In Aristotelis Meteorologicorum Librum Primum Commentarium

John Philoponus

Joannes Philoponus, In Aristotelis Meteorologicorum Librum Primum Commentarium, Commentaria in Aristotelem Graeca 14.1, Hayduck, Reimer, 1901

[*](p. 345 b 15)

Εἰ δὲ κινοῖτο τὸ ἔνοπτρον καὶ τὸ ὁρώμενον ἐω τῲ αὐτῷ μένοι ἀποστήματι πρὸς τὸ ὁρῶν καὶ ἠρεμοῦν, | πρὸς ἄλληλα δὲ [*](102r) μὴ ἰσοταχῶς μηδ’ ἐν τῷ αὐτῷ ἀεὶ διαστήματι, ἀδύνατον τὴν αὐτὴν εμφασιν ἐπὶ τοῦ αὐτοῦ εἶναι μέρους ἐνόπτρου.

Κινεῖ μὲν τὸ ἔνοπτρον, οἷον τοὺς ἀπλανεῖς, καὶ τὸ ὁρώμενον, λέγω τὸν ἥλιον, οὐκ ἰσοταχῶς οὐδ’ ἐν τῷ αὐτῷ ἀεὶ διαστήματι· πρὸς δὲ τὸ ὁρῶν, τουτέστιν ἡμᾶς, τὴν αὐτὴν ἀπόστασιν ἔχον τίθησι τούτων ἑκάτερον, τούς τε ἀπλανεῖς καὶ τὸν ἥλιον, οὐκ ἰσοταχῶς δὲ κινεῖσθαί φησιν αὐτοὺς τὴν κίνησιν, ἣν ἕκαστος καθ’ αὑτὸν κινεῖται. ταχύτερος γὰρ τῶν ἄλλων ὁ ἥλιος τὴν ἰδίαν· ἀνάγκη οὗν διὰ τὴν ἰδίαν κίνησιν ὑπολείπεσθαι τὸν ἥλιον τῶν ἀπλανῶν καὶ ἄλλοτε ἄλλοις ἐν τόποις εἶναι παρ’ ἐκείνους· διόπερ οὔτε τὴν αὐτὴν ἀπόστασιν ἑκάστῳ τούτων ἀεὶ ἔχει οὔτ’ ἐν ἑνὶ καὶ τῷ αὐτῷ μένει τόπῳ. οὐκοῦν ἀλλήλων μὲν οὐκ ἴσην διεστήκασιν ὁ ἥλιος καὶ οἱ ἀπλανεῖς, τῶν δὲ ὁρώντων ἡμῶν διὰ τὸ εἶναι ἡμᾶς ἐν τῷ τοῦ παντὸς κέντρῳ τῇ γῇ τὸ ἴσον ἀπέχουσιν ἀμφότεροι διάστημα. τοῦτο δ’ αὐτὸ δεικνὺς ἐπήγαγεν·

[*](p. 345 b 22)

Ὁτὲ μὲν γὰρ μέσων νυκτῶν ὁ δελφὶς ἐπιτέλλει, ὁτὲ δ’ ἕωθεν, δὲ μόρια τοῦ γάλακτος τὰ αὐτὰ μένει ἐν ἑκάστω. καιτοι ουκ εδει, εἰ ἠν ἔμφασις, ἀλλὰ τὸ πάθος τοῖς τόποις.

Ὅτι οὐκ ἰσοταχῶς οἱ ἀπλανεῖς τῷ ἡλίῳ κινοῦνται δι’ ἑνὸς τῶν ἀπλανῶν δείκνυσι τοῦ δελφῖνος· οὗτος γὰρ ποτὲ μὲν μεσονυκτίου ἀνατέλλει, τοῦ ἡλίου δηλονότι τὸ ὑπὸ γῆν ἔχοντος μεσουράνημα, ποτὲ δ’ ἕωθεν, ἐπανατέλλοντος εὐθὺς αὐτῷ δηλονότι τοῦ ἡλίου· ἄλλοτε δύνοντος ἡλίου ἐκεῖνος ἀνατέλλει τὴν μεγίστην αὐτοῦ διεστηκὼς τὴν ὅλην τοῦ παντὸς διάμετρον. τὰ αὐτὰ δὲ ταῦτα καὶ ἐπὶ ἑκάστου γίνεται τῶν ἀπλανῶν. δῆλον οὖν ἐκ τούτων ὅτι μὴ ἰσοταχῶς τὰ ἀπλανῆ τῷ ἡλίῳ κινεῖται· εἰ γὰρ τοῦτο ἦν, καθ’ ἕνα καιρὸν ἀνέτελλεν ἀεὶ τῶν ἀπλανῶν ἕκαστος, μεσονυκτίου τυχὸν ἢ ἕωθεν ἢ δυομένου ἡλίου ἢ ὁπωσοῦν ἄλλως· εἰ. δὲ διαφόρους τὰς ἀπὸ τοῦ ἡλίου ποιοῦνται διαστάσεις καὶ τοὺς πλησιασμούς, ἀνώμαλος ἄρα πρὸς τὸν ἥλιον ἡ τῶν ἀπλανῶν ἐστι κίνησις. ἀλλ’ ὅμως ἐν ἑκάστῳ καιρῷ τὸ γάλα διαφορὰν οὐδεμίαν ἔχον οὐδέποτε πρὸς ἑαυτὸ φαίνεται, ἣν πάντως εἶχεν [*](4 κατὰ ante ποιόν om. Ma 24 ἕωθεν] ἔσωθεν M μένει] μὲν Ma 25 εἰ om. M 28 μεσονύκτιον Ma 34 μεσονυκτίου scripsi: μεσονύκτιον libri)

108
ἄν, εἴπερ ἦν ἔμφασις. εἰ οὗν οὐκ ἔστιν ἔμφασις, πάθος ἄρα ἐστὶ τὸ γάλα [*](102r) τῶν τόπων ἐκείνων, ἐν οἷς ὑπάρχον ὁρᾶται.

[*](p. 345 b 25)

Ἔτι δὲ νύκτωρ ἐν ὕδατι καὶ τοῖς τοιούτοις ἐνόπτροις τὸ μὲν γάλα ἐμφαίνεται θεωροῦσι, τὸ δὲ τὴν ὄψιν ἀνακλᾶσθαι πρὸς ἥλιον πῶς δυνατόν;

Ἕσχατος ἔλεγχος καὶ λίαν ἐναργὴς οὗτος τῶν ἔμφασιν εἶναι τὸ γάλα λεγόντων καὶ μὴ πάθος αὐτὸ καθ’ ὕπαρξιν ἰδίαν τοῦ ὑποκειμένου σώματος. νύκτωρ γὰρ ἀποβλέψαντες εἰς ὕδωρ τὸν γαλαξίαν τεθεωρήκαμεν ἐν αὐτῷ, μᾶλλον δὲ ἔμφασιν αὐτοῦ καὶ εἴδωλον, ὡς καὶ ἄλλους ἀστέρας οὕτω τεθεάμεθα, τῶν ὄψεων ἡμῶν ἐκ τοῦ ὕδατος ἐπ’ αὐτοὺς ἀνακλωμένων. ἄλογον γὰρ καὶ ἀδύνατον τὸ λέγειν ἢ ἐπὶ τὸν ἥλιον ἐκ τοῦ ὕδατος ἀνακλᾶσθαι τὰς ὄψεις ἡμῶν, ἢ πρῶτον μὲν ἐπὶ τὰ ἄστρα, πάλιν δὲ ἐξ αὐτῶν ἄλλην ἐπὶ τὸν ἥλιον ἀνάκλασιν γίνεσθαι. ἐξησθένουν γὰρ ἂν οὕτως αἱ ὄψεις τῷ τε μεγέθει τῶν διαστημάτων καὶ τῷ ποσῷ τῶν ἀνακλάσεων, μᾶλλον δὲ οὐδὲ χωρεῖν ἐπ’ αὐτὸν ἠδύναντο, καὶ μάλιστα εἰ ὑπὸ γῆν μεσουρανοίη. δῆλον οὖν ὡς οὐκ ἔστιν ἔμφασις ἀλλ’ ὑπόστασις. ὅθεν ὡς ἐπὶ τοὺς ἄλλους ἀστέρας ἐκ τοῦ ὕδατος, οὕτω καὶ ἐπὶ τὸν γαλαξίαν ἀνακλώμεναι ἡμῶν αἱ ὄψεις τὴν ἔμφασιν αὐτοῦ καὶ τὸ εἴδωλον βλέπουσιν ἐν τῷ ὕδατι. οὕτω τὰς περὶ τοῦ γάλακτος ὑποθέσεις τῶν προγενεστέρων ἐλέγξας τὴν οἰκείαν αὐτὸς ἐκτίθεται.

[*](p. 345 b 31)

Ἡμεῖς δὲ λέγομεν ἀναλαβόντες τὴν ὑποκειμένην ἀρχὴν ἡμῖν. εἴρηται γὰρ πρότερον ὅτι τὸ ἔσχατον τοῦ λεγομένου ἀέρος δύναμιν ἔχει πυρός, ὥστε τῇ κινήσει διακρινομένου τοῦ ἀέρος ἀποκρίνεσθαι τὴν τοιαύτην σύστασιν, οἵαν καὶ τοὺς κομήτας ἀστέρας εἶναί φαμεν. τοιοῦτον ὅπερ ἐπ’ ἐκείνων, ὅταν μὴ αὐτὴ καθ’ αὑτὴν γένηται ἡ τοιαύτη ἔκκρισις, ἀλλ’ ὑπό τινος τῶν ἄστρων ἢ τῶν ἐνδεδεμένων η των πλανωμένων· τότε γὰρ οὗτοι φαίνονται κομῆται διὰ τὸ παρα- κολουθεῖν αὐτῶν τῇ φορᾷ ὥσπερ τῷ ἡλίῳ τὴν τοιαύτην συγκρισιν, ἀφ’ ἧς διὰ τὴν ἀνάκλασιν τὴν ἅλω φαίνεσθαί φαμεν, ὅταν οὕτω τύχῃ κεκραμένος ὁ ἀήρ.

Τὴν ἑαυτοῦ δόξαν ἐντεῦθεν περὶ τοῦ γαλαξίου διδάξαι βουλόμενος ἀναλαμβάνει πάλιν τὰ περὶ τῆς καπνώδους ἀναθυμιάσεως εἰρημένα προτερον, ὅτι τοῦ λεγομένου ἀέρος διήκοντος ἀπὸ γῆς μέχρι τῆς κοίλης ἐπιφανείας τῆς σεληνιακῆς σφαίρας (ἀέρα γὰρ ἡ συνήθεια τὸ ὅλον τοῦτο καλεῖ) τὸ ἔσχατον αὐτοῦ καὶ πρὸς αὐτῇ τῇ σελήνῃ ξηρόν ἐστι καὶ θερμὸν καὶ πρὸς [*](3 τοῖς V Arist. FHN: om. Ma Arist. E 14 διαστήτων a 18 βλέπουσιν om. V 21 λέγομεν ex corr. V Arist. E: λέγωμεν Ma Arist. FHN 24 τὴν om. Arist. E 25 εἶναί φαμεν om. Ma δεῖ δὴ coll. Ma γινόμενον MVa Arist. EN: τὸ γινόμενον Arist. FH 29 ὥσπερ] ὡς ἐπὶ Ma 30 φαμεν] μὲν Ma 36 καὶ post αὐτοῦ om. M)

109
ἔξαψιν ἐπιτήδειον, διὸ καὶ ὑπέκκαυμα προσηγόρευται. ἐκ τούτου δὲ τῆς [*](102r) κύκλῳ τῶν οὐρανίων κινήσεως ἀποκρινούσης συστάσεις τινὰς τὸ παχύτερον ἐξ αὐτῶν τῆς κινήσεως ἐπὶ πλέον θερμαινόμενον καὶ ταύτῃ χρωννύμενον κόμη τις γίνεται. ἢ οὖν τοῦτό φησι τὸ ἀποκρίνεσθαι τοῦ ἀέρος τοιαύτην σύστασιν, ἢ ὅτι συναναφερομένων τῶν δύο ἀναθυμιάσεων συμβαίνει τῇ κινήσει τοῦ ἀέρος διακρίνεσθαι τὴν ἀτμιδώδη, καὶ λοιπὸν τὴν θερμὴν καὶ ξηρὰν μετεωριζομένην ὕλην τῶν κομητῶν καὶ τοῦ γαλαξίου γίνεσθαι. τῶν δὲ κομητῶν τοὺς μὲν καθ’ ἑαυτοὺς ἀστέρος χωρὶς ἔφαμεν συνίστασθαι, τοὺς δὲ καὶ ὑπό τινας τῶν ἀπλανῶν ἑλκόντων τὴν τοιαύτην ὕλην ἐφ’ ἑαυτούς, ἐξ ἧς τὴν κόμην ἴσχουσιν ἐπὶ τοσοῦτον διαμένουσαν, ἐφ’ ὅσον τε διαρκοῦσι διὰ παχύτητα τὴν φλόγα στέγειν, καὶ ἐφ’ ὅσον αὐτοῖς κάτωθεν ἡ χορηγία τῆς τοιαύτης ἀνα|θυμιάσεως προστίθεται. ὅπερ οὖν ἐπὶ τῶν [*](102v) καθ’ ἕκαστον ἀπλανῶν γίνεται τῆς κόμης συνισταμένης ὑπ’ αὐτοὺς καθ’ ὃν ὑπεθέμεθα τρόπον, οὕτως ἀναγκαῖον καὶ ἐπὶ πολλῶν ἀστέρων ἅμα τὸ αὐτὸ συμβαίνειν, καὶ περὶ κύκλον ὅλον ἀστέρων τὴν κόμην συνίστασθαι, ὅπερ ἐστὶν ὁ γαλαξίας. μεγάλη τις οὗν οὗτός ἐστι κόμη πολλοὺς ἀστέρας ὑποτρέχουσα. ὥσπερ γάρ, φησίν, ἐκ τῆς ὑποτρεχούσης τὸν ἥλιον ἢ τὴν σελήνην ἀχλύος ἀνακλώμεναι ἡμῶν αἱ ὄψεις ἐπ’ αὐτοὺς τὴν ἔμφασιν τῆς ἅλω ποιοῦσιν, οὕτω καὶ ἡ εἰρημένη σύστασις ξηρὰ καὶ θερμὴ κύκλον ὅλον ἀστέρων ὑποδραμοῦσα τὸν γαλαξίαν ἐποίησεν, πλὴν οὐκ ἔμφασιν ὡς τὴν ἅλω, ἀλλ’ ὑπόστασιν τοιούτου χρώματος, ὡς ἐδείξαμεν. καὶ ἐπειδὴ συμ- περιάγεται τῷ κύκλῳ κινουμένῳ τὸ ὑπέκκαυμα, εἰκότως καὶ ὁ γαλαξίας πάθος ὢν τοῦ ὑπεκκαύματος συγκινεῖται τῷ παντί, ἐπεὶ καὶ ἡ κατὰ ἀστέρα γινομένη κόμη συμπεριφερομένη τῷ ἀστέρι κόμη τούτου εἶναι δοκεῖ. ταὐτὸ δὲ καὶ ἐπὶ ἰῆς ἅλω γίνεται· ὅταν <γὰρ> ὁ ἀὴρ ὑποκείμενος ἡλίῳ καὶ τοιαύτης εἴη κράσεως ὅλος, ὡς ἐκ παντὸς μορίου δύνασθαι τὴν ἀνάκλασιν τῶν ὄψεων γίνεσθαι, διὰ τὸ συνεχὲς τῆς ἀνακλάσεως μία τις ἅλως εἶναι δοκεῖ καὶ τῷ ἡλίῳ συμπεριάγεσθαι. ἐπιστῆσαι δὲ τῇ λέξει τοῦ Ἀριστοτέλους ἐν τούτοις εὔλογον, ἐν οἷς φησιν ἀλλ’ ὑπό τινος τῶν ἄστρων ἢ τῶν ἐνδεδεμένων ἢ τῶν πλανωμένων, ἐνδεδεμένους λέγων τοὺς ἀπλανεῖς. οὐδὲ γὰρ Ἀριστοτέλης κατὰ τὸν Πτολεμαῖον καὶ αὐτοὺς τοὺς ἀστέρας περὶ τὸ ἴδιον κέντρον κυκλοφορεῖσθαι βούλεται, ἀλλὰ ταῖς ἰδίαις ἐνδεδεμένους σφαίραις παντελῶς ἀκινητεῖν καθ’ αὑτούς. τοῦτο γὰρ αὐτὸ καὶ ἐν τῷ δευτέρῳ τῆς Περὶ οὐρανοῦ πραγματείας γέγραφεν οὕτως “ἐπεὶ τοίνυν οὔτ’ ἀμφότερα κινεῖσθαι εὔλογον οὔτε τὸ ἄστρον μόνον, λείπεται τοὺς μὲν κύκλους κινεῖσθαι, τὰ δὲ ἄστρα μένειν καὶ ἐνδεδεμένα τοῖς κύκλοις φέρεσθαι”. εἰ οὖν τοὺς ἀπλανεῖς ἐνδεδέσθαι καὶ μένειν ἐν ταῖς ἰδίαις βούλεται σφαίραις ὑπ’ αὐτῶν φερομένους, πῶς τοῖς ἐνδεδεμένοις τοὺς πλανωμένους ἀντιδιέστειλεν, ὡς αὐτῶν μὴ ἐνδεδεμένων ἐν ταῖς ἑαυσυστάσεώς [*](2 τινος a 4 τίς libri ἡ οὑν] εἰ οὖν VM 15 ὅλων a τὴν κόμην—τὸ γὰρ (p. 110,15) om. V 24 τούτου scripsi: τοῦτο Ma 25 γὰρ addidi 30 ἐνδεδεμένων Arist.: δεδεμένων Ma 34 ἐν τῷ δευτέρῳ τῆς Περὶ οὐρανοῦ πραγματείας] B7 p. 2891)30 35 οὐτ’ Arist.: οὕτως Ma ἄστρον Arist. vulg.: ἕτερον Ma Arist. EL 30 μένειν] ἠρεμεῖν Arist.)
110
τῶν σφαίραις, ἀλλὰ καθ’ αὑτοὺς κινουμένων; ἀδύνατον γὰρ ἀμφότερα [*](102v) εἴρηκε κινεῖσθαι, καὶ τοὺς κύκλους καὶ τοὺς ἐν αὐτοῖς ἀστέρας. εἰ οὖν καὶ τῶν πλανωμένων αἱ σφαῖραι κινοῦνται, ἀνάγκη καὶ αὐτοὺς ἐνδεδέσθαι ταύταις καὶ ὑπ’ αὐτῶν φέρεσθαι μὴ κινουμένους ἰδίαν κίνησιν. τούτου δ’ οὕτως ἔχοντος, οὐκ εὐλόγως τοῖς ἐνδεδεμένοις τοὺς πλανωμένους ἀντιδιέστειλε, καὶ αὐτῶν ταῖς ἰδίαις σφαίραις ὁμοίως ἐνδεδεμένων.

[*](p. 346 a 6)

Ὃ δὴ καθ᾿ ἕνα συμβαίνει τῶν ἀστέρων, τοῦτο δεῖ λαβεῖν γινόμενον περὶ ὅλον τὸν οὐρανὸν καὶ τὴν ἄνω φορὰν ἅπασαν· εὔλογον γάρ, εἴπερ ἡ ἑνὸς ἄστρου κίνησις, καὶ τὴν τῶν ἄλλων ἀπάντων ποιεῖν τι τοιοῦτον καὶ ἐκριπίζειν.

Οὐρανὸν ἐνταῦθα, φησὶν ὁ Ἀλέξανδρος, τὴν ἀπλανῆ σφαῖραν Ἀριστοτέλης ὠνόμασε· τοῦτο γάρ, φησίν, ἐδήλωσεν εἰπὼν καὶ τὴν ἄνω φορὰν ἅπασαν· ἐγὼ δὲ τὴν προσθήκην οἶμαι πᾶσαν δηλοῦν τὴν κυκλοφορουμένην οὐσίαν, λέγω τὴν ὅλην ὀκτάσφαιρον ἢ ἐννεάσφαιρον, ὡς Πτολεμαίῳ δοκεῖ. τὸ γὰρ ἅπασαν εἰπεῖν τὴν ἄνω φορὰν τούτου μᾶλλον ὑπάρχει δηλωτικόν, καὶ προσέτι τὸ πρὸ τούτων εἰρημένον “ἀλλ᾿ ὑπό τινος τῶν ἀστέρων ἢ τῶν ἐνδεδεμένων ἡ τῶν πλανωμένων” πᾶσαν ἐκείνην τὴν οὐσίαν συμπεριείληφεν· οὐ γὰρ τοὺς ἀπλανεῖς, ἀλλὰ καὶ τοὺς πλανωμένους ἕλκειν τοιαύτην ἀνα- θυμίασιν βούλεται. οὐρανὸν δὲ τοῖς παλαιοῖς καὶ τὸν ὅλον κόσμον καλεῖν ἔθος, ὡς καὶ Πλατῶν “ὃν οὐρανὸν ἢ κόσμον ἐπωνομάκαμεν”, καὶ τὴν Περὶ οὐρανοῦ πραγματείαν οὕτως Ἀριστοτέλης ὠνόμασε περὶ τοῦ κόσμου παντὸς διαλαμβάνουσαν· καὶ ἰδικώτερον πάλιν οὐρανὸν τὸ ὀκτάσφαιρον ὁμοῦ ἢ ἐννεάσφαιρον καλοῦσι, καὶ πρὸς τούτοις ἰδικώτατα μόνην τὴν ἀπλανῆ. τὸ οὖν ἐντεῦθεν συναγόμενόν ἐστιν ὅτι τὸ περὶ ἕνα γινόμενον ἀστέρα πάθος, τουτέστι τὸ ἕλκειν εἰς ἑαυτὸν τὴν εἰρημένην ἀναθυμίασιν καὶ δι’ αὐτὴν γίνεσθαι κομήτην, εὔλογον καὶ περὶ πάντα συμβαίνειν καὶ μίαν κόμην ὅλῳ περικεῖσθαι κύκλῳ, ἑκάστου ἀστέρος τὴν ὑποκειμένην ὕλην ἐπισπωμένου, καὶ διὰ τὴν συνέχειαν τῆς ἀναθυμιάσεως μίαν κόμην γίνεσθαι πᾶσιν, ἣν γαλαξίαν διὰ τὸ χρῶμα προσαγορεύομεν. εἰ γὰρ ἡ ἑνὸς ἀστέρος κίνησις ;]0 ἐκριπίζει καὶ ἀνάπτει τοιαύτην ὕλην, πόσῳ μᾶλλον πολλοὺς ἅμα δύνασθαι τοῦτο ποιεῖν ἀστέρας;

[*](p. 346 a 10)

Καὶ πρὸς τούτοις ἔτι καθ’ ὃν τόπον πυκνότατα, καὶ πλεῖστα καὶ τυγχάνουσιν ὄντα τῶν ἄστρων.

Καὶ τοῦτο τεκμήριον ποιεῖται τοῦ κομήτην εἶναι τὸν γαλαξίαν ἐκ τῆς ἀναθυμιάσεως τῆς εἰρημένης ὡς ἐξ ὑλικοῦ αἰτίου γενόμενον· καθ’ ὃν γὰρ τόπον αὐτοῦ μέγιστά τέ ἐστιν ἄστρα καὶ πυκνότατα, κατὰ τοῦτον μάλιστα [*](5 6 ἀντιδιεῖλε a 9 τὴν Arist.: τῶν M: τὸν a ἄλλων non legitur apud Arist. 10 τι om. a 11 Ἀλέξανδρος] p. 41,20 14 ὀκτάσφαιρον ἡ ἐννεάσφαιρον] καὶ τὰς σφαίρας a 20 Πλατῶν] Polit. 269 D ἡ] καὶ Plat. 22 τὸ om. a 26 ὅλῳ κόμην coll. M 32 ἔτι] ἐστὶ libri 36 τρόπον M)

111
πολὺ τὸ γάλα καὶ λαμπρότατον φαίνεται, καὶ ὁ τούτου κύκλος ἐπαναδιπλοῦται· [*](102v) διὰ γὰρ τὴν ἀπὸ τῶν ἀστέρων θερμασίαν ἀναθυμίασις ἐκεῖ πολλὴ ἀθροίζεται, ἐξ ἧς οἱ κομῆται συνεστᾶσιν. ἐν ᾧ δὲ μήτε μεγάλα ἐστὶν ἄστρα μήτε πολλὰ καὶ πυκνά, ἐν τούτῳ καὶ τὸ φῶς ἔλαττον καὶ ἀμυδρότερον, καὶ διπλόην ὁ κύκλος οὐδεμίαν ἔχει.

[*](p. 346 a 11)

Ὁ μενοῦν τῶν ζῳδίων διὰ τὴν τοῦ ἡλίου φορὰν καὶ τὴν τῶν πλανητῶν διαλύει τὴν τοιαύτην σύστασιν, διόπερ οἱ πολλοὶ τῶν κομητῶν ἐκτὸς γίνονται τῶν τροπικῶν. ἔτι δὲ οὔτε περὶ τὸν ἥλιον οὔτε περὶ τὴν σελήνην γίνεται κόμη· θᾶττον γὰρ διακρίνουσιν ἢ ὥστε συστῆναι τοιαύτην σύγκρισιν.

Ἐπειδή περὶ τοῦ γάλακτος πρὸ τούτων ἔλεγεν “ὃ δὴ καθ’ ἕνα τῶν [*](103r) ἀστέρων συμβαίνει, τοῦτο δεῖ λαβεῖν γινόμενον περὶ ὅλον τὸν οὐρανὸν καὶ τὴν ἄνω φορὰν ἅπασαν”, ἕνα δὲ καὶ μόνον ὁ γαλαξίας κύκλον ἀποτελεῖ, ὅπερ ἄν τις ἠπόρησε, τοῦτο λύει νῦν· διὰ τί γὰρ ἐν ἑκάστῳ μέρει τοῦ οὐρανοῦ, ἐν ᾧ λαμπρὰ συνέστηκεν ἄστρα, μὴ γίνεται γαλαξίας. λέγει οὖν ὡς ἐν τῷ ζῳδιακῷ, ἐν ᾧ τῶν ἀστέρων οἱ πλανώμενοι κινοῦνται σελήνη τε καὶ ἥλιος, οὐ δυνατὸν συστῆναι κόμην ἢ γάλα· ἡ γὰρ πολλὴ θερμασία λεπτύνει τὴν ὕλην καὶ διαφορεῖ παντελῶς. εἴρηται γὰρ ὡς καὶ πάχους συμμέτρου δεῖ τῆς ὕλης πρὸς ἔξαψιν· οὔτε γὰρ ἡ ἄγαν λεπτὴ οὔτε ἡ λίαν παχυτάτη πρὸς ἔξαψίν ἐστιν ἐπιτήδειος. ἡ μὲν γὰρ πρὶν ἐξαφθῆναι καταδαπανᾶται, τῆς δὲ οὑκ ἐφικνεῖται τὸ ποιοῦν. τεκμήριον δὲ τούτου τὸ μηδὲ περὶ τὸν ἥλιον μηδὲ περὶ τὴν σελήνην κόμην συνίστασθαι. εὐλόγως οὖν οὐδὲ ὑπὸ τὸν κύκλον ἐν ὧ οὗτοι κινοῦνται.

[*](p. 346 a 16 16)

οὗτος δ’ ὁ κύκλος, ἐν ᾧ τὸ γάλα φαίνεται τοῖς ὁρῶσι, μέγιστος ὢν τυγχάνει καὶ τῇ θέσει κείμενος οὕτως ὥστε τοὺς τροπικοὺς ὑπερβάλλειν. πρὸς δὲ τούτοις ἄστρων ὁ τόπος πλήρης ἐστὶ τῶν τε μεγίστων καὶ λαμπροτάτων, ἔτι καὶ τῶν σποράδων καλουμένων (τοῦτο δ’ ἐστὶ καὶ τοῖς ὄμμασιν ἰδεῖν φανερόν), ὥστε διὰ ταῦτα συνεχῶς καὶ ἀεὶ ταύτην ἀθροίζεσθαι σύγκρισιν.

Διὰ τί μὲν ὑπὸ τὸν ζῳδιακὸν τὸ γάλα μὴ γίνεται, δέδειχεν ἤδη τίνος δὲ χάριν ἐν τούτῳ συνίσταται, διδάσκει νῦν· ὅτι τε μέγιστος, φησίν, οὗτος ὁ κύκλος ἐστὶ τὴν σφαῖραν διχοτομῶν, καὶ ὅτι τοὺς τροπικοὺς ὑπερβάλλει πολύ, τουτέστιν ἔξω τούτων πέπτωκε, κἀντεῦθεν οὐ ταὐτὸ τῷ ζῳδιακῷ πάσχει πάθος. τῷ γὰρ μηδένα τῶν πλανωμένων δι’ αὐτοῦ φέρεσθαι μήτε τὸν ἥλιον μήτε τὴν σελήνην ἡ ἐκεῖ φερομένη ἀναθυμίασις οὐ [*](6) post ζῳδίων add. τόπος Ma, κύκλος Arist. F ἔ τὴν post καὶ om. Ma 25 μέγιστος MVa Arist. HN: ὅ τε μέγιστος Arist. Ε: ὅτι τε μ. Arist. F 27 καὶ ἔτι Arist., itemque V, sed cf. p. 112,33. 34 34 πολύ om. a τῳ] τὸ M

112
διαλύεται. καὶ πρὸς τούτῳ πλήρης ἐστὶν ἄστρων μεγίστων τε καὶ λαμπροτάτων, [*](103r) ὡς πολλὴν μὲν ἐξ αὐτῶν ἀναθυμίασιν ἕλκεσθαι, μὴ παντελῶς δὲ διαφορεῖσθαι ταύτην. οὐ γὰρ οὕτως ὑπερβάλλει τὸ θερμὸν ἐν τούτοις ὡς ἐν τῷ ζῳδιακῷ, διὸ καὶ ἡ ὑπὸ τοῦτον ζώνη τῆς γῆς διακέκαυται καὶ ἀοίκητός ἐστι. ταῦτα μὲν οὖν πιθανὰ λίαν· τί δὲ πρὸς τοῦτο λυσιτελεῖ καὶ τὸ μέγιστον εἶναι τὸν τοὐ γάλακτος κύκλον; τηλικοῦτος γάρ ἐστι καὶ ὁ ζῳδιακὸς καὶ ὁ ἰσημερινὸς καὶ πᾶς διχοτομῶν τὴν σφαῖραν. φημὶ τοίνυν ὡς τὰ ἐπὶ τῶν μεγίστων κύκλων ἄστρα φερόμενα θᾶττον κινεῖται συμπεριαγόμενα τούτοις ἤπερ τὰ ἐν σμικροῖς ὄντα κύκλοις. μιᾶς γὰρ οὔσης τοῦ παντὸς οὐρανοῦ τῆς περιφορᾶς, καὶ ἐν τῷ αὐτῷ χρόνῳ τῶν ἐν αὐτῷ κύκλων πάντων ἅμα ἀποκαθισταμένων μειζόνων τε καὶ ἐλαττόνων, ἀνάγκη πᾶσα τοὺς μείζονας κύκλους θᾶττον κινεῖσθαι τῶν ἐλαττόνων, καὶ ὅσον ὑπερβάλλουσι τῷ μεγέθει, τοσοῦτον καὶ ἡ ταχυτὴς αὐτῶν τῆς κινήσεως αὔξεται, ἵν’ οὕτως ἅμα πάντων ἡ ἀποκατάστασις γένηται. τοῦτο δὲ καὶ Ἄρατος περὶ τῶν ἄστρων τῶν ἐν τῷ ἰσημερινῷ κειμένων εἴρηκε μεγίστῳ ὄντι·
  1. αὐτοῦ καὶ κριοῖο θοώταταί εἰσι κέλευθοι,
  2. ὅς ῥά τε καὶ μήκιστα διωκόμενος πέρι κύκλα
  3. οὐδὲν ἀφαυρότερον τροχάει κυνοσουρίδος ἄρκτου.
τουτέστιν οὐχ ὑπολείπεται ὁ κριὸς διὰ τὸ μέγεθος τοῦ ἰδίου κύκλου ἐν τῇ ἀποκαταστάσει τῆς τοῦ παντὸς κινήσεως τῆς ἐν τῷ ἐλαχίστῳ κύκλῳ κειμένης κυνοσούρας, ἀλλ’ ἰσοχρόνως ἀποκαθίστανται. τοῦτο δὲ διὰ τὸ τάχος τῆς κινήσεως τοῦ κριοῦ δηλονότι γίνεται. εἰ οὖν ἡ κίνησις θερμαίνει, ἡ δὲ θερμότης ἕλκει τὴν ἀναθυμίασιν, καὶ ἡ ταχυτέρα κίνησις δηλονότι μᾶλλον θερμαίνει, ἡ δὲ μείζων θερμασία πλείονα ποιεῖ ἀναθυμίασιν. ὅταν δὲ εἴπω τοὺς ἐν τοῖς μείζοσι κύκλοις ἀστέρας θᾶττον κινεῖσθαι τῶν ἐν τοῖς ἐλάττοσι, τοὺς κύκλους οἷς συμπεριάγονται λέγω. οἱ γὰρ ἐπὶ τοῦ ζῳδιακοῦ κείμενοι ἀστέρες οὐ πάντων τῶν ἄλλων ταχύτερον κινοῦνται (καίτοι μέγιστός ἐστιν οὗτος ὁ κύκλος), διότι μὴ διὰ τούτου μέσου πάντων τούτων ἡ κίνησις. οἱ γοῦν τοῖς σημείοις τοῖς τροπικοῖς πλησιάζοντες, ὅ τε καρκίνος καὶ ὁ αἰγόκερως τῶν ἄλλων εἰσὶ πάντων βραδύτεροι τῶν ὅσοι τοῦ ἰσημερινοῦ τυγχά- νουσιν ὄντες πλησιέστεροι· ἐπὶ μειζόνων γὰρ παραλλήλων οὗτοι κινοῦνται, οἱ δὲ ἐν τοῖς τροπικοῖς σημείοις ἐπ’ ἐλαττόνων. εἰπὼν δὲ ὡς ὁ τοῦ γαλαξίου τόπος τῶν μεγίστων ἄστρων πλήρης ἐστὶ καὶ λαμπροτάτων ἐπήγαγεν εντι καὶ τῶν σποράδων καλουμένων, ὡς ἐκείνων μὲν οὐκ ὄντων σποράδων, ἀλλ’ εἰδωλοπεποιημένων, τούτων δὲ κατὰ τὸ ἐπιτυχὸν διεσπαρμένων καὶ οὐκ ἀποτυπούντων εἴδωλα. οὕτω δὲ τοὺς τοιούτους καὶ Ἄρατος ὀνομάζει·
  1. ἄλλοι δὲ σποράδην ὑποκείμενοι ὑδροχοῆϊ
  2. κήτεος αἰθερίοιο καὶ ἰχθύος ἠερέθονται
  3. μέσσοι.
[*](15 Ἄρατος] Phaen. 225 sqq. 17 πέρι κύκλα Maass (cf. p. 41 n. 8): περὶ κύκλου MV: περὶ κύκλον a 22 εἰ] ἡ M 26 περιάγονται V 27 ταχύτεροι a 28 διὰ τούτου μέσου scripsi: διὰ τοῦτο διὰ μέσου libri 36 Ἄρατος] Phaen. 389 sqq. 37. 38 ὑδροχοῆι κήτεος Arat.: ὑδροχοϊκοί τέως MV: ὑδροχόοιο τέως a 38 αἰθερίοιο Arat.: αἰθέριοι libri)
113
σημεῖον δὲ καὶ τοῦτο ποιεῖται τοῦ καλῶς ἀποδεδόσθαι τὸν περὶ τοῦ γάλακτος [*](103r) λόγον· ὅλος μὲν γὰρ ὁ κύκλος οὗτος, φησί, μεγίστων καὶ λαμπροτάτων ἀστέρων πλήρης, ·τῶν τε ἄλλων καὶ τῶν καλουμένων σποράδων, καὶ αὐτοῦ δὲ τούτου τὸ μὲν ἕτερον ἡμικύκλιον, ἐν ᾧ πλεῖόν ἐστι τὸ σῶς τοῦ γάλακτος καὶ λαμπρότερον καὶ ἀναδιπλώσεις ἔχον, ἐν τούτῳ πυκνότερα τοῦ λοιποῦ καὶ μείζονά ἐστι τὰ ἄστρα καὶ λαμπρότερα, ἐν δὲ τῷ λοιπῷ, ἐν ᾧ μὴ τοιαῦτά ἐστι μηδὲ τοσαῦτα μηδ’ οὕτω πεπύκνωται τὰ | ἄστρα, [*](103v) ἐν τούτῳ καὶ τὸ γάλα ἧττον ὑπάρχει καὶ ἀμυδρότερον καὶ ἀναδιπλώσεις οὐκ ἔχον. δῆλον οὖν ὅτι τὰ ἄστρα τοῦ γάλακτός ἐστιν αἴτια.

[*](p. 346 a 31)

Θεωρείσθω δὲ ὅ τε κύκλος καὶ τὰ ἐν αὐτῶ ἄστρα ἐκ τῆς ὑπογραφῆς. τοὺς δὲ σποράδας καλουμένους οὕτω μὲν εἰς τὴν σφαῖραν οὐκ ἔσται τάξαι διὰ τὸ μηδεμίαν διὰ τέλους ἔχειν φανερὰν ἕκαστον θέσιν, εἰς δὲ τὸν οὐρανὸν ἀναβλέπουσίν ἐστι δῆλον· ἐν μόνῳ γὰρ τούτῳ τῷ κύκλῳ τὰ μεταξὺ πλήρη τοιούτων ἀστέρων ἐστίν, ἐν δὲ τοῖς ἄλλοις διαλείπει φανερῶς. ὥστε εἴπερ καὶ περὶ τοῦ φαίνεσθαι κομήτας ἀποδεχόμεθα τὴν αἰτίαν ὡς εἰρημένην μετρίως, καὶ περὶ τοῦ γάλακτος τὸν αὐτὸν ὑποληπτέον τρόπον ἔχειν.

Καὶ διὰ καταγραφῆς τῇ ὄψει τὰ εἰρημένα παρίστησιν, οὕτως αὐτὸν ὡς ἐν τῷ οὐρανῷ κεῖται τὸν γαλαξίαν ὑπογράφων, ἐν οἷς τε ἀπλοῦς ἐστι καὶ ἐν οἷς ἀναδίπλωσιν ἔχει, καὶ τὰ ἐν ἑκάστῳ τούτου μέρει τῶν ἄστρων εἰδωλοπεποιημένα. ἐπειδὴ δὲ μεταξὺ τούτων καί τινα τῶν σποράδων ἐστίν, ἃ καταγράφειν οὐκ ἦν εὐμαρὲς διὰ τὴν ἄτακτον αὐτῶν θέσιν, τούτους, φησί, θεωρητέον οὐκ ἐν τῷ διαγράμματι, ἀλλ’ εἰς αὐτὸν ἀναβλέποντας τὸν οὐρανόν. ὄψει γὰρ μεταξὺ τούτων κατεστηριγμένους πολλοὺς τῶν σποράδων, οὓς εἰδωλοποιῆσαι τοῖς παλαιοῖς οὐ γέγονεν εὔκολον. ἅπαντα γάρ, φησί, τὰ μεταξὺ τῶν εἰδωλοπεποιημένων ἄστρων ἐν τῷ γαλαξίᾳ πλήρη τῶν σποράδων ἐστὶν ἄστρων· ἐν δὲ τοῖς ἄλλοις κύκλοις πολλὰ μεταξὺ φαίνεται κενὰ καὶ ἄστρων χωρίς. ταῦτα εἰπὼν συμπεραίνει τὸν λόγον καί φησιν ὡς εἰ τὴν εἰρημένην περὶ τῶν κομητῶν αἰτίαν ἀποδεχόμεθα τὴν αὐτὴν εἶναι ταύτην καὶ περὶ τοῦ γάλακτος εὔλογον ὑπολαμβάνειν. ὡς εἴ τις ὁρίσειε, φησί, τὸν γαλαξίαν, εἴποι ἂν ‘γαλαξίας ἐστὶν ἡ τοῦ μεγάλου κύκλου κόμη διὰ τὴν εἰρημένην ἀναθυμίασιν ὑφισταμένη.᾿ τὰ μὲν οὖν Ἀριστοτέλει περὶ τοῦ γαλαξίου δοκοῦντά ἐστι τοιαῦτα· ἄτοπα δὲ πολλὰ τῷ λόγῳ καὶ ἀδύνατα συμβαίνει καὶ ἀποκλήρωσιν ἔχοντα μόνην. εἰ γὰρ ὡς ὁ κομήτης [*](5 λαμπρότερος a 7 post μὴ add. τὰ a εἰσὶ V 9 τὰ om. V 10 Τεθεωρείσθω a 12 ἔσται Arist. HN ex ἔστι corr. V: ἔστι Ma Arist. EF 13 ἐστι Ma Arist.: έσται V 15 εἰσὶν V δὲ] μὲν Ma διαλείπει οm. Ma 21 μέρει scripsi: μέρη libri 25 μεταξὺ τούτων a: μετὰ ξύλων M: μεταξὺ (lac. IV litt.) V 30 εἰ] εἰς a 31 ὥστ᾿ εἴ τις a)

114
οὕτω καὶ ὁ γαλαξίας πάθος ἦν τοῦ ἀέρος, πῶς ὁ αὐτός ἐστιν ἀεὶ καὶ ὡσαύτως [*](103v) ἔχων, οὔτε καθόλου οὔτε κατά τι τῶν αὐτοῦ μερῶν ἀλλοιότερός ποτε γινόμενος, οὐ τὸ μῆκος, οὐ τὸ πλάτος αὐξήσας, οὐ μειώσας, οὐ τὴν θέσιν, οὐ τὸ σχῆμα μεταβαλών, οὐχ ὅπῃ ἀναδεδίπλωται γενόμενος ἁπλοῦς ἢ ἔμπαλιν ἐν οἷς ἀπλοῦς ἐστι, διπλόην ἔσχε, πλείονος ὕλης ἢ ἐλάττονος ἄλλοτε ἐν ἄλλοις μέρεσιν αὐτοῦ συνισταμένης, ὃ καὶ ἐπὶ τῶν κομητῶν, καθά φησι, συμβαῖνον φαίνεται ὁμοΰλων ὄντων αὐτοῦ; καὶ καθόλου γὰρ μυρίας ἐν τῷ ἀέρι μεταβολὰς ἐν χρόνῳ βραχεῖ γινομένας ὁρῶμεν, καὶ ἐν τοῖς ἀλεεινοτέροις τῶν τόπων ψῦχος πολὺ καὶ ἐν τοῖς ψυχροτέροις τὸ θερμὸν πολλάκις ἐπικρατοῦν. πῶς οὖν ἐν οὕτως ἀστάτῳ πράγματι τῇ ἀναθυμιάσει τὴν αὐτὴν εἰκὸς ἦν ἐν μόνῳ τῷ γαλαξίᾳ γίνεσθαι διηνεκῶς, μηδεμιᾶς μηδέποτε γινομένης διαφορᾶς, ἀλλὰ ἡ αὐτὴ καὶ ποσῷ καὶ ποιῷ φαίνεται ἀναθυμίασις, καὶ τῇ θέσει ὁμοίως ἔχουσα καὶ τῇ τάξει τῶν ἄστρων, μηδεμιᾶς μηδαμόθεν γινομένης αὐτῇ μεταβολῆς, ὅπερ οὐδενὶ τῶν ὑπὸ σελήνην φαίνεται συμβαῖνον, οὐδ’ ἐπ’ αὐτῶν τῶν κομητῶν, περὶ ὧν ὁ λόγος· οὔτε γὰρ ἐν τοῖς αὐτοῖς τόποις ἀεὶ γίνονται οὔτε μεγέθεσιν οὔτε σχήμασιν οὐ τῇ θέσει τῶν μορίων εἰσὶν οἱ αὐτοί. εἰ δὲ διὰ τὸ πλῆθος τῶν ἀστέρων τῶν ἐν τοξότῃ καὶ διδύμοις ὁ γαλαξίας ἐστὶν ἐκεῖ διαφανέστερος, διὰ τί μὴ καὶ ὑπὸ τὸν Ὠρίωνα τὸ αὐτὸ γίνεται, πολλῶν ὄντων ἀστέρων ἐκεῖ καὶ μεγίστων, ἡ καὶ ὑπὸ τὰς ἄρκτους; πῶς δὲ μετακινουμένων ἡλίου τε καὶ σελήνης καὶ τῶν λοιπῶν πλανήτων καὶ ἄλλοτε ἐν ἄλλοις γινομένων μέρεσι τοῦ ζῳδιακοῦ μηδέποτε ἐν μηδενὶ μέρει τοῦ γαλαξίου βορειοτέρῳ τυχὸν ἢ νοτιωτέρῳ διαφορά τις ἐγένετο; καίτοι γε ἡ τοῦ ἡλίου μετάθεσις ἐπὶ τὰ νότιά τε καὶ ἐπὶ τὰ βόρεια μεγίστην περὶ τὸν ἀέρα ποιεῖ διαφορὰν τῷ ἀφεστηκέναι τινῶν αὐτοῦ μερῶν καὶ πλησιάζειν ἑτέροις. πῶς οὖν οὐδὲ τὴν τυχοῦσαν μεταβολὴν περὶ μόνα τὰ τοῦ γαλαξίου ποιεῖται μέρη πλησιάζων ὁ ἥλιος αὐτοῖς ἢ πάλιν αὐτῶν ἀφιστάμενος, ἀλλ’ ἡ αὐτὴ περὶ ἕκαστον τῶν αὐτοῦ μερῶν ἀναθυμίασις ἀεὶ γίνεται ποσῷ τε καὶ ποιῷ καὶ τῷ χρώματι; τὸ γὰρ ἀεὶ μένον καὶ ὡσαύτως ἔχον τῶν μὲν ὑπὸ σελήνην παντελῶς σώματι οὐδενί, μόνοις δὲ τοῖς οὐρανίοις, εἴπερ ἄρα καὶ τούτοις, ὑπάρχον φαίνεται. καὶ ἄλλως δὲ δεικνύειν εὐχερὲς ὡς οὐκ ἔστι τοῦ ἀέρος τὸ γάλα πάθος, ὑπέρκειται δὲ τούτων πολὺ καὶ αὐτοῦ τοῦ σώματός ἐστι τῆς ἀπλανοῦς ἡ τοιαύτη ποιότης· εἰ γὰρ ἦν τοῦ ἀέρος πάθος, κρύψεις τινὰς καὶ παραλλάξεις ἀστέρων, οὓς ὑποτρέχει, ποιεῖν ἔμελλεν, οἷόν τι λέγω, ὅταν νέφος ὑποδράμῃ τὸν ἥλιον, τοῖς μὲν τῶν ἀνθρώπων ἐπιπροσθεῖ καὶ κωλύει τοῦτον ὁρᾶν, τοῖς δὲ ἐνδοτέρους οἰκοῦσι τόπους οὐκ ἐπιπροσθεῖ παντελῶς, ἀλλ’ ὁρῶσιν ὅλον αὐτὸν ἐναργῶς πρὸς τὴν ποιὰν σχέσιν, ἣν ποιεῖται τὸ νέφος πρός τε τὰς ὄψεις ἡμῶν καὶ πρὸς αὐτὸν τὸν ἥλιον. τὸ αὐτὸ καὶ περὶ σελήνην καὶ τοὺς λοιποὺς ἀστέρας, οὗς ὑποτρέχει νέφος, συμβαίνει. καὶ ἐπὶ τῶν ἡλιακῶν δὲ ὁμοίως ἐκλείψεων τοῦτο [δὲ ὁμοίως] γίνεται, τῆς ἐπιπροσθούσης τῷ ἡλίῳ [*](1. 2 ἀεὶ καὶ ἀεὶ ὡσαύτως Ma 4 μεταβάλλων a 8 βραχὺ M 16 οὗτε τῇ θέσει a 27 ἀφιστάμενος ex ἀφισταμένου corr. Μ1 35 τοῖς ante μὲν scripsi: τοὺς libri 36 ἐνδοτέρως a τόποις a 39 ὑποτρέχειν a 40 δὲ ὁμοίως delevi)
115
σελήνης κατωτέρω κειμένης. οὐδὲ γὰρ πάντως πᾶσιν ἐπιπροσθεῖ πανταχοῦ [*](103v) οὐδὲ τὴν αὐτὴν οἷς ἐπιπροσθεῖ ποιεῖται σχέσιν, ἀλλὰ καὶ κατὰ τοὺς διαφόρους τόπους, ἐν οἷς ἐπιπροσθεῖ, ποιεῖται διαφοράν, καὶ τοῖς μὲν ὅλος ὁ ἥλιος σκεπόμενος ὑπὸ τῆς σελήνης φαίνεται, τοῖς δὲ οὐχ ὅλος. ἔστι δὲ οἷς τὰ μὲν ἐπιπροσθεῖ μόνα τούτου, ἡ δὲ ἔξωθεν περιφέρεια κρικοειδὴς ὁρᾶται περιγείου τῆς σελήνης οὔσης. εἰ | τοίνυν καὶ ὁ γαλαξίας κατωτέρω [*](104r) τῶν ἄστρων ἦν, πάθος ὑπάρχων τοῦ ὑπεκκαύματος, παραλλάξεις ἔμελλε περὶ τὰ ἄστρα ποιεῖν καὶ τοῖς μὲν ἡμῶν τινα τούτων ἐπικαλύπτειν, τοῖς δὲ μή, καὶ καθόλου εἰπεῖν, εἰ κατωτέρω τῶν ἀστέρων ἦν ἢ τῶν ἀπλανῶν ἢ τῶν πλανωμένων, ἐπειδὴ τὰ σημεῖα, καθ’ ἃ τέμνουσιν ἀλλήλους ὅ τε ζῳδιακὸς καὶ ὁ γαλαξίας, ὁ τοξότης ἐστὶ καὶ οἱ δίδυμοι, ἔδει τῶν πλανωμένων ἕκαστον ἐκεῖσε γινόμενον ὑπὸ τοῦ γάλακτος χρωματίζεσθαι· ἀλλὰ καὶ τῶν ἀπλανῶν πάλιν ἕκαστον τῶν ὄντων κατὰ κάθετόν τινι τῶν τοῦ γαλαξίου μερῶν τὸ αὐτὸ πάσχειν ἢ καὶ παντελῶς ἐπικρύπτεσθαι ὑπ’ αὐτοῦ. ὡς γὰρ ὁλοκλήρου τινὸς ἀστέρων κύκλου ὁ γαλαξίας ἐστὶ κόμη, εὔλογον καὶ ἑκάστου τῶν ἀποτελούντων τὸν κύκλον τοῦτον * * * ἡγούμεθα τὸν μῦθον τῷ ἐκ τοῦ γάλακτος τῆς Ἥρας φάσκοντι τοῦτον συστῆναι τὸν κύκλον, ὅτε τοῦ Ἡρακλέους ἀγνοούσης βίᾳ τὸ γάλα ταύτης ἐκμύζοντος (Ἀθηνᾶ γὰρ ὑπέβαλε, φησίν, αὐτὸν κοιμωμένῃ, ἵνα πιὼν ἀθάνατος γένοιτο), τὴν Ἥραν ὀδυνομένην ἀθρόον ἐκσπάσαι τὸν μαζόν, καὶ τοῦ γάλακτος ἐξακοντισθέντος τοῦτον γενέσθαι τὸν κύκλον. οὔτε γὰρ τὸ γάλα διηνεκῶς ἐξακοντίζεται οὔτε ὁ αὐτὸς ἀεὶ τῶν ψυχῶν ἀριθμὸς ἄνεισί τε καὶ κάτεισιν, ἵνα καὶ τὰ αὐγοειδῆ σώματα αὐτῶν τὸν αὐτὸν τόπον ἀναπληροῖ μήτε λείψαντα μήτε πλεονάσαντα πώποτε. τῶν μύθων δὲ τούτων οὐδὲν ἧττον καὶ ἡ Ἀριστοτέλους φυσιολογία τὸ μυθῶδες ἔχει, ἀίδιον πάθος ἐν τῷ ὑπεκκαύματι γίνεσθαι ὑποτιθεμένη μήτε ἀρξάμενον τοῦ εἶναι μήτε παυσόμενον, ὅπερ ἐν οὐδενὶ τῶν στοιχείων ὁρᾶται συμβαῖνον, ἐπεὶ καὶ ἡ οὐσία τούτων κατὰ μέρος γίνεταί τε καὶ φθείρεται. εἰ οὖν μηδὲν στοιχείου μέρος ἄναρχόν ἐστι καὶ ἀτελεύτητον, πῶς ὁ γαλαξίας ἐστὶ τοιοῦτος ἐν βραχεῖ μέρει τοῦ ὑπεκκαύματος ὤν, εἴπερ ἀίδιος κατὰ τὸν Σταγειρίτην ὁ κόσμος ἐστίν. εἰ δὲ λέγει ὅτι καὶ τούτου τὸ μὲν γίνεται τὸ δὲ φθείρεται, ὡς καὶ ἐπὶ τῆς ὕλης τῶν κομητῶν εἴπομεν καὶ ἐπὶ τῶν τρεφομένων γίνεται, καὶ τὸ διαφορούμενον ἀναπληροῦται ὑπὸ τοῦ ἐπεισιόντος, ἀλλὰ τῶν τοιούτων οὐδὲν ὡσαύτως ἔχον ἀεὶ φαίνεται οὐδὲ ἑστάναι πάθους ἔστιν ἐκτός, ἀλλὰ πλείστας ἀλλοιώσεις καὶ διαφορὰς ὑπομένει μειώσεις τε καὶ αὐξήσεις, ὅπερ ἐπὶ τοῦ γάλακτος οὐ συμβαίνει. εἴρηται δὲ τῷ φιλοσόφῳ καλῶς μηδένα μηδενὶ λέγοντι συγχωρεῖν, ὃ μὴ ἐπὶ πάντων ἢ ἐπὶ τῶν πλειόνων οὕτως ἔχον ἢ γιγνόμενον φαίνοιτο. εἰ οὗν μηδὲν τῶν φερομένων ὡσαύτως ἔχον ἀεὶ διαμένει, μεταβολὰς δὲ ποιεῖται μυρίας, τὸ δὲ γάλα μεταβολὴν οὐδεμίαν [*](μὲν ἐπιπροσθεῖ] fort. μέσα ἐπιπροσθεῖται τούτων a 13 τινι] τι a 16 lacunam indicavi 18 ἡρακλέος libri 20 τῶν μαζῶν Ma: ex τὸν μαζὸν corr. V 26 ἀρξόμενον Ma 29 βραχὺ M μέρει ex μέρη corr. M1 31 ὅτι cm. Ma 34 ἑστάναι] (lac. III litt.) νᾶι V 39 οὐδεμίαν om. M)
116
ἔσχεν οὐδὲ σχήσει ποτέ, ἕως ἂν ᾖ τὸ πᾶν, οὐκ ἄρα ἐστὶ τοῦ ἀέρος πάθος [*](104r) οὐδὲ τοῦ ὑπεκκαύματος ἐκ τῆς ξηρᾶς συμβαῖνον ἀναθυμιάσεως. τὰ γὰρ ἐκ ταύτης γινόμενα πάντα, φλόγες, διᾴττοντες, δαλοί, κομῆται, κεραυνοί, πνεύματα καὶ ὅσα ἐν τοῖς μετεώροις ἁπλῶς συμβαίνει, ῥᾳδίαν τε ἔχει τὴν μεταβολὴν καὶ γίνεται φανερῶς καὶ φθείρεται, ὧν οὐδὲν ὑπομένει τὸ γάλα· ἔοικεν ἄρα πάθος οὐσιῶδες εἶναι τοῦ οὐρανίου σώματος ἀχώριστον αὐτοῦ, καὶ ὥσπερ οὐκ ἔστιν αἴτιον εἰπεῖν τῆς διαφορᾶς τῶν ἄστρων κατά τε μέγεθος καὶ χροιὰν καὶ θέσιν αὐτῶν καὶ πρὸς ἄλληλα σχέσιν τε καὶ τάξιν, οὐδὲ τῆς διαφόρου τῶν σφαιρῶν κινήσεως, τίνος ἕνεκεν αἱ μὲν ἔπι τὰ ἑπόμενα, αἱ δὲ ἐπὶ τὰ ἡγούμενα φέρονται, ἢ τούτων αἱ μὲν θᾶττον, αἰ δὲ βραδύτερον, οὕτως οὐδὲ τοῦ γάλακτος τὴν αἰτίαν ἔστιν εἰπεῖν, τίνος ἕνεκεν ἐν μέρει τῆς οὐσίας συμβέβηκε τοῦτο ἐκείνης καθ’ αὑτό. μηδεμίας γὰρ ἐν αὐτῷ μήτε οὔσης μήτε γινομένης διαφορᾶς, ψευδὲς τὸ τῇ κινήσει τὰ ἄστρα θερμαίνοντα τὸν ἀέρα καὶ τὸ ὑπέκκαυμα τὴν ὕλην τῶν κομητῶν ἐκεῖθεν καὶ τοῦ γάλακτος εἰς ἑαυτὰ συνέλκειν. ἀνωμάλου γὰρ οὔσης τῆς τοιαύτης ἐκκρίσεως ἀδύνατον ἦν μὴ καὶ τὸν γαλαξίαν ἀνωμαλίαν ἔχειν πολλὴν ποιότητι καὶ ποσότητι, αὐτῆς τῆς ἀναφερομένης κάτωθεν ὕλης ἀνωμάλου οὔσης. πῶς δὲ ἡ τοσαύτη τῶν ἄστρων ἀπόστασις οὐδὲ λόγῳ ῥητὴ δρᾶν ἔμελλεν εἰς τὰ ὑπὸ σελήνην, ὡς τοσαύτην ὕλην διηνεκῶς ἀναφέρεσθαι καὶ τὴν αὐτὴν ἀεὶ χειμῶνος καὶ θέρους μετοπώρου τε καὶ ἔαρος, μηδεμιᾶς μηδὲ σμικροτάτης γινομένης ἐν τῷ γάλακτι διαφορᾶς, ὅπερ ἐν σώμασι θνητοῖς ἐστιν ἀδύνατον, ὡς δεικνύουσι τοῦτο καὶ οἱ κομῆται τῆς αὐτῆς ὕλης ὄντες τῷ γάλακτι κατ’ Ἀριστοτέλη. καίτοι πρότερον αὐτὸς ζητῶν, πόθεν ἐκ τῶν οὐρανίων τὰ ὑπὸ σελήνην θερμαίνεται, μόνην τοῦ ἡλίου τὴν κίνησιν αἰτίαν ταύτης ἔλεγεν εἶναι, καὶ οὔτε τὰ ἀπλανῆ οὔτε ἄλλο τι τῶν οὐρανίων. πῶς οὖν αἴτια τῆς ὕλης τῶν μετεώρων τὰ ἄστρα φησὶ τῇ θερμότητι τοσαύτην εἰς ἑαυτὰ ἐκ τῶν ὑπὸ σελήνην ἕλκοντα ὕλην, ὡς μὴ μόνον τοὺς κομήτας ποιεῖν, ἀλλὰ καὶ τὸν γαλαξίαν; ἢ πῶς ἐκείνους μέν ποτε ποιεῖ καὶ ἄλλοτε ἄλλους, τὸν δὲ γαλαξίαν ἀεὶ τὸν αὐτὸν μήτε ἀρχὴν μήτε πέρας ἔχοντα μήτε τινὰ μεταβολὴν μικρὰν ἢ μείζονα πάσχοντα, εἴ τινα ὅλως καὶ κίν·ησιν ἰδίαν αὐτοῖς παράσχωμεν, δι’ ἧς τὸν ἀέρα καὶ τὸ ὑπέκκαυμα θερμαίνουσιν. εἰ δ’ ὅλως καὶ συγχωρηθεῖεν θερμαίνειν ποιότητι μόνῃ καὶ ἄλλῳ δρῶσιν οὐδενί, καθάπερ καὶ ἐπὶ τοῦ ἡλίου δεδείχαμεν, καὶ οὕτω κατὰ Πλάτωνα <ἐκ> στοιχειώδους τοῦ πυρὸς οὐσίας κατὰ τὸ πλεῖστον τὰ ἄστρα τὴν σύστασιν ἔχουσι, καὶ ὁ τοῦ φιλοσόφου λόγος αὐτὸς ἑαυτὸν συμπεπόδικεν Καὶ Δαμάσκιος δὲ τῆς Ἀριστοτέλους περὶ τοῦ γάλακτος κατέγνωκεν ὑποθέσεως. μήτε γὰρ ἀναθυμίασιν εἶναι τὴν ὕλην αὐτοῦ μήτε ἐν τῷ ὑπὸ σελήνην τόπῳ συνίστασθαι. οὐδὲν γὰρ τῶν ἐξ ἀναθυμιάσεως ἐν τῷ ἀέρι καὶ τῷ ὑπεκκαύματι γινομένων παθῶν ἀεὶ τὸ αὐτὸ φαίνεται ἢ ἐν τῷ αὐτῶ τόπω συνίσταται ἀεί, μυρίας δὲ μεταβολὰς ὑπομένει καὶ ἄλλοτε [*](ᾖ om. M 12 γὰρ om. a 13 post ψευδές add. δὲ a 15 ἑαυτὰ scripsi: ἑαυτοὺς libri 16 ἀδύνατον ἦν—ἀνελὼν (117,9) in lac. om. V 19 ἀναφέρεσθαι scripsi: ἀναφέρομεν M: ἀναφερόμενα a 27 εἰς ἑαυτὰς M 34 κτὰ Πλάτωνα] cf. Tim. p. 63 B ἐκ addidi)
117
ἐν ἄλ|λοις συνίσταται τόποις· ὁ δὲ γαλαξίας ἀεί ἐστιν ὁ αὐτὸς καὶ τὴν [*](104v) αὐτὴν ἀπαράβατον ἔχει θέσιν, τέμνων τὸν ζῳδιακὸν κατὰ τοξότην καὶ διδύμους· οὐκ ἄν δὲ οὕτως ἔχων ἐφαίνετο, εἰ περὶ γῆν εἶχε τὴν σύστασιν καὶ μὴ τῶν οὐρανίων ὑπῆρχε σωμάτων. καὶ ἄλλως εἰ ἐν τῷ αἰθέρι τὴν σύστασιν εἶχεν, ὁ δὲ αἰθὴρ ἐν τῇ κινήσει ἰῆς τῶν οὐρανίων ὑπολείπεται κινήσεως, ὑπελείπετο ἄν ταύτης καὶ ὁ γαλαξίας ἐξ ἀνάγκης· νῦν δὲ κατ’ οὐδὲν παντελῶς αὐτῶν ὑπολείπεται· οὐκ ἄρα ἐν τῷ αἰθέρι συνέστηκεν, ἀλλὰ τῶν οὐρανίων ἐστὶ σωμάτων. τούτοις καὶ τοῖς τοιούτοις τὴν περὶ τοῦ γάλακτος ὑπόθεσιν Ἀριστοτέλους ἀνελὼν καλῶς ὁ Δαμάσκιος τὴν Ἐμπεδοτίμου περὶ τοῦ γάλακτος οἰκειοῦται, ἔργον αὐτὴν οὐ μῦθον καλῶν. φησὶ γὰρ ἐκεῖνος ὁδὸν εἶναι ψυχῶν τὸ γάλα τῶν τὸν Ἅιδην τὸν ἐν οὐρανῷ διαπορευομένων. καὶ οὐ θαυμαστόν, φησὶν ὁ Δαμάσκιος, εἰ καὶ ψυχαὶ καθαίρονται ἐν τούτῳ τῷ κύκλῳ τῆς ἐν οὐρανῷ γενέσεως. αὐτὸν δὲ τὸν κύκλον οὐράνιον εἶναι θεῶν διακόσμησιν ὁμολογητέον, εἴτε κατὰ τὸ γάλα τῆς Ἥρας ὑποστᾶσαν, ὥς φησιν ὁ μῦθος (διὸ καὶ πρὸς τὴν ἀναγωγὴν τῶν ψυχῶν οἰκείως ἔχειν, καὶ τοῦτο εἶναι τὸ μυθευόμενον ὡς οὐκ ἄνεισιν ἀπὸ τοῦ κόσμου ψυχὴ μὴ σπῶσα τοῦ ‘Ηραίου γάλακτος, ὅ ἐστιν εἰ μὴ τύχῃ τῆς ἐν τῷ γάλακτι τούτῳ κεχυμένης προνοίας αὐτῆς τῆς θεοῦ), εἴτε καὶ ἄλλον τρόπον διακοσμηθεῖσαν τὸν θεοῖς ἐγνωσμένον. εἶναι δ’ οὖν τοῦ οὐρανοῦ τινα διάθεσιν ἄφθαρτον, ἀστρῴαν, μικρῶν ἀστέρων πυκνότητι γαλακτίζουσαν. ψυχῶν δὲ ὀχήματα, φησί, λέγειν οὐκ εὔλογον τῆς συστάσεως αὐτοῦ λαμπρᾶς οὕτω καὶ ἀστροειδοῦς φαινομένης, καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχούσης. διὰ τί δὲ μὴ μᾶλλον δαιμονίων ψυχῶν, διὰ τί δὲ μὴ πρῶτον θεῶν; ἀπὸ θεῶν γὰρ ἄρχεσθαι δεῖ καὶ ταύτην τὴν ἰδιότητα. ἄλλως τε εἰ ἐδείχθη μέρος ὢν τοῦ οὐρανοῦ, πῶς οὐκ ἂν εἴη θεὸς καὶ θεῶν πλήρης, ἅτε τὸν ὁρώμενον συμπληρῶν οὐρανόν; ταῦτα πρὸς λέξιν Δαμάσκιος τὸν Ἐμπεδοτίμου μῦθον ὡς λόγον κυρῶν ἀληθῆ. ὃν ἐχρῆν ὥσπερ τὰ ἀντικείμενα τῇ Ἀριστοτέλους ὑποθέσει συνιδεῖν καλῶς, οὕτω καὶ τῶν ἐν τῷ μύθῳ τούτῳ σκοπεῖν ἕκαστον, εἰ συμβαίνει τῇ φύσει τῶν ὄντων· φυσικῶν γὰρ πραγμάτων, περὶ ὧν πρόκειται, φυσικὰς δεῖ καὶ τὰς αἰτίας ἀποδιδόναι. ὁ δέ φησιν “ὁδός ἐστι τὸ γάλα ψυχῶν τῶν τῶν διαπορευομένων τὸν ἐν οὐρανῷ Ἅιδην”. εἰ οὖν τὸν γαλαξίαν διαπορεύονται, οὗτος ἂν εἴη ὁ ἐν τῷ οὐρανῷ Ἅιδης. καὶ πῶς Ἅιδης ὁ οὕτω φωτεινός; καὶ εἰ καθαίρονται ἐκεῖ ψυχαί, δηλονότι μὴ κεκαθαρμέναι ἀνῆλθον. οὐκοῦν μετὰ τῶν θνητῶν ὀχημάτων· ἀλλ’ ἀδύνατον ἐκείνοις θνητὸν συνεῖναι σῶμα, εἴπερ εἰσὶν ἄφθαρτα. καὶ σὺ γοῦν ἔφης ‘οὐκ ἄνεισιν ἀπὸ τοῦ κόσμου ψυχὴ μὴ πιοῦσα τοῦ ‘Ηραίου γάλακτος, τουτέστι τῆς ἐκκεχυμένης ἐν αὐτῷ τῆς θεοῦ προνοίας᾿. καὶ τίς αὕτη παρὰ τὴν τῶν λοιπῶν θεῶν, διαστέλλειν ἐχρῆν, καὶ μὴ φωναῖς ἀσήμοις θεολογεῖν, φενακίζειν δὲ μᾶλλον. καίτοι γε Πλατῶν [*](εἶχε scripsi: ἔχει libri 10 ἔργον Lobeck: ἀργὸν libri αὑτὴν scripsi: αὐτὸν libri ante οὐ lac. v litt. V 11 τὸν Ἅιδην Lobeok v. 32: ἐν ἅδῃ libri τῶν ἐν οὐρανῶ MV 13 fort. κύκλῳ (oid) τῆς δὲ] μέντοι Ma 15 ὑποστᾶσαν MV: ὑπόστασις a 23 post δαιμονίων add. ἡ a 31 ψυχῶν om. a 33 τῷ om. a 36 οὐκ ἄν εἰσιν Va)
118
οὐδὲν εἶναι τὴν Ἥραν <ἢ> τὸν ἀέρα βούλεται. εἰ γὰρ συνεχῶς, φησίν, [*](104v) ἐπισυνάψεις τὸ Ἥρα, ἐπικαταλαμβάνοντος τοῦ Α τὴν ἀρχὴν τοῦ ὀνόματος, τὸ Ἥρα γίνεται ἀήρ, εἰ καὶ συντομώτερον ἐν ὑπερθέσει τοῦ Α τὸ Ἥρα γίνεται ἀήρ. διὸ καὶ τὸν Ἥφαιστον παρατριβόμενος ὁ ἀὴρ γεννᾷ, τουτέστι τὸ πῦρ, <καὶ> μήτηρ Ἡφαίστου ἡ Ἥρα. πῶς δὲ οὐκ ἄτοπον ὄντος τοῦ γαλαξίου καὶ τούτου τὴν φυσικὴν αἰτίαν ζητούντων εἰς ἀλληγορίαν τρέπεσθαι, δέον τὴν ἄγνοιαν μὴ ἐρυθριᾶν ὁμολογεῖν; καὶ αὐτὸς γοῦν τοῦ πλάσματος τῆς ἀτόπου θεολογίας αἰσθόμενος ἐπὶ φυσικὴν ἐτραπετο αἰτίαν ἀπίθανον καὶ αὐτήν· εἶναι γάρ φησι τὸν γαλαξίαν τοῦ οὐρανοῦ τινα διάθεσιν ἄφθαρτον, ἀστρῴαν, μικρῶν ἀστέρων πυκνότητι γαλακτίζουσαν. ἀλλὰ τὸ φῶς τοῦ γάλακτος πολλῷ καὶ οὐ τῶν τυχόντων ἀστέρων ἐστὶ λαμπρότερον, καὶ οὐκ ἄν ἔλαθεν ἡμᾶς αὐτῶν καὶ τὸ σχῆμα. ἀλλ’ ὡς αὐτὸς τοῦτο ἔχον οὕτως ἀποδείξας μέμφεται τοὺς λέγοντας ὀχήματα εἶναι ψυχῶν τὸ γάλα· λαμπρὰ γάρ, φησί, καὶ ἀστεροειδὴς ἡ σύστασις αὐτοῦ. τοῦτο δὲ οὐκ ἀναγκαῖον· καὶ γὰρ οἱ ὀχήματα τῶν ἡμετέρων ψυχῶν ὑποτιθέμενοι τὸ γάλα τῆς οὐσίας τῶν οὐρανίων αὐτά φασι, διόπερ ἀστροειδῆ καὶ αὐγοειδῆ ταῦτα καλοῦσιν, ἀιδίως τῶν ἡμετέρων ἐξημμένα ψυχῶν συνανιόντα τε αὐταῖς καὶ συγκατιόντα. εἰ δὲ καὶ ψυχῶν ἐστι κατ’ αὐτὸν δίοδος πάντως που μετὰ τῶν ἰδίων ὀχημάτων διατρεχουσῶν, οὐκ οἴδα δι’ ἥντινα αἰτίαν τὴν ὁδὸν ἐκείνην τρίβουσι. καὶ αὐτὸ δέ σου τὸ διαστασιαζόμενον ἴδιά τί δὲ ἀνθρωπίνων καὶ μὴ δαιμονίων ψυχῶν ὁδός, διὰ τί δὲ μὴ πρῶτον θεῶν;” τεκμήριον τοῦ μηδὲν τούτων εἰδότα λέγειν, ἀλλὰ μόνον τὸ ὑποπῖπτον τῇ φαντασίᾳ τοῦ μὴ δοκεῖν ἀγνοεῖν. καίτοι γε <τὸ> τῷ Ἀριστοτέλει καλῶς ἐν τοῖς προοιμίοις εἰρημένον φυλάττειν εὔλογον· “ἐν οἷς τὰ μὲν ἀποροῦμεν”, φησί, “τῶν δὲ ἐφαπτόμεθά τινα τρόπον”. διὸ καὶ. ἡμεῖς ἐνταῦθα πέρας τῷ λόγῳ τούτῳ δεδωκότες τοῖς ἑξῆς ἀφ’ ἑτέρας ἀρχῆς ἐπίωμεν.

[*](p. 346 b 10)

Περὶ μὲν οὖν τῶν γινομένων ἐν τῷ περὶ τὴν γῆν κόσμῳ τῷ συνεχεῖ ταῖς φοραῖς εἴρηται, περί τε τῆς διαδρομῆς τῶν ἀστέρων καὶ τῆς ἐκπιμπραμένης φλογός, ἔτι δὲ περί τε κομητῶν καὶ τοῦ καλουμένου γάλακτος· σχεδὸν γὰρ τοσαῦτά εἰσι τὰ πάθη τὰ φαινόμενα περὶ τὸν τόπον τοῦτον.

Δύο φέρεσθαι κάτωθεν ἀναθυμιάσεις ἐδίδαξε πολλάκις ἤδη πρότερον, τῶν ὑπὸ σελήνην σωμάτων εἰς αὐτὰς διακρινομένων ἐκ τῆς τῶν οὐρανίων περιφορᾶς, καὶ μάλιστα τῆς τοῦ ἡλίου κινήσεως, ἐκ τῶν ξηρῶν μὲν τὴν καπνώδη θερμὴν οὖσαν καὶ ξηράν, ἐκ τῶν ὑγρῶν δὲ τὴν ἀτμιδώδη, μετρίως μὲν καὶ αὐτὴν οὖσαν θερμὴν ὡς ἐξ ὕδατος ἀναλυθεῖσαν διὰ θερμότητα, [*](1 ἡ add. Ideler φησίν] Cratyl. p. 404 C 2 post ἀρχὴν add. τὸ ἑξῆς Ma 3 τὸ Ἥρα scripsi: τὸ ἡ libri 4 ὁ om. a 5 καὶ addidi 13 ἔχων Ma 14 ante ἡ add. ἐστιν Ma 24 ἐν τοῖς προοιμίοις] p. 339a2 27 τῶν εἰς τὸ πρῶτον τῶν μετεωρολογικῶν ἀριστοτέλους τῶν εἰς τὰ τρία τὸ τρίτον inscr. V: TV vers, vacuos rel. M1: λόγος τρίτος inser. m. rec. M 28 post ταῖς add. ἄνω V. sed cf. p. 119,11 29 ἐκπιμπραμένης V Arist. EFH: ἐμπιπραμένης Ma Arist. N ἔτι δὲ] δὲ om. Arist. Ε 30 τοσαῦτά εἰσι V: εἰσι τοσαῦτα Arist. K: ἐστι τοσαῦτα Ma Arist. FHN 36 ὡς om. a)

119
ὑγρὰν δ’ ὅμως ἔτι καὶ κατὰ | τοῦτο μάλιστα μαχομένην θατέρᾳ· καὶ τὴν [*](105r) μὲν προτέραν ὡς πυρώδη μᾶλλον μετεωρίζεσθαι καὶ τοῖς κυκλοφορουμένοις συνάπτειν σώμασιν, ἐξ ἧς ἴσχει τὴν γένεσιν τὸ ὑπέκκαυμα, τὴν δὲ λοιπὴν ὡς βαρυτέραν ὑφίστασθαι ταύτῃ κατωτέρω τοῦ ὑπεκκαύματος. εἰπὼν οὖν περὶ τῶν ἐκ τῆς προτέρας γινομένων παθῶν τῷ ὑπεκκαύματι, διᾳττόντων λέγω, φλογῶν, κομητῶν καὶ τοῦ γάλακτος, μέτεισι νῦν διδάξων τὰ ἐκ τῆς ἑτέρας ἐν τῷ τόπῳ συμβαίνοντα τῷ μετὰ τὸ ὑπέκκαυμα, τουτεστιν ὲν αὐτῷ τῷ ἀέρι, ὑετῶν, χαλάζης, χιόνος, δρόσου, πάχνης. εἰπὼν δὲ τῶν γινομένων ἐν τῷ κόσμῳ τῷ περὶ τὴν γῆν, ἐπειδὴ μὴ περὶ πάντων τῶν ὑπὸ σελήνην τέως ἐδίδαξεν, ἀλλὰ περὶ μόνων τῶν ἐν τῷ ὑπεκκαύματι παθῶν, καλῶς προσέθηκε τῷ συνεχεῖ ταῖς φοραῖς, τουτέστι τοῖς κυκλοφορουμένοις σώμασιν, οὕτω καλέσας αὐτὰ διὰ τὸ συνεχὲς αὐτῶν καὶ ἀδιάκοπον τῆς κινήσεως, ἐπεὶ καὶ τῶν ὑπὸ σελήνην φέρεται τὰ κούφα μὲν ἅνω, τὰ βαρέα δὲ κάτω, ἀλλ’ οὐ συνεχῶς οὕτως, ὥστε διαλείπειν μηδένα χρόνον· ἔχουσι γὰρ καὶ ἠρεμίαν, ὅταν ἕκαστον ἀπολάβῃ τὸν ἴδιον τόπον· σχεδὸν δὲ εἶπε τοσαῦτα εἶναι τὰ πάθη ὡς πρὸς τὰς ἐκ τῶν σχημάτων γινομένας ἔν τε κομήταις καὶ ἐν ταῖς ἐκπυρώσεσι· δαλῶν μὲν γὰρ ἐπὶ ταύταις ἐμνήσθη καὶ αἰγῶν, εἰκὸς δὲ πρὸς τὴν θέσιν τῆς ἐξαπτομένης ἀναθυμιάσεως καὶ ἕτερα πλείονα γίνεσθαι σχήματα, καὶ ἐπὶ κομητῶν ὁμοίως·

[*](p. 346 b 16)

Περὶ δὲ τοῦ τῇ θέσει μὲν δευτέρου τόπου μετὰ τοῦτον, πρώτου δὲ περὶ τὴν γῆν λέγωμεν· οὗτος γὰρ κοινὸς ὕδατός τε τόπος καὶ ἀέρος καὶ τῶν συμβαινόντων περὶ τὴν ἄνω γένεσιν αὐτοῦ.

ὅλος γὰρ ὁ μετὰ τὸ ὑπέκκαυμα τόπος μέχρι γῆς κοινός ἐστιν ἀέρο,ς τε καὶ ὕδατος. καὶ γὰρ ἐν μὲν ἀέρι συνίσταται ὕδωρ ὡς ὑετὸς καὶ ὲν ὕδασιν ἀήρ, ὡς αἱ ἐν τούτοις γινόμεναι δηλοῦσι πομφόλυγες, καὶ μέχρι τῶν ἐπιφανειῶν τῆς τε γῆς καὶ τοὐ ὕδατος ὁ ἀὴρ διατέταται διδάξει δὲ καὶ τὰ περὶ τὸν ἀέρα καὶ τὸ ὕδωρ συμβαίνοντα πάθη, καὶ ἔτι πέρι, γῆν καὶ ὑπὸ γῆν. ἀλλ’ ἐπειδὴ νῦν περὶ μόνων τῶν ἐν ἀέρι γινομένων εστιν ἡ πρόθεσις, ἀναγκαίως προσέθηκε καὶ τῶν συμβαινόντων περὶ τὴν ἄνω γένεσιν αὐτοῦ· ὑετοὶ γὰρ καὶ χιόνες καὶ χάλαζαι καὶ δρόσοι καὶ πάχναι, περὶ ὧν ἐδίδαξε νῦν, ἐν τοῖς μέρεσι τοῦ ἀέρος τοῖς μετεωροτέροις συμβαίνουσιν· ὧν τὰς ἀρχὰς καὶ τὰς αἰτίας διδάξαι βούλεται.

[*](p 346 b 20)

Ἡ μὲν οὖν ὠς κινοῦσα καὶ κυρία καὶ πρώτη τῶν ἀρχῶν ὁ κύκλος ἐστιν, ἐν ᾧ φανερῶς ἡ τοῦ ἡλίου φορὰ διακρίνουσα καὶ συγκρίνουσα τῷ γίνεσθαι πλησίον ἢ πορρώτερον αἰτία τῆς γενέσεως καὶ τῆς φθορᾶς ἐστι.

Κινοῦσαν αἰτίαν καὶ ἀρχὴν εἴωθε λέγειν τὴν ποιητικην· ταυτην δὲ [*](3 τὸ om. a 6 λέγω om. M 8 πάχνης δρόσου coll. a 16 εἶπε scripsi: post γινομένας fort, addendum διαφορὰς 25 τε om. Ma 28 καὶ post ἀἐρα om. a)

120
εἶναι τὸν κύκλον. καὶ κύκλον δὲ λέγοι ἂν ἡ καθόλου τὴν τῶν οὐρανίων [*](105r) κυκλοφορίαν ἢ κύκλον τὸν ζῳδιακόν, ὡς καὶ τὸ ἐπαγόμενον ἐδήλωσεν· ἐν ᾧ, φησί, φανερῶς ἐστιν ἡ τοῦ ἡλίου φορὰ διακρίνουσα τὰ ὑπὸ σελήνην σώματα καὶ συγκρίνουσα. πλησιάζων μὲν γὰρ θερμαίνει τὰ οἷς ἐπλησίασε, καὶ τῇ θερμότητι διακρίνει πάντως ἐκ παχυτέρων λεπτύνουσα, οὐ τὰ μόνον εἴς ἀτμούς, ὡς καὶ ἐπὶ τῶν ἑψομένων ὑγρῶν ὁρῶμεν γινόμενον, ἀλλὰ καὶ τὰ ξηρά, λέγω τὴν γῆν, ἀναθυμιῶσα· καὶ τοῦτο πάλιν ἐπὶ θυμιωμένων ἁπάντων φαίνεται συμβαῖνον· ἀφιστάμενος δὲ τοὐναντίον ψύχει καὶ συγκρίνει τὰ διακεκριμένα καὶ εἰς παχύτερα μεταβάλλει, παλινδρομούσης αὐτῶν τῆς μεταβολῆς ὁμοίως τῇ κινήσει τοῦ μεταβάλλοντος. καλῶς δὲ κυρίαν καὶ πρώτην εἶπεν ἐκείνην· προσεχὴς γὰρ καὶ δευτέρα τῶν μὲν ἐν τῷ ἀέρι θερμότης ἐκ τοῦ πλησιάζειν τὸν ἥλιον γινομένη, τῶν δὲ ἡ ψῦξις ἐκ τοῦ πάλιν αὐτὸν διεστάναι τούτων καὶ ἣν ἔδωκε παρὼν ἀφαιρεῖσθαι θερμότητα. ἐπεὶ οὖν καὶ τῶν προσεχεστέρων αἰτιῶν ἡ κυκλοφορία ἐστὶν αἴτιον, εἰκότως πρώτην αὐτὴν τῶν ἀρχῶν εἴρηκεν. ἢ πρώτην ἀπλῶς ἀκουστέον ὡς ποιητικήν, ἐπεὶ καὶ ἡ ὕλη αἰτία ἐστὶ καὶ ἀρχή, ἀλλ’ οὐ πρώτη ἀλλὰ δευτέρα ὡς συναιτία. καὶ γὰρ τῆς γενέσεως τοῦ οἴκου φέρε καὶ ἡ ὕλη αἰτία, λίθοι καὶ ξύλα καὶ τὰ σὺν αὐτοῖς, καὶ ὁ οἰκοδόμος, ἀλλὰ πρώτη ὁ οἰκοδόμος, ἐκεῖνα δ’ ὡς συναίτια δεύτερα. καὶ αὐτὴν γὰρ τὴν ὕλην τὸ ποιητικὸν αἴτιον προπαρασκευάζει· οὐ γὰρ ἁπλῶς λίθοι καὶ ξύλα τῆς οἰκίας εἰσὶν ὕλη, ἀλλὰ τὰ τοιῶσδε παρασκευασθέντα. οὕτως οὖν καὶ τῶν ἐν τῷ μετεώρῳ γινομένων οὐχ ὕλη προσεχὴς τὰ ὑγρὰ καὶ ξηρὰ σώματα, ἀλλὰ τὰ τοιώσδε συγκρινομενα τούτων ἡ διακρινόμενα. συγκρίσεως δὲ καὶ διακρίσεως θερμότης αἴτιον καὶ ψῦξις, τούτων δὲ πλησιάζων ὁ ἥλιος καὶ ἀφιστάμενος, τοῦ δὲ πλησιάζειν τὸν ἥλιον καὶ ἀφίστασθαι καὶ ἡ ἐπὶ τοῦ ζῳδιακοῦ φορὰ τούτου καὶ κίνησις. πρῶτον οὖν αἴτιον ὁ κύκλος, πρῶτον δὲ ὡς ἐν φυσικοῖς δηλονότι· εἰ γάρ τις καὶ ἐπὶ τὴν αἰτίαν τῆς κύκλῳ κινήσεως ἀναδράμοι, τὸ ἐξῃρημένον αἴτιον ζητεῖ καὶ οὐ φυσικόν· φυσικοῦ δὲ φυσικὰς αἰτίας ἀποδιδόναι. εἰπὼν δὲ πάλιν ἡ τοῦ ἡλίου φορὰ διακρίνουσα καὶ συγκρίνουσα τῷ γίνεσθαι πλησίον ἢ πορρώτερον, καὶ ὀφείλων ἐπαγαγεῖν αἰτία τῶν ἐν τοῖς μετεώροις ἐστὶ παθῶν, περὶ ὧν καὶ ἡ προκειμένη φυσιολογία, ἐπὶ τὸ καθολικώτερον ἀναδραμών φησιν αἰτία τῆς γενέσεως ἐστι καὶ τῆς φθοράς· οὐ γὰρ μόνον τούτων περὶ ὧν ὁ λόγος, ἀλλὰ καὶ πάσης γενέσεως ἀπλῶς καὶ πάσης φθορᾶς ἐστιν αἰτία. πλησιάζων μὲν γὰρ τῆς γενέσεως ἐστιν αἴτιος· ἡ γὰρ τῶν καρπῶν γένεσις τότε πλήθει καὶ τὸ οἰκεῖον ἀπολαμβάνει τέλος, λέγω δὴ τὸ εἶδος, ἕκαστον τὸ ἑαυτοῦ (καὶ τὰ ζῷα γὰρ τότε μάλιστα ἡ ὅτι ἐκ τῶν καρπῶν τροφαί, ἐκ | δὲ τούτων ζωή, καὶ τὸ σπέρμα τὸ τῆς [*](105v) διαδοχῆς αἴτιον· ἀφιστάμενος δὲ φθορὰν ποιεῖ· φθίνει γὰρ τότε πάντα σχεδὸν καὶ τῆς βλάστης καὶ τῆς γενέσεως παύεται. ὡς γὰρ τὸ θερμὸν ζωῆς, οὕτω τὸ ψυχρὸν φθορᾶς ἐστιν αἴτιον. εἰ δὲ βούλει καθολικώτερον καὶ ἀνενδοίαστον ποιῆσαι τὸν λόγον, λέγε τὸν ἥλιον πλησιάζοντα μὲν γενέ- [*](12 ἡ ψῦξις iterat V 36 τότε] τῷτε Ma)
121
σεως αἴτιον, διότι τὰ παχύτερα τότε καὶ βαρύτερα σώματα εἰς λεπτότερα [*](105) μεταβάλλει καὶ κοῦφα, ἀφιστάμενον δὲ φθορᾶς· τοὐναντίον γὰρ εἰς παχύ- τέρα καὶ βαρέα τὰ λεπτομερῆ καὶ κοῦφα μεταποιεῖ. τὰ μὲν γὰρ κοῦφα καὶ λεπτὰ ἔξωθεν περιεκτικά ἐστι τῶν βαρέων καὶ οἷον συνέχει ταῦτα, τὸ δὲ συνέχον καὶ κοσμοῦν εἶδός ἐστι, τὸ δὲ συνεχόμενον ὕλη· γένεσις δέ ἐστιν ἐπὶ τὸ εἶδος ἐκ τῆς ὕλης μεταβολή, φθορὰ δ’ ἡ ἐκ τοῦ εἰδοπεπιημένου εἰς τὴν ὕλην ἀνάλυσις. διόπερ ἡ μὲν ἀπὸ τῶν βαρυτέρων ἐπὶ τὰ κουφότερα μεταβολὴ ἀνάλογόν ἐστι γενέσει, ἡ δὲ τοὔμπαλιν τῶν κουφοτέρων εἰς τὰ βαρότεραφθορᾷ. δυνατὸνδὲτὸαἰτίαιῆςγενέσεωςκαὶτῆςφθορᾶς διὰ τὸ ἄρθρον μὴ καθολικῶς ἀκούειν πάσης γενέσεως καὶ φθορᾶς, ἀλλὰ ὑετοῦ, χιόνος καὶ τῶν λοιπῶν. τοῦτο δὲ οἶμαι καὶ διὰ τῶν ἐπαγομένων ἐδήλωσεν εἰπών·