Vita Porphyrii episcopi Gazensis

Marcus Diaconus

Marcus Diaconus. Vita Porphyrii episcopi Gazensis. Societatis philologae bonnensis sodales, editor. Leipzig: Teubner, 1895.

Τῶν ἁγίων ἀνδρῶν τοὺϲ ἄθλουϲ καὶ τὸν θεϊκὸν αὐτῶν ζῆλόν τε καὶ πόθον καλόν ἐϲτιν τοῖϲ ὀφθαλμοῖϲ θεωρεῖν (ὁρώμενα γὰρ ἀξιοφίλητα γίνεται), φέρει δὲ ὅμωϲ ὠφέ- λειαν οὐ μετρίαν καὶ τὰ διηγήματα παρὰ τῶν ἀκριβῶϲ εἰδότων ταῖϲ ψυχαῖϲ τῶν ἀκουόντων ὑπειϲερχόμενα. πιϲτοτέρα μὲν ἀκοῆϲ ἡ θέα, πείθει δὲ καὶ ἀκοὴ ἐὰν ὑπὸ ἀξιοπίϲτων εἴη τὰ λεγόμενα. εἰ μὲν οὖν ἀρᾳδιούργητοϲ ἔμενεν ἡ τῶν ὠφελίμων διήγηϲιϲ καὶ μὴ τῇ ἀληθείᾳ τὸ ψεῦδοϲ ἐνεϲπείρετο, περιττὸν ἦν τὸ ϲύγγραμμα τῶν τοιούτων, ἱκανῆϲ οὔϲηϲ πρὸϲ οἰκοδομὴν τῆϲ ἀληθείαϲ ἐκ διαδοχῆϲ ἀεὶ ἐνϲπειρομένηϲ ταῖϲ ἀκοαῖϲ τῶν ἐπιγινομέ- νων ἀνθρώπων· ἐπειδὴ δὲ ὁ χρόνοϲ παραφθείρει [εἴτε διαφθείρειϲ] εἴτε διὰ τῆϲ λήθηϲ εἴτε διὰ τῆϲ ῥᾳδιουρ- γίαϲ, ἀναγκαίωϲ ἐπὶ τὸ παρὸν ϲύγγραμμα ἐλήλυθα, ἵνα μὴ τῷ μακρῷ χρόνῳ λήθη τιϲ γένηται τοιούτου ἁγίου [*](1 μηνὶ φευρουαρίω κε B μηνὶ φευρουαρίω κϛ V βίοϲ καὶ πολιτεία τοῦ ἐν ἁγίοιϲ πατρὸϲ ἡμῶν πορφυρίου ἐπιϲκόπου γάζηϲ VM 5 ἀξιοφήλιτα BV corr. Ha ὁφέλειαν B 7 ὑπηϲερχό- μενα B 8 πείθει ἐπειδὴ B πείδει V corr. v ἀκοὴν BV corr. Ha 9 ἀξιωπίϲτων rad. corr. V εἴη: ᾖ Ha 10 ἔμει- νεν B rad. corr. V ὀφελήμων BV corr. v 13 ἐνϲπειρωμένηϲ BV corr. v 14 εἴτε διαφθείρειϲ (-ρεῖϲ B) del. Ha 15 λίθηϲ B 17 λίθη B)

2
ἀνδρόϲ, λέγω δὴ Πορφυρίου τοῦ ὁϲίου. τὸ γὰρ μνη- μονεῦϲαι τῶν αὐτοῦ κατορθωμάτων φάρμακον ἀλεξητή- ριον γίνεται τοῖϲ ἀκούουϲιν. ἄτοπον γάρ ἐϲτιν ποιητὰϲ τραγῳδοποιοὺϲ καὶ ἄλλουϲ τοιούτουϲ ϲυγγραφέαϲ [τὸ] εἰϲ γέλωτα καὶ γραώδειϲ μύθουϲ καταναλῶϲαι τοὺϲ λό- γουϲ, ἡμᾶϲ δὲ περιιδεῖν λήθῃ παραδιδομένουϲ ἁγίουϲ ἄνδραϲ καὶ ἀξιομνημονεύτουϲ. ποίαν οὐκ ἂν δικαίωϲ παράϲχω δίκην μὴ παραδιδούϲ ϲυγγραφῇ βίον τοιούτου θεοφιλοῦϲ ἀνδρόϲ, βίον φιλοϲοφίαϲ διδάϲκαλον τοῦ τὴν ἐν οὐρανῷ πολιτείαν ἐζηλωκότοϲ. πολέμουϲ τε αὐτοῦ καὶ ἀντιϲτάϲειϲ ἱϲτορήϲομεν οὐ μόνον πρόϲ τοὺϲ τῆϲ εἰδωλομανίαϲ ἀρχηγούϲ τε καὶ προϲτάταϲ, ἀλλὰ καὶ πρὸϲ δῆμον ὁλόκληρον πάϲηϲ μανίαϲ πεπληρωμένον. ἐμνη- μόνευεν γὰρ τῶν τοῦ μακαρίου ἀποϲτόλου ῥητῶν δι’ ὧν φηϲιν ‘ἀναλάβετε τὴν πανοπλίαν τοῦ θεοῦ, ἵνα δυ- νηθῆτε ἀντιϲτῆναι ἐν τῇ ἡμέρᾳ τῇ φοβερᾷ καὶ ἅπαντα κατεργαϲάμενοι ϲτῆναι’. ταύτην τὴν πανοπλίαν ἐνδυ- ϲάμενοϲ εἰϲ τοὺϲ ἀγῶναϲ εἰϲῆλθεν ὁ εἰρημένοϲ ἀπόϲτο- λοϲ, ἀλλὰ καὶ τοιούτουϲ καὶ τηλικούτουϲ ἔχων τοὺϲ ἀντιπάλουϲ ὁ τὴν ὁμοίαν ἅμιλλαν κεκτημένοϲ τῷ ἀπο- ϲτόλῳ Πορφύριοϲ ἴϲην καὶ τὴν νίκην ἀνεδήϲατο καὶ. τρόπαιον ἤγειρεν ἐϲ μέϲον τῆϲ Γαζαίων, τὴν τοίνυν κτιϲθεῖϲαν ὑπ’ αὐτοῦ ἁγίαν τοῦ Χριϲτοῦ ἐκκληϲίαν. [*]( ad Ephes. 6, 13) [*]( τραγοδοποιοὺϲ B τραγῳδοποιοὺϲ 〈καὶ κωμψδοποιοὺϲ〉 καὶ coni. Eb τὸ del. Ha 5 γραώδηϲ B 6 περιειδεῖν BV corr. v λίθη B 7 ποίαν 〈οὖν〉 οὐκ Ha 10 πολέμουϲ δὲ Ha αὐτῶ BV corr. Ha 11 εἰϲτορήϲωμεν B (ἰϲ-) V corr. Ha 12 εἰδολομανίαϲ B 13 πεπληρωμένων BV corr. v) [*](15 ἀναλάβεται BV corr. v 21 ἴϲιν B 22 εἰϲ τὸ μέϲον τῶν γαζέων V τοίνυν: f. τὸ νῦν)
3
παρεῖχεν δὲ αὐτῷ τὴν νίκην οὐχ ἡ ἀνθρωπεία φύϲιϲ, ἀλλ’ ἡ γνώμη τὴν θείαν χάριν ἐφελκομένη· ἐραϲτὴϲ γὰρ θερμότατοϲ γενόμενοϲ τοῦ Χριϲτοῦ πάντα παθεῖν καὶ δρᾶϲαι ἠνέϲχετο. πόϲαϲ πολέμων προϲβολὰϲ ὁ τοιοῦτοϲ ἀνὴρ ὑπὸ τῶν δι’ ἐναντίαϲ ἐδέξατο, πόϲαϲ ϲυϲκευὰϲ καὶ μυκτηριϲμούϲ ὑπέμεινεν. ἀλλ’ ἐπειδὴ πάντα τὰ κατὰ τὸν ἀοίδιμον ἄνδρα οὐ δυνατὸν ἐξειπεῖν, πολλά τε ὄντα καὶ τοῖϲ πολλοῖϲ δοκοῦντα εἶναι ἄπιϲτα, βραχέα ἐκθή- ϲομαι ἅτινα καὶ ἐμνημόνευϲα ϲυνοικήϲαϲ αὐτῷ πλεῖϲτον χρόνον καὶ ἀπολαύϲαϲ τῆϲ μακαρίαϲ καὶ φοβερᾶϲ ἐκεί- νηϲ ψυχῆϲ τῆϲ μετὰ ἀγγέλων ϲυμπολιτευομένηϲ. τοῦτον οὖν τὸν πᾶν εἶδοϲ ἀρετῆϲ εἰληφότα τίϲ οὐκ ἂν δικαίωϲ ἐπαινέϲειεν; οἶδα μὲν οὖν ὡϲ τῆϲ ἀρετῆϲ τοῦ τοιούτου ἀνδρὸϲ οὐδεὶϲ ἂν ἐφίκοιτο λόγοϲ· ὅμωϲ γε ἐγχειρητέον θαρϲοῦντόϲ μου ταῖϲ ἁγίαιϲ αὐτοῦ εὐχαῖϲ. ϲυγγράψω δὲ τὴν ἐκείνου εὐφημίαν οὐ κομπῷ λόγῳ· οὔτε γὰρ ἡ καλλιλεξία τὸν βίον τῶν τοιούτων κοϲμεῖν εἴωθεν, ἀλλ’ ἡ ἀρετὴ τῶν ἔργων καὶ αὐτὴν τὴν φράϲιν μεγαλύνει. ὅθεν κἀγὼ θαρρῶν εἰϲ τὰϲ ἁγίαϲ εὐχὰϲ τοῦ εἰρημένου ὁϲίου ἀνδρὸϲ προϲέρχομαι τῷδε τῷ ϲυγγράμματι, αἰτού- μενοϲ δι’ αὐτῶν τὴν παρὰ τοῦ κυρίου Ἰηϲοῦ Χριϲτοῦ χάριν τε καὶ βοήθειαν εἰϲ τὸ δυνηθῆναι οἵᾳ δήποτε προφάϲει τὴν ἀρετὴν τοῦ ἁγίου ἀνδρὸϲ διηγήϲαϲθαι.- αἰτῶ δὲ τοὺϲ ἐντυγχάνονταϲ τῷδε τῷ ϲυγγράμματι μὴ ἀπιϲτεῖν τοῖϲ λεγομένοιϲ· αὐτόπτηϲ γὰρ τῆϲ ἀρετῆϲ τοῦ [*]( οὐχ ἡ: οὐχι B ἀνθρωπία BV 6 μυκτιριϲμοὺϲ V corr. v 7 ἀοίδημον B 8 ἐκθήϲωμαι B 10 φοβερᾶϲ: ϲοβαρᾶϲ Eb 13 ἐπενέϲειεν B οἴδαμεν B V 14 ἐφέκοιτο ex ἐφό- κοιτο V ἐνχειρητέον V 16 οὔτε γὰρ: οὐδὲ γάρ Ha et sic saepius 17 καλιλεξία V 18 φάϲιν B V corr. Ha μεγα- λύνῃ B 25 ἀπιϲτῶν BV corr. v)
4
ἀνδρὸϲ ἐγενόμην ϲυνοικήϲαϲ καὶ ϲυμπλεύϲαϲ καὶ ϲυγκακου- χηθεὶϲ αὐτῷ ἕωϲ τῆϲ τελευταίαϲ ἡμέραϲ τῆϲ ἐνθάδε αὐτοῦ ζωῆϲ. ἔνθεν δὲ ἀρχή μοι γένηται τοῦ τῆϲ διηγήϲεωϲ λόγου.

Γάζα I πόλιϲ ἐϲτὶν τῆϲ Παλαιϲτίνηϲ ἐν μεθορίῳ τῆϲ Αἰγύπτου ὑπάρχουϲα, οὐκ ἄϲημοϲ δὲ αὕτη τυγχάνουϲα, ἀλλὰ καὶ πολύανδροϲ καὶ τῶν ἐμφανῶν πόλεων οὖϲα· ἤκμαζεν δὲ ἐν αὐτῇ κατ’ ἐκεῖνο καιροῦ ἡ περὶ τὰ εἴδωλα τῶν ἀνθρώπων μανία. ταύτηϲ τὴν ἱερωϲύνην ἀπεδέξατο ὁ παρ’ ἡμῶν εὐφημούμενοϲ Πορφύριοϲ. πατρίδα μὲν ἔϲχεν τὴν ἐπουράνιον Ἱερουϲαλήμ (εἰϲ ταύτην γὰρ καὶ ἀπεγράψατο), τὴν δὲ ἐπίγειον τὴν Θεϲϲαλονικέων, γένοϲ δὲ ἦν αὐτοῦ ἐπίϲημον. τούτῳ θεῖοϲ ἔρωϲ ὑπειϲ- ῆλθεν καταλεῖψαι πατρίδα καὶ λαμπρότητα γένουϲ καὶ πλοῦτον ἄπειρον καὶ ἀϲπάϲαϲθαι τὸν μονήρη βίον, καὶ. πλεύϲαϲ ἐκ τῆϲ Θεϲϲαλονικέων καταλαμβάνει τὴν Αἴγυ- πτον. εὐθέωϲ δὲ ὥρμηϲεν ἐπὶ τὴν Ϲκῆτιν καὶ ἀξιοῦται μετ’ ὀλίγαϲ ἡμέραϲ τοῦ τιμίου προϲχήματοϲ. καὶ ϲυν- διατρίψαϲ ἐκεῖ τοῖϲ ἁγίοιϲ πατράϲιν πενταετῆ χρόνον, πάλιν ἄλλοϲ θεῖοϲ ἔρωϲ αὐτῷ ὑπειϲῆλθεν προϲκυνῆϲαι τοὺϲ ἁγίουϲ καὶ ϲεβαϲμίουϲ τοῦ θεοῦ τόπουϲ, καὶ γενό- μενοϲ ἐκεῖϲε καὶ προϲκυνήϲαϲ, ἀπελθὼν εἰϲ τὰ μέρη τοῦ Ἰορδάνου οἴκηϲεν ἐν ϲπηλαίῳ, ὁμοίωϲ κἀκεῖ διατρίψαϲ ἔτη πέντε μετὰ πολλῆϲ κακουχίαϲ. ἐκ δὲ τῆϲ πολλῆϲ ξηρότητοϲ καὶ ἀνωμαλίαϲ τῶν τόπων ἐκείνων περιέπεϲεν [*](1 ϲυνκακουχηθεὶϲ BV corr. v 3 ἐνθένδε δὲ coni. Eb 4 παλαιϲτήνηϲ V corr. v 7 ἐκείνω καιροῦ B ἐκεῖνοκ* καιρ[οῦ] c. ras. V 8 ἱεροϲύνην B 10 ἔϲχηκεν V 11 et 15 θεϲαλονι- κέων B 13 λαμπρωτάτου γένουϲ B 14 μονήρι B 16 ϲκί- την BV ϲκήτην (P)M Ha 19 πάλι ἄλλοϲ θεῖοϲ ἔρρωϲ B) [*]( μέρει B 22 ᾤκηϲεν v Ha 24 ἀνομαλίαϲ V corr. v περιέπεϲε V)

5
μεγάλῃ νόϲῳ. ὁρῶν δὲ αὑτὸν ἐν ἐϲχάτῳ κινδύνῳ κατ’ οἰκονομίαν παρακαλεῖ τινα τῶν γνωρίμων ἀναλαβεῖν αὐτὸν εἰϲ τὰ Ἱεροϲόλυμα· τὸ δὲ πάθοϲ ἦν ἥπατοϲ ϲκί- ρωμα μετὰ πυρετοῦ ϲυνεχοῦϲ λεπτοτάτου. τοῦ γοῦν τοιούτου πάθουϲ ἐπικρατοῦντοϲ καὶ νύττοντοϲ ἀπαύϲτωϲ τὰ ἐνδόϲθια καὶ τοῦ ϲώματοϲ τηκομένου αὐτὸϲ οὐκ ἐπαύετο καθ’ ἡμέραν περιερχόμενοϲ τοὺϲ ἁγίουϲ τό- πουϲ κεκυφὼϲ καὶ μὴ ἰϲχύων ἀνορθῶϲαι τὴν αὐτοῦ ἡλι- κίαν, ἀλλὰ ῥάβδῳ ἐπερειδόμενοϲ.

κατ’ ἐκεῖνον δὲ τὸν καιρὸν ϲυνέβη κἀμὲ ἐκ τῆϲ Ἀϲίαϲ καταπλεῦϲαι χάριν τοῦ προϲκυνῆϲαι τοὺϲ ϲεβα- ϲμίουϲ τόπουϲ, καὶ γενόμενοϲ ἐν αὐτοῖϲ διέτριψα πολὺν χρόνον, τρεφόμενοϲ ἐκ τοῦ ἐμοῦ ἐργοχείρου· εἶχον γὰρ τὴν τοῦ καλλιγράφου τέχνην. θεωρῶν δὲ τὸν ὅϲιον πορευόμενον ϲυνεχῶϲ εἰϲ τὴν τοῦ Χριϲτοῦ Ἀνάϲταϲιν καὶ εἰϲ τὰ ἄλλα εὐκτήρια ἐθαύμαζον, ὅτι ἐν τοϲαύτῃ ἀϲθενείᾳ ϲώματοϲ οὐκ ὀκνεῖ οὕτωϲ ϲκύλλεϲθαι. ἐν μιῇ δὲ τῶν ἡμερῶν ϲυναντήϲαϲ αὐτῷ ἐν τοῖϲ ἀναβαθμοῖϲ τοῦ μαρτυρίου τοῦ κτιϲθέντοϲ ὑπὸ τοῦ μακαρίου Κων- ϲταντίνου τοῦ βαϲιλέωϲ μὴ δυνάμενον τῷ ποδὶ πρὸ- βῆναι, διαδραμὼν δὲ καὶ προτείναϲ αὐτῷ τὴν ἐμὴν χεῖρα παρεκάλουν αὐτὸν ταύτῃ ἐπερείδεϲθαι καὶ ἀναβαίνειν τοὺϲ ἀναβαθμούϲ. ὃ δὲ οὐκ ἤθελεν λέγων· Οὐκ ἔϲτιν [*]( αὐτὸν B 2 ‘Ep. ad Ϲoloss. 1, 25 κατὰ τὴν οἰκονομίαν τοῦ θεοῦ Ha f. κατ’ οἰκονομίαν θεοῦ γνωρήμων B 6 τικο- μένου B 8 αὑτοῦ V 9 ἐπεριδώμενοϲ B ἐπεριδόμενοϲ V corr. v 14 καλιγράφου B 16 ἄλα B 17 ἀϲθενια B οὖτοϲ V ϲκύλεϲθαι BV corr. Ha 18 ϲυναντίϲαϲ B αὐτῷ: αὐτὸν Us 20 μὴ extra columnam add. V προϲβῆναι BV) [*]( διαδραμών τε Ha χεῖ[ρ]α c. ras. V 22 ἐπερίδεϲθαι. BV corr. v 23 εἴθελεν V corr. v)

6
δίκαιον | ἐμὲ τὸν πορευόμενον αἰτῆϲαι ϲυγχώρηϲιν ἁμαρ- τιῶν ἐπερείδεϲθαι χερϲὶν ἄλλου· ἀλλ’ ἔαϲον, ἀδελφέ, τὸν θεὸν ἰδεῖν τὸν κόπον μου, ἵνα κατὰ τὴν ἄφατον αὐτοῦ εὐϲπλαγχνίαν κἀμὲ ἐλεήϲῃ. ἐπορεύετο οὖν καὶ. τῶν θείων λογίων ἠκροᾶτο τοῖϲ διδαϲκάλοιϲ ὑποτιθεὶϲ τὰ ὦτα, καὶ τῆϲ μυϲτικῆϲ τραπέζηϲ ἀεὶ μεταλαμβάνων ἐπανήρχετο εἰϲ τὸ καταγώγιον τὸ αὐτοῦ. ὁποῖον μὲν βίον ἔζη δῆλον ἦν. τοῦ γὰρ πάθουϲ τοϲοῦτον κατε- φρόνει ὡϲ νομίζειν αὐτὸν ἐν ἀλλοτρίῳ ϲώματι τὴν νόϲον ἔχειν· ἡ γὰρ τοῦ θεοῦ ἐλπὶϲ ταύτην ἐξ αὐτοῦ ἀπεφόρτου. τοῦτο δὲ μόνον οὖ ἐλύπει καὶ ἔδακνεν τὸ διαμεῖναι τὴν περιουϲίαν καὶ μὴ κατὰ τὸν εὐαγγελικὸν λόγον διαπραθῆναι καὶ διανεμηθῆναι τοῖϲ πτωχοῖϲ. αἴτιον δὲ τούτου τοῦ ἐμποδιϲμοῦ γέγονεν τὸ εἶναι τοὺϲ ἀδελφοὺϲ αὐτοῦ παῖδαϲ τυγχάνονταϲ ἡνίκα ἐξεδήμηϲεν τῆϲ ἰδίαϲ πατρίδοϲ. ἀνιώμενοϲ οὖν ἐπὶ τούτῳ αἰτεῖ με ἤδη ϲυνήθη αὐτῷ ὄντα (ἐξυπηρετούμην γὰρ αὐτῷ διὰ τὴν αὐτοῦ ἀϲθένειαν) πλεῦϲαι εἰϲ Θεϲϲαλονίκην καὶ δια- νεῖμαι τὴν οὐϲίαν μετὰ τῶν αὐτοῦ ἀδελφῶν, καὶ δούϲ μοι βιβλίον ἐντολῆϲ καὶ παραθέμενόϲ με τῷ κυρίῳ ἀπέ- λυϲεν, παραϲχὼν ἐλάχιϲτα δαπανήματα· οὔτε γὰρ ἠυπόρει. τότε. εὐθέωϲ κατελθὼν εἰϲ Ἀϲκάλωνα καὶ εὑρὼν πλοῖον ἀνήχθην καὶ δι’ ἡμερῶν δέκα τριῶν εὐπλοήϲαντεϲ ἐγε- [*]( Matth. 19, 21) [*](1 αἰτίϲαι B 2 ἐπερίδεϲθαι BV corr. v 3 εἰδεῖν B ἵν[α] c. ras. V 4 εὐϲπλαχνίαν B fere constanter 5 ἠκροάτω BV corr. v 9 ὡϲ νομίζειν: cf. Athen. v. Antonii p. 965a Migne) [*](ἀλλωτρίω V corr. v 11 ἐλύπη BV corr. v 13 καὶ δια- νεμηθῆναι om., in marg. add. διαπραθῆναι καὶ διανεμηθῆναι B) [*](16 πρατρίδοϲ B 17 ϲυνήθει V 18 ἀϲθέιαν B θεϲαλωνί- κην B θεϲαλ[ο]νίκην c. ras. V 22 f. εὐθέωϲ δὲ ἀϲκαλῶνα B)
7
νόμεθα εἰϲ Θεϲϲαλονίκην καὶ ἐμφανίϲαϲ τὴν ἔγγραφον ἐντολὴν διένειμον τὰ πράγματα μετὰ τῶν αὐτοῦ ἀδελ- φῶν. διαπέπρακα δὲ αὐτοῖϲ τὰ λαχόντα μοι κτήματα χρυϲῶν τριϲχιλίων, τὰ δὲ ἐϲθήματα καὶ ἀργυρώματα ἤγαγον μεθ᾿ ἑαυτοῦ καὶ ἄλλουϲ χρυϲοῦϲ χιλίουϲ τετρα- κοϲίουϲ, καὶ ϲυναγαγὼν πάντα διὰ μηνῶν τριῶν ἐπανέ- πλευϲα φθάϲαϲ δι᾿ ἡμερῶν δέκα δύο εἰϲ τὸ ἐμπόριον Ἀϲκάλωνοϲ, κἀκεῖθεν μιϲθωϲάμενοϲ κτήνη καὶ ταῦτα φορτώϲαϲ ἀνῆλθον εἰϲ τὴν ἁγίαν πόλιν. εὐθέωϲ δὲ ὡϲ ἐθεάϲατό με ὁ τριϲμακάριοϲ, περιεπτύξατό με μετὰ χαρᾶϲ καὶ δακρύων (δύναται καὶ χαρὰ κινῆϲαι δάκρυον), ἐγὼ δὲ αὐτὸν οὐκ ἔγνων· εἶχεν γὰρ τὸ ϲῶμα ἐρρωμένον ϲφόδρα καὶ τὴν ὄψιν ἐρυθράν. ἀνεκύλιον δὲ τοὺϲ ἐμοὺϲ ὀφθαλμοὺϲ πυκνῶϲ αὐτῷ ἐνορῶν, αὐτὸϲ δὲ νοήϲαϲ καὶ ὑπομειδιάϲαϲ χαριέντωϲ ἔφη· Μὴ θαυμάϲῃϲ, ἀδελφὲ Μάρκε, ὁρῶν με ὑγιῆ καὶ ἐρρωμένον, ἀλλὰ μάθε τὴν αἰτίαν τῆϲ ὑγείαϲ καὶ τότε ὑπερθαύμαϲον τὴν ἄφατον φιλανθρωπίαν τοῦ Χριϲτοῦ, πῶϲ τὰ ἀπηλπιϲμένα τοῖϲ ἀνθρώποιϲ παῤ αὐτῷ εὐδιόρθωτα τυγχάνει. ἐγὼ δὲ παρεκάλουν αὐτὸν εἰπεῖν μοι τὴν αἰτίαν τῆϲ ὑγείαϲ καὶ πῶϲ τοιοῦτο πάθοϲ περιέγραψεν. ὃ δέ μοι ἀπεκρί- νατο· Πρὸ ἡμερῶν περί που τεϲϲαράκοντα ἐμοῦ ὄντοϲ ἐν τῇ ἀγρυπνίᾳ τῆϲ ἁγίαϲ κυριακῆϲ κατέϲχεν με ἄφατοϲ ὀδύνη τοῦ ἥπατοϲ, καὶ μὴ φέρων τὴν ἀλγηδόνα ἀπελ- [*](1 θεϲαλονίκην B ἐμφανήϲαϲ B 4 αἰϲθήματα B 6 μει- νῶν B 7 ἐμπορίον B 8 ἀϲκαλῶνοϲ B 11 νικῆϲαι BV corr. Ha 14 πυκνὸϲ V 15 ὑπομηδιάϲαϲ BV corr. Ha.) [*](χαριεντὸϲ B 17 ὑγίαϲ BV constanter, corr. Ha 18 ἀπ- ελπιϲμένα BV corr. Ha 19 ἐνδιόρθωτα B rad. corr. V 21 τοι- ούτω BV corr. Ha 22 ὄντωϲ V corr. v 24 τὴν ἀλγιδόνα B (τὸν) V corr. v)
8
θὼν | ἀνεκλίθην πληϲίον τοῦ ἁγίου κρανίου κεὶ ἐκ τῆϲ πολλῆϲ ὀδύνηϲ ἐγενόμην ὡϲ ἐν ἐκϲτάϲει, καὶ ὁρῶ τὸν ϲωτῆρα καθηλωμένον ἐν ϲταυρῷ καὶ ἕνα τῶν λῃϲτῶν ϲὺν αὐτῷ κρεμάμενον ἐν ἄλλῳ ϲταυρῷ, καὶ ἄρχο κράζειν καὶ λέγειν τὴν φωνὴν τοῦ λῃϲτοῦ· ῾ μνήϲθητί μου, κύριε, ὅταν ἔλθῃϲ ἐν τῇ βαϲιλείᾳ ϲου’. καὶ ἀπο- κριθεὶϲ ὁ ϲωτὴρ λέγει τῷ κρεμαμένῳ λῃϲτῇ· Κάτελθε ἐκ τοῦ ϲταυροῦ καὶ ϲῷϲον ἐκεῖνον τὸν ἀνακείμενον ὥϲπερ καὶ ϲὺ ἐϲώθηϲ. καὶ κατελθὼν ὁ λῃϲτὴϲ ἐκ τοῦ ϲταυροῦ περιέλαβέν με καὶ κατεφίληϲεν καὶ προτείναϲ τὴν δεξιὰν ἀνέϲτηϲέν με λέγων Ἐλθὲ πρὸϲ τὸν ϲωτῆρα. καὶ εὐθέωϲ ἀνέϲτην καὶ ἔδραμον πρὸϲ αὐτόν, καὶ ὁρῶ αὐτὸν καταβάντα ἐκ τοῦ ϲταυροῦ καὶ λέγοντά μοι· Λάβε τὸ ξύλον τοῦτο καὶ φύλαξον· καὶ λαβὼν τὸ αὐτὸ τίμιον ξύλον καὶ βαϲτάϲαϲ εὐθέωϲ ἦλθον εἰϲ ἐμαυτὸν ἀπὸ τῆϲ ἐκϲτάϲεωϲ, καὶ ἐξ αὐτῆϲ τῆϲ ὥραϲ οὐκέτι μοι ὀδύνη ἐγένετο, οὐδὲ ὁ τόποϲ τοῦ πάθουϲ δῆλόϲ ἐϲτιν. ἐγῶ δὲ ταῦτα ἀκούϲαϲ ὑπερεθαύμαϲα καὶ ἐδόξαϲα τὸν θεὸν τὸν ἀεὶ ἔλεοϲ ποιοῦντα τοῖϲ ἐπικαλουμένοιϲ αὐτόν, πολλῷ δὲ πλέον τοῖϲ γνηϲίωϲ καὶ εἰλικρινῶϲ δεομένοιϲ αὐτοῦ.

ἐξ ἐκείνου δὲ περιϲϲότερον οἰκονομήθην εἰϲ τὸν ἄν- δρα (ὄντωϲ γὰρ αὐτὸν εἶχον δοῦλον θεοῦ), καὶ ἀποκατα- ϲτήϲαϲ αὐτῷ πάντα ὅϲα ἐνήνοχα ἔμεινα παρ’ αὐτῷ ἐξ- υπηρετούμενοϲ αὐτῷ καὶ ἀπολαύων τῶν πνευματικῶν αὐτοῦ λόγων· ὄντωϲ γὰρ ἦν ἄμεμπτοϲ ἄνθρωποϲ, πρα ότατοϲ, ἐλεήμων, ἔχων καὶ τὸ διακριτικὸν τῆϲ θείαϲ [*]( Luc. 23, 42) [*](1 B 19 πολλῶν B πολλῷ δὲ . . . . αὐτοῦ om. V 20 αὐτὸν B 21 ᾠκονομήθην v 23 ἐνίνοχα BV corr. v 25 αὐτῶν B πρα- ώτατοϲ BV corr. v διακριτηκὸν BV -κρητι- v corr. Ha)

9
γραφῆϲ καὶ διαλύων τὰ ἐν αὐτῇ διαπορούμενα εἰ καί τιϲ ἄλλοϲ (ἀλλ’ οὐδὲ τῆϲ ἔξωθεν παιδείαϲ ἦν ἄμοιροϲ), ἀπαντῶν καὶ ἀποϲτομίζων ἀνθρώπουϲ ἀπίϲτουϲ καὶ κακο- πίϲτουϲ, φιλόπτωχο, ϲυμπαθητικόϲ, ἐγγὺϲ ἔχων τὸ δά- κρυον, γέρονταϲ τιμῶν ὡϲ πατέραϲ, νεωτέρουϲ ὡϲ ἀδελ- φούϲ, παιδία ὡϲ τέκνα, ἤπιον καὶ ταπεινὸν ἔχων τὸ ἦθοϲ καὶ τὸν λόγον οὐκ ἐν προϲποιήϲει 〈ἀλλ’ ἐν πίϲτει〉 καὶ ἀληθείᾳ (οὔτε γὰρ ἦν δόλοϲ ἐν αὐτῷ), ϲωφρονέ- ϲτατοϲ ὡϲ αὐτὸν φθάϲαι τὴν τελείαν ἀπάθειαν, ἀόρ- τητοϲ, ἀμνηϲίκακοϲ, μὴ ϲυγχωρῶν τὸν ἥλιον δῦναι ἐπὶ τῷ παροργιϲμῷ αὐτοῦ, πάντα ἔχων τὰ πάθη νεκρὰ πλὴν τοῦ θυμοῦ ὃν ἐκίνει κατὰ τῶν ἐχθρῶν τῆϲ πίϲτεωϲ. λαβὼν δὲ παρ’ ἐμοῦ τὰ χρήματα καὶ τὰ ἄλλα ἃ ἤνεγκα καὶ πωλήϲαϲ τά τε ἐϲθήματα καὶ ποιήϲαϲ τὸ πλεῖϲτον τοῦ ἀργυρίου τίμια ϲκεύη τὰ λοιπὰ εἴϲω ὀλίγου χρόνου δέδωκεν τοῖϲ δεομένοιϲ, οὐ μόνον ἐν τῇ ἁγίᾳ πόλει, ἀλλὰ καὶ ἐν ἄλλαιϲ πόλεϲι καὶ κώμαιϲ καὶ μοναϲτηρίοιϲ, μάλιϲτα τοῖϲ οὖϲιν ἐν Αἰγύπτῳ· πολὺ γὰρ ἦν πτωχὰ τὰ ἐκεῖϲε μοναϲτήρια. ἀλλὰ καὶ τοῖϲ ξένοιϲ τοῖϲ ἐνδημοῦϲιν δεύτεροϲ Ἀβραὰμ ἐγένετο. ὅθεν καὶ βραχυτάτου χρόνου πᾶϲαν τὴν περιουϲίαν αὐτοῦ διέδωκεν, ὡϲ αὐτὸν δεη- θῆναι τῆϲ ἐφημέρου τροφῆϲ. ἐπέδωκεν οὖν ἑαυτὸν εἰϲ τὴν τοῦ ϲκυτοτόμου τέχνην, πλύνων βύρϲαϲ καὶ ῥάπτων, [*](5 cf. ad Tim. I 5, 1 8 cf. Ev. loan. 1, 48 10 cf. ad Ephes. 4, 26 20 cf. Gen. 18, 5 s.) [*](1 διαπορευόμενα BV corr. Ha 2 παιδίαϲ BV corr. v 3 ἀνθρώπουϲ om. B 8 ἀλλ’ ἀληθείᾳ Ha 11 ἔχον B 12 ἐκεῖνη B ἐκ[ί]νει c. ras. V 14 πολήϲαϲ B f. τά τε ἐϲθή- ματα 〈καὶ ἀργυρώματα〉 πλῆϲτον B 15 ἀργύρου V ἴϲω B εἰϲ V (ἐντὸϲ M) 16 f. διέδωκεν (διένειμε M) 17 ἀλλὰ καὶ om. B 21 αὐτοῦ: αὑτοῦ V 23 ράπτον B)
10
εἰϲ πάντα μιμηϲάμενοϲ τὸν θεῖον ἐκεῖνον ἀπόϲτολον τὸν μὴ βουληθέντα δωρεὰν φαγεῖν ἄρτον, καίτοι δυνάμενοϲ ἐξ ἄλλου ἐργοχείρου τὴν τροφὴν πορίϲαϲθαι, ἀλλ’ εἰϲ πάντα ἠβουλήθη μιμητὴϲ γενέϲθαι τοῦ εἰρημένου ἀοιδί- μου ἀνδρὸϲ ἔν τε κακουχίαιϲ καὶ πόνοιϲ καὶ διωγμοῖϲ καὶ κινδύνοιϲ θαλάϲϲηϲ καὶ ἐπαναϲτάϲεϲιν ἐθνῶν. κἀγὼ δὲ παρεκάλουν αὐτὸν κοινὸν βίον ζῆν ἅμα ἐμοί (ἦν γάρ μοι καὶ περιϲϲεία ἐκ τοῦ ἐμοῦ ἐπιτηδεύματοϲ), ὃ δὲ οὐκ ἠνέϲχετο λέγων· ‘οὐδὲν εἰϲηνέγκαμεν εἰϲ τὸν κόϲμον, οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα’. καὶ πάλιν ἔλεγεν· ‘εἴ τιϲ οὐκ ἐργάζεται, μηδὲ ἐϲθιέτω’. ἐγὼ δὲ παρρηϲιαϲθεὶϲ εἶπον πρὸϲ αὐτόν· Διὰ τί οὖν ὅτε ἠυπόρειϲ οὐκ εἰρ- γάζου οὔτε ἐμοὶ ϲυνεχώρειϲ ἐργάζεϲθαι; ὃ δέ μοι ἀπε- κρίθη· Τὸ πρότερον ὃ εἰργαζόμην μεῖζον ἦν καὶ πολυ- πλάϲιον τοῦ νῦν ἔργου· τὸ μὲν γὰρ νῦν ἕνα ἢ δεύτερον τρέφει, τὸ δὲ πρότερον μυριάδαϲ ἔτρεφεν, οὐ μόνον δὲ τὰ πλήθη ἐκεῖνα, ἀλλὰ καὶ πνευματικὴν τροφὴν τῇ ψυχῇ τῇ ἐμῇ ἐχορήγει.

τούτων οὕτωϲ ἐχόντων ἀκούϲαϲ τοῦ ὀνόματοϲ καὶ τῆϲ πολιτείαϲ τοῦ ὁϲίου Πορφυρίου ὁ τὴν ἱερωϲύνην ἔχων τὴν τῶν ἁγίων τόπων Πραΰλιοϲ μεταπεμψάμενοϲ αὐτὸν μετὰ πολλῆϲ ἀνάγκηϲ ἐχειροτόνηϲεν εἰϲ τὴν τοῦ πρεϲβυτέρου τάξιν, οὐ μὴν ἀλλὰ καὶ τὴν παραφυλακὴν τοῦ τιμίου ξύλου τοῦ ϲταυροῦ ἐνεπίϲτευϲεν αὐτῷ. τότε [*](1 ad Thess. II 3, 8 9 ad Tim. I 6, 7 10 ad Thess. II 3, 10) [*](1 ἀπόϲτολων B 3 ἐξ ἄλου B πορήϲαϲθαι B V corr. Ha 4 μημητὴϲ B ἀοιδίμου εἰρημένου V ἀοιδήμου B 8 περιϲϲία V 9 εἰϲενέγκαμεν BV corr. Ha 16 τρέφῃ B) [*]( ἐχορήγη B 21 τὴν om. V)

11
ἔγνωμεν ὅτι ἀπέβη αὐτῷ τὰ ἐν τῇ ἐκϲτάϲει, ὅτε ἑώρακεν τὸν κύριον ἐν τῷ ϲταυρῷ καὶ τὸν λῃϲτὴν ϲὺν αὐτῷ, τὸν δεϲπότην δὲ λέγοντα· Λάβε, φύλαξόν μοι τοῦτο τὸ ξύλον. ἦν δὲ ὁ μακάριοϲ Πορφύριοϲ ὅτε τὴν χει- ροτονίαν ἔλαβεν ὡϲ ἐτῶν τεϲϲαράκοντα πέντε. ἀξιωθεὶϲ οὖν ταύτηϲ τῆϲ τιμῆϲ οὐκ ἐνήλλαξεν τὸ πρότερον ἔθοϲ, ἀλλ’ ἔμεινεν ἐν τῇ ἀϲκητικῇ κακοπαθείᾳ, ἐν νηϲτείαιϲ καὶ ἀγρυπνίαιϲ. ἡ δὲ τροφὴ ἦν αὐτῷ ἄρτοϲ ῥυπαρὸϲ καὶ λάχανα, καὶ ταῦτα μετὰ δύϲιν ἡλίου, ταῖϲ δὲ ἄλλαιϲ ἁγίαιϲ ἡμέραιϲ ἕκτην ὥραν ἤϲθιεν λαμβάνων καὶ ἐλαίου καὶ τυροῦ καὶ βρεκτῶν ὀϲπρίων· μετελάμβανεν δὲ καὶ ἑνὸϲ ποτηρίου οἴνου κεκεραϲμένου, καὶ τοῦτο διὰ τὴν κακοπραγίαν τῶν ϲπλάγχνων. ταύτην τὴν διαγωγὴν καὶ τὸν κανόνα ἔμεινεν φυλάττων τὸν πάντα χρόνον τῆϲ αὐτοῦ ζωῆϲ.

μετὰ δὲ τριετῆ χρόνον τοῦ χειροτονηθῆναι αὐτὸν ϲυμβαίνει τὸν ἐπίϲκοπον τῆϲ προλελεγμένηϲ πόλεωϲ Γάζηϲ ἐξελθεῖν τοῦ βίου Αἰνείαϲ ἦν οὗτοϲ, ἐλάχιϲτον χρόνον ἐπιϲκοπήϲαϲ. πρὸ δὲ Αἰνείου Εἰρηνίων ἦν, ὃϲ καὶ αὐτὸϲ ϲυμπολίτηϲ γέγονεν τῶν ἀγγελικῶν δυνάμεων· οὗ τοὺϲ ἐπαίνουϲ ἀδύνατον ἐν παρεκβάϲει γραφῆναι, ἀλλ’ ἰδικῆϲ ἐχρῆν πραγματείαϲ εἰϲ τὸ ϲυντάξαι τὸν βίον τοῦ εἰρημένου ἀοιδίμου Εἰρηνίωνοϲ, ἄλλοιϲ δὲ ϲυγγρα- φεῦϲιν παραχωροῦμεν τοῖϲ ἀκριβῶϲ ἐπιϲταμένοιϲ τὸν ἐκείνου βίον. κοιμηθέντοϲ οὖν τοῦ προλεχθέντοϲ ὁϲίου [*](12 cf. ad Tim. I 5, 23) [*](3 λέγωνταο B 4 χει[ρ]οτονίαν c. ras. V 9 ἄλλαιϲ del. Eb. at cf. 81, 16 10 ἴϲθιεν BV corr. v λαμβάνον B 11 ὡϲπρίων B 14 κανώνα B 18 αἰνίαϲ V corr. v 19 αἰνίου BV corr. v 20 ϲυμπολίτηϲ ex ϲυνπ- V 23 ἀοιδήμου B)

12
ἀνδρὸϲ ϲυναθροιϲθέντεϲ οἱ τότε ὄντεϲ Χριϲτιανοί, ὀλίγοι. καὶ εὐαρίθμητοι τυγχάνοντεϲ, μετὰ τῶν ἀπὸ τοῦ κλήρου καὶ βουλευϲάμενοι ἐπὶ φανερὰϲ ἡμέραϲ τίνι ἐγχειρίϲαι. τὴν ἐπιϲκοπὴν οὐδὲν ἤνυον, φιλονεικίαϲ κρατηϲάϲηϲ ἐν αὐτοῖϲ, τῶν μὲν βουλομένων τινὰϲ τοῦ κλήρου, ἄλλων δὲ τῶν λαϊκῶν· κατὰ γὰρ τὸν ἀληθῆ λόγον ἦϲάν τινεϲ καὶ ἐν τοῖϲ λαϊκοῖϲ βίῳ καὶ ϲεμνότητι κεκοϲμημένοι. πολλῆϲ οὖν ϲυγχύϲεωϲ γινομένηϲ καὶ μηδενὸϲ εἰϲ ἔργον προβαίνοντοϲ τέλοϲ ϲυνέδοξεν πέντε τῶν κληρικῶν καὶ τοϲούτουϲ τῶν λαϊκῶν ἐμφανῶν ἐξελθεῖν πρὸϲ τὸν μητρο- πολίτην ἀρχιερέα καὶ αἰτῆϲαι αὐτὸν ἐπίϲκοπον, ὃν δἂν ἀποκαλύψῃ αὐτῷ τὸ πνεῦμα τὸ ἅγιον. ἦν δὲ ὁ τὴν ἀρχιερωϲύνην τὸ τηνικαῦτα ἐγκεχειριϲμένοϲ Ἰωάννηϲ, ἀνὴρ καὶ αὐτὸϲ δόκιμοϲ καὶ πάϲῃ ἀρετῇ κεκοϲμημένοϲ. ὡϲ οὖν παρεγένοντο πρὸϲ αὐτὸν οἱ Γαζαῖοι, παρεκάλουν αὐτὸν δοῦναι αὐτοῖϲ ἱερέα δυνατὸν ἔργῳ καὶ λόγῳ ἀντι- τάξαϲθαι τοῖϲ εἰδωλολάτραιϲ. ἀκούϲαϲ δὲ εὐθέωϲ ἐκή- ρυξε νηϲτείαν, καὶ μετὰ τρεῖϲ ἡμέραϲ ἀπεκάλυψεν αὐτῷ ὁ κύριοϲ περὶ τοῦ μακαρίου Πορφυρίου, καὶ γράφει ἐπι- ϲτολὴν τῷ μνημονευθέντι ὁϲίῳ Πραϋλίῳ τῷ ἐπιϲκόπῳ Ἱεροϲολύμων τὸν μακάριον Πορφύριον πέμψαι πρὸϲ αὐτὸν χάριν ζητήματόϲ τινοϲ τῆϲ γραφῆϲ ὀφείλοντοϲ ὑπ’ αὐτοῦ ἐπιλυθῆναι· ἦν γὰρ ἱκανὸϲ ὁ μακάριοϲ πᾶν νομιζόμενον εἶναι δυϲχερὲϲ τῶν τῆϲ θείαϲ γραφῆϲ ἐπι- λῦϲαι, τοῦτο δὲ εἶχεν ἀπὸ χαρίϲματοϲ πνεύματοϲ ἁγίου. [*](4 ἤνοιον BV corr. Ha φιλονικίαϲ B 5 τὸν μὲν B τινὰ coni. Dr τῶν κλήρων. ἄλλουϲ V ἄλλων coniecerat etiam Eb 7 λαϊκοῖϲ Eb κληρικοῖϲ BV 11 αἰτίϲαι B 12 ἀπο- καλύψει B 15 ἀρχιεροϲύνην B τινικαῦτα B 18 τρῆϲ B 19 γράφη B 20 προαυλίῳ B 21 Ἱεροϲολύμων. πραροϲολύ- μων V 22 ὁφίλοντοϲ B 25 -λῦϲαι . . . . χαρίϲματοϲ om. V in)
13
καὶ πιϲτεύϲαϲ τοῖϲ γράμμαϲιν τοῦ μακαρίου Ἰωάννου ὁ θεοφιλὴϲ Πραΰλιοϲ τοῦτον ἀπέλυϲεν, παραγγείλαϲ αὐτῷ περαιτέρω ἑπτὰ ἡμερῶν μὴ χρονίϲαι. ἀκούϲαϲ δὲ ὁ μακάριοϲ Πορφύριοϲ τὴν δύναμιν τῶν γραφέντων ὑπὸ τοῦ ὁϲιωτάτου Ἰωάννου τὸ μὲν πρῶτον ἐθορυβήθη, μετὰ δὲ ταῦτα εἶπεν Τὸ θέλημα τοῦ θεοῦ γενηθήτω. καὶ. προϲκαλεϲάμενόϲ με ἐν τῇ ἑϲπέρᾳ ἐκείνῃ λέγει μοι· Ἀδελφὲ Μάρκε, πορευθῶμεν καὶ προϲκυνήϲωμεν τοὺϲ ἁγίουϲ τόπουϲ καὶ τὸν τίμιον ϲταυρόν· πολὺϲ γὰρ χρόνοϲ ἔχει παρελθεῖν ἕωϲ οὗ πάλιν προϲκυνήϲομεν. ἐγὼ δὲ εἶπον· Διὰ τί | οὕτω λέγειϲ, πάτερ; ὃ δὲ ἀποκριθεὶϲ εἶπεν· Τῇ παρελθούϲῃ νυκτὶ εἶδον τὸν ϲωτῆρα λέγοντά μοι· Τὴν παραθήκην ἣν παρεθέμην ϲοι ἀποκατάϲτηϲον. ζεῦξαι γάρ ϲε θέλω γυναικὶ ταπεινῇ μὲν ἀλλ’ εὐτρόπῳ, ϲὺ δὲ λαμβάνων αὐτὴν κόϲμηϲον, ἵνα ἐπιλάθηται τῆϲ προτέραϲ αὐτῆϲ πτωχείαϲ. εἰ γὰρ καὶ ταπεινὴ τυγχάνει, ἀλλ’ οὐκ ἔϲτιν μου ἀλλοτρία, ἀλλὰ γνηϲία μου ἀδελφή. ϲὺ δὲ παραφύλαξαι ἵνα μὴ ὡϲ ἔχων γυναῖκα καὶ φρον- τίζων οἴκου ἐξ ἀδικίαϲ ἢ βίαϲ ἢ παρανομίαϲ ϲυναγάγῃϲ, ἐπεὶ κἀμὲ παρώργιϲαϲ κἀκείνην λυπεῖϲ· ἀπαρέϲκεται γὰρ καὶ αὕτη τοῖϲ τοιούτοιϲ. ϲὺ δὲ μόνον ἔχε προθυμίαν ἀγαθήν, καὶ πάντα ϲοι χορηγηθήϲεται ὅθεν οὐ προϲ- δοκᾷϲ. ταῦτά μοι ὁ δεϲπότηϲ Χριϲτὸϲ ἐδήλωϲεν ἐν τῇ παρελθούϲῃ νυκτί, καὶ φοβοῦμαι μή πωϲ θέλων ἕξι- [*](6 cf. Matth. 6, 10) [*](ἐπὶ desinit versus, proximum incipit πνϲ, post ἐπὶ add. λύων ἔκ V2 3 χρονῆϲαι B 10 προϲκυνήϲωμεν V 14 ἀλευτρόπω B 15 λαμβάνον B 16 πτωχίαϲ B 18 παραφύλαξε B 19 ϲυναγάγειϲ V 20 παρόργηϲαϲ BV παροργίϲειϲ Ha ἐμὲ παροργήϲαϲ ἐκείνην Dr 22 χωρηγηθήϲεται B)
14
λάϲαϲθαι τὰϲ ἐμὰϲ ἁμαρτίαϲ ἐξιλάϲωμαι καὶ ἄλλων πολ- λῶν. ἀλλ’ ὅμωϲ οὐκ ἔϲτιν ἀντειπεῖν τῷ βουλήματι τοῦ θεοῦ. ταῦτα εἰπὼν ἐπορεύθη, κἀγὼ δὲ ϲὺν αὐτῷ, καὶ. προϲκυνήϲαντεϲ τοὺϲ ἁγίουϲ τόπουϲ καὶ τὸν τίμιον ϲταυρὸν καὶ πολλὰ εὐξάμενοϲ καὶ δακρύϲαϲ ἔθηκεν ἐν τῷ χρυϲῷ γλωϲϲοκόμῳ τὸν τίμιον καὶ ζωοποιὸν ϲταυρὸν καὶ ἀϲφαλιϲάμενοϲ ἐξῆλθεν, καὶ ἀπελθὼν πρὸϲ τὸν μα- κάριον Πραΰλιον τὸν ἐπίϲκοπον παρέδωκεν αὐτῷ τὰϲ κλεῖϲ καὶ λαβὼν εὐχὴν μετὰ παραθέϲεωϲ ἐξῆλθεν. ἐλ- θόντεϲ δὲ εἰϲ τὸ καταγώγιον εὐτρεπιζόμεθα. μιϲθωϲά- μενοι δὲ κτήνη τρία καὶ λαβόντεϲ τὰ ἐνόδια ἐξήλθομεν· τὰ δὲ ἐνόδια ἦν πάντα τὰ ἐν τῷ οἴκῳ. ἦμεν δὲ ἐν τῇ ὁδῷ πέντε, αὐτόϲ τε ὁ μακάριοϲ κἀγὼ καὶ δύο ὀνηλάται καὶ ἄλλοϲ ὑπηρέτηϲ νεώτεροϲ ὀνόματι Βαρωχᾶϲ, ὅντινα εὗρεν ὁ μακάριοϲ πρὸ ὀλίγου χρόνου ἐρριμμένον ἐν τῇ πλατείᾳ ὄντα ἐν ἐϲχάτῳ κινδύνῳ καὶ λαβὼν ϲυνήγαγεν, καὶ ἀναλώϲαϲ πολλὰ εἰϲ αὐτὸν τῇ βοηθείᾳ τοῦ Χριϲτοῦ τοῦτον ὑγιῆ ἐποίηϲεν. ἐξ ἐκείνου οὖν ἔμεινεν παρ’ αὐτῷ ἐξυπηρετούμενοϲ αὐτῷ ἅμα ἐμοί. τὰ δὲ κατὰ τὸν θεο- ϲεβῆ Βαρωχᾶν τοῦ λόγου προϊόντοϲ φράϲω. ὁδεύϲαντεϲ δὲ τῇ ἡμέρᾳ ἐκείνῃ. τῇ ἑξῆϲ ἤλθομεν εἰϲ Καιϲάρειαν. διεδόθη δὲ εἰϲ πᾶϲαν τὴν πόλιν ἡ παρουϲία [τῆϲ εἰϲόδου] ἡμῶν· ἦν γὰρ ὀνομαϲτὸϲ ὁ μακάριοϲ διὰ τὸ εἶναι αὐτὸν [*](15) φιλόπτωχον. ὡρμήϲαμεν δὲ εἰϲ τὸν ἐκεῖ ξενῶνα. ἀκοῦ- [*]( ἐξιλάϲομαι BV corr. Ha πολῶν B 2 ἀντιπεῖν BV corr. Ha 4 προϲκυνήϲαντεϲ legit etiam M ‘f. προϲκυνήϲαϲ’ Ha 5 δακ✶κρύϲαϲ B 6 χρυϲϲῶ B τὸν . . . ϲταυρὸν (f. spuria) om. B 11 λαβώντεϲ B ἐξήλθωμεν V 14 βαρωχὰϲ BV semper fere, βαροχὰϲ P, βαρουχᾶϲ M constanter 15 ἐριμμένον B ἐρριμένον V 17 Χριϲτοῦ: θεοῦ V 20 βαραχὰν BV corr. Ha) [*](22 [τῆϲ εἰ]ϲόδου c. ras. V 24 ὁρμήϲαμεν BV corr. v )
15
ϲαϲ δὲ ὁ μακάριοϲ Ἰωάννηϲ ὁ ἀρχιεπίϲκοποϲ δρομαῖοϲ παρεγένετο πρὸϲ ἡμᾶϲ, καὶ ἀϲπαϲάμενοι ἀλλήλουϲ καὶ εὐξάμενοι μικρὸν ἐκάθιϲαν. εἶπεν δὲ αὐτῷ ὁ ἀρχιεπί- ϲκοποϲ· Ἀνάϲτα, ἀδελφέ, διὰ τὸν κύριον καὶ γεῦϲαι μετ’ ἐμοῦ, ἵνα ταχέωϲ ἀναϲτῶμεν εἰϲ τὴν ἀγρυπνίαν τῆϲ ἁγίαϲ κυριακῆϲ. ὀψὲ γὰρ ϲαββάτῳ εἰϲήλθομεν. ὁ δὲ μακάριοϲ Πορφύριοϲ παρε|κάλει αὐτὸν ϲυγχωρῆϲαι αὐτῷ τὴν ἑϲπέ- ραν διὰ τὸν κόπον τῆϲ ὁδοῦ· ἔλεγεν δὲ μετὰ τὸν πρῶ- τον ὕπνον ἀνίϲταϲθαι εἰϲ τὴν ἀγρυπνίαν. ὡϲ δὲ οὐκ ἐπείϲθη ὁ ἀρχιεπίϲκοποϲ, ἀναϲτὰϲ ὁ μακάριοϲ ϲυνεπο- ρεύθη αὐτῷ λαβὼν κἀμέ (τὸν γὰρ ἀδελφὸν Βαρωχᾶν εἰάϲαμεν ἐν τῷ ξενῶνι ἐγγὺϲ τῶν ἱματίων), καὶ προ- τραπέντεϲ παρ’ αὐτοῦ ἐδειπνήϲαμεν. πολλὰ δὲ ὁμιλή- ϲαντεϲ πνευματικὰ καὶ μικρὸν ὑπνώϲαντεϲ ἀνέϲτημεν εἰϲ τὴν ἀγρυπνίαν. τῇ δὲ νυκτὶ ἐκείνῃ μεταπέμπεται ὁ μα- κάριοϲ Ἰωάννηϲ τοὺϲ Γαζαίουϲ καὶ λέγει αὐτοῖϲ· Ἕτοιμοι ἔϲεϲθε ἐπὶ τὴν ἔξοδον· ϲήμερον γὰρ τὸν ἱερέα ὑμῶν λαμβάνετε, ἄνδρα ὃν ἀπέδειξεν ὁ κύριοϲ, ἄμεμπτον, θεο- φιλῆ, ζέοντα τῇ πίϲτει. πρωίαϲ δὲ γενομένηϲ ἁρπά- ϲαντεϲ τὸν μακάριον ἐχειροτόνηϲαν ἐπίϲκοπον Γάζηϲ. πολλὰ δὲ ἐδάκρυϲεν καὶ οὐκ ἦν κόροϲ τῶν δακρύων αὐτοῦ· ἔλεγεν γὰρ ἑαυτὸν ἀνάξιον εἶναι τῆϲ τοιαύτηϲ ἱερωϲύνηϲ. μόλιϲ δὲ παρακληθεὶϲ παρά τε τῶν Γαζαίων καὶ τῶν ἐκεῖ εὑρεθέντων Χριϲτιανῶν ἡϲύχαϲεν. ποιή- [*](1 δρομέωϲ BV -μαι- v corr. Us cf. 79, 11 3 ἐκάθηϲαν BV corr. 6 εἰϲήλθωμεν BV corr. v 7 αὐτῷ: αὐτὸν BV corr. v) [*](10 ἐπίϲθη B 11 ἀδελφῶν B 12 ἰάϲαμεν B ἐάϲαμεν V corr. Ha ξενεῶνι B 14 ὑπνόϲαντεϲ B 17 ἔϲεϲθαι BV corr. Ha ‘f. ἐϲτὲ Us 18 λαμβάνεται B ἄμεμπτον . . . . πίϲτει om. V θεοφιλεῖ B 22 ἐαυτ✶ὸν V 23 γαζέων BV et sic saepius, ϲorr. Ha)
16
ϲαντεϲ δὲ τὴν ἁγίαν λειτουργίαν τῆϲ κυριακῆϲ πάλι προετράπημεν γεύϲαϲθαι μετὰ τοῦ ἀρχιεπιϲκόπου. ἐπέ- τρεψεν δὲ ἡμῖν τὴν ταχίϲτην ἐξελθεῖν, καὶ ποιήϲαντεϲ ἄλλην μίαν ἡμέραν ἐξήλθομεν. ἐκοιμήθημεν δὲ εἰϲ Διόϲ- πολιν κἀκεῖθεν νυκτερεύϲαντεϲ ὀψὲ βράδιον εἰϲήλθομεν εἰϲ Γάζαν πολλὰ κοπωθέντεϲ καὶ θλιβέντεϲ. ἡ δὲ αἰτία τῆϲ θλίψεωϲ αὕτη ἐτύγχανεν. πληϲίον Γάζηϲ κῶμαι τυγ- χάνουϲι παρὰ τὴν ὁδὸν αἵτινεϲ ὑπάρχουϲι τῆϲ εἰδωλο- μανίαϲ. ἐκ ϲυνθήματοϲ οὖν οἱ τούτων οἰκήτορεϲ κατ- ἐϲτρωϲαν πᾶϲαν τὴν ὁδὸν ἀκάνθων καὶ ϲκολόπων, ὥϲ τιναϲ μὴ δύναϲθαι παρελθεῖν, ἐξέχεαν δὲ βόρβορον καὶ. ἐκάπνιζον ἄλλα δυϲώδη, ὥϲτε ἡμᾶϲ ἐκ τῆϲ δυϲωδίαϲ πνί- γεϲθαι καὶ περὶ τὴν ὅραϲιν κινδυνεύειν. μόλιϲ οὖν δια- ϲωθέντεϲ περὶ τρίτην ὥραν νυκτερινὴν εἰϲήλθομεν εἰϲ τὴν πόλιν. τοῦτο δὲ τὸ δυϲχερὲϲ ἀπὸ προϲβολῆϲ δαι- μονικῆϲ ὑπήντηϲεν τῷ μακαρίῳ. ἀλλ’ οὐκ ἐδυϲχέρανεν ἐνόμιϲεν γὰρ τὴν ἐνέδραν τοῦ διαβόλου ὅτι ἠθέληϲεν ἐκ τῆϲ αὐτοῦ εἰϲόδου ἀποϲτρέψαι τὸν δίκαιον. ὡρμή- ϲαμεν δὲ εἰϲ τὸ ἐπιϲκοπεῖον, ὃ ἔκτιϲεν ὁ προονομαϲθεὶϲ ἐν ἁγίοιϲ Εἰρηνίων ὁ ἐπίϲκοποϲ μετὰ καὶ τῆϲ ἁγίαϲ ἐκ- κληϲίαϲ τῆϲ καλουμένηϲ Εἰρήνηϲ. τὸ δὲ ὄνομα λέγουϲιν αὐτὴν ἔχειν κατὰ δύο τρόπουϲ. φαϲὶν γὰρ οἱ ἀπὸ Γάζηϲ ὅτε παρελήφθη ἡ πόλιϲ ὑπὸ Ἀλεξάνδρου τοῦ Μακεδόνοϲ κατά τινα ϲύμβολον ἐκεῖ καταπαῦϲαι τὸν πόλεμον, καὶ. ἐξ ἐκείνου καλεῖϲθαι τὸν τόπον Εἰρήνην. τοῦτον τὸν τόπον εὑρὼν ὁ μακάριοϲ Εἰρηνίων τιμώμενον ὑπὸ τῶν [*](7 αὔτη B 2 κατέϲτροϲαν B 11 f. τινα cl. 41, 7) [*](17 εἰθέληϲεν V corr. v 18 ὁρμήϲαμεν BV corr. v 19 ἐπι- ϲκοπίον B V corr. v δϲ ἔκτηϲεν B προο[ν]ομαϲθεῖϲ c. ras. V) [*](22 φαϲὶ V 23 κατελήφθη Eb 24 καταπαύϲαϲθαι Eb -παῦϲαι legit etiam M 26 εἰρηναίων V)
17
Γαζαίων ἐν αὐτῷ ἔκτιϲεν τὴν ἐκκληϲίαν. εἴτε οὖν διὰ τὰ προλελεγμένα εἴτε διὰ τὸ ὄνομα τοῦ κτίϲτου ἔμεινεν οὕτω καλουμένη ἕωϲ τοῦ νῦν. ἐκεῖ οὖν ὡρμήϲαμεν εἰϲ τὸ παῤ αὐτοῦ κτιϲθὲν μικρότατον ἐπιϲκοπεῖον.

τῷ δὲ ἐνιαυτῷ ἐκείνῳ ϲυμβαίνει ἀνομβρίαν γενέϲθαι καὶ ἐπέγραφον πάντεϲ οἱ ἀπὸ τῆϲ πόλεωϲ τὸ πρᾶγμα τῇ εἰϲόδῳ τοῦ μακαρίου, λέγοντεϲ ὅτι Ἐχρηματίϲθη ἡμῖν ὑπὸ τοῦ Μάρνα, ὅτι κακοπόδινόϲ ἐϲτιν ὁ Πορφύ- ριοϲ τῇ πόλει. ὡϲ δὲ ἐπέμενεν μὴ βρέχων ὁ θεὸϲ τὸν παῤ αὐτοῖϲ πρῶτον μῆνα καλούμενον Δῖον, ἔτι δὲ καὶ τὸν δεύτερον Ἀπελλαῖον, πάντεϲ ἐθλίβοντο. ϲυναχθέντεϲ δὲ οἱ τῆϲ εἰδωλομανίαϲ εἰϲ τὸ Μαρνεῖον, πολλὰϲ θυϲίαϲ καὶ εὐχὰϲ ἐποίουν τούτου ἕνεκεν· ἔλεγον γὰρ τὸν Μάρ- ναν κύριον εἶναι τῶν ὄμβρων, τὸν δὲ Μάρνᾶν λέγουϲιν εἶναι τὸν Δία. ὡϲ δὲ ἐπέμενον ἡμέραϲ ἑπτὰ λέγοντεϲ ὕμνουϲ καὶ ἐξερχόμενοι ἔξω τῆϲ πόλεωϲ εἰϲ τόπον κα- λούμενον προϲευχῆϲ, ὀλιγωρήϲαντεϲ ἀνεχώρηϲαν ἐπὶ τὰ ἴδια ἔργα μηδὲν ἀνύϲαντεϲ. τούτων οὕτωϲ γενομένων ϲυναχθέντεϲ οἱ Χριϲτιανοὶ μετὰ ἀνδρῶν καὶ γυναικῶν καὶ παιδίων τὸν ἀριθμὸν διακόϲιοι ὀγδοήκοντα παρεκά- λουν τὸν ὅϲιον Πορφύριον ἅμα αὐτοῖϲ ἐξελθεῖν εἰϲ προϲ- ευχὴν καὶ λιτανεῦϲαι περὶ τοῦ καταπεμφθῆναι τοὺϲ ὄμ- βρουϲ· ἤδη γὰρ λιμὸϲ ἐγένετο, καὶ πολλῷ γε πλέον ὅτι ἐπέγραφον τῇ εἰϲόδῳ τοῦ μακαρίου τὴν ἀνομβρίαν πειϲθεὶϲ δὲ ὁ ὅϲιοϲ καὶ κηρύξαϲ νηϲτείαν ἐκέλευϲεν [*](3 ὁρμήϲαμεν BV corr. v 4 ἐπιϲκοπίον BV corr. v 6 ἔγραφον B ἔγγραφον V corr. Ha (τῆ τοῦ πορφυρίου εἰϲόδω τὴν αἰτίαν ἐπέγραφον M) 7 τῆϲ εἰϲόδου BV corr. Ha ἐχρι- ματίϲθη corr. v 8 κακοποδίνοϲ B V 11 ἐπιλλέον BV corr. Henschen ἐπὶ πλέον Ha 12 μαρνῖον B 17 ὀλιγορήϲαν- τεϲ V 18 ἀνοίϲαντεϲ BV corr. v 23 ἥδι B 25 πιϲθπῖϲ B)

18
πάνταϲ ἀφ’ ἑϲπέραϲ ϲυναχθῆναι εἰϲ τὴν ἁγίαν ἐκκληϲίαν, ἵνα ἐκεῖ τὴν ἀγρυπνίαν ἐπιτελέϲωμεν. ἐποιήϲαμεν δὲ δι’ ὅληϲ τῆϲ νυκτὸϲ εὐχὰϲ τριάκοντα καὶ τοϲαύταϲ γονυ- κλιϲίαϲ ἐκτὸϲ χορῶν καὶ τῶν ἀναγνωϲμάτων. πρωίαϲ δὲ γενομένηϲ λαβόντεϲ τὸ ϲημεῖον τοῦ τιμίου ϲταυροῦ, προ- ηγουμένου ἡμῶν ἐξήλθομεν μετὰ ὕμνων ἐπὶ τὴν ἀρχαίαν ἐκκληϲίαν τὴν ἀπὸ δυϲμῶν τῆϲ πόλεωϲ, ἣν λέγουϲι κτί- ζειν τὸν ἁγιώτατον καὶ μακαριώτατον Ἀϲκληπᾶν τὸν ἐπίϲκοπον τὸν πολλούϲ διωγμοὺϲ ὑπομείναντα ὑπὲρ τῆϲ ὀρθοδόξου πίϲτεωϲ, οὗτινοϲ ὁ βίοϲ καὶ τὰ ἔργα ἀναγέ- γραπται ἐν τῷ παραδείϲῳ τῆϲ τρυφῆϲ. γενόμενοι οὖν ἐν τῇ εἰρημένῃ ἐκκληϲίᾳ κἀκεῖ εὐχὰϲ τοϲαύταϲ ἐποιή- ϲαμεν, κἀκεῖθεν ἐξελθόντεϲ ἐπορεύθημεν ἐπὶ τὸ ἅγιον μαρτύριον τοῦ ἐνδόξου μάρτυροϲ Τιμοθέου, ἐν ᾧ ἀπό- κεινται καὶ ἄλλα λείψανα Μαΐουροϲ μάρτυροϲ καὶ Θεῆϲ ὁμολογητρίαϲ, κἀκεῖ τοϲαύταϲ εὐχὰϲ καὶ γονυκλιϲίαϲ ποιή- ϲαντεϲ ὑπεϲτρέψαμεν εἰϲ τὴν πόλιν, ποιήϲαντεϲ ἐν τῇ ὁδῷ τρεῖϲ εὐχὰϲ καὶ τρεῖϲ γονυκλιϲίαϲ. γενόμενοι δὲ περὶ τὴν πόλιν εὕραμεν αὐτὴν κεκλειϲμένην (ἦν δὲ ὥρα ἐνάτη)· οἱ γὰρ τῆϲ εἰδωλομανίαϲ βουλόμενοι διαϲκεδάϲαι. τὸν λαὸν τοῦτο πεποιήκαϲιν, ἵνα μὴ πληρώϲωμεν τὴν λιτάνειον. ὡϲ δὲ ἐμείναμεν ὥραϲ δύο πρὸ τῆϲ πύληϲ καὶ οὐδεὶϲ ὁ ἀνοίγων, ὁρῶν ὁ θεὸϲ τὴν ὑπομονὴν | τοῦ λαοῦ καὶ τὰϲ οἰμωγὰϲ καὶ τὰ ἄφατα δάκρυα, μάλιϲτα τοῦ ὁϲίου ἀνδρόϲ, ϲπλαγχνιϲθεὶϲ ὡϲ ἐπὶ τοῦ μεγάλου [*](25 Reg. lll 18, 45) [*](3 γονυκληϲίαϲ B V constanter, corr. Ha 5 [τιμί]ου c. ras. V προηγουμένων Ha 6 ἐξήλθωμεν BV corr. v 7 κτίζειν: κτίϲαι Eb 8 ἀϲκλιπὰν V 15 Θεῆϲ: cf. Mart. Rom. 19 dec. ‘Gazae in Palaestina passio sanctarum Meuris et Theae’ θεᾶϲ Ha Θέκλαϲ Eb) [*](19 κεκλιϲμένην B 22 λιτάνιον BV λιτανείαν Ha 25 ϲπλαγ- χνηϲθῆϲ B)
19
Ἠγλίου τοῦ προφήτου κινεῖ ἄνεμον νότον, καὶ γίνεται ϲυννεφὴϲ ὁ οὐρανὸϲ καὶ ἄρχονται ἀϲτραπαὶ καὶ βρονταὶ γίνεϲθαι ἄμα τῷ δῦναι τὸν ἥλιον καὶ καταφέρεται πολὺϲ ὄμβροϲ, ὡϲ νομίζεϲθαι ϲταγόναϲ μὴ εἶναι, ἀλλὰ χάλαζαν ἀπ’ οὐρανοῦ καταφέρεϲθαι. ἡμεῖϲ δὲ ἀπὸ πολλῆϲ χαρᾶϲ ϲχεδὸν οὐκ ῇϲθόμεθα ἀλλήλουϲ γὰρ ἦμεν περιπτυξά- μενοι. τινὲϲ δὲ τῶν Ἑλλήνων θεαϲάμενοι ὅϲα ἐποίηϲεν ἡμῖν ὁ θεὸϲ θαύματα, πιϲτεύϲαντεϲ ἤνοιξαν τὴν πύλην καὶ ϲυνεμίγηϲαν ἡμῖν βοῶντεϲ· Ὁ Χριϲτὸϲ μόνοϲ θεόϲ, αὐτὸϲ μόνοϲ ἐνίκηϲεν. ϲυνῆλθον δὲ ἡμῖν εἰϲ τὴν ἁγίαν ἐκκληϲίαν, κἀκεῖθεν ἀπέλυϲεν αὐτοὺϲ ὁ μακάριοϲ μετ’ εἰρήνηϲ ϲψραγίϲαϲ τῇ τοῦ Χριϲτοῦ ϲφραγῖδι. ἦϲαν δὲ τὸν ἀριθμὸν ρκζ, ἄνδρεϲ ὡϲ οη καὶ γυναῖκεϲ λε καὶ παιδία ιδ, ἐξ ὧν ἦϲαν κόραι ε. ἡμεῖϲ δὲ ποιήϲαντεϲ τὴν τελείαν εὐχαριϲτίαν ἀνεχωρήϲαμεν ἕκαϲτοϲ μετὰ χαρᾶϲ καὶ εἰρή- νηϲ εἰϲ τὰ ἴδια ἑαυτῶν. τοϲοῦτοϲ δὲ ὄμβροϲ κατηνέχθη τῇ νυκτὶ ἐκείνῃ καὶ ἐν τῇ ἄλλῃ ἡμέρᾳ, ὥϲτε πάνταϲ φο- βηθῆναι ἵνα μὴ ϲυμπτώματα οἴκων γένηται· τὰ 〈γὰρ〉 πλεῖϲτα ἐτύγχανεν ἀπὸ ὠμοπλίνθου. ἐποίηϲεν δὲ βρέ- χων ὁ κύριοϲ ἡμῶν Ἰηϲοῦϲ Χριϲτὸϲ ἀπαύϲτωϲ ἀπὸ τῆϲ ὀγδόηϲ Αὐδυναίου μέχρι τῆϲ δεκάτηϲ. ἔϲτιν δὲ 〈ὁ〉 παρ’ αὐτοῖϲ Αὐδυναῖοϲ Ἰανουάριοϲ μὴν κατὰ Ῥωμαίουϲ, πέντε δὲ ἡμέραϲ προάγουϲιν οἱ κατ’ αὐτοὺϲ μῆνεϲ τοὺϲ Ῥω- μαϊκούϲ. τῇ δὲ ἑνδεκάτῃ ἐπετελέϲαμεν τὴν ἡμέραν τῶν Θεοφανίων τοῦ δεϲπότου Ἰηϲοῦ Χριϲτοῦ μετὰ χαρᾶϲ [*](1 ἡλιοῦ BV corr. Ha κεινεῖ B 3 πολλὺϲ B 4 ϲτα- γῶναϲ BV corr. Ha 2 ϲυνεμήτηϲαν B 12 ϲφραγίδη B 18 ρκζ: κζ V καὶ παιδία ιδ in ras. γυναῖκεϲ λε in marg. B) [*](14 ἦϲαν: ἦν BV corr. Ha ε: ιε B 18 γὰρ add. Ha 19 πλῆϲτα B ὁμοπλήνθου BV corr. v 21 λυδυναίου) [*](BV corr. Ha 22 λυδυναῖοϲ BV corr. Ha)
20
ὑμνοῦντεϲ καὶ εὐχαριϲτοῦντεϲ ἐπὶ πᾶϲιν οἷϲ ἐποίηϲεν ἡμῖν ἡ αὐτοῦ φιλανθρωπία. προϲετέθηϲαν δὲ τῇ τοῦ Χριϲτοῦ ποίμνῃ ἐν αὐτῷ τῷ ἐνιαυτῷ πρὸϲ τοῖϲ ρκζ καὶ. ἄλλοι ρε.

οἱ δὲ τῆϲ εἰδωλομανίαϲ οὐκ ἐπαύοντο ἐνεδρεύοντεϲ τῷ τε μακαρίῳ καὶ τοῖϲ λοιποῖϲ Χριϲτιανοῖϲ. ὅτε γὰρ ἐδράϲϲοντο ἄρχοντοϲ Ἕλληνοϲ, ὑπειϲήρχοντο αὐτῷ, εἴτε διὰ χρημάτων εἴτε διὰ τῆϲ ἀθέου αὐτῶν θρηϲκείαϲ, κα- κῶϲαι τοὺϲ Χριϲτιανούϲ, καὶ ἐκ τούτου οὐχ ἡ τυχοῦϲα θλίψιϲ ϲυνέβαινεν τῷ μακαριωτάτῳ. ϲυνεχῶϲ οὖν νύ- κτωρ τε καὶ μεθ’ ἡμέραν ἐδέετο τοῦ φιλανθρώπου θεοῦ, ἵνα αὐτοὺϲ ἐπιϲτρέψῃ ἐκ τῆϲ πλάνηϲ εἰϲ τὴν αὐτοῦ ἀλήθειαν. ἐπειδὴ δὲ ἀνωτέρω ἐμνήϲθην τοῦ μακαρίου Βαρωχᾶ, τὰ λοιπὰ περὶ αὐτοῦ διηγήϲομαι. οὗτοϲ ἔϲχεν ζῆλον θεϊκὸν ὡϲ εἰ καί τιϲ ἄλλοϲ· πολλὰ γὰρ ὑπέμεινεν χαλεπὰ παρὰ τῶν εἰδωλολατρῶν. ποτὲ γὰρ ἀπελθόντοϲ αὐτοῦ ἕνεκα ἐκκληϲιαϲτικοῦ κανόνοϲ εἰϲ κώμην οὐκ ἄπωθεν τῆϲ πόλεωϲ, ἦν δὲ ὁ τὸν κανόνα χρεωϲτῶν εἰδωλολά|τρηϲ, ἀπαιτούμενοϲ δὲ καὶ βουλόμενοϲ διαϲῦραι εἰϲ ὑπέρθεϲιν, τοῦ θεοϲεβοῦϲ Βαρωχᾶ μὴ ἀναϲχομένου, ἐκ τούτου ἐρεϲχελίαϲ γενομένηϲ μεταξὺ αὐτῶν προϲ- καλεῖται ὁ ἀνόϲιοϲ γεωργόϲ τιναϲ ὁμοίουϲ αὐτοῦ ϲυγκω- μήταϲ, καὶ ἄρχονται τύπτειν ῥοπάλοιϲ τὸν μακάριον Βαρωχᾶν καὶ βαϲτάϲαντεϲ αὐτὸν ἡμιθανῆ ἔρριψαν ἔξω [*](4 ἄλλοιϲ ρε B rad. corr. V (τριάκοντα καὶ πέντε M) 5 εἰ- δωλωμανίαϲ B ἀνεδρεύοντεϲ BV corr. Ha 6 λυποῖϲ B 8 ante διὰ χρημάτων ras. quinque fere litt. capiens B θρη- ϲκίαϲ V 11 ἐδέετω B 12 ἐπιϲτρέψει B 16 χαλαιπὰ B 17 κανώνοϲ B 18 κανώνα B 19 εἰδωλωλάτρειϲ B ἀπετού- μενοϲ BV corr. v διαϲύρε B V corr. v 21 γενομένηϲ V corr. v) [*](22 γεοργόϲ B 23 ῥωπάλοιϲ B V corr. Ha 24 βαρο- χὰν V εἰμιθανῆ B)

21
τῆϲ κώμηϲ εἰϲ τόπον ἔρημον· ἔκειτο δὲ ἐκεῖ ἄφωνοϲ καὶ ἀναίϲθητοϲ. τῇ δὲ ἄλλῃ ἡμέρᾳ κατὰ θεοῦ φιλαν- Θρωπίαν παρέρχεται διὰ τοῦ τόπου ἐκείνου Κορνήλιοϲ ὁ διάκονοϲ μετὰ ἄλλων δύο Χριϲτιανῶν, καὶ εὑρόντεϲ τὸν θεοφιλῆ Βαρωχᾶν καὶ ἐπιγνόντεϲ αὐτόν, βαϲτάϲαν- τεϲ εἰϲήγαγον εἰϲ τὴν πόλιν. ὡϲ δὲ ἐθεάϲαντο αὐτὸν οἱ τῆϲ εἰδωλομανίαϲ βαϲταζόμενον, νομίϲαντεϲ εἶναι νεκρόν, ἐτράπηϲαν εἰϲ μανίαν διὰ τὸ νομίζειν μύϲοϲ εἶναι νεκρὸν εἰϲφέρειν εἰϲ τὴν πόλιν, καὶ ἀπορρή- ξαντεϲ αὐτὸν ἐκ τῶν ὤμων τῶν βαϲταζόντων αὐτὸν ἄρχονται τύπτειν τὸν θεοφιλῆ Κορνήλιον τὸν διάκονον καὶ τοὺϲ δύο Χριϲτιανούϲ, καὶ δήϲαντεϲ ϲχοινίῳ τὸν πόδα τοῦ μακαρίου Βαρωχᾶ εἷλκον αὐτόν. ἐν τοϲούτῳ δὲ ἀπαγγέλλουϲίν τινεϲ τῶν ἀδελφῶν τῷ μακαρίῳ ἐπι- ϲκόπῳ, καὶ θορυβηθεὶϲ προϲκαλεῖταί με καὶ ἄλλουϲ τρεῖϲ ἀδελφοὺϲ παρ’ αὐτῷ εὑρεθένταϲ καὶ λέγει ἡμῖν· Θαρ- ροῦντεϲ, ἀδελφοὶ, δράμετε· καιρὸϲ γάρ ἐϲτιν μαρτυ- ρίαϲ. ὡϲ δὲ ἐφθάϲαμεν τὸν τόπον ὅπου ἔδηϲαν τὸν μακάριον, ϲυνέδραμον οἱ ἀπὸ τοῦ πλήθουϲ, καὶ οἳ μὲν ὕβριζον τὸν ἁγιώτατον ἐπίϲκοπον, ἄλλοι δὲ ὁρῶντεϲ τὴν ὑπομονὴν αὐτοῦ, πῶϲ ὑβριζόμενοϲ οὐκ ὠργίζετο, ἀλλὰ τοὐναντίον παρεκάλει ἕκαϲτον λέγων μὴ οὕτωϲ μιᾶναι καὶ ἐνυβρίϲαι ϲῶμα ὁμοιοπαθέϲ, γίνονται τῆϲ ἡμῶν μερίδοϲ καὶ τρέπονται κατ’ ἀλλήλων ἕωϲ πληγῶν. [*](3 κορνίλιοϲ BV corr. v 4 εὑρ[ό]ντεϲ c. ras. V 5 θεο- φιλε B ἐπιγνῶντεϲ BV corr. Ha 7 εἰδωλωμανίαϲ B νομή- ϲαντεϲ B 9 ἀπορρίξαντεϲ BV corr. Ha 10 βαϲτα✶✶ζόντων B) [*]( θεοφιλεῖ B κορνίλιον BV V corr. Ha 12 ϲχυνίω B om. V 15 θορυβιθεὶϲ B θορυβ[η]θεὶϲ c. ras. V 17 δρά- μεται B 20 ὁρόντεϲ B 21 ὀργίζετο BV corr. v 23 μιᾶ- ναι: μὴ ἄναι B γίνωνται V corr. v)
22
ἡμεῖϲ δὲ θεαϲάμενοι τὴν πολλὴν ϲύγχυϲιν βαϲτάϲαντεϲ τὸν θεοφιλῆ Βαρωχᾶν ἀνεχωρήϲαμεν εἰϲ τὴν ἁγίαν ἐκ- κληϲίαν. ὡϲ δὲ ἐθεαϲάμεθα αὐτὸν ἔτι ἐμπνέοντα, ἐποι- ήϲαμεν αὐτῷ θεραπείαϲ. ἦν δὲ ὑπὲρ αὐτοῦ διὰ τῆϲ ἑϲπέραϲ καὶ τῆϲ νυκτὸϲ εὐχὴ ἐκτενήϲ· ϲυνήχθηϲαν γὰρ πάντεϲ οἱ ἀδελφοί. ὁ δὲ ὅϲιοϲ ἐπίϲκοποϲ οὐκ ἐπαύ- ϲατο δακρύων καὶ δεόμενοϲ τοῦ θεοῦ περὶ αὐτοῦ· ἠπί- ϲτατο γὰρ ὁποῖον εἶχεν ζῆλον θεϊκόν. ὡϲ δὲ εἶδεν ὁ θεὸϲ τὰ δάκρυα τοῦ ὁϲίου ἱερέωϲ καὶ τὰϲ δεήϲειϲ τοῦ λαοῦ (δεύτερον γὰρ Φινεὲϲ εἶχον αὐτὸν κατὰ τῶν εἰδωλολατρῶν), ἐτάχυνεν αὐτῷ τὸ ἔλεοϲ αὐτοῦ, καὶ τῇ νυκτὶ ἐκείνῃ ἀνοίγει τούϲ ὀφθαλμοὺϲ αὐτοῦ, καὶ. ἄρχεται λαλεῖν καὶ αἰτεῖν ποτὸν δοθῆναι αὐτῷ. ἐγὼ δὲ παρακαθήμενοϲ αὐτῷ εὐθέωϲ ἔδραμον ἀπαγγεῖλαι τῷ μακαρίῳ ἐπιϲκόπῳ· ἐκ τῆϲ πολλῆϲ γὰρ χαρᾶϲ ἐληϲμό- νηϲα δοῦναι αὐτῷ ποτόν, παθὼν κἀγὼ τὸ τῆϲ παιδίϲκηϲ τῆϲ ἐπὶ τοῦ μακαρίου | Πέτρου τοῦ ἀποϲτόλου, ὅτε ἀκού- ϲαϲα τῆϲ φωνῆϲ τοῦ ἁγίου Πέτρου ἐκ τῆϲ χαρᾶϲ οὐκ ἤνοιξεν τὴν θύραν, ἀλλὰ ἐάϲαϲα αὐτὸν πρῶτον ἀνήγγειλεν τοῖϲ ἐν τῷ οἴκῳ. τοιοῦτόν τι κἀγὼ ὑπέϲτην. ἀκούϲαϲ δὲ ὁ μακάριοϲ ἐπίϲκοποϲ οὐκ ἐκινήθη ὑπὸ τοῦ πάθουϲ, ἀλλ’ ἔμεινεν ἀντεχόμενοϲ τῶν προϲευχῶν, ἡμεῖϲ δὲ νοήϲαντεϲ τὸ ϲτερρὸν καὶ ἀκλινὲϲ αὐτοῦ ἐάϲαντεϲ αὐτὸν ἀπήλθο- μεν, ἐγώ τε καὶ ὁ θεοφιλὴϲ Κορνήλιοϲ ὁ διάκονοϲ· ϲὺν [*]( cf. Num. 25, 11 17 Act. 12, 14) [*](2 θεοφιλεῖ B 8 ἴδεν B 11 εἰδωλωλατρῶν B 14 ἔδρα- μων B ἀπα[γγ]εῖλαι c. ras. V 15 ἐλιϲμόνηϲα BV corr. v 16 ποτωνὸ 8 17 ἀκούϲαϲ[α τ]ῆϲ c. ras. V 19 ηνυξεν B ἀλλ᾿ V 20 ὑπέϲτιν B 21 ἐνικήθη BV cf. 7, 11 23 τὸ ϲτερὸν . . . ἐάϲαντεϲ bis B ἀπήλθωμεν BV corr. v 24 θεο- φιλεῖϲ B κορνίλιοϲ V corr. v)
23
ἐμοὶ γὰρ παρεκάθητο τῷ μακαρίῳ Βαρωχᾷ. ὡϲ δὲ ἐπλή- ρωϲεν τὰϲ εὐχὰϲ καὶ πᾶϲαν τὴν ἀκολουθίαν ὁ ὁϲιώτατοϲ ἐπίϲκοποϲ, καὶ αὐτὸϲ ἅμα ἡμῖν καθίϲαϲ ἐπηρώτα τὸν θεοϲεβῆ Βαρωχᾶν πῶϲ ἐξ ἀρχῆϲ ἔπαθεν, αὐτὸϲ δὲ πάντα ἡμῖν διηγήϲατο. ἐν δὲ τῷ ἡμᾶϲ βουλεύεϲθαι τί χρὴ ποιεῖν γίνεται ὄρθροϲ καὶ ἰδοὺ ὁ δημεκδικῶν μετὰ τῶν εἰρηναρχῶν καὶ τῶν δύο πρωτευόντων Τιμοθέου καὶ Ἐπιφανίου καὶ ἄλλων πολλῶν ἐλθόντεϲ ἄρχονται κατα- βοᾶν καὶ θορυβεῖν λέγοντεϲ· Διὰ τί εἰϲηγάγετε νεκρὸν ἐν τῇ πόλει τῶν νόμων τῶν πατρίων τοῦτο ἀπαγορευόν- των; ἐν ταὐτῷ δὲ καὶ ὕβριζον τὸν μακάριον ἐπίϲκοπον. ἡμεῖϲ δὲ ἀκούϲαντεϲ τοῦ θορύβου ἐξήλθομεν, καὶ ὡϲ ἐθεάϲαντο ἡμᾶϲ ἄρχονται τύπτειν ἐμὲ καὶ τὸν θεοφιλῆ Κορνήλιον τὸν διάκονον. ὡϲ δὲ διεμαρτυράμεθα τούϲ δημοϲιεύονταϲ, ὁ ὁϲιώτατοϲ ἐπίϲκοποϲ ἐπεϲτόμιζεν ἡμᾶϲ, παρακαλῶν ἕκαϲτον καὶ νουθετῶν μὴ οὕτωϲ ἀλογίϲτωϲ ὀργίζεϲθαι. οἱ δὲ ἄθεοι ὅϲον παρεκαλοῦντο τοϲοῦτον ἐμαίνοντο καὶ ὕβριζον τὸν ὅϲιον ἄνδρα. τοῦ γοῦν θο- ρύβου ἐπιμένοντοϲ ἐνδυναμοῦται ὁ θεοφιλὴϲ Βαρωχᾶϲ καὶ ἐμπιπλᾶται θεϊκοῦ ζήλου καὶ ἀνίϲταται καὶ ἁρπάζει ξύλον καὶ ἄρχεται τύπτειν τοὺϲ παρατυγχάνονταϲ, καὶ. ἐπιπίπτει πᾶϲιν φόβοϲ καὶ ἄρχονται πίπτειν κατ’ ἀλλή- λων φεύγοντεϲ, καὶ ἐπέμενεν καταδιώκων αὐτοὺϲ ἕωϲ τοῦ [*](2 ἀκολουθεῖαν B ὁϲιότατοϲ V corr. v 3 ἐπιρῶτα BV corr. v 5 τὸ BV corr. v βουλεύεϲθε V corr. v 6 ‘ὁ δημεκδικῶν: ὁ ἔκδικοϲ τῆϲ πόλεωϲ, defensor civitatis. v. Phi- lippium in mus. rhen. VIII 508 Ha 7 προτευόντων BV corr. v 2 εἰϲηγάγεται BV corr. v 10 τοῦτο: τὸ B V corr. v) [*](12 ἐξήλθωμεν BV corr. v 13 τ[ύ]πτειν c. ras. V θεο- φιλεῖ B 14 κορνίλιον V corr. v 15 ἐπιϲτόμιζεν V corr. v 17 ὁργίζεϲθε V παρακαλοῦντο B 19 θεοφιλεῖϲ B 20 ζὴ- λο✶υ V 22 πᾶϲι V)
24
τότε Μαρνείου καὶ ἐπαναλύει μετὰ νίκηϲ μεγάληϲ ὁ νέοϲ ἡμῶν Ϲαμψών, καταϲτρώϲαϲ καὶ αὐτὸϲ χιλίουϲ ἀλλο- φύλουϲ. ἐξ ἐκείνου οὖν οἱ τῆϲ εἰδωλομανίαϲ ἐφοβοῦντο αὐτόν, μὴ δυνάμενοι τοῦ ὀνόματοϲ αὐτοῦ ἀκοῦϲαι.

μετὰ δὲ χρόνον ὀλίγον ἠξιώθημεν τῆϲ χειροτονίαϲ τῶν διακόνων ἐγώ τε καὶ ὁ θεοφιλὴϲ Βαρωχᾶϲ, ἐγὼ μὲν πολὺ ἀνάξιοϲ τυγχάνων, ἐκεῖνοϲ δὲ ἀξίωϲ καὶ δικαίωϲ τοῦτο τὸ δῶρον λαβών. ὁρῶν δὲ ὁ ἐν ἁγίοιϲ [πατὴρ ἡμῶν] Πορφύριοϲ τὰ ἀθέμιτα καθ’ ἑκάϲτην γινόμενα ὑπὸ τῶν εἰδωλολατρῶν βουλεύεται ἀποϲτεῖλαί με εἰϲ τὸ Βυ- ζάντιον αἰτῆϲαι τοὺϲ βαϲιλεῖϲ περιαιρεθῆναι τοὺϲ ναούϲ τῶν εἰδώλων· ἔτι γὰρ ἐχρη|μάτιζον ἐν Γάζῃ, μάλιϲτα τὸ καλούμενον Μαρνεῖον. καὶ ποιήϲαϲ γράμματα πρὸϲ τὸν ἁγιώτατον καὶ ὁϲιώτατον [ἐπίϲκοπον] Ἰωάννην τὸ τηνικαῦτα ἐπίϲκοπον Κωνϲταντινουπόλεωϲ, οὗ κλέοϲ καὶ ἔπαινοϲ παρὰ πάντων μνημονεύεται, ἐπλόιϲέν με καὶ δι’ ἡμερῶν κ ἐφθάϲαμεν, καὶ ἀποδοὺϲ τὰϲ ἐπιϲτολὰϲ τῷ μακαρίῳ Ἰωάννῃ ἐδίδαξα αὐτὸν ἐκ ϲτόματοϲ πάντα- εὐθέωϲ δὲ ἀκούϲαϲ ἐμήνυϲεν πρὸϲ Εὐτρόπιον τὸν κου- βικουλάριον τὰ μεγάλα τότε ἰϲχύοντα παρὰ τῷ βαϲιλεῖ Ἀρκαδίῳ, καὶ ἐπαναγνοὺϲ αὐτῷ τὰϲ ἐπιϲτολὰϲ τοῦ μα- καρίου ἐπιϲκόπου καὶ αἰτήϲαϲ αὐτῷ ϲυνδραμεῖν τῷ γράμ- ματι λαβὼν ϲυνταγὰϲ παρ’ αὐτοῦ ἐξῆλθεν καὶ λέγει μοι· Ϲχόλαϲόν μοι, τέκνον· ἐλπίζω γὰρ εἰϲ τὸν δεϲπό- [*]( cf. lud. 15, 14 s.) [*](2 ϲαμψῶ B ἀλοφύλουϲ B 3 εἰδωλωμανίαϲ B 6 θεο- φιλεῖϲ B 7 πολλοὶ B ἀξίοϲ B 8 τὸ om. B πατὴρ ἡμῶν om. B 9 ἀθέμητα B 10 εἰδωλωλατρῶν B μοι B) [*](14 Ἰωάννην . . . ἐπίϲκοπον om, V 15 τιικαῦτα B ἐπι- ϲκοπῶν B 15 ἐπλόηϲεν BV corr. v 19 δὲ om. B 20 ἰχνεύ- οντα BV corr Ha 22 αἰτεῖϲαϲ B τὸ B)

25
την Χριϲτόν, ὅτι ϲυνήθωϲ ἔχει τὸ ἔλεοϲ αὐτοῦ ποιῆ- ϲαι. ἐγὼ δὲ οὐκ ἐπαυόμην καθ᾿ ἑκάϲτην αὐτὸν ὑπο- μιμνῄϲκων, κἀκεῖνοϲ ἔπεμπεν καὶ ἠνώχλει Εὐτροπίῳ. μετὸ δὲ ἡμέραϲ ἑπτὰ ἐκφωνεῖται θεῖον γράμμα ὥϲτε κλειϲθῆναι τὰ εἰδωλεῖα τῆϲ Γαζαίων πόλεωϲ καὶ μηκέτι χρηματίζειν, καὶ ἐγχειρίζεται ταύτην τὴν πρόϲταξιν Ἱλά- ριόϲ τιϲ ϲουβαδιουβᾶ τοῦ μαγίϲτρου ἄνθρωποϲ. ἐγὼ δὲ μεθ᾿ ἡμέραϲ τρεῖϲ ἐξεπόριϲα ἐκ τοῦ Βυζαντίου καὶ φθάνω δι᾿ ἡμερῶν δέκα τὴν Γαζαίων πόλιν, προλαβὼν τὸν Ἱλά- ριον ἡμέραϲ ἑπτά. εὗρον δὲ τὸν ὁϲιώτατον Πορφύριον ἀρρωϲτοῦντα. ὡϲ δὲ ἐπέδωκα αὐτῷ τὰ ἀντίγραφα τοῦ μακαριωτάτου Ἰωάννου τοῦ ἐπιϲκόπου Κωνϲταντινου- πόλεωϲ καὶ ἀνέγνω αὐτά, περιχαρὴϲ γενόμενοϲ ἐρρώϲθη ἀφεθεὶϲ τοῦ πυρετοῦ· ἔλεγεν δὲ ἐκ τῆϲ πολλῆϲ θλίψεωϲ τῶν εἰδωλολατρῶν αὑτὸν ἐϲχηκέναι τὴν ἀρρωϲτίαν. μετὰ δὲ ἑπτὰ ἡμέραϲ καταλαμβάνει ὁ εἰρημένοϲ Ἱλάριοϲ, ἔχων δύο κομενταρηϲίουϲ τῆϲ ὑπατικῆϲ καὶ βοηθοὺϲ πολλοὺϲ ἔκ τε Ἀζώτου καὶ Ἀϲκάλωνοϲ καὶ πᾶϲαν δημοϲίαν ὄψιν. εὐθέωϲ δὲ ϲυνέϲχεν τοὺϲ τρεῖϲ πρωτεύονταϲ καὶ λαβὼν παῤ αὐτῶν ἱκανοδοϲίαϲ ἐνεφάνιϲεν αὐτοῖϲ τὸ θεῖον γράμμα τὸ παρακελευόμενον κλειϲθῆναι τὰ εἰδωλεῖα Γάζηϲ τῆϲ πόλεωϲ κινδύνῳ τῆϲ κεφαλῆϲ τῶν πρώτων τῆϲ αὐτῆϲ πόλεωϲ, καὶ καταϲτρέψαϲ πάντα τὰ ἐν αὐτοῖϲ εἴδωλα ἔκλειϲεν αὐτά· τὸ δὲ ἱερὸν τοῦ Μάρνα εἴαϲεν [*](2 αὐτοῦ BV 3 ἠνόχλει BV corr. v 5 εἴδωλα BV corr. Ha. 7 ϲουβαδιουβᾶ BVM ϲουβαδίουβα Ha τοῦ μαγιϲτριανοῦ (del. ἄνθρωποϲ) Ha cl. Gothofr. in Theod. cod. VI 27, 3. f. post ἄνθρωποϲ excidit attributum, cf. 12, 14 32, 16. 44, 18 μαγίϲτρου legit etiam M 13 γενάμενοϲ V corr. v 15 εἰδωλωλατρῶν B 19 προτεύονταϲ V corr. v 20 ἐνεφάνηϲεν B 21 εἰδω- λία BV corr. Ha)
26
λεληθότωϲ χρηματίζειν, λαβὼν ὑπὲρ τούτου πάμπολλα χρήματα. πάλιν δὲ ἐποίουν οἱ τῆϲ εἰδωλομανίαϲ τὰ ἀθέμιτα ὑπὸ τῆϲ ϲυνηθείαϲ.

ϲυμβαίνει δὲ ἄλλο θαυμαϲτὸν γενέϲθαι προϲκαλού- μενον πολλοὺϲ εἰϲ ἐπίγνωϲιν ἀληθείαϲ ἐλθεῖν· ὁ θεὸϲ γὰρ ὡϲ εὔϲπλαγχνοϲ οἶδεν διὰ προφάϲεων ἐπιϲτρέφειν τὸ γένοϲ τῶν ἀνθρώπων εἰϲ τὸ νοητὸν αὐτοῦ φῶϲ. τὸ δὲ ϲυμβὰν πρᾶγμα ἐν τούτοιϲ ἦν. γυνή τιϲ τῶν ἐμφανῶν τῆϲ | πόλεωϲ ὀνόματι Αἰλίαϲ μέλλουϲα τίκτειν κινδύνῳ μεγάλῳ περιέπεϲεν, ἡ δὲ αἰτία τοῦ κινδύνου αὕτη ὑπῆρχεν. τὸ βρέφοϲ αὐτῆϲ οὐκέτι κατὰ φύϲιν ἐξῄει, ἀλλ’ ἐξετράπη εἰϲ τὸ παρὰ φύϲιν, καὶ χαλάϲαν τὴν μίαν χεῖρα οὐκ ἠδύνατο τὸ ὑπόλοιπον ϲῶμα κατ- ενεχθῆναι· ἦν γὰρ πλάγιον ἐν τῇ γαϲτρὶ καὶ οὐκ ἴϲχυον αἱ μαῖαι εἰϲ τὸ κατὰ φύϲιν αὐτὸ μεταγαγεῖν. ἦν δὲ ἡ ὀδύνη ἄφατοϲ προϲγινομένη τῇ γυναικί, τῶν κατὰ ὥραν ὠδίνων τὸ βρέφοϲ ὠθουϲῶν, πλείων δὲ ἡ ἐπίδοϲιϲ τῶν πόνων ἐγίνετο τῆϲ δευτέραϲ ἡμέραϲ διαδεξαμένηϲ τὴν πρώτην, ὁμοίωϲ καὶ τῆϲ τρίτηϲ ὀδυνηροτέραϲ οὔϲηϲ τῆϲ δευτέραϲ· ἐπετάθηϲαν δὲ οἱ πόνοι ἕωϲ ἡμερῶν ἑπτά, τοῦ κακοῦ προϲθήκην ἀεὶ λαμβάνοντοϲ. ἀλλὰ καὶ οἱ ἰατροὶ ἠβουλήθηϲαν αὐτὴν ἐμβρυοτομῆϲαι, καὶ θεαϲά- μενοι τὰϲ δυνάμειϲ αὐτῆϲ διαπεϲούϲαϲ ἀπηγόρευϲαν αὐτῆϲ. οἱ ταύτηϲ οὖν γονεῖϲ καὶ ὁ ἀνὴρ Ἥρωϲ ὄντεϲ [*](1 λεληθότοϲ B 2 εἰδωλωμανίαϲ B 3 ἀθέμητα BV corr. Ha 4 ἄλλον rad. corr. V 9 αἰλιὰϲ M, an Αἰλία 12 ἐξίει BV corr. v ἐξετράπει B 13 τὸ ὑπόλοιπον in marg. add. V ὑπόλυπον B 15 μέαι B 16 προϲγινομένη ex -γιγν. V 17 ὀδυνῶν BV ὀθουϲῶν BV corr. v πλέον BV corr. Ha 19 f. ὁμοίωϲ 〈δὲ〉 καὶ τῆϲ: τῆϲ sscr. V ὁδυνο- τέραϲ V 23 αὐτ[ῆ]ϲ c. ras. V)

27
δειϲιδαίμονεϲ ἐποίουν καθ’ ἑκάϲτην θυϲίαν ὑπὲρ αὐτῆϲ, ἔφερον δὲ καὶ ἐπαοιδούϲ καὶ μάντειϲ, νομίζοντεϲ ἐκ τούτων αὐτὴν ὠφελῆϲαι, καὶ οὐδὲν ἤνυον. ὑπῆρχεν δὲ αὐτῇ τροφὸϲ πιϲτή, ἥτιϲ ὑπεραλγοῦϲα δεήϲειϲ ἐποιεῖτο ἐν τοῖϲ εὐκτηρίοιϲ οἴκοιϲ ὑπὲρ αὐτῆϲ. ἐν μιᾷ οὖν ἡμέρᾳ αὐτῆϲ εὐχομένηϲ ἐν τῇ ἐκκληϲίᾳ μετὰ δακρύων, εἰϲῆλθεν ὁ ἐν ἁγίοιϲ Πορφύριοϲ περὶ τὴν ἐνάτην ὥραν, κἀγὼ δὲ ἅμα αὐτῷ, καὶ ὁρῇ τὴν γραῦν κατώδυνον δεομένην τοῦ θεοῦ μετὰ δακρύων, καὶ ϲτὰϲ ἐπηρώτα αὐτὴν τὴν αἰτίαν. ἣ δὲ θεαϲαμένη αὐτὸν προϲέπεϲεν τοῖϲ ποϲὶν αὐτοῦ παρακαλοῦϲα αὐτὸν δεηθῆναι τῷ Χριϲτῷ ὑπὲρ αὐτῆϲ. ὡϲ δὲ ἔγνω ὁ ἅγιοϲ τῆϲ γυναικὸϲ τὴν αἰτίαν, καὶ αὐτὸϲ ἐδάκρυϲεν· ἦν γὰρ καθ’ ὑπερβολὴν εὔϲπλαγχνοϲ. λέγει δὲ τῇ τροφῷ· Ἀκούω περὶ τοῦ οἴκου ἐκείνου ὅτι κατ- είδωλοϲ τυγχάνει καὶ δυϲχερῶϲ δύναται ϲωθῆναι· ἀλλ’ ὅμωϲ τῷ θεῷ πάντα δυνατά, καὶ γὰρ διὰ προφάϲεωϲ ϲῴζει τοὺϲ μέλλονταϲ ἀπόλλυϲθαι. ἄπελθε οὖν καὶ ϲυν- άγαγε πάνταϲ τοὺϲ ϲυγγενεῖϲ καὶ γονεῖϲ καὶ τὸν ἄνδρα καὶ εἰπὲ αὐτοῖϲ· Ἐπειδὴ ἔϲτιν ἐνταῦθα ἰατρὸϲ ἄριϲτοϲ δυ- νάμενοϲ αὐτὴν θεραπεῦϲαι, ἐὰν ποιήϲῃ αὐτὴν διαφυγεῖν τὸν τοιοῦτον κίνδυνον, τί χαρίζεϲθε αὐτῷ; πάντωϲ δὲ ἔχουϲι πολλά ϲοι ϲυντάξαϲθαι. εἰπὲ δὲ αὐτοῖϲ καὶ τοῦτο Ἐὰν αὐτὴν θεραπεύϲῃ, δότε μοι λόγον πρὸϲ τοῦτο ὅτι οὐ παραβαίνετε αὐτὸν οὔτε πρὸϲ ἄλλον ἀπ- έρχεϲθε. ποίηϲον πάνταϲ αὐτοὺϲ ἀνατεῖναι τὰϲ χεῖραϲ εἰϲ τὸν οὐρανὸν καὶ δοῦναι λόγον ὅτι ποιοῦϲιν πάντα [*](1 διϲιδαίμονεϲ BV corr. v 3 ἤνοιον BV corr. Ha 8 ὀρ[ἃ] c. ras. V κατόδυνον B V corr. Ha 11 τοῦ Χριϲτοῦ Ha 15 δύνανται B 20 ποιήϲει B 21 χαρίζεϲθαι B V corr. v 24 παραβαίνεται B οὐδὲ Ha ἀπέρχεϲθαι BV corr. Ha 25 f. 〈καὶ〉 ποίηϲον 26 verba inde a λόγον usque ad εὐοδω-)
28
ἃ ἐπηγγείλαντο καὶ ὅταν ταῦτα ποιήϲωϲιν, εἰπὲ τῇ λοχευομένῃ γυναικὶ ἐπὶ πάντων· Ἰηϲοῦϲ Χριϲτόϲ, ὁ υἱὸϲ τοῦ θεοῦ τοῦ ζῶντοϲ, ἰᾶταί ϲε· εἰϲ αὐτὸν πίϲτευε καὶ. ζήϲῃ. ἀκούϲαϲα δὲ ἡ γραῦϲ τὸν λόγον τοῦ μακα|ρίοιυ ἐπιϲκόπου καὶ λαβοῦϲα παρ’ αὐτοῦ παράθεϲιν ἔδραμεν ἐπὶ τὸν οἶκον, καὶ εὑροῦϲα πάνταϲ κλαίονταϲ καὶ τὴν γυναῖκα ἐν ἐϲχάτῳ κινδύνῳ παρεκάλει τοὺϲ γονεῖϲ αὐτῆϲ καὶ τὸν ἄνδρα μὴ ἀθυμῆϲαι· ἔλεγεν δὲ ὅτι Ἰατρὸϲ ἄρι- ϲτοϲ ἀπέϲτειλέν με πρὸϲ ὑμᾶϲ ἵνα παράϲχητε ἐμοὶ λόγον, ὅτι ταύτηϲ θεραπευομένηϲ οὐκ ἀρνεῖϲθε αὐτόν. ἀκού- ϲαντεϲ δὲ οἱ γονεῖϲ καὶ ὁ ἀνὴρ εἶπον· Ἐὰν βουληθῇ πᾶϲαν ἡμῶν τὴν οὐϲίαν λαβεῖν, οὐκ ὀκνήϲομεν, μό- νον ἴδωμεν τὴν θυγατέρα ἡμῶν ζῶϲαν. ἡ δὲ τροφὸϲ εἶπεν Ἀνατείνατε τὰϲ χεῖραϲ ὑμῶν εἰϲ τὸν οὐρανὸν καὶ δότε μοι τοιοῦτον λόγον ὅτι οὐκ ἀρνεῖϲθε τὸν ἰα- τρόν. 0 δὲ προθύμωϲ καὶ μετὰ δακρύων ἀνέτειναν τὰϲ χεῖραϲ λέγοντεϲ ὅτι Καὶ πάντα τὰ ἡμῶν αὐτῷ πάντα τὸν χρόνον τῆϲ ζωῆϲ ἡμῶν· ποίαν γὰρ παρα- μυθίαν μέλλομεν ἔχειν ταύτηϲ τελευτώϲηϲ ἦν γὰρ αὐτοῖϲ μονογενὴϲ καὶ ἀϲτεία τούϲ τρόπουϲ εἴπερ ἄλλη γυνή. ἀκούϲαϲα δὲ ἡ τροφὸϲ μεγάλῃ τῇ φωνῇ ἐπὶ πάντων εἶπεν· Λέγει ὁ μέγαϲ ἱερεὺϲ Πορφύριοϲ· Ἰηϲοῦϲ Χριϲτόϲ, ὁ υἱὸϲ τοῦ θεοῦ τοῦ ζῶντοϲ, ἰᾶταί ϲε· εἰϲ αὐτὸν πίϲτευϲον καὶ ζήϲῃ. εὐθέωϲ δὲ ἡ γυνὴ ὀλολύ- ξαϲα μέγα κατήγαγεν τὸ βρέφοϲ ζῶν. πάντεϲ δὲ οἱ ἐκεῖϲε εὑρεθέντεϲ ἐκπλαγέντεϲ ἔκραξαν Μέγαϲ ὁ θεὸϲ τῶν Χριϲτιανῶν, μέγαϲ ὁ ἱερεὺϲ Πορφύριοϲ. τῇ δὲ [*](θῆναι 30, 8 desunt in B 7 αὐτῆϲ ex αὐτοὺϲ V 9 [ὑ]μᾶϲ c. ras V παράϲχηται V corr. v 10 et 15 ἀρνῆϲθαι V corr. v) [*](13 εἴδομεν V corr. v 17 αὐτοῦ Ha 19 μέλλωμεν V corr. v 20 ἀϲτία V corr. Ha ἤπερ V corr. Ha)
29
ἑξῆϲ οἱ γονεῖϲ τῆϲ γυναικὸϲ καὶ ὁ ἀνὴρ καὶ πάντεϲ οἱ ϲυγγενεῖϲ καὶ οἱ γνήϲιοι πορευθέντεϲ πρὸϲ τὸν μακάριον Πορφύριον προϲέπεϲαν τοῖϲ ποϲὶν αὐτοῦ αἰτούμενοι τὴν ἐν Χριϲτῷ ϲφραγῖδα. ὁ δὲ μακάριοϲ ϲφραγίϲαϲ αὐτοὺϲ καὶ ποιήϲαϲ κατηχουμένουϲ ἀπέλυϲεν ἐν εἰρήνῃ, παρ- αγγείλαϲ αὐτοῖϲ ϲχολάζειν τῇ ἁγίᾳ ἐκκληϲίᾳ, καὶ μετ’ ὀλίγον χρόνον κατηχήϲαϲ αὐτοὺϲ ἐβάπτιϲεν ϲὺν τῇ γυ- ναικὶ καὶ τὸ βρέφοϲ· ἐκάλεϲαν δὲ τὸ ὄνομα αὐτοῦ Πορ- φύριον. ἦϲαν δὲ οἱ φωτιϲθέντεϲ διὰ τὴν πρόφαϲιν τῆϲ γυναικὸϲ τὸν ἀριθμὸν ἑξήκοντα τέϲϲαρε.

ὅϲον δὲ ἔβλεπον οἱ τῆϲ εἰδωλομανίαϲ πληθυνομένουϲ τοὺϲ Χριϲτιανούϲ, ἠγριαίνοντο καὶ οὐ ϲυνεχώρουν αὐτοῖϲ μετελθεῖν πολιτικὸν ὀφφίκιον, ἀλλ’ ὡϲ κακοῖϲ οἰκέταιϲ ἐχρῶντο αὐτοῖϲ. ὁρῶν δὲ πάλιν ὁ μακάριοϲ Πορφύριοϲ τὴν πολλὴν ἀδικίαν τῶν Χριϲτιανῶν καὶ μὴ φέρων, βλέπων δὲ αὐτούϲ ἐπηρεαζομένουϲ, ἐξέρχεται ἐπὶ Και- ϲάρειαν πρὸϲ τὸν μακάριον Ἰωάννην τὸν ἀρχιεπίϲκοπον καὶ παρακαλεῖ αὐτὸν μετὰ δακρύων ἄνεϲιν παραϲχεῖν αὐτῷ· μηκέτι γὰρ δύναϲθαι φέρειν ἔλεγεν τὰ ἄτοπα τὰ γινόμενα ὑπὸ τῶν Γαζαίων. ὁ δὲ μακάριοϲ Ἰωάννηϲ ἀκούϲαϲ παρεκάλει αὐτὸν μακροθυμῆϲαι καὶ ἀντέχεϲθαι τῆϲ ἐπιϲκοπῆϲ. καὶ ἀποκριθεὶϲ ὁ ὁϲιώτατοϲ Πορφύριοϲ εἶπεν αὐτῷ· Μαρτυροῦμαί ϲε ἐνώπιον τοῦ ἀοράτου θεοῦ | καὶ τῆϲ ἐλπίδοϲ ἡμῶν Ἰηϲοῦ Χριϲτοῦ τοῦ κυρίου πάϲηϲ κτίϲεωϲ καὶ τοῦ προϲκυνητοῦ καὶ ζωοποιοῦ ἁγίου πνεύματοϲ μὴ παριδεῖν τὴν αἴτηϲίν μου, ἵνα μὴ ἐκζη- τηθῇ παρ’ ἡμῶν ἀπώλεια ψυχῶν ἀναριθμήτων. ἀλλ’ αἰτῶ ϲε, πάτερ, ϲυμπλεῦϲαί μοι ἐπὶ τὴν βαϲιλίδα πόλιν, ἵνα δεηθῶμεν τῶν βαϲιλέων τοῦ οὐρανίου βαϲιλέωϲ ἐπί- [*](8 f. καὶ τῷ βρέφει ἐκάλεϲεν V 14 [πάλι]ν c. ras. V 15 f μὴ φέρων βλέπειν αὐτοὺϲ cl. 51, 3 s. 23 f. μαρτύρομαί ϲε)

30
νεύοντοϲ καταϲτρέψαι τοὺϲ ναοὺϲ τῶν εἰδώλων. ἀπο - κριθεὶϲ δὲ ὁ μακάριοϲ Ἰωάννηϲ εἶπεν αὐτῷ Τέκνον, ἡ μὲν αἴτηϲιϲ δικαία, ὁ δὲ καιρὸϲ οὐκ ἔϲτιν ἐπιτήδειοϲ· ἡ γὰρ χειμέριοϲ τροπὴ λοιπὸν ἐπιλαμβάνεται. ἀπεκρίθη δὲ ὁ μακάριοϲ Πορφύριοϲ· Ἐὰν θέλῃ ἡμᾶϲ ὁ θεὸϲ εἶναι καὶ τὰ πλήθη Γάζηϲ ἐπιϲτρέψαι, καὶ ἐν χειμῶνι δυνατόϲ ἐϲτιν ϲῷϲαι. ϲὺ δέ, πάτερ, θαρρῶν τῇ εὐϲπλαγχνίᾳ αὐτοῦ θέληϲον, καὶ ἔχομεν εὐοδωθῆναι. λέγει αὐτῷ ὁ μα- κάριοϲ Ἰωάννηϲ· Τὸ θέλημα τοῦ Χριϲτοῦ γενηθήτω. ὡϲ δὲ ἔλαβεν ϲυνταγὰϲ ὁ μακάριοϲ Πορφύριοϲ, γράφει. μοι τὴν ταχίϲτην καταλαβεῖν τὴν Καιϲάρειαν καὶ ἀγα- γεῖν μεθ’ ἑαυτοῦ τρεῖϲ βίβλουϲ καὶ τεϲϲαράκοντα τρία. νομίϲματα, ἅπερ ἔτυχεν περιϲϲεῦϲαι ἐκ τῆϲ προϲόδου τῆϲ ἁγίαϲ ἐκκληϲίαϲ. ἐγὼ δὲ δεξάμενοϲ τὰϲ ἐπιϲτολὰϲ καὶ λαβὼν τὰϲ βίβλουϲ καὶ τὰ νομίϲματα εὐθέωϲ ἐξῆλθον καὶ καταλαβὼν τὴν Καιϲάρειαν εὗρον τοὺϲ ὁϲιωτάτουϲ ἐπιϲκόπουϲ εὐτρεπιζομένουϲ ἐπὶ τὸν πλοῦν, καὶ μετὰ δύο ἡμέραϲ ἀναχθέντεϲ ἐπλεύϲαμεν ἡμέρᾳ ὀγδόῃ καὶ εἰκάδι Περιτίου καὶ τῇ εὐϲπλαγχνίᾳ τοῦ Χριϲτοῦ εὐπλοή- ϲαντεϲ δι’ ἡμερῶν δέκα κατήχθημεν εἰϲ Ῥόδον τὴν νῆϲον.

ἦν δὲ τότε ἐν τῇ νήϲῳ εἰϲ τὰ ἀπόϲτροφα αὐτῆϲ μονάζων τιϲ ὀνόματι Προκόπιοϲ, ὃϲ νῦν μετ’ ἀγγέλων ἐϲτὶν ϲυναρίθμιοϲ· ἐκοιμήθη γὰρ ἀπὸ ἐτῶν πέντε, ζήϲαϲ βίον ἄμεμπτον ἔν τε νηϲτείαιϲ καὶ ἀγρυπνίαιϲ καὶ τῇ ἄκρᾳ ἀκτημοϲύνῃ, ἔϲχεν δὲ καὶ προφητικὸν χάριϲμα καὶ. [*](3 ἐπιτήδιοϲ V corr. Ha 5 θέλ[η] c. ras. V 8 εὐοδο- θῆναι V corr. v 9 τ[ὸ] c. ras. V 13 προϲώδου B 19 ἡκάδι B Περιτίου: τρίτῃ B V corr. Henschen 22 ἦν τε V 26 ἀκτιμοϲύνη V corr. v προφητικῶν B προφη- τῶν V)

31
τὴν κατὰ δαιμόνων ἀπέλαϲιν. καταχθέντεϲ δὲ ἡμεῖϲ ἐν τῇ Ῥόδῳ, ὡϲ εἴρηται, καὶ ἀκούϲαντεϲ περὶ τῆϲ πολι- τείαϲ τοῦ ἁγίου ἀνδρὸϲ ἀναγκαῖον ἐνομίϲαμεν μὴ παρ- όδῳ χρήϲαϲθαι, ἀλλ’ ἀπολαῦϲαι τῆϲ ἀγγελικῆϲ αὐτοῦ ϲυνουϲίαϲ, καὶ ἐρωτήϲαντεϲ ποῦ τὴν καταμονὴν εἶχεν ἐπορεύθημεν πρὸϲ αὐτὸν παραπλεύϲαντεϲ ἐν ἀκατίῳ, καὶ φθάϲαντεϲ ἐκρούϲαμεν τὴν θύραν. εὐθέωϲ δὲ ἐξελ- θὼν δι’ ἑαυτοῦ ἤνοιξεν ἡμῖν, καίτοι ἔχων ἄλλον παρ’ αὑτῷ μαθητήν. ὡϲ δὲ ἐθεάϲατο τοὺϲ ὁϲιωτάτουϲ ἐπί- ϲκόπουϲ, πεϲὼν ἐπὶ πρόϲωπον προϲεκύνηϲεν αὐτούϲ, εἶτα ἀναϲτὰϲ κἀμὲ κατεφίληϲεν καὶ τὸν θεοϲεβῆ Εὐϲέβιον τὸν διάκονον, ὃν μεθ’ ἑαυτοῦ ἦγεν ὁ ὅϲιοϲ Ἰωάννηϲ ὁ ἀρχιεπίϲκοποϲ, καὶ εἰϲαγαγὼν ἡμᾶϲ εἰϲ τὸ εὐκτήριον ὑπεχώρηϲεν εἰϲ τὰ ὀπίϲω, δοὺϲ τὸν ἔμπροϲθεν | τόπον τοῖϲ μακαριωτάτοιϲ ἐπιϲκόποιϲ εἰπών Ὑμῖν πρέπει τοῖϲ ἱερεῦϲιν τὸν ἔμπροϲθεν τόπον ἔχειν, ἐμοὶ δὲ τῷ τα- πεινῷ καὶ μηδὲ ἠξιωμένῳ χειροτονίαϲ τὸν ὀπίϲω. τό- τε ἔγνωμεν ὅτι διορατικὸϲ ὑπῆρχεν ὁ ὁϲιώτατοϲ Προ- κόπιοϲ· μηδέποτε γὰρ θεαϲάμενοϲ ἡμᾶϲ μήτε ἀκούϲαϲ περὶ ἡμῶν ἔγνω διὰ τοῦ πνεύματοϲ ὅτι ἐπίϲκοποι ἐτύγ- χανον οἱ περὶ τοὺϲ μακαριωτάτουϲ Ἰωάννην καὶ Πορ- φύριον. διὸ καὶ τὴν προτίμηϲιν τῆϲ προϲευχῆϲ ἔδωκεν αὐτοῖϲ. εἶτα μετὰ τὴν εὐχὴν ἐκαθίϲαμεν, καὶ ὁμιλήϲαϲ ἡμῖν πολλὰ ψυχωφελῆ ἠρώτα τὴν αἰτίαν τοῦ ϲκυλμοῦ. ὁ δὲ μακάριοϲ Πορφύριοϲ ἅπαντα αὐτῷ διηγήϲατο τὰ κατὰ τοὺϲ Γαζαίουϲ, πῶϲ ἐμμανῶϲ ἔχουϲι περὶ τὰ εἴδωλα καὶ ὁπόϲα δεινὰ οἱ Χριϲτιανοὶ πάϲχουϲιν παρ’ αὐτῶν καὶ ὅτι χάριν τούτου ἀνέρχονται δεηθῆναι τῶν βαϲιλέων [*](11 εὐϲέβειον BV corr. v 17 ἠξιομένω V corr. v 23 ἐκαθήϲαμεν BV corr. v ὁμιλίϲαϲ B)
32
καταϲτραφῆναι τὰ ἱερὰ τῶν εἰδώλων. ἀκούϲαϲ δὲ ὁ ἐν ἁγίοιϲ Προκόπιοϲ ὁ ἀναχωρητὴϲ καὶ δακρύϲαϲ εἶπεν· Κύριε Ἰηϲοῦ Χριϲτέ, ἐπίϲτρεψον τοὺϲ δούλουϲ ϲου ἀπὸ τῆϲ διαβολικῆϲ ἀπάτηϲ ἐπὶ τὴν πεφωτιϲμένην ϲου πί- ϲτιν. εἶτα λέγει πρὸϲ τοὺϲ ὁϲιωτάτουϲἐπιϲκόπουϲ· Μὴ ἀθυμήϲητε, πατέρεϲ· ὁ γὰρ θεὸϲ ὁ γινώϲκων τὸν ζῆλον τῆϲ πίϲτεωϲ ὑμῶν ἔχει εὐοδῶϲαι ὑμῖν καὶ δοῦναι πάντα τὰ καταθύμια ὑμῶν. δεῦτε οὖν παραινέϲω ὑμῖν ἃ ὁ κύ- ριοϲ ἀπεκάλυψεν τῇ ἐμῇ ταπεινώϲει. ἀνερχόμενοι ἐπὶ τὸ Βυζάντιον πρῶτον ϲυντύχετε τῷ ὁϲιωτάτῳ ἐπιϲκόπῳ Ἰωάννῃ καὶ ἅμα αὐτῷ δεήϲειϲ ποιήϲαϲθε πρὸϲ τὸν θεὸν καὶ ἀνάθεϲθε αὐτῷ τὸ πρᾶγμα, καὶ ἔχει ὑμῖν ϲυμβου- λεῦϲαι καὶ αὐτὸϲ ὃ ἀποκαλύπτει αὐτῷ ὁ κύριοϲ. λαλῆ- ϲαι γὰρ οὐ δύναται ἐν τῷ παλατίῳ, ἐπειδὴ ἡ βαϲίλιϲϲα Εὐδοξία λυπεῖται κατ’ αὐτοῦ. αὐτὸϲ οὖν παρατίθεται. ὑμᾶϲ Ἀμαντίῳ τῷ κουβικουλαρίῳ τῆϲ δεϲποίνηϲ, ἀν- θρώπῳ θεοϲεβεῖ καὶ τιμῶντι τὸ πρόϲχημα τῶν ἱερέων, καὶ αὐτὸϲ εἰϲάγει ὑμᾶϲ πρὸϲ τὴν βαϲίλιϲϲαν, καὶ ὅταν εἰϲέλθητε πρὸϲ αὐτήν, εὐμενῶϲ ἔχει δέξαϲθαι ὑμᾶϲ. ἀνά- θεϲθε οὖν αὐτῇ τὸ πᾶν πρᾶγμα καὶ ϲυντάξαϲθε αὐτῇ καὶ ἐξέλθατε. ἐν δὲ τῇ δευτέρᾳ εἰϲόδῳ μετὰ τὸ ὑμᾶϲ ὑπομνῆϲαι αὐτὴν χάριν τοῦ πράγματοϲ εἴπατε αὐτῇ ὅτι Ἐλπίζομεν εἰϲ τὸν Χριϲτὸν τὸν υἱὸν τοῦ θεοῦ, ἐὰν ϲπουδάϲῃϲ εἰϲ τὸ παρὸν πρᾶγμα, ἔχει δοῦναί ϲοι τέκνον [*](7 εὐωδῶϲαι B rad. corr. V ὑμῖν: ὑμεῖν B ὑμᾶϲ ν 10 ϲυντύχεται BV corr. v 11 ποιήϲαϲθαι BV corr. v 12 ἀνά- θεϲθαι BV corr. Ha ἡμῖν BV corr. Ha 14 βαϲιλείϲϲα B) [*](15 λυπῆται B 17 θεοϲεβῆ BV corr. Ha 18 οὖτοϲ Eb 19 ὑμᾶϲ ex ἡμ. V ἀνάθεϲθαι BV corr. Ha 20 αὐτῇ om. B πᾶν om. B ϲυντάξαϲθαι B 21 μετὰ τοῦ V 23 f. θεοῦ, 〈ὅτι〉 24 ϲπουδάϲειϲ B)
33
ἄρρεν. ἀκούϲαϲα δὲ τοῦτο περιχαρὴϲ ἔχει γενέϲθαι (ἔϲτιν γὰρ ἐγκύμων καὶ οὗτοϲ μήν ἐϲτιν ἔνατοϲ τῆϲ κυή- ϲεωϲ αὐτῆϲ) καὶ ἔχει πάντα πρᾶξαι εἰϲ τὸ ποιῆϲαι τὸ πρᾶγμα ὑμῶν θεοῦ ἐπινεύοντοϲ.

ἡμεῖϲ δὲ ἀκούϲαντεϲ τὸν λόγον τοῦ ἁγίου ἀνδρὸϲ καὶ πιϲτεύϲαντεϲ εἰϲ ἃ ἐλάληϲεν, λαβόντεϲ παράθεϲιν ἐξήλθομεν καὶ ἀναχθέντεϲ ἐκείνῃ τῇ ἡμέρᾳ ἐπλεύϲαμεν καὶ δι’ ἄλλων ἡμερῶν δέκα ἐφθάϲαμεν τὸ Βυζάντιον καὶ λαβόντεϲ ξενίαν τῇ ἑξῆϲ ἐπορεύθημεν πρὸϲ τὸν ὁϲιώτατον ἀρχιεπίϲκοπον Ἰωάννην. γνοὺϲ δὲ τίνεϲ ἐϲμὲν | ἐδέξατο ἡμᾶϲ μετὰ πολλῆϲ τιμῆϲ καὶ θεραπείαϲ. ἐπηρώ- τηϲεν δὲ ἡμᾶϲ δι’ ἣν αἰτίαν ϲκυλμὸν ὑπεμείναμεν, καὶ. διηγηϲάμεθα αὐτῷ, καὶ γνοὺϲ ἀνεμνήϲθη ὅτι καὶ πρὸ χρόνου τοῦτο διὰ γραμμάτων ἐδεήθημεν, καὶ ἐπιγνούϲ με φιλοφρόνωϲ ἠϲπάϲατο. παρακαλεῖ δὲ ἡμᾶϲ μὴ ἀθυ- μῆϲαι, ἀλλ’ ἔχειν τὰϲ ἐλπίδαϲ εἰϲ τὰ ἐλέη τοῦ θεοῦ. εἶπεν δὲ πρὸϲ ἡμᾶϲ· Ἐγὼ μὲν οὐκ ἰϲχύω τῷ βαϲιλεῖ λαλῆϲαι· παρώργιϲεν γὰρ αὐτὸν κατ’ ἐμοῦ ἡ βαϲίλιϲϲα, διότι ἐνεκάλεϲα αὐτῇ χάριν κτήματοϲ οὗ ἐπιθυμήϲαϲα ἀφήρπαϲεν. καὶ ἐμοὶ μὲν εἰϲ τοῦτο οὐ μέλει ὅτι ὀργί- ζεται οὐδὲ φροντίζω, ἑαυτοὺϲ γὰρ ἔβλαψαν, οὐκ ἐμέ· κἂν γὰρ βλάψωϲίν μου τὸ ϲῶμα, τὴν ψυχὴν πολλῷ πλέον ὠφελοῦϲιν· ὅμωϲ δὲ τοῦτο καταλείψωμεν τῇ εὐ- ϲπλαγχνίᾳ τοῦ θεοῦ. περὶ δὲ τοῦ ὑμετέρου προϲτάγμα- τοϲ, εἰ δόξει τῷ κυρίῳ, αὔριον μεταπέμπομαι τὸν [*](1 ἄρρενα BV corr. V2 περιχαρὶϲ V 2 f. 〈ὁ〉 μήν cl. 38, 11 7 ἐξήλθωμεν BV corr. Ha 8 διάλων B 15 φιλοφρό- νοϲ B 16 ἐλέει B 18 παρώργηϲεν B παρόργηϲεν V corr. v) [*](20 ἀφιρπαϲεν B μέλλει B ex μέλει V corr. Ha 21 οὐ- καμέ B 22 τῶι V corr. v 23 [ὅ]μωϲ c. ras. V 24 ἡμε- τέρου V 25 δόξῃ BV corr. v)

34
χον Ἀμάντιον, καϲτρήϲιον ὄντα τῆϲ βαϲιλίϲϲηϲ, πολλὰ δυνάμενον παρ’ αὐτῇ καὶ ὄντωϲ δοῦλον τοῦ θεοῦ, καὶ. ἀνατίθημι αὐτῷ τὸ πρᾶγμα, καὶ πάνυ ἔχει ϲπουδάϲαι τοῦ Χριϲτοῦ ἐπινεύοντοϲ. ἡμεῖϲ δὲ λαβόντεϲ τοιαύταϲ ϲυνταγὰϲ καὶ παράθεϲιν ἐπορεύθημεν εἰϲ τὴν ξενίαν ἡμῶν.

τῇ δὲ ἑξῆϲ ἀπήλθομεν πρὸϲ τὸν ὅϲιον καὶ εὑρίϲκο- μεν παρ’ αὐτῷ τὸν κουβικουλάριον Ἀμάντιον· ἦν γὰρ φροντίϲαϲ τοῦ ἡμετέρου πράγματοϲ, μεταπεμψάμενοϲ αὐτὸν καὶ διδάξαϲ τὰ καθ’ ἡμᾶϲ. ὡϲ δὲ εἰϲήλθομεν καὶ. ἔγνω ὁ Ἀμάντιοϲ ὅτι ἡμεῖϲ ἐϲμὲν περὶ ὧν αὐτῷ ἐλά- ληϲεν, ἀναϲτὰϲ προϲεκύνηϲεν τοὺϲ ὁϲιωτάτουϲ ἐπιϲκό- πουϲ, κλίναϲ τὸ πρόϲωπον εἰϲ τὴν γῆν, κἀκεῖνοι δὲ γνόντεϲ τίϲ ὑπῆρχεν περιεπτύξαντο αὐτὸν καὶ κατεφί- ληϲαν. ἐπέτρεψεν δὲ καὶ αὐτοῖϲ ὁ ἁγιώτατοϲ ἀρχιεπί- ϲκοποϲ Ἰωάννηϲ ἐκ ϲτόματοϲ διδάξαι τὸν κουβικουλάριον τὸ κατ’ αὐτοὺϲ πρᾶγμα. ὁ δὲ ὁϲιώτατοϲ Πορφύριοϲ πάντα αὐτῷ διηγήϲατο τὰ κατὰ τοὺϲ εἰδωλολάτραϲ, πῶϲ παρρηϲίᾳ ποιοῦϲιν τὰ ἀθέμιτα καὶ πῶϲ καταπονοῦϲιν τοὺϲ Χριϲτιανούϲ. ὃ δὲ ἀκούϲαϲ ἐδάκρυϲεν καὶ ἐμπι- πλᾶται ζήλου θεϊκοῦ καὶ λέγει αὐτοῖϲ· Μὴ ἀθυμήϲητε, πατέρεϲ· ἔχει γὰρ ὁ δεϲπότηϲ Χριϲτὸϲ ὑπεραϲπίϲαι τῆϲ θρηϲκείαϲ αὐτοῦ. εὔξαϲθε οὖν ὑμεῖϲ καὶ διαλέγομαι τῇ αὐγούϲτῃ καὶ ἐλπίζω εἰϲ τὸν τῶν ὅλων θεόν, ὅτι ϲυν- [*](1 κανϲτρήϲιον V2 -ϲτρι- v 2 ὄντοϲ B V corr. V2 4 Χριϲτοῦ: θεοῦ V 7 ἀπῆλθωμεν B 10 εἰϲήλθωμεν B rad. corr. V 11 ἐλαλήϲαμεν BV corr. Ha 12 ὀϲιοτάτουϲ B) [*](14 γνῶντεϲ B rad. corr. V 19 ποιοῦϲι V ἀθέμητα B. 20 ἀκούων ἐδάκρυεν V 21 ἀθυμήϲηται V corr. v 22 ὑπε- ραϲπῆϲαι BV corr. v 23 θριϲκίαϲ V corr, V -κει- v εὔξα- ϲθαι BV corr. v οὗν bis, alterum del. B)

35
ήθωϲ ποιεῖ τὸ ἔλεοϲ αὐτοῦ. εἰϲφέρω δὲ καὶ ὑμᾶϲ τῇ ἐξῆϲ πρὸϲ αὐτὴν καὶ διδάϲκετε αὐτὴν ἐκ ϲτόματοϲ ὅϲα βούλεϲθε, ἔχετε δὲ αὐτὴν προδεδιδαγμένην εὑρεῖν ὑπ ᾿ ἐμοῦ. εἰπὼν δὲ ταῦτα ϲυνταξάμενοϲ ἡμῖν ἀνῆλθεν, καὶ ἡμεῖϲ δὲ διαλεχθέντεϲ πολλὰ πνευματικὰ μετὰ τοῦ ὁϲιωτάτου ἀρχιεπιϲκόπου Ἰωάννου καὶ λαβόντεϲ παρά- θεϲιν ἀνεχωρή|ϲαμεν.

τῇ δὲ ἑξῆϲ μεταπέμπεται ἡμᾶϲ ὁ κουβικουλάριοϲ Ἀμάντιοϲ διὰ δύο δεκανῶν ἀπελθεῖν εἰϲ τὸ παλάτιον, καὶ ἀναϲτάντεϲ ϲπουδῇ ἐπορεύθημεν. εὕραμεν δὲ αὐτὸν περιμένοντα ἡμᾶϲ, καὶ λαβὼν τοὺϲ δύο ἐπιϲκόπουϲ εἰϲή- γαγεν πρὸϲ τὴν αὐγούϲταν Εὐδοξίαν. ὡϲ δὲ ἐθεάϲατο αὐτούϲ, προηϲπάϲατο εἰποῦϲα· Εὐλογήϲατε, πατέρεϲ, κἀκεῖνοι δὲ προϲεκύνηϲαν αὐτήν. ἐκαθέζετο δὲ ἐπὶ χρυ- ϲῆϲ κλίνηϲ, καὶ λέγει αὐτοῖϲ Ϲύγγνωτέ μοι, ἱερεῖϲ τοῦ Χριϲτοῦ, διὰ τὴν ἐπικειμένην μοι ἀνάγκην τῆϲ γαϲτρόϲ· ἐχρεώϲτουν γὰρ εἰϲ τὸ πρόθυρον ὑπαντῆϲαι τῇ ὑμῶν ὁϲιότητι. ἀλλὰ διὰ τὸν κύριον εὔξαϲθε ὑπὲρ ἐμοῦ, ἵνα ἀπόθωμαι τὸ ἐν τῇ γαϲτρὶ μετὰ φιλανθρωπίαϲ. οἱ δὲ ὁϲιώτατοι ἐπίϲκοποι θαυμάϲαντεϲ τὴν ϲυγκατάβαϲιν αὐτῆϲ εἶπαν· Ὁ εὐλογήϲαϲ τὴν μήτραν τῆϲ Ϲάραϲ καὶ τῆϲ Ῥε- βέκκαϲ καὶ τῆϲ Ἐλιϲάβετ εὐλογήϲαι τὸ ἐν τῇ γαϲτρί ϲου καὶ ζωώϲαι. ὡϲ δὲ καὶ ἄλλα ῥήματα πνευματικὰ ἐλά- ληϲαν, λέγει αὐτοῖϲ Ἔγνων διὰ τί ἐϲκύλητε· προεδίδαξέν με γὰρ Ἀμάντιοϲ ὁ καϲτρήϲιοϲ. εἰ δὲ καὶ ὑμεῖϲ θέλετέ με διδάξαι, κελεύϲατε, πατέρεϲ. ἐπιτραπέντεϲ δὲ πάντα [*](2 διδάϲκεται BV corr. v αὐτὴ ἐκ BV 3 βούλεϲθαι BV corr. v ἔχεται B προδιδαγμένην BV 4 f. ἀπῆλθεν 10 εὕρο- μεν v 17 ἐχρεόϲτουν BV corr. Ha 18 ὁϲιώτητι BV corr. Ha εὔξαϲθαι BV corr. Ha 19 τῶ V 21 εἶπον v ῥεβέ- καϲ B 24 ἐϲκύλιται B 25 καϲτρίϲιοϲ BV corr. Ha θέλεται B )

36
τὰ κατὰ τοὺϲ εἰδωλομανεῖϲ ἐδίδαξαν, πῶϲ ποιοῦϲιν ἀφό- βωϲ τὰ ἀνόϲια καὶ πῶϲ καταδυναϲτεύουϲιν τοὺϲ Χριϲτια- νούϲ, μὴ ϲυγχωροῦντεϲ μετελθεῖν ὀφφίκιον πολιτικὸν μηδὲ τὰ χωρία αὐτῶν γεωργηθῆναι, ἐξ ὧν τὰ δημόϲια τελοῦϲιν τῷ ὑμετέρῳ κράτει. ἀκούϲαϲα δὲ ἡ βαϲίλιϲϲα εἶπεν· Μὴ ἀθυμήϲητε, πατέρεϲ· ἐλπίζω γὰρ εἰϲ τὸν δεϲπότην Χριϲτόν, τὸν υἱὸν τοῦ θεοῦ, ὅτι πείθω τὸν βαϲιλέα ποιῆϲαι τὰ πρέποντα τῇ ἁγίᾳ ὑμῶν πίϲτει καὶ. ὑμᾶϲ τεθεραπευμένουϲ ἔνθεν ἀπολῦϲαι. ἀπέλθατε οὦν γενέϲθαι ἑαυτῶν (ἐϲτὲ γὰρ ἀπὸ κόπου) καὶ εὔξαϲθε ἵνα ϲυνεργήϲῃ ὁ θεὸϲ τῇ αἰτήϲει μου. εἰποῦϲα δὲ ταῦτα ἐκέλευϲεν χρήματα ἐνεχθῆναι καὶ λαβοῦϲα ἀνὰ τρεῖϲ δράκαϲ δέδωκεν τοῖϲ ὁϲιωτάτοιϲ ἐπιϲκόποιϲ εἰποῦϲα· Λάβετε τέωϲ ταῦτα εἰϲ δαπανήματα. οἱ δὲ ἐπίϲκοποι δεξάμενοι καὶ πολλὰ αὐτὴν εὐλογήϲαντεϲ ἐξῆλθον. ἐξ- ερχόμενοι δὲ τὰ πολλὰ τῶν νομιϲμάτων διέδωκαν τοῖϲ ἐφιϲταμένοιϲ ταῖϲ θύραιϲ δεκανοῖϲ, ὡϲ ὀλίγα μετ’ αὐτῶν ὑπολειφθῆναι. ἡ δὲ βαϲίλιϲϲα εἰϲελθόντοϲ τοῦ βαϲιλέωϲ πρὸϲ αὐτὴν ἐδίδαξεν αὐτὸν τὰ κατὰ τοὺϲ ἐπιϲκόπουϲ πράγματα, ᾔτει δὲ αὐτῷ καταϲτραφῆναι τὰ ἱερὰ Γάζηϲ. ὁ δὲ βαϲιλεὺϲ ἀκούϲαϲ ἐδυϲχέραινεν εἰπών Οἶδα ὅτι ἡ πόλιϲ ἐκείνη κατείδωλόϲ ἐϲτιν, ἀλλ᾿ εὐγνωμονεῖ περὶ. τὴν εἰϲφορὰν τῶν δημοϲίων πολλὰ ϲυντελοῦϲα. ἐὰν οὖν αἰφνιδιάϲωμεν αὐτοὺϲ τῷ φόβῳ, φυγῇ χρήϲονται καὶ ἀπόλλομεν τοϲοῦτον κανόνα. ἀλλ’ εἰ δοκεῖ κατὰ [*](1 εἰδωλωμανεῖϲ B 6 ἀθυμήϲηται V corr. v 9 ἀπέλθε- τε v 10 ἑαυτὸν B ἐϲταὶ B εὔξαϲθαι BV corr. v 11 αἰτήϲη B 13 δέδωκε V 16 τὸν B 18 ὑποληφθῆναι BV corr. Ha 20 αὐτὸν Ha 21 ἐδυϲχέραινε B f. ἐδυϲχέ- ρανεν 24 ἐφνηδιάϲωμεν BV corr. v χρίϲονται B 25 ἀπό- λομεν B ex ἀπόλλομεν V)
37
μέροϲ θλίβομεν αὐτούϲ, περιαιροῦντεϲ τὰϲ ἀξίαϲ τῶν εἰδωλομανῶν καὶ τὰ ἄλλα πολιτικὰ ὀφφίκια, καὶ κελεύο- μεν τὰ ἱερὰ αὐτῶν κλειϲθῆναι καὶ μηκέτι χρηματίζειν. ἐπὰν γὰρ θλιβῶϲιν εἰϲ πάντα ϲτενούμενοι, ἐπιγινώϲκου- ϲιν τὴν ἀλήθειαν· τὸ γὰρ ὑπερβολὴν ἔχον αἰφνίδιον βαρὺ τοῖϲ ὑπηκόοιϲ. ἡ δὲ βαϲίλιϲϲα ἀκούϲαϲα ἐλυπήθη ϲφόδρα (ἦν γὰρ θερμὴ περὶ τὴν πίϲτιν), οὐκ ἀπεκρίθη δὲ τῷ βαϲιλεῖ ῥῆμα ἢ τοῦτο Ὁ κύριοϲ ἔχει βοηθῆϲαι τοῖϲ δούλοιϲ αὐτοῦ τοῖϲ Χριϲτιανοῖϲ, κἂν θέλωμεν ἡμεῖϲ κἂν μὴ θέλωμεν. ταῦτα διηγήϲατο ἡμῖν ὁ θεοϲεβὴϲ Ἀμάντιοϲ ὁ κουβικουλάριοϲ.

τῇ δὲ ἐξῆϲ μετεπέμψατο ἡμᾶϲ ἡ αὐγούϲτα καὶ κατὰ τὸ ἔθοϲ προαϲπαϲαμένη τοὺϲ ὁϲίουϲ ἐπιϲκόπουϲ ἐπέ- τρεψεν καθίϲαι. μετὰ δὲ τὸ λαλῆϲαι πολλοὺϲ λόγουϲ πνευματικοὺϲ λέγει αὐτοῖϲ· Ἐλάληϲα τῷ βαϲιλεῖ καὶ μικρὸν ἐδυϲχέρανεν. ἀλλὰ μὴ ἀθυμεῖτε· θεοῦ γὰρ θέ- λοντοϲ οὐκ ἔχω παύϲαϲθαι ἕωϲ ὅτε πληρωθῆτε καὶ ἐξέλ- θητε ἅνύϲαντεϲ τὸν κατὰ θεὸν ὑμῶν ϲκοπόν. οἱ δὲ ἐπίϲκοποι ἀκούϲαντεϲ προϲεκύνηϲαν. κατανυγεὶϲ δὲ ὁ ἐν ἁγίοιϲ Πορφύριοϲ ὁ ἡμέτεροϲ, ἀναμνηϲθεὶϲ τοῦ λόγου τοῦ τριϲμακαρίου Προκοπίου τοῦ ἀναχωρητοῦ, εἶπεν τῇ βαϲιλίϲϲῃ· Κοπώθητι διὰ τὸν Χριϲτόν, καὶ αὐτὸϲ ἔχει χαρίϲαϲθαί ϲοι ἀντὶ τοῦ κόπου ϲου υἱὸν ὅϲτιϲ ζήϲει καὶ βαϲιλεύϲει ϲοῦ ὁρώϲηϲ καὶ ἀπολαυούϲηϲ ἐπὶ ἔτη πολλά. ἀκούϲαϲα δὲ ἡ βαϲίλιϲϲα τοῦ λόγου ἐπλήϲθη [*](1 θλίβωμεν Ha 3 κλιϲθῆναι B μηκέτη B χριμα- τίζειν V corr. V2 5 ἔχων ἐφνίδιον BV corr. v f αἰφνιδίου) [*](6 ὑπ[η]κόοιϲ c. ras. V 13 προαϲπαϲαμέν[η] c. ras. V 16 ἀθυμεῖται B ἀθυμῆται V -τε v corr. Ha 17 παύϲαϲθε v ἐξέλθεται B 21 ἀναχωριτοῦ B 22 κοπόθητι BV corr. v 23 χαρίϲεϲθαι V ὅϲτι*ϲ V ζήϲῃ B 24 βαϲιλεύϲη B)

38
χαρᾶϲ καὶ ἐγένετο τὸ πρόϲωπον αὐτῆϲ ἐρυθρὸν καὶ. προϲετέθη τῇ ὄψει κάλλοϲ ὑπὲρ ὃ εἶχεν· τὰ γὰρ τῶν ἀδήλων φανεροῖ τὰ φαινόμενα. λέγει οὖν τοῖϲ ὁϲιω- τάτοιϲ ἐπιϲκόποιϲ Εὔξαϲθε, πατέρεϲ, ἵνα κατὰ τὸ ῥῆμα ὑμῶν θεοῦ θέλοντοϲ γεννήϲω τὸν ἄρρενα, καὶ ἐὰν τοῦτο γένηται, ἐπαγγέλλομαι ὑμῖν πάντα ὅϲα αἰτεῖτε ποιεῖν. καὶ ἄλλο δὲ ὃ οὐκ αἰτήϲαϲθε μέλλω ποιεῖν Χριϲτοῦ ἐπινεύοντοϲ· ἁγίαν γὰρ ἐκκληϲίαν κτίζω ἐν Γάζῃ εἰϲ τὸ μεϲώτατον τῆϲ πόλεωϲ. ἀπέλθατε οὖν μετ’ εἰρήνηϲ καὶ ἡϲυχάϲατε εὐχόμενοι ϲυνεχῶϲ ὑπὲρ ἐμοῦ ἵνα μετὰ φιλαν- θρωπίαϲ τέκω οὗτοϲ γάρ ἐϲτιν ὁ μὴν ἔνατοϲ καὶ ἐγγύϲ ἐϲτιν τοῦ πληρῶϲαι. ϲυνταξάμενοι οὖν ο ἐπίϲκοποι καὶ παραθέμενοι αὐτὴν τῷ θεῷ ἐξῆλθον τοῦ παλατίου. ἦν δὲ εὐχὴ ἵνα τέκῃ ἄρρενα· ἐπιϲτεύομεν γὰρ τῷ λόγῳ τοῦ ὁϲίου Προκοπίου τοῦ ἀναχωρητοῦ. καὶ καθ’ ἡμέραν ἐπορευόμεθα πρὸϲ τὸν ἁγιώτατον Ἰωάννην τὸν ἀρχι- επίϲκοπον καὶ ἀπελαύομεν τῶν ἁγίων αὐτοῦ λόγων τῶ γλυκυτέρων ὑπὲρ μέλι καὶ κηρίον. ἤρχετο δὲ ϲυνεχῶϲ πρὸϲ ἡμᾶϲ Ἀμάντιοϲ ὁ κουβικουλάριοϲ, ποτὲ μὲν φέρων ἀποκρίϲειϲ τῆϲ βαϲιλίϲϲηϲ, ποτὲ δὲ καὶ χάριν ϲυντυχίαϲ.

μετ’ ὀλίγαϲ δὲ ἡμέραϲ γεννῇ ἡ βαϲίλιϲϲα τὸν ἄρρενα καὶ καλοῦϲι τὸ ὄνομα αὐτοῦ Θεοδόϲιον εἰϲ τὸ ὄνομα τοῦ αὐτοῦ πάππου Θεοδοϲίου τοῦ Ϲπάνου, τοῦ ϲυμ- βαϲιλεύϲαντοϲ Γρατιανῷ. ὁ δὲ γεννηθεὶϲ νέοϲ θεοδόϲιοϲ [*](18 cf Ps.18,11.) [*](1 ἐγένετον B 2 κάλοϲ B 3 ἀδείλων BV corr. v 4 εὐξαϲθαι B 5 τέκνον ἄρρεν Eb 6 ἐπαγγέλωμαι B(λλ) V corr. v αἰτεῖται B αἰτῆται V τε v corr. Ha 7 ετίϲαϲθε B ἠτή v 2 ἀπέλθετε v 11 οὗτοϲ . . . ἔνατοϲ om. V 14 τέκει BV corr. v 17 λογίων V 18 ϲυνεχῶϲ om. V 21 τέκνον ἄρρεν Eb 22 αὐτοῦ om. V)

39
ἐν τῇ πορφύρᾳ ἐτέχθη, ὅθεν καὶ ἀπὸ λοχείαϲ βαϲιλεὺϲ ἀνηγορεύθη. ἐγένετο δὲ πολλὴ χαρμοϲύνη ἐν τῇ πόλει καὶ ἐπέμφθηϲαν εὐαγγελιζόμενοί τινεϲ εἰϲ τὰϲ πόλειϲ καὶ δωρεαὶ καὶ χαρίϲματα. ἡ δὲ δέϲποινα ᾗ μόνον ἔτε- κεν καὶ ἀνέϲτη ἐκ τοῦ λοχηφόρου δίφρου, ἀπέϲτειλεν πρὸϲ ἡμᾶϲ Ἀμάντιον, λέγουϲα ἡμῖν δι᾿ αὐτοῦ· Εὐχαριϲτῶ τῷ Χριϲτῷ ὅτι διὰ τῶν ὁϲίων ὑμῶν εὐχῶν ἐχαρίϲατό μοι ὁ θεὸϲ τὸν υἱόν. εὔξαϲθε οὖν, πατέρεϲ, τῇ ζωῇ αὐτοῦ κἀμοὶ δὲ τῇ ταπεινῇ ἵνα ἐκεῖνα πληρώϲω ἃ ἐπ- ηγγειλάμην ὑμῖν, πάλιν αὐτοῦ τοῦ Χριϲτοῦ θέλοντοϲ διὰ τῶν ἁγίων ὑμῶν εὐχῶν. τῶν δὲ ἑπτὰ ἡμερῶν τῆϲ λοχείαϲ πληρωθειϲῶν μεταπέμπεται ἡμᾶϲ καὶ ἀπαντᾷ ἡμῖν εἰϲ τὴν θύραν τοῦ κουβουκλίου, βαϲτάζουϲα καὶ τὸ βρέφοϲ ἐν τῇ πορφύρᾳ. ἔκλινεν δὲ τὴν κεφαλήν εἰποῦϲα· Ἐγγίϲατε, πατέρεϲ, ἐμὲ καὶ τὸ παιδίον ὃ ἐχαρίϲατό μοι ὁ θεὸϲ διὰ τῶν ὑμῶν ἁγίων εὐχῶν. ἐπεδίδου δὲ καὶ τὸ βρέφοϲ ἵνα αὐτὸ ϲφραγίϲωϲιν. οἱ δὲ ὅϲιοι ἐπίϲκοποι καὶ αὐτὴν καὶ τὸ παιδίον ἐϲφράγιϲαν τῇ τοῦ ϲταυροῦ ϲφρα- γῖδι καὶ ποιήϲαντεϲ εὐχὴν ἐκάθιϲαν. μετὰ δὲ τὸ λαλῆϲαι αὐτοὺϲ πολλοὺϲ λόγουϲ πεπληρωμένοθϲ κατανύξεωϲ λέγει πρὸϲ αὐτοὺϲ ἡ δέϲποινα Οἴδατε, πατέρεϲ, τί ἐβουλευϲά- μην ποιῆϲαι περὶ τοῦ ὑμετέρου πράγματοϲ, ὁ δὲ ἐμὸϲ κύριοϲ Πορφύριοϲ ἀποκριθεὶϲ εἶπεν· Ὁϲα ἐβουλεύϲω, κατὰ θεὸν ἐβουλεύϲω· καὶ γὰρ ἐν ταύτῃ τῇ νυκτὶ ἀπεκαλύφθη [*](3 τινεϲ εὐαγγελιζόμενοι V 4 ἣ μόνον BV corr. Eb 5 λοχιφόρου BV corr. v (cf Soran. 21, 68 p. 236 R, Artemid. V 73 p. 268, 16 H) 7 ὑμῶν ὁϲίων V 8 ὁ θεὸϲ f. del. εὐξαϲθαι BV corr. v 12 πληρωθηϲῶν B 13 κουβουκλίου: -κλεί v 15 ἔνγίϲατε V ἐγγ v f. εὐλογήϲατε 16 θεὸϲ: κύριοϲ V 17 αὐτῶ B αὐτ[ὸ] c. ras. V 18 ϲφραγίδη B 19 ἐκάθηϲαν BV corr. v 22 ὑμετέρου ex ἡμ. V ἐμοῦ B)
40
τῇ ἐμῇ εὐτελείᾳ δι’ ὁράματοϲ εἶναι ἐν Γάζῃ, ἑϲτάναι δὲ ἐν τῷ ἐκεῖϲε εἰδωλείῳ τῷ καλουμένῳ Μαρνείῳ καὶ. τὴν ϲὴν εὐϲέβειαν ἐπιδιδόναι μοι εὐαγγέλιον, καὶ λέγειν μοι· Λάβε ἀνάγνωθι. ἐγὼ δὲ ἀναπτύξαϲ εὗρον τὴν περικοπὴν ἐν ᾗ λέγει ὁ δεϲπότηϲ Χριϲτὸϲ τῷ Πέτρῳ· ‘ϲὺ εἶ Πέτροϲ, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήϲω μου τὴν ἐκκληϲίαν, καὶ πύλαι ᾅδου οὐ κατιϲχύϲουϲιν αὐτῆ᾿. ϲὺ 〈δέ〉, δέϲποινα, ἀποκριθεῖϲα εἶπαϲ· Εἰρήνη ϲοι, ἴϲχυε καὶ ἀνδρίζου. καὶ ἐπὶ τούτοιϲ διυπνίϲθην, καὶ ἐκ τού- του πέπειϲμαι ὅτι ἔχει ὁ υἱὸϲ τοῦ θεοῦ ϲυνεργῆϲαι τῇ ϲῇ προαιρέϲει. εἰπὲ δὲ ἡμῖν, δέϲποινα, τί ἐβουλεύϲω. ἡ βαϲίλιϲϲα ἀποκριθεῖϲα εἶπεν Ἐὰν παραϲτῇ τῷ Χριϲτῷ, μετ’ ὀλίγαϲ ἡμέραϲ ἀξιοῦται τὸ παιδίον τοῦ ἁγίου βα- πτίϲματοϲ. ἀπελθόντεϲ οὖν ποιήϲατε ἱκεϲίαν καὶ αἰτή- ϲαϲθε τάξαντεϲ ἐν αὐτῇ ὅϲα ἂν βούληϲθε, καὶ ὅταν ἐξ- έλθῃ τὸ βρέφοϲ ἐκ τοῦ τιμίου βαπτίϲματοϲ, ἐπίδοτε τὴν ἱκεϲίαν τῷ βαϲτάζοντι αὐτό, ἐγὼ δὲ διδάϲκω αὐτὸν τὶ ποιῆϲαι, καὶ ἐλπίζω εἰϲ τὸν υἱὸν τοῦ θεοῦ ὅτι ὅλον τὸ πρᾶγμα ἔχει οἰκονομῆϲαι κατὰ τὸ θέλημα τῆϲ αὐτοῦ εὐϲπλαγχνίαϲ. ἡμεῖϲ δὲ λαβόντεϲ τοιαύταϲ ϲυνταγὰϲ πολλὰ εὐλογήϲαντεϲ αὐτήν τε καὶ τὸ βρέφοϲ ἐξήλθαμεν καὶ ἀπελθόντεϲ ἐποιήϲαμεν τὴν ἱκεϲίαν, πολλὰ τάξαντεϲ ἐν τῷ χάρτῃ, οὐ μόνον τὴν καταϲτροφὴν τῶν εἰδώ- λων, ἀλλὰ καὶ προνόμια τῇ ἁγίᾳ ἐκκληϲίᾳ καὶ τοῖϲ [*](5 Matth.16, 18) [*](2 εἰδωλίω BV corr. v 3 ἐπιδιδόμοι B λέγει B 4 ἀνάγνωθη B 7 οὐ secr. V 8 δὲ add. Eb ἀποκρι- θῆϲα B 10 πέπιϲμαι B V corr. v ϲυνεργήϲει V 14 ποιή- ϲαται B αἰτήϲαϲθαι B V corr. v 15 βούλεϲθαι BV corr. v) [*](17 αὐτό: αὐτῶ B 18 ὅλων B 21 ἐξὴλθ[ο]μεν c.ras. V 23 χάρτι BV corr. Ha)
41
Χριϲτιανοῖϲ καὶ πρόϲοδον παραϲχεθῆναι· ἦν γὰρ πενιχρὰ ἡ ἁγία ἐκκληϲία.

τῶν δὲ ἡμερῶν διαδραμουϲῶν ἐπέφθαϲεν ἡ ἡμέρα ἐν ᾗ ἔμελλεν φωτίζεϲθαι ὁ νέοϲ βαϲιλεὺϲ Θεοδόϲιοϲ. ἐϲτεφανώθη δὲ πᾶϲα ἡ πόλιϲ καὶ ἐκοϲμήθη ἔκ τε ὁλο- ϲηρικῶν καὶ χρυϲωμάτων καὶ ἄλλου παντοίου κόϲμου, ὡϲ μὴ δύναϲθαί τινα ἐξειπεῖν τὸν κόϲμον τῆϲ πόλεωϲ· ἀλλὰ καὶ τὰ πλήθη τῶν οἰκητόρων τὰ κυματώδη ἦν θεάϲαϲθαι παντοίαιϲ ἰδέαιϲ ἱματίων ἐναλλάττοντα. τῆϲ δὲ ἐμῆϲ δυνάμεωϲ οὐκ ἔϲτιν φράϲαι τὴν λαμπρότητα τοῦ κόϲμου ἐκείνου, ἀλλ’ ἐκείνων τῶν τὸν λόγον ἠϲκη- μένων, ἐγὼ δὲ ἐπὶ τὴν παροῦϲαν ἀληθῆ ϲυγγραφὴν μετελεύϲομαι. βαπτιϲθέντοϲ τοῦ νέου θεοδοϲίου καὶ ἐξελθόντοϲ ἐκ τῆϲ ἐκκληϲίαϲ ἐπὶ τὸ παλάτιον ἦν πάλιν θεάϲαϲθαι τὴν ἀρετὴν τοῦ πλήθουϲ τῶν προηγουμένων καὶ τὴν ἐξαϲτράπτουϲαν αὐτῶν ἐϲθῆτα· πάντεϲ γὰρ ἐλευκοφόρουν, ὡϲ νομίζεϲθαι τὸ πλῆθοϲ ὑπὸ χιόνοϲ πεπληρῶϲθαι. προηγοῦντο δὲ πατρίκιοι, ἰλλούϲτριοι καὶ πᾶϲα ἀξία μετὰ τῶν ϲτρατιωτικῶν ταγμάτων, πάντεϲ κηροὺϲ βαϲτάζοντεϲ, ὡϲ νομίζεϲθαι ἐν τῇ γῇ ἄϲτρα φαί νεϲθαι. ἦν δὲ πληϲίον τοῦ βαϲταζομένου βρέφουϲ καὶ αὐτὸϲ ὁ βαϲιλεὺϲ Ἀρκάδιοϲ, ἔχων τὸ πρόϲωπον ἱλαρὸν καὶ ἔκλαμπρον πλέον ἧϲ ἐφόρει πορφύραϲ, εἶϲ δὲ τῶν μεγιϲτάνων ἐβάϲταζεν τὸ βρέφοϲ ἐν λαμπρᾷ ἐϲθῆτι. ἡμεῖϲ δὲ ἐθαυμάϲαμεν ὁρῶντεϲ τὴν τοϲαύτην [*](1 πρόϲ[ο]δον c. ras. V πενηχρὰ B 5 ἐκοϲμίθη B ὀλοϲιρικῶν BV corr. V 6 χρυϲομάτων BV corr. V2 8 πλή- θει B 9 παντοίαϲ ἰδέαϲ Ha εἰδέαιϲ BV ἐναλάττοντα B 11 τῶν sscr. B λόγων V corr. v 13 βαπτ. 〈οὖν〉 Eb 17 exp. τὴν πλατεῖαν χιῶνοϲ B V corr. v 18 προϲηγοῦντο BV corr. Ha ἰλούϲτριοι B V corr. Ha 25 ἐθαυμ v άϲ[α]μεν c. ras. )

42
λέγει δὲ ἡμῖν ὁ ἐν ἁγίοιϲ Πορφύριοϲ· Εἰ τὰ γήινα καὶ μετ’ ὀλίγον ἀφατιζόμενα τοιαύτην ἔχει δόξαν, πόϲῳ τὰ ἐπουράνια τὰ ἡτοιμαϲμένα τοῖϲ ἀξίοιϲ, ἃ οὕτε ὀφθαλμὸϲ εἶδεν οὔτε οὖϲ ἤκουϲεν οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη; ἔϲτημεν δὲ ἡμεῖϲ εἰϲ τὸ πρόθυρον τῆϲ ἁγίαϲ ἐκκληϲίαϲ ἔχοντεϲ καὶ τὸν χάρτην τῆϲ ἱκεϲίαϲ, καὶ ὡϲ ἐξῆλθεν ἐκ τοῦ βαπτίϲματοϲ, ἀνεβοήϲαμεν εἰπόντεϲ· Δεό- μεθα τῆϲ ϲῆϲ εὐϲεβείαϲ, προτείνοντεϲ καὶ τὸν χάρτην. θεαϲάμενοϲ δὲ ὁ τὸ παιδίον βαϲτάζων καὶ γινώϲκων τὸ καθ’ ἡμᾶϲ πρᾶγμα (προεδιδάχθη γὰρ ὑπὸ τῆϲ δεϲποί- νηϲ], ἐκέλευϲεν τὸν χάρτην δειχθῆναι αὐτῷ, καὶ δεξά- μενοϲ ἔϲτη. ἐκέλευϲεν δὲ ἡϲυχίαν γενέϲθαι καὶ λύϲαϲ μέροϲ ἀνέγνω καὶ εἱλίξαϲ ὑπέβαλεν τὴν χεῖρα τῇ κε- φαλῇ τοῦ βρέφουϲ καὶ ὑποκλίναϲ αὐτὴν ἐπὶ πάντων ἔκραξεν· Ἐκέλευϲεν τὸ κράτοϲ αὐτῶν γενέϲθαι τὰ ἐν τῇ ἱκεϲίᾳ. πάντεϲ δὲ θεαϲάμενοι ἐθαύμαϲαν καὶ προϲεκύ- νουν τῷ βαϲιλεῖ, μακαρίζοντεϲ αὐτὸν ὅτι ἠξιώθη ἰδεῖν ἐν τῇ ζωῇ αὐτοῦ υἱὸν βαϲιλεύοντα· ἐγαυρία δὲ ἀκούων. προηγγέλθη δὲ καὶ τῇ βαϲιλίϲϲῃ Εὐδοξίᾳ τὸ γενόμενον χάριν τοῦ αὐτῆϲ τέκνου, ἐχάρη δὲ καὶ γονυπετήϲαϲα ἠυχαρίϲτηϲεν τῷ θεῷ. εἰϲελθόντοϲ δὲ τοῦ παιδίου ἐν τῷ παλατίῳ ὑπήντηϲεν αὐτῷ ἡ δέϲποινα καὶ ἐδέξατο καὶ κατεφίληϲεν, καὶ βαϲτάζουϲα αὐτὸ ἠϲπάϲατο καὶ τὸν βαϲιλέα εἰποῦϲα· Μακάριοϲ εἶ, δέϲποτα, ἐφ’ οἶϲ ἑωρά- καϲιν οἱ ὀφθαλμοί ϲου ἐν τῇ ζωῇ ϲου· καὶ ὁ βαϲιλεὺϲ [*](3 cf. Cor.I 2, 9) [*](1 γήινα B λέγει ἵνα V expunxit V 5 ἡνέβη V 6 [ἰ]κε- ϲίαϲ c. ras. V 8 προτίνοντεϲ BV corr. V2 11 δεχθῆναι B corr. Ha 13 ἠνέγνω V εἰλίξαϲ B v ἠλίξαϲ V 15 αὐτῶν BV P αὐτοῦ Ha 20 ἐχάρι B ἐχάρει V corr. v 22 αὐτὸ V corr. v 23 αὐτῶ B 24 ἑοράκαϲιν B)
43
ἔχαιρεν ἀκούων. ἰδοῦϲα δὲ αὐτὸν ἡ βαϲίλιϲϲα ἱλαρὸν εἶπεν Εἰ δοκεῖ μάθωμεν τί περιέχει ἡ ἱκεϲία, ἵνα πάν- τωϲ γένηται τὰ ἐν αὐτῇ. ὁ δὲ βαϲιλεὺϲ ἐκέλευϲεν ἀνα- γνωϲθῆναι τὸν χάρτην, καὶ ὡϲ ἀνεγνώϲθη εἶπεν· Βαρεῖα μὲν ἡ αἴτηϲιϲ, βαρυτέρα δὲ καὶ ἡ παραίτηϲιϲ, ἐπειδὴ καὶ πρώτη ἐϲτὶν ἡ κέλευϲιϲ τοῦ ἡμετέρου υἱοῦ. λέγει δὲ αὐτῷ ἡ δέϲποινα· Οὐ μόνον πρώτη κέλευϲιϲ, ἀλλὰ καὶ ἐν τούτῳ τῷ ἁγίῳ προϲχήματι, καὶ χάριν εὐϲεβείαϲ ἡ ἱκεϲία καὶ ὑπὸ ὁϲίων ἀνδρῶν αἰτηθεῖϲα. μόγιϲ δὲ ὁ βαϲιλεὺϲ ἐπένευϲεν, τῆϲ δεϲποίνηϲ πολλὰ ἐπιτιθεμένηϲ αὐτῷ. ταῦτα πάντα ἀνήγγειλεν ἡμῖν ὁ θεοφιλὴϲ Ἀμάντιοϲ.

τῇ δὲ ἑξῆϲ ἡμέρᾳ μεταπέμπεται ἡμᾶϲ ἡ βαϲίλιϲϲα καὶ κατὰ τὸ ἔθοϲ προαϲπαϲαμένη τοὺϲ ὁϲίουϲ ἐπιϲκό- πουϲ ἐκέλευϲεν καθίϲαι καὶ λέγει αὐτοῖϲ· Εὐχαῖϲ ὑμετέ- ραιϲ ἐνέβαλέν μοι ὁ θεὸϲ τὸ καθ’ ὑμᾶϲ πρᾶγμα καὶ ϲυνεργείᾳ αὐτοῦ γέγονεν, ἐθεάϲαϲθε δὲ ποίᾳ μεθόδῳ ἐχρηϲάμην. ἀλλ’ εἰ δοκεῖ τῇ ἑξῆϲ μεταπέμπομαι τὸν κυαίϲτορα καὶ ἐπ’ ὄψεϲιν ὑμῶν ἐπιτρέπω αὐτῷ ἵνα κατὰ τὴν δύναμιν τῆϲ ἱκεϲίαϲ ὑμῶν ποιηθῇ θεῖον γράμμα ἐξ ὀνόματοϲ τῶν δύο βαϲιλέων, καὶ ἁπλῶϲ εἰπεῖν πάντα ὅϲα δἂν εἴπητε αὐτῷ ποιήϲει. οἱ δὲ ἐπίϲκοποι καὶ. τούτων ἀκούϲαντεϲ πολλὰ ἠυλόγηϲαν αὐτὴν καὶ τὸν υἱὸν αὐτῆϲ καὶ τὸν βαϲιλέα, καὶ διαλεχθέντεϲ ἄλλα πολλὰ ψυχωφελῆ ϲυνταξάμενοι ἐξῆλθον. τῇ δὲ ἐξῆϲ μετεπέμ- [*](2 τί: τῆ B 4 βαρέα BV corr. Ha 5 βαρυτέρα . . . παραίτηϲιϲ om. B ἐπει[δ]ὴ c.ras. V 7 πρῶτον V f. 〈ἡ〉 κέλευϲιϲ 8 τοῦτο B ἡ ἰκ.: ἡ om. B 9 [ὑ]πὸ c.ras. V αἰτιθεϲα BV corr. V2 11 θεοφιλῖϲ B 16 ϲυνεργία v ἐθεάϲαϲθαι B 18 κυέϲτορα B κοιαίϲτοραν V ωραν V 19 δύ- ναμην B 21 εἴπηται B ἕπηται V ποιήϲῃ V 22 τοῦτο Eb) [*](24 ψυχοφελεῖ B ψυχοφελῆ V corr, V2)

44
ψατο τὸν κυαίϲτορα καὶ ἡμᾶϲ, λέγει δὲ αὐτῷ Λάβε τὸν χάρτην τοῦτον καὶ κατὰ τὴν δύναμιν αὐτοῦ διατύπωϲον θεῖον γράμμα. ὁ δὲ κυαίϲτωρ δεξάμενοϲ τὸν χάρτην μετὰ ϲπουδῆϲ ὑπηγόρευϲεν τὸ θεῖον γράμμα παρόντων ἡμῶν. ὑπεβάλομεν δὲ αὐτῷ ἀφορίϲαι δοῦκαϲ καὶ ὑπατι- κοὺϲ εἰϲ ἄμυναν καὶ τὰ τούτων τάγματα. ὡϲ δὲ ἐτε- λειώθη τὸ θεῖον γράμμα καὶ ὑπεγράφη, παρεκαλέϲαμεν τὴν δέϲποιναν ἵνα ἐγχειριϲθῇ τὴν χρείαν ἀνὴρ τῶν περιφανῶν. ἐπέτρεψεν δὲ Ἀμαντίῳ ζητῆϲαι ἄνδρα ζη- λωτὴν Χριϲτιανὸν τὸν ὀφείλοντα ἐγχειριϲθῆναι. πολλοὶ γὰρ τῶν ἐν ἀξίαιϲ προϲποιήτωϲ εἶχον τὴν πίϲτιν, οὓϲ μετῆλθεν ἡ θεία δίκη· μαθόντεϲ γὰρ οἱ βαϲιλεῖϲ ὅτι οὐκ ὀρθῶϲ ἔχουϲιν περὶ τὴν ἄχραντον πίϲτιν, περιεῖλον αὐτοὺϲ τῶν ἀξιωμάτων καὶ ἐζημίωϲαν ϲώματι καὶ χρή- ματι· ταῦτα δὲ πρὸ τούτου ἐπράχθη. ὅθεν ἐπέτρεψεν ἡ αὐγούϲτα ὀρθόδοξον ἄνδρα ἐγχειριϲθῆναι τὴν καθ’ ἡμᾶϲ χρείαν. ἐνεχειρίϲθη δὲ Κυνήγιοϲ οὕτω καλούμενοϲ τοῦ κωνϲιϲτωρίου, ἀνὴρ θαυμάϲιοϲ καὶ ζέων περὶ τὴν πίϲτιν. προϲκαλεϲαμένη δὲ αὐτὸν ἡ αὐγούϲτα παρ- ήγγειλεν αὐτῷ πάντα τὰ εἰδωλεῖα ἕωϲ ἐδάφουϲ κατα- ϲτρέψαι καὶ πυρὶ παραδοῦναι. ἐχαρίϲατο δὲ αὐτῷ καὶ ἀπὸ χειρὸϲ χρήματα εἰποῦϲα· Λάβε εἰϲ δαπάναϲ, καὶ μηδὲν λάβῃϲ παρὰ τῶν ὁϲιωτάτων ἐπιϲκόπων. δεξά- μενοϲ δὲ τὰϲ τοιαύταϲ ἐντολὰϲ παρὰ τῆϲ δεϲποίνηϲ ἐξ- ῆλθεν γενόμενοϲ προθυμότεροϲ.

διατρίψαντεϲ δὲ τὸ ὑπόλοιπον τοῦ χειμῶνοϲ καὶ. [*](1 κυέϲτορα Β κοιαίϲτορα V ωραν V2 2 διατὐποϲον B 3 κυέϲτορ B κοιαίϲτωρ V 5 ὑπεβάλωμεν V corr. v 6 πράγ- ματα BV cf.52, 8.23 10 χριϲτιανῶν B 17 χρίον B 18 κων- ϲτητουρίου BV corr. Ha 20 εἴδωλα B V corr. Ha 26 ὑπό- λυπον B χειμόνοϲ B)

45
ποιήϲαντεϲ τὰϲ ἁγίαϲ ἡμέραϲ τῆϲ παϲχαλίαϲ καὶ τὴν ἀναϲτάϲιμον εὐτρεπιζόμεθα ἐκπλεῦϲαι. παρεκαλέϲαμεν δὲ τὸν θαυμάϲιον Ἀμάντιον μηνῦϲαι ἡμᾶϲ πρὸϲ τὴν δέϲποιναν ἵνα ϲυνταξώμεθα αὐτῇ. ὃ δὲ ἀκούϲαϲ ἐλυ- πήθη διὰ τὸ ἡμᾶϲ μέλλειν ἐκπλεῖν· τοϲοῦτον γὰρ ἡμᾶϲ ἠγάπηϲεν ὡϲ αὐτὸν παρακαλέϲαι τὴν δέϲποιναν ἀπο- λὲϲαι αὐτὸν ὡϲ χάριν τοῦ εὔξαϲθαι εἰϲ τοὺϲ ἁγίουϲ καὶ. ϲεβαϲμίουϲ τόπουϲ. ἐφοβήθη δὲ ἡ δέϲποινα ἀπολῦϲαι αὐτόν, ἵνα μὴ κατερχόμενοϲ μονάϲῃ καὶ ἀπομείνῃ ἐκεῖ· ἠπίϲτατο γὰρ τὸν βίον τοῦ ἀνδρόϲ. ἦν γὰρ κατὰ θειαν ἄμεμπτοϲ, πολλὰϲ ἐλεημοϲύναϲ παρέχων καὶ διὰ παντὸϲ νηϲτεύων καὶ ξενοδοχῶν πολλοὺϲ καὶ ϲυντρέχων εἰϲ τὰϲ εὐϲεβεῖϲ χρείαϲ. τοϲαῦτα μὲν περὶ τοῦ θεοφι- λοῦϲ Ἀμαντίου. ἐμήνυϲεν δὲ ἡμᾶϲ πρὸϲ τὴν δέϲποιναν καὶ εἰϲήλθομεν πρὸϲ αὐτήν, καὶ λέγει τοῖϲ ὁϲιωτάτοιϲ ἐπιϲκόποιϲ· Πότε ϲὺν θεῷ πλέετε; ο δὲ εἶπαν· Διὰ τοῦτο εἰϲήλθομεν, ϲυντάξαϲθαι τῷ ὑμετέρῳ κράτει. ἣ δὲ εἶπεν· Διὰ παντὸϲ μνημονεύϲατέ μου καὶ τοῦ ἐμοῦ τέκνου. εὐθέωϲ δὲ ἐκέλευϲεν χρήματα ἐνεχθῆναι καὶ ἐνεχθέντων εἶπεν τῷ κυρίῳ μου τῷ ἐπιϲκόπῳ Πορφυ ρίῳ· Λάβε, πάτερ, ταῦτα δύο κεντηνάρια καὶ κτίϲον ἣν ϲυνεταξάμην κτίζειν ἁγίαν ἐκκληϲίαν ἐν μέϲῳ Γάζηϲ, καὶ. δήλωϲόν μοι ἐὰν ἔτι δεηθῇϲ χρημάτων, καὶ εὐθέωϲ ἀπο- ϲτέλλω. κτίϲον δὲ καὶ ξενῶνα, ἵνα ὑποδέχῃ τοὺϲ ἀδελ- [*](2 ε[ὑ]τρεπιζόμεθα c.ras. V ἐ[κ]πλεῦϲαι c. ras. V 4 ϲυν- ταξόμεθα B 10 τοῦ bis, alterum del. B 13 χρίαϲ B 15 εἰϲήλθωμεν B rad. corr. V 16 πλέεται B εἶπον v 17 εἰϲήλθωμεν B V corr. v ϲυντάξαϲθε V corr. v ἥ: εἰ B) [*](21 λάβε πρεϲ B λάβετε π. V corr. Ha κεντινάρια BV corr. v 23 με BV corr. v δεηθεὶϲ V corr. v ἀποϲτέλω B) [*](24 ἀποδέχῃ B)
46
φοὺϲ τοὺϲ ἐνδημοῦνταϲ τῇ πόλει τῇ ϲῇ καὶ χορητῇϲ αὐτοῖϲ ἐπὶ τρεῖϲ ἡμέραϲ ἀναλώματα. δέδωκεν δὲ καὶ τῷ ὁϲιωτάτῳ Ἰωάννῃ χρυϲοῦϲ χιλίουϲ καὶ τίμια ϲκεύη ἀμφοτέροιϲ, εἰϲ δὲ ἀναλώματα δέδωκεν αὐτοῖϲ ἀνὰ ἑκατὸν χρυϲοῦϲ. ἤνυϲεν δὲ καὶ ὁ προειρημένοϲ ὁϲιώ- τατοϲ Ἰωάννηϲ ὁ ἐπίϲκοποϲ Καιϲαρείαϲ ὅϲα ἠβουλήθη προνόμια εἰϲ λόγον τῆϲ αὐτοῦ ἐκκληϲίαϲ. καὶ ποιήϲαντεϲ εὐχὴν καὶ πολλὰ εὐλογήϲαντεϲ τήν τε δέϲποιναν καὶ. τὸν υἱὸν αὐτῆϲ καὶ τὸν βαϲιλέα ἐξῆλθον. παρεκάλεϲαν δὲ καὶ πρὸϲ τὸν βαϲιλέα εἰϲελθεῖν ὁ δὲ βαϲιλεὺϲ ἐπη- ρώτα αὐτοὺϲ εἰ τελείωϲ ἀπηλλάγηϲαν καὶ εἰ ἐχαρίϲατο αὐτοῖϲ τινα ἡ αὐγούϲτα, αὐτοὶ δὲ εἶπαν ὅτι Τελείωϲ ἀπηλλάγημεν, ϲῶζομένηϲ τῆϲ εὐϲεβείαϲ ὑμῶν καὶ τῆϲ θεοφιλεϲτάτηϲ ὑμῶν ϲυμβίου καὶ τοῦ θεοφυλάκτου ὑμῶν τέκνου, καὶ πολλὰ καὶ μεγάλα ἐϲτὶν τὰ χαριϲθέντα ἡμῖν. εὐθέωϲ δὲ καὶ ὁ βαϲιλεύϲ ἐκέλευϲεν τοῖϲ ἐπάρ- χοιϲ ληγατεῦϲαι αὐτοῖϲ ἀπὸ δημοϲίων Παλαιϲτίνηϲ ἀνὰ χρυϲοῦ λίτραϲ κ. δέδωκεν δὲ καὶ αὐτὸϲ εἰϲ λόγον δα- πανημάτων ἀνὰ δράκα μίαν, ἅπερ ἡυρέθη ἀνὰ νομιϲμά- των πεντήκοντα. πολλὰ δὲ καὶ αὐτὸν εὐλογήϲαντεϲ ἐξῆλθον. ἐποιήϲαμεν δὲ ἐν τῇ πόλει ἄλλαϲ ἡμέραϲ τρεῖϲ ἕωϲ οὐ ἐλάβομεν τὴν ληγατιῶνα τῶν τεϲϲαρά- κοντα λιτρῶν, καὶ μετὰ τρεῖϲ ἡμέραϲ ἐμβαλόμενοι ἐπλεύ- ϲαμεν τῇ κατὰ Γαζαίουϲ Ξανθικοῦ τρίτῃ καὶ εἰκάδι, κατὰ. δὲ Ῥωμαίουϲ Ἀπριλλίου ὀκτωκαιδεκάτῃ. ὁ δὲ λαμπρό- [*](1 χωρηγῆϲ B 11 ἐχαρἡϲατο B 12 αὐτούϲ B εἶπὸν v 13 ϲωζωμένηϲ B 15 χαριϲθὲν V corr. v 17 λιγα- τεῦϲαι BV corr. v δημωϲίων B 18 χρυϲοὺϲ B λόγων B) [*](19 δράκον BV corr. Ha εὑρέθη B 22 ἐλάβ[o]μεν c. ras. V λιγατιῶνα BV corr. V2 24 ξανθηκοῦ B 25 ἀπρι- λίω B ἀπριλλίω V corr. Ha)
47
τατοϲ Κυνήγιοϲ μεθ᾿ ἡμᾶϲ ἐξῆλθεν, χρηϲάμενοϲ τῷ δη- μοϲίῳ δρόμῳ.