De Creatis (Fragmenta Ap. Photium, Bibl. Cod. 235)

Methodius

Methodius, De Creatis (Fragmenta Ap. Photium, Bibl. Cod. 235), Bonwetsch, Hinrichs, 1917

Ὅρα δὲ καὶ ὧδε. εἰ ὕστερον, ἔφης, πεποίηται ὁ κόσμος, πρότερον ὤν, μεταβάλλειν ἀνάγκη τὸν ἀπαθῆ καὶ ἀναλλοίωτον θεόν·

τὸν γὰρ ποιοῦντα πρότερον μηδέν, ὕστερον δέ, ἀπὸ τοῦ μὴ ποιεῖν εἰς τὸ Ποιεῖν μεταβάλλειν καὶ ἀλλοιοῦσθαι ἀνάγκη.

Ἔλεγον γάρ.

Πέπαυται δὲ τοῦ ποιεῖν ποτε τὸν κόσμον ὁ θεός, ἢ οὔ;

Πέπαυται.

Οὔπω γὰρ ἦν τετελειωμένος ἄν.

Ἀληθές.

Εἰ οὐν τὸ ποιεῖν ἐκ τοῦ μὴ ποιεῖν ἀλλοίωσιν τοῦ θεοῦ καταψηφίζεται, οὐχὶ καὶ τὸ μὴ ποιεῖν ἐκ τοῦ ποιεῖν;

Ἀνάγκη.

Ἠλλοιῶσθαι δὲ αὐτὸν φαίης μὴ ποιοῦντα σήμερον παρ' ὃ ὅτε ἐποίει;

Οὐδαμῶς.

Οὐδ' ἄρα ὅτ’ ἐποίει τὸν κόσμον, ἠλλοιῶσθαι αὐτὸν ἀνάγκη παρ ὃ ἠν ὅτε οὐκ ἐποίει· καὶ οὔτε ἀνάγκη συνυπάρχειν αὐτῷ τὸ πᾶν δεῖν λέγειν διὰ τὸ μὴ ἀναγκάζεσθαι λέγειν ἠλλοιῶσθαι, οὔτε συναΐδιον δι᾿ αὐτὸ τοῦτο.