In Aristotelis Ethica Nicomachea I Commentaria
Eustratius
Eustratius, In Aristotelis Ethica Nicomachea I Commentaria, Commentaria in Aristotelem Graeca 20, Reimer, Heylbut, 1892
τῆς φιλοσοφίας εἰς δύο διαιρουμένης, λέγω δὲ τὸ θεωρητικόν τε καὶ πρακτικόν, περὶ ἄμφω ὁ Ἀριστοτέλης ἐσπούδασεν, ὥστε πραγματείας ἐπ’ ἀμφοῖν ἐκθέσθαι τὰς τῶν μετιόντων τεχνούσας καὶ ἐ-ιισ-rιuούσα-́ ψυχὰς κατὰ τὸ ἁρμόδιον ἑκάστῳ ὑποκειμένῳ. τοῦ γοῦν θεωρητικοῦ αὖθις καθ’ ὑποδιαίρεσιν εἰς τρία διαιρουμένου, εἰς τὸ φυσικὸν θεολογικόν τε καὶ μαθηματικόν, ὁ νῦν ἡμῖν ἐνεστηκὼς ἐν τῇ σκέψει λόγος περὶ οὐδενός ἐστι τούτων ἀλλὰ περί τινος τῶν ὑπὸ τὸ πρακτικόν. διαιρουμένου γὰρ καὶ τούτου εἰς τρία, εἰς τὸ ἠθικὸν εἰς τὸ οἰκονομικὸν καὶ εἰς τὸ πολιτικόν, περὶ τοῦ ἠθικοῦ τι συντάξαι σκοπὸν ἐθέμεθα. τὴν πρὸς Νικόμαχόν τινα γενομένην τοῦ’ Αριστοτέλους πραγματείαν προθέμενοι, καί τινα πρὸς αὐτὴν εἰπεῖν ἐθελήσαντες, τινὸς τῶν μάλιστα λόγου ἀξίων ἡμᾶς πρὸς τοὖργον ἀνερεθίσαντος καί τινα ἐκθέσθαι σαφήνειαν τοῦ πρώτου τῶν ’ Αριστοτέλους Ἠθικῶν Νικομαχείων ἐντειλαμένου, ὃν οὐκ ἦν παραιτεῖσθαι <διὰ τὸ ἐν πολλοῖς αὐτὸν ἀναγκαίοις εὑρεῖν ἡμᾶς εὖ ἐργασάμενον· ἀθετεῖν δὲ τὸν οὕτω πρὸς ἡμᾶς διακείμενον καὶ παραιτεῖσθαι) τι τῶν δυνατῶν ἐπιτάττοντα ἄγνωμον ἅμα καὶ ἀφ̔ ιλόσ‘)ὁ̣ον. εἰ γὰρ τοὺς εὐεργέτας ἀξιοῦντας παραιτη- σόμεθα, πότε προῖκά τισιν ὠφελείας αἴτιοι φανησόμεθα, ἢ καὶ ἀγνῶτάς τινας ὀνήσομεν, τῆς θείας ἐντολῆς καὶ τοῖς βλάπτουσιν ἀπαιτούσης ἑτοίμους πρὸς ὄνησιν γίνεσθαι, ἵν’ οὕτως εἴη καθ’ αὑτὸ τὸ φιλάνθρωπον κατορθού- κατορθούμενον, ἅτε καὶ πρὸς τὸν αἴτιον φέρον μίμησιν, ὃ καὶ τῆς ἀληθοῦς φιλοσο- φίας οἰκειότατον μάλιστα. πρῶτον τοίνυν ῥητέον, τί διενήνοχεν ἀλλήλων τὰ τρία εἴδη τοὐ πρακτικοῦ, ἔπειτα τί ἐστιν ἕκαστον τούτων, καὶ τρίτον τίς ἡ ἐκ τούτων ἑκάστου τοῖς ἀνθρώποις ἐπιγινομένη ὠφέλεια, ἵνα τήν τε γνῶσιν αὐτῶν ἔχωμεν καὶ προθυμότεροι γινώμεθα πρὸς τὸ ταῦτα μετέρ- χεσθαι. διαφέρουσι τοιγαροῦν ἀλλήλων τὸ ἠθικὸν τὸ οἰκονομικὸν καὶ τὸ [*](3 δἑ Β : δὴ a 4 ἄμφω Β : ἄμφ’ ω ταῦτα a 5 μετιόντων Β : μετιόντων ἀνθρώπων a 7 φυσικὸν Β: φυσιολογικὸν a 8 ὁ νῦν Β: ὅδε νῦν a 1’) ὃν Β: ὃ a διὰ - πα- ραιτεῖσθι (17) a: om. Β 16 εὖ ἡμᾶς a 22 ἅτε B: om. a Comment. Arist. XX Eustratius in Ethica.)
Πᾶσα τέχνη καὶ πᾶσα μέθοδος, ὁμοίως δὲ καὶ πρᾶξίς τε καὶ προαίρεσις ἀγαθοῦ τινος ἐφίεσθαι δοκεῖ.
Συνήθως ὁ Ἀριστοτέλης Ἀριστοτέλης τὸ καθόλου προτάττει καὶ τῆς παρούσης διδασκαλίας. πολλαχοῦ γὰρ τῶν οἰκείων ἀρχόμενος πραγματειῶν τοῦτο ποιῶν εὕρηται· ἔν τε γὰρ τῇ Ἀποδεικτικῇ “πᾶσα” φησὶ φησὶ “διδασκαλία καὶ πᾶσα μάθησις διανοητικὴ ἐκ προὑπαρχούσης γίνεται γνώσεως”, κἀν τῇ Φυσικῇ Ἀκροάσει “ἐπειδὴ τὸ εἰδέναι καὶ τὸ ἐπίστασθαι συμβαίνει περὶ πάσας τὰς μεθόδους ὧν εἰσὶν ἀρχαὶ ἢ αἴτια ἢ στοιχεῖα, ἐκ τῶν ταῦτα γνωρίζειν”, κἀν τοῖς Μετὰ τὰ φυσικὰ τὸ αὐτὸ ‘‘πάντες ἄνθρωποι τοῦ εἰδέναι ὀρέγονται φύσει”· ἐπεὶ οὖν πρόκειται αὐτῷ περὶ τοῦ ἀνθρωπίνου τέλους ζητῆσαι, εἰ ἔστι τι ἀγαθὸν οἰκεῖον τῆς ἀνθρώπου φύσεως, οὗ ἕνεκεν ὁ ἄνθρωπος τὴν ὕπαρξιν ἔσχηκε καὶ δι’ οὗ πρὸς τὸ κοινὸν πᾶσι τοῖς οὖσιν ἀγαθὸν ἀναφέρεται καὶ τί τοῦτό ἐστι, καὶ ἑξῆς ἐκτίθεται κατ’ εἶδος πᾶσαν ἕξιν καὶ πρᾶξιν ἀνθρωπίνην, οἷον τέχνην καὶ μέθοδον καὶ πρᾶξιν [*](4 ἐπειδήπερ Β: ἐπειδὴ a πόνῳ αἱ ἀρεταὶ a 9 αὐτὸς ἔφησεν] Eth. Nicom. I 1 p. 1094a23 ὁλωσχερέστερον Β: corr. a 15 Πλούταρχος] de gen. Socrat. c. 20 p. 588 e ἐκεῖσε Β: ἐκεῖ a 18 γινώσκειν καὶ τὰ a 23 δὲ καὶ Ba et Arist. codd. HaMbNbOb: δὲ Arist. vulg. 25. 26 τῆς προύσης διδασκαλίας B: ἐν τῇ παρούσῃ διδασκαλίᾳ a 27 φησὶ] Analyt. Poster. I init.)
Πᾶσα τέχνη καὶ πᾶσα μέθοδος. τί μέν ἐστι τέχνη, οὐδεὶς ὅλως λόγου μετειληφὼς ἀγνοεῖ, ὅτι σύστημα ἐκ καταλήψεων ἐγγεγυμνασμενων πρός τι τέλος εὔχρηστον τῶν ἐν τῷ βίῳ. καὶ αὐτὸς γὰρ ὁ ὁρισμὸς παρί- στησι τὴν τέχνην τέλος ἔχουσαν ἀγαθόν τι. τοῦτο δὲ πρὸς τὸν ἀνθρώπινον βίον εὔχρηστον καὶ ὠφέλιμον· ταπεινὸν μὲν δὴ τὸ οἰκεῖον τῆς τέχνης ἀγαθόν, ὅτι τῷ κατ’ αἴσθησιν βίῳ ὑπάρχει ὠφέλιμον, πλὴν οἰκεῖον αὐτῇ καὶ δι’ ἑαυτοῦ πρὸς τὸ πρῶτον ἀγαθὸν ἀναφέρον ὡς ἔνεστι, καὶ διὰ τοῦτο μὴ μικρῷ μέρει τῇ ἀνθρωπίνῃ συντελοῦν φύσει πρὸς τὴν οἰκείαν τελείωσιν. δεῖ γὰρ μὴ ἄχρηστον ἑαυτῷ ὑπάρχειν τὸν ἄνθρωπον ἀνεπιτήδευτον μένοντα καὶ τοῖς χείροσι καὶ ἀχρήστοις τῶν ἀλόγων ἐξομοιούμενον, ἀλλ’ ἑαυτῷ τε καὶ ἄλλοις διὰ τῆς τέχνης τὰ χρήσιμα κατορθοῦν. ἔτι δὲ καὶ μέρη σοφίας αἱ τέχναι, ὡς τὴν φύσιν μιμούμεναι καὶ ὕλαις χρώμεναι καὶ ταύταις εἴδη περιτιθέμεναι, ὡς καὶ διὰ τοῦτο μὴ δεῖν αὐτὰς τὸν φιλόσοφον ἀποπέμπεσθαι· ἔπειτα καὶ σώματι πολυπαθεῖ καὶ πολυμεταβόλῳ συνδεδεμένος ὁ [*](2v) [*](1 τι Β: om. a 2 εἴη Β: ἦ a 5 τὸ κοινὸν ἀγαθόν a 9 αὐτῷ Ba: an αὑτῷ? 12 καὶ (post αὐτοῦ) om. a 13 κατ’ εἰκόνα θεοῦ Genes. 1,27 18 ἐπισυνάπτεσθαι B: συνάπτεσθαι a 19 Evang. sec. lohann. 14,6, ubi ἔρχεται pro εἰσέρχεται 22 διαθήσμεν a 23 παραλλάκτῳ a 32 ἑαυτοῦ Β: αὐτοῦ a)
Διαφορὰ δέ τις φαίνεται τῶν τελῶν· τὰ μὲν γάρ εἰσιν ἐνέργειαι, τὰ δὲ παρὰ ταύτας ἔργα τινά.
Ἁρμοδίως μὲν τῷ προκειμένῳ σκοπῷ παρέλαβεν εὐθὺς ἐξ ἀρχῆς τὰ κατὰ μόνον τὸν ἄνθρωπον τοῦ ἀγαθοῦ ἐφιέμενα μόνου γὰρ ἀνθρώπου τέχνη καὶ ἐπιστήμη, πρᾶξίς τε καὶ προαίρεσις), ἐπεὶ καὶ περὶ τοῦ ἀνθρωπίνου τέλους καὶ ἀγαθοῦ ἡ προκειμένη σκέψις· οἰκείως δὲ καὶ νῦν τὴν διαφορὰν παραδίδωσι τῶν τελῶν. τῶν γὰρ τεχνῶν φησι καὶ μεθόδων διττὴ φαίνεται τῶν τελῶν ἡ διαφορά, ὡς τὰ μὲν εἶναι τούτων ἐνεργείας τὰ δὲ ἔργα· ἔργα δέ φησι τὰ ἀποτελέσματα, ἃ καὶ τῶν ἐνεργειῶν παυομένων μένει τε καὶ ὑφίσταται, οἷον τοῦ μὲν μουσικοῦ ἐνεργοῦντος κατὰ μὲν μουσικὴν ἤτοι ᾄδοντος ἢ τῷ κατὰ μουσικὴν χρωμένου ὀργάνῳ καὶ ἐνεργοῦντος δι’ αὐτοῦ εἶτα παυσαμένου οὐδὲν ἔργον αὐτοῦ ὑπολείπεται, τέκτονος δὲ τὰ τῆς τέκτονικῆς [*](3r) καὶ ἐνεργοῦντος καὶ παυομένου ἔργον τι παρὰ τὴν ἐνέργειαν ὑφε- [*](3 τὶ Β: τινὶ a 6 ἐπεξελθὼν τοίνυν a)
Ὧν δ’ εἰσὶ τέλη τινὰ παρὰ τὰς πράξεις, ἐν τούτοις βελτίω πέφυκε τῶν ἐνεργειῶν τὰ ἔργα.
Ἀλλ᾿ εἰ καὶ ἀδιάφορόν ἐστι, φησίν, ὡς ἐφεξῆς ἐρεῖ, εἴτε ἔργον εἴη τὸ τέλος εἴτε ἐνέργεια, ὅμως ἐν αἷς τῶν τεχνῶν ἔργα εἴη τὰ τέλη τῆς ἐνερ- γείας ἕτερα, ἐν ταύταις βελτίω ἐστὶ τῶν ἐνεργειῶν τὰ ἔργα. ἐν ταῖς τοιαύταις αὐταῖς γὰρ διὰ τὰ ἔργα αἱ ἐνέργειαι καὶ αὗται μὲν ἕνεκά του, ἐκεῖνα δὲ ὧν ἕνεκα. βέλτιον δ’ ἀεὶ τὸ οὗ ἕνεκα τοῦ ἕνεκα ὄντος αὐτοῦ. εἶπε δὲ τὸ ὧ καὶ τὸ ἐν τούτοις, ὡς ἐπὶ τοὺς τεχνίτας ἢ ἀπλῶς ἐνεργοῦντας ἀπάγων τὸν λόγον.
[*](p. 1094a6)Πολλῶν δὲ πράξεων οὐσῶν καὶ τεχνῶν καὶ ἐπιστημῶν πολλὰ γίνεται καὶ τὰ τέλη.
Τὸ προκείμενον ἐνταῦθα δεῖξαι τῆν’ πολιτικὴν εἶναι πασῶν ὑπερκειμένην τεχνῶν καὶ κυρίαν πασῶν τῶν ἐν ταῖς ἀνθρωπίναις κοινωνίαις ἐπιτηδεύσεων ὡς ἀρχιτεκτονικὴν προ·ισταμένην πασῶν καὶ πάσαις ἐπιτάττουσαν, ὡς εἶναι καὶ τὸ ταύτης τέλος τῶν ἄλλων ἀπάντων, ἃ ταῖς ἄλλαις τέλη ἐστὶ σκοπιμώτατόν τε καὶ τελικώτατον, ὡς τούτου ὑπάρχειν προσεχῶς καὶ τὸν ἄνθρωπον ἕνεκα ᾗ ἄνθρωπός ἐστι, ζῶον ὄντα φύσει κοινωνικὸν καὶ συναγελαστικόν. καὶ τοῦτο παρίστησιν ἀπὸ τῶν κατ’ εἶδος τεχνῶν ἀρχόμενος καὶ ἀνάγων μὲν πολλὰς εἰς μίαν καὶ τὰ τέλη αὐτῶν εἰς τὸ τέλος αὐτῆς καὶ τοῦτο τιθεὶς ἐκείνων τελικώτερον, εἶτα καὶ πολλὰς τοιαύτας εἰς μίαν ἑτέραν κυριωτέραν τουτωνί, ἧς καὶ τὸ τέλος τῶν τελῶν τῶν ὑπ’ αὐτὴν τελικώτερον, καὶ οὕτω προβαίνων ὁδῷ καὶ ἀεὶ πολλὰς ὑπὸ μίαν ποιούμενος καὶ τὰ πολλὰ τέλη ἐκείνων ὑπὸ ἓν τὸ αὐτῆς τελευταῖον ἀνάγει πάσας ὑπὸ μίαν ἀρ·χιτεκτονικὴν πασῶν τὴν πολιτικὴν καὶ ταύτην δείκνυσιν [*](6 ἐρεῖ Β: ἐρῇ a 9 δόξει scripsi: δόξη Ba 17 βέλτιον—αὐτοῦ (19) a: om. B 30 τεχνῶν B: τελῶν a)
Τὰ μέχρι μὲν τοῦδε ἀποφαινόμενα οὐδεμιᾶς ἠξίωσε παραμυθίας πρὸς πίστωσιν ἀλλ’ ὡς αὐτόπιστα ἔθετο ἀξιώματα. τότε γὰρ πρῶτον δῆλόν ἐστιν, ὡς μηδεμίαν τέχνην ἢ μέθοδον ἡ πρᾶξιν ἢ προαίρεσιν ἁπλῶς λέγεσθαι ὅπερ λέγεται, ᾗ μὴ ἀγαθοῦ τινος καὶ τέλους πρόσεστιν ἔφεσις, ἀλλ’ ὡς συντεθειμένον αὐτῇ καὶ τὸ μάταιον. ὡς γὰρ ὁ νεκρὸς ἄνθρωπος ἢ ὁ εὐνοῦχος ἀνὴρ οὐκ ἄν ῥηθεῖεν ἁπλῶς ὁ μὲν ἄνθρωπος ὁ δ᾿ ἀνήρ, ἀλλ’ ὁ μὲν νεκρὸς ἄνθρωπος ὁ δ’ εὐνοῦχος ἀνὴρ διὰ τὸ ἀντίφασιν ἕπεσθαι ταῖς ἁπλαῖς κατηγορίαις, ἐὰν λόγοι ἀντ’ ὀνομάτων λέγωνται. ἄνθρωπος μὲν γὰρ ζῶόν ἐστι λογικὸν θνητόν, τὸ δὲ ζῶν ἀντικείμενον τῷ νεκρῷ, ὅτι μὴ ζῶν ὁ νεκρός· καὶ αὖθις ὁ ἀνὴρ ἄνθρωπός ἐστιν ἐν ἑτέρῳ γεννᾶν πεφυκώς, ὁ δ’ εὐνοῦχος τοῦτο οὐ πέφυκεν. οὕτως οὐδὲ τέχνη ἂν εἴη ἥτις μὴ εὔχρηστος ἀλλ’ ἢ ματαιοτεχνία, ὅτι μηδέν τι τέλος αὐτῇ, ἢ κακοτεχνία, ὅτι κακὸν τὸ τέλος αὐτῆς, ὡς ἔχουσιν ἥ τε ἱμαντοπαικτικὴ καὶ ἡ κλεπτική, ὧν τῇ μὲν τέλος οὐδέν, τῇ δὲ κακόν, ἡ βλάβη καὶ ἀποστέρησις τῶν οἰκείων τοῦ κλεπτομένου. τὸ αὐτὸ δ’ ἄν ἐρεῖς ἐπί τε μεθόδου καὶ πράξεως καὶ προαιρέσεως, ὥστε οὐκ ἔδει λόγου τινὸς τὴν πρώτην συνιστῶντος ἀπόφανσιν· φάνσιν· μᾶλλον μέντοι ἐξ αὐτῆς ὡς δήλης οὔσης καὶ αὐτοπίστου τὸν ἀποδεδομένον λόγον περὶ τοῦ ἀγαθοῦ ὡς ὀρθῶς ἔχοντα ἐπιστώσατο διὰ τοῦτο φήσας καλῶς ἀποφανθῆναι παρὰ τῶν ἀρχαιοτέρων τὸ ἀγαθὸν οὗ πάντα ἐφίεται; τοιαύτη δέ τίς ἐστι καὶ ἡ δευτέρα καὶ ἡ τρίτη ἀπόφανσις. τίς γὰρ ἀγνοεῖ, ὅτι αἱ μὲν τῶν τεχνῶν ἐνεργείας ἔχουσι τέλη, αἱ δὲ ἔργα παρὰ τὰς ἐνεργείας ἕτερα, καὶ ὅτι διάφορά ἐστι τῷ γένει ἔργον τε καὶ ἐνέργεια; τίς δὲ οὐκ οἶδεν ἐκ τῆς ἐναργείας, ὅτι ἐν αἷς τῶν τεχνῶν τέ,λη εἰσὶν ἔργα τῶν πράξεων ἕτερα, ἐν ταύταις βελτίω τῶν ἐνεργειῶν τὰ ἔργα ἐστίν, ὡς τῶν πράξεων ἤτοι ἐνεργειῶν ἕνεκα τῶν ἔργων οὐσῶν. ταῦτα δὲ πάντα εἴρηκεν εὐθὺς ἐξ ἀρχῆς, πρὸς τὴν εὕρεσιν ἀφορῶν τοῦ κοινοῦ τέλους τῆς καθ’ ἡμᾶς φύσεως, ὡς πάντων τῶν τελῶν ἑκάστης τέχνης καὶ μεθόδου καὶ πράξεως καὶ προαιρέσεως ἀναγομένων εἰς τὸ κοινὸν καὶ δι’ ἐκεῖνο πάντων ὄντων. ὡς εἰ μὴ ἐκεῖνό ἐστι, πάντα εἶναι μάταια τοῦ κοινοῦ τέλους ἐκπίπτοντα. [*](5 τὰ μέχρι μὲν τοῦδε] autea Aristotelia πολλῶν—καὶ τὰ τέλη 1094 a 6—8 iteriim in libris τὰ μέχρι μὲν δὲ τοῦδε a, neque tameu in omnibus exemplaribus 7 ἀλλῶς οἷόν τε λέγεσθαι a 9 ἀλλ’ ὡς Β: ἀλλ’ ἔχει a 14 ἄνθρωπος Β: ὁ ἄνθρωπος a 19 ἐρεῖς B: ἐροῖς a 20. 21 ἀπόφασιν a 22 περὶ om. a 26 ἐναργείας a: ἐνεργείας Β 30 εἴρηκεν εὐθὺς om. a)
Διαφέρει δ’ οὐδὲν τὰς ἐνεργείας αὐτὰς εἶναι τὰ τέλη τῶν πράξεων ἢ παρὰ ταύτας ἔργα τινά.
Ἐπειδὴ εἶπε διάφορα ὄρα κατὰ γένος εἶναι τὰ τέλη τῶν τεχνῶν, ὡς τῶν μὲν εἶναι ἐνεργείας, τῶν δὲ παρὰ τὰς ἐνεργείας ἔργα τινά, καὶ ὅτι ἐν αἷς ἔργα εἰσίν, ἐν ταύταις τὰ ἔργα τῶν ἐνεργειῶν αἱρετώτερα, ἵνα μή τις οἰηθῇ ὅτι καὶ αἱ τέχναι κρείττους καὶ τελειότεραι αἱ ἔχουσαι ἔργα τῶν μὴ ἐχουσῶν, ὡς εἶναι καὶ τὰ τέλη ἐκείνων ὧν ἔργα τὰ τέλη αἱρετώτερα, καὶ κινδυνέυειν καὶ τῆς σκυτοτομικῆς, εἰ τύχοι, τὸ ἔργον τελειότερον εἶναι καὶ αἱρετώτερον τῆς εὐδαιμονίας, ἐνεργείας οὔσης καὶ οὐκ ἔργου, καὶ τὴν τέ χνην ἧς τέλος τὸ ὑπόδημα ἔργον ὂν τῆς τέχνης ἧς ἡ εὐδαιμονία τέλος, ἐνέργεια ὡς εἴρηται καὶ οὐκ ἔργον ὑπάρχουσα, διὰ τοῦτο ταῦτα προστίθησι φάσκων δυνάμει πρὸς τὸν μετερχόμενον τὰ λεγόμενα, ὅτι † γε μὴ οἴου διαφοράν τινα εἶναι πρὸς τὸ τέλος καὶ τὸ τέλειον τῶν τεχνῶν καὶ τὸ αἱρετώτερον ἢ μὴ τῶν τελῶν, τῷ τῶν μὲν εἶναι ἐνεργείας τὰ τέλη τῶν κατὰ τὰς τέχνας πράξεων, τῶν δὲ ἔργα παρὰ τὰς ἐνεργείας τινά. παρ’ αὐτῇ μὲν γὰρ τῇ τέχνῃ ἧς τέλος ἔργον τι παρὰ τὴν ἐνέργειαν, αἱρετώτερον τὸ ἔργον, ὅτι γε καὶ δι’ αὐτὸ ἡ ἐνέργεια. οὐ μὴν δὲ καὶ πρὸς τὰς ἄλλας τὸ αὐτό. ἐνδέχεται γὰρ τέχνας τέλη ἐνεργείας ἐχούσας κρείττους εἶναι καὶ τελεωτέρας πολλῷ τῶν ἔργα ἐχουσῶν παρὰ τὰς ἐνεργείας τὰ τέλη, ὡς ἔστιν ἰδεῖν ἐπί τε τῆς χαλινοποιητικῆς καὶ τῶν λοιπῶν, ὅσαι ποιητικαὶ τῶν ἱππικῶν ὀργάνων εἰσί, καὶ αὐτῆς τῆς ἱππικῆς. τὸ μὲν γὰρ αὐτῆς τέλος τὸ ἱππάζεσθαι εὖ, ὅπερ ἐνεργεῖν ἐστι, τὰ δὲ ἐκείνων τέλη, τῆς μὲν χαλινός, τῆς δὲ σελίς, τῆς δὲ πλῆκτρον, τῆς δὲ <ἕτερον, ὧν> ἕκαστον ἔργον ἐστὶν παρὰ τὴν ἐνέργειαν. ἀλλ’ ἥ τε ἱππικὴ κρείττων ἁπασῶν ἐκείνων καὶ τὸ τέλος αὐτῆς αἱρετώτερον πάντων, ἃ τέλη ἐστὶ τῶν ὑπ’ αὐτὴν τεχνῶν, αἷς αὐτὴ διατάττει καὶ ὧν ἀρχιτεκτονική ἐστιν.
[*](p. 1094a18)Εἰ δή τι τέλος ἐστὶ τῶν πρακτῶν, ὃ δι’ αὑτὸ βουλόμεθα, τἆλλα δὲ διὰ τοῦτο, καὶ μὴ πάντα δι’ ἕτερον αἱρούμεθα (πρόεισι γὰρ οὕτως εἰς ἄπειρον, ὥστ’ εἷναι κενὴν καὶ ματαίαν τὴν ὄρεξιν), δῆλον ὡς τοῦτ’ ἄν εἴη τἀγαθὸν καὶ τὸ ἀρὶ ’στὸν.
Ὅτι μὲν δὴ πᾶσα ἕξις ἀνθρώπου αἱρετὴ καὶ πᾶσα πρᾶξις ἀγαθοῦ ἐφίεται καὶ ὅτι τούτων αἱ μέν εἰσι τελειότεραι, αἱ δὲ ἀτελέστεραι, ὡς εἶναι [*](4 ἑκάστου Β: ἑκάστω a 6 ἔργα τινά Β: ἄλλο τι, καθάπερ ἐπὶ τῶν λεχθεισῶν ἐπιστημῶν a ex Aristotele 12 τύχοι a: τύχη Β 14 ὑπόδημα B: ὑπ’ ἄλλο a 16 ὅτι γε a: ὅτι καὶ Β 22 τελειοτέρας a 27 ἕτερον ὧν a: om. Β ἐστὶν ἔργον a 29 διατάττει Β: ἐπιτάττει a 33 οὕτως] οὕτω γ’ Arist. codd. HaKb)
Ἄρ’ οὖν πρὸς τὸν βίον ἡ γνῶσις αὐτοῦ μεγάλην ἔχει [*](4r) ῥοπὴν καὶ καθάπερ τοξόται σκοπὸν ἔχοντες μᾶλλον ἄν τυγχάνοιμεν τοῦ δέοντος;
ταῦτα προτρεπτικά εἰσι πρὸς τὴν τοῦ ἀγαθοῦ τούτου ζήτησιν. ὡς γὰρ ἤδη δείξας ὅτι ἔστι, προτρέπεται νὺν τί ἐστιν ἐξετάσαι. ἐπεὶ οὖν, φησίν, ἔστι τι τοιοῦτον, ὃ κοινόν ἐστι τέλος πάντων τῶν ἐκ πράξεως κατορθουμένων, συντελοίη ἄν ἡ γνῶσις αὐτοῦ μεγάλως πρὸς τὸν βίον τὸν ἡμέτερον, ὥστε ἔχειν αὐτὸν εὖ. εἴτε γὰρ οὐκ ἔστι τοιοῦτόν τι, μάταιον περὶ τοῦ μὴ ὄντος ζητεῖν, εἴτε ἔστι μέν, οὐδὲν δὲ ἡμῖν ἡ αὐτοῦ γνῶσις λυσιτελεῖ, καὶ οὕτως περιττὸν τὸ ζητεῖν περὶ πράγματος, οὗ ἡ γνῶσις οὐδεμίαν ἡμῖν παρέχεται λυσιτέλειαν. εἰ δὲ καὶ ἔστι καὶ ἡ γνῶσις αὐτοῦ μεγάλην ἡμῖν ῥοπὴν δίδωσι πρὸς κατόρθωσιν, δεῖ δὴ σπουδὴν ἐνδείξασθαι πρὸς τὸ γνῶναι τί ἐστι· ῥοπὴν γὰρ τὴν λυσιτέλειαν φησὶ καὶ βοήθειαν. εἴρηται δὲ οὕτως ἀπὸ μεταφορᾶς τῶν ζυγῶν, οἷς ἐν τοῖς βάρεσι χρώμεθα. ὥσπερ γὰρ ἐπ’ ἐκείνων τὰ ἐπὶ θάτερα ῥέποντα τῶν ζυγοστατουμένων τῶν κουφοτέρων προτίθεται ὡς λυσιτελοῦντα τοῖς τὰς ῥοπὰς ἐξετάζουσιν, οὕτω καὶ πανταχοῦ τὰ λυσιτελέστερα καὶ ὠφελιμώτερα ῥοπὴν ἔχειν πρὸς ἐκεῖνα λέγεται πρὸς ἅπερ συμβάλλεται. ὅτι δὲ οὕτως ἔχει καὶ ῥοπὴν πρὸς τὸν βίον μεγάλην ἡ γνωριμότης τοῦ τέλους παρέχεται, δείκνυσιν ἐκ παραβολῆς. καθάπερ γὰρ τοξόται, φησί, σκοπὸν ἔχοντες μᾶλλον ἄν τυγχάνοιμεν τοῦ δέοντος. ὥσπερ γὰρ οἱ τοξόται ἀπλῶς μὲν βάλλοντες καὶ πρὸς μηδὲν ἐπισκοποῦντες οὗ ἐπιτεύξονται, οὐκ ἄν ἀγαθοί ποτε τὰ τοξικὰ γένοιντο, οὕτω καὶ οἱ σπουδαίως καὶ ἐναγωνίως ζῆν προαιρούμενοι, εἰ μὴ τέλος ἔχουσί τι, πρὸς ὃ τὴν σπουδὴν ἐπιδείκνυνται, οὐκ ἄν ποτε ἀγαθοὶ ταῖς κατὰ τὴν πρᾶξιν ἕξεσι γένοιντο. σκοποῦ δ’ ἑκατέροις καὶ τέλους προκειμένου ὡς πρὸς αὐτὸ τὰς ἐνεργείας καὶ τὰς σπουδὰς ἀπευθύνεσθαι, ῥᾷον πρὸς τὴν κατόρθωσιν ἕξουσιν.
[*](p. 1094a24)Εἰ δ’ οὕτω, πειρατέον τύπῳ περιλαβεἰν αὐτὸ τί ποτέ 45 ἐστι καὶ τίνος τῶν ἐπιστημῶν ἢ δυνάμεων.
Εἰ οὕτω, φησίν, ἀναγκαία ἡ γνῶσις τούτου τοῦ τέλους ἐστί, δεῖ ποιήσασθαι ἀπόπειραν, εἴ πὼς γένηται δυνατόν, ὡς πρὸς τοὺς μηδεμίαν περὶ αὐτοῦ εἴδησιν ἔχοντας ὁλοσχερῆ τινα καὶ οἷον τυπωτικὴν περίληψιν ποιήσασθαι, τί ποτέ ἐστι παραδιδόντας καὶ τίνος τῶν ἐπιστημῶν ἢ δυνάμεων. ὅτι μὲν γὰρ ἔστι, διὰ τῶν εἰρημένων δέδεικται, καὶ ὅτι μεγάλως ἡ γνῶσις αὐτοῦ πρὸς τὸν βίον λυσιτελεῖ. πῶς δ’ ἄν αὕτη ἡμῖν περιγένοιτο μὴ τὴν οὐσίαν μαθοῦσιν αὐτοῦ; τὴν δὲ δήλην τὸ τί ἐστι τίθησι. τοῦτο δέ [*](1 ἆρ’ οὖν καὶ πρὸς a cum Aristotele 9 λυσιτελεῖ B: συντελεῖ a 28 τύπῳ γε περιλαβεῖν Arist. et Eustrat. Vat. 269 30 εἰ δ’ οὕτω a)
Δόξειε δ’ ἂν τῆς κυριωτάτης εἶναι καὶ μάλιστα ἀρχι- τεκτονικῆς· τοιαύτη δ’ ἡ πολιτικὴ φαίνεται.
Εἰ γὰρ τοῦτο τῶν πράξεσι σί’ τελῶν πάντων ἐστὶ τελικώτατον καὶ τῶν πρακτῶν πάντων ἀγαθῶν ὑπερέχον, εἴη ἂν καὶ ἡ τέχνη ἧς τέλος τοῦτό ἐστι, κυριωτάτη τε τῶν λοιπῶν καὶ ἀρχιτεκτονική, ὡς καὶ ταῖς λοιπαῖς ἐπιτάττουσα πάσαις καὶ τέλος ἔχουσα τῶν λοιπῶν αἱρετώτερον, ὅσα τέλη ταῖς ἄλλαις ἐστίν. οὐκ εἶπεν ‘ἐστίν’ ἀλλὰ φαίνεται· ἤδη δὲ ἀποδείκνυσιν ἐξ αὐτῶν τῶν ἐνεργημάτων αὐτῆς. τοιαύτη δὲ ἡ πολιτική.
[*](p. 1094a28)Τίνας γάρ φησιν εἶναι χρεὼν τῶν ἐπιστημῶν ἐν ταῖς πόλεσι, καὶ ποίας ἑκάστους μὰν θανεῖν, καὶ μέχρι τίνος, αὕτη διατάττει.
Εἰ γὰρ τὸ εἶναι ἢ μὴ εἶναι ἁπλῶς τάσδε ἢ τάσδε τὰς ἐπιστήμας ἐν ταῖς πόλεσι, καὶ ποίας ὑπὸ ποίων μανθάνεσθαι, αὕτη διορίζεται καὶ μέτρον αὐταῖς [*](24 εἶναι Ba: om. Vat. 269 et libri Arist. 25 δ’ ἡ Ba: δὲ καὶ ἡ Val. 1(;22 el Arist. liber Lb 32 τοιαύτη δὲ ἡ πολιτική ailiecto φαίνεται leminatis iustar a 33 φησιν cum libri omnes manuscrr. praebeant (omittat a) nolui exterminare)
Ὁρῶμεν δὲ καὶ τὰς ἐντι μοτάτας τῶν δυνάμεων ὑπὸ ταύτην οὔσας, οἷον στρατηγικὴν οἰκονομικὴν ῥητορικήν.
τὴν ὑπεροχὴν τῆς πολιτικῆς ἐκ τούτων παρίστησι καὶ ὡς ἀρχιτεκτονικωτάτη ἐστὶν αὕτη τῶν ἐν ταῖς πόλεσιν ἐπιστημῶν καὶ δυνάμεων. τοῦτο δὲ δείκνυσι διχῶς, πῶς τε ἔχουσι λέγων αἱ τούτων ἐντιμόταται πρὸς αὐτήν, ἤγουν ὅτι ὑπόκεινται αὐτῇ ὡς ἐπιταττόμεναι παρ’ αὐτῆς οἷον στρατηγικὴ ῥητορικὴ οἰκονομική· τοῦ πολιτικοῦ γὰρ διορίσασθαι στρατηγῷ τε πῶς χρηστέον τῷ στρατοπέδῳ καὶ ῥήτορι πῶς καὶ μέχρι τίνος τοῖς λόγοις ἔν τε βουλαῖς καὶ δίκαις καὶ πανηγύρεσι καὶ οἰκονομικῷ πῶς ἂν καλῶς καὶ δικαίως καὶ σωτηρίως τὸν οἶκον καὶ τοὺς αὐτῷ συνοικοῦντας διάθηται· καὶ αὖθις πῶς ἡ πολιτικὴ πρὸς αὐτάς.
[*](p. 1094b4)Χρωμένης γὰρ ταύτης ταῖς λοιπαῖς πρακτικαῖς τῶν ἐπιστημῶν, ἔτι δὲ νομοθετούσης τί δεῖ πράττειν καὶ τίνων ἀπέχεσθαι, τὸ ταύτης τέλος περιέχοι ἂν τὰ τῶν ἄλλων. ὥστε τοῦτ᾿ ἂν εἴη τὸ ἀνθρώπινον ἀγαθόν.
Εἰ γὰρ αἵ τε ἐντιμόταται τῶν δυνάμεων ταύτῃ ὑπόκεινται μετρούμεναι παρ’ αὐτῆς καὶ ἐπιταττόμεναι, καὶ αἱ πρακτικαὶ ἐπιστῆμαι τὸ εἶναι ἔχουσιν [*](3 αὐτὰς a: αὐταῖς Β 8 διαφθείρουσαι Β: διαφθείρωσι a 9 ἀνοήτους a 9. 10 ἱμκντοπαικτικὴ a: ἱμαντοποιητικὴ Β 11. 12 ἐπιτηδεύωσι a 17 ἀνόῃτα ητα a 20 καὶ σπουδῆς ἀπεχόμεναι Β: om. a 32 γὰρ] δὲ Arist.)
Εἰ γὰρ καὶ ταὐτόν ἐστιν ἑνὶ καὶ πόλει, μεῖζόν γε καὶ θειότερον τὸ τῆς πόλεως φαίνεται καὶ λαβεῖν καὶ σώζειν.
Τὴν ἢν ταὐτότητα καὶ τὴν διαφορὰν ἔοικε τιθέναι διὰ τούτων, ἣν αὐτὴ πρὸς ἑαυτὴν ἀναδέχεται ἡ εὐδαιμονία, ὡς τέλος οὖσα πολιτικῆς τινος, ἤγουν ἠθικῆς ἅμα καὶ πολιτικῆς ἁπλῶς, ταὐτὸν μὲν γάρ ἐστι τὸ τέλος ἀμφοῖν ὅπερ ἐστὶ τὸ ἐν ἀρεταῖς τέλειον ὡς οὕτως εἰπεῖν ἐν τῷ παρόντι, ἀλλὰ τὸ μὲν μεῖζον καὶ θειότερον, τὸ δὲ ἔλαττον καὶ ἀνυρωπικώτερον· καὶ τοῦτο κατασκευάζει δι’ ὧν ἐπιφέρει.
[*](p. 1094b9)Ἀγαπητὸν γάρ φησι καὶ ἑνὶ μόνῳ, κάλλιον δὲ καὶ θειότερον ἔθνει καὶ πόλεσιν.
Καὶ τὸ ἐν ἑνὶ μὲν γὰρ τὸ ἀγαθὸν κατορθοῦν ἄξιον ἀγάπης ἐστὶν ὡς καλόν, εἴτε ἐν ἑαυτῷ τοῦτό τις εἴτε ἐν ἑτέρῳ κατορθοῖ· ἀλλὰ κάλλιον ἐστὶ καὶ θειότερον εἰ ἐν ἔθνει καὶ πόλεσιν ἡ τοῦ ἀγαθοῦ κατόρθωσις γί- νεται· κάλλιον μέν, ὡς ἐπὶ πλειόνων ἐξαπλουμένης τῆς καλλονῆς καὶ πλείονος γινομένης τῆς κοσμιότητος, ὥσπερ εἴ τις ἐρεῖ φωτεινότερον εἶναι φῶς τὸ εἰς πλεῖον διάστημα ἐξαπλούμενον τοῦ ἐξαπλουμένου εἰς ἔλαττον· θειότερον δέ, ὅτι τὸ ἀγαθοποιεῖν θεῖον ἔργον ἐστίν. ὅσῳ οὖν πλείω τὰ ἀγαθοποιούμενά τε καὶ βελτιούμενα, τοσούτῳ πλείων ἡ ἀγαθοποίησις· καὶ διὰ τοῦτο καὶ τὸ ἔργον θειότερον.
[*](p. 1094b10)Ἡ μὲν οὖν μέθοδος τούτων ἐφίεται πολιτική τις οὖσα. λέγοιτο δ’ ἄν ἱκανῶς, εἰ κατὰ τὴν ὑποκειμένην ὕλην διασαφηθείη. θείη.
Μέχρι μὲν τῶν εἰρημένων τὸ πρῶτον προοίμιον πεπλήρωται, τριῶν 21 ὄντων ἁπάντων, ἅπερ ἐν τῷ παρόντι βιβλίῳ προτέτακται. δέδεικται δὲ ἐν τούτῳ, ὅτι τέ ἐστί τι τῶν πρακτῶν ἀγαθῶν ἁπάντων τελικώτατόν τε καὶ σκοπιμώτατον, ὑφ’ ὃ πάντα ἀνάγεται· καὶ ὅτι δεῖ τοῦτο ζητεῖν ὡς συντε- λοῦν μεγάλως ἡμῖν εἰς τὴν ἐν βίῳ κατόρθωσιν· καὶ ὅτι τῆς ἀρίστης ἂν εἴη τοῦτο τῶν ἐπιστημῶν καὶ δυνάμεων, ἥτις ἐστὶν ἡ πολιτική· καὶ ὅτι 25 [*](9 θειότερον Ba et Arist. cod. Lb: τελεώτερον Arist. vulg. Ki ἀγαπητὸν γάρ B, ut Arist. Kb: ἀγαπητὸν μὲν γὰρ a et Arist. vulg. φησι om. a cf. p. 15,33 27 addunt verba Aristotelia τό γὰρ ἀκριβὲς—δημιουργουμένοις Ba 32 ὑφ’ ὃ a: ὑφ’ ὧ Β Comment. Arist. XX Eustratius in Ethica.)
Τὸ γὰρ ἀκριβὲς οὐχ ὁμοίως ἐφ’ ἑκάστου γένους ἐπιζητητέον, ὥσπερ οὐδὲ ἐν τοῖς δημιουργουμένοις.
τοῦτο κατασκευαστικόν ἐστι τοῦ μὴ δεῖν ἀκριβεῖς καὶ ἀναγκαίους ἀπαιτεῖν τοὺς παραδιδομένους λόγους ἐν τοῖς ἠθικοῖς καὶ πολιτικοῖς, ὅτι μηδὲ πᾶς λόγος τεχνικὸς ἀκριβής ἐστιν, οὐδὲ ὁμοίως τεχνίτης ἕκαστος ἀπατεῖται κατὰ τὴν ἑαυτοῦ τέχνην τὸ ἀκριβὲς ἐπιδείκνυσθαι. καὶ τοῦτο παρίστησιν ἀπὸ τῶν δημιουργικῶν τεχνῶν καὶ τῶν κατ’ αὐτὰς δημιουργουμένων. δημιουργικαὶ δὲ λέγονται τέχναι αἱ ποιητικαί, καὶ δημιουργούμενα τὰ ὑπ’ αὐτῶν ἀποτελούμενα ἔργα. εἰς τρία τοιγαροῦν τῶν τεχνῶν διῃρημένων, εἰς θεωρητικὸν εἰς πρακτικὸν εἰς ποιητικόν, ἐκ τῶν ποιητικῶν παρίστησι τὸ λεγόμενον, φημὶ δὴ τὸ μὴ δεῖν ἐπὶ πάντων ὁμοίως ζητεῖν τὴν ἀκρίβειαν. ἐναργέστερον γὰρ τοῦτο μάλιστα ἐπὶ τῶν τοιούτων φαίνεται τεχνῶν, διὰ τὸ τὰ ὑποκείμενα αὐταῖς καὶ τὰ ἔργα αἰσθήσει εἶναι γνωστά, τίνα τε καὶ ὁποῖά εἰσιν· ἴδε γὰρ ὅτι ἓν εἶδός ἐστι τέχνης τὸ μιμητικὸν ἀνθρώπου μορφῆς ᾗ ἄνθρωπος· διαιρεῖται δὲ εἰς εἴδη διάφορα κατὰ τὰς τῶν ὑποκειμένων διαφοράς· καὶ πρῶτον μὲν εἰς ζωγραφικὴν καὶ ἀνδριαντοποιητικήν· ἡ δὲ εἰς κηροπλαστικὴν τηκτικὴν γλυφικὴν τεκτονικὴν λιθοξοικήν, ἀλλ’ ὁ μὲν γράφ’ ἰκὸς πλεῖον ἀπαιτεῖται τὸ ἀκριβὲς τῆς μιμήσεως διὰ τὸ τῆς ὑποκειμένης αὐτῷ ὕλης εὔεικτον, ὁ δὲ κηροπλάστης κηρῷ καὶ πηλῷ καὶ τοῖς τοιούτοις χρώμενος ἧττον μὲν ἐκείνου, μᾶλλον δὲ τῶν λοιπῶν, ὁ δὲ τέκτων καὶ γλύπτης λιθοξόου μᾶλλον, τῶν προτέρων λειπόμενος εἰς ἀκρίβειαν, ὁ δὲ λιθοξόος τῶν λοιπῶν ἔχει πάντων δυσμεταχειριστότερον τὸ αὐτῷ ὑποκείμενον κἀντεῦθεν ἕξει τὸ ἀκριβὲς ἧττον κατορθούμενον ἅμα καὶ ἀπαιτούμενον. ἱκανὸν οὖν ἑκάστῳ εἰ κατὰ τὴν ὑποκειμένην μένην ὕλην κατορθοῖ. γένος δὲ ἐνταῦθα ὁ Ἀριστοτέλης τὸ ὑποκείμενον ἐκάλεσε καὶ ἐν ἄλλοις πολλοῖς· τὸ γὰρ γένος ὕλῃ ἀναλογεῖ τῇ τῶν διαφορῶν ἐπεισελεύσει εἰδοποιούμενον, ἥ τε ὕλη γένει συγκεχυμένη καθ’ ἑαυτὴν οὖσα καὶ ἀδιάρθρωτος καὶ ὑπὸ τῶν εἰδῶν μορφουμένη ὥς τινων διαφορῶν. καὶ ὡς τὸ γένος δυνάμει τὰ εἴδη, καὶ ἐκ τοῦ δυνάμει προιὸν εἰς ἐνέργειαν, οὕτω καὶ ἡ ὕλη δυνάμει τὰ ἐξ αὐτῆς, καὶ ἐκ τῆς στερήσεως προ·ἰοῦσα εἰς εἰδοποίησιν.
[*](3 οὗτος B: οὕτως a 4 διαλεκτικὴν Β: om. a 8 ἐφ’ ἑκάστου γένους Ba: ἐν ἅπασι τοῖς λόγοις Aiist. 21 ὁποῖα B: ποῖα a 24 τηκτικὴν B: om. a 29 ἔχει B: ἔχων a 30 ἕξει a: ἥξει B)Ta δὲ καλὰ καὶ τὰ δίκαια, περὶ ὧν ἡ πολιτικὴ σκοπεῖται, 5v τὸ σαυτὴν ἔχει διαφορὰν καὶ πλάνην, ὥστε δοκεῖν νόμῳ μόνον εἶναι, φύσει δὲ μή.
Περὶ τῶν ἑξῆς ῥηθησομένων λόγων εἰπὼν ὁποῖοί ποτ’ ἔσονται, καὶ ὅτι ἱκανὸν αὐτοῖς εἰ κατὰ τὴν ὑποκειμένην ὕλην ἡ ἐξ αὐτῶν διασάφησις γένηται, εἶτ’ ἐπὶ τὸ καθόλου τὸν λόγον ἀνενεγκὼν ὡς οὐ πάντες οἱ λόγοι τὴν αὐτὴν ἀκρίβειαν ἐπιδέχονται, κατάγει αὐτὸν ἐπὶ τὰ προκείμενα, καί φησιν ὅτι τὰ παρὰ ἀνθρώποις καλὰ καὶ δίκαια, περὶ ὧν ἡ πολιτικὴ σκοπεῖ, πεῖ, πολλὴν ἔχει κατὰ τὴν δόξαν παρὰ τοῖς ἀνθρώποις διαφορὰν καὶ πλάνην, καὶ τοσαύτην, ὡς δοκεῖν νομίσει μόνῃ καὶ ὑπολήψει ταῦτα καὶ μηδὲν εἶναι κατὰ τὴν φύσιν διὰ τὸ ἄλλοις ἄλλως δοκεῖν καὶ ἄλλα παρ’ ἄλλοις εἰσάγεσθαι καλά τε καὶ δίκαια, ὡς τῶν φύσει παρὰ πᾶσιν ὄντων τῶν αὐτῶν. καὶ ἔστι τὸ καθολικώτερον τῷ μερικωτέρῳ συνθέμενον οὕτω συλλογίσασθαι· τὰ παρὰ ἀνθρώποις καλὰ καὶ δίκαια διάφορα καὶ πεπλανημένα· περὶ τῶν διαφόρων καὶ πεπλανημένων οὐκ ἔστι παραδοῦναι λόγους ἀκριβεῖς· περὶ τῶν ἀνθρωπίνων ἄρα καλῶν καὶ δικαίων οὐκ ἔστι παραδοῦναι λόγους ἀκριβεῖς.
[*](p. 1094b16)τοιαύτην δέ τινα πλάνην ἔχει καὶ τὰ ἀγαθὰ ἕως τοὐ ἕτεροι δὲ δι’ ἀνδρείαν.
Ὁ μὲν τοῦ πρώτου τούτου βιβλίου σκοπὸς περὶ ἀνθρωπίνου ἀγαθοῦ, ἐνταῦθα δ’ ὁ Ἀριστοτέλης ὁποῖοι ἔσονται οἱ λόγοι εἰπεῖν προθέμενος καὶ ἀνενεχθεὶς ἐπὶ τὸ κοινότερον ὡς πάντα περιλαβεῖν τὰ καλὰ καὶ δίκαια περὶ ὧν ἡ πολιτικὴ ζητεῖ, κατηνέχθη πάλιν ἐπὶ τὸ ζητούμενον ἀνθρώπινον ἀγαθόν, καί φησιν ὅτι ὡς ἀπλῶς ἐπὶ τῶν καλῶν καὶ δικαίων περὶ ἃ ἡ πολιτικὴ ἔχει, πολλὴ τοῖς ἀνθρώποις διαφορά, οὕτω καὶ ἐπὶ τῶν παρ’ αὐτοῖς ἀγαθῶν. διὰ τί; διότι συμβαίνει πολλοὺς ἐκ τῶν δοκούντων αὐτοῖς ἀγαθῶν βλάπτεσθαι· πλοῦτος γὰρ καὶ ὑγεία καὶ ἀνδρεία καὶ τοιαῦτα ἕτερα ἀγαθὰ δοκοῦντα τοῖς ἀνθρώποις ἀπώλεσάν τινας. οὐκ ὀλίγοι γὰρ ἀνῃρέθησαν διὰ πλοῦτον, ἄλλοι δὲ δι’ ἀνδρείαν. ἀνδρείαν δὲ ἐνταῦθα οὐ τὴν ψυχικήν φησιν ἀρετὴν ἐν συμμέτρῳ θεωρουμένην τῆς τοῦ θυμικοῦ ὁρμῆς καὶ ὀρέξεως, ἀλλὰ τὴν κατὰ τὸ σῶμα λαμβανομένην, ἣ καὶ ἰσχὺς κυρίως ὠνόμασται, πρὸς τὴν ἐν τῇ ψυχῇ ἀνδρείαν ἀναλογοῦσα. ὡς γὰρ ἐν τῇ ψυχῇ τέσσαρες αἱ γενικαὶ ἀρεταί, φρόνησις ἀνδρεία σωφροσύνη δικαι- οσύνη, οὕτως ἐν τῷ σώματι ταῦτα τέτταρα, εὐαισθησία ἰσχὺς κάλλος ὑγεία, ἡ μὲν φρονήσει ἀναλογοῦσα, ὡς γνῶσίς τις οὖσα ἐν ζῴου θεωρουμένη [*](6 γένηται B: γένοιτο a ἀνεγκὼν a 10 ταῦτα εἶναι καὶ a 13 τῶν μερικωτέρων a 18 ἕως τοῦ Β: verba Aristotelia plena praebet a 19 ἀνδρείω a: ἀνανδρείαν Β 34 εὐαἱσθησις a)
Ἀγαπητὸν οὖν περὶ τοιούτων καὶ ἐκ τοιούτων λἑγοντας.
Ἐπεὶ τοσαύτην φησὶν ἔχει ἀμφιβολίαν τὰ παρὰ ἀνθρώποις καλὰ καὶ δίκαια καὶ ἀγαθὰ καὶ οὐκ ἔστι βεβαία τις δόξα τούτοις περὶ αὐτῶν καὶ ὁμόνοια, εἰ καὶ ἡμεῖς περὶ τούτων λέγοντες οὐ μετ’ ἀκριβοῦς καὶ λεπτομεροῦς ἐξετάσεως ἀλλ’ ὁλοσχερῶς καὶ παχυμερῶς καὶ οὐ καθαρῶς, ἀλλ’ ὡς ἐν τύπῳ τινὶ τὴν περὶ τούτων ἁλή θείαν ἐνδειξόμεθα, ἀρκεστέον τοῖς λεγομένοις, ὅμως ἐπεὶ οὐκ ἀναγκαῖα τὰ ὑποκείμενα οὐδ’ ἀεὶ ὡσαύτως ἔχοντα ἀλλ’ ὡς ἐπὶ τὸ πολύ, ἀνάγκη καὶ τὰς περὶ τούτων δείξεις ἐκ τῶν ὡς ἐπὶ τὸ πολὺ προτάσεων ἀποτελεῖσθαι· ὥστε καὶ τὰ συμπεράσματα οὐκ ἀναγκαῖα ἀλλὰ τῶν ὡς ἐπὶ τὸ πολὺ ἔσονται, εἰ καὶ ἐξ ἀνάγκης τιθεμέναις ταῖς προτάσεσιν ἕπονται. ἐπεὶ γὰρ οὔτε τὰ ὄντα οὔτε τὰ γινόμενα ἐξ ἀνάγκης εἰσὶν ἢ γίνεται πάντα, ἀλλ’ ἔστι τινὰ διακοπτόμενα τοῦ εἶναι καὶ τοῦ γίνεσθαι, ἐντεῦθεν καὶ τὸ ἐνδεχόμενον παρεισάγεται καὶ διαιρεῖται εἰς τρία τάδε, εἰς τὸ ὡς ἐπὶ τὸ πολὺ τὸ ἐπίσης τὸ ἐπ’ ἔλασσον. καὶ περὶ μὲν τὸ ἀναγκαῖον ἐπιστήμη καταγίνεται ἀναγκαία οὖσα καὶ ἐξ ἀναγκαίων ἀναγκῖα περαίνουσα, περὶ δὲ τὸ ὡς ἐπὶ τὸ πολὺ ἐνδεχόμενον τέχνη, ἐκ τῶν ὡς ἐπὶ τὸ πολὺ προτάσεων τὰ ὡς ἐπὶ τὸ πολὺ συνάγουσα συμπεράσματα, περὶ δὲ τὸ ἐπίσης λογισμὸς καὶ προαίρεσις, κριτικαὶ οὖσαι δυνάμεις καὶ ἄμφω τὰ μέρη τῆς ἀντιφάσεως ἑκατέρωθεν ταλαντέυουσαι καὶ ὃ ἄν δόξῃ δέον τοῦτο τοῦ ἀντικειμένου τιθέμεναι προυργιαίτατον. περὶ δὲ τὸ ἐπ’ ἔλαττον οὐδεμία δύναμις καταγίνεται, διὸ καὶ τύχῃ καὶ αὐτομάτῳ οἱ παλαιοὶ τὸ τοιοῦτον ἀνέθεντο, τοὺς περὶ τούτου λόγους ἀποδιδόναι μὴ ἔχοντες. [*](1 καρτερὸν a 6 αὐτὴ ἀγαθὸν a 10 ἐντὸς a: ἐκτὸς Β 11 διὰ τὸ καὶ ἐκ τούτων a 12 εὐλόγως B: ἀλόγως a 15 rhesin usque ad verba καὶ συμπεραίνεσθαι 1094b22 praebet a 16 τοσαύτας—ἀμφιβολίας a 18 οὐ Β: μὴ a 21 ἐπεὶ γὰρ οὐκ a 24 ἀλλὰ τῶν Β: ἀλλ’ a 34 προυργιαίτερον a 35 καὶ (ante τύχῃ) om. a καὶ (post τύχῃ) a: om. Β)
τὸν αὐτὸν δὲ τρόπον καὶ ἀποδέχεσθαι χρεὼν ἕως τοῦ καὶ ρητορικον ἀποδείξεις ἀπαιτεῖν.
Εἰπὼν ποίους λόγους ἐν τοῖς ὑποκειμένοις ἐνδέχεται γίνεσθαι, ὑποτίθησι καὶ τῷ ἀκροατῇ πῶς πρὸς τοὺς οὑτωσὶ λεγομένους διατίθεσθαι χρή, καί φησιν ὅτι τὸν αὐτὸν τρόπον δεῖ ἀποδέχεσθαι τὰ λεγόμενα, ἤγουν ὡς μὴ ἐξ ἀναγκαίων συλλογιζομένου τοῦ λέγοντος μηδ’ ὡς ἀναγκαῖα δεικνῦντος, ἀλλ’ ὡς ἐκ τῶν ὡς ἐπὶ τὸ πολὺ καὶ ὡς ἐπὶ τὸ πολύ, καὶ μέχρι τούτου ἡγεῖσθαι καλῶς ἔχοντα τὰ λεγόμενα καὶ μὴ τὸ ἀναγκαῖον ἐπὶ τούτων ἀπαιτεῖν. εἶτα καὶ κανόνα τινὰ παραδίδωσι, μέχρι πόσου ἐπὶ τῶν λεγομένων γομένων ἀπαιτητέον τὴν ἀκρίβειαν τῷ λέγειν πεπαιδευμένου εἶναι ἀνδρός, ἤτοι πολυπειρίαν ἐν λόγοις καὶ πράγμασιν ἔχοντος, ἐπὶ τοσοῦτον καθ’ ἕκαστον ὑποκείμενον ζητεῖν τὴν ἀκρίβειαν, ἐφ’ ὅσον ἡ φύσις τοῦ πράγματος ἐπιδέχεται· εἰ γοῦν ὁ τοιοῦτος πεπαιδευμένος, ἀπαίδευτος ἄν εἴη ὁ τούτου δρῶν τὸ ἀνάπαλιν· καὶ ἔργον τίθησι τὸ ἐπιφερόμενον, φάσκων παραπλήσιον γὰρ φαίνεται μαθηματικοῦ πιθανολογοῦντος | ἀποδέχεσθαι [*](6v) καὶ ῥητορικὸν ἀποδείξεις ἀπαιτεῖν. ὁ μὲν γὰρ μαθηματικὸς ματικὸς τοιοῦτον ἔχει τὸ ὑποκείμενον ὡς δύνασθαι τὰ καθ’ αὑτὸ συμβεβηκότα αὐτῷ ἐξ ἀναγκαίων καὶ πρώτων καὶ καθ’ αὑτὸ καὶ ᾗ αὐτὸ καὶ ἀμέσων δεικνύειν προτάσεων, ὁ δὲ ῥητορικὸς ἐξ ἐνδόξων ἢ φαινομένων [*](7 ἀναγκαῖον Β: ἀνάγκαις a 20 ἕως τοῦ Β: verba Aristotelis plena exhibet a 26 ὡς ἐκ Β: ἐκ a 30 τὸ ἐπὶ τοσοῦτον a 34 μαθηματικοῦ τε πιθανολογοῦντος Arist.)
Ἕκαστος δὲ κρίνει καλῶς.
τρίτον τοῦτο προοίμιον ἐν ᾧ δείκνυσιν ὁποῖον εἶναι δεῖ τὸν ἀκροατὴν τῶν ἐνταῦθα ῥηθησομένων· ὅτι πεπαιδευμένον τὰ λεγόμενα. εἰ γὰρ μὴ οἶδεν, οὐκ ἂν ὀρθῶς κρινεῖ· εἰ δὲ μὴ κρίνει ὀρθῶς, οὐδ’ ὀρθῶς ἀποδέξεται. μέχρι δὲ τίνος εἰδέναι ἀναγκαῖον τὸν ἱκανὸν κριτὴν τῶν λόγων ἐσόμενον, εἴρηται. ποιεῖται δὲ τὸν λόγον καθόλου λέγων, ἕκαστος ἐκεῖνα κρίνει καλῶς ἃ γινώσκει. ἡ γὰρ γνῶσις ἑκάστου πράγματος γνώμων τίς ἐστι τῆς κατ’ αὐτὸ ὀρθότητος ἐν τῇ ψυχῇ τοῦ γινώσκοντος κείμενος, ᾧ παρατιθεὶς τὸ κρινόμενον εὑρίσκει αὐτὸ εἴτε κατ’ ἐκεῖνό ἐστιν εἴτε παραβαίνει τὴν ἐκείνου ἀκρίβειαν. καὶ εἰ μὲν εὑρίσκει ἐκ τῆς παραβολῆς ἐφαρμόζον ἐκεῖνο τῷ γνώμονι, ἐπαινεῖ ὡς ἔχον εὖ, εἰ δὲ μή, καταμέμφεται αὐτὸ προσηκόντως ὡς μὴ τῷ κανόνι ἐφαρμζόμενον. ὁ τοίνυν εἰδὼς ὡς ἔχει φύσεως τὸ κρινόμενον ἔχει γνῶσιν τοῦ κρινομένου· ὁ τοῦτο, ἔχει τὸν κανόνα αὐτοῦ καὶ τὸν γνώμονα· ὁ τοῦτο, ἔχει ᾧ ὀρθῶς τὴν κρίσιν ποιήσεται· ὁ ἄρα γινώσκων ὡς ἔχει φύσεως τὸ κρινόμενον, ἔχει ᾧ ὀρθῶς κρινεῖ, ὁ δὲ μὴ γινώσκων, ἀνάπαλιν. διὸ ἐκεῖνος μὲν ἀγαθὸς κριτής, οὑτοσὶ δὲ φαῦλος.
[*](p. 1094b28)Καθ’ ἕκαστον ἄρα ὁ πεπαιδευμένος.
’H ὁλοκληρία τοὺ λόγου τοιαύτη· πᾶς ὁ κρίνων τι, καλῶς γινώσκει ἐκεῖνο· πᾶς ὁ γινώσκων τι πεπαιδευμένος περὶ ἐκεῖνό ἐστιν· πᾶς ἄρα ὁ κρίτὰ [*](1 προκείμενα bis Β 9 λόγοι a: οἱ λόγοι Β 11 ἐπαγγελλόμενον ἐξετάζει a 15 rhesin usque ad verlja ἀγαθὸς κριτής praebet a IS κρινεῖ B: κρίνοι a οὐδ’ Β: οὐκ ἄν a 18. 19 ἀποδέξεται Vat. 1622: ἀποδείξεται Β: ἀποδέξαιτο a 22 κείμενον a 24. 25 ἐκεῖνο ἐφαρμόζον a 2(1 προσηκόντως scripsi: προσήκοντος Β: om. a ἐφαρμοζόμενον Β: ἐφαρμόζον a 31 rhesin usque ad verba πᾶν πεπαιδευ μένος praebet a 33 πᾶς ἄρα—περὶ ἐκεῖνό ἐστιν Β: om. a)
Διὸ τῆς πολιτικῆς οὐκ ἔστιν οἰκεῖος ἀκροατὴς ὁ νέος.
Προθέμενος ἐν τῷ τρίτῳ προοιμίῳ περὶ ἀκροατοῦ εἰπεῖν ὁποῖον δεῖ [*](7) εἶναι, πρότερον μὲν καθόλου διέλαβε περὶ τοῦ ὁποῖον δεῖ εἶναι τὸν κρίνοντα τὰ καθ’ ἑκάστην τέχνην ἢ ἐπιστήμην ἐνεργούμενα καὶ ἀποτελούμεανα, εἶτα ἦλθεν εἰς τὸ προκείμενον διὰ τῶν κοινῶς εἰρημένων δεικνὺς καὶ αὐτὸ ὅτι τῆς πολιτικῆς οὐκ ἔστιν οἰκεῖος ἀκροατὴς ὁ νέος. καὶ δείκνυσιν αὐτὸ διὰ δύο ἐπιχειρημάτων· πρῶτον μὲν ἐκ τῆς τοῦ χρόνου βραχύτητος, ἣν ὡς νέος ἔτι διήνυσεν ἐν τῷ βίῳ, μὴ δυνηθεὶς δι’ ὀλίγου πεῖραν λαβεῖν τῶν κατ’ αὐτὸν πράξεων, ἐξ ὧν καὶ περὶ ὧν οἱ λόγοι· ὅθεν οὐδὲ δύναται κρίνειν ὀρθῶς ταῦτα. ὁ δὲ συλλογισμὸς ἐν πρώτῳ σχήματι. ὁ νέος ἄπειρος τῶν κατὰ τὸν βίον πράξεων· πᾶς ἄπειρός τινων οὐ δύναται κρίνειν ἐκεῖνα ὧν ἄπειρός ἐστιν· ὁ νέος ἄρα οὐ δύναται κρίνειν καλῶς τὰς κατὰ τὸν βίον πράξεις· ἀλλ’ οὐδὲ τὰ ἐξ αὐτῶν καὶ περὶ αὐτῶν λεγόμενα, εἴτε εὖ εἴτε μὴ λέγεται. ἐξ αὐτῶν δὲ λέγεται, ὅταν ὡς προτάσεις λαμβάνωμεν, περὶ αὐτῶν δέ, ὅταν ὡς προβλήματα καὶ συμπεράσματα. τὸ δὲ δεύτερον ἐπιχείρημα τὸ ἔτι δὲ τοῖς πάθεσιν ἀκολουθητικὸς ὢν καὶ τὰ ἑξῆς ματαίαν δείκνυσι καὶ ἀνωφελῆ τῷ νέῳ τὴν τῶν τοιούτων λόγων ἀκρόασιν. πᾶς γὰρ λόγος καὶ πᾶσα πρᾶξις καὶ ἐνέργεια πρὸς τέλος τι ὁρῶντα, εἰ μὴ τυγχάνοι τούτου μάτην λέγεται γίνεσθαι. ἐπεὶ τοίνυν οἱ περὶ ἀρετῆς λόγοι οὐ πρὸς θεωρίαν ἀπλῶς ἀποβλέπουσιν ἀλλὰ πρὸς τὸ πράττειν τὰ σπουδαῖα καὶ μεταδιώκειν τὸ ἀγαθόν, εἰ μὴ τοῦ τέλους ἐπιτυγχάνουσι, μάτην λέγονται καὶ μάτην ἀκούονται. ἐπεὶ τοίνυν ὁ ἄνθρωπος ἐξ ἀρχῆς ἐν τῷ βίῳ γενόμενος τὸν μὲν λόγον ἔχει ἀργόν, προλαμβανούσας δὲ τὰς αἰσθήσεις καὶ τὰς ἀλόγους ὀρέξεις καὶ τὰ ἴδια ἐπιζητούσας ἡδέα καὶ τερπνά, φθάνει κατακρατούμενος ὑπ’ αὐτῶν σφοδρῶς ἐπεγειρομένων διὰ τὴν γένεσιν, καὶ ζῇ πολυπαθῶς καὶ ἐμπαθῶς ἔχων καὶ τὴν φύσιν περὶ τὸ εἶναι μάλιστα σπεύδουσαν διὰ τὸ ἀρχοειδὲς τῆς ὑπάρξεως· καὶ δεῖται χρόνου καὶ τῆς ἐκ λόγων παιδείας καὶ κατηχήσεως, ὥστε διασκεδασθῆναι αὐτῷ τὸν κάρον τῆς ἐμπαθείας καὶ διαιρεθῆναι τῆς ἀγνοίας τὸ κάλυμμα, ὥστε γνῶναι τὸ κρεῖττον καὶ ἀποσχέσθαι τοῦ χείρονος καὶ τὴν μὲν ἄλογον ἀποστραφῆναι ζωήν, προελέσθαι δὲ τὴν μετὰ λόγου καὶ ὀρθῆς κρίσεως· ὃ καὶ δυσχερές ἐστι καὶ βίας οὐκ ὀλίγης δεόμενον διὰ τὸ προεθισθῆναι τοῖς χείροσι καὶ μαθεῖν ἤδη τὸ εἶναι ἁπλῶς τοὺ εὖ εἶναι προτίθεσθαι καὶ μὴ ἄλλο εἰδέναι καλὸν ἢ τὸ ἐπιμελεῖσθαι σαρκός. καὶ διὰ τοῦτο οὐ μόνον νουθεσιῶν ἀλλὰ καὶ σκωμμάτων πολλάκις καὶ ὀνειδῶν καὶ ὕβρεων δέονται, ἵνα τοῦ ῥᾴονος ἀποσχόμενοι βίου τὸ τῆς ἀρετῆς ἐπίπονον προτιμήσωνται. διὰ [*](2 τε Β: om. a ποιητικάς Β: πολιτικάς a 3 rhesin usque adverba ἀλλὰ πρᾶξις (p. 1095a6) praebet a 21 τυγχάνοι Β: τυγχάνει a ἀρετῆς B: ἀρετὴν a 32 ἀποσχέσθαι Β: προθέσθαι a 35 προτίθεσθαι a: προτίσθαι Β)
Διαφέρει δ’ οὐδὲν νέος τὴν
Ἐπεὶ τὸν νέον εἶπεν ἀνοίκειον ἀκροατὴν τῶν προκειμένων λόγων διά τε τὴν ἀπειρίαν καὶ ἐμπάθειαν, προστίθησι νῦν ὡς οὐδὲ ὑπερήλιξ ἅπας ἢ ἁπλῶς ὑπερβὰς τὴν νεότητα ἱκανῶς ἔχει διὰ τὸν χρόνον τῆς τῶν προκειμένων λόγων ἀκροάσεως. ἀλλὰ δεῖ καὶ αὐτόν, εἰ μέλλει οἰκείως ἀκούειν, ἐκτὸς ὑπάρχειν τῆς τῶν παθῶν δουλώσεως. καὶ γὰρ ὁ νέος οὐ τοσοῦτον διὰ τὴν ἡλικίαν τῶν λόγων τούτων ἀνοίκειος, ὅσον διὰ τὴν τῶν παθῶν κατακράτησιν, ὥσπερ κύφωνι τῇ μοχθηρίᾳ τὸν λογισμὸν βαρυνόμενος καὶ πρὸς γῆν ὁρῶν καὶ τὴν ταύτης ἀπόλαυσιν, ἀνανεῦσαι δὲ πρὸς τὸ ἄνω μὴ συγχωρούμενος ἢ ὡς νέφους παχύτητι τῇ ἐμπαθείᾳ τὸν ὀφθαλμὸν τῆς διανοίας ἐπιπροσθούμενος καὶ διαβλέψαι πρὸς τὸ ἀγαθὸν μὴ δυνάμενος· ὥστε κἄν γέρων τις εἴη ἐμπαθῶς ἔχων, οὐδὲ οὗτος οἰκεῖος ἀκροατὴς τούτων τῶν λόγων διὰ τὸ καὶ ἐν γήρᾳ τῆς ἡλικίας νεαρὸς τὸ ἦθος εἶναι καὶ κατὰ πάθος ζῆν καὶ τῆς ὀρέξεως ἔχειν ἀλόγως καὶ ἐμπαθῶς.
[*](p. 1095a8)τοῖς γὰρ τοιούτοις ἀνόνητος ἡ γνῶσις.
Ἐτι τὸ αὐτὸ δείκνυσι λαμβάνων τοὺς ἀκρατεῖς εἰς παράδειγμα. ἀκρατὴς τῆς γάρ ἐστιν ὁ ὑπὸ χείρονός τινος συνηθείας κατακρατούμενος, εἶτ’ ἐφιστάνων τῷ λόγῳ καὶ ἀνακόπτειν ἑαυτὸν τῆς παραλόγου ὁρμῆς βουλόμενος καὶ κρατεῖν μὴ δυνάμενος. ὡς γὰρ ἐν ἐκείνῳ ὁ λόγος † φαῦλον οἶδε διὰ τὸ τῇ παραλόγῳ ὀρέξει συνυπάγεσθαι, καὶ βούλεται μὲν ἀπέχεσθαι τῆς [*](7v) φαύλης συνηθείας, νικᾶται δ’ ὑπὸ τοῦ πάθους τῇ συνηθείᾳ τῇ μοχθηρᾷ κατακρατούμενος, οὕτω καὶ πᾶς ζῶν ἐμπαθῶς τοὺς περὶ τῆς ἀρετῆς λόγους ἐνωτιζόμενος, ὑπ’ αὐτῶν ὠφεληθῆναι οὐ δύναται, τῇ συνήθει ἐμπαθείᾳ πρὸς τὰ φαῦλα κατασυρόμενος. τοῖς δὲ κτὰ λόγον τὰς ὀρέξεις ποιουμένοις. ἐκ τοῦ ἐναντίου τοῖς προσεχῶς εἰρημένοις τὸ ἐνταῦθα λεγόμενον. ὡς γὰρ οἱ ἐμπαθῶς ζῶντες ἐκ τῶν ἐνταῦθα λεγομένων οὐδὲν ὠφελοῦνται, οὕτως οἱ κατὰ λόγον τὰς ὀρέξεις ποιούμενοι πλεῖστα ἄν ὠφελοῖντο τὴν τῶν ἐνταῦθα λεγομένων εἴδησιν ἔχοντες. πρὸς ὃ ἄν τις ἀπορήσειε ρήσειε λέγων, ὡς δόξειεν ἄν καὶ περιττὸν τὸ περὶ τούτων διδάσκειν. εἰ [*](4 aute ἀρκῶνται add. μόνῃ a ἀλλὰ Β: ἀλλὰ καὶ a 6 rhesis usque ad verba διώκειν ἕκαστα (p. 1095a8) a 10 οἰκείως a: ἡδέως Β 13 τὸν λογισμόν a: τῶν λογισμῶν Β 15 νέφους παχύτητι Β: νέφει παχυτάτῳ a 16 διαβλέπειν a 18 νεαρὸς νεαρὸν a 19 ἐμπαθῶς scripsi: ἐμπαθείας Ba 20 rhesis usque ad πεφροιμιάσθω τοσαῦτα (p. 1095a13) a 24 φαῦλον οἶδε Β: ἀνωφελής ἐστιν διὰ a 33. 34 ἀπορήσειε a: ἀπορήσῃ Β)
Λέγωμεν δὲ ἀναλαβόντες.
[*](7v)Εὐθὺς μὲν τῶν προοιμίων ἀρχόμενος τῆς παρούσης πραγματείας, περὶ τοῦ ἀνθρωπίνου ἀγαθοῦ ἐζήτησεν, ἐξετάζων εἰ ἔστι τι ἀκρότατον πάντων τῶν παρὰ ἀνθρώποις πρακτῶν ἀγαθῶν, πρὸς ὃ τὰ λοιπὰ ἀναφέρονται καὶ τίς ἡ δύναμις ἧς τέλος τοῦτό ἐστι. καὶ ὅτι μὲν ἔστιν, ἔδειξεν ἱκανῶς ὅσον κατὰ τὴν ὑποκειμένην ὕλην, καὶ ὅτι ἡ πολιτική ἐστιν, ἧς τέλος τοῦτό ἐστι, καὶ ὅτι ἀρχιτεκτονικωτάτη τῶν πρακτῶν ἐπιστημῶν καὶ δυνάμεων, καὶ ὡς πασῶν προισταμένη καὶ πάσαις ἐπιτάττουσα, ὡς καὶ τὸ τέλος αὐτῆς περιέχειν τὰ τῶν ἄλλων. νῦν δὲ ἤδη χωρεῖ πρὸς τὸ δεύτερον πρόβλημα καὶ ζητεῖ τί ἐστι τοῦτο ὅ φαμεν εἶναι ἀνθρώπινον ἀγαθὸν καὶ τέλος προσεχὲς καὶ ἴδιον τῆς ἀνθρώπου φύσεως. ἐπειδὴ πἁσα γνῶσις καὶ προαίρεσις. ὃ προλαβὼν ἔδειξεν ἐν τῷ πρώτῳ τῶν προοιμίων, ὅτι ἡ πολιτικὴ τῶν λοιπῶν ἐπιστημῶν καὶ δυναμένων ὑπερέχει, καὶ ὅτι τὸ ταύτης τέλος ἀκρότατον τῶν πρακτῶν ἀγαθῶν, λαμβάνει νῦν ὡς ὁμολογούμενον καὶ ςητεῖ τί ἐστιν οὗ αὕτη ἐφίεται. καὶ ἐφ’ ἐφερμηνεύων ἐπάγει καὶ τί τὸ πάντων ἁκρότατον τῶν πρακτῶν ἀγαθῶν. ταὐτὸν γάρ ἐστιν τὸ τέλος οὗ ἐφίεται ἡ πολιτικὴ καὶ τὸ πάντων τῶν πρακτῶν ἀγαθῶν ἀκρότατον. εἰ γὰρ κυριωτάτη αὕτη πασῶν τῶν πρακτῶν ἐπιστημῶν καὶ μεθόδων, εἴη ἂν καὶ τὸ ταύτης τέλος τῶν ἐν ἐκείναις τελῶν κυριώτατον καὶ σκοπιμώτατον. ἐπιστήμας δὲ ἐνταῦθα κατὰ κοινοῦ καὶ τὰς τέχνας καλῶ, ἐπεὶ καὶ ὦ λέγεται οὕτω κατὰ λόγον τινά.
[*](p. 1095a17)Ὀνόματι μὲν οὖν σχεδὸν.
Διττῶς ἀποδίδοται τὸ τί ἐστιν· ἢ γὰρ δι’ ὀνόματος ἢ δι’ ὁρισμοῦ. διὸ καὶ δι’ ἀλλήλων ταῦτα ὁρίζονται, ὡς εἶναι τὸ μὲν ὄνομα ὁρισμὸν συνεπτυγμένον, τὸν δὲ ὁρισμὸν ὄνομα ἐξηπλωμένον. τὴν μὲν οὖν κατὰ τοὔνομα [*](8r) ἀπόδοσιν τῆς εὐδαιμονίας ὁμολογεῖσθαί φησιν ὑπὸ τῶν πλείστων σχεδόν. προσέθηκε δὲ τὸ σχεδὸν διὰ τὸ ἔστιν οὕς ἀγνοεῖν καὶ τοὔνομα, ὡς μηδ’ εἰς ἔννοιαν ἰέναι ποτὲ εἰ ἔστι τι ἐν πράγμασιν εὐδαιμονία καλούμενον. χρῶνται οὖν φησι τῷ ὀνόματι καὶ οἱ πολλοὶ καὶ οἱ χαρίεντες, ἤτοι οἱ τυχόντες τε καὶ χυδαῖοι καὶ οἱ χάριτός τινος μετέχοντες διὰ παιδεύσεως τυχὸν καὶ τοῦ συνειθίσθαι ταῖς ἀγαθαῖς πράξεσιν. ἀεὶ γὰρ οὗτοι ἐλάττους τῶν ἀπαιδεύτων καὶ ἀμετόχων τῆς ἀρετῆς. οὐ μόνον δὲ ἀλλὰ καὶ δόξα κοινὴ τοῖς ἅπασιν ἥδε, τὸ ταὐτὸν εἶναι τῷ εὐδαιμονεῖν τὸ εὖ ζῆν καὶ τὸ εὖ πράττειν, συγκεχυμένη καὶ αὕτη καὶ ἀδιάρθρωτος.
[*](1 rhesis usque ad verba τῶν πρακτῶν ἀγαθῶν (p. 1095a17) a 7 καὶ ὡς Β: ὡς a 11. 12 post προαίρεσις addit ἀγαθοῦ ὀρέγεται a 14 ὡς Β: τὸ a 18 πρακτῶν Β: πρακτικῶν a 20 καλῶ Β: καλεῖ a 22 rhesis usque ad τῷ εὐδαιμονεῖν (p. 1095a20) 25 post τοὔνομα add. τουτέστιν Β: om. a 27 ἐστιν Ba: an εἶναι? 32 ἐλάττονες a 33. 34 τὸ εὐδαιμονεῖν τῷ εὖ ζῆν καὶ τῷ εὖ πράττειν a)Περὶ δὲ τῆς εὐδαιμονίας τίς ἐστιν ἀμφισβητοῦσι.
[*]( 8r)Εἰπὼν πάντας εἰς τὸ αὐτὸ φέρεσθαι ὄνομα τῆς εὐδαιμονίας τούς τε πολλοὺς καὶ τοὺς χαρίεντας. πρὸ τοῦ τί ἐστι, τίς ἐξετάζει· ὧν τὸ μὲν τοῦ ὑποκειμένου, τὸ δὲ τοῦ οὐσιώδους λόγου δηλωτικόν. φησὶν οὖν ὅτι καὶ τοῦτο, λέγω δὲ τὸ τίς ἐστιν, ἀμφισβητεῖται τοῖς τε πολλοῖς καὶ τοῖς σοφοῖς πρὸς ἀλλήλους, καί τισι πολλοῖς πρὸς πολλοὺς καὶ σοφοῖς πρὸς σοφούς· ἐνίοτε δὲ καὶ πρὸς ἑαυτούς τινες διαφέρονται κατὰ τοῦτο, τῇ διαφορᾷ τῶν συμπιπτόντων ἑπόμενοι καὶ ὑπὸ τῶν καιρῶν τὰς ὀρέξεις ἐναλλαττόμενοι. οἱ μὲν οὗν πολλοὶ τῶν ἐναργῶν τι καὶ φανερῶν, ἤγουν τῶν αἰσθήσει ληπτῶν ἡγοῦνται τὴν εὐδαιμονίαν ὑπάρχειν, οἷον ἡδονὴν ἢ πλοῦτον ἢ τιμήν. διὸ καὶ οἱ μὲν φιλήδονοι, οἱ δὲ φιλόπλουτοι, οἱ δὲ φιλότιμοι ἤτοι φιλόδοξοι δείκνυνται, ὅπερ ἡγεῖται ἀγαθὸν μεταδιώκοντες ἕκαστος· ἄλλοι δὲ ἄλλο τι τοιοῦτον· πολλάκις δὲ καὶ ὁ αὐτὸς ἕτερον· νοσήσας μὲν γάρ τις μακαρίους κρίνει τοὺς ὑγιαίνοντας, καὶ κρεῖττον πάντων ἀποφαίνεται τὴν ὑγείαν, ὑπὸ πενίας δὲ στενούμενος τὸν πλοῦτον ὑπερτίθησιν. οὕτω μὲν οἱ πολλοί· σοφίας δέ τις ἐπιμελόμενος καὶ συνειδὼς ἑαυτῷ λειπομένῳ τινὸς κατὰ σοφίαν θαυμάζει τὸν ὑπὲρ αὐτὸν εἰδότα καὶ λέγοντα.
[*](p. 1095a26)Ἔνιοι δὲ ᾤοντο παρὰ τὰ πολλὰ ταῦτα.
τοῦτο περὶ Πλάτωνος ἔοικεν εἰρῆσθαι, ὃς τὸν θεὸν εἶναι τιθεὶς τὸ αὐτοαγαθὸν ἐκεῖνο ἐκέλευεν εἶναι πάσης αἴτιον ἀγαθότητος καὶ πᾶν ὅ ἐστιν ἀγαθὸν ἢ λέγεται, τῇ ἐκείνου μετοχῇ τοῦτο εἶναι καὶ λέγεσθαι ἐκεῖνο δὲ μή τινος μετοχῇ εἶναι ἀγαθὸν ἀλλὰ πρώτιστον ὂν ἁπάντων αὐτὸ δι’ ἑαυτὸ τοῦτο εἶναι καὶ λέγεσθαι. καίτοι ὁ μὲν νῦν λόγος οὐ περὶ τοῦ ἀπλῶς καὶ κοινοῦ ἀγαθοῦ τοῦ πρὸ πάντων ὄντος καὶ ἑαυτοῦ πᾶσι μεταδιδόντος καὶ πάντων μὲν ἐξῃρημένου, ὑπεροχικῶς δὲ θεωρουμένου ἐν ἅπασιν ἀλλὰ περὶ τοῦ ἀνθρωπίνου ἀγαθοῦ καὶ τῆς τοῦ ἀνθρώπου ἰδίας φύσεως, ὡς ἕτερον μὲν εἶναι τοῦτο, ἕτερον δὲ πάντῃ περὶ οὗ ὁ Πλάτων’ λέγει, καθὰ καὶ οὗτος εἴρηκεν· ἧκεν· εἴ γε ἄλλο τὸ πᾶσι κοινὸν τοῦ ἰδίᾳ φύσει τινὶ ἐφαρμόζοντος, ὡς δοκεῖ εἶναι περιττὸν περὶ ἑτέρου λέγοντα παρεξαγαγεῖν τὸν λόγον εἰς ἕτερα καὶ ἐξετάζειν ἐκεῖνο περὶ οὗ λέγειν τὴν ἀρχὴν οὐ προτέθειται. ἀλλ’ οὗτος πρόφασιν ζητῶν τοῦ Πλατωνικοῦ καθάψασθαι λόγου, τὰ περὶ τοῦ πρώτου ἀγαθοῦ παρ’ ἐκείνου λεγόμενα εἰς μέσον ἐνταῦθα παρήγαγεν.
[*](1 τίς Ba uti Arist. cod. Ob: τί Arist. vulg. rhesis usque ad ὑπὲρ αὐτοὺς λέγοντας, θαυ- μάζ·ουσιν (p. 1095a26) 3 τίς] suprascr. νῦν lubro Β post τίς add. ἐστιν a 11 ἤτοι B: ἤ a 18 rhesis usque ad εἶναι ἀγαθά (p. 1095a28) ἰδίας a: ἰδίου Β ὡς a: καὶ Β 29 ἑτέρου Β: ἑτέρων a)Απάσας μὲν οὖν ἴσως ἐξετάζειν τὰς δόξας ματαιότερον.
[*](8r)Επεὶ προλαβὼν πολλὴν εἶπε διαφορὰν εἶναι καὶ πλάνην τοῖς ἀνθρώποις περὶ τοῦ ἀγαθοῦ ὡς μὴ μόνον πρὸς ἀλλήλους διαφέρεσθαι τοὺς πολλοὺς καὶ τοὺς σοφούς, ἀλλά τινας καὶ πρὸς ἑαυτούς, διὰ τοῦτό φησιν ὅτι τὸ ἐξετάζειν τὰς περὶ τοῦ ἀγαθοῦ δόξας ἁπάσας περιττὸν εἴη. αἱ πολλαὶ γὰρ αὐτῶν προφανεῖς εἰσι πόρρω τῆς ἀληθείας. γένοιτο δ’ ἄν ἱκανῶς ἔχων ὁ λόγος, εἰ περὶ ἐκείνων ἐξετάσομεν, ὅσαι μάλιστα ἐγγίζουσι τῷ ἀληθεῖ, εἰ καὶ μὴ ἀκριβῶς ἐφικνοῦνται, ἢ δοκοῦσιν ἔχειν λόγον τινά, ὑφ’ ὧν καὶ ἐνδέχεται ἀπατηθῆναί τινα καὶ τοῦ ἀληθοῦς ἐκπεσεῖν. τῶν γὰρ 10 πόρρω τῆς ἀληθείας δοξῶν οὐδεμία ἄν ἐφελκύσαιτο ἄνθρωπον φιλαληθῶς ἐξετάζοντα καὶ συνετῶς, ὡς καὶ ἐπὶ τῶν αἰσθήσεων. φάτταν γάρ τις ἰδὼν οἰήσαιτο ἄν περιστερὰν οὐχὶ δὲ καὶ νῆτταν ἰδεῖν.
[*](p. 1095a30)Μῆ λανθανέτω δ’ ὑμᾶς ὅτι διαφέρουσιν. ἐροῦσιν.
Τῶν ἀρχῶν καὶ αἰτίων κατὰ τὸν Ἀριστοτέλην τεσσάρων οὐσῶν, ποιητικοῦ τελικοῦ εἰδικοῦ ὑλικοῦ, περὶ τελικῆς ἀρχῆς ἐνταῦθα ἡ ζήτησις, ἣν καὶ εἴρηκεν ὡς ἐν ὀνόματι ὑπὸ τῶν πλειόνων ὁμολογεῖσθαι, περὶ δὲ τοῦ τίς ἐστιν αὕτη πλείστην εἶναι παρ’ ἀνθρώποις ἀμφιβολίαν. ἐπεὶ δὲ περὶ ἀρχῆς ὁ λόγος, καὶ ταύτην εὑρεῖν ἐκζητεῖ τίς ἐστι, λίαν οὖσαν ἀμφισβητήσιμον, καὶ μέλλει ἀπὸ τῶν αἰτιατῶν παραστῆσαι αὐτήν, ἀπὸ τῶν ἀρχομένων ἐπὶ τὴν ἀρχὴν ἀνιών· διὰ τοῦτο ταῦτά φησι, τοὺς ἀκροωμένους παρεγγυώμενος μὴ ξενίζεσθαι, εἰ ἀπὸ τῶν ὑστέρων πιστοῦται τὰ πρότερα· διαφόρους φόρους γὰρ γίνεσθαι τὰς διὰ τῶν λόγων διδασκαλίας, πῇ μὲν ἀπὸ τῶν ἀρχῶν ἐπὶ τὰ ἀρχόμενα, πῇ δὲ ἀνά|παλιν· τὸ μὲν γάρ ἐστι τῆς κατὰ φύσιν τῶν πραγμάτων ἀκολουθίας, τὸ δὲ τῆς διδασκαλικῆς οἰκονομίας· ὡς μὴ τῶν αὐτῶν ὄντων γνωριμωτέρων καὶ σαφεστέρων τῇ φύσει τε καὶ ὡς δέον ὂν ἄρχεσθαι ἡμᾶς ἀπὸ τῶν σαφεστέρων ἡμῖν, ὅπως οὕτω ῥᾷον τοῖς λεγομένοις παρακολουθείημεν. ἴσως δ’ ἄν τις ζητήσαι πῶς τὸ αὐτὸ ἀρχὴ καὶ τέλος πρὸς τὰ αὐτὰ λέγεται. τῶν γὰρ κατὰ τὰς ἀρετὰς πράξεων τέλος ἡ εὐδαιμονία πασῶν, ἀλλὰ καὶ ἀρχὴ καὶ αἰτία αὐτῶν· οὐ γὰρ ἄν ἦσαν τέσσαρες αἱ ἀρχαί· ἢ οὐ κατὰ τὸ αὐτὸ τέλος καὶ ἀρχή; ἀλλὰ θεωροῦσι μὲν ἀρχὴ τὸ τέλος ἐστίν, ἐνεργοῦσι δὲ τὰ διὰ τέλος καὶ πρὸς τὸ τέλος τελευταῖον ἡ τελικὴ ἀρχὴ ἐπιγίνεται, οἷον ἐπὶ τῆς οἰκοδομικῆς· περὶ γὰρ σκέπης θεωρήσαντες πρότερον κωλυτικῆς τῶν ἐκ τοῦ περιέχοντος βλαβῶν [*](1 ἴσως Arist. post ματαιότερον: eodem loco a, qui rhesin praebet usque ad ἔχειν τινὰ λόγον (p. 1095a30) 4 ἀλλὰ καί τινας καὶ a 6 προφανῶς a 12 καὶ (ante νῆτταν) om. a 13 ὑμᾶς, ut Arist. codd. LbMb: ἡμᾶς Arist. vulg. rbesis usque ad ἐπὶ τὰς ἀρχάς (p. 1095a32) a 32) a 15 τελικῆς ἀρχῆς Β: τελικοῦ ἄρχεται a 27 ζητήσαι scripsi: ζητήσῃ Β: ζητήσοι a)
εὖ γὰρ καὶ Πλάτων’.
[*](20)Τὸν Πλάτωνα παράγει μάρτυρα ὅτι τε ἔστι καὶ ἀπὸ τῶν ἀρχῶν πρὸς τὰ ἐξ αὐτῶν ὁδεῦσαι τῷ λόγῳ καὶ ἀνάπαλιν, καὶ ὅτι διάφορος ἡ ὁδὸς τῇ σχέσει, κἄν ᾖ τὰ αὐτὰ ὑποκείμενα δι’ ὧν ἀμφότεραι γίνονται, ὡς ἐπὶ τῆς κλί- μακος ἡ ἄνοδος καὶ ἡ κάθοδος· ἢ καὶ ὡς αὐτός φησιν, ὡς ἐν τῷ στα- δίῳ [ὡς] ἀπὸ τῶν ἀθλοθετῶν ἐπὶ τὸ πέρας ἢ ἀνάπαλιν. οἱ μὲν ἀθλοθέται λόγον ἔχουσιν ἀρχῆς, ὡς καὶ τοῦ ἀγῶνος συστατικοὶ καὶ ποιη- τικοί, τὸ δὲ πέρας τοῦ σταδίου, οὐχ ὡς ἀρχὴ ἀλλ’ ὡς ἔσχατον· ἡ αὐτὴ οὖν ὁδὸς ἡ μεταξὺ ἑκατέρωθεν, ἀλλ’ ἡ ἀπὸ θατέρου εἰς θάτερον κίνησις τῶν τρεχόντων τῇ σχέσει διάφορος· οὕτω δὲ καὶ ἡ ἀπὸ τῶν ἀρχῶν ἐπὶ τὰς ἀρχὰς ὁδὸς καὶ κίνησις τοῦ λόγου.
[*](p. 1095b2)Ἀρκτέον μὲν γὰρ ἀπὸ τῶν γνωρίμων·
Περὶ τούτων εἴρηται μὲν ἤδη, ῥητέον δὲ καὶ εἴ τι ἐν ταῖς διδασκαλίαις καὶ ταῖς μαθήσεσι τὰ σαφῆ δεῖ προηγεῖσθαι τῶν ἀσαφῶν. ἐπεὶ δὲ διττῶς ἔχει ταῦτα, ὡς εἷναι τὰ μὲν ἀπλῶς καὶ κυρίως ἔχοντα τὸ σαφὲς καὶ κατὰ τὴν τῶν πραγμάτων ἀκολουθίαν ὡς τὰ αἴτια πρὸς τὰ αἰτιατά, οἷον οἱ τῶν ἐπιστημῶν ὅροι καὶ αἱ ἀρχαὶ πρὸς τὰ ἐξ αὐτῶν θεωρούμενα, τὰ δὲ πρὸς ἡμᾶς, ὡς ἔν τισι τῶν ἐπιστημῶν τὰ αἰτιατὰ τῶν αἰτίων ἡμῖν σαφέστερα φαίνονται, ὡς ἐπὶ τῆς σελήνης ἔχει καὶ τῶν διφόρων φωτισμάτων αὐτῆς [*](10 post τὸ τέλος add. τὸ δ’ ὀρεκτὸν a lacuuam indicavi 11 προυπάρχειν a τῷ ἄγειν a 13 ἢν δὲ καὶ a 15 iliesis usquo ad ἡ ἀνάπαλιν (p. 1095 b 1) a 16 Πλάτωνα] Reip. VI p. 511B 19 ὡς ἐν τῷ] ὥσπερ ἐν τῷ Arist. 19. 20 σταδίῳ add. ὡς Β: om. a 20. 21 οἱ μὲν γὰρ ἀθλοθέται a 23 θατέρου Β: θα- τέρων a 25 post ἀρκῶν add. καὶ a 26 γὰρ Ba, ut Anst. libri HaKbMbOb: οὖν Arist. vulg. rhesis usque ad τῶν ἡμῖν γνωρίμων (p. 1095b4) a)
Διὸ δεῖ τοῖς ἤθεσιν ἦχθαι καλῶς.
Ἐπεὶ ἀπὸ τῶν ἀγαθῶν πράξεων τὸν περὶ ἀρετῆς καὶ εὐδαιμονίας λόγον μέλλει συστήσασθαι, αἱ δὲ πράξεις αἰτιαταὶ καὶ ὕστεραι, τοῦτο δ’ ὤ οὐκ ἔστι τοῦ διότι ἀλλὰ τοὺ ὅτι ἀπόδειξις (ἐκ τῶν προτέρων γὰρ τὸ διότι συνίστασθαι πέφυκε· τὸ δὲ ἐκ τῶν ὑστέρων δεικνύμενον, ὅτι ἔστι δείκνυται, οὐ διότι ἔστι· τὸ γὰρ διότι ἐστὶν ἀπόδοσις αἰτίας, ἡ δ’ αἰτία προτέρα)· διὰ τοῦτό φησιν ὅτι δεῖ τοῖς ἔθεσιν ἦχθαι καλῶς τὸν περὶ καλῶν καὶ δικαίων καὶ ὅλως τῶν πολιτικῶν ἀκουδόμενον ἱκανῶς, τουτέστι δεῖ γεγυμνασμένον εἶναι καὶ εἰθισμένον ταῖς ἀγαθαῖς πράξεσι τὸν περὶ τῶν ἀγαθῶν ἕξεων καὶ ἐνεργειῶν ἀκουσό μενον, ἵν’ ἐξ αὐτῆς τῆς συνηθείας καὶ [*](9r) τῆς πείρας ἔχοι τοῖς λεγομένοις ἕπεσθαι καὶ μὴ ἐνίσταιτο εὐθὺς πρὸς ἃ λέγομεν περὶ ἀρετῆς καὶ εὐδαιμονίας, ἀηδῶς ἔχων διὰ τὸ συνειθίσθαι πρὸς τἀναντία· τὸ δὲ ὅλως τῶν πολιτικῶν ἐπήνεγκε τῷ περὶ καλῶν καὶ δικαίων λόγῳ ἢ διὰ τὰ λοιπὰ τελικὰ ἃ καὶ αὐτὰ ἐν ταῖς πολιτείαις ζητοῦνται ἢ περὶ τῶν παρωνύμως ἐκ τῶν ἑτέρων ἀρετῶν ὀνομαζομένων, οἷον ἀνδρείων σωφρονικῶν καὶ τῶν τοιούτων. ἀρχὴ γάρ φησι τὸ ὅτι, τουτέστιν ἐκ τῶν ὑστέρων ἀρχόμεθα καὶ αἰτιατῶν καὶ τὸ ὅτι δείκνυμεν· καὶ εἰ τοῦτο, ἤγουν τὸ ὅτι φαίνοιτο ἱκανῶς τῷ ἀκροατῇ ὡς καλῶς ἀχθέντι τοῖς ἔθεσιν, ἕψοιτο ἄν τοῖς λεγομένοις καὶ οὐδαμοῦ τοῦ διότι δεησόμεθα. μείζονος γὰρ τῆς θεωρίας ἢ κατὰ τὴν παροῦσαν πραγματείαν περὶ ἀρετῆς καὶ εὐδαιμονίας δεῖξαι τὸ ἀληθὲς ἐκ τῶν προτέρων καὶ αἰτίων ἀφορμω- μένους. δεῖ γὰρ ὑπεραναβῆναι τὴν ψυχικὴν οὐσίαν καὶ εἰς νοῦν γενέσθαι [*](4 συλλογιζόμενοι a: συλλογιζόμενα Β 5. 6 ἐπεὶ τοίνυν a, of. p. 8, 6 9 ἀκούσαι scripsi. ἀκούσοι Ba 11 ἐπεὶ—πράξεων (12) bis Β 15 ἤθεσιν ut Arist. libri LbMb; ἔθεσιν Arist. vnlg. et Eustratiiis v. 21 rhesis usque ad τοῦ διότι (p. 1905b7) a 19 συνί- στασθαι—διότι (20) a: om. Β 25 ἔχοι Β: ἔχη a ἐνίσταιτο B: ἐνίστηται a 27 τὸ δὲ καὶ ὅλως a)
Ὁ δὲ τοιοῦτος ἢ ἔχει ἢ λάβοι ἄν.
Ὁ ταῖς καλαῖς καὶ δικαίαις συνεθισθεὶς πράξεσιν ἢ ἔχει ἀρχὰς περὶ ἀρετῆς καὶ εὐδαιμονίας, ὡς ἤδη ἐν ἕξει τῶν καλῶν γεγονὼς ἐκ τῶν πράξεων, κἄν μήπω περὶ τούτων τεχνολογοῦντός τινος ἤκουσεν, ἢ λάβοι ἄν ῥᾳδίως, διὰ τὸ πλειστάκις ἀποσχέσθαι μὲν τῶν χειρόνων, προστεθῆναι δὲ τοῖς ἀμείνοσι, καὶ ἐν πείρᾳ γενέσθαι διαφόρων καλῶν καὶ φαύλων, ὃ ἔστιν ἰδεῖν ἐπὶ τῶν πῇ μὲν ἀπολαυστικῶς πῇ δ’ ἐγκρατῶς διαζώντων καἰ ἐφισανόντων 10 τῷ λόγῳ, πῶς ἔχουσι τῆς ψυχικῆς διαθέσεως ἐν ταῖς ἐναντίαις ταύταις διαγωγαῖς.
[*](p. 1095b8)Ὡι δὲ μηδέτερον ὑπάρχει τούτων.
Ὅς, φησί, μήτε ἀρχὰς ἔχει <ἐκ τοῦ ἐπὶ μακρὸν ἐνεθισθῆναι ταῖς ἀγαθαῖς πράξεσιν ἢ καὶ δι’ εὐφυίαν ῥᾷον ἑαυτῇ προσοικειουμένην τὰ ἀγαθά, μήτε πρὸς λῆψιν τῶν ἀρχῶν ἑτοιμότατα διὰ τὸ φύσεως πρὸς τὸ ἀγαθὸν ἐπίρροπον, ἀλλὰ βαρέως ἔχει> καὶ ἀργῶς πρὸς τὴν τῶν κρειττόνων αἵρεσιν ἢ διὰ βραχύτητα χρόνου τοῦ ἐν γυμνασίᾳ ἢ διὰ τὸ πρὸς ταῦτα σχολαῖον τῆς φύσεως ἢ διὰ τὸ περὶ ταῦτα ἄηθες καὶ ἀπείραστον, ἀκου- σάτω τῶν Ἡσιόδου ἐπῶν, ἐν οἷς ἄριστον μὲν λέγει τὸ ἀφ’ ἑαυτοῦ τὰ βέλτιστα εἰδότα καὶ αἱρούμενον (οὖτος δέ ἐστιν ὁ ἔχων ἤδη ἀρχάς), ἀγαθὸν δὲ καὶ οὐ καθ’ ὑπεροχὴν ἄριστον καὶ τὸν ἄλλου λέγοντος καλῶς πειθόμενον (οὖτος δέ ἐστιν ὁ μήπω μὲν ἔχων ἀρχάς, ῥᾳδίως δὲ λαβεῖν δυνάμενος διὰ τὸ τοῖς ἐχέφροσι πείθεσθαι), ὃς δὲ μηδέτερον τούτων, ἀχρεῖος οὗτος ἀνήρ, ἤτοι χρείαν ἔν τινι ὠφελίμῳ ὡς ἄνθρωπος πληροῦν μὴ δυνάμενος, ἤγουν ἄχρηστος. τριμεροῦς δὲ τῆς ἀνθρώπου ψυχῆς οὔσης, ἤγουν ὡς μέρη ἐχούσης λογισμὸν θυμὸν ἐπιθυμίαν, πολλάκις οἱ ποιηταὶ θυμὸν αὐτὴν ἐκ μέρους καλοῦσιν, ἔκ τοῦ μέσου δηλοῦντες καὶ τὰ παρ’ ἑκάτερα· ἢ θυμὸν κατ’ ἰδίαν ὀνομάσαντες ἀπὸ τοῦ θύω, ὃ δηλοῖ τὸ ὁρμῶ ὡς αὐθόρμητον καὶ αὐτοκίνητον ἢ ὡς αἴτιον τῶ σώματι τῆς κατὰ τόπον κινήσεως, ἀμεταβάτῳ ὄντι καὶ ἀκινήτῳ καθ’ ἑαυτό.
[*](2 ὅπερ Β: τὶ τὸ a 3 ἢ λάβοι ἃν ἀρχὰς ῤᾳδίως a 12 rhesis usque ad ἀχρήιος ἀνήρ (p. 1095b13) a 13 φησι rubro corr. ex φασι Β ἐκ τοῦ ἐπὶ—βαρέως ἔχει (16) a: om. Β 16 ἔχει Vat. 1622 et liber qucm desciipsit B, ut videtur, cum quoiuodo interciderint ibi nonnulla facilius intellegatur: ἔχων a 19 ‘Hσιόδου] Opp. 293 28 τοῦ θύω ὃ δηλοῖ τὸ ὁρμῶ Vat. 1622: τοῦ θύω τὸ ὁρμῶ Ba Momment. Arist. XX Eustratius in Etbica.)Ἡμεῖς δὲ λέγομεν ὅθεν παρεξέβημεν· τὸ γὰρ ἀγαθόν.
[*](9r)Περὶ τῆς εὐδαιμονίας εἰπεῖν ἀρξάμενος καὶ μεταξὺ παρεμβαλὼν τὸν τρόπον τῆς διδασκαλίας ὁποῖος ἔσται καὶ ὁποῖον δεῖ εἶναι τὸν ταύτης ἀκροατὴν ἐπαναλαμβάνει πάλιν τὸν λόγον, πῶς ἔχουσι δόξης φάσκων οἱ ἄνθρωποι περὶ εὐδαιμονίας κατὰ τὰς τῶν βίων διαφορὰς καὶ τῶν προαιρέσεων· καί φησιν ὅτι οὐκ ἄνευ λόγου καὶ ἀκολουθίας τῆς πρὸς τὸν οἰκεῖον ἕκαστος βίον τόδε εἶναι τὴν εὐδαιμονίαν ἢ τόδε ὑπολαμβάνουσιν· οἱ μὲν πολλοὶ καὶ φορτικώτατοι τὴν ἡδονήν. ἐπικρατεῖ γὰρ τῶν πλειόνων τὸ ῥᾷον τῆς ζωῆς καὶ ἄπονον, ὃ τῇ ἡδονῇ παρακολουθεῖ. διὰ τοῦτο καὶ βαρεῖς εἰσι καὶ καθ’ Ὅμηρον “ἑτώσιον ἄχθος ἀρούρης”, καὶ θέλουσι μηδέν τι συντελοῦντες κατὰ βίον μήθ’ ἑαυτοῖς μήθ’ ἑτέροις τῶν τῆς σαρκὸς ἀπολαύειν ἡδέων ἄτερ πόνου παντός. διό φησι καὶ τὸν βίον ἀγαπῶσι τὸν ἀπολαυστικόν· τὴν ἡδονὴν νῆν γὰρ τὸ ἀγαθὸν ἡγούμενοι τὸ ἀνθρώπινον τὴν αὐτῆς ἀγαπῶσιν ἀπόλαυσιν. ὀφείλων δὲ ἀποδοῦναι τὸ σχῆμα τοῦ μερισμοῦ μεταξὺ περιέβαλε τοὺς ἐμφανεστέρους τῶν βίων ἀπαριθμούμενος καὶ φάσκων τρεῖς γάρ εἰσι μάλιστα οἱ προέχοντες. ἐπείπερ οἱ πολλοὶ πρὸς ἡδονὰς ἀφορῶσι μάλιστα καὶ ταύτην κρίνουσι τέλος τῆς οἰκείας ζωῆς, διὰ τοῦτο καὶ ὡς ἕνα βίον αὐτοῖς τὸν ἀπολαυστικὸν ἀποδέδωκεν, τοὺς πάντας τούτων συνελὼν ἐν αὐτῷ· ἐξ οὗ ἐπὶ τὸν πολιτικὸν ἄνεισιν, ἐκ τοῦ ἐμπαθοῦς εἰς τὸν μετριοπαθῆ, ἐνδιδόντα μέν πῃ τοῖς πάθεσι, πλὴν κανόνι τοῦ λόγου, μέτρῳ τε καὶ σταθμῷ, ὡς αὐτοκράτορα μὲν εἶναι τὸν λόγον, ἐπιτάττειν δὲ τοῖς πάθεσιν ὡς ὑπηρέταις οὖσι καὶ χρῆσθαι αὐτοῖς ὡς βούλεται· τρίτον δέ φησι καὶ Κορυφαιότατον τὸν θεωρητικόν, τὸν ἀπαθῆ καὶ καθόλου πᾶσαν ἄλογον ἀπηρνημένον ἐνέργειαν. οὐ γὰρ τὸν φυσιολογικὸν ἐνταῦθά φησι θεωρητικὸν ἢ τὸν μαθηματικὸν ἢ θεολογικὸν ἀλλὰ τὸν διὰ καθάρσεως τῆς τῶν παθῶν κηλῖδος πρὸς θεωῤίαν κατεπειγόμενον, ὃς διακόπτων τὴν ὕλην καὶ τὸ σαρκικὸν τοῦτο νέφος καὶ προκάλυμμα θεῷ καὶ τοῖς θείοις δι’ ἀπάθειαν συγγίνεται· οὐδὲ γὰρ ἦν οἰκεῖον ἐπὶ πράξεων καὶ πρακτικῶν ἀρετῶν εἰπεῖν προθέμενον καταλιπεῖν 9v τῶν πρακτικῶν βίων τὸν τελειότατον, ὅς ἐστιν ὁ καθαρτικός, συντάξαι δὲ τούτοις τὸ κατὰ τὰς μαθήσεις θεωρητικόν.
[*](p. 1095b19)Oi μὲν οὖν πολλοὶ παντελῶς ἀνδραποδώδεις.
Πάνυ ἐξουθενεῖ τοὺς σαρκικὴν ἡδονὴν τὸ ἀγαθὸν ἡγουμένους καὶ ταύλέγομεν [*](1 Β et Arist. libri HaOb: λέγωμεν a et Arist. vulg. rhesis usque ad τρίτος ὁ θεωρητικός (p. 1095 b 19) a 10 καθ’ Ὅμηρον] ΙΙ Σ 104 17 ἐπείπερ Β: ἐπεὶ γὰρ a ἡδονὰς Β: ἡδονὴν a 20 ἐνδιδόντα a: ἐνιδόντα Β μένπη B: μέντι a 22 ἐπιτάττειν scripsi ex Vat. 1622: ἐπιτάττει Β: ἐπιτάττοντα a οὖσι ex corr. rubro Β: τισὶ a 28 cf. Platon. Tim. Locr. p. 100Β 30 καθαρτικός Β: καθαρώτατος a συντάξαι Β: συνέταξε a 32 rhesis usque ad Σαρδαναπάλῳ (p. 1095b22) a 33 ἐξουθενεῖ scripsi: ἐξουθενοῖ Ba ἡδονὴν Β: ὁδὸν a)
Οἱ δὲ χαρίεντες καὶ πρακτικοί.
Ὥσπερ ἄχαρις ὁ φαῦλος καὶ ἀηδὴς κατὰ τὸν ὀρθὸν τῆς κρίσεως λόγον, διότι τῶν ἀγαθῶν ἄπρακτος, οὕτω χαρίεις καὶ ἡδὺς ὁ τῶν ἀγαθῶν πρακτικός. ἀποδίδωσιν οὖν ἐνταῦθα τὸν μερισμὸν καί φησιν ὅτι οἱ πρακτικοὶ τῶν καλῶν τῆς μὲν σαρκικῆς καταφρονοῦσιν ἡδονῆς, τῆς δέ γε τιμῆς ἀντι- ποιοῦνται μάλιστα· καὶ σχεδὸν τοῖς πολιτικοῖς ἀνδράσιν αὕτη τὸ τέλος τῆς περὶ τὰ καλὰ σπουδῆς· τὸ δὲ σχεδὸν εἶπεν, ὅτι εἰσί τινες οἳ διὰ τὴν ἀρετὴν τὴν καὶ τὸ κατ’ αὐτὴν τέλειον πονοῦσι, πάντα τἄλλα ἡγούμενοι δεύτερα. μάρτυς τοῦ προτέρου ὁ παρ’ ‘0μήρῳ Ἀχιλλεύς, ἐν δόξῃ προτιμήσας διὰ βραχέος θανεῖν ἢ ἐπὶ μακρὸν ἀδόξως ζῆν. τοῦ δὲ δευτέρου Σωκράτης, ὃς ἀρετῇ καὶ σοφίᾳ ζήσας, τῇ παραλόγῳ καταδίκῃ ἐνέμεινε, τῆς κλοπίμου σωτηρίας τὸν ἐν ἀδίκῳ καταδίκῃ προθέμενος θάνατον. ἐῶ γὰρ νῦν εἰς μέσον ἄγειν τοὺς καθ’ ἡμᾶς, τῆς προσκαίρου ταύτης ζωῆς τὸν θεάρεστον 35 προτιμήσαντας θάνατον μετὰ τυραννικῆς ἀδόξου καταδίκης καὶ τοὺς ἐν ἀναχωρήσει καὶ μονίᾳ θεῷ μόνῳ σχόντας δήλην τὴν αὑτῶν τελειότητα· περὶ γὰρ τῶν καθ’ ἡμᾶς οὐδ’ Ἀριστοτέλης ἔννοιαν ενσχηκε.
[*](8 ἀντίξουν Ba 11. 12 ἐν ταῖς ἐξουσίαις Aristolteles 12 ὁμοιοπαθεῖν a ot Arist.: ὁμοιοπαθεῖς Β 22 rhesis usque ad τοῦτο τὸ τέλος (p. 1095b23) a 30 cf. Arist. Rhet. Α 3 p. 1359a3 ἐν Β: om. a 32 ζήσας Β: συζήσας a, fort, rectius)Φαίνεται δ’ ἐπιπολαιότερον εἶναι.
[*](9v)τὴν περὶ τοὐ ἀνθρωπίνου ἀγαθοῦ δόξαν ἐλέγχει τῶν λεγόντων εἶναι τοῦτο τιμήν, καί φησιν ἐπιπολαιότερον εἶναι τοῦτο τοῦ ζητουμένου, ἤτοι μετέωρόν τι καὶ τῇ τοῦ ἀγαθοῦ ζητήσει προσκολλώμενον καὶ τοῦτο δείκνοσιν ἐκ τοῦ ἐν ᾧ ἐστιν ἡ τιμή. τὸ γὰρ ἀγαθόν τινος οὐχ ὡς ἐν ἄλλῳ ὂν καὶ πρὸς ἄλλον ἐνδεικνύμενον λέγομεν, ἀλλ’ ὡς οἰκεῖον ὂν ἐκείνῳ οὗ εἶναι λέγεται καὶ ἐν ἐκείνῳ ὑφεστηκός, ἢ καὶ ἐξ ἐκείνου προβαλλόμενον ὡς ἴδιον ἐκείνου ἐνέργημα. ἡ δὲ τιμὴ οὐκ ἐν τῷ τιμωμένῳ μᾶλλον ἀλλ’ ἐν τῷ τιμῶντί ἐστιν. ὁ γὰρ τιμῶν ἐνεργεῖ τὴν τιμήν, ὥσπερ ὁ βαδίζων τὴν βάδισιν καὶ ὁ γράφων τὴν γραφήν. οὔτε δὲ ὁ πρὸς ὃν βαδίζει ὁ βαδίζων οὔτε ὁ πρὸς ὃν γράφει ὁ γράφων, κἀν ἀποτείνωσι πρὸς ἑτέρους τὴν οἰκείαν αὐτῶν ἐνέργειαν. οὕτω δὴ καὶ ὁ τιμῶν οἰκείαν μὲν ἔχει ἐνέργειαν τὴν τιμήν, ἀποτείνει δὲ ταύτην πρὸς τὸν τιμώμενον· τἀγαθὸν δὲ οὐχ οὕτως· ἀλλ’ οἰκεῖόν τι λέγομεν καὶ τοσοῦτον οἰκεῖον ὡς εἶναι καὶ δυσαφαίρετον, ἀλλ’ οὐκ ἀναφαίρετον· πέφυκε γὰρ ὁ ἄνθρωπος ἐκ θατέρου τῶν ἐναντίων εἰς θάτερον μεταβάλλεσθαι· καθ’ ὃ καὶ μηδένα δεῖν μακαρίζειν πρὸ τελευ- τῆς εἴρηται· μαντευόμεθα δὲ εἶπε καὶ οὐ λέγομεν ἢ δοξάζομεν διὰ τὸ μήπω τι περὶ αὐτοῦ ἀποδειχθῆναι ἀλλ’ ὡς ἐν εἰκασμῷ οὕτω λαμβάνεσθαι· στοχαστικὴ γὰρ τέχνη ἡ μαντική.
[*](p. 1095b26)Ἕτι δὲ ἐοίκασι τὴν τιμὴν διώκειν.
Ἕτερον ἐπιχείρημα δεικνύον μὴ εἶναι τὴν τιμὴν τὸ ζητούμενον ἀγαθόν· οἱ γὰρ χαρίεντες καὶ πρακτικοὶ ζητοῦντες τὴν τιμὴν καὶ καταλαβεῖν σπεύδοντες οὐ καθ’ αὑτὸ διώκουσιν αὐτὴν ἀλλὰ δι’ ἕτερον. ποῖον τοῦτο; ἵνα πιστεύσωσιν ἑαυτοὺς εἶναι ἀγαθούς. τὸ δὲ τέλος καὶ τὸ ἀγαθὸν καθ’ αὑτὸ διωκτόν, οὐ δι’ ἕτερον· καὶ ἔστιν ὁ συλλογισμὸς κατὰ τὸν τέταρτον τρόπον τοῦ δευτέρου σχήματος οὕτως· πᾶν τὸ ὡς τέλος ἀγαθὸν καθ’ αὑτὸ διωκτόν οὐ δι’ ἕτερον· ἡ τιμὴ οὐκ ἔστι καθ’ αὑτὸ διωκτὸν ἀλλὰ δι’ ἕτερον· ἡ τιμὴ ἄρα οὐκ ἔστιν ὡς τέλος ἀγαθόν. ζητοῦσι δὲ οἱ χαρίεντες τὴν πίστιν τῆς αὐτῶν ἀγαθότητος <ἄλλοθεν>, διότι καὶ τοῦτο εἶδος ἐστι καὶ καλεῖται ἐπιείκεια, λέγω δὴ τὸ μὴ τῇ ἑαυτῶν ἀρκεῖσθαι κρίσει περὶ ἑαυτῶν, ἵνα μὴ ἴσως φιλαυτήσαντες οὐκ ἐπιτεύ|ξωνται τῆς ὀρθότητος. [*](10r) πάλιν δὲ καὶ τοῦτο κατασκευάζων, ἤγουν τὸ διώκειν τὴν τιμὴν διὰ τὴν πίστιν τῆς ἑαυτῶν ἀγαθότητος, φησὶ ζητοῦσι γοῦν ὑπὸ τῶν φρονίμων τιμᾶσθαι καὶ παρ’ οἷς γινώσκονται καὶ ἐπ’ ἀρετῇ. ὅτι γάρ, φησίν, οὐ καθ’ αὑτὸ διωκτὸν ἡ τιμὴ ἀλλὰ δι’ ἕτερον ὡς εἴρηται, δῆλον ἐντεῦθεν. οὐ γὰρ ἁπλῶς τὴν τιμὴν διώκουσιν οὐδὲ παρὰ τῶν τυχόντων, ἀλλ’ ὑπὸ [*](1 rhesis usque ad μαντευόμεθα (p. 1095b26) a 20 rhesis usque ad καὶ ἐπ’ ἀρετῇ (p. 1095b47) a 29 ἄλλοθεν a: om. Β)
Δῆλον οὖν ὅτι κατά γε τούτους
Εἰ διὰ τὴν ἀρετὴν αἱρετόν φησιν ἡ τιμή, πῶς οὐ τελικώτερον ἀρετὴ [*](12) τιμῆς; τὸ γὰρ οὗ ἕνεκα κρεῖττον ἀεὶ τοὐ ἕνεκα ἐκείνου, ὥστε μᾶλλον ἄν τις τὴν ἀρετὴν ὑπολάβοι τέλος τοῦ πολιτικοῦ βίου ἢ τὴν τιμήν. εἶτα δείκνυσιν ὡς οὐδ’ αὐτή ἐστι τὸ σκοπιμώτατον ἀγαθόν· φαίνεται γάρ φησιν ἀτελεστέρα καὶ αὕτη· τό δ’ ἀγαθὸν οὐ δεῖ ἀτελὲς εἶναι· ὥστε οὐκ ἔστιν ἡ ἀρετὴ τὸ ζητούμενον ἀγαθόν. ὅτι δὲ οὕτως ἔχει τὸ ἀληθὲς καὶ ἕτερόν ἐστι τὸ τέλος παρὰ τὴν ἀρετήν, δείκνυσιν ἐφεξῆς οὕτως· ἡ ἀρετὴ ἕξις ἐστὶ καὶ τοιαύτη ὡς δύνασθαι εἶναι ἐν τῷ ὑποκειμένῳ ποτὲ χωρὶς ἐνεργείας καὶ προχειρίσεως· τότε δὲ δόξειεν ἂν εἰκότως ἀτελὴς εἶναι, οἷον ὡς ἐπὶ τῶν ὑπνούντων· ἐνδέχεται δὲ καὶ σπουδαῖον ὄντα τινὰ διὰ βίου ἀπρακτεῖν, τὰς ἀγαθὰς μὲν ἔχοντα ἕξεις, οὐ μέντοι γε καὶ προ- χειριζόμενον, ἢ διὰ τὸ μὴ εὑρίσκειν καιρὸν πρὸς τὴν προχείρισιν τῶν ἔξεων ἢ διὰ τὸ μὴ εὐπορεῖν ὕλης· ὡς εἴ τις μεγαλοπρεπὴς μὲν εἴη, χρημάτων δὲ ἀποροίη· ἐν μεγέθει γὰρ ἔργων καὶ πλήθει ἀναλωμάτων ἐμφανὴς ὁ μεγαλοπρεπὴς γίνεται. ἐνδέχεται δὲ καὶ ἀτυχεῖν τὰ μέγιστα διὰ βίου τὸν τὰς ἀρετὰς ἔχοντα, νοσοῦντα τυχὸν ἢ πενόμενον ἢ ἐπιβουλευόμενον ἢ ἄλλο τι πάσχ·οντα, ὑφ’ ὧν ἡ κατ’ ἀρετὴν ἐνέργεια ἀνακόπτεται, ὡς ἔχειν μὲν τὰς κατ’ ἀρετὴν ἕξεις, μηδαμῇ δὲ κατ’ αὐτὰς ἐνεργεῖν. οὐδεὶς ἄν εἴποι, φησί, τοῦτον εὐδαίμονα, εἰ μὴ δόξαν ἀπό τινος παραλαβών, παρά- δοξόν τινα εἰσάγουσαν ἔννοιαν παρὰ τὴν κοινὴν παράδοσιν καὶ παρ’ αὐτὰ τὰ δαινόμονα. θέσις γάρ ἐστι παράδοξος ὑπόληψίς τινος τῶν κατὰ σιλοσοδίαν γνωρίμων, ὡς Ἡράκλειτος ἔλεγεν ἓν εἶναι τὰ ἐναντία Παρμενίδης ἓν τὸ ὂν καὶ Ζήνων μὴ εἶναι κίνησιν· οἷς ὁμοίως παράδοξον καὶ τὸ λέγειν εὐδαίμονα καὶ μακάριον τὸν ἀπρακτοῦντα διὰ βίου καὶ ἀτυχοῦντα τὰ μέγιστα.
[*](p. 1096a3)Ἱκνῶς γὰρ καὶ ἐν τοῖς ἐγκυκλίοις.
Φᾶσί τὸν Ἀριστοτέλην ἔπη τινὰ ἐκθέσθαι ἐπίτηδες κατά τινα ἀριθμὸν συμποσούμενα ἐν ἑτέρᾳ καὶ ἑτέρᾳ θέσει καὶ τάξει, ὧν ἑκάστη ἀπὸ τοῦ [*](35 αὐτοῦ τε ἤρχετο καὶ εἰς τὸ αὐτὸ κατέληγε’ διὸ καὶ ἐγκύκλια ταῦτα ὠνόμασεν, οἷς ἡμεῖς μὲν οὐκ ἐνετύχομεν, εἰσὶ δ’ οἳ περὶ τούτων ἱστόρησαν.) [*](4 ὅτι B: om. a 7 rhcsis usque ad τούτων ἅλις (p. 1096a3) a 16 προχειρήσεως a 32 rhesis usque ad εἴρηται περὶ αὐτῶν (p. 1096a4) a)
τρίτος ἐστὶν θεωρητικός.
Ἀπαριθμησάμενος ἐν τοῖς ἔμπροσθεν τοὺς μάλιστα τῶν βίων προὔχοντας χοντας καὶ τρεῖς εἶναι τούτους εἰπών, τὸν ἀπολαυστικὸν τὸν πολιτικὸν τὸν θεωρητικόν, ἤτοι τὸν ἐμπαθῆ τὸν μετριοπαθῆ τὸν ἀπαθῆ, τοῖς μὲν δυσὶ τὸ δοκοῦν ἀγαθὸν οἰκείως ἀπέδωκε· βίους δὲ ὀνομάζει πάντως τοὺς τρόπους τῆς μετὰ σώματος κατὰ γῆν ἀνθρώπου διαγωγῆς. βουλόμενος δ’ ἤδη καὶ περὶ τοῦ θεωρητικοῦ λέγειν ὅπως ἔχει καταλλήλως ἑαυτῷ περὶ τῆς δόσεως τῶν ἀγαθῶν, ἐπεὶ ἡ περὶ τούτου διδασκαλία πλείονος ἐδεῖτο λόγου, νῦν μὲν ταύτην ἀφίησι, παραπέμπει δὲ εἰς τοὺς ἑξῆς λόγους, ὡς ἐν ἐκείνοις εὐκαιρότερον ἐρῶν περὶ αὐτοῦ, τοσοῦτον μόνον ἐν τούτοις εἰπὼν τρίτος δ’ ἐστὶν ὁ θεωρητικός, ὑπὲρ οὗ τὴν ἐπίσκεψιν ἐν τοῖς ἑπομένοις ποιησόμεθα· ἐν γὰρ τῷ Κάππα τῆς παρούσης πραγματείας περὶ αὐτοῦ παραδίδωσι. τρίτον δὲ λέγει αὐτὸν κατὰ τὴν τάξιν, ᾗ ἐνταῦθα ἐχρήσατο, ἀπὸ τῶν ὑφειμένων ἐπὶ τὰ ὑπερβαίνοντα ἀνερχόμενος.
[*](p. 1096a5)’0 δὲ χρηματιστὴς βίαιός τίς ἐστι.
Τρεῖς εἰρηκὼς εἶναι τοὺς μάλιστα τῶν βίων προέχοντας, μὴ μέντοι μνημονεύσας τοῦ χρηματιστικοῦ, ἐπεὶ κατενόει τῶν ἀνθρώπων πολλοὺς οὐ μόνον τυχόντας ἀλλ’ ἐνίοτε καὶ τοὺς ὑπερέχοντας καὶ αὐτοὺς βασιλεῖς οἷος Μίδας ὁ Φρύξ * * * καὶ πᾶν ὁτιοῦν ἐπιτηδεύοντας πρὸς κτῆσιν χρημάτων. λέγει τοίνυν καὶ περὶ τούτου ἐπὶ βραχύ· χρηματιστικὸν μὲν ὀνομάζων βίον τὸν περὶ κτῆσιν χρημάτων σπουδάζοντα, βίαιον δὲ ὅτι καὶ βίαν ἐνδείκνυται πρὸς τὸ κτήσασθαι τὸ ζητούμενον. ὅτι δὲ τὸ τῷ χρηματιστῇ δοκοῦν οὐκ ἔστι τὸ ζητούμενον, δείκνυσι λέγων, χρήσιμον γὰρ καὶ ἄλλου χάριν. τὸ γὰρ χρήσιμον ὑπηρετικὸν ὥσπερ ἐστὶ καὶ πρὸς ἄλλο ἀφορῶν ὡς πρὸς τέλος, ὑφ’ ὃ καὶ ἀναφέρεται ὡς πρὸς ἐκεῖνο λυσιτελοῦν· τὸ δὲ ἀγαθὸν τὸ ὡς τέλος αὐτοτελές ἐστι καὶ αὐτὸ δι’ αὑτὸ διωκτὸν οὐ δι’ ἕτερον· διὸ καὶ οἱ τὴν φιλοσοφίαν ὡς ἄχρηστον διαβάλλοντες καὶ τούτου ἕνεκα πειρώμενοι αὐτὴν ἀποβάλλεσθαι, ἔλαθον ἑαυτοὺς πάσης αὐτὴν ὑπερτιθέντες ἐπιτηδεύσεως· [*](10v) οὐ γὰρ ἀνέχεται ὑφ’ ἕτερόν τι ἀνάγεσθαι καὶ πρὸς ἄλλο λυσιτελεῖν πάντα τἄλλα ὑφ’ ἑαυτὴν ἔχουσα, ὡς ἀνθρώπου ζωῇ καὶ ψυχῇ συμβαλλόμενα πρὸς τὴν ταύτης κατόρθωσιν ὅσα δοκεῖ τοῖς χαρίεσσιν ἀγαθά. διὸ καὶ παρὰ τοῖς παλαιοῖς ἐν ταῖς εὐνομουμέναις τῶν πόλεων ἔστιν εὑρεῖν τοὺς πολιτικοὺς ἄνδρας ὑπηρετικούς τινας τοῖς σοφοῖς γινομένους, ὅπως [*](4 ·τρίτος δ’ ἐστὶν a et Aristoteles rhesis usque ad ποιησόμεθα (p. 1096a5) a 9 γῆν Β: τὴν a post ἀνθρώπου addit προαίρεσιν a 14 ὑπὲρ Ba: περὶ Arist. 18 rhesis usque ad καὶ ἄλλου χάριν (p. 1096a7) a 22 lacunam indicavi 35 εὐνομουμέναις a: εὐνομίαις Β)
Διὸ μᾶλλον τὰ πρότερον λεχθέντα.
Τὸν πλοῦτον ἀπελέγξας ὡς μὴ ὄντα τὸ ζητούμενον ἀγαθόν, ἅμα δὲ διαβαλὼν καὶ τὸν χρηματιστικὸν βίον, ἐπιφέρει νῦν λέγων εἰκὸς εἶναι μᾶλλον τὰ πρότερον λεχθέντα ὑπολαβεῖν τινα τέλη εἶναι, ἤγουν τὴν ἡδονὴν καὶ τὴν τιμήν, ἅτε δι’ αὑτὰ ἀγαπώμενα· ὡς κἀντεῦθεν ἐλέγχεσθαι πλέον τὸν πλοῦτον μὴ ὄντα τὸ ἀνθρώπινον ἀγαθόν. εἰ γὰρ τὰ μᾶλλον δοκοῦντα τέλη ὑπάρχειν διὰ τὸ εἶναι δι’ αὑτὰ διωκτὰ οὐκ ἔσται τέλη, πῶς τὸ ἄλλου χάριν ζητούμενον τὸ τέλος ἔσται καὶ τὸ ἀγαθόν; τὸ δὲ πολλοὺς λόγους καταβεβλῆσθαι πρὸς αὐτὰ λέγοι μὲν ἄν καὶ διὰ τοὺς περὶ Ἑπίκουρον, οἳ τὴν ἡδονὴν τὸ τέλος ἐτίθεντο. πολλοὶ γὰρ περὶ τούτων εἰρήκασιν, οἱ μὲν ἀναιροῦντες τὴν δόξαν, οἱ δὲ συνηγοροῦντες αὐτοῖς. λέγοι δ’ ἂν καὶ περὶ τῆς τιμῆς, ὅτι γε τοῖς πολιτικοῖς ἀνδράσι πολὺς λόγος περὶ αὐτῆς· καὶ ὁ Σωκράτης ἐν πολλοῖς εὕρηται παρὰ Πλάτωνι τοῖς τῶν πολιτικῶν ἀκαίρως φιλοτιμουμένοις ἀντιτιθέμενος καὶ τὰς ὀρέξεις αὐτῶν ἐλέγχων ὡς οὐκ εὖ ἐχούσας. οὐ δεῖ δὲ τὴν ἐξ ἀπαθείας ἑπομένην ταῖς ψυχαῖς θεωρίαν τῇ ἡδονῇ συντάττειν καὶ τῇ τιμῇ ὡς οὐδ’ αὐτὴν οὖσαν τέλος· οὐ γὰρ ἂν εἴη τι τελικώτερον ἀνθρώπου ψυχῇ τοῦ ἐν ἀπαθείᾳ καὶ θεωρίᾳ σχεῖν τὸ τέλειον· ὥστε τὰ πρότερον λεχθέντα περὶ τῆς τιμῆς δεῖ νοεῖν λεγόμενα καὶ τῆς ἡδονῆς.
[*](p. 1096a10—13)ταῦτα μὲν οὖν ἀφείσθω ἕως τοὐ εἰ είσαγαγεῖν τὰ εἴδη.
Προθέμενος ἐν τῆ ἀρχῇ τῶν ἠθικῶν περὶ τοῦ ἀνθρωπίνου ἀγαθοῦ καὶ τέλους εἰπεῖν, πρῶτον μὲν ὅτι ἔστιν ἔδειξεν, εἶτα μετέβη ἐπὶ τὸ δεύτερον πρόβλημα, ἐξετάζων τὸ τί ἐστι καὶ παραγαγὼν εἰς μέσον τὰς δόξας ἃς ἔχουσιν οἱ ἄνθρωποι περὶ αὐτοῦ ἄλλως ἄλλοι δοξάζοντες, ὡς τοὺς μὲν ἡδονὴν τοῦτο λέγειν τοὺς δὲ τιμὴν τοὺς δὲ πλοῦτον τοὺς δ’ ἕτερόν τι τῶν ἔργων· καὶ πάντα ἀπελέγξας ὡς μηδενὸς ὄντος τέλους αὐτῶν μέτεισιν ἐπὶ τὸ κυριώτερον, οὐκ ἐπιπολαιότερόν τι λέγων ὡς οἱ πολλοί, ἀλλὰ βαθύτερον ἐξετάζων περὶ αὐτοῦ. ἀλλ’ ἐπεὶ ὁ Πλάτων ἐπὶ τοῦ πρώτου ἀγαθοῦ παρέδωκεν οὐκ εὐκαταφρόνητα θεωρήματα ἀλλὰ μεγάλα καὶ εἰς ὕψος τὸ μέγιστον τὰς ψυχὰς ἀναφέροντα πειρᾶταί τινα καὶ πρὸς ἐκεῖνον ὡς ἐν παρόδῳ εἰπεῖν, ἴσως οὐδὲ Πλάτ6ωνι ἀνθιστάμενος ἀλλὰ τοῖς καθὰ μὴ δεῖ τὰ ἐκείνου ἐκδεχομένοις. καὶ ἴσως ἀναγκαῖον εἰπεῖν πρότερον [*](5 rhesis usque ad καταβέβληνται (p. 1096a10) a 24 rhesin plenam exliiliet a 27 εἰς μέσον Β: δεύτερον a 31 κυριώτερον Β: καιριώτερον a 33 θεωρήματα B: om. a)
Δόξειε δ’ ἄν ἴσως βέλτιον. [*](11r) Μετ’ εὐλαβείας ἀντεπιχειρεῖ τῷ Πλάτωνι. οὐ γὰρ εἷπεν ἔστι δὲ βέλττιον', ἀλλὰ δόξειε· προσέθηκε δὲ καὶ τὸ ἴσως, ἑαυτοῦ τὸ τῆς ἀναιδείας ἀποκρουόμενος ἔγκλημα. εἰ καὶ φίλοι οὖν, φησίν, οἱ ἄνδρες οἱ τὰ πρὸ τῶν πολλῶν εἴδη θέμενοι, ἀλλὰ βέλτιον τῆς πρὸς αὐτοὺς τιμῆς καὶ πρέπον οὐ μόνον πρὸς τὰ τῶν φίλων ἀνθίστασθαι, ἀλλὰ καὶ τὰ οἰκεῖα ἀναιρεῖν, ὥστε σώζεσθαι τὴν ἀλήθειαν καὶ μὴ κρυπτομένην ἐξ ἀνθρώπων ἀπόλλυσθαι. ἐπιτείνων δὲ τὸ πρέπον φησὶ ἄλλως τε καὶ φιλοσόφους ὄντας. φι- λαλήθης γὰρ ὁ φιλόσοφος, εἰ μὴ ψεύδοιτο τὸ ὄνομα· σοφίαν γάρ τις φιλῶν φιλόσοφός ἐστι· σοφία δὲ τῶν ὄντων ἐπιστήμη ᾗ ὄντα· ὄντα δὲ τὰ ἀκίνητα καὶ ἀμετάβλητα καὶ ἀεὶ ὡς ἔχουσιν ἔχοντα καὶ διὰ παντὸς ἐν ἀκινησίᾳ μένοντα, κἀντεῦθεν ἐν ἀληθείᾳ πάσῃ τὸ εἶναι ἔχοντα. πῶς ἄρα φιλόσοφος ὁ τινὸς ὄντος δευτέραν τιθεὶς τὴν ἀλήθειαν;
[*](p. 1096a16)Ἁμφοῖν γὰρ ὄντοιν φίλοιν, ὅσιον προτιμᾶν τὴν ἀλήθείαν. θειαν.
Τὸ ὅσιον διενήνοχε τοῦ δικαίου, ὅτι τὸ μὲν ἐπὶ τῆς πρὸς τοὺς δεῖς ἰσότητος θεωρεῖται, τὸ δὲ ἐπὶ τῆς προσηκούσης τιμῆς τοῦ θεοῦ καὶ τῶν θείων. τὸ μὲν οὗν τοὺς φίλους τιμᾶν τοὺς ἴσους ἐστὶ τιμᾶν, τὸ δὲ τὴν ἀλήθειαν προτιμᾶν ὅσιον· θεῖον γὰρ καὶ ἡ ἀλήθεια.
[*](p. 1096a17)Ot δὲ κομίσαντες τὴν δόξαν ταύτην.
ἐντεῦθεν ἄρχεται ποιεῖσθαι τὸν ἔλεγχον τῆς τῶν ἰδεῶν δόξης· καὶ τίθησι λήμματα τὰ παρ’ ἐκείνοις ἔνδοξα καί φησιν ὅτι οἱ τὰς ἰδέας δοξάζοντες οὐκ ἐποίουν ἰδέας ἐν ἐκείνοις τοῖς πράγμασιν, ἐν οἷς τὸ πρότερον καὶ τὸ ὕστερον ἔλεγον. τῶν γοῦν ἀριθμῶν ἐν οἷς ὁ μὲν πρότερός ἐστιν, ὁ δὲ μετ’ αὐτόν, οὐκ ἐτίθεσαν ἰδέαν εἶναι. ὡς γὰρ ἐπὶ τῶν λογικῶν εἰδῶν καὶ γενῶν τὰ μετέχοντα τοῦ εἴδους ἄτομα ὁμοταγῶς μετέχουσι καὶ οὐ τὸ μὲν πρῶτον, τὸ δὲ μετ’ ἐκεῖνο, ὁμοίως καὶ τὰ μετέχοντα τοῦ αὐτοῦ γένους εἴδη· οὔτε γὰρ τὸ εἶδος εἶδος ἀτόμων, οὔτε τὸ γένος γένος τῶν εἰδῶν, δῶν, τὰ καθ’ ἑτέραν καὶ ἑτέραν μετεχόμενα τάξιν τοῖς ὑπ’ αὐτά· οὕτω καὶ ἐπὶ τῶν ἰδεῶν· τὸ δὲ οὐκ ἐποίουν ἰδέας καὶ τὸ ἰδέαν κατεσκεύ- αζον ἐπίτηδες εἶπεν ὡς μὴ οὔσας τὰς ἰδέας ποιούντων ἐκείνων καὶ κατασκευαζόντων 11v σκευαζόντων αὐτὰς δι’ ὧν ἔλεγον.
[*](1 rhesis usque ad φιλοσόφους ὄντας (p. 1096a16) a 9 ψεύδοιτο Β: ψεύδεrται a 14 rhesis usipie ad ἰδέαν κατεσκεύαζον (p. 1096a19) a 30 ἰδέαν a et Arist.: ἰδέας Β)Τὸ δὲ ἀγαθὸν λέγεται καὶ ἐν τῷ τί.
[*](11v)Συλλογισμὸν πλέκει κατὰ τὸ πρῶτον σχῆμα οὕτως· ἐν οἷς τὸ πρῶτον καὶ ὕστερον, ἐν τούτοις ἰδέ οὐκ ἔστιν· ἐν τῷ ἀγαθῷ ἐστι τὸ πρότερον καὶ ὕστερον· ἐν τῷ ἀγαθῷ ἄρα οὐκ ἔστιν ἰδέα. καὶ ὅτι μὲν ἐν οἷς τὸ πρῶτον καὶ ὕστερον, οὐκ ἔστιν ἰδέα, εἴληφεν ὡς ἔνδοξον τοῖς περὶ Πλάτωνα. ὅτι δὲ ἐν τῷ ἀγαθῷ τὸ πρότερον καὶ τὸ ὕστερον, ὃ ἦν ἡ ἐλάσσων τοῦ συλλογισμοῦ πρότασις, δείκυσιν ἐκ τῶν γενικωτάτων γενῶν, ὡς ὑπάρ- χοντος ἐν πᾶσι τοῦ ἀγαθοῦ. τὸ γὰρ ἀγαθὸν λέγεται. φησί, καὶ ἐν τῷ τί, ὅ ἐστιν οὐσί. τὸ γὰρ τί ἐφ’ ὑφεστηκότος πράγματος λέγεται· οὐδεμία δὲ τῶν ἄλλων κατηγοριῶν ἔχει τὸ ὑφεστηκέναι καθ’ αὑτὸ καὶ μὴ ἐν ὑποκειμένῳ εἶναι ἀλλ’ ἢ μόνη ἡ οὐσία· καὶ ἐν τῷ ποιῷ καὶ ἐν τῷ πρός τι. ἠρκέσθη δὲ ταῖς τρισὶ ταύταις κατηγορίαις ὡς ἱκαναῖς οὔσαις δηλῶσαι τὸ ἐπαγόμενον· ἐπιφέρει γὰρ τὸ δὲ καθ’ αὑτὸ καὶ ἡ οὐσία πρότερον τῇ φύσει τοῦ πρός τι. τὸ δὲ καθ’ αὑτὸ ἐνταῦθα οὐκ ἐπὶ τοῦ οὐσιώδους ἀλλ’ ἐπὶ τοῦ μὴ ἐν σχέσει παρέλαβεν· ἅπαν γὰρ πρός τι ἐν σχέσει. τὰ δὲ μὴ πρός τι οὐχ ὡς ἐν σχέσει ὄντα προφέρεται οὐδ’ ὡς πρὸξ ἕτερον λεγόμενα, ἀλλ’ ὡς καθ’ ἑαυτὰ θεωρούμενα. ἡ δὲ κατασκευὴ τῆς ἐλάσσονος προτάσεως οὕτω συνίσταται. πάν τὸ καθ’ ἑαυτὸ λαμβανόμενον πρότερον τῇ φύσει τοῦ πρὸς ἕτερον· ἡ οὐσία καὶ τὸ ποιὸν καθ’ ἑαυτὸ λαμβάνεται, τὸ δὲ πρός τι πρὸς ἕτερον· ἡ οὐσία ἄρα καὶ τὸ ποιὸν πρότερα τῇ φύσει του πρὸς τι.
[*](p. 1096a21)Παραφυάδι γὰρ τοῦτ’ ἔοικε.
Καὶ τοῦτο κατασκευαστικὸν τοὐ τὸ πρός τι ὕστερον εἶναι· ἡ γὰρ παρα- φυὰς τοῦ ὄντος ὕστερον τοῦ ὄντος. δεῖ γὰρ εἶναί τι πρότερον καὶ οὕτως αὐτῷ ἕτερόν τι παραφύεσθαι.
[*](p. 1096a22)Ὥστ‘ οὐκ ἄν εἴη κοινή τις ἐπὶ τούτοις ἰδέα.
Συμπεραίνει τὸ ἐξ ἀρχῆς, ὅτι οὐκ ἔστι κοινὴ τοῦ ἀγαθοῦ ἰδέα ἐν πάσι θεωρουμένη τοῖς κατὰ μέρος ἀγαθοῖς, διὰ τὸ εἶναι ἐν αὐτοῖς τὸ πρότερον καὶ τὸ ὕστερον. εἰ γὰρ τῶν μετεχόντων ἰδέας ἡστινοσοῦν τὸ μὲν πρότερον τὸ δ’ ὕστερον, ἔσται καὶ τὸ μὲν αὐτῶν ἐγγύτερον τοῦ ἀρχετύπου, τὸ δὲ πορρώτερον, ὡς τὸ μὲν ἔχειν μᾶλλον τὴν μετοχὴν τὸ δ’ ἧττον. καὶ ἡ ἑτερότης τῆς τάξεως ἐν τῇ μετοχῇ, <τὸ μὲν οἰκειότερον ποιήσει πρὸς [*](1 rhesis usque ad φύσει τοῦ πρός τι (p. 1096a21) a 3 καὶ τὸ ὕστερον a 5 καὶ τὸ ὕστερον a 8 φησὶ λέγεται a 9 ἡ οὐσία a 17 ἑαυτὰ a: ἑαυτὸ Β 22 rhesis usque ad καὶ συμβεβηκότι τοῦ ὄντος (p. 1096a22) a 25 ἕτερόν τι B: τι ἕτερον a 28 τούτοις Β et Arist. libri K b M b: τούτων a et Arist. vulg. 32 τὸ μὲν οἰκείοαρον—ἡ μετοχὴ (p. 44,1) a: om. Β)
Ἕτι δ’ ἐπεὶ τἀγαθὸν ἰσαχῶς λέγεται τῷ ὄντι.
Δεύτερον ἐπιχείρημα δεικνύον καὶ αὐτὸ ὅτι οὐκ ἔστιν ἀγαθὸν κοινόν τι καὶ ἕν, ὑφ’ ὃ τὰ κατὰ μέρος ἀνάγεται ἀγαθά. δείκνυσι δὲ τοῦτο χρώμενος ταῖς δέκα κατηγορίαις, καὶ τὸ ἀγαθὸν λαμβάνων ἰσαχῶς τῷ ὄντι λεγόμενον, τὸ δὲ ὂν δεκαχῶς, ἐπὶ τῶν δέκα γενικωτάτων γενῶν φερόμενον. λαμβάνει δὲ ἐφ’ ἑκάστης κατηγορίας παράδειγμα τοῦ ἀγαθοῦ, ἅτ’ ἐν πάσαις ταῖς κατηγορίαις εὑρισκομένου, ὡς δῆλον εἶναι ἐντεῦθεν ὅτι γε κοινὸν ἀπάσαις ἐστὶ καὶ τὸ ἀγαθὸν ὥσπερ καὶ τὸ ὄν· καὶ αὖθις ἐκ τούτου, ὅτι οὐκ ἔστι τὸ ἀγαθὸν κοινόν τι καὶ καθόλου καὶ ὅν. ὅτι μὲν οὖν ὁ νοῦς ἀγαθὸν καὶ ἐν τῇ οὐσίᾳ δῆλον, ὁμοίως καὶ ὅτι αἱ ἀρεταὶ ἀγαθὸν καὶ ἐν τῷ ποιῷ. τὰ δὲ λοιπὰ ἴσως δεῖται λόγου τινὸς καὶ δέον ἀξιῶσαι αὐτό, οὗ δέονται, οἷον τὸ μέτριον ὅτι ἀγαθὸν καὶ ἐν τῷ ποσῷ καὶ τὰ λοιπὰ ὡσαύτως· μέτριον γὰρ λέγει τὸ σύμμετρον, καὶ πᾶν πρᾶγμα τὸ μετὰ μέτροῦ γινόμενον δέοντος ἀγαθόν ἐστιν, ὡς τὸ ἄμετρον πονηρὸν ἐν ὑπερβολῇ καὶ ἐλλείψει θεωρούμενον, τὸ δὲ μέτριον τοῦ ποσοῦ· ὥστε ἀγαθὸν τὸ μέ- τριον ἐν ποσῷ θεωρούμενον. πάλιν τὸ χρήσιμόν ἐστι τὸ ὠφέλιμον, τὸ δὲ ὠφέλιμον ἀγαθόν· ἐπεὶ δὲ τὸ χρήσιμον τινί ἐστι χρήσιμον, πρὸς ἐκεῖνο λέγεται πρὸς ὅ ἐστι χρήσιμον καὶ τὸ εἶναι ἔχει καθὸ χρήσιμον ἐν τῷ πρὸς ἕτερον λέγεσθαι. οἷς δὲ τὸ εἶναι ταὐτόν ἐστι τῷ πρός τί πὼς ἔχειν, ταῦτα πρός τί ἐστι· τὸ χρήσιμον ἄρα ἀγαθόν τί ἐστι, ὑπὸ τὸ πρός τι ἀνα- γόμενον. ὅτι δὲ καὶ ὁ καιρὸς ἐν χρόνῳ καὶ ἀγαθὸν δῆλον· καιρὸς γάρ ἐστιν ὁ προσφυὴς καὶ ἁρμόδιος ἑκάστῳ χρόνος ὥσπερ λέγομεν τροφῆς καιρὸν καὶ λόγου καιρὸν καὶ σιωπῆς, ὅτε δεῖ τρέφεσθαι ἢ σιωπᾶν ἢ λέγειν τὸν λέγειν δυνάμενον· καὶ ἐπὶ τῶν λοιπῶν οὕτως. τὰ δὲ τοιαῦτα πάντα οὐδὲν ἄλλο ἐστὶν ἢ ὅτι ἐπεὶ πάντα τὰ γινόμενα ἐν χρόνῳ γίνεται, ἐὰν τῷ χρόνῳ [*](4 κυριώτερον a 13 rhesis usque ad ἀλλ’ ἐν μιᾷ μόνῳ (p. 1096a29) a δ’ ἐπεὶ Β et Arist. libri Hb Kb Mb Ob: ἐπεὶ a et Arist. vulg. 22 ὁμοίως δὲ καὶ a 22. 23 καὶ ἐν τῷ ποιῷ Β: κατὰ τὸ ποιόν a 23. 24 αὐτὸ, οὗ scripsi: αὐτὴ οὗ Β: αὐτὰ, ὧν a 26 δέοντος Β: δεόντως a 37 τῇ χρόνῳ a)
Ἕτι δὲ ἐπεὶ τῶν κατὰ μίαν ἰδέαν μία ἐπιστήμη.
[*](12r)Εἱ καὶ σοφιστικῶς ἐπιχειρεῖ πρὸς τοὺς τὸ καθόλου καὶ ἓν ἀγαθὸν παρεισάγοντας, ἀλλ’ οὖν οὐ παραιτητέον οὔτε τὰ αὐτοῦ διασαφεῖν οὔτε μὴν τἀληθὲς κατὰ τὸ δυνατὸν παριστᾶν. συλλογίζεται οὖν οὕτως· τῶν κατὰ μίαν ἰδέαν μία ἐπιστήμη· τῶν ἀγαθῶν οὐκ ἔστι μία ἐπιστήμη· τῶν ἀγα- θῶν ἄρα οὐκ ἔστι μία ἰδέα. ἔστι δὲ ὁ τρόπος ἐν δευτέρῳ σχήματι δεύ- τερος. ὅτι δ’ οὐκ ἔστι μία ἐπιστήμη τῶν ἀγαθῶν, ἐκ τοῦ μᾶλλον δεί- κνυσιν. εἰ γὰρ τῶν ὑπὸ μίαν κατηγορίαν ἀγαθῶν οὐκ ἔστι μία ἐπιστήμη, πολλῷ ἧττον ἔσται τῶν ὑπὸ διαφόρους. μᾶλλον γὰρ ἄν δόξειε τῶν ὑπὸ μίαν κατηγορίαν τὴν αὐτὴν ἐπιστήμην εἶναι ἢ τῶν ὑπὸ διαφόρους. ὅτι δ’ εἰσὶν ἀγαθὰ ὑπὸ μίαν μὲν κατηγορίαν ἀναφερόμενα, διαφόρους δ’ ἐπιστή- μας ἔχοντα περὶ αὐτὰ καταγινομένας, ἐκ τῆς ἐπαγωγῆς δείκνυσι. τοῦ γὰρ καιροῦ φησιν ἑνὸς καὶ τοῦ αὐτοῦ κατὰ γένος ὄντος πολλαὶ αἱ περὶ αὐτὸν καταγινόμεναι ἐπιστῆμαι. ἔστι γὰρ πολέμου καιρός, ὅτε συμφέρει τοῖς ἐχθροῖς πολεμεῖν, οὗ ἐπιστήμη ἡ στρατηγική, ἐν δὲ νόσῳ καιρός, ὅτε χρὴ προσφέρειν τροφὴν ἢ πόσιν, καὶ τούτου ἐπιστήμη ἰατρική, ἕτερα δὲ πρὸς ἄλληλα ἰατρικὴ καὶ γυμναστική. ταῦτα Ἀριστοτέλης· δεῖ δ’ ἀντιθεῖναι καὶ πρὸς ταῦτα τὰ ἐγχωροῦντα. ὅτι μὲν γὰρ οὐδὲ ταῦτα πρὸς τὴν θέσιν τοῦ πρώτου ἀγαθοῦ καὶ ὃ οὐδὲν ἄλλο ἢ τἀγαθόν ἐστι δύναταί τι δῆλον ἄν εἴη. ὅτι γὰρ πάντα ἐκεῖνο τὸ ἀγαθῦνον ἐστὶ καὶ πάντα κατὰ τὴν ἑκάστου στου ἀνάλογον μετοχὴν ἐκείνου ἀγαθὸν λέγεται οὐδεὶς νοῦν ἔχων ἀμφισβητήσειε. τί γὰρ εἰ τὸ μὲν μᾶλλον ἀγαθὸν τὸ δ’ ἧττον ἢ τὸ μὲν ἐγγύτερον ἐκείνου τὸ δὲ πορρώτερον ἢ τὸ μὲν ἀγαθὸν καθ’ αὑτό, ὡς ὑγίεια σῶμα τος καὶ ψυχῆς ἀρετή, τὸ δὲ πρὸς τούτων τι συμβαλλόμενον, ὡς δίαιτα καὶ γυμνάσιον καὶ φάρμακόν τι καὶ ἴαμα, ἢ ὡς κακουχία καὶ σκληραγωγία σώματος, ἵνα τῇ ψυχῇ τὸ καρτερὸν καὶ ἀπαθὲς περιγίνοιτο. τάξις γὰρ πᾶσιν, ὡς τὸ μὲν τιμιώτερον ἐν αὐτοῖς εἶναι, τὸ δὲ τῇ τιμιότητι δεύτερον, τὸ δὲ τρίτον καὶ ἐφεξῆς, καὶ τὴν τοῦ ἀγαθοῦ μέθεξιν ὑπάρχειν ἑκάστῳ κατὰ τὴν αὐτοῦ τάξιν. καὶ εἰ ἀγαθὸν ἡ τάξις τοῖς οὖσιν, ὡς ἡ ἀταξία κακόν, πῶς εὐλόγως ἄν τις ἐρεῖ, ὅτι μὴ κατὰ τάξιν τοῖς πράγμασιν ἡ τοῦ ἀγαθοῦ μετάδοσις γίνεται. ἢ ἀπαιτείτω τις ὁμοταγῆ πάντα εἶναι, ὁμοειδῆ τε καὶ ὁμοφυῆ καὶ τὸ διάφορον ἀφαιρείτω τῆς τῶν ὄντων ἀπάντων ὐπάρξεώς τε καὶ τάξεως μηδὲ κόσμον εἶναι μηδ’ ἁρμονίαν τινὰ ἐν αὐτοῖς, ἀλλ’ εἰκῇ συγκεχύσθαι πάντα ἡ εἰ κόσμος καὶ τάξις καὶ πάντα μὲν ἐξ ἑνός, πλὴν οὐ τὰ αὐτὰ κατ’ εἶδος οὐδὲ κατὰ γένος, ἀλλὰ διαφορὰ πολλὴ ἐν αὐτοῖς, ὡς τὰ μὲν ὑφειμένα εἶναι τὰ δ’ ὑπερέχοντα ἔσται καὶ τὰ μὲν κρείττω τὰ δὲ χείρω καὶ τὰ μὲν ἐγγύ τέρα [τοῦ πόρρω] τὰ δὲ πορρώτερα· [*](12v) καὶ ἡ μετουσία τοῦ πρώτου ἑκάστῳ ἀνάλογος· εἰ οὖν καὶ αἱ φύσεις διά- [*](1 μία ἐπιστήμη Β: μία τις ἐπιστήμη a: μία καὶ ἐπιστήμη Arist. (μία καὶ ἡ ἐπ’. Μb) rhesis usque ad γυμναστική (p. 1096a34) a 18 οὐδὲ Β: οὐ διὰ a 24 τὸ δὲ τὸ πρὸς a 31 ἀπαιτἡτω a 37 τοῦ πόρρω B: om. a)
Ἀπορήσειε δ’ ἄν τις, τί ποτε καὶ βούλονται λέγειν.
οὗτος ὁ λόγος οὐ πρὸς τὸ ἀγαθὸν μόνον ἀνθίστασθαι ἔοικεν, ἀλλὰ πρὸς πᾶν ἁπλῶς, ὅπερ ὡς πρὸ τῶν μερῶν καθόλου πρὸς τῶν Πλατωνικῶν λέγεται. ἔστι δὲ ἡ ἐπιχείρησις ἀπὸ ὅρου. εἰ γὰρ ἄνθρωπος, φησίν, ἑκάτερός ἐστιν ὅ τε αὐτοάνθρωπος καὶ ὁ ἄνθρωπος, τὸν αὐτὸν λόγον ᾗ ἄνθρωπος ἐκάτερος τερος ἐπιδέξεται καὶ οὐδὲν ἀλλήλων ὡς ἄνθρωποι διοίσουσιν· εἰ δὲ τοῦτο, οὐδ’ ἧ ἀγαθοί. ὃν γὰρ λόγον ἔχει ὁ ἄνθρωπος πρὸς τὸν αὐτοάνθρωπον, τὸν αὐτὸν τὸ ἀγαθὸν πρὸς τὸ αὐτοαγαθόν. εἰ οὗν ἐκεῖ ἡ αὐτὴ φύσις ἀνθρώπου καὶ αὐτοανθρώπου, εἴη ἂν καὶ <ὁ> λόγος ἀμφοτέρων ὁ αὐτός· ὥστε κἀνταῦθα εἰ ἡ αὐτὴ φύσις ἀγαθοῦ καὶ αὐτοαγαθοῦ, ἔσται καὶ ὁ λόγος αὐτοῖς ὁ αὐτός. ἔσται ἄρα ἐκεῖ τε ὁ ἄνθρωπος ὁ αὐτός, κἀνταῦθα τὸ ἀγαθὸν τὸ αὐτό, ὡς εἶναι περιττὴν τὴν τοῦ καθόλου ὑπόθεσιν, κατὰ φύσιν ὄντων τῶν αὐτῶν τοῦ αὐτοῦ καὶ τοῦ μὴ αὐτοῦ. ἀλλὰ πῶς τὸ ἀγαθόν, ὧ Ἀριστότελες, τὸ αὐτὸ ἔσται καὶ ὡσαύτως ἐν τῶ ἀύλῳ καὶ ἐν τῷ ἐνύλῳ καὶ ἐν τῇ εἰκόνι καὶ τῷ παραδείγματι καὶ ἐν τῷ ἁπλῷ καὶ τῷ συνθέτῳ καὶ τῷ κατὰ μέθεξιν καὶ τῷ ἀμεθέκτῳ; ἡ καὶ ὁ λόγος ὁ τοῦ τί ἦν εἶναι πῶς ἔσται ὁ αὐτὸς τοῖς οὕτως ὡς εἴρηται διεστῶσι πρὸς ἄλληλα, ληλα, εἰ μὴ καὶ ἡ εἰκὼν καὶ τὸ ἀρχέτυπον ὡσαύτως τὸν τῆς οὐσίας <λό ἐπιδέχεται; ἔπειτα, ἐπεὶ καὶ κατὰ σὲ ἐπὶ τῶν ἐνύλων καὶ φυσικῶν τότε ἕξει ὁ ὅρος τὸ τέλειον ὅταν ἡ ὕλη καὶ τὸ εἶδος ἀλλήλοις συνέρχωνται, ἐὰν καὶ ἐπὶ τῶν ἀύλων οὕτω τοὺς ὅρους ληψόμεθα, ἔνυλα ἔσται τὰ ἄυλα. ἀλλὰ τοῦτο ἀδύνατον. οὐκ ἄρα τοῖς πρὸ τῶν ἐνύλων καὶ τοῖς ἐνύλοις οἱ αὐτοὶ ὅροι ἔσονται.
[*](p. 1096b3)Ἀλλὰ μὴν οὐδὲ τῷ ἀίδιον εἶναι.
ᾖς τινος ἀντιθέντος ὅτι ἐκεῖνα μέν εἰσιν ἀεί τὰ δ’ ἐνταῦθα γινόμενα [*](6 ταῦτα μὲν ἡμεῖς a 10 αὐτοῖς Β: αὐτῶν a 12 δ’ ἄν τις a, ut libri Arist.: δέ τις Β rhesis usque ad οὐδ’ ἡ ἀγαθόν (p. 1096b3) a 16.17 ἑκάτερος B: ἑκάτερον a 20 ὁ λόγος a: λόγος Β 29 καὶ (ante ἡ εἰκὼν) om. a 29. 30 λόγον γον a: om. Β 30 ἐπιδέχονται a 35 rhesis usque ad τοῦ ἐφημέρου (p. 1096b5) a)
Πιθανώτερον δ’ ἐοίκασιν οἱ Πυθαγόρειοι.
Δύο συστοιχίας ὁ Πυθαγόρας ἐξέθετο· μίαν μὲν ταύτην, πέρας περιττὸν τὸν ἓν δεξιὸν ἄρρεν εὐθὺ φῶς τετράγωνον ἠρεμοῦν ἀγαθόν, ἑτέραν δὲ ταύτην, ἄπειρον ἄρτιον πλῆθος ἀριστερὸν θῆλυ καμπύλον σκότος ἑτερόἐρεῖ [*](5 ἐρεῖ Β: ἐροῖ a 12 βραχυβιώτερος μακροβίου a 13 οὐδέν B: οὐδὲ a 14 οὑν post ἔστι μὲν add. a 19 ἀγαθοῦ Β: ἀγαθὸν a 22 ἔτερον Β: om. a 23 εἷναι ἐνδέχεται Β: ἐνδέχεται εἶναι a 32 ἀπορεῖν Β: ἀπορεῖς a 33 ἀποφανῇς cf. p. 63,28 34 rhesis usque ad ἄλλος ἔστω λόγος (p. 1096 b8) a)
τοῖς δὲ λεχθεῖσιν ἀμφισβήτησίς τις.
ἔοικεν ἑαυτῷ ἀκριβολογίαν τινὰ ὑποβάλλειν περὶ τοῦ ἀγαθοῦ, ἐξ ἧς εὑρήσει πρόφασιν τοῦ κατεπιχειρῆσαι καὶ ἔτι τῆς περὶ ἰδεῶν δόξης, ὡς δοκεῖν ἐπιμέμφεσθαι ἑαυτῷ ὡς ἐλλιπῶς ἐν τοῖς ἤδη ῥηθεῖσιν εἰρηκότι περὶ τοῦ ἀγαθοῦ. κατὰ γὰρ δύο, φησί, τρόπους λεγομένων τῶν ἀγαθῶν, συγκεχυμένως καὶ ἁπλῶς μέχρι νῦν ὁ περὶ τούτων λόγος γεγένηται. λέγε· τᾶι γὰρ ἀγαθὰ καθ’ ἓν μὲν εἶδος ἃ καθ’ αὑτὰ ἀγαπᾶται, καθ’ ἕτερον δὲ τὰ τούτων ποιητικὰ ἢ φυλακτικά πὼς ἢ τῶν ἐναντίων κωλυτικά· ἃ οὐ καθ’ αὑτὰ λέγεται ἀγαθὰ ἀλλὰ δι’ ἐκεῖνα. λέγω δὲ τὰ καθ’ ἑαυτά, οἷον ὑγίεια μὲν ἀγαθὸν σώματι, ἀρετὴ δὲ ψυχῇ, ἃ κἂν μηδὲν ἄλλο αὐτοῖς ἀγαθὸν ἕπηται. ἀλλά γε καθ’ αὑτὰ ταῦτα αἱρετά τε καὶ διωκτά· τομαὶ δὲ καὶ φαρμακεῖαι ἀσκήσεις γυμνάσια ἀποχαὶ τῶνδε προσαγωγαὶ ἐκείνων πόνοι σκληρότητες δι’ ἐκεῖνα αἱρετά. ἐκεῖνα μὲν γὰρ κατὰ φύσιν καὶ τε- λειωτικὰ τῶν ὑποκειμένων, ταῦτα δὲ μόνον λυσιτελεῖ πρὸς ἐκεῖνα. ἐπεὶ γὰρ ἡ ἰατρικὴ ἢ παροῦσαν τὴν ὑγίειαν συντηρεῖν βούλεται ἢ ἀπογινομένην ἀνακαλεῖσθαι, διὰ τοῦτο νοσοῦντος μέν τινος ἀποχάς τινων παρακελεύεται, ἃ τὴν νόσον αὔξει, προσαγωγὰς δὲ τῶνδε, ἃ τῇ νόσῳ ἀντίκειται, ἢ οὐκ αὔξει τὸ παρὰ φύσιν, καὶ ἀφαιρέσεις ἐπιτηδεύει καὶ κενώσεις ὕλης, ὑγιαί- νοντος δὲ καὶ ὑποπτευομένου νοσῆσαι ἢ δι’ ἐξαλλαγὴν ἀέρων ἡ καιρῶν [*](5. G κατορθοῦντα a: κατορθοῦν Β 10. 11 πυθαγόριοι a 17 καὶ Β: 0111. a ὁ λόγος a: λόγος Β 1!) rhesis usque ad καὶ τρόπον ἄλλον (p. 1096a13) a εἰρηκότι a: εἰρηκότος Β 26 τοὐναντίων a 28 σώματι Β: σώματος a ψυχὴ Β: ψυχῆς a)
Δῆλον οὖν ὅτι διττῶς λέγοιτ’ ἄν.
εἰπὼν ὅτι διττῶς τὰ ἀγαθά, τὰ μὲν καθ’ αὑτά, τὰ δὲ ὡς εἰς αὐτὰ συμβαλλόμενα, οὔπω μὲν τοῦτο ἔδειξε, λαμβάνει δ’ ἐν τῷ παρόντι ὡς ἐναργές, μόνον ὑπομνήσας ὅτι διχῶς τὰ ἀγαθὰ λέγεται, ἐφεξῆς δὲ δείκνυσι τοῦτο διὰ τῆς ἐπαγωγῆς. χωρίσαντες οὖν φησι απο των ωφελιμων. ἔοικε τοιοῦτόν τι λέγειν, ὅτι ἴσως ἄν τις ἡμᾶς αἰτιάσαιτο ζητοῦντας μέν, εἰ ἔστι τις ἰδέα τοῦ ἀγαθοῦ, λαβόντας δὲ συγκεχυμένως τὰ ἀγαθὰ καὶ μὴ διαστείλαντας τῶν δι’ ἕτερα αἱρετῶν τὰ καθ’ αὑτὰ διωκτά, ἵν’ οὕτω δειχθῇ, ὑπὸ μίαν ἰδέαν ἀνάγεται τὰ καθ’ αὑτά. τὰ γὰρ δι’ ἕτερα ἀγαθά, ἐπεὶ οὐ δι’ ἑαυτὰ τοῦτο λέγεται, οὐδ’ ἔστιν ἁπλῶς ἀγαθά, οὐδ’ ὅλως πειρατέον εἰς τὴν τοῦ ἀγαθοῦ ἰδέαν ἀναγαγεῖν. ὅτι δὲ εἰσί τινα καθ’ αὑτὰ ἀγαθά, ἐκ τῆς ἐπαγωγῆς δείκνυσιν, ὁριζόμενος ἅμ καὶ λέγων· p. 1096b16 Καθ’ αὑτὰ δὲ ποῖα θείη τις ἄν; ἢ ὅσα. Δείκνυσιν ἤδη διὰ τῆς ἐπαγωγῆς, ὡς εἴρηται, εἶναί τινα καθ’ αὑτά, [*](14r) ἔτι δὲ καὶ ὁρίζεται τὸ καθ’ αὑτὸ ἀγαθόν, ὡς ἐπὶ πολλῶν μὲν τοῦτο ἀποδιδούς, οὐδὲν δ’ ἧττον καὶ ὡς ἐπὶ ἑνὸς κοινοῦ τὸν λόγον ποιούμενος ἐφαρμόζοντα. καθ’ αὑτὰ γὰρ εἶναί φησιν, ὅσα καὶ μονούμενα, ἤτοι μηδενὸς ἄλλου ἀκολουθοῦντος αὐτοῖς ἢ ἐκ τῆς αἱρέσεως αὐτῶν ἀποβαίνοντος, εἰσὶ μόνα δι’ ἑαυτὰ αἱρετὰ καὶ διωκτά. καὶ μηδενὸς γὰρ ἐκ τῆς φρονήσεως ἀποβαίνοντος, διωκτὴ δι’ ἑαυτὴν ἡ φρόνησις καὶ ἡ κατ’ αὐτὴν ἐνέργει. καὶ τὸ ὁρᾶν ὡσαύτως. οὐκ εἶπε δὲ φρόνησιν καὶ ὅρασιν ἀλλὰ φρονεῖν καὶ ὁρᾶν, ὅτι ἐκεῖνα μὲν ἕξεις, ταῦτα δὲ αἱ κατὰ ταύτας ἐνέργειαι (τελειότεραι δὲ τῶν ἕξεων αἱ ἐξ αὐτῶν ἐνέργειαι, διὸ καὶ αἱρετώτεραι), καὶ ἡδοναί τινες καὶ τιμαί. οὐ γὰρ πᾶσα ἡδονὴ ἢ τιμὴ ἀγαθόν· ἡ γὰρ τῶν κι- ναίδων οὐκ ἀγαθὸν οὐδ’ ἡ τῶν ψωριώντων, ἡ δ’ ἐκ τῆς θεωρίας τῶν ὄντων ἐπιγινομένη τῇ ψυχῇ ἀγαθὴ καὶ διωκτὴ τοῖς ἐχέφροσι καὶ τοῖς εἰδόσι τὴν ἀνθρώπου τελειότητα τίς ἐστι. καὶ ἡ ἐκ τῆς ἀπαθείας ὡσαὐτὴν [*](5.6 τὴν ἠθικὴν ἢ τὴν πολιτικήν a 7 διαφθορὰς a 9 rhesis usque ad κατὰ μίαν ἰδέαν (p. 1096b16) a 14 ἔοικε B: ἔοικε δὲ a 21 rhesis usque ad καὶ τιμαί (p. 1096b18) a 23 πολλοῖς B: πολλοῖς a 24 ὡς a: om. Β 20 ἀποβαίνοντος a: ἀποβαίνοντα Β 27 μόνα Β: μόνον a)
Ταῦτα γὰρ εἰ καὶ δι’ ἄλλο τι διώκομεν, ὅμως.
Τὸ γὰρ φρονεῖν ὅτι καὶ καθ’ αὑτὸ ἀγαθόν, δῆλον, ὡς τῆς κατὰ λογισμὸν γισμὸν ἀρετῆς ὂν ἐνέργημα. δῆλον δ’ ὅτι καὶ ὡς ὀνήσιμον εἰς πολλά, ἵνα μὴ λέγω πάντα, τὰ ἐν ταῖς κατὰ βίον ἡμῖν πράξεσι κατορθούμενα. καὶ τὸ ὁρᾶν ὡσαύτως ἀγαθὸν μὲν καὶ δι’ ἑαυτό, ὅτι πλείστας διαφορὰς ἡμῖν γινώσκειν παρέχεται, καὶ χρήσιμον δ’ οὐδὲν ἧττον ὅτι γνωρίζειν ποιεῖ καὶ πόρρωθεν τὰ βλαβερὰ καὶ ὠφέλιμα, ὡς τὰ μὲν φεύγειν, ἔστι δ’ οὗ καὶ ἀμύνεσθαι, τὰ δὲ διώκειν, ἔστι δ’ οὗ καὶ ἐφέλκεσθαι. οὕτω δ’ ἄν εὕροις καὶ ἐπὶ τῶν ἡδονῶν καὶ τῶν τιμῶν.
[*](p. 1096b19)Ἢ οὐδ’ ἄλλο οὐδὲν πλὴν τῆς ἰδέας.
Εἰπὼν τὰ εἰρημένα εἶναι καθ’ αὑτὸ ἀγαθὰ ὡς τούτου ὁμολογουμένου ἐπήγαγε ταῦτα ἐπιμεμφόμενος. τὸ γὰρ ἢ οὐδ’ ἄλλο οὐδὲν πλὴν τῆς ἰδέας εἰρωνευομένου ἐστίν, ὡς εἰ ἔλεγεν, ἢ πάντα παρήσομεν τὰ ὄντα ὁμολογουμένως καθ’ αὑτὸ ἀγαθά, καὶ αὐτῆς τῆς ἐνεργείας καταφρονήσομεν καὶ μόνην ἐροῦμεν τὴν ἰδέαν καθ’ αὑτὸ ἀγαθόν. ἰδοὺ γὰρ παρ’ αὐτὴν ἀποπέφανται ἕτερα καθ’ αὑτὸ ἀγαθά, ὥστε περιττὴ ἡ θέσις τῆς ἰδέας. εἰ μὲν γὰρ οὐδὲν ἦν καθ’ αὑτὸ ἀγαθὸν τῶν ἐναργῶν, ἀναγκαῖον ἂν ἦν ἴσως ἕν τι τίθεσθαι καθ’ αὑτὸ ἀγαθόν, εἰς ὃ τὰ πολλὰ ἀναφερόμενα ἀγαθὰ δι’ ἐκεῖνο ἐλέγοντο. νῦν δέ πολλῶν τοιούτων εὑρισκομένων ἡ τοῦ ἑνὸς ἐκείνου θέσις ματαία. ἀλλ’ εἰ καὶ καθ’ αὑτὸ θείη τις, ὦ Ἀριστότελες, ἀγαθὸν ὡς καὶ σὺ φῇς τὸ φρονεῖν καὶ τὸ νοεῖν καὶ τὴν ἐκ τοῦ θεωρεῖν ἡδονὴν καὶ τὴν ἐκ τῶν ἐμφρόνων τιμὴν ἀλλ’ οὐχ οὕτω καθ’ αὑτὰ ὡς ἑαυτῶν ὄντα καὶ καθ’ ἑαυτὰ ὑφεστῶτα καὶ ἑτέρων ὡς εἰκόνων ὄντα ἀρ- χέτυπα, καὶ δρῶντα οὕτως ὡς ἑαυτοῖς ἀπογεννᾶν ὅμοια, ὡς Πλάτων τὰς ἰδέας ἐτίθετο, ἀλλ’ ὡς ἄλλων ὄντα καὶ ἐν ἑτέροις ἢ ἑτέρωθεν προβαλλόμενα καὶ μηδένων ὄντα ἀρχέτυπα, καθ’ αὑτὰ δὲ λεγόμενα οὐχ’ ὡς οὐσίας ἀλλ’ ὡς δι’ ἑαυτὰ διωκόμενα, ὥστε περιττόν σοι καὶ τοῦτο τὸ σόφισμα ἐξ ὁμωνύμου τάχα παρεισαγόμενον διὰ τὸ πλεοναχῶς τὸ καθ’ ὖ· αὑτὸ λέγεσθαι.
[*](3 καὶ ante ἐπὶ a: om. B 6 rbesis usque ad θείη ἄν τις (p. 1096b19) a 15 rhesis usque ad ἔστι τὸ εἶδος (p.1096b20) a 16 αὑτὸ Β: αὑτὰ a 19 καθ’ αὑτὸ ἀγαθά Β: καθ’ αὑτὰ ἀγαθά a 27 ἐκ τῶν B: om. a 33 ὁμωνύμου B: ὁμωνύμων a)Et δὲ καὶ ταῦτ’ ἐστὶ τῶν καθ’ αὑτὰ ἕως τοῦ ἀλλὰ πῶς [*](14r) δὴ λέγεται.
Ἕτερον ἐπιχείρημα πρὸς τοὺς τὰ εἴδη δοξάζοντας· εἰ ἑκάστη τῶν ἰδεῶν μία οὖσα ἐν πολλοῖς θεωρεῖται τοῖς ἐκείνης μετέχουσι, δεῖ ταῦτα ὡς μιᾶς κοινωνοῦσιν ἰδέας οὕτω κοινωνεῖν καὶ λόγου τοῦ κατ’ οὐσίαν ἑνός. ἐπεὶ οὖν πολλὰ τὰ καθ’ αὑτὰ ἀγαθά, ἃ τῆς τοὐ ἀγαθοῦ ἰδέας μετέσχηκε, δεῖ ταῦτα καὶ ἕνα ἔχειν λόγον τὸν τί ἐστιν αὐτοῖς τὸ ὄνομα ᾗ ἀγαθὰ σημαίνοντα. ἀλλὰ τοῦτο οὐκ ἔστιν. οὐδ’ ἄρα μία τις ἰδέα ὑφ’ ἣν ἀνα- φέρεται πάντα τὰ καθ’ αὑτὰ ἀγαθά. ὡς γὰρ ἐν χιόνι φησὶ καὶ ψιμμυθίῳ οὐκ ἄλλος καὶ ἄλλος λόγος ὁ τῆς λευκότητος ἀλλ’ εἷς καὶ ὁ αὐτός, οὕτω τιμῆς καὶ φρονήσεως καὶ ἡδονῆς εἷς ὁ λόγος τῆς ἀγαθότητος ἀλλὰ μὴν ἕτεροι καὶ διαφέροντες τούτοις οἱ λόγοι ᾗ ἀγαθά ἐστιν· οὐκ ἄρα μία τις ἰδέα τοῦ ἀγαθοῦ, ὑφ’ ἣν τὰ πολλὰ καθ’ αὑτὰ ἀγαθὰ ἀγαθὰ ἐρέται. πρῶτον μὲν δεῖ τῷ λόγῳ ἀκολουθῆσαι αὐτοῦ καὶ δεῖξαι ὡς αὐτὸς τὴν τοῦ παρόντος ἐπίλυσιν σοφίσματος προϋπέθετο. εἰ γὰρ κατ’ αὐτὸν ἐκεῖνά ἐστι καθ’ αὑτὰ ἀγαθά, ὅσα καὶ μονούμενα διώκεται, ἁρμόζει δὲ οὗτος ὁ λόγος κατ’ αὐτὸν τοῖς ἀπηριθμημένοις τε ἅπασι καὶ τοῖς ὅσα τοιαῦθ’ ἕτερα, πῶς οὐκ ἂν εἴη εἷς ὁ λόγος τοῖς ἅπασιν ᾗ ἀγαθά ἐστιν; οὐ γὰρ ᾗ τιμὴ καὶ φρόνησις καὶ ἡδονή, ζητεῖται, εἰ εἷς ὁ λόγος αὐτῶν, ἀλλ’ ᾗ ἀγαθά ἐστιν. οὗτος δὲ εἷς καὶ ὁ αὐτὸς παρ’ αὐτοῦ ἀποδέδοται. οὐκ ἄρα οὐδ’ ἐντεῦθεν κωλύεται ἰδέα τις εἶναι τοῦ καθ’ αὑτὸ ἀγαθοῦ, ὑφ’ ἣν ἀναφέρεται τὰ καθ’ αὑτὰ ἀγαθά ἔπειτα εἰ ἕκαστον τούτων οὐκ ἰσομέτρως λέγεται ἀγαθὸν ὡς οὐδὲ λευκὰ τὰ λευκά· ὡς γὰρ ταῦτα κατὰ μετοχὴν ἑνὸς χρώματος τῆς λευκότητος λευκὰ λέγεται καὶ ὁ μὲν ὅρος εἷς τῆς λευκότητος, ἡ δὲ ταύτης μετοχὴ οὐχ ὡσαύτως ἐν ἅπασίν | ἐστιν, οὕτω καὶ μία ἰδέα 14v τῶν ἀγαθῶν, ἧς πάντα μετέσχηκε τὰ καθ’ αὑτὰ ἀγαθά, ὡς εἶναι τὸν μὲν λόγον αὐτοῖς τὸν αὐτὸν ὡς τοῦ αὐτοῦ μετέχουσιν εἴδους, εἶναι δ’ ἄλλο τὸ μετεχόμενον καὶ ἄλλο τὸ καθ’ αὑτὸ θεωρούμενον καὶ ἐν ἀμεθέκτῳ ὑπάρξει ὑφεστηκὸς καὶ νοούμενον, πρὸς ὃ τὰ πολλὰ καὶ ἀλλήλων διάφορα ὡς ὁμοιώματα ἀναφέρεται. ὅτι γὰρ ἕκαστον τῶν πολλῶν ἀγαθῶν κατὰ μετοχὴν ἀγαθόν ἐστι καὶ λέγεται, δῆλον ἐκ τοῦ μὴ ὡσαύτως εἶναι ἀγαθὸν τούτων ἕκαστον. μετοχῆς δὲ οὔσης, δῆλον ὡς ἔσται κατὰ τὸ ἀμέθεκτον, ὑφ’ ὃ αἱ μετοχαὶ ἀναχ̀θŕισονται. ταῦτα οὐχ ὡς τὰς ἰδέας τιθέντες λέγομεν, ἐπεὶ οὐδ’ εἰς λύσιν ἴσως δυερῆ τὰ λεγόμενα τοῖς ἀναιρεῖν τὰς ἰδέας θέλουσιν, ἀλλ’ ὡς τὸν Ἀριστοτέλη δεικνύντες ἐπίτηδες ἀσθενῶς ἐπιχειροῦντα ἵν’ εἴη μᾶλλον συνιστῶν ἢ ἀνασκευάζων τὸ δοξαζόμενον.
[*](1 rhesin plene exhibet a 7 ὄνομα B: εἶναι a 22 εἰ Β: om. a τούτων a: τούτοις Β 23 ἀγαθὸν a: ἀγαθὰ Β ὡς γὰρ a: ὥσπερ Β)οὐ γὰρ ἔοικε τοῖς ἀπὸ τύχης ὁμωνύμοις.
[*](14v)Ἀκολούθως τοῖς εἰρημένοις καὶ τὴν παροῦσαν ποιεῖται ζήτησιν. ἐπεὶ γὰρ ἔδοξε δεῖξαι οὐ κατὰ μίαν ἰδέαν πάντα λεγόμενα τὰ καθ’ αὑτὰ ἀγαθά, δεῖ δὲ τὴν κοινωνίαν ταύτης τῆς κλήσεως κατά τινα αἰτίαν ἤ τινα τρόπον λέγεσθαι, ἐξετάζει νῦν περὶ τούτου καί φησι κατὰ ποῖον τρόπον ἀγαθὰ κοινῶς λέγεται πολλὰ ὄντα καὶ κατὰ φύσιν διάφορα καὶ τοῖς λόγοις ἀλλήλων ἕτερα τὰ κοινῶς ἀγαθὰ καλούμενα. εἰ γὰρ ὄνομα μόνον ἔχουσι κοινόν, τὸν δὲ κατὰ τοὔνομα λόγον τῆς οὐσίας ἕτερον, ἔσται πάντως ὁμώνυμα. πολλῶν δὴ τρόπων ὄντων καθ’ οὓς τὰ ὁμώνυμα ὁμώνυμα γίνεται, τίς ἂν εἴη ὁ τρόπος καθ’ ὃν τὰ ἀγαθὰ ἀγαθὰ ὀνομάζεται; οὐ γὰρ ἄν τις ἐροῖ ἀπὸ τύχης αὐτὰ οὕτω λέγεσθαι. τὰ γὰρ οὕτως ὁμώνυμα οὐδεμίαν κοινωνίαν πραγματικὴν κατὰ τοὔνομα κέκτηται. ἦν γὰρ οὕτω λόγος αὐτοῖς τῆς κοινωνίας τῆς κατὰ τοὔνομα· τὰ δ’ ἀπὸ τύχης οὐ κατὰ λόγον. οὐ γὰρ ἄν ὑπῆρχεν οὐδ’ αὐτόματα. αὐτόματον γὰρ τὸ αὐτομάτως ὂν ἢ γινόμενον καὶ μὴ ἔχον λόγον ἢ αἰτίαν, καθ’ ἣν οὕτως ἔστιν ἢ γίνεται, οἷον εἴ τινος ἐν Αἰγύπτῳ Ἀλέξανδρον τὸν γεννηθέντα καλέσαντος, ἄλλος ἐν Ῥώμῃ τῷ αὐτῷ ὀνόματι καλέσει ἕτερον, οὐδετέρου εἰδότος τὸν ἕτερον τίς ἐστιν ἢ εἴ τινα κέκληκεν οὕτως. ἐπεὶ οὖν τοῖς ἀγαθοῖς καὶ πραγματική τις κοινωνία κατὰ τὴν ὀνομασίαν ἐστίν, οὐκ ἄν εἴη ὡς τὰ ἀπὸ τύχης ὁμώνυμα.
[*](p. 1096b27)Ἀλλ’ ἆρά γε φησιν τῷ ἀφ’ ἑνὸς εἶναι ἢ πρὸς ἓν πάντα συντελεῖν.
Πολλῶν ὄντων τρόπων καθ’ οὓς τίθεται τὰ ὁμώνυμα, ἕνα μόνον τὸν ἀπὸ τύχης παραιτησάμενος ὡς ἀνοίκειον, τοὺς λοιποὺς παρῆκεν, ὡς φανερῶς ρῶς οὐ τῷ προκειμένῳ προσαρμόζοντας· δύο δὲ μόνους παρέλαβε, τόν τε ἀφ’ ἑνὸς καὶ πρὸς ἓν καὶ τὸν κατὰ ἀναλογίαν, ὡς καὶ πραγματικήν τινα κοινωνίαν νίαν ἔχοντας. τούτων δὲ προκρίνει τὸν δεύτερον. ἀφ’ ἑνὸς μὲν οὖν καὶ πρὸς ἓν ὁμώνυμα λέγεται, ὅσα ἀπό τινος ἀρχῆς μιᾶς καὶ αἰτίας ὁρμώμενα πρός τι ἓν τείνουσι τέλος, ὡς ἀπὸ ἰατρικῆς ὀνομάζονται τὰ ἰατρικὰ φάρμακα καὶ διαιτήματα καὶ βιβλία καὶ ὄργανα, καὶ εἴ τι ἄλλο ἀρχὴν μὲν ἔχον αὐτὴν ὡς ἐξ αὐτῆς ὁρμώμενον, τέλος δὲ ἓν ἔχον τὴν ὑγίειαν, ἧς ἡ ἰατρικὴ στοχάζεται. ἡ δὲ κατὰ ἀναλογίαν ὁμωνυμία δήλη ἀφ’ ὧν αὐτὸς τέθεικε παραδειγμάτων. ὡς γὰρ ἐν σώματι ὄψις ἀγαθὸν γνῶσιν τῶν ὄντων χορηγοῦν καὶ καλλῦνον τὸ ζῷον, οὕτως ὁ νοῦς τῇ ψυχὴ γνῶσιν τῶν νοη- [*](1 rhesis inde a verbis ἀλλὰ πῶς δὴ λέγεται a τοῖς ἀπὸ τύχης Β, ut Arist. codd. KhMb: τοῖς γε ἀπὸ τύχης a et .Arist. vulg. 7 καλούμενα Β: λεγόμενα a 8 ὁμώνυμα ὁμώνυμα Β: ὁμώνυμα a 12 ἣν γὰρ Β (et libri deteriores): ἢν γὰρ ἂν rectius a 14 αὐτόματα Β: αὐτόματον a 20 φησιν Β: om a rhesis usque ad καὶ ἄλλο δὴ ἐν ἄλλῳ (p. 1096b29) a 23 ὡς (ante φανερῶς) a: οὐ B 24 οὐ B: ἐν a 28 ἀπὸ ἰατρικῆς Β: ἀπὸ τῆς ἰατρικῆς a 32 τέθεικε Β: ἕθηκε a)
Αλλ' ἴσως ταῦτα μὲν ἀφετέον τὰ νῦν.
περὶ τοῦ τρόπου τῆς ὁμωνυμίας, καθ’ ὃν ἀγαθὰ πάντα τὰ ἀγαθὰ λέγεται, παραιτεῖται νῦν ἐξετάζειν, ὡς οὐ τῆς ἠθικῆς ὃν φιλοσοφίας ἤ τινος ἄλλης ὑπὸ τὴν πρακτικὴν τὸ περὶ τούτων ἐξακριβοῦν ἀλλὰ τῆς μετὰ τὰ φυσικά, ἧς ἐν τῷ δ περὶ τῶν πλεοναχῶς λεγομένων ἐξακριβοῦται. διὸ καὶ ἐπάγει ὁμοίως δὲ καὶ περὶ τῆς ἰδέας. ἐν γὰρ τῷ β τῆς πραγματείας ἐκείνης καὶ τῷ μ καὶ τῷ ν ἐξετάζει περὶ τῶν ἰδεῶν. ἑνικῶς δὲ περὶ τῆς ἰδέας εἶπεν, ὅτι περὶ τῆς τοῦ ἀγαθοῦ μόνης ίδέας ἐνταῦθα χρειῶδες αὐτῷ ζητῆσαι, ὡς περὶ τοῦ ἀνθρωπίνου ἀγαθοῦ προθεμένω εἰπεῖν.
[*](p. 1096b30)Εἰ γὰρ καὶ ἔστιν ἕν τι καὶ κοινῇ κατηγορούμενον.
Τοῦτο αὐτὸ ἐν τούτοις κατασκευάζει, τὸ ἀνοίκειον εἶναι τῆς παρούσης πραγματείας τὴν περὶ τοῦ ἁπλῶς ἀγαθοῦ ζήτησιν, εἴτε ὡς κοινῶς κατη- γορουμένων τῶν κατὰ μέρος, εἴτε ὡς ἐξῃρημένου λόγου καὶ ἰδέας ὑπάρ- χοντος, χωριστοῦ τῶν πολλῶν καὶ καθ’ ἑαυτό. ἐπεὶ μηδὲ διὰ πράξεως φησιν ἐκεῖνο κτηθῆναι δύναται. εἴτε γὰρ ὡς ἐννοηματικόν ἐστι καὶ γενικῶς [*](15r) πάντως κατηγορούμενον εἴτε ἰδέα τις χωριστὴ τῶν πολλῶν, οὐκ ἄν δύναιτο διὰ πράξεως περιγίνεσθαί τινι. θεωροῦνται γὰρ ἄμφω τὸ μὲν λογικῶς, τὸ δὲ θεολογικῶς. τὸ δὲ νῦν ζητούμενον ἀγαθὸν τοιοῦτόν ἐστιν, οἷον καὶ διὰ πράξεως καὶ ζωῆς ἐμμελοῦς κτᾶσθαί τινι.
[*](p. 1096b35)τάχα δέ τῳ δόξειεν ἄν βέλτιον.
Ἀντίθεσιν ταύτην περιφέρει πρὸς τὸν λόγον τὸν λέγοντα περιττὸν εἶναι τὴν περὶ τοῦ κοινοῦ ἀγαθοῦ ζήτησιν τῇ ἠθικῇ πραγματείᾳ ὡς μὴ πρακτοῦ [*](3 τὴν αὐτῆς a: περὶ αὐτῆς Β 4. 5 ἐτίθεντο a: ἐτίθετο Β post ἐτίθεντο add. καὶ a 9 εἰκόνος ἀρχέτυπον Β: εἰκόν’ ἀρχετύπῳ a 10 rhesis usque ad περὶ τῆς ἰδέας (p. 1096^32) a τὰ Ba et Arist. Kb: τὸ Arist. vulg. 20 καὶ καινῆ Ba et cod. RbMb: τὸ κοινῇ Arist. vulg. rhesis usque ad τοιοῦτόν τι ζητεῖται (p. 1096b35) a 22. 23 κατηγορουμένων Β: κατηγορουμένου a 30 rhesis usque ad ἐπιτευξόμεθα αὐτῶν (p. 1097a3) a)
Πιθανότητα μὲν οὖν τινα ἔχει ὁ λόγος.
Λύει τὴν ἀντίθεσιν τὸ ἀσθενὲς παρεμφαίνων τῆς ἀντιθέσεως διὰ τοὐ πιθανότητά τινα. τό τε γὰρ πιθανὸν τὸ μὴ ἰσχυρὸν δηλοῖ πρὸς ἀπόδειξιν τό τε τινὰ καὶ ἐν πιθανοῖς προσὸν ἀσθενὲς τῷ λόγῳ παρίστησιν. εἶτα τὴν λύσιν ἐπάγων διττῶς αὐτὴν παρεισάγει, ἔκ τε τῶν ἐπιστημῶν καὶ τῶν τεχνῶν ἔκ τε τοῦ ἐφίεσθαι πάσας τοῦ ἀγαθοῦ καὶ ἐκ τοῦ ἐπιζηξτεῖν τὸ ἐνδεές. εἴτε γὰρ οὐκ ἐφίεντο τοῦ ἀγαθοῦ, οὐδὲν ἦν καινὸν ἢ ἄτοπον, εἰ κατελίμπανον τὴν γνῶσιν τοῦ κοινοῦ ἀγαθοῦ συμβαλλομένην αὐταῖς εἰς κατάληψιν τῶν οἰκείων τελῶν, κἂν ἐζήτουν τὸ αὐταῖς ἐνδεές, εἴτε ἐφιέμεναι τοῦ ἀγαθοῦ μὴ ἐζήτουν τὸ αὐταῖς ἐνδεές, εἰκὸς ἦν μηδ’ ἐκεῖνο ζητεῖν. νῦν δ’ ἄμφω ταῦτα ἐν πάσαις αὐταῖς θεωρεῖται, ἥ τε τοῦ ἀγαθοῦ ἔφεσις καὶ ἡ τοῦ ἐνδεοῦς ζήτησις. πῶς οὖν ἐνδέχεται τὴν τοῦ κοινοῦ γνῶσιν τοσοῦτον συμβαλλομένην αὐιαῖς ἀγνοεῖν καὶ μὴ ἐπιζητεῖν;
[*](p. 1097a8)Ἄπορον δὲ καὶ τί ὼφεληθήσεται ὑφάντης.
Πρὸς τὸ αὐτὸ εἰσέτι ἐπιχειρεῖ ἀνόνητον ἐξελέγχων ταῖς τέχναις τὴν τῆς ἰδέας κατάληψιν οὐδενὸς λόγου εὑρισκομένου, καθ’ ὅν τις τῶν τεχνιτῶν ἐν τοῖς οἰκεῖος ἔργοις ὠφελήσεται ἐκ τοῦ θεωρῆσαι τὴν ἰδέαν τοῦ ἀγαθοῦ ἢ πῶς ἔσται αὐτὸς ἑαυτοῦ τεχνικώτερος. πρότερον μὲν οὖν ὡς ἐντστάμενος ἐδείκνυεν μὴ εἶναι ὅλως ἰδέαν τοῦ ἀγαθοῦ, ἐν τούτοις δὲ κατὰ ἀντιπαράστασιν συγχωρῶν εἷναι αὐτὴν ἀνόνητον δείκνυσι ταῖς πρακτικαῖς ἐπιστήμαις τὴν γνῶσιν αὐτῆς.
[*](p. 1097a11)Φαίνεται μὲν γὰρ οὐδὲ τῆν ὑγίειαν οὕτως ἑ πισκοπεῖν. Ετερον ἐπιχείρημα τοῦτο ἐκ τῶν ὑποκειμένων ταῖς τέχναις καὶ τῶν 35 τελῶν τὴν τοῦ καθόλου ἀγαθοῦ γνῶσιν δεικνύον ἀνόνητον. αἱ γὰρ τῶν τεχνῶν ἐνέργειαι περὶ τὰ καθ’ ἕκαστα θεωροῦνται καὶ ἅπερ ἐν αὐτοῖς [*](4 εἰκόνα a: εἰκόνας Β 7 πλανηθείη a: πλανηθῇ Β 9 τινα ἔχει Ba, ut Arist. codd. ’i; ἔχει τινὰ Arist. viilti. rhesis usque ad οὐκ εὔλογον (p. 1096a8) a 17 ἐξῄτουν a: ἐξῄτει Β 21 αὐταῖς a: αὐτῶ B 22 rhesis usque ad θεασάμενος (p. 1097a11) a 30 rhesis usque ad γὰρ ἰατρεύει (p. 1096a13) a)
Καὶ περὶ μὲν τούτων, ἐπὶ τοσοῦτον· πάλιν δ’ ἐπανέλθωμεν. νέλθωμεν.
Προθέμενος ἐξ ἀρχῆς περὶ τοῦ τελειοτάτου εἰπεῖν τῶν πρακτῶν ἐν ἀνθρώποις ἀγαθῶν, πρὸς ὃ τὰ λοιπὰ τελευταῖον φέρουσι, καὶ δείξας ὅτι ἔστιν, ἔτι δὲ προθέμενος δεῖξαι καὶ τί ἐστιν, ἐζήτησε μεταξὺ περὶ τοῦ καθόλου ἀγαθοῦ καὶ τῆς ἰδέας εἰ ἔστι τέ τι τοιοῦτον ἐν τοῖς οὖσι κατὰ Πλάτωνα καὶ εἰ εἰς ἐκεῖνο ἀνακτέον τὰ μερικώτερα ἀγαθά. καὶ περὶ ἐκείνου ζητητέον ὡς τελικωτάτου τὴν περὶ τῶν λοιπῶν λιπόντας ζήτησιν καὶ πρὸς ἐκεῖνο τὰ πάντα ἀναφέροντας. καὶ δείξας πρῶτον μὲν ὅτι [*](15v) οὐκ ἔστιν ὅπως ἄν ἔδειξεν, εἶτα ὅτι εἰ καὶ ἔστιν, οὐχ ὡς πρακτὸν οὐδὲ ταῖς πρακτικαῖς τέχναις ἡ ἐκείνου γνῶσις συντελεῖ εἰς τελειότητα κἀντεῦθεν παραστήσας τὴν περὶ τοῦ ἀνθρωπίνου τέλους ζήτησιν ἀναγκαίαν, ἐπάνεισιν ἐπὶ τὸ προκείμενον καὶ ποιεῖται λόγον εἰσέτι περὶ τῆς ἀνθρώπῳ προσγινομένης ἀπὸ τῶν ἀγαθῶν πράξεων τελειότητος. καὶκαταπαύει παύει μὲν τὸν περὶ τοῦ καθόλου λόγον καὶ τῶν ἰδεῶν, ἐπαναλαμβάνει δὲ τὸν περὶ τοῦ προκειμένου, λέγων ἐπανέλθωμεν ἐπὶ τὸ ζητούμενον ἀγαθόν. τὸ δὲ ζητούμενον ἦν ἡ εὐδαιμονία, δι’ ἣν καὶ τἄλλα πρακτὰ παρ’ ἀνθρώποις ἀγαθά. καὶ ὥσπερ τὸ εἰ ἔστι ζητῶν ἐξ ἀρχῆς ἐξ ἀναλογίας ἔδειξε τοῦτο τῶν κατὰ τέχνας τελικωτάτων τελῶν, ὅτι καθὼς ἐπ’ ἐκείνων ἔστι μὲν ἑκάστης εὑρεῖν τέλος οἰκεῖον, δι’ ὃ τὰ πρὸ αὐτοῦ πάντα, κἀκεῖνο εὑρόντες καὶ ἀποδόντες τί ἐστι, τὴν οὐσίαν τοῦ τελικωτάτου τῆς τέχνης ἀποδιδόαμεν. καὶ αὖθις πολλῶν τεχνῶν ἀναγομένων ὑπὸ μίαν καὶ τῶν τελῶν ἐκείνων ὑπὸ τὸ τέλος τῆς μιᾶς, τὸ τέλος ἐκείνης τελικώτερον τῶν λοιπῶν ἐστι, τῶν ἀναγομένων ὑπ’ αὐτήν. καὶ ἀποδιδοὺς τί ἐστιν ἐκεῖνο τὴν τοῦ τελικωτέρου τῶν λοιἀνάγκη [*](5 Β: ἀναγκαῖον a 6 ἐπισκοπεῖν ex ἐπισκοπῶν corr. nibro Β 7. 8 μᾶλλον τὴν τοῦδε Β: μᾶλλον δὲ τὴν τοῦδε a 9 δὲ Βa: ego canoellavi 11 προχειρήσεις a fort. ἐνεργῶν τε καὶ—ἐπαγγελλόμενος 14 post τοσοῦτον Arisit. εἰρήσθω babet. quod om. Ba rhesis usque ad λοιπαῖς ὁμοίως (p. 1097 a 18) a 26 λόγον Β: τὸν λόγον a)
Τί οὗν ἑκάστης τἀγαθόν, ἢ οὗ χάριν τὰ λοιπἁ.
Τούτων ὑπ’ Ἀριστοτέλους λεγομένων σκόπησον τὰ παρ’ ἡμῶν προσεχῶς εἰρημένα, ὡς προσφυῶς τούτοις εἴρηται καὶ κατὰ τὸν Ἀριστοτέλους σκοπόν, ἵνα μήτε περιττὸς δόξῃ τὰ τοιαῦτα λέγων, ἃ καὶ πρότερον, μήτε μάτην παρεισάγων ταυτὶ ἐν τῷ ἐξετάζειν προτίθεσθαι τί τὸ τέλος ἀνθρώπου που ᾗ ἄνθρωπος καὶ τίς ἡ εὐδαιμονία· ὡς γὰρ ἐν ἑκάστῃ τῶν τεχνῶν ἀγαθόν, οὗ χάριν τὰ λοιπὰ πράττεται, καὶ ἐν ἑκάστῃ πράξει καὶ προαιπέσει [*](16r) τὸ τέλος τὸ ἀγαθόν ἐστιν, ὅτι τούτου ἕνεκα τὰ λοιπὰ πράττουσι πάντες, οὕτω καὶ εἴ τι κοινῶς τῶν ἁπάντων πρακτῶν ἐστι τέλος, τοῦτ’ ἄν εἴη τὸ πρακτὸν ἀγαθόν, ἤγουν τὸ διὰ τῶν ἐπαινετῶν περιγινόμενον πράξεων. ξεων. εἰ δὲ πλείω, ταῦτα. μεταβαίνων ὁ λόγος εἰς ταὐτὸ ἀφῖκται. ἐπεὶ ἑκάστη τέχνη τέλος τι ἔχει ἀγαθὸν οὗ ἐφίεται καὶ δι’ ὃ πᾶσα ἡ κατ’ αὐτὴν ἐνέργεια καὶ πρᾶξις, εἴη ἄν τοῦτο τὸ αὐτῆς ἴδιον ἀγαθόν, ὡς πολλῶν οὐσῶν τεχνῶν καὶ ἐπιστημῶν πολλὰ ἐντεῦθεν τὰ τέλη καὶ τὰ ἀγαθὰ ὑπάρχειν φαίνεσθαι. εἰκὸς οὖν ὑπολαβεῖν τινα. ὅτι οὐκ ἔστι τέλος ἓν τὸ ἀνθρώπινον, δι’ ὃ τὰ λοιπὰ πάντα, ἀλλὰ πλείω ἢ ἕν. τοῦτο οὖν ἐνταῦθα ζητεῖ, εἰ πλείω ἢ ἕν. μεταβαίνων δὴ ὁ λόγος φησὶν εἰς ταὐτὸ ἀφῖκται. ἐπεὶ περὶ τοῦ τέλους ζητῶν ἀπ’ ἄλλου εἰς ἄλλο μετέβη καὶ ἄλλο μὲν εἶναι τὸ δοκοῦν τοῖς πολλοῖς εἶπεν, οἷον ἡδονὴν πλοῦτον, ἄλλο δὲ τὸ τοῖς χαράεσι καὶ πολιτικοῖς, οἷον τιμήν, ἄλλο δὲ τοῖς σοφοῖς, οἷον ἀρετήν. οὕπω δὲ φανερὸν γέγονε τί ἐστι τὸ τέλος, διὰ τοῦτό φησιν ὅτι πολλὰ διελθὼν ὁ λόγος ἐν τῇ ζητήσει καὶ ἀπ’ ἄλλου εἰς ἄλλο μετατιθέμενος εἰς τοῦτο ἔτι καταντᾷ, τὸ ἀμφισβητεῖν περὶ τοῦ τελείου ἀγαθοῦ τί ἐστι, καὶ εἰ ἓν τοῦτο ἢ πολλά. διὸ ἐπάγει, τοῦτο δ’ ἔτι μᾶλλον δίας διασαφῆσαι πειρατέον, τουτέστιν εἰ ἓν ἢ πολλά, καὶ εἰ ἕν ἐστι, τί ἐστιν, εἰς ὃ καὶ πολὺν καταναλίσκει λόγον εἰκότως. τὸ γὰρ γνῶναι τί ἐστι τὸ ζητούμενον, τῶν λοιπῶν ὅσα περὶ αὐτοῦ ζητεῖται, προυργιαίτερον, μάλιστα καὶ ὅταν οὐ ῥᾴων ἡ τούτου κατάληψις, ἄλλων ἄλλως ἐχόντων δόξης περὶ αὐτοῦ τῶν πολλῶν τῶν πολιτικῶν τῶν σοφῶν οὐ μόνον πρὸς ἀλλήλους ἀλλὰ δὴ καὶ πρὸς ἑαυτοὺς.
[*](7 thesis usque ad διασαφῆσαι πειρατέον (p. 1097a25) a 11 παρεισάγων a: παρεισάγον σάγον B 15 πρακτῶν a: πρακτόν Β 24 τοῦ Β: om. a 26 τιμὴν et ἀρετὴν a: τιμὴ et ἀρετὴ Β 29 τελείου a: τέλους Β)Ἑπεὶ δὴ πλείω φαίνεται τὰ τέλη, τούτων δὲ αἱρού
[*](16r)καὶ ἑκάστη τέχνη, φησίν, ἴδιόν τι τέλος ἔχει καὶ ἀγαθόν, ἀλλ’ ἐπεὶ τῶν τελῶν τινα ὑφ’ ἕτερα τέλη ἀνάγεται, δῆλον ὅτι τὰ ὑφ’ ἕτερα ἀναγόμενα οὐκ ἔστι τέλεια. ὡς εἶναι δῆλον ἐντεῦθεν, ὅτι οὐ πᾶν τέλος τέλειον. τὸ δ’ ἄριστον δεῖ εἶναι τέλειον· εἰ γὰρ ἀτελές, ἀναχθείη ἂν ὑφ’ ἕτερον τελειότερον· εἰ δὲ τοῦτο, πῶς ἄν εἴη ἄρισιον, οὗ κρεῖττόν ἐστιν ἕτερον ὑφ’ ὃ ἀνάγεται; εἰς παράδειγμα δὲ τοῦ ἀνάγεσθαι τέλος ὑπὸ τέλος παρέλαβε τὰ ὀργανικὰ ἀγαθά, οἷον πλοῦτον τέλος ὄντα τοῦ χραηματιστικοῦ, ὃ χρησιμεύει εἰς τὸ τινὰ δι’ αὐτοῦ ὡς ὀργάνου κατορθοῦν ἐν τῇ πολιτεία, καὶ αὐλοὺς τέλος ὄντας τοῦ αὐλοποιοῦ πρὸς τὸ ᾄδειν αὐτῷ χρησιμεύοντας. μεύοντας. ὅτι δὲ ἕν τι δεῖ εἶναι τὸ ἄριστον δῆλον· εἰ γὰρ πλείω, οὐδὲν ἔσται ἄριστον. ἄριστον γὰρ τὸ πάντων ὑπερέχον, καθὸ ἄριστον. εἰ δέ τι ἕτερον ὂν τῇ φύσει ἄριστον κἀκεῖνό ἐστιν, οὐ συγχωρεῖ ἐκεῖνο ἄριστον εἶναι· οὐδὲ γὰρ ὑπερέχει αὐτό ὥστε οὐδέτερον ἄριστον. ἔσται γὰρ ἅμα ὑπερέχον καὶ οὐχ ὑπερέχον, τὸ μὲν ὡς ἄριστον, τὸ δ’ ὡς ἴσον ἔχον ἑαυτῷ ἕτερον, οὗ οὐχ ὑπερέξει. ἔσται ἄρα ταῦτα πρὸς ἄλληλα ἴσα καὶ οὐκ ἴσα καὶ ὑπερέχοντα καὶ οὐχ ὑπερέχοντα. ταῦτα δὲ ἀδύνατα. οὐκ ἄρα πλείω τὰ ἄριστα. διὰ τοῦτο καὶ Ἀριστοτέλης ἓν εἶναι σεικνύων τὸ τελειότατον ἐν ἀνθρώποις ἀγαθόν, ἐπιφέρει εἰ μέν ἐστιν ἕν τι μόνον τέλειον, τοῦτ’ ἄν εἴη τὸ ζητοῦ μένον, εἰ δὲ πλείω, φησίν, εὑρεθῇ τὰ δι’ αὑτὰ αἱρετά, ὡς δοκεῖν πάντα τέλεια, ἀλλ’ ἔσται τι ἐξ ἀνάγκης ἓν τῶν λοιπῶν τελειότατον, ὃ καὶ ἑρμηνεύων τί ἐστι, φησί·
[*](p. 1097a30)Τελειότερον δὲ λέγομεν τὸ καθ’ αὑτὸ διωκτόν.
ἐστι γὰρ ἀγαθὸν δι’ ἄλλο αἱρετόν, οὗ κρεῖττον καὶ τελειότερον τὸ δι’ ὃ ἐκεῖνο αἱρετόν, καὶ οὔπω ἴσως τοῦτο τὸ τελειότερον. οὐ γὰρ ἱκανὸν πρὸς τὸ τέλειον τὸ ἔχειν τι πρὸ αὐτοῦ ἕτερον δι’ αὑτὸ ὑπάρχον αἱρετόν. ἐνδέχεται γὰρ καὶ αὐτὸ τοιοῦτον εἶναι, οἷον εἰς ἄλλο καὶ αὐτὸ ἀναφέρεσθαι, δι’ ἐκεῖνο ἔχον τὴν αἵρεσιν. ἐκεῖνο δ’ ἐστὶ τὸ τελειότατον, ὃ οὐκ ἔστι καὶ δι’ αὑτὸ καὶ δι’ ἄλλο αἱρετόν, ἀλλὰ μόνον αὐτὸ δι’ αὑτὸ [εἶναι] καὶ τοῦτο πάντοτε καὶ μὴ ποτὲ μὲν δι’ αὑτὸ αἱρετὸν μόνον, ποτὲ δὲ καὶ δι’ ἕτερον, ἀλλ’ ἀεὶ δι’ αὑτὸ καὶ μηδέποτε δι’ ἄλλο.
[*](1 δὴ Ba: δὲ Arist. rhesis usque ad τὸ τελειότατον τούτων (p. 1097a30) a 7 δὲ a: om. Β 10 ὃ a: ᾦ Β 16 ἔχον a: ἔχων B 22 ἐν τῶν Β: ἓν τῷ τῶν a 24 rhesis usque ad μηδέποτε δι’ ἄλλο (p. 1097a34) a 26 δι’ ὃ ἐκεῖνο B: δι’ ἐκεῖνο a 27 ἔχειν B: ἔχον a αἱρετόν a: ἕτερον Β 28 εἶναι B: om. a)τοιοῦτον δ’ ἡ εὐδαιμονία μάλιστᾶ.
[*](16r)’H γὰρ εὐδαιμονία ἐπεὶ τέλος ἐστὶ τὸ ἔσχατον, οὐκ ἔχομέν τι αὐτῆς 45 τελικώτερον οὐδὲ δυνάμεθα εὑρεῖν, ἵνα δι’ αὑτὴν αἱρετὴ οὖσα γίνηταί ποτε καὶ δι’ ἕτερον. διὰ τοῦτο καὶ ἔστιν ἀεὶ δι’ αὑτὴν αἱρετή. τὸ δὲ δοκεῖ οὐκ ἀμφιβόλου ἀλλ’ ὡς κοινῆς τούτου δόξης οὔσης παρὰ πᾶσι.
[*](p. 1097b2)Τιμὴν δὲ καὶ ἡδονὴν καὶ νοῦν.
To δι’ αὑτὸ μόνον αἱρετὸν καὶ μηδέποτε δι’ ἕτερον τὴν εὐδαιμονίαν εἶναι διασαφῶν παρατίθησι αὐτῇ τὴν τιμὴν καὶ ἡδονὴν καὶ τὸν νοῦν καὶ τὰς λοιπὰς ἀρετάς. ταῦτα γὰρ πάντα αἱρούμεθα μὲν καὶ δι’ αὑτά, κἄν μηδὲν ἐξ αὐτῶν ἀποβαίνῃ, αἱρούμεθα δὲ καὶ διὰ τὴν εὐδαιμονίαν ὡς τέλος οὖσαν τῆς αὐτῶν κτήσεως, ὐπολαμβάνοντες διὰ τούτων εἰς ἐκείνην ἐλθεῖν ὡς εἰς τέλος τελειότατον καὶ σκοπιμώτατον. οὐδέποτε δὲ τὴν εὐδαιμονίαν [*](16v) τούτων χάριν αἱρούμεθα οὔτε ὅλως δι’ ἄλλο τι, ὡς δῆλον εἶναι ἐκ τῆς κοινῆς ὑπολήψεως, ὡς αὕτη ἐστὶ τὸ τῶν λοιπῶν τελειότατον· τὰ γὰρ κοινῶς ὑπολαμβανόμενα αὐτόπιστα· νοῦν δ’ ἐνταῦθα οὔτε τὸν καθ’ ὕπαρξιν ὠνόμασεν, ὃς ἐπέκεινα τῆς ψυχῆς ἐστιν οὔτε τὸν κατ’ αὐτὴν θεωρητικὸν ἀλλὰ τὴν κατὰ τὸ λογιστικὸν αὐτῆς ἀρετὴν ἣ καὶ φρόνησις ὀνομάζεται διὸ καὶ ἀντιδιεῖλε τούτῳ τἀς λοιπὰς ἀρετάς.
[*](p. 1097b6)Φαίνεται δὲ καὶ ἐκ τῆς αὐταρκείας.
Ἔτι τὸ αὐτὸ δείκνυσιν, ὅτι ἡ εὐδαιμονία τὸ ἄκρον ἐσιὶ καὶ δι’ αὑτὸ μόνον αἱρετόν. αὔταρκες γὰρ λέγομεν τὸ ἐν ἑαυτῷ καὶ ἀφ’ ἑαυτοῦ ἔχον τὸ ἀγαθὸν καὶ μὴ ἑτέρου δεόμενον ἔξωθεν, δι’ οὗ ὑπάρξει αὐτῷ τὸ ἀγαθόν. ἐπεὶ οὖν ἡ εὐδαιμονία οὐ πρὸς ἄλλο φέρει αὐτῆς τελειότερον οὐδ’ ἔστι δι’ ἄλλο ποτὲ ἀλλ’ αὐτὴ δι’ αὑτὴν αἱρετή, διὰ τοῦτο καὶ αὔταρκες.
p. 1097b8 τὸ δὲ αὔταρκες, οὐκ αὐτῷ μόνῳ.
Εἴρηται ἔμπροσθεν τρεῖς εἷναι τοὺς μάλιστα προέχοντας βίους, τὸν ἀνδραποδώδη τὸν πολιτικὸν τὸν θεωρητικόν. ὁ μὲν οὖν ἀνδραποδώδης ὁ ἐμπαθής ἐστι καὶ ὥσπερ ἀνδράποδον καὶ δοῦλον ἔχων ἀγόμενον τὸ λογικὸν τῆς ψυχῆς ὑπὸ τῶν παθῶν, τὸ φύσει δεσποτικὸν παρὰ φύσιν ὑπὸ τῶν φύσει δούλων ἀγόμενον, τῆς οἰκείας εὐγενείας ἐπιλαθόμενον καὶ ἑαυτὸ [*](1 rhesis usque ad οὐδέποτε δι’ ἄλλο (p. 1097b1) a 6 rhesis usque ad οὐδ’ ὅλως δι’ ἄλλο (p. 1097 bG) a 7 αἱρετὸν Β: αἱρετὴν a 10 ἀποβαίνη Β: ἀποβαίνοι a 16 τὸν Β: τὸ a 17 λογιστικὸν Β: λογικὸν a ἀρετὴν rubro corr. ex ἀρετὴ Β 18 τούτῳ Β: τούτων a 19 rhesis usque ad εἶναι δοκεῖ (p. 1097b8) a 25 rhesis usque ad πολιτικὸν ἄνθρωπος (p. 1097b11) a post αὔταρκες Arist. λέγομεν)
τούτων δὲ ληπτέος ὅρος τις.
[*](17r)Εἰπὼν τὸ αὔταρκες τοῦ πολιτικοῦ μὴ μέχρις αὐτοῦ μόνου περιγράφεσθαι δεῖν ἀλλὰ καὶ μέχρι τῶν σὺν αὐτῷ καὶ περὶ αὐτὸν ἐπεκτείνεσθαι καὶ τῶν πρὸ αὐτοῦ καὶ τῶν μετ’ αὐτὸν ἔχεσθαι, ἐπεὶ ἐπ’ ἄπειρον ἑώρα τὴν κοινωνίαν προβαίνουσαν κατά τε τὸ ἄνω καὶ κάτω καὶ δὴ καὶ τὸ κατ’ αὐτὸν καὶ τὸ κατὰ πλάγια, ἵν οὕτως ἐρῶ, ὡς κινδυνεύειν ἀόριστόν τινα καὶ ἄπειρον τὴν ἔκτασιν γίνεσθαι, διὰ τοῦτό φησι δεῖν εἶναι ὅρον τινὰ τῆς κοινωνίας ταύτης λαμβάνεσθαι, ἵνα μὴ ἐπ’ ἄπειρον γινομένης τῆς ἐπεκτά- σεως ἀδυνατώτατον εἴη ἀνδρὶ πολιτικῷ τὴν εὐδαιμονίαν περιγίνεσθαι. περὶ δὲ τοῦ ὅρου καὶ μέχρι πόσου δεῖ τὴν κατὰ τοὺς οἰκείους καὶ κοινωνοὺς ἐπέκτασιν τίνεσθαι, νῦν μὲν εἰπεῖν ὑπερτίθεται, ἐν δὲ τοῖς ἑξῆς εἰπεῖν ἐπαγγέλλεται. τὸ δ’ αὔτὰρκες τίθεμεν πρὸς τὸ δεῖξαι τὴν εὐδαιμονίαν δι’ ἑαυτὴν οὖσαν αἱρετήν, παραλαβὼν τὸ αὔταρκες εἰρηκώς τε καὶ ἐκ τούτου δῆλον γίνεσθαι τὸ λεγόμενον, λέγει πάλιν τὸ αὔταρκες τίνα παρίστησιν ἔννοιαν, τῆ κοινῇ ὁμολογίᾳ πρὸς τοῦτο χρώμενος. ἐκεῖνο γάρ φησιν αὔταρκες εἶναι ὁμολογοῦμεν, ὃ καὶ μόνον καθ’ ἑαυτὸ λαμβανόμενον ἄρκιον καὶ ἀνελλιπῆ καὶ αἱρετὴν ποιεῖ τὸν βίον. τοιοῦτον δ’ αὔταρκες τὴν εὐδαιμονίαν οἰόμεθα εἶναι. χρῆται δὲ κὰν τούτῳ τῆ· κοινῇ ὁμολογίᾳ ὡς αὐτοπίστῳ. ἔνθα γὰρ κοινῶς ὡμολόγηται, τίνος χρεία ἐκεῖ ἀποδείξεως, ὡς εἶναι κἀν τῇ ἐννοίᾳ τὸ αὔταρκες μηδενὸς εἰς πίστεις δεόμενον.
[*](p. 1097b16)Ἔτι δὲ πάντων αἱρετωτά τὴν μὴ σὺν ἀριθμουμένην.
Ἔτι φησὶ καὶ τοῦτο ὑπολαμβάνομεν περὶ εὐδαιμονίας, αἱρετωτάτην εἶναι αὐτὴν κἂν μηδὲν συναριθμοῖτο αὐτῇ ἕτερον παρὰ τὰ μέρη αὐτῆς. μέρη δὲ αὐτῆς δηλονότι προηγουμένως μὲν τὰ ἀγαθὰ τῆς ψυχῆς, οἷον αἱ [*](5 τὶ αὐτῷ a: τὸ αὐτοῦ Β 13 ληπτέον a rhesis usque ad εἰσαῦθις ἐπισκεπτέον (p. 1097b14) a 24 τίθεμεν a et Arist.: ἐκτίθεμεν Β 33 rhesis usque ad οὖσα τέλος (p. 1097b21) a 36 αἱ ante ἀγαθαὶ Β: om. a)
Ἀλλ’ ἴσως τὴν εὐδαιμονίαν τὸ ἄριστον λέγειν.
Ἀποδοῦναί φησι προθέμενοι τί ἐστιν εὐδαιμονία, πολλὰ μὲν εἴπομεν ὡς τέλειόν τι αὐτὴν παραστῆσαι καὶ αὔταρκες, οὔπω δ’ αὐτῆς τὸ τί ἐστι καθαρῶς ἐδηλώσαμεν. οὐ γὰρ εἰ αὔταρκες καὶ τέλειον ἤδη δῆλον καὶ τί ἐστι.
[*](p. 1097b24)Τάχα δή γένοιτ’ ἂν τοῦτο.
Ἐναργέστερον παραστῆσαι βουλόμενος τί ἐστιν ἡ εὐδαιμονία, οἰκειότερον πρὸς τοῦτο ποιεῖται τὸν λόγον καὶ προσεχέστερον, ἐκ τῶν κατ’ εἶδος πρα- κτικῶν καὶ τῶν κατ’ αὐτὰς ἐνεργειῶν καὶ ἔργων συνιστῶν τὸ λεγόμενον καὶ δεικνύων διὰ τούτων πρῶτον μέν, ὅτι ἔστιν ἔργον τι τοῦ ἀνθρώπου ᾗ ἄνθρωπος, ἔπειτα ὅτι καὶ ἐπ’ ἐκείνων ἡ κατόρθωσις καὶ τὸ εὖ τὸ τέλος ἐστίν, οὕτω καὶ ἐπὶ τοῦ ἀνθρώπου ἁπλῶς. τοῦτο δ’ εἰ εὕρωμεν τί ἐστιν, εὕρομεν τὸ ζητούῳνον. ὡς γὰρ ἐπὶ αὐλητικῆς καὶ ἀγαλματοποιητικῆς φησι καὶ πάσης ἄλλης τέχνης καὶ τῶν κατ’ αὐτὰς τεχνιτῶν καὶ ὅλως ὧν ἔστιν ἔργον τι καὶ πρᾶξις, τότε λέγομεν τὸ ἀγαθὸν εἶναι καὶ τὸ εὗ, ὅταν τὸ ἔργον καὶ ἡ πρᾶξις ὀρθῶς ἀποτελῆται καὶ ἁρμοδίως τῇ μεθόδῳ καὶ τῷ ὑποκειμένῳ, οὕτω δόξειεν ἄν καὶ ἀνθρώπῳ τότε εἶναι τὸ εὗ καὶ τὸ τέλειον, ὅταν τὸ ἔργον αὐτοῦ ᾗ ἄνθρωπός ἐστι καλῶς ἀποδιδῶται κατά τε τὸν λόγον ὢ αὐτοῦ καὶ τῶν ὑποκειμένων ἕκαστον, περὶ ἃ ᾗ ἄνθρωπος καταγίνεται. πᾶσαι μὲν γὰρ αἱ τέχναι ἀνθρώπου εἰσίν, ἀλλ’ αἱ κατ’ αὐτὰς ἐνέργειαι [*](7 κυριωτέρων a: καιριωτέρων Β 18 τὴν εὐδαιμονίαν Ba et Arist. cod. Lb: τὴν μὲν εὐδαιμονίαν νίαν Arist. vulg. rhesis usque ad τί ἐστι λεχθῆναι (p. 1097 b 24) 23 rhesis usque ad ἀργὸν πέφυκεν (p. 1097b30) 28 καὶ ἐπ’ Ba: au ὡς ἐπ'? 29 εὕρωμεν B: εὕρομεν a)