De Resurrectione

Methodius

Methodius, De Resurrectione, Bonwetsch, Hinrichs, 1917

Βούλομαι γάρ, ἐπειδὴ ἅπαξ εἰς τὸ διευθῦναι τὴν μοχθηρίαν αὐτῶν ἥκαμεν, ἀπογυμνῶσαι καὶ ταύτης αὐτοῖς τῆς προφητείας τὴν πρόφασιν. »ἐδοκίμασας ἡμᾶς ὁ θεός, ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον.«

δοκιμασθέντες διαρκῶς οἱ μάρτυρες ἐν ταῖς κατὰ τοὺς πειρσαμοὺς τῶν βασάνων προσβολαῖς (τὰ πολλὰ γὰρ εἰς καθ’ ἡμᾶς αἱ προφητεῖαι πίστιν πληροῦνται) καὶ εὐκλεῶς καὶ ἐρρωμενέστατα διαθλήσαντες εὐχαριστοῦσι τό »ἐδοκίμασας ἡμᾶς« λέγοντες τῷ θεῷ, ὡς ἵνα τὴν δόξαν παρ’ αὐτῷ κτήσωνται μείζονα, διὰ πολλῶν αὐτοὺς ἤλεγξε πόνων, τὸν ἀληθῶς Ὀλυμπιακὸν ἀγῶνα νικῆσαι προθείς.

καὶ ἐπισκέψασθε ὡς τούτοις συνῳδὰ σαφῶς τοῖς λόγοις περὶ τῶν μαρτύρων καὶ ὁ Σολομῶν ἀναφθέγγεται οὐ γὰρ ἀμάρτυρος ὁ λόγος καὶ ἄλλων γραφῶν) ὅτι »ὁ θεὸς ἐπείρασεν αὐτούς, καὶ ηὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ, ὡς χρυσίον ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα εὐωδίας προσεδέξατο αὐτούς, καὶ ἐν καιρῷ αὐτῶν«, πρόσθεν εἰπών »καὶ γὰρ ἐὰν ἐν ὄψει ἀνθρώπων κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης, καὶ ὀλίγα παιδευ- [*](1 vgl. Symp. 3, 12 S. 40, 1 — 3 vgl. S. 310, 10 f — 6 Psal. 65, 10 — 8 vgl. I Kor. 10, 11. Symp. S. 115, 28 f — 10 Psal. 65, 10 — 12 Symp. 7, 3 S. 74, 10 f. Plato Phaedi-. 256 B — 14 vgl. Symp. 1, 3 S. 11, If. De res. I, 42, 1 S. 287, 13 — 15 Weish. Sal. —7 — 18 Weish. Sal. 3, 4. 5) [*](12 Tsidor Peius. Ep. V, 457 (PGr 78, 1592)) [*](1 ἐπιμελ. U 143 2 ἀκίνδυνον < U | ἐπιχείρησιν U Dd 5 ἤκομεν U | κ. ταύτης] κατ’ αὐτῆς V 6 καὶ ἐπύρωσας U 7 δοκιμασθ. γὰρ S | ἐν ταῖς — διαθλήσαντες Z. 10] »in den Foltern und durch viele Qualen « S: τὰ πολλὰ — πληροῦνται < S 8 εἰς — πίστιν Ζ. 9 U Holl: ἐστι καθ’ ἡμᾶς ἐν προφητείαις· πίστει γὰρ V 9 καὶ V 369 | εὐκλεῶς] εὐσεβῶς U 10 τό] τὸν κύριον S 11 τῷ θεῷ] ὁ θεός S | ὡς] ὡς γὰρ S: ὃς UDd 12 ἠλέγξαι U | Symp. S. 74, 10f τὸν aytbva τὸν Ὀλυμπιακὸν ἀληθῶς διαθλῆσαι. PI τῶν ὡς ἀληθῶς Ὀλυμπιακῶν. Isidor τὰ περὶ ψυχῆς Ὀλύμπια ἀγωνισόμενος 13 προσθεὶς V | καὶ < S | ἐπισκήψασθαι V, ἐπισκέψασθαι U: ἐπισκέψαι δέ (od. τε) σοι S | σαφῶς < S 14 π. τ. Kl) μ. UKl: περὶ μαρτυριῶν YDd: < S | σαλομῶν V | οὐ — γραφῶν Ζ. 15 < S 15 εὖρεν U 16 χρυσὸν U (s. S. 317, 2) 17 ὁλοκ. S 95 | προσεδέξατο] prija: sia S | καὶ ἐν — αὐτῶν Ζ. 18 < S 18 πρόσθ. εἰπών »und bald « S | καὶ γὰρ — πλήρης Ζ. 19 < S)

316
θέντες μεγάλα εὐεργετηθήσονται«.

ἀλλὰ καὶ ἐν τῷ ρκγ΄ ψαλμῶ τό »εἰ μὴ ὅτι κύριος ἠν ἐν ἡμῖν, ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφ᾿ ἠμᾶς, ἄρα ζῶντας ἂν κατέπιον ἠμᾶς· ἄρα τὸ ὕδωρ <ἄν> ἡμᾶς· κείμαρρον διῆλθεν ἡ ψυχὴ ἡμῶν ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ άνυπόστατον. εύλογητὸς κύριος, ὅς οὐκ ἔδωκεν ἡμᾶς εἰς δήραν τοῖς ὀδοῦσιν αὐτῶν. ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐρρύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων. ἡ παγὶς συνετρίβη καὶ ἡμεῖς ἐρρύσθημεν« οἱ μαρ τυρ΄ς εἰσιν οἱ ψάλλοντες.

δύο δὲ τῶν καλλινίκων οἱ χοροὶ μαρτύρων, εἶς μὲν τῆς διαθήκης τῆς καινῆς, θάτερος δὲ τῆς Παλαιᾶς, ἀντίφθογγον ὕμνον συμφώνως τῷ ὑπερμάχῳ θεῷ καὶ βασιλεῖ τῶν ὅλων ἀναπέμποντες ἐδοκίμασας ἡμᾶς ὁ θεός, ἐπύρωσας ἡμᾶς ὡς πυροῦται τὸ ἀργύριον, εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα, ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν‘, τὸ δικαστήροιν τῶν ἐθνῶν ἢ τοὺς πειρασμούς, καθ’ οὕς ἐκθλιβέντες καὶ πυρωθέντες ἰσχυρῶς ἐδοκιμάσθησαν.

<καὶ πάλιν Δαυίδ·> »δοκίμασόν με« φησί »κύριε, καὶ πείρασόν με. πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου«. λεγέτω δὴ καὶ ὁ Ἀβραὰμ ἐπὶ τῷ μονογενεῖ πυρωθεὶς τὰ σπλάγχνα, προτιμήσας τε τὸ τοῦ θεοῦ μᾶλλον πρόσταγμα, μετὰ τὸ ἀκοῦσαι »Ἀβραάμ«, φεῖσαι τοῦ παιδός σου, άπορρίψας τὸ ξίφος, »ἐδοκίμασας ἡμᾶς ὁ θεός, ἐπύρωσας ἡμὰς, ὡς πυροῦται τὸ ἀργύριον«.

λεγέτω καὶ ὁ Τὼβ μετὰ τὸ ἀπορρεῦσαι τὴν σαπρίαν . . καὶ ὀνειδισθῆναί τε ὑπὸ τῶν φίλων καὶ ἀλγῆσαι τὸ σῶμα, »διὰ λαίλαπος« ἀκούσας λαλοῦντος αὐτῷ τοῦ θεοῦ οἴει με [*](1 Psal. 123, 2–7 — 8 vgl. De autex. I, 3, 5 S. 146, 7. 17f — 11 65, 10. 11 — 12 Mart. Polyk. 15 — 15 Psal. 25, 2 — 16ff vgl. Symp. S. 134f — 18 Gen. 22, 11 f — 19 Psal. 65, 10 — 22 Hiob 38, 1. 40, 3) [*](8 vgl. Eustath., De engastr. 20 S. 47, 18 Kl ἀλλὰ < S | ρκγ' < S | ψαλμῷ] »Psalter« S | τό] τὸ εἰρημένον U: πάλιν S 2 εἰ μὴ U 143v | ὅτι < S | ἀνθρώπους] »Feinde« S 3 ἄρα τὸ — ἡμᾶς Z. 4 < U Ι κατεπόντησεν V 4 χείμαρρον — θηρευόντων Z. 7] »und bald darauf« S 8 οἱ μάρτ. — ψάλλοντες < S 10 ἀντίφθ. ὕμνον συμφ.] »harmonischen « S | ὑπερμάχῳ < S 10f κ. βασ. τ. ὅλων < S 11 ἐπύρ. — ἐδοκιμάσθησαν Z. 14f] »und so « S 12 ἔθου — ἡμῶν Z. 13 < V 14 ἐκθλίβοντες 14 f ἐδοκιμά|σθησαν V 370 15 δοκίμασόν — πείρασόν με < S, dagegen + καὶ πάλιν Δαυίδ | γάρ φησι U | 16 ὁ < U 18 τοῦ θεοῦ . . πρόστ.] θεόν S | μετὰ — φεῖσαι < S 19 σου] καὶ S | ἐπύρωσας — ἀργύριον Z. 20] »und so « S 20 ὁ < U 20f μ. τὸ ἀπορρ. τ. σαπρ.] »nach dem Untergang des Reichtums und dem Tod der « S | ἀπορεύσαι U 21 καὶ ονειδ. U 144 22 διὰ — αὐτῷ] »und der « S | λέλαπος U | αὐτοῦ V | οἴει — δοκιμάσῃς S. 317, 2f] »Du hast uns geprüft, o « S | ἠ οἴει V)

317
ἄλλως σοι κεχρηματικέναι ἢ ἴνα ἀναφανῇς δίκαιος;« »ἔθου θλίψεις ἐναντίον ἡμῶν., κύριε, ἴνα ἡμᾶς »ὡς χρυσίον ἐν χωνευτηρίῳ« δοκιμάσῃς.

λεγέτωσαν καὶ οἱ τρεῖς ἐν τῇ καμίνῳ παῖδες δροσιζόμενοι, ἵνα μὴ καταφλεχθῶσιν ὑπὸ τοῦ πυρός, »ἐδοκίμασας ἡμᾶς ὁ θεός, ἐπύρω- σας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον. διήλθομεν διὰ πυρὸς καὶ ὕδατος καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν«.

δὸς εἰπεῖν κἀμοὶ τῷ Μεθοδίῳ, ὁ θεὸς ὁ παντοκράτωρ, ὁ μέγας, ὁ αἰώνιος, ὁ πατὴρ τοῦ Χριστοῦ, ἐν τῇ ἡμέρᾳ σου διαβάντι τὸ πῦρ ἀναλγητί, καὶ τῶν ῥευμάτων εἰς τὴν καυστικὴν μεταβληθέντων φύσιν ὑπεξαλύξαντι τὰς ὁρμάς, διῆλθον »διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγές με εἰς ἀνάψυξιν«. σὴ γὰρ αὕτη τοῖς ἀγαπῶσί σε ἡ ἐπαγγελία »ἐὰν διαβαίνῃς δι᾿ ὕδατος. μετὰ σοῦ μἰμι, καὶ ποταμοὶ οὐ συγκλύσουσί σε. κἂν διαβαίνῃς διὰ διὰ πυρός, οὐ μὴ κατακαυθῇς· φλὸξ οὐ κατακαύσει σε«. ἀλλὰ γὰρ περὶ τῆς κατὰ τὸν ψαλμὸν ἐξηγήσεως ἄλις ἔχει ταῦτα.