόμου διδάσκειν, καὶ ἐσκανδαλίζοντο πολλοὶ εἰς αὐτὸν, καὶ οὐ παρεδέχοντο τὸ κήρυγμα, τούτου χάριν καὶ ἐνταῦθα καὶ ἐν τῷ ἱερῷ ἐν Ἱεροσολύμοις, οἰκονομικῶς τοῦτο πράσσει· καὶ τοῦτο ἦν ὃ αὐτὸς ἔλεγεν, “ἐγενόμην τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον, ἵνα τοὺς ὕπο νόμον κερδήσω.

Ἀμμωνίου. Εὐχὴν ἣν λέγει ὑπόσχεσιν ὑποσχόμενος ἦν τὴν τρίχα ἵνα μηκέτι ὡς κοσμικὸς τὰ τῶν κοσμικῶν πραττει· ἀλλ’ ὡς κατὰ Θεὸν ζῶν παραμείνῃ τῇ Ἐκκλησίᾳ σχολάζων τὸ ἀκόλουθον τοῖς Ἀποστόλοις καὶ μαθηταῖς· καὶ Ἀκύλας δὲ ἐξ ὑποσχέσεως ἀπέκοψεν ἑαυτοῦ τὰς τρίχας. σημειωτέον δὲ ὅτι οἱ θέλοντες δῆθεν θεοσεβῶς ζῆν, ἐποίουν τοῦτο· ὥστε οὖν καλῶς καὶ οἱ μονάζοντες καὶ αἱ κανονικαὶ ἀποκείρονται τὴν κόμην· οὐχ ἁπλῶς δὲ τοῦτο ἐποίουν, ἀλλ’ ἔθος ἦν παλαιὸν Ἰουδαίοις τοῦτο, ὡς ἐν τῷ λβ΄ κεφαλαίῳ εὑρήσεις· κἀκεῖνοι μὲν σκιοτύπως, ἡμεῖς δὲ ἀληθείᾳ τὸ ἔργον ποιοῦμεν, ἐν τῷ κόσμῳ διὰ τῆς ἀποκοπῆς τῆς κόμης ἀποταττόμενοι· ἐν τῷ κεφαλαίῳ τούτῳ μέμνηται ὁ συγγραφεὺς Ἀκύλα καὶ Πρισκίλλης καὶ Κρίσπου καὶ Τίτου· ὃν καὶ αὐτὸς ὁ Ἀπόστολος ἔν τισι τῶν Ἐπιστολῶν ἑαυτοῦ, ὡς καὶ Λουκᾶς μέμνηται καὶ Μάρκου καὶ Τιμοθέου οἱ ἦσαν σὺν αὐτῷ περινοστοῦντες.

Διδύμου. τοῦ Σωτῆρος μετὰ τὴν ἀνάστασιν εἰπόντος μαθηταῖς, “πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη· γνῶσιν εἶχον οἶς ἐνεχείρησε τὴν πρόσταξιν, ὡς θέλει ὁ Θεὸς πάντας ἀνθρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν· καὶ ἐπεὶ προδιῄρητο τῶν ἀνθρώπων τὸ γένος αἱρεσιλατρείας εἰς Ἰουδαίους καὶ Ἕλληνας, διαίρεσις γέγονε καὶ τῶν κηρύκων τοῦ Εὐαγγελίου· ὡς τοὺς μὲν ἐγχειρισθῆναι διδάσκειν τοῖς Ἰουδαίοις, τοὺς δὲ Ἀποστόλους εἶναι τῶν ἐθνῶν· ἀλλ’ ἐπεὶ σκοπὸν ἕνα εἶχον πάντες οἱ διδάσκαλοι, προσαγαγεῖν τῇ γνώσει τοῦ ἑνὸς Θεοῦ, καὶ τῇ κατηχήσει τοῦ Εὐαγγελίου· ἀμέλει Παῦλος ἐθνῶν Ἀπόστολος ὣν, εἰ ποτε παρετύγχανεν ὠφεληθῆναι δυνάμενος Ἰουδαίοις, Ἰουδαῖοις, Ἰουδαίοις ἐγένετο, ὅπως μὴ ἀλλοτριωθῶσιν αὐτοῦ ὡς ἀφιστῶντος νόμου, καίτοι ὑπεραναβὰς ἤδη τὸν τῆς σκιᾶς Ἰουδαϊσμόν· ταύτῃ γοῦν κατὰ τὰ πάτρια νόμιμα κείρεται τὴν κεφαλὴν ἐν Κεγχρεαῖς, εὐχὴν ἔχων περὶ τούτου, κατὰ διάταξιν τοῦ παλαιοῦ νόμου· ἀλλὰ καὶ

308
ἐν Ἱεροσολύμοις ἐλθὼν τοῖς ἔχουσι τὴν τοιαύτην εὐχὴν τέσσαρσιν ἀνδράσι συνέδραμε γνώμῃ, τῶν ἐκεῖ πρεσβυτέρων συμβουευσάντων λῦσαι αὐτὸν τὴν κρατήσασαν περὶ αὐτοῦ διαβολὴν, ὡς ἄρα ἀποστασίαν τοῦ νόμου διδάσκει· πρὸς τούτοις δι’ ὠφέλειαν ἑτέρων Ἰουδαίων περιτέμνει Τῖτον καὶ Τιμόθεον· δηλοῖ δὲ τὴν πρόθεσιν ἑαυτοῦ, καθ’ ἣν ταῦτ’ ἐποίει, γράψας, ὡς ἐπὶ τῷ κερδῆσαι αὐτοὺς, Ἰουδαῖος ἐγένετο αὐτοῖς· καὶ Πέτρος δὲ τῆς προειρημένης γνώμης ὢν, Ἀπόστολος τεθεὶς τῆς περιτομῆς, καὶ Ἕλληνας ἐδίδασκεν, ὅτε λόγος ᾕρει· εἰσῆλθε γοῦν πρὸς Κορνήλιον, καὶ πάντας τοὺς ἅμα αὐτῷ ἀκροβυστίαν ἔχοντας, πληροφορίαν ἔχων ὑπὸ Θεοῦ, μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον· ἀπολογεῖται γοῦν εἰδέναι, ὡς οὐκ ἔστι προσωπολήπτης ὁ Θεὸς, δεχόμενος τὸν ἐν παντὶ ἔθνει c καὶ τόπῳ φοβούμενον αὐτὸν, καὶ ἐργαζόμενον δικαιοσύνην· εἰ γὰρ τὸν οὕτως ἔχοντα ἀρετῆς δέχεται ὁ Θεὸς, οὐ συντελεῖ τι μετὰ τὸ Εὐαγγέλιον ἡ περιτομὴ πρὸς θεοσέβειαν· ὅθεν καὶ ποιῶσι τοιαῦτα τινὰ οἱ Ἀπόστολοι, διὰ σωτηρίαν τῶν προσερχομένων Ἐλλήνων τε καὶ Ἰουδαίων, ὡς ἀδιαφόροις αὐτοῖς χρῶνται· δεόντως αὐτὰ πράττοντες, δυνατοῦ ὄντος καὶ κακῶς αὐτοῖς χρήσασθαι ὑπ’ ἄλλων· ἔννοια γὰρ ἀδιαφόρου, τὸ οἷον τε εὖ καὶ χειρόνως αὐτοῖς χρήσασθαι.

Κατήντησε δὲ εἰς Ἔφεσον, κἀκείνους κατέλιπεν αὐτοῦ· αὐτὸς δὲ εἰσελθὼν εἰς τὴν συναγωγὴν, διελέχθη τοῖς Ἰουδαίοις.

Τοῦ Χρυσοστόμου. τούτους ἀφῆκεν εἰς Ἔφεσον, εἰκότως ὡς διδάσκοντας· τοσοῦτον γὰρ αὐτῷ συγγενόμενοι χρόνον πολλὰ ἐμάνθανον· καὶ ὅμως τῆς συνηθείας αὐτοὺς οὐκ ἀπήγαγεν οὐδέπω τῆς Ἰουδαϊκῆς· ὅρα γοῦν ἐνταῦθα καὶ παρακαλούμενον αὐτὸν μεῖναι· ἐπειδὴ δὲ οὐκ ἠνέσχετο, ἐπειγόμενος ἐλθεῖν, οὐχ ἁπλῶς αὐτοὺς εἴασεν, ἀλλὰ μετὰ ὑποσχέσεως· ἐκείνους δὲ τοὺς τόπους κατελάμβανεν, οἷς ἐπέβη πρὸ τούτου.

Ἐρωτώντων δὲ αὐτὸν ἐπὶ πλείονα χρόνον μεῖναι, οὐκ 1 ἐπένευσεν· ἀλλ’ ἀποταξάμενος αὐτοῖς καὶ εἰπὼν, δεῖ με πάντως τὴν ἑορτὴν τὴν ἐρχομένην ποιῆσαι εἰς Ἱεροσό- [*](c ἔθνη Cod.)

309
λύμα· πάλιν ἀνακάμψω πρὸς ὑμᾶς, τοῦ Θεοῦ θέλοντος, ἀνήχθη ἀπὸ τῆς Ἐφέσου· Τοῦ Χρυσοστόμου. Ο Παῦλος προφήτης ὣν, καὶ εἰδὼς ὅτι ἤμελλεν ἀναστρέφειν, ἐπηγγείλατο πάλιν ἀναστρέφειν· πλὴν ἵνα μή τις ὑπὸ προπετείας τὸ αὐτὸ ποιῇ, ἀτόπως ὑπισχνούμενος τόδε τι ποιεῖν, ἐδίδασκεν ἡμᾶς μηδὲν περὶ τῶν μελλόντων ὑπισχνεῖσθαι ποιει-ν,δίχα τοῦ εἰπεῖν “τοῦ Θεοῦ θέλοντος·” οὕτω γὰρ καὶ ὁ Ἰάκωβος παραινεῖ ἐν τῇ αὐτοῦ Ἐπιστολῇ· ** οὐ γάρ τις ο-ι’δε τί τέξεται ἡ ^’ ἐπιοῦσα ἡμέρα·” ἄφρων οὖν ὁ μὴ προσδιορίζων τῇ ἐπαγγελίᾳ τὸ, ἐὰν ὁ Κύριος θέλῃ· καὶ ἐὰν ὡς θαρρῶν, ὅτι πάντως ποιήσει, ἔπαγ’ γέληται, ἀκούσεται πολλάκις, ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαίρω· ἃ δὲ ὑπέσχω πότε ἔσται ; Καὶ κατελθὼν εἰς Καισάρειαν, ἀναβὰς καὶ ἀσπασά- μένος τὴν ἐκκλησίαν, κατέβη εἰς Ἀντιόχειαν. καὶ ποιψ σὰς χρόνον τινὰ, ἐξῆλθε, διερχόμενος καθεξῆς τὴν Γα- λατικὴν χώραν καὶ τὴν Φρυγίαν, ἐπιστηρίζων τοὺς μαθητάς. ἈMMΩΜ́ΩΥ. Ἔθος ἀεὶ τοῦτο τῶ Παύλῳ, ἐπισκέπτεσθαι τοὺς πιστοὺς, καὶ ἐπιστηρίζειν αὐτούς· εἰ γὰρ εὗρεν αὐτοὺς σαθρωθέν- σαθρωθέντας ἣ ἀτονίσαντας, διὰ τοῦ διδασκαλικοῦ αὐτοῦ λόγου ἀνεκούφιζεν αὐτοὺς, τὰ βάρη αὐτῶν ἐπιστηρίζων διὰ τοῦ Θεοῦ λόγου, ἵνα ἐλπί- ζοντας εἰς αὐτὸν ὡς δυνάμενον ἀνωρθῶσαι τοὺς κατερραγμένους, καὶ ἰσχυροποιῆσαι διὰ τῆς ἁγίας καὶ ἀφθάρτου αὐτοῦ σαρκὸς τὰ φθαρτὰ ἡμῶν μέλη, θαρσαλεώτεροι πρὸς τοὺς πόνους γένωνται. * Περὶ ’Λπολλδ ἀνδρὸς λογίου καὶ πιστοῦ. Ἰουδαῖος δέ τις Ἀπολλῶς ὀνόματι, Ἀλεξανδρεὺς τῷ γένει, ἀνὴρ λόγιος, κατήντησεν εἰς Ἔφεσον, δυνατὸς ὣν ἐν ταῖς γραφαῖς. ToT ΧΡΥΣΩΣTόMΩΥ. Ἴδου καὶ λόγιοι λοιπὸν ἐνήγοντο, καὶ ἀπο- δημοῦσι λοιπὸν καὶ οἱ μαθηταί· ὁρᾶς ἐπίδοσιν τοῦ κηρύγματος. Δ1ΔΎMοΥ. Ἐἰσὶ διαβεβαιούμενοι, ὡς Ἀπολλῶς ὁ αὐτός ἐστιν Ἀπελλῆς τῶν Κορινθίων Ἐπίσκοπος, περὶ οὗ γράφει Παῦλος· “περὶ δὲ Ἀπολλῶ πολλὰ παρεκάλεσα αὐτόν· καὶ “ὅτι ἐγὼ ἐφύ-
310
“τευσα, Ἀπολλῶς ἐπότισε· καὶ εἰ ἀληθὲς τοῦτο, σκόπει εἰ διώνυμος ὁ ἀνὴρ, εἰ ἄλλως μετεποίθη θάτερον τῶν ὀνομάτων εἰς τὸ λοιπόν.

Ἀμμωνίου. Πεπαιδευμένος τὴν θείαν γραφὴν, καὶ λόγον δυνάμενος τοῖς ἐρωτῶσι, καὶ ἱκανὸς ὣν εἰς τὸ παραστῆσαι τὰ νέα τῇ παλαιᾷ συνᾴδοντα, καθὼς παρακατιών φησι, “δυνατὸς “ὣν ἐν ταῖς γραφαῖς.”

Οὗτος ἦν κατηχημένος τὴν ὁδὸν d τοῦ Κυρίου, καὶ ζέων τῷ Πνεύματι, ἐλάλει καὶ ἐδίδασκεν ἀκριβῶς τὰ περὶ τοῦ Ἰησοῦ, ἐπιστάμενος μόνον τὸ βάπτισμα Ἰωάννου·

Τοῦ Χρυσοστόμου. Εἰ τὸ βάπτισμα μόνον Ἰωάννου ἠπίστατο οὗτος, πῶς τῷ Πνεύματι ἔζη; τὸ γὰρ Πνεῦμα οὐχ οὕτως ἐδίδοτο· καὶ εἰ οἱ μετὰ τοῦτον ἐδεήθησαν τοῦ βαπτίσματος τοῦ Χριστοῦ, πολλῷ μᾶλλον καὶ οὗτος ἐδεήθη ἄν· τί οὖν ἐστιν εἰπεῖν; οὐδὲ γὰρ ἁπλῶς ἐφεξῆς ἔθηκεν ἀμφότερα· ἐμοὶ δοκεῖ οὗτος εἶναι τῶν ρκ τῶν μετὰ τῶν Ἀποστόλων βαπτισθέντων· ἢ εἰ μὴ τοῦτο, ὅπερ ἐπὶ τοῦ Κορνηλίου γέγονε, γεγένηται καὶ ἐπὶ τούτῳ· ἀλλ’ οὐδὲ βαπτί- ζεται· τὸ οὖν ἀκριβῶς ἐξετασθὲν τὸ ἐμοὶ δοκεῖ τοῦτο εἶναι· ὅτι καὶ βαπτισθῆναι αὐτὸν ἔδει, ἐπεὶ οἱ δώδεκα οἱ ἄλλοι οὐδὲν ᾔδεσαν ἀκριβὲς οὐδὲ τὰ περὶ Ἰησοῦ, εἰκὸς δὲ αὐτὸν καὶ βαπτισθῆναι· εἰ δὲ οὗτοι οἱ Ἰωάννου μετὰ τὸ βάπτισμα πάλιν ἐβαπτίζοντο, ἔδει καὶ τοὺς μαθητὰς τοῦτο.

ΕΞ ἀνεπιγράφου. Ὅτι μὲν ὁ Χριστὸς ἐπεδήμησεν, καὶ ὅτι θεοσημείας ἐποίησε πολλάς· καὶ τάδε τυχὸν ᾠκονόμησεν· εἰκὸς δὲ ἀγνοεῖν τῆς ἐπιδημίας τὴν αἰτίαν, ὅτι διὰ τοῦτο πάραγέγονεν, ἵνα καταλύσῃ τὸν πόλεμον, καὶ ἀνέλῃ τὴν ἔχθραν, καὶ συνάψῃ τῷ Πατρὶ, καὶ πατήσῃ θάνατον, καὶ ἀνοίξῃ τὸν ᾅδην, καὶ ἐξαγάγῃ ἐκ σκότους, καὶ ἀναγάγῃ εἰς οὐρανὸν, καὶ συνθρόνους ἐν ἑαυτῷ ποιήσῃ, καὶ τῆς δόξης μεταδῷ τῆς βασιλικῆς· ταῦτα γὰρ ἐπλουτήσαμεν δι’ αὐτοῦ, ἐν αὐτῷ μένοντες.

Ἀμμωνίου. Πῶς οὗτος μόνον εἰς τὸ Ἰωάννου βάπτισμα εἶχε Πνεῦμα Ἅγιον, οἱ δὲ παρακατιόντες οὐκ εἶχον; πρὸς ὃ [*](d τὸν λόγον Cod.)

311
δεῖ εἰπεῖν, ὅτι μᾶλλον διὰ τοῦτο ἔζεε τῷ Πνεύματι ὁ Ἀπελλῆς, ἐπειδὴ τῇ χάριτι Θεοῦ φωταγωγηθεὶς, ἀκριβῶς ἠπίστατο, καὶ ἐδίδασκεν ἀπὸ τῶν γραφῶν, ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστός· καὶ αὐτὴ ἡ γνῶσις οὐκ εἴα αὐτὸν ἠρεμεῖν, ἀλλ’ ἐδίδασκε καὶ αὐτὸς καὶ οἱ μαθηταὶ τὰ περὶ τοῦ Ἰησοῦ, ἔργον ποιῶν εὐαγγελιστοῦ. σημειωτέον δὲ ὅτι καὶ γυναῖκας τὸν λόγον τῆς πίστεως παραδιδούσας χρὴ πείθεσθαι· βλέπε δὲ πῶς ὅλως τοῦ σωθῆναι ἦν ὁ Ἀπελλῆς, ὅτι καίπερ λόγιος ὣν, καὶ τὰ τῆς γραφῆς διαγινώσκων ἀπόκρυφα, οὐκ ἀπηξίωσε τὸ ἀκριβὲς τῆς πίστεως παρὰ γυναικὸς μαθεῖν· οὐδὲ πρὸς τῦφον ἐτράπη, παρὰ γυναικὸς ἀκούων ὡς ἐν ἐλεγμῷ, ὅτι ἁπλούστερον τὰ περὶ τῆς οἰκονομίας τοῦ Θεοῦ λόγου κατηχήθης· διὸ ἠκρίβαζεν αὐτῷ τὰ τῆς πίστεως διὰ τῆς διδασκαλίας, καὶ κατεδέχετο ὁ Ἀπελλῆς ἀκούων· ᾔδει μὲν ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ τοῦ Θεοῦ παῖς, καὶ συνίστατο ἀπὸ τῆς γραφῆς· πλὴν ἀτελὴς ἦν, μὴ εἰδὼς τὰ διὰ τοῦ Πνεύματος τοῖς Ἀποστόλοις λαληθέντα καὶ θεσπισθέντα· διὸ καὶ ἀκριβέστερον αὐτῷ οἱ περὶ Ἀκύλαν, ὡς ἀκολουθήσαντες τῷ Παύλῳ, ἐξέθεντο τὴν ὁδὸν τοῦ Θεοῦ· οἷον, τὴν ἐν Πνεύματι λατρείαν, καὶ τὴν ἀχειροποίητον περιτομὴν, καὶ ὅσα ἄλλα πρὸς καταρτισμὸν τῆς Ἐκκλησίας ἐλέγετο.

Οὗτός τε ἤρξατο παρρησιάζεσθαι ἐν τῆ συναγωγῇ. ἀκούσαντες δὲ αὐτοῦ Ἀκύλας καὶ Πρίσκιλλα, προσελάβοντο αὐτὸν, καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴν ὁδὸν τοῦ Κυρίου. βουλομένου τὲ αὐτοῦ διελθεῖν εἰς τὴν Ἀχαίαν, προτρεψάμενοι οἱ ἀδελφοὶ ἔγραψαν τοῖς μαθηταῖς ἀποδέξασθαι αὐτόν·

Τοῦ Χρυσοστόμου. Πολλὴ ἦν ἡ παρρησία τοῦ ἀνδρός· ἀκριβῶς ἐλάλει τὰ περὶ τοῦ Ἰησοῦ, ἀλλ’ ἐδεῖτο ἀκριβείας, ἑτέρας διδασκαλίας· ταύτῃ τοι καὶ οὐκ εἰδὼς πάντα, ἀπὸ τῆς προθυμίας ἐπεσπάσατο τὸ Πνεῦμα τὸ Ἅγιον, καθάπερ οἱ περὶ Κορνήλιον.

Ὃς παραγενόμενος συνεβάλετο πολὺ τοῖς πεπιστευκόσι διὰ τῆς χάριτος· εὐτόνως γὰρ τοῖς Ἰουδαίοις διακατηλέγχετο δημοσίᾳ, ἐπιδεικνὺς ἀπὸ τῶν γραφῶν, εἶναι τὸν Χριστὸν Ἰησοῦν.

Τοῦ Χρυσοστόμου. τῷ μὲν οὖν δημοσίᾳ ἐλέγχειν ἡ παρρησία

312
ἐδείκνυτο, τῷ δὲ σαφῶς ἡ δύναμις ἐδηλοῦτο· τὸ δὲ ἐκ τῶν γραφῶν ἐπιδείκνυσιν ἡ ἐμπειρία· οὔτε γὰρ ἡ παρρησία τι συνετέλει καθ’ ἑαυτὸ, οὐκ οὔσης δυνάμεως· οὔτε ἡ δύναμις, οὐκ οὔσης παρρησιας.

Ἀμμωνήου. Δεῖ γὰρ εὔτονον εἶναι τὸν πιστὸν καὶ μὴ καταλελυμένον, κατὰ τῶν ἀνθισταμένων τοῖς τῆς Ἐκκλησίας θεσμοῖς, καὶ τῆ ἀκαπηλεύτῳ πίστει.

Διδύμου. Οὐ διαφωνεῖ τὸ ἀκριβέστερον λαλεῖν τὰ περὶ τοῦ Ἰησοῦ τῷ ἀκριβέστερον ἐνδιαθέσθαι τὰ περὶ τῆς ὁδοῦ τῆς Χριστοῦ διδασκαλίας· δυνατὸν γὰρ ὁλοσχερῶς γνῶσιν ἔχοντα τῶν περὶ Ἰησοῦ ἀκριβῆ, δεέσθαι τῆς λεπτομερεστάτης αὐτῶν ἐξηγήσεως· ὁ προκείμενος γὰρ ἀνὴρ, Ἰουδαῖος ὑπάρχων δυνατὸς ἠπίστατο τὰς παλαιὰς γραφὰς, τὰς περὶ τοῦ Ἰησοῦ μαρτυρούσας· εἰτα λόγιος ὢν τῷ πνεύματι ἐλάλει, καὶ ἐδίδασκεν ἃ ᾔδει περὶ τοῦ Ἰησοῦ ἐν ταῖς συναγωγαῖς· τοῦτον προσλαμβάνουσιν οὕτω σπουδῆς ἔχοντα, ἀκουσταὶ γενόμενοι τοῦ Ἀποστόλου Παύλου Ἀκύλας καὶ Πρίσκιλλα, ἐπὶ τῷ παραδοῦναι αὐτῷ πᾶσαν τὴν εὐαγγελικὴν ὁδόν· εἰκὸς οὖν τὸν Ἀπελλῆν εἰδέναι, ὅτι Ἰησοῦς ἐπεδήμησε τοῖς ἀνθρώποις, καὶ τάδε ᾠκονόμησε· μὴ μὴν εἰδέναι τῆς ἐπιδημίας τὴν αἰτίαν.

Περὶ βαπτίσματος καὶ τῆς τοῦ Ἁγίου Πνεύματος δωρεᾶς δοθείσης διὰ προσευχῆς Παύλου τοῖς ἐν Ἐφέσω πιστεύσασι, καὶ περὶ ἰάσεως τοῦ λαοῦ.

Ἐγένετο δὲ ἐν τῷ τὸν Ἀπολλῶ εἶναι ἐν Κορίνθῳ, Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη ἐλθεῖν εἰς Ἔφεσον· καὶ εὑρεῖν τινὰς μαθητὰς, εἶπε πρὸς αὐτοὺς, εἰ Πνεῦμα Ἅγιον ἐλάβετε πιστεύσαντες; οἱ δὲ πρὸς αὐτὸν, ἀλλ’ οὐδὲ εἰ Πνεῦμα Ἅγιόν ἐστιν, ἠκούσαμεν. εἶπέ τε, εἰς τί οὖν ἐβαπτίσθητε;

Πολλῶ οὗτοι ἐκείνων διεστήκασιν· οἱ μηδὲ εἰ Πνεῦμα Ἅγιόν ἐστιν εἰδότες· ὅτι γὰρ οὐδὲ εἰς Χριστὸν ἐπίστευον, δῆλον ἐκ τοῦ ειπειν, εἰς τὸν ἐρχόμενον μετ’ αὐτὸν ἴνα πιστεύσωσι· καὶ οὐκ εἶπεν ὅτι οὐδέν ἐστι τὸ βάπτισμα Ἰωάννου, ἀλλ’ ὅτι ἀτελές· οὐδὲ προσέθηκεν, ἀλλ’ ἐδίδασκεν, καὶ πολλοὶ τὸ Πνεῦμα ἐλάμβανον·

313
ὥστε εἰκὸς ἢν αὐτοὺς Πνεῦμα ἔχειν, μὴ φαίνεσθαι δὲ, οὐ γὰρ ἐβούλετο περιάγειν αὐτοὺς, ἀλλ’ εἰς Ἔφεσον καταλιπεῖν· οὗτοι δὲ μετὰ ταῦτα τὴν Κόρινθον ᾤκησαν· καὶ μεγάλα αὐτοῖς μαρτυρεῖ, καὶ Ῥωμαίοις ἐπιστέλλων προσαγορεύει αὐτούς· ὅθεν μοι δοκεῖ πη αὐτὰ εἰς Ῥώμην ἀπελθεῖν, ἅτε ἐμφιλοχωροῦντας τοῖς τόποις ἐκείνοις ὅθεν ἐξέπεσαν ἐπὶ Νέρωνος.

Οἱ δὲ εἶπον, εἰς τὸ Ἰωάννου βάπτισμα. εἶπε δὲ ὁ Παῦλος, Ἰωάννης ἐβάπτισε βάπτισμα μετανοίας, τῷ λαῷ λέγων, εἰς τὸν ἐρχόμενον μετ’ αὐτὸν ἵνα πιστεύσωσι, τουτέστιν εἰς τὸν Χριστὸν Ἰησοῦν.

Τοῦ Χρυσοστόμου. Πόθεν ἐκεῖνοι ἐν Ἐφέσῳ ὄντες τὸ βάπτισμα εἶχον Ἰωάννου; ἴσως ἐπεδήμησαν τοῖς Ἰεροσολύμοις τότε, καὶ ἀπῆλθον, καὶ οὐδὲ τὸν Ἰησοῦν ἠπίσταντο· καὶ οὐ λέγει αὐτοῖς, πιστεύετε εἰς τὸν Ἰησοῦν· ἀλλὰ τι; “εἰ Πνεῦμα Ἅγιον ἐλάβετε;” ᾔδει ὅτι οὐκ εἶχον· ἀλλὰ βούλεται αὐτοῖς εἰπεῖν, ἵνα μαθόντες ὧν ἀπεστέρηνται, αἰτήσωσιν· ἀπ’ αὐτοῦ τοῦ βαπτίσματος προφητεύει, καὶ ἐνάγει αὐτοὺς ὅτι τοῦτο βούλεται τὸ βάπτισμα Ἰωάννου. διπλοῦν τὸ χάρισμα, γλῶσσαι καὶ προφητεῖαι· ἐντεῦθεν δείκνυται δόγμα μέγα, ὅτι ἀτελὲς Ἰωάννου τὸ βάπτισμα εἰς μετάνοιαν· καὶ οὐκ εἶπεν ἀφέσεως, ἀλλὰ μετανοίας βάπτισμα.

Ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ.

Τοῦ Χπυσοστόμου. βαπτισθέντες δὲ εὐθέως Πνεῦμα ἐλάμβανον· τὸ δὲ Πνεῦμα οὐχ ἑώρων, ἀόρατον γάρ ἐστιν· αἰσθητὸν δέ τινα ἔλεγχον ἐδίδου τῆς ἐνεργείας ἐκείνης ἡ χάρις· καὶ ὁ μὲν τῇ Περσῶν, ὁ δὲ τῇ Ῥωμαίων, ὁ δὲ τῇ Ἰνδῶν, ὁ δὲ ἑτέρᾳ τινὶ τοιαύτῃ εὐθέως ἐφθέγγετο γλώσσῃ· καὶ τοῦτο ἐφανέρου τοῖς ἔξωθεν, ὅτι Πνεῦμά ἐστιν ἐν αὐτῷ τῷ φθεγγομένῳ.

Ἀμμωνίου. Ὥστε οὖν τὸ Ἰωάννου βάπτισμα προτροπὴν μετανοίας μόνον, οὐ μὴν καὶ καθαρισμοῦ ἁμαρτίας· ὡς εἶναι ταυτὴν διαφορὰν τοῦ Ἰωάννου βαπτίσματος καὶ τοῦ τῶν πιστῶν· ὅτι τὸ τῶν πιστῶν καὶ ἄφεσιν ἁμαρτιῶν χαρίζεται· ὁ μὲν Ἰωάννης βαπτίζων ἔλεγε, βαπτίζω σε εἰς τὸν ἐρχόμενον μετ’ ἐμὲ, καὶ ἀπαιτῶ σε πιστεύειν εἰς αὐτὸν, ὅτι οὗτός ἐστιν ὁ ἀμνὸς τοῦ Θεοῦ·

314
ὁ δὲ πιστῶς βαπτίζων φησί· βαπτίζω σε εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, εἰς τὴν ὁμοούσιον τριάδα πιστεύειν· καὶ ἀποπλύνων καὶ ἀπεκδύων αὐτὸν ἀπὸ τῆς προυπούσης αὐτῷ θρησκείας, καὶ μετενδύων αὐτὸν εἰς Χριστὸν, καὶ καθαρῶς τὴν οὖσαν διαγγέλλων πίστιν. σημειωτέον δὲ πάλιν, ὅτι μετὰ τὸ εἰς Χριστὸν βάπτισμα, διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τοῦ βαπτίζοντος, ἐπιφοιτᾶ τὸ νεῦμα τὸ Ἅγιον τοῖς βαπτισθεῖσι· καὶ ὅτι οὐκ εἶχον νεῦμα Ἅγιον οἱ τὸ Ἰωάννου βάπτισμα βαπτισθέντες· πῶς οὖν Ἀπελλῆς μόνον εἰς τὸ Ἰωάννου βαπτισθεὶς, ἔζεε τῷ Πνεύματι; ὁ Ἀπελλῆς εἰ καὶ ἔζεε τῷ Πνεύματι, ἀλλ’ οὖν οὐκ εἴρηται ὅτι καὶ Πνεῦμα Ἅγιον εἶχεν· ἀμέλει γοῦν οὔτε γλωσσαῖς ἐλάλει, οὔτε ἐπροφήτευεν· ἄλλο οὖν τί ἐστι τὸ ζέειν τῷ Πνεύματι, καὶ ἄλλο τὸ ἔχειν Πνεῦμα Ἄγ’ ἴον· ὁ ἔχων Πνεῦμα Ἄγ’ ἴον εἶχεν αὐτὸ ἐνοικοῦν ἐν αὐτῶ, καὶ ἐλάλει αὐτὸ τὸ Πνεῦμα ἐκ τῶν ἔσωθεν· ὡς πολλὰ τοιαῦτα κεῖται ὀπίσω, πῶς ἐλάλησε d τῷ Φιλίππῳ, τῷ Πέτρῳ, τοῖς Ἀποστόλοις, τοῖς περὶ Παῦλον, κωλῦον αὐτοὺς λαλεῖν τὸν λόγον ἣ μὴ λαλεῖν ἔν τισι τῶν πόλεων· ὁ δὲ ζέων τῷ Πνεύματι δι’ ἐλλάμψεως e καὶ προτροπῆς τῆς ἔξωθεν ἔπραττέ τι· ὁδηγούμενος ὑπὸ τοῦ Πνεύματος, ὡς ἃν εἰ δι’ ἀγγέλου τις ὁδηγηθείη ἣ φυλαχθείη. καὶ μή μοι λέγε, καὶ πῶς οἷόν τε ζέειν τῷ Πνεύματι, τὸν μὴ μέτοχον ὄντα τοῦ νεύματος; ἀπὸ γὰρ τῶν αἰσθητῶν τὸ ἀόρατον δεῖ στοχάζεσθαι· εἰ ὁ ἥλιος ἔξωθεν ὣν, καὶ τὸ πῦρ, διὰ τοῦ πλησιάζειν τοῖς σώμασιν ἢ καὶ ὀλίγον ἀφεστάναι, ὁ ἐστιν ἐπὶ πυρὸς εἰπεῖν, θερμαίνοι ἡμῶν τὰ σώματα, τι δεῖ εἰπεῖν περὶ τοῦ θείου Πνεύματος τοῦ ὄντως θερμοτάτου καὶ πυρίζοντος τὸν ἔσω ἡμῶν ἄνθρωπον, κἂν μὴ ἐνοικῇ, ἀλλ’ ἔξωθεν ᾖ; ἐγχωρεῖ οὖν, ᾗ πάντα δυνατά ἐστι τῷ Θεῷ, θερμαίνεσθαι τινὰ, κἂν μὴ ἐν ἑαυτῷ οἰκοῦν τὸ θερμαῖνον.

Καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου τὰς χεῖρας, ἦλθε τὸ Πνεῦμα τὸ Ἅγιον ἐπ’ αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ ἐπροφήτευον· ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δώδεκα.

Τοῦ Χρυσοστόμου. Διατί; χωρὶς Πνεύματος γὰρ οὐκ ἐνῆν· ἀλλὰ δεικνὺς ὁ Θεὸς, ὅτι τοῦτο τῆς ἐξουσίας ἐστὶ τῆς ἀνωτάτω, καὶ τῆς οὐσίας τῆς βασιλικῆς ἐκείνης, καὶ τὴν αὐτὴν ἔχει ἰσχύν.

[*](d ἑλάλεισε Cod. e ἐκλάμψεως Cod.)
315

Σχόλιον. Ἴδου ἐνταῦθα ἰδικῶς πληροῦται τὸ “μικρότερος ἐν “βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν·” ἰδοὺ γὰρ ὁ τῶν Ἀποστόλων ἔσχατος περὶ τὴν κλῆσιν, ὅπερ οὐκ ἔδωκεν Ἰωάννης ἐν τῷ βαπτίσματι, τοῦτο διὰ τῶν χειρῶν Παύλου ἔλαβον οἱ βαπτισθέντες.

Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαρρησιάζετο, ἐπὶ μῆνας τρεῖς διαλεγόμενος καὶ πείθων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ f.

Τοῦ Χρυσοστόμου. Ὅρα πανταχοῦ ἑαυτὸν εἰσωθοῦντα εἰς τὰς συναγωγὰς, καὶ οὕτως ἐξιόντα πανταχοῦ γὰρ παρ’ αὐτῶν ἐβούλετο λαβεῖν ἀφορμὴν, ὅπερ ἔφη· τά τε γὰρ ἔθνη παρεζήλου λοιπὸν, καὶ ῥαδίως αὐτὸν ἀπεδέξατο· οἵτε Ἰουδαῖοι τῶν ἐθνῶν δεχομένων μετενόουν· ἐβούλετο ἀποστῆσαι τοὺς μαθητὰς ἐκεῖθεν, καὶ παρ’ αὐτῶν λαβεῖν τὴν ἀρχὴν, ὥστε μὴ συνάγεσθαι· καὶ οὐχ ἁπλῶς τοῦτο ἐποίει· διὰ τοῦτο ἐνοχλεῖ αὐτοῖς συνεχῶς μεταπείθων· μὴ γὰρ δὴ ἐπειδὴ παρρησίαν ἡκούσας, τραχύτητα νομίσῃς· περὶ χρηστῶν πραγμάτων διελέγετο, περὶ βασιλείας· τίς οὐκ ἂν ἤκουσε; τι δέ ἐστιν ἐπαρρησιάζετο; πρὸς κινδύνους ἦν παρατεταγμένος· ἣ καὶ φανερώτερον διελέγετο, οὐ συσκιάζων τὰ πράγματα.

Ὡς δέ τινες ἐσκληρύνοντο καὶ ἠπείθουν, κακολογοῦντες τὴν ὁδὸν ἐνώπιον τοῦ πλήθους,

Τοῦ Αὐτοῦ. Ὁδὸν εἰκότως ταύτην g ἐκάλουν· ὄντως αὕτη ἦν ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.

Ἢ ὁδὸν λέγει τὸν Χριστόν καὶ ὁδὸς καλεῖται ἣ ὁδὸν λέγει τὴν πίστιν τὴν ἀληθῆ, τὴν διὰ τοῦ Παύλου καταγγελλομένην, δι’ ἥν τις ὁδεύων ἤρχετο ἐπὶ τὴν βασιλείαν τῶν οὐρανῶν.

Ἀποστὰς ἀπ’ αὐτῶν, ἀφώρισε τοὺς μαθητὰς, καθ’ ἡμέραν διαλεγόμενος ἐν τῇ σχολῇ Τυράννου τινός. τοῦτο δὲ ἐγένετο ἐπὶ ἔτη δύο, ὥστε πάντας τοὺς κατοικοῦντας τὴν Ἀσίαν ἀκοῦσαι τὸν λόγον τοῦ Κυρίου, Ἰουδαίους τε καὶ Ἕλληνας.

Τοῦ Χρυσοστόμου. Ὅρα πόσον ἤνυσεν ἡ ἀποστασία· καὶ Ἰουδαῖοι καὶ Ἕλληνες ἤκουον.

[*](f κυρίου Cod. g τού ταύτην Cod.)
316

Παιδεύει χωρίζεσθαι ἀπὸ τῶν βλασφημούντων τὸν Υἱὸν τοῦ Θεοῦ τοὺς εἰς αὐτὸν πιστεύοντας.

Δυνάμεις τε οὐ τὰς τυχούσας ὁ Θεὸς ἐποίει διὰ τῶν χειρῶν Παύλου, ὥστε καὶ ἐπὶ τοὺς ἀσθενοῦντας ἀποφέ- ρεσθαι ἀπὸ τοῦ χρωτὸς αὐτοῦ σουδάρια ἣ σιμικίνθια, καὶ ἀπαλλάσσεσθαι ἀπ’ αὐτῶν τὰς νόσους, τά τε πνεύ- πνεύματα τὰ πονηρὰ ἐκπορεύεσθαι.

Τοῦ Χρυσοστόμου. Οὐχὶ φοροῦντος ἥπτοντο μόνον, ἀλλὰ καὶ λαμβάνοντες ἐπετίθεσαν. καὶ διὰ τοῦτο οὐκ εἴα ἀπελθεῖν αὐτὸν εἰς τὴν Ἀσίαν, τηρῶν τοῦτον τὸν καιρὸν ὡς ἔγωγε οτͅμαι· ὅρα ῥῶσιν Ἰουδαικήν· τὰ ἱμάτια αὐτοῦ ἰδόντες ἐνεργοῦντα, οὐ προσεῖ- χον· τί τούτου μεῖζον ἃν γένοιτο ; ἀλλὰ καὶ εἰς τοιναντίον περιέ- περιέστησάν εἰ τις Ἐλλήνων ἀπιστεῖ, τὴν κόνιν ὁρῶν ταῦτα ωργαζο- μένην πιστευέτω· οἱ κακολογοῦντες ἡττῶνται· θέα πανταχοῦ, οὐχ οὕτως τοὺς ἀνθρώπους ἐπιστρεφομένους ἀπὸ τῶν χρηστῶν ὡς τῶν φοβερῶν· ἐπὶ Σαπφείρας φόβος ἐπέπεσεν ἐπὶ τὴν ἐκκλησίαν, καὶ οὐκ ἐτόλμων κολλᾶσθαι αὐτοῖς· ἐνταῦθα σουδάρια καὶ σιμι- κίνθια ἐλάμβανον καὶ ἰῶντο.

Τοῦ Αὐτοῦ ἐκ Τοῦ Ξγ Λόγου Τοῦ Εἰσ Τὸ Κατὰ Ἰωάννην Εὐαγγέλιον. Τοῦτό ἐστιν ὁ φησιν ὁ Χριστὸς, “ὁ πιστεύων εἰς “ ἐμὲ, μείζονα σημεῖα ποιήσει ἐμοῦ ἐν τῷ ὀνόματι μομ ταῦτα γὰρ τὰ μείζονα ἃ ἐποίησαν, αἱ σκιαὶ αὐτῶν νεκροὺς ἤγειραν· οὕτω γὰρ μάλιστα ἐκηρύττετο ἡ τοῦ Χριστοῦ δύναμις· οὐ γὰρ οὕτως θαυ- μαστὸν ζῶντα αὐτὸν θαυματουργεῖν, ὡς ἀποθανόντος αὐτοῦ, ἑτ-́ ῥοῦς ἐν τῷ ὀνόματι ἐκείνου, μείζονα αὐτοῦ δυνηθῆναι· ἀναμφισβή- τητος γὰρ ἦν αὕτη τῆς ἀναστάσεως ἡ ἀπόδειξις· καὶ οὐκ ἃν, οὐδὲ εἰ ὤφθη, οὕτως ἐπιστεύθη· ἐκεῖνο γὰρ ε7χον εἰπεῖν, ὅτι φάντασμα ἦν· ὁ δὲ ὁρῶν ἀπὸ τοῦ ὀνόματος αὐτοῦ μόνον ψιλοῦ μείζονα γινό- μενα σημεῖα, ἣ ὅτε αὐτὸς ἦν ἐν σαρκὶ μετὰ ἀνθρώπων, οὐκ ἃν ἠπίστησεν, εἰ μὴ σφόδρα ἀναίσχυντος ἦν.

Ἀμμωνίου. Tὸ τῶν σουδαρίων καὶ τῶν σκιῶν τῶν μαθητῶν, σημεῖα ἐστὶ μείζονα ὣν ὁ 1ησοῦς ἐποίησε· καὶ πληροῦται καὶ ἐν τούτοις ὁ λόγος ὃν ε7πεν ὁ Ἰησοῦς, “ὅτι ὁ πιστεύων εἰς ἐμὲ μείζονα μ σημεῖα ποιήσει ὧν ἐγὼ ποιῶ·” “ σουδάρια καὶ σιμικίνθια·” ἀμφό-

317
τέρα νομίζω λινοειδῆ εἶναι· πλὴν τὰ μὲν σουδάρια ἐπὶ τῆς κεφαλῆς ἐπιβάλλεται, τὰ δὲ σιμικίνθια ἐν ταῖς χερσὶ κατέχουσιν, οἱ μὴ δυνάμενοι ὀράρια h φορέσαι· οἷον εἰσὶν οἱ φοροῦντες τὰς ὑπατικὰς στολὰς ἢ γουνία i, πρὸς τὸ ἀπομάττεσθαι τὰς ὑγρότητας τοῦ προσώπου, οἷον, ἱδρῶτας, πτύελον, δάκρυον, καὶ τὰ ὅμοια.

Ἐπεχείρησαν δέ τινες καὶ τῶν περιερχομένων Ἰουδαίων ἐξορκιστῶν ὀνοματίζειν ἐπὶ τοὺς ἔχοντας τὰ πνεύματα τὰ πονηρὰ τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ, λέγοντες, ἐξορκίζομεν ὑμᾶς τὸν Ἰησοῦν, ὃν Παῦλος κηρύσσει.

Τοῦ Χρυσοστόμου. Ὅρα οὗτοι πάντα ἐποίουν πραγματείας ἕνεκεν· ὅρα καὶ πιστεῦσαι μὲν οὐκ ἤθελον, διὰ δὲ τοῦ ὀνόματος ἤθελον ἐκβάλλειν τοὺς δαίμονας· βαβαὶ τὸ ὄνομα τοῦ Παύλου πόσον ἦν· οὐδὲν δὲ μέγα ἐνόμιζον εἶναι τὸν Ἰησοῦν. ἀλλὰ τὸν Παῦλον προσετίθεσαν, ὡς αὐτὸν μέγα τι νομίζοντες.

Ὁ ἅγιος Ἰωάννης ὁ Κωνσταντίνου πόλεως Ἐπίσκοπος λέγει ἐν Κορίνθῳ γενέσθαι.

Ἀμμωνίου. “Ἐπεχείρησαν δέ τινες·” αὕτη ἡ λέξις ὅτι οὐκ ὡς πιστεύοντες τῷ Ἰησοῦ οἱ ἐπορκισταὶ ἐπόρκιζον τὰ ἀκάθαρτα πνεύματα τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἀλλ’ ὡς πειράζοντες, δίψυχοι ὄντες, ἀκατάστατοι· διὸ, ὡς καὶ τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐμαρτύρησεν, ὡς μὴ ὄντες πιστοὶ, τῆς προπετείας δεδώκασι πρὸς ὀλίγον δίκην· τὸ οὖν “ἐπεχείρησαν” τοῦτο δηλοῖ, ὅτι οὐκ ἐθάρρουν μὲν, πλὴν ἐπέβαλον τὰς χεῖρας, εἴπω ἐπιτεύξονται τοῦ σκοποῦ· οὕτω καὶ ἡ Αἰγυπτία ἐπεχείρησε τῷ Ἰωσὴφ, καὶ οὐκ ἐπέτυχε· καὶ οἱ ἐπιχειρήσαντες Ἰουδαῖοι τοῖς μαθηταῖς.

Τῷ ὀνόματι Κυρίου καὶ ἄλλοι προεφήτευσαν, Βαλαὰμ καὶ Σαοὺλ καὶ Καϊάφας.

Διδύμου. Ὡς ὁμολογῶν τὸν Θεὸν μόνῃ φωνῇ ἀρνεῖται τοῖς ἔργοις, οὕτως ἐστὶ κατὰ ψιλὴν διαληψιν γινώσκειν τὸν Ἰησοῦν· διὸ οὐ παράδοξον εἰ λέγει τὸ πνεῦμα τὸ πονηρὸν τοῖς ἐξορκισταῖς Ἰουδαίοις, “τὸν Ἰησοῦν γινώσκω” καὶ τὰ ἑξῆς· καὶ γὰρ ἕτεροι δαίμονες αὐτῷ τῷ Ἰησοῦ μετὰ βοῆς ἔλεγον· “οἶδά σε τίς εἶ, ὁ [*](h Sic Cod. ὀράρια Œcum. i γουβία Œcum.)

318
“Ἅγιος τοῦΘεοῦ,” εἰς ταῦτα λήψῃ τὸ, “καὶ δαιμόνια πιστεύουσι “καὶ φρίσσουσιν,” οὐδὲ γὰρ μαρτυρεῖται ὡς ἔχει τὰ δαιμόνια πίστιν λελογισμένην εἰς δικαιοσύνην· ῥητέον δὲ εἰς τὰ προκείμενα καὶ οὕτως· ὥσπερ οἱ τὰς ἰάσεις δεχόμενοι πρὸς τοῦ Ἰησοῦ κατὰ τὴν πίστιν ἑαυτῶν ἐλάμβανον, οὕτως οἱ ὀνομάζοντες τὸν Ἰησοῦν ἐπεκβολῇ δαίμονος ἣ ἄλλης ἰάσεως, καθ’ ἣν ἔχουσι πίστιν ἀνύουσιν· ἀκολούθως δὲ τὸ πνεῦμα φησὶ, “τίνες ἐστὲ ὑμεῖς” ὀνομάζοντες τὸν Ἰησοῦν· οὐ γὰρ αἰσθάνομαι δύναμιν, ἧς πολλάκις πεῖραν ἔσχον, λεχθείσης αὐτοῦ τῆς προσηγορίας.

* Περὶ τῶν υἱῶν Σκευᾶ, ὅτιπερ οὐ δεῖ ἐγχειρεῖν ἀπιστοῖς καὶ ἀναξίοις τῆς πίστεως γενομένοις, καὶ περὶ ἐξομολογήσεως ἕως τῶν πιστευόντων.

Ἦσαν δέ τινος Σκευᾶ Ἰουδαίου ἀρχιερέως ἑπτὰ υἱοὶ οἱ τοῦτο ποιοῦντες. ἀποκριθὲν δὲ τὸ πνεῦμα τὸ πονηρὸν εἶπεν αὐτοῖς, τὸν Ἰησοῦν γινώσκω, καὶ τὸν Παῦλον ἐπίσταμαι· ὑμεῖς δέ τινος ἐστέ; καὶ ἐφαλλόμενος ὁ ἄνθρωπος ἐπ’ αὐτοὺς, ἐν ᾧ ἦν τὸ πνεῦμα τὸ πονηρὸν, καὶ κρατήσας ἀμφοτέρων, ἴσχυσε κατ’ αὐτῶν, ὥστε γύμνους καὶ τετραυματισμένους ἐκφυγεῖν ἐκ τοῦ οἴκου ἐκείνου. τοῦτο δὲ ἐγένετο γνωστὸν πᾶσιν Ἰουδαίοις τε καὶ Ἕλλησι τοῖς κατοικοῦσι τὴν Ἔφεσον, καὶ ἐπέπεσε φόβος ἐπὶ πάντας αὐτοὺς, καὶ ἐμεγαλύνετο τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ.

Τοῦ Χρυσοστόμου. Λανθανόντως ἐποίουν· εἶτα ἐκπομπεύεται αὐτῶν ἡ ἀσθενεία. Καὶ μετ’ ὀλίγα—Ἄξιον ἐνταῦθα θαυμάσαι, πῶς ὁ δαίμων οὐ συνέπραττεν ἐκείνοις τῇ τῶν ἐξορκιστῶν πλάνῃ· ἀλλὰ διήλεγξεν k αὐτοὺς, καὶ τὴν σκηνὴν αὐτῶν φανερὰν ἐπόησεν· σεν· ἐμοὶ δοκεῖ σφόδρα θυμωθεὶς, ὥσπερ ἂν εἴτις περὶ τῶν ἐσχάτων κινδυνεύων ὑπό τινος οἰκτροῦ καὶ ταλαιπώρου διελέγχοιτο, καὶ πάντα εἰς ἐκεῖνον ἀφεῖναι βούλεται τὸν θυμόν· ἵνα γὰρ μὴ δόξῃ καταφρονεῖσθαι τὸ ὄνομα τοῦ Ἰησοῦ, πρότερον ὁμολογήσας, τότε ἔλαβεν ἐξουσίαν· ὅτι γὰρ οὐκ ὀνόματος ἦν ἀσθένεια, ἀλλὰ τῆς ἐκείνων ἀπάτης τὸ πᾶν, ἐπὶ Παύλου διατὶ μὴ γεγένηται ταῦτα; προσήραξεν l αὐτῶν τὰς κεφαλὰς, ἴσως διέρρηξε τὰ ἱμάτια—Καὶ [*](k διήλεγεν Cod. l προσέραξεν Cod.)

319
μετ’ ὀλίγα—Δείκνυται δαιμόνων ἡ δύναμις μεγάλη τις οὖσα, ὅταν πρὸς ἀπίστους ἔχῃ.

ἘΞ ἀνεπιγράφου. Ὥσπέρ ἐστι φωνῇ μὲν ὁμολογεῖν τὸν τοῖς δὲ ἔργοις ἀρνεῖσθαι, οὕτως ἐστὶν εἰδέναι τὸν Ἰησοῦν καὶ τοὺς Ἀποστόλους αὐτοῦ, οὐκ ἔχοντα δύναμιν ἐπιστημονικὴν καὶ γνωστικήν· διὸ οὐδὲ παράδοξον, εἰ τοῖς τοιούτοις ἐφάλλεται τὸ πνεῦμα τὸ πονηρὸν, λέγον· “ὑμεῖς δὲ τίνες ἐστέ;” ὧν τὴν φωνήν, φησι, τὴν προφέρουσαν τὸν Ἰησοῦν, οὐχ ὡς πυρὸς αἰσθάνομαι· πυρὸς γὰρ σφοδρότερον ἐνεργοῦσα εἰς τὰ πνεύματα τῇ τῶν Ἀποστόλων φωνῇ, ἡ τοῦ Ἰησοῦ προσηγορία ἐξήλαυνε τῶν σωμάτων αὐτούς.

Πολλοὶ δὲ τῶν πεπιστευκότων ἤρχοντο, ἐξομολογούμένοι καὶ ἀναγγέλλοντες τὰς πράξεις αὐτῶν.

Ἀμμωνίου. Δεῖ πάντα πιστὸν λέγειν τὰς ἑαυτοῦ καὶ ἀποτάττεσθαι διὰ τοῦ ἑαυτὸν ἐλέγχειν τοῦ ἔτι ποιεῖν τὰ αὐτὰ, ἵνα δίκαιος γένηται κατὰ τὸ εἰρημένον· “λέγε σὺ τὰς ἁμαρτίας “σου πρῶτον, ἵνα δικαιωθῆς·” καὶ τὸ, “δίκαιος ἑαυτοῦ κατήγο- “ρος·” τοσοῦτοι δὲ ἦσαν κατείδωλοι οἱ Ἐφέσιοι καὶ γόητες, ὅτι καὶ πολυτίμως τὰς γοητευτικὰς κατεσκεύαζον βίβλους, ὡς τῶν ἐν βίῳ ἐχουσῶν τὰ κάλλιστα· ἅπερ εἰς Χριστὸν πιστεύσαντες οὐκ ἐπώλησαν, καίτοιγε ἄλλων ἐκεῖσε τοιούτων ὄντων τῶν θελόντων τὰς βίβλους κτήσασθαι, ἀλλ’ ἔκαυσαν· πρῶτον μὲν ἵνα μήτις μετάσχῃ τῆς ἀπ’ αὐτῶν ψυχοφθόρου λύμης· ἔπειτα δὲ ἵνα μὴ ἀπὸ τοιαύτης αἰτίας κτήσωνται τι. ὥσπερ γὰρ ἀπηγόρευται τὸ τοῦ κυνὸς τίμημα, ἣ τὸ ἀπὸ πορνείας κέρδος προσάγειν Θεῷ, οὕτως οὐδὲ τὸ ἐκ τῆς αἰτίας ταύτης ἀργύριον τεθῆναι παρὰ τοὺς τῶν Ἀποστόλων πόδας δίκαιον ἔκριναν.

Ἱκανοὶ δὲ τῶν τὰ περίεργα πραξάντων, εἰσενέγκαντες τὰς βίβλους, κατέκαιον ἐνώπιον πάντων· καὶ συνεψήφισαν τὰς τιμὰς αὐτῶν, καὶ εὗρον ἀργυρίου μυριάδας πέντε. οὕτως κατὰ κράτος ὁ λόγος τοῦ Κυρίου ηὔξανε καὶ ἴσχυεν.

Τοῦ Χρυσοστόμου. Εἰδότες ὅτι οὐδὲν αὐτῶν ὄφελος λοιπὸν ἢν, ὅταν καὶ αὐτοὶ οἱ δαίμονες ταῦτα ποιῶσιν. οὐκ ἄρα τὸ ὄνομα

320
τι ποιεῖ, ἐὰν μὴ μετὰ πίστεως λέγηται· “ὁ πιστεύων εἰς ἐμὲ, φησι, “καὶ μείζονα ποιήσῃ, ὧν ἐγὼ ποιῶ· τοῦτο τὸ τῶν σκιῶν ἐστὶν ὅπερ ἔλεγε. Καὶ πάλιν—Ὅτε γοῦν τὸν δαίμονα τὸν πονηρὸν ἐκεῖνον ἐξέβαλε, γοήτων ἀνδρῶν μυριάδες συνελθοῦσαι, πλῆθος βιβλίων τῶν μαγγανικῶν κατέκαιον, καὶ πρὸς τὴν ἀλήθειαν μεθίσταντο· καὶ καθάπερ ἐν πολέμῳ πύργου πεσόντος, ἣ τυράννου κατενεχθέντος, οἱ μετ’ ἐκείνου πάντες τὰ ὅπλα ῥίψαντες τῷ στρατηγῷ προσέχουσιν· οὕτω δὴ καὶ τότε ἐγένετο· τοῦ γὰρ δαίμονος ἐκβληθέντος, οἱ πολυορκηθέντες ἅπαντες τὰ βιβλία ῥίψαντες, μᾶλλον δὲ κατακαύσαντες, τοῖς Παύλου ποσὶ προσέτρεχον.

Διδύμου. Οἱ διαβάλλοντες τοὺς Χριστοῦ μαθητὰς ὡς ἐκ κατασκευῆς ἔχοντας, προκειμένης λέξεως ἐλεγχέσθωσαν, δηλούσης ὡς δυνάμει τῆς διδασκαλίας αὐτῶν πᾶσα γοητεία καταλύετο. ἰδοὺ γοῦν οὐχ οἱ εὐκαταφρόνητοι, ἀλλ’ ἱκανότητα πολλὴν πρὸς τὴν τέχνην ταύτην ἔχοντες, αἴσθησιν λαβόντες τῆς καθαιρέσεως τῆς περιεργείας ἴσως τῶν δαιμόνων τῶν συνήθων, τὰς βίβλους πάσας τὰς περὶ τούτων συγκομίσαντες, ἔμπροσθεν πάντων τότε παρόντων κατέκαυσαν· καίτοι πολλοῦ τιμήματος οὔσας. προλήψει τοῖς προκειμένοις καὶ τὰ περὶ Σίμωνος.

Ὡς δὲ ἐπληρώθη ταῦτα, ἔθετο ὁ Παῦλος ἐν τῷ Πνεύματι, διελθὼν τὴν Μακεδονίαν καὶ Ἀχαίαν, πορεύεσθαι εἰς Ἱερουσαλὴμ, εἰπὼν, ὅτι μετὰ τὸ γενέσθαι με δεῖ με καὶ Ῥώμην ἰδεῖν.

Τοῦ Χρυσοστόμου. τήν τε παρουσίαν ἀπαγγεῖλαι, καὶ προθυμοτέρους ποιοῦντας, μάλιστα πάντων τῇ Ἀσίᾳ ἐνδιατρίβει· εἰκότως· ἐκεῖ γὰρ ἦν τυραννὶς τῶν φιλοσόφων· καὶ ἐλθὼν πάλιν αὐτοῖς διελέγετο· καὶ γὰρ πολλὴ ἦν ἡ δεισιδαιμονία.

Ἀποστείλας δὲ εἰς Μακεδονίαν δύο τῶν διακονούντων αὐτῷ, Τιμόθεον καὶ Ἔραστον, αὐτὸς ἐπέσχε χρόνον εἰς τὴν Ἀσίαν.

Τοῦ αὐτοῦ. Ἴσως ὡς κιβώρια μικρὰ πολλὴ ταύτης ἡ τιμὴ ἐν Ἐφέσῳ· ὅπου καὶ τὸ ἱερὸν αὐτῶν ἔμπροσθεν οὕτως ἐλύπησεν αὐτοὺς, ὡς τὸν ἐμπρήσαντα κελεῦσαι μηδὲ ὀνόματι λέγεσθαι· ὅρα

321
πανταχοῦ τὴν εἰδωλολατρίαν ἀπὸ χρημάτων· καὶ οὗτος διὰ χρήματα, οὐ τῆς εὐσεβείας κινδυνευούσης αὐτοῖς, ἀλλ’ ὡς τοῦ πορισμοῦ τὴν ὑπόθεσιν οὐκ ἔχοντος.

*Περὶ τῆς ἐν Ἐφέσω κινηθείσης e στάσεως ὑπὸ Δημητρίου τοῦ ἀργυροκόπου κατὰ τῶν Ἀποστόλων.

Ἐγένετο δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον τάραχος οὐκ ὄλιγος περὶ τῆς ὁδοῦ. Δημήτριος γάρ τις ὀνόματι, ἀργυρόκοπος, ποιῶν ναοὺς ἀργυροῦς Ἀρτέμιδος, παρείχετο τοῖς τεχνίταις οὐκ ὀλίγην ἐργασίαν·

Τοῦ αὐτοῦ. τὸν κίνδυνον ἐπέστησεν, ὅτι ἀπὸ τῆς τέχνης ταύτης κινδυνεύομεν εἰς λιμὸν ἐμπεσεῖν· καίτοι τὰ εἰρημένα ἱκανὰ εἰς εὐσέβειαν αὐτοὺς ἀγαγεῖν· ἀλλὰ ταλαίπωροι τινες ὄντες καὶ ψυχροὶ ταῦτα ποιοῦσιν· εἰ γὰρ ἄνθρωπος οὗτος τοσαῦτα ἰσχύει ὡς μεταστῆσαι πάντας, καὶ κινδυνεύει τὰ τῶν θεῶν, δεῖ ἐννοῆσαι ἡλίκος ὁ τούτου θεός· καὶ ὅτι πολλῷ μᾶλλον ἐκεῖνα ὑμῖν δώσει ὑπὲρ ὧν φοβεῖσθε· ἤδη προκατέλαβεν αὐτῶν τὰς ψυχὰς, λέγων “ὅτι οὐκ εἰσὶ θεοὶ οἱ ὑπὸ χειρῶν ἀνθρώπων γινόμενοι· ὅρα ὑπὲρ τίνος ἀγανακτοῦσιν Ἕλληνες, ἐπειδὴ ἐπειδὴ ὅτι οἱ ὑπὸ ἀνθρώπων γινόμενοι οὐκ εἰσὶ θεοί· πανταχοῦ εἰς τὴν τέχνην ὠθεῖ τὸν λόγον· εἶτα τὸ μάλιστα αὐτοὺς λυπῆσαν ὕστερον τίθησιν.

Οὓς συναθροίσας, καὶ τοὺς περὶ τὰ τοιαῦτα ἐργάτας, εἶπεν, ἄνδρες, ἐπίστασθε ὅτι ἐκ ταύτης τῆς ἐργασίας ἡ εὐπορία ἡμῶν ἐστι·

Ἀμμωνίου. Ἤιδει οὖν ὁ Δημήτριος ὅτι ἠπάτα τοὺς ποιῶν αὐτοῖς ναοὺς καὶ θεοὺς ἀργυροῦς· καὶ ἐδεδείη f μὴ ἐλεγχθῇ αὐτοῦ ἡ ῥᾳδιουργία καὶ ἡ ἀπάτη, διὰ τῆς ἀληθοῦς τοῦ Παύλου διδαχῆς. σημειωτέον δὲ ὅτι τοσοῦτον διέλαμπεν ἡ ἀληθὴς πίστις, καίτοι μήπω ἐπικρατήσασα τότε τῆς οἰκουμένης, ὅτι Δημήτριος ἐδεδείει, μὴ καὶ εἰς τέλος ἀπόληται τῆς Ἀρτέμιδος ὁ ἐν Ἐφέσω ναός· καὶ προανεφώνει τὴν ἀπώλειαν τοῦ ναοῦ, ὃ καὶ γέγονεν.

Καὶ θεωρεῖτε καὶ ἀκούετε ὅτι οὐ μόνον Ἐφέσου, ἀλλὰ καὶ σχεδὸν πάσης τῆς Ἀσίας ὁ Παῦλος οὗτος πείσας [*](e νικηθείσης Cod. N.C. f Sic.)T t

322
μετέστησεν ἱκανὸν ὄχλον, λέγων ὅτι οὐκ εἰσὶ θεοὶ οἱ διὰ χείρων γινόμενοι.

Τοῦ Χρυσοστόμου. “Πείσας” μετέστησεν οὐ βιαίως· οὕτω δεῖ πείθειν. Καὶ μετ’ ὀλίγα—Πῶς ἔπεισεν ἄνθρωπος εὐτελής ; πῶς τοσαύτης ἐκράτησε συνουσίας ; τί ποίων, ἣ τι λέγων ; οὐκ ἔστι Παύλου, οὐκ ἔστιν ἀνδρός· καὶ τοῦτο ἀρκεῖ τὸ εἰπεῖν, “ ὅτι οὐκ εἰσὶ “θεοί·” εἰ μὲν οὖν οὕτως εὐφώρατον τὸ τῆς ἀσεβείας, πάλαι κατα- γνωσθῆναι ἔδει· εἰ δὲ ἰσχυρὸν, οὐχ οὕτως ἀναιρεθῆναι ταχέως.

Οὐ μόνον δὲ τοῦτο κινδυνεύει ἡμῖν τὸ μέρος εἰς ἀπε- λεγμὸν ἐλθεῖν, ἀλλὰ καὶ τὸ τῆς μεγάλης θεᾶς Ἀρτεμί- δὸς ἱερὸν εἰς οὐδὲν λογισθῆναι μέλλει, καθαιρεῖσθαί τε τῆς μεγαλειότητος αὐτῆς, ἢν ὅλη ἡ Ἀσία καὶ ἡ οἰκου- μένη σέβεται.

Τοῦ Αὐτοῦ. Ὄρα πῶς ἔδειξε μείζω τὴν Παύλου δύναμιν, πάν. τὰς ἀθλίους αὐτοὺς καὶ ταλαιπώρους ἀποφαίνων, εἴγε ἄνθρωπος ἐλαυνόμενος καὶ σκηνοποιὸς ταῦτα δύναται· ὅρα παρ’ ἐχθρῶν τὰς μαρτυρίας τοῖς Ἀποστόλοις γινομένας· ὅτε ἐκαθῄρουν αὐτῶν τὰ σεβάσματα, τότε στέμματα καὶ ταύρους προσέφερον.

Ἀκούσαντες δὲ καὶ γενόμενοι πλήρεις θυμοῦ, ἔκραζον λέγοντες,

Τοῦ Αὐτοῦ. Πόθεν ὁ θυμὸς γέγονεν ; ὅτε περὶ τῆς Ἀρτεμιδος ἤκουσαν, ὅτε περὶ τοῦ πορισμοῦ· τοιαῦτα γὰρ τὰ τῶν ἀγοραίων ἤθη ἀπὸ τοῦ τυχόντος συναρπάσεσθαι καὶ ἐκκαίεσθαι· διὸ ταῦτα μετὰ ἐξετάσεως δεῖ ποιεῖν.

Μεγάλη ἡ Ἄρτεμίς Ἐφεσίων. καὶ ἐπλήσθη ὅλη ἡ πόλις τῆς συγχύσεως·

Τοῦ Αὐτοῦ. Κατὰ πόλιν γὰρ αὐτῶν ἦσαν θεοὶ, καὶ οὕτω διέ- κειντο, ὡς διὰ τῆς φωνῆς ἀνακτώμενοι τὸ σέβας αὐτῆς, καὶ τὰ γεγενημένα ἀναλύοντες· ὅρα ἄτακτον πλῆθος· παιδικὴ ὄντως ἡ διά- νοια· καθάπερ φοβούμενοι μὴ σβεσθῇ τὸ σέβασμα αὐτῶν, συνε- ’^o χὠς ἐβόων.

Ὥρμησάν τε ὁμοθυμαδὸν εἰς τὸ θέατρον, συναρπά-

323
ἕσαντες Γάιον καὶ Ἀρίσταρχον Μακεδόνα, συνεκδήμους Παύλου.

Τοῦ Χρυσοστόμου. τούτων ἔν τινι ἑαυτοῦ Ἐπιστολῇ μέμνηται ὁ Ἀπόστολος· πλὴν καὶ ἡ γραφὴ αὐτοῖς μαρτυρεῖ, ὅτι διὰ τὴν πίστιν καὶ ἐκινδύνευσαν.

Τοῦ δὲ Παύλου βουλομένου εἰσελθεῖν εἰς τὸν δῆμον, οὐκ εἴων αὐτὸν οἱ μαθηταί. τινὲς δὲ καὶ τῶν Ἀσιαρχῶν ὄντες αὐτῷ φίλοι, πέμψαντες πρὸς αὐτὸν, παρεκάλουν μὴ δοῦναι ἑαυτὸν εἰς τὸ θέατρον.

Τοῦ αὐτοῦ. “Παρεκάλουν τὸν Παῦλον μὴ δοῦναι ἑαυτὸν εἰς τὸ “θέατρον” ἀτάκτῳ δήμῳ καὶ ῥύμῃ· καὶ ὁ Παῦλος πείθεται· οὐ γὰρ ἢν κενόδοξος οὐδὲ φιλότιμος. Καὶ πάλιν—Εἰδότες αὐτοῦ τὴν προθυμίαν παρεκάλουν· οὕτως αὐτὸν πάντες ἐφίλουν οἱ πιστοί.

Μῆ δὴ καταπίπτωμεν ἐν τοῖς πειρασμοῖς· αὐτὸς γὰρ ποιήσει καὶ τὴν δύναμιν τοῦ δύνασθαι ὑπενεγκεῖν· οὐδὲν οὕτως φίλους ποιεῖ καὶ συγκροτεῖ ὡς θλίψεις· οὐδὲν οὕτω συνδεῖ καὶ ἐπισφίγγει τῶν πιστῶν τὰς ψυχάς· οὐδὲν ἡμῖν τοῖς διδασκάλοις ἐπιτήδειον πρὸς τὸ τὰ παρ’ ἡμῶν λεγόμενα ἀκούεσθαι. ἐν μὲν γὰρ ἀνέσει τυγχάνων ὁ ἀκροατὴς, χαῦνός τε ἐστι καὶ ῥάθυμος, καὶ ἐνοχλεῖσθαι δοκεῖ παρὰ τοῦ λέγοντος· ἐν δὲ θλίψει καὶ στενοχωρίᾳ, εἰς πολλὴν ἐπιθυμίαν ἀκροάσεως ἐμπίπτει· στενοχωρούμενός τε τὴν ψυχὴν πανταχόθεν ζητεῖ παραμυθίαν τῆς θλίψεως εὑρεῖν· οὐ μικρὰν δὲ φέρει ὁ λόγος παραμυθίαν. Καὶ μεθ’ ἑτέρα—Μηδὲ κατα- πίπτωμεν ἐν ταῖς θλίψεσιν· ἀλλ’ ἐν πᾶσιν εὐχαριστῶμεν, ἵνα καὶ κερδάνωμεν μέγα· ἵνα εὐδοκιμήσωμεν παρὰ τῷ Θεῷ τῷ τὰς θλίψεις συγχωροῦντι· μήτε οὖν ἐπισπώμεθα αὐτὴν, καὶ παροῦσαν γενναίως φέρωμεν, ἀεὶ μυρίων οὖσαν ἀγαθῶν αἰτίαν· ἵνα καὶ τῆς παρὰ Θεοῦ ῥοπῆς ἀπολαύσωμεν.

Πολλοὺς κινδύνους ὑπέμεινεν ἐν Ἐφέσῳ ὁ Παῦλος, ὥστε μικροῦ δεῖν καὶ θηρίοις ὁμιλῆσαι· καὶ τοῦτό ἐστιν ὁ φησιν ἐν τῇ πρὸς Κορινθίους Ἐπιστολῇ· “εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν “Ἐφέσῳ, τι μοι τὸ ὄφελος;” Ἰωάννης δὲ ὁ ἁγιώτατος Ἐπίσκοπος Κωνσταντίνου πόλεως ἐξηγούμενος τὸ ῥητὸν τοῦτο, οὕτως εἶπε· τί ἐστιν “εἰ κατὰ ἄνθρωπον;” ὅσον τὸ εἰς ἀνθρώπους ἧκον “ἐθηριο-

324
“μάχησα·” τί γὰρ εἰ ὁ Θεὸς ἐξήρπασέ με τῶν κινδύνων; ὥστε ὁ μάλιστα ὑπὲρ τούτων ὀφείλων μεριμνῶν· ἐγώ εἰμι ὁ τοσούτους κινδύνους ὑπομένων, καὶ μηδεμίαν μηδέπω λαβὼν ἀμοιβήν· εἰ γὰρ μὴ παραγίνεται ὁ τῆς ἀναστάσεως καιρὸς, ἀλλὰ μέχρι τοῦ παρόντος τὰ ἡμέτερα συγκέκλεισται, ἡμεῖς ἐν μείζονι ζημίᾳ έσμέν. Καὶ μετ’ ὀλίγα—ταῦτα δὲ ἅπαντα ἔλεγεν· οὐκ ἐπειδὴ οὐκ εἶχεν &#x