De Creatis (Fragmenta Ap. Photium, Bibl. Cod. 235)

Methodius

Methodius, De Creatis (Fragmenta Ap. Photium, Bibl. Cod. 235), Bonwetsch, Hinrichs, 1917

Πάλιν δὴ οὖν, ὠ Κένταυρε, ἐξ ἀρχῆς διαλεγώμεθα. θείᾳ ἐπιστήμῃ τὰ ὄντα φατὲ γεγονέναι, ἢ οὔ;

Ὦ βάλε, λέξουσιν, οὐδαμῶς.

Ἀλλ᾿ ἀπὸ τῶν στοικείων ἢ ὕλης ἢ στηριγμάτων, ἢ ὅπως ταῦτα βούλεσθε ὀνομάζειν οὐδὲν γὰρ διαφέρει)· τούτων ἀγενήτως προϋφεστηκότων καὶ πλημμελῶς φερομένων ὁ θεὸς διακρίνας τὰ πάντα, ὥσπερ ἀγαθὸς ζωγράφος ἀπὸ πολλῶν χρωμάτων μίαν τεχνησάμενος ἰδέαν;

Οὐδὲ τοῦτο. πάντως γὰρ ἀποφεύξονται ὁμολογῆσαι καθ᾿ ἑαυτῶν, ἵνα μὴ τῆς διακρίσεως καὶ τῆς μεταμορφώσεως τὴν ὕλην συγχωροῦντες ἀρχὴν ἐσχηκυῖαν, ἀναγκασθῶσι τῷ λόγῳ κατὰ πάντα τὸν θεὸν ἠρκθαι τοῦ διοικεῖν λέγειν καὶ κατακοσμεῖν τὴν πρότερον ἄμορφον οὐσαν ὕλην.