Historia Ecclesiastica

Evagrius, Scholasticus

Evagrius, Scholasticus. The Ecclesiastical History of Evagrius with the Scholia. Bidez, Joseph; Parmentier, Leon, editors. London: Methuen, 1898.

Ὡς μὲν οὖν Ζαχαρίᾳ γέγραπται τῷ ῥήτορι, ταύταις [*](Niceph. xvi 4 Zacharis v 2) ταῖς ἐγκυκλίοις συλλαβαῖς συντίθεται ὁ Τιμόθεος [*](21) ἄρτι τῆς ὑπερορίας, ὡς ἔφην, ἐπανηνεγμένος, καὶ πρός γε Πέτρος ὁ τῆς Ἀντιοχέων πρόεδρος, ὁ ἐπίκλην Κναφεύς, ὃς καὶ Τιμοθέῳ παρῆν ἀνὰ τὴν βασιλεύουσαν. Τούτων οὕτω γιγνομένων, ψηφίζονται δὲ καὶ Παῦλον τὸν τῆσἘφεσίων ἀρχιερατικὸν ὑπελθεῖν θρόνον. Φησὶ δ̓ οὖν ὡς καὶ Ἀναστάσιος ὁ μετὰ Ἰουβενάλιον Ἱεροσολύμων πρόεδρος ὑποσημαίνεται τοῖς ἐγκυκλίοις ἕτεροί τε πάμπολλοι, ὡς περὶ τοὺς πεντακοσίους καθεστάναι τοὺς τὸν Λέοντος τόμον καὶ τὴν ἐν Καλχηδόνι σύνοδον ἀποκηρύξαντας.Καί που καὶ δέησιν ἐγγράφει γενομένην παρὰ τῶν ἐν Ἀσίᾳ προέδρων ἐν Ἐφέσῳ συνεληλυθότων πρὸς Βασιλίσκον, ὧν ἔνια τούτοις σύγκειται τοῖς γράμμασιν:

105
Τοῖς κατὰ πάντα εὐσεβεστάτοις καὶ φιλοχρίστοις [*](Zacharias v 3) δεσπόταις ἡμῶν Βασιλίσκῳ καὶ Μάρκῳ, αἰωνίοις νικηταῖς Αὐγούστοις. Καὶ μεθ̓ ἕτερα: Διὰ πάντων ἐδείχθητε πανευσεβέστατοι καὶ φιλόχριστοι βασιλεῖς, μισουμένῃ καὶ πολεμουμένῃ διαφόρως τῇ πίστει συμπολεμούμενοι. Καὶ μεθ̓ ἕτερα: Φοβερά τις ἐκδοχὴ κρίσεως καὶ θείου [*](Hebr. x 27) πυρὸς ζῆλος, καὶ ἡ δικαία τῆς ὑμετέρας γαληνότητος κίνησις τοὺς ἀντιδιατιθεμένους παρὰ πόδας συμπλέξει τοὺς τὸν θεὸν τὸν δυνατὸν καὶ τὴν ὑμετέραν τῇ πίστει κρατυνομένην βασιλείαν ἀλαζονικῇ τιμωρίᾳ κατατοξεύειν ἐπιχειροῦντας, καὶ τῆς ἡμετέρας βραχύτητος πολυτρόπως μὴ φειδομένους, ἀλλ̓ ἀεὶ συκοφαντοῦντας καὶ καταψευδομένους ἡμῶν ὡς ἀνάγκῃ τινὶ καὶ βίᾳ καθυπογραψάντων ἡμῶν ἐν τοῖς θείοις ὑμῶν καὶ ἀποστολικοῖς ἐγκυκλίοις, ἐν οἷς μετὰ πάσης χαρᾶς καὶ προθυμίας καθυπεγράψαμεν. Καὶ μεθ̓ ἕτερα: Μηδὲν οὖν ἕτερον παρὰ τὰ θεῖα ὑμῶν ἐγκύκλια προβῆναι θελήσατε, εἰδότες ὅπερ ἔφημεν, ὅτι πᾶς ὁ κόσμος ἀνατραπήσεται πάλιν, καὶ μικρὰ εὑρεθήσεται τὰ παρὰ τῆς ἐν Καλχηδόνι συνόδου γενόμενα κακά, ἅτινα καὶ τοὺς ἀναριθμήτους ἐκείνους εἰργάσατο φόνους, καὶ τὰ αἵματα τῶν ὀρθοδόξων ἀδίκως καὶ παρανόμως ἐξέχεεν. Καὶ μεθ̓ ἕτερα: Διαμαρτυρόμεθα ἐνώπιον τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ — ἐλευθέραν γὰρ τὴν εὐσέβειαν εἷναι τὴν ἡμετέραν — , δεόμεθα τῆς ἐπενεχθείσης αὐτοῖς δικαίας καὶ κανονικῆς καὶ ἐκκλησιαστικῆς κατακρίσεως καὶ καθαιρέσεως, καὶ μάλιστα τῷ τὴν βασιλεύουσαν οὐχ ὁσίως ἐπισκοποῦντι διὰ πολλὰ φωραθέντι. Ὁ αὐτὸς Ζαχαρίας καὶ τάδε πρὸς ῥῆμα γράφει, ὡς [*](Niceph. xvi 5 Zacharias v 4) τῶν ἐγκυκλίων καὶ βασιλικῶν γραμμάτων ἐκδοθέντων, οἱ
106
τὴν Εὐτυχοῦς φαντασίαν νοσοῦντες ἀνὰ τὴν βασιλεύουσαν καὶ τὸν μονήρη διώκοντες βίον, ὥσπερ ἑρμαίῳ τινὶ περιτυχεῖν οἰηθέντες Τιμοθέῳ καὶ τοῖς ἐγκυκλίοις τὸ ἴδιον θηρᾶσαι ἐλπίσαντες, δρομαῖοι παῤ αὐτὸν ἀφικνοῦνται: καὶ ὡς διελεγχθέντες πρὸς Τιμοθέου ὁμοούσιον ἡμῖν εἶναικατὰ τὴν σάρκα τὸν τοῦ θεοῦ Λόγον καὶ τῷ πατρὶ ὁμοούσιον κατὰ τὴν θεότητα, εἰς τοὐπίσω ἀνεχώρουν.

Ὁ αὐτός φησι τὸν Τιμόθεον ἐξορμήσαντα τῆς [*](Niceph. xvi 5 Zachariarias v 4) βασιλίδος τὴν Ἐφεσίων καταλαβεῖν, ἐνθρονίσαι τε τὸν Παῦλον ἀρχιερέα τῇ Ἐφεσίων: ὃς ἤδη ἐκεχειροτόνητομὲν ἀνὰ τὴν ἀρχαιοτέραν συνήθειαν ὑπὸ τῶν τῆς ἐπαρχίας ἐπισκόπων, ἐκπεπτώκει δὲ τοῦ θρόνου. Ἀποδίδωσι δὲ τῇ Ἐφεσίων καὶ τὸ πατριαρχικὸν δίκαιον, ὅπερ αὐτὴν ἀφεῖλεν ἡ ἐν Καλχηδόνι σύνοδος, ὥς μοι λέλεκται. Ἐκεῖθέν τε ἀπάρας ἀνὰ τὴν Ἀλεξανδρέων ἀφικνεῖται,καὶ τοὺς προσιόντας ἀπαιτῶν ἀναθεματίζειν τὴν ἐν Καλχηδόνι σύνοδον οὕτω διετέλει. Ἀποπηδῶσι δ̓ οὖν παῤ αὐτοῦ ἐκ τῆς κατ̓ αὐτὸν μοίρας, ὡς τῷ αὐτῷ Ζαχαρίᾳ ἱστόρηται, ἄλλοι τε πολλοὶ καὶ Θεόδοτος εἷς τῶν ὑπὸ Θεοδοσίου ἀνὰ τὴν Ἰόππην κεχειροτονημένων, τοῦ τῆσἹεροσολύμων ἐπισκόπου πρός τινων γεγονότος, ὅτε πρὸς τὸ Βυζάντιον ὁ Ἰουβενάλιος ἀνέδραμεν.

Ἀκάκιον δέ φησι τὸν τῆς Κωνσταντίνου πρόεδρον [*](Niceph. xvi 6 Zacharias v 5 Theod. Lect. i 32 — 34 Theophan. 122 Joh. Nikiu c. 88, p. 478) ἐπὶ τούτοις περιπαθήσαντα συγκινῆσαι τὸ μοναδικὸν καὶ τὸν δῆμον τῆς βασιλευούσης, ὡς αἱρετικοῦ τοῦ Βασιλίσκουτυγχάνοντος: ἐκεῖνόν τε αὖ ἐξαρνήσασθαι τὰ ἐγκύκλια, καὶ διάταξιν γράψαι τὰ ἐκ συναρπαγῆς γεγονότα τέλεον ἀργεῖν ἀντεγκύκλιά τε διαπέμπεσθαι συνιστῶντα τὴν ἐν Καλχηδόνι σύνοδον. Καὶ ταῦτα μὲν ἅ φησιν ἀντεγκύκλια παρῆκεν, ἐμπαθῶς τὴν ὅλην πραγματείανσυγγράψας. Ἔστιν δὲ ἐπὶ λέξεως ταῦτα:

107
ἈΝτεΓκΥκλιοΝ ΒασιλίσκοΥ. [*](Niceph. xvi 7) Αὐτοκράτορες Καίσαρες Βασιλίσκος καὶ Μάρκος. Τὴν ἄνωθεν καὶ ἐξ ἀρχῆς ἐν ταῖς καθολικαῖς ἐκκλησίαις κρατήσασαν ἀποστολικὴν καὶ ὀρθόδοξον πίστιν, τὴν καὶ μέχρι τῆς ἡμετέρας βασιλείας κρατήσασαν καὶ ἐπὶ τῆς ἡμετέρας βασιλείας κρατοῦσαν καὶ εἰς τὸ διηνεκὲς κρατεῖν ὀφείλουσαν, εἰς ἣν καὶ ἐβαπτίσθημεν καὶ πιστεύομεν, αὐτὴν μόνην ἄτρωτον καὶ ἀσάλευτον κρατεῖν, τὴν καὶ κρατοῦσαν, καὶ διηνεκῶς πολιτεύεσθαι ἐν πάσαις ταῖς καθολικαῖς καὶ ἀποστολικαῖς τῶν ὀρθοδόξων ἐκκλησίαις θεσπίζομεν καὶ μηδὲν ἕτερον ζητεῖσθαι. Διὰ τοῦτο γὰρ καὶ τὰ ἐπὶ τῆς ἡμετέρας βασιλείας γεγενημένα, εἴτε ἐγκύκλια, εἴτε καὶ ἕτερα, ἢ εἴ τι δή ποτε οὖν, πίστεως ἕνεκεν ἢ καταστάσεως ἐκκλησιαστικῆς, ἀργεῖν καὶ πεπαῦσθαι προστάττομεν, ἀναθεματιζομένων Νεστορίου καὶ Εὐτυχοῦς καὶ πάσης ἑτέρας αἱρέσεως καὶ πάντων τῶν τὰ αὐτὰ φρονούντων, καὶ περὶ ταύτης τῆς ὑποθέσεως μὴ σύνοδον γίνεσθαι ἢ ἑτέραν ζήτησιν, ἀλλὰ ταῦτα μένειν ἀρραγῆ καὶ ἀσάλευτα: ἀποδοθῆναι δὲ καὶ τὰς ἐπαρχίας τῷ εὐλαβεστάτῳ καὶ ἁγιωτάτῳ πατριάρχῃ καὶ ἀρχιεπισκόπῳ Ἀκακίῳ, ὧν τὴν χειροτονίαν εἶχεν ὁ θρόνος ταύτης τῆς βασιλίδος καὶ ἐνδόξου πόλεως: δηλαδὴ τῶν νῦν ὄντων θεοφιλεστάτων ἐπισκόπων μενόντων ἐπὶ τῶν οἰκείων θρόνων, μηδενὸς ἐκ τούτου προκρίματος γενομένου μετὰ τὴν τούτων τελευτὴν τῷ δικαίῳ τῆς χειροτονίας τοῦ εὐαγοῦς θρόνου ταύτης τῆς βασιλίδος καὶ ἐνδόξου πόλεως. Τοῦτο δὲ τὸ θεῖον ἡμῶν θέσπισμα δύναμιν ἐπέχειν θείας διατάξεως οὐδενὶ ἀμφίβολον καθέστηκεν. Καὶ ταῦτα μὲν ὧδε προῆλθε.

Ζήνων δὲ παροτρύνουσαν ὥς φασι θεασάμενος τὴν [*](Niceph. xvi 8 Malal. 380 Joh. Nikiu c. 88, p. 479 Theod. Lect. i 35, 36 Theophan. 124 — 5)ἁγίαν καὶ πολύαθλον πρωτομάρτυρα Θέκλαν καὶ τὴν τῆς βασιλείας ἀποκατάστασιν ὑπισχνουμένην, ἐπὶ τὸ Βυζάντιον στρατεύει δώροις τοὺς πολιορκοῦντας ὑπελθών, καὶ δεύτερον ἔτος τῆς ἀρχῆς κρατήσαντα τὸν

108
Βασιλίσκον ἐξωθεῖται, ἁγίοις τε προσπελάσαντα σηκοῖς τοῖς ἐχθροῖς ἐκδίδωσιν. Οὗτος ὁ Ζήνων μέγιστον τέμενος ἐξοχῇ τε καὶ κάλλει προὖχον ἀνατέθεικε τῇ πρωτομάρτυρι Θέκλῃ ἀνὰ τὴν Σελευκέων τὴν πρὸς τῇ Ἰσαύρων χώρᾳ κειμένην, πλείστοις καὶ βασιλικοῖς ἀναθήμασι διακοσμήσας,τοῖς καὶ μέχρις ἡμῶν σωζομένοις. Πέμπεται μὲν οὖν ἀνὰ τὴν Καππαδοκῶν τεθνηξόμενος χώραν ὁ Βασιλίσκος: ἐν Κουκουσῷ δὲ τῷ σταθμῷ ἅμα γυναικὶ καὶ τέκνοις [*](Zacharias v 5) ἀποσφάττεται. Καὶ νόμον ὁ Ζήνων τίθησιν ἀναιροῦντα τὰ ἐπὶ τοῖς ἐγκυκλίοις συντεθειμένα Βασιλίσκῳ τῷτυράννῳ: καὶ Πέτρος μὲν ὁ ἐπίκλην Κναφεὺς τῆς Ἀντιοχέων ἐκκλησίας ἀπελαύνεται, Παῦλος δὲ τῆς Ἐφεσίων.

Οἱ δὲ τῆς Ἀσίας ἐπίσκοποι τὸν Ἀκάκιον ἡμερούμενοι [*](Niceph. xvi 9 Zacharias v 5) παρῃτοῦντο καὶ συγγνώμην ᾔτουν, βιβλία μετανοίας διαπεμπόμενοι δἰ ὧν ἔφασκον πρὸς ἀνάγκης τοῖς ἐγκυκλίοις,οὐ μὴν ἑκουσίως ὑποσημήνασθαι, καὶ διωμνύοντο ἦ μὴν οὕτως ἔχειν καὶ μὴ ἑτέρως, ἦ κατὰ τὴν ἐν Καλχηδόνι σύνοδον πεπιστευκέναι τε καὶ πιστεύειν. Ἡ δὲ τῶν γραμμάτων δύναμίς ἐστιν ἐν τούτοις: Ἐπιστολὴ ἤτοι δέησις ἀποσταλεῖσα Ἀκακίῳ ἐπισκόπῳΚωνσταντινουπόλεως παρὰ τῶν τῆς Ἀσίας ἐπισκόπων. Ἀκακίῳ τῷ ἁγιωτάτῳ καὶ ὁσιωτάτῳ πατριάρχῃ τῆς κατὰ τὴν βασιλεύουσαν Κωνσταντινούπολιν νέαν Ῥώμην ἁγιωτάτης ἐκκλησίας. Καὶ μεθ̓ ἕτερα: Ἔφθασεν ἐφ̓ἡμᾶς πρεπόντως ποιῶν ὁ καὶ τὸν ὑμέτερον ἀναπληρώσων τόπον. Καὶ μετ̓ ὀλίγα: Διὰ τῶνδε τῶν λιβέλλων γνωρίζομεν ὑπογεγραφηκέναι οὐ κατὰ πρόθεσιν ἀλλ̓ ἐξ ἀνάγκης, γράμμασιν καὶ ῥήμασιν ἀλλ̓ οὐ καρδίᾳ συνθέμενοι τούτοις. Ταῖς γὰρ ὑμῶν εὐπροσδέκτοις πρεσβείαις,σὺν ἐπινεύσει τοῦ κρείττονος, ὡς παρειλήφαμεν παρὰ τῶν τῆς οἰκουμένης φωστήρων τριακοσίων δέκα ὀκτὼ καὶ τῶν

109
ἑκατὸν πεντήκοντα ἁγίων πατέρων, πιστεύομεν, πρὸς τούτοις δὲ καὶ τοῖς ἐν Καλχηδόνι εὐσεβῶς καὶ ὀρθῶς τυπωθεῖσι παρὰ τῶν καὶ ἐν αὐτῇ συναχθέντων θείων πατέρων. Εἴτε οὖν Ζαχαρίας ὁ ῥήτωρ ἐσυκοφάντησεν τούτους, εἴτε αὐτοὶ διεψεύσαντο φήσαντες ὡς οὐκ ἐβούλοντο ὑπογράψαι, λέγειν οὐκ ἔχω.

Μετὰ γοῦν Πέτρον Στέφανος τὸν Ἀντιοχείας [*](Niceph. xvi 10 Malal. 381 Joh. Nikiu c. 88, p. 480 Theophan. 128 Conc. vii 1176 — 7) θρόνον παραλαμβάνει: ὃν παῖδες Ἀντιοχέων καλάμοις διεχειρίσαντο ἴσα δόρασιν ὀξυνθεῖσιν, ὡς Ἰωάννῃ τῷ ῥήτορι γέγραπται. Μετὰ Στέφανον δὲ Καλανδίων τοὺς τῆς αὐτῆς καθέδρας οἴακας ἐπιτρέπεται: ὃς τοὺς προσιόντας παρεσκεύαζε τὸν Τιμόθεον ἀναθεματίζειν σὺν καὶ τοῖς ἐγκυκλίοις Βασιλίσκου.

Ὁ δέ γε Ζήνων ἐβουλήθη μὲν τὸν Τιμόθεον [*](Niceph. xvi 11 Joh. Nikiu c. 88,p. 482)ἀπελάσαι τῆς Ἀλεξανδρέων: πρός τινων δὲ μαθὼν ἤδη πρεσβύτην εἶναι καὶ ὅσον οὔπω τὸ πάντων ὑπελθεῖν καταγώγιον, τὸ βούλευμα διεκώλυσε. Καὶ δὴ μετ̓ οὐ πολὺ τὸ κοινὸν ἀπέτισεν χρέος: καὶ Πέτρον αὐθεντίᾳ [*](Liberat. xvi) προχειρίζονται σφῶν οἱ τῆς Ἀλεξανδρέων ἐπίσκοπον, τὸν ἐπίκλην Μογγόν. Ὅπερ εἰς Ζήνωνα διαβὰν ἐξετάραξε: [*](Zacharias v 5) καὶ τῷ μὲν ὁ Ζήνων θανάτου ζημίαν προσετίμησε, Τιμόθεον δὲ τὸν μετὰ Προτέριον ἀνακαλεῖται ἐν τῷ Κανόβῳ [*](Theophan. 121) διά τινα στάσιν τοῦ δήμου διάγοντα: καὶ ὁ μὲν Τιμόθεος τοῖς τοῦ βασιλέως κελεύσμασι τὸν οἰκεῖον κατειλήφει θρόνον.

Ἐκ βουλῆς δὲ ἐνίων Ἰωάννης πρεσβύτερος οἰκονομεῖν [*](Niceph. xvi 11 Zacharias v 6 Theophan. 128 Cramer. An. Par. ii 105) τεταγμένος τὸν σεβάσμιον νεὼν τοῦ ἁγίου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου τὴν βασιλέως καταλαμβάνει, πρεσβεύσων ἵνα εἰ συμβῇ τὸν ἐπίσκοπον ἐξ ἀνθρώπων ἀπελθεῖν, ἐξὸν ᾖ τοῖς τὴν Ἀλεξάνδρου οἰκοῦσι προβάλλεσθαι

110
[*](Zacharias v 7) πρόεδρον ὃν ἂν ἐθέλοιεν. Ὃς ἑαυτῷ μνώμενος τὴν ἐπισκοπήν, ὡς Ζαχαρίας φησίν, ἐφωράθη ὑπὸ τοῦ βασιλέως: καὶ ὅρκους ὑποσχὼν μή ποτε τὸν τῆς Ἀλεξανδρέων ἐπιζητήσειν θρόνον, ἀνὰ τὴν οἰκείαν ἐπαναζεῦξαι. Καὶ θεσπίζει γε βασιλεὺς μετὰ τελευτὴν Τιμοθέου ἐκεῖνονἐπίσκοπον γενέσθαι ὃν ἂν ὁ κλῆρος καὶ τὸ κοινὸν ψηφίσοιντο. Οὐκ ἐς μακρὰν δὲ τελευτήσαντος τοῦ Τιμοθέου, ὁ Ἰωάννης χρήματα δούς, ὡς τῷ αὐτῷ Ζαχαρίᾳ γέγραπται, καὶ ἐς τὰ ὀμωσμένα τῷ βασιλεῖ ἀλογήσας εἰς ἐπίσκοπον τῆς Ἀλεξανδρέων προβάλλεται. Ἅπερ ὁ [*](Theod. Lect. ii 45 Theophan. 130 Joh. Nikiu c. 88, p. 483 Conc. vii 1177) βασιλεὺς γνοὺς ἐκεῖνον μὲν ἀπελαθῆναι κελεύει. Ὑποθήκῃ [*](11) δέ τινων προσφώνησιν πρὸς τοὺς Ἀλεξανδρέας γράφει, ἥνπερ Ἑνωτικὸν κέκληκε, θεσπίσας ἀποδοθῆναι Πέτρῳ τὸν θρόνον τῆς Ἀλεξάνδρου, εἴπερ ἐν τούτῳ καθυποσημαίνοιτο, καὶ τοὺς τῆς μοιρας Προτερίου εἰσκοινωνίαν δέξοιτο.

Ταύτην τὴν οἰκονομίαν γνώμῃ συντεθειμένην [*](Niceph. xvi 11 Zacharias v 7 Liberat. xviii) Ἀκακίου τοῦ τῆς βασιλευούσης ἐπισκόπου Περγάμιος ἀποκομίζει, ὕπαρχος τῆς Αἰγύπτου χειροτονηθείς: ὅστις προσσχὼν τῇ Ἀλεξάνδρου πεφευγότα τὸν Ἰωάννην εὑρηκὼσἐντυγχάνει τῷ Πέτρῳ, καὶ πείθει δέξασθαι τὴν προσφώνησιν Ζήνωνος, προσέτι δὲ καὶ τοὺς διεστῶτας. Δέχεται τοίνυν τὴν εἰρημένην προσφώνησιν ὑπογράφει τε ταύτῃ, ὑπισχνεῖται δὲ καὶ τοὺς ἀπ̓ ἐναντίας δέχεσθαι. Μετὰ δ̓ οὖν πανηγύρεως δημοτελοῦς ἀνὰ τὴν Ἀλεξανδρέωνοὔσης πάντων τε τὸ καλούμενον Ἑνωτικὸν Ζήνωνος προσιεμένων, δέχεται Πέτρος καὶ τοὺς ἐκ τῆς Προτερίου μοίρας: καί τινα προσφώνησιν πρὸς τὸν λεὼν συντάξας ἐπὶ τῆς ἐκκλησίας ἀναγινώσκει τὴν Ζήνωνος προσφώνησιν ἔχουσαν ὧδε:

111
Τὸ ἙΝωτικὸΝ τοΥ ΖΗΝωΝος.

Αὐτοκράτωρ Καῖσαρ Ζήνων, εὐσεβής, νικητής, [*](Niceph. xvi 12 Zacharias v 8 Liberat. xvii Facundus xii 4) τροπαιοῦχος, μέγιστος, ἀεισέβαστος, Αὔγουστος, τοῖς κατὰ Ἀλεξάνδρειαν καὶ Αἴγυπτον καὶ Λιβύην καὶ Πεντάπολιν εὐλαβεστάτοις ἐπισκόποις καὶ κληρικοῖς καὶ μοναχοῖς καὶ λαοῖς. Ἀρχὴν καὶ σύστασιν δύναμίν τε καὶ ὅπλον ἀκαταμάχητον τῆς ἡμετέρας εἰδότες βασιλείας τὴν μόνην ὀρθὴν καὶ ἀληθινὴν πίστιν, ἥντινα διὰ τῆς θείας ἐπιφοιτήσεως ἐξέθεντο μὲν οἱ ἐν Νικαίᾳ συναθροισθέντες τριακόσιοι δέκα ὀκτὼ ἅγιοι πατέρες, ἐβεβαίωσαν δὲ καὶ οἱ ἐν Κωνσταντινουπόλει ἑκατὸν πεντήκοντα ὁμοίως ἅγιοι πατέρες συνελθόντες, νύκτωρ τε καὶ μεθ̓ ἡμέραν πάσῃ προσευχῇ καὶ σπουδῇ καὶ νόμοις κεχρήμεθα πληθύνεσθαι δἰ αὐτῆς τὴν ἁπανταχόσε ἁγίαν τοῦ θεοῦ καθολικὴν καὶ ἀποστολικὴν ἐκκλησίαν, τὴν ἄφθαρτον καὶ ἀτελεύτητον μητέρα τῶν ἡμετέρων σκήπτρων, εἰρήνῃ δὲ καὶ τῇ περὶ θεὸν ὁμονοίᾳ τοὺς εὐσεβεῖς λαοὺς διαμένοντας εὐπροσδέκτους τὰς ὑπὲρ τῆς ἡμετέρας βασιλείας ἱκετείας προσφέρειν σὺν τοῖς θεοφιλεστάτοις ἐπισκόποις καὶ θεοσεβεστάτοις κληρικοῖς καὶ ἀρχιμανδρίταις καὶ μονάζουσι. Τοῦ γὰρ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ ἐκ τῆς ἁγίας παρθένου καὶ θεοτόκου Μαρίας σαρκωθέντος καὶ τεχθέντος, τὴν ἐκ συμφωνίας δοξολογίαν τε καὶ λατρείαν ἡμῶν ἐπαινοῦντος καὶ ἑτοίμως δεχομένου, τὰ μὲν τῶν πολεμίων ἐκτριβήσεται καὶ ἐξαλειφθήσεται γένη, πάντες δὲ τὸν οἰκεῖον ὑποκλινοῦσιν αὐχένα τῷ ἡμετέρῳ μετὰ θεὸν κράτει, εἰρήνη δὲ καὶ τὰ ἐκ ταύτης ἀγαθὰ ἀέρων τε εὐκρασία καὶ καρπῶν εὐφορία καὶ τὰ ἄλλα δὲ τὰ λυσιτελοῦντα τοῖς ἀνθρώποις φιλοτιμηθήσεται. Οὕτως οὖν τῆς ἀμωμήτου πίστεως ἡμᾶς τε καὶ τὰ

112
Ῥωμαϊκὰ περισωζούσης πράγματα, δεήσεις ἡμῖν προσεκομίσθησαν παρὰ θεοσεβῶν ἀρχιμανδριτῶν καὶ ἐρημιτῶν καὶ ἑτέρων αἰδεσίμων ἀνδρῶν, μετὰ δακρύων ἱκετευόντων ἕνωσιν γενέσθαι ταῖς ἁγιωτάταις ἐκκλησίαις συναφθῆναί τε τὰ μέλη τοῖς μέλεσιν, ἅπερ ὁ μισόκαλοσἀπὸ πλείστων χρόνων χωρίσαι κατηπείχθη γινώσκων ὡς ὁλοκλήρῳ τῷ τῆς ἐκκλησίας σώματι πολεμῶν, ἡττηθήσεται. Συμβαίνει γὰρ ἐκ τούτου καὶ γενεὰς ἀναριθμήτους εἶναι ὅσας ὁ χρόνος ἐν τοσούτοις ἔτεσι τῆς ζωῆς ὑπεξήγαγε, καὶ τὰς μὲν τοῦ λουτροῦ τῆς παλιγγενεσίασἐστερημένας ἀπελθεῖν, τὰς δὲ τῆς θείας κοινωνίας μὴ μετασχούσας πρὸς τὴν τῶν ἀνθρώπων ἀπαραίτητον ἐκδημίαν ἀπαχθῆναι, φόνους τε τολμηθῆναι μυρίους καὶ αἱμάτων πλήθει μολυνθῆναι μὴ μόνον τὴν γῆν ἀλλ̓ ἤδη καὶ αὐτὸν τὸν ἀέρα. Ταῦτα τίς οὐκ ἂν εἰς τὸ ἀγαθὸνμετασκευασθῆναι προσεύξοιτο; Διά τοι τοῦτο γινώσκειν ὑμᾶς ἐσπουδάσαμεν ὅτι καὶ ἡμεῖς καὶ αἱ πανταχοῦ ἐκκλησίαι ἕτερον σύμβολον ἢ μάθημα ἢ ὅρον πίστεως ἢ πίστιν πλὴν τοῦ εἰρημένου ἁγίου συμβόλου τῶν τριακοσίων δέκα ὀκτὼ ἁγίωνπατέρων, ὅπερ ἐβεβαίωσαν οἱ μνημονευθέντες ἑκατὸν πεντήκοντα ἅγιοι πατέρες, οὔτε ἐσχήκαμεν, οὔτε ἔχομεν, οὔτε ἕξομεν, οὔτε ἔχοντας ἐπιστάμεθα: εἰ δὲ καὶ ἔχοι τις, ἀλλότριον αὐτὸν ἡγούμεθα. Τοῦτο γὰρ καὶ μόνον, ὡς ἔφαμεν, τὴν ἡμετέραν περισώζειν τεθαρρήκαμεν βασιλείαν,καὶ πάντες δὲ οἱ λαοὶ τοῦ σωτηριώδους ἀξιούμενοι φωτίσματος αὐτὸ καὶ μόνον παραλαμβάνοντες βαπτίζονται: ᾧ καὶ ἐξηκολούθησαν καὶ πάντες οἱ ἅγιοι πατέρες οἱ ἐν τῇ Ἐφεσίων συνελθόντες, οἱ καὶ καθελόντες τὸν ἀσεβῆ Νεστόριον καὶ τοὺς τὰ ἐκείνου μετὰ ταῦταφρονοῦντας. Ὅντινα καὶ ἡμεῖς Νεστόριον ἅμα Εὐτυχεῖ τἀναντία τοῖς εἰρημένοις φρονοῦντας ἀναθεματίζομεν, δεχόμενοι καὶ τὰ δώδεκα κεφάλαια τὰ εἰρημένα παρὰ τοῦ
113
τῆς ὁσίας μνήμης γενομένου Κυρίλλου ἀρχιεπισκόπου τῆς Ἀλεξανδρέων ἁγίας καθολικῆς ἐκκλησίας. Ὁμολογοῦμεν δὲ τὸν μονογενῆ τοῦ θεοῦ υἱὸν καὶ θεόν, τὸν κατὰ ἀλήθειαν ἐνανθρωπήσαντα τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν ὁμοούσιον τῷ πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα, κατελθόντα καὶ σαρκωθέντα ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου καὶ θεοτόκου, ἕνα τυγχάνειν καὶ οὐ δύο. Ἑνὸς γὰρ εἶναί φαμεν τά τε θαύματα καὶ τὰ πάθη ἅπερ ἑκουσίως ὑπέμεινε σαρκί. Τοὺς γὰρ διαιροῦντας ἢ συγχέοντας ἢ φαντασίαν εἰσάγοντας οὐδὲ ὅλως δεχόμεθα, ἐπείπερ ἡ ἀναμάρτητος ἐκ τῆς θεοτόκου κατὰ ἀλήθειαν σάρκωσις προσθήκην υἱοῦ οὐ πεποίηκε. Μεμένηκε γὰρ τριὰς ἡ τριὰς καὶ σαρκωθέντος τοῦ ἑνὸς τῆς τριάδος θεοῦ Λόγου. Εἰδότες οὖν ὡς οὔτε αἱ ἅγιαι τοῦ θεοῦ πανταχοῦ ὀρθόδοξοι ἐκκλησίαι, οὔτε οἱ τούτων προϊστάμενοι θεοφιλέστατοι ἱερεῖς, οὔτε ἡ ἡμετέρα βασιλεία ἑτέρου συμβόλου ἢ ὅρου πίστεως παρὰ τὸ εἰρημένον ἅγιον μάθημα ἠνέσχοντο ἢ ἀνέχονται, ἑνώσωμεν ἑαυτοὺς μηδὲν ἐνδοιάζοντες. Ταῦτα δὲ γεγράφαμεν οὐ καινίζοντες πίστιν, ἀλλ̓ ὑμᾶς πληροφοροῦντες. Πάντα δὲ τὸν ἕτερόν τι φρονήσαντα ἢ φρονοῦντα, ἢ νῦν ἢ πώποτε, ἢ ἐν Καλχηδόνι ἢ οἵᾳ δή ποτε συνόδῳ, ἀναθεματίζομεν, ἐξαιρέτως δὲ τοὺς εἰρημένους Νεστόριον καὶ Εὐτυχέα καὶ τοὺς τὰ αὐτῶν φρονοῦντας. Συνάφθητε τοίνυν τῇ πνευματικῇ μητέρι τῇ ἐκκλησίᾳ, τῆς αὐτῆς ἡμῖν ἐν αὐτῇ θείας ἀπολαύοντες κοινωνίας κατὰ τὸν εἰρημένον ἕνα καὶ μόνον ὅρον τῆς πίστεως τῶν τριακοσίων δέκα ὀκτὼ ἁγίων πατέρων. Ἡ γὰρ παναγία μήτηρ ἡμῶν ἡ ἐκκλησία ὡς γνησίους ὑμᾶς υἱοὺς ἀπεκδέχεται περιπτύξασθαι, καὶ τῆς
114
χρονίας καὶ γλυκείας ὑμῶν ἐπιθυμεῖ φωνῆς ἀκροάσασθαι. Ἐπείξατε οὖν ἑαυτούς: ταῦτα γὰρ ποιοῦντες καὶ τὴν τοῦ δεσπότου καὶ σωτῆρος καὶ θεοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ εὐμένειαν πρὸς ἑαυτοὺς ἐφελκύσεσθε καὶ παρὰ τῆς ἡμετέρας βασιλείας ἐπαινεθήσεσθε.Τούτων ἀνεγνωσμένων, ἡνοῦντο μὲν πάντες οἱ τῆς Ἀλεξάνδρου τῇ ἁγίᾳ καθολικῇ καὶ ἀποστολικῇ ἐκκλησίᾳ.

Ὁ δέ γε Ἰωάννης οὖ πρότερον ἐμνήσθημεν, τὴν [*](Niceph. xvi 15 Zacharias v 9) Ἀλεξάνδρου πεφευγὼς τὴν ἀρχαιοτέραν καταλαμβάνει Ῥώμην, καὶ διετάραττε φάσκων ὑπὲρ τῶν Λέοντος δογμάτωνκαὶ τῆς ἐν Καλχηδόνι συνόδου τοῦ οἰκείου ἐκπεπτωκέναι θρόνου, ἕτερον δὲ ἀντεισελθεῖν ἀντίπαλον τούτοις καθεστῶτα. Πρὸς τοῦτο ταραχθέντος Σιμπλικίου τοῦ τῆς πρεσβυτέρας Ῥώμης ἐπισκόπου καὶ πρὸς βασιλέα Ζήνωνα γράψαντος, ἀντιγράφει ὁ Ζήνων ἐπιορκίαν τῷἸωάννῃ ἐγκαλῶν, καὶ ὡς τούτου χάριν τῆς ἐπισκοπῆς οὐ δἰ ἕτερον ἀπηλάθη.

Καλανδίων δὲ ὁ Ἀντιοχείας πρόεδρος γράφων [*](Niceph. xvi 13 Zacharias v 9-12 Cramer. An. Par. ii 105 Theophan. 131 Liberat. xviii Conc. vii 1177) τῷ βασιλεῖ Ζήνωνι Ἀκακίῳ τε τῷ Κωνσταντινουπόλεως προέδρῳ, μοιχὸν τὸν Πέτρον ἀπεκάλει, λέγων ὡς τὴν ἐνΚαλχηδόνι σύνοδον ἀνατεθεμάτικεν ἐπὶ τῆς Ἀλεξανδρέων γενόμενος. Ὃς ὕστερον τὴν ἐς Ὄασιν οἴκησιν κατακρίνεται, ἀμῦναι νομισθεὶς Ἰλλοῦ καὶ Λεοντίῳ καὶ Παμπρεπίῳ περὶ τὴν Ζήνωνος τυραννίδα. Πέτρος δὲ ὁ Κναφεύς, ὁ πρὸ Καλανδίωνος καὶ Στεφάνουὥς μοι λέλεκται, τὸν ἴδιον ἀπειλήφει θρόνον: ὃς καὶ τῷ Ἑνωτικῷ Ζήνωνος καθυπεσημήνατο, καὶ συνοδικοῖς δὲ πρὸς Πέτρον τὸν τῆς Ἀλεξανδρέων ἐχρήσατο: ἡνώθη δὲ τούτῳ καὶ ὁ τῆς Κωνσταντινουπόλεως πρόεδρος Ἀκάκιος. Καὶ Μαρτύριος δὲ ὁ Ἱεροσολύμων ἐπίσκοπος συνοδικαῖσπρὸς τὸν Πέτρον ἐχρήσατο συλλαβαῖς. Μετὰ ταῦτά [*](Zacharias vi 1) τινες τῆς Πέτρου κοινωνίας ἑαυτοὺς ἀπέκριναν, ὡς ἐντεῦθεν τὸν Πέτρον τὴν ἐν Καλχηδόνι σύνοδον ἀναφανδὸν

115
ἀναθεματίσαι. Ὅπερ εἰς Ἀκάκιον ἐλθὸν τὸν Κωνσταντινουπόλεως συνετάραξε, πέμψαι τε πεποίηκέ τινας τὰ περὶ τούτων εἰσομένους: οὓς δὴ Πέτρος πληροφορεῖν βουλόμενος ὡς οὐδὲν τοιοῦτο πεπραχὼς εἴη, ὑπομνήματα γέγραφεν, ἐν οἷς τινες εἰρήκασι μηδὲν τοιοῦτο συνειδέναι πεπραχότι τῷ Πέτρῳ.

Οὗτος ὁ Πέτρος, ὡς κόθορνος καὶ παλίμβολος [*](Niceph. xvi 13) καὶ τοῖς καιροῖς συνδιατιθέμενος, ἥκιστα πρὸς μίαν ἔστη γνώμην, νῦν μὲν ἀναθεματίζων τὴν ἐν Καλχηδόνι σύνοδον, νῦν δὲ παλινῳδίαν λέγων καὶ ταύτην ψήφοις ἁπάσαις δεχόμενος. Γέγραφε τοίνυν ἐπιστολὴν ὁ αὐτὸς Πέτρος πρὸς Ἀκάκιον τὸν Κωνσταντινουπόλεως πρόεδρον, ἐπὶ λέξεως ἔχουσαν οὕτως: Ὁ θεὸς ὁ ὕψιστος τὴν σὴν ἁγιωσύνην ἀμείψεται [*](Ibid. 14) ὑπέρ τε πόνων καὶ καμάτων τοσούτων ὧν περιόδοις χρόνων ἐφύλαξας τὴν τῶν ἁγίων πατέρων πίστιν, ἣν ἀκαταπαύστως κηρύττων ἐβεβαίωσας. Ἐν ᾗ καὶ τὸ σύμβολον κείμενον τῶν τριακοσίων δέκα ὀκτὼ ἁγίων πατέρων εὑρόντες ἀκολούθως ἐν ᾧ βαπτισθέντες ἐπιστεύσαμεν καὶ πιστεύομεν: ὅπερ καὶ ἐβεβαίωσαν οἱ συνελθόντες ἐν Κωνσταντινουπόλει ἅγιοι πατέρες ἑκατὸν πεντήκοντα. Ἀκαταπαύστως τοίνυν πάντας ὁδηγῶν ἥνωσας τὴν ἁγίαν τοῦ θεοῦ ἐκκλησίαν, πείσας ἡμᾶς διὰ μεγίστων ὑποδειγμάτων ὡς οὐδέν ἐστι παρὰ ταῦτα πεπραγμένον ἐν τῇ ἁγιωτάτῃ καὶ οἰκουμενικῇ συνόδῳ τῇ ἐν Καλχηδόνι γενομένῃ, συμφωνούσῃ καὶ βεβαιούσῃ τὰ τοῖς ἐν Νικαίᾳ ἁγίοις πατράσιν. Οὐδὲν γὰρ εὑρόντες καινὸν αὐτοτελῶς συνῃνέσαμεν καὶ πεπιστεύκαμεν. Μεμαθήκαμεν δὲ ὥς τινες μονάζοντες φθονοῦντες τῇ ἡμῶν ἀδελφότητι εἰς τὰς ὑμῶν ὁσίας ἀκοὰς εἰσήνεγκαν λοιδορίας τινὰς οὐκ εὐχερῶς μεταγούσας εἰς λύπην τὴν

116
ὑμῶν ὁσιότητα: καὶ πρῶτον μὲν ὡς τὰ λείψανα τοῦ ἐν ἁγίοις ἡμῶν πατρὸς τοῦ μακαρίου ἀρχιεπισκόπου Τιμοθέου μετηνέγκαμεν εἰς ἕτερον τόπον: ὅπερ πρᾶγμα οὔτε θεῷ οὔτε νόμοις πρέπον ἐστί. Καὶ ἐπὶ τούτοις εἰς ἕτερον μετεπήδησαν ἀσύστατον καὶ τοῦ προτέρου χεῖρον.Πῶς γὰρ ἀναθεματίζειν εἴχομεν τὴν ἐν Καλχηδόνι ἁγίαν σύνοδον, ᾗ πιστεύσαντες ἐβεβαιώσαμεν; Οὐκ ἀγνοεῖται δὲ, οὐδὲ λέληθε τὴν ὑμῶν θεοφίλειαν τῶν παῤ ἡμῖν λαῶν ὁ ζῆλος καὶ ἡ ἐλαφρία καὶ τῶν νεωτερίζειν ἐθελόντων μοναζόντων, οἵτινες μελετήσαντες ἅμα τισὶν ἐθελοκάκοιστῆς ἐκκλησίας ἀποσκιρτήσασι τοὺς λαοὺς ἀποσπᾶν ἐπιχειροῦσι. Καὶ διὰ τῶν ὑμετέρων εὐχῶν, ἐσκεψάμεθα λόγον θεραπείας ἐχόμενον μηδὲν βλάπτοντα τὴν ἁγίαν σύνοδον τὴν ἐν Καλχηδόνι, εἰδότες οὐδὲν καινὸν ἔχειν αὐτὴν πεπραγμένον: καὶ πρὸς πεισμοσύνην τῶν ἀκεραίωνκαὶ ἀπολογίαν τοὺς ἐπισυνελθόντας ἡμῖν τοῦτο λέγειν πεποιήκαμεν. Καὶ τοῦτο μὲν πολὺς γενόμενος ταχέως ἐκώλυσα. Γνωρίζω δὲ τὴν ὑμῶν ἁγιωσύνην ὡς μέχρι καὶ νῦν οὐ παύονται οἱ τὰ ζιζάνια σπείροντες ἀεὶ μονάζοντεσὄργανα ἑαυτοῖς ἐγκαταμίξαντές τινων μοναστήριά ποτε μὴ οἰκησάντων, καὶ περιέρχονται φήμας θρυλλοῦντες διαφόρους καθ̓ ἡμῶν καὶ κατὰ τῆς ἐκκλησιαστικῆς τοῦ Χριστοῦ εἰρήνης, καὶ μηδὲν ἡμᾶς συγχωροῦντες κανονικῶς καὶ πρεπόντως τῇ ἁγίᾳ τοῦ θεοῦ καθολικῇ ἐκκλησίᾳπράττειν, παρασκευάζοντες τοὺς παῤ ἡμῖν λαοὺς μᾶλλον ἄρχειν ἡμῶν ἤπερ πείθεσθαι ἡμῖν, καὶ θέλουσι ποιεῖν ὅσα μὴ πρέπει θεῷ. Πιστεύομεν δὲ ὡς ἡ ὑμῶν ἁγιωσύνη διδάξει πάντα τὸν θειότατον δεσπότην τῆς οἰκουμένης, καὶ παρασκευάσει ὥστε τύπον αὐτοῖς παρασχεθῆναιπαρὰ τῆς αὐτοῦ γαληνότητος, τὸν δέοντα περὶ τῆς ἐκκλησιαστικῆς εἰρήνης πρεπούσης θεῷ τε καὶ βασιλεῖ, ὥστε πάντας ἐν τούτοις κατευνάζειν.
117

Ὁ δὲ Ἰωάννης ὁ ἐν Ῥώμῃ πεφευγὼς Φίληκα [*](Niceph. xvi 15 Conc. vii 1053 Theophan. 131 Liberat. xviii) τὸν μετὰ Σιμπλίκιον τῆς Ῥώμης ἐπίσκοπον παρηνώχλει περὶ τῶν παρὰ Πέτρου γενομένων, καὶ πείθει, ὡς Ζαχαρίας λέγει, καθαιρετικὸν Ἀκακίῳ διαπεμφθῆναι παρὰ τοῦ αὐτοῦ Φίληκος τῆς πρὸς Πέτρον ἕνεκα κοινωνίας. Ὅπερ ὡς ἀκανονίστως γενόμενον, καθὼς ἱστόρηται τῷ αὐτῷ Ζαχαρίᾳ — ἐπιδεδώκασι γὰρ ἔνιοι τῶν ἐν τῇ μονῇ τῶν Ἀκοιμήτων καλουμένων τὸν μοναδικὸν μετιόντες βίον — , ὁ Ἀκάκιος οὐ προσήκατο. Καὶ ταῦτα μὲν Ζαχαρίᾳ γέγραπται. Δοκεῖ δέ μοι μηδὲν τῶν ἐπὶ τούτῳ πραχθέντων εἰδέναι, μόνην δὲ ἀκοὴν ἠκρωτηριασμένην ἀφηγήσασθαι. Ἐγὼ δὲ τῶν γεγενημένων τὴν ἀκρίβειαν ἔρχομαι λέξων. Λιβέλλων ἐπιδεδομένων πρὸς Ἰωάννου [*](Niceph. xvi 16 Conc. vii 1108 Liberat. xviii) τῷ Φίληκι κατὰ Ἀκακίου ὡς ἀθέσμως Πέτρῳ κοινωνοῦντος, καὶ περὶ ἑτέρων ἀκανονίστως παῤ αὐτοῦ γιγνομένων, στέλλονται πρὸς τοῦ Φίληκος παρὰ τὸν Ζήνωνα Βιτάλιος καὶ Μισῖνος ἐπίσκοποι, ἐφ̓ ᾧ τὴν ἐν Καλχηδόνι σύνοδον κρατεῖν ἀπελαθῆναί τε τὸν Πέτρον ὡς αἱρετικὸν καὶ Ἀκάκιον πεμφθῆναι πρὸς τὸν Φίληκα, περὶ ὧν Ἰωάννης, οὗ πολλάκις ἐμνήσθημεν, ἐναγάγοι τὰς εὐθύνας παρέξοντα.

Πρὶν ἢ δὲ τούτους φθῆναι τὴν βασιλέως, Κύριλλος [*](Niceph. xvi 16) ὁ τῶν Ἀκοιμήτων καλουμένων ἡγούμενος στέλλει πρὸς Φίληκα καταμεμφόμενος τὴν βραδυτῆτα, τηλικούτων κατὰ τῆς ὀρθῆς πίστεως ἁμαρτανομένων: καὶ γράφει Φίληξ τοῖς περὶ Μισῖνον μηδὲν πρᾶξαι πρὶν τῷ Κυρίλλῳ συντύχοιεν καὶ παῤ αὐτοῦ τὸ πρακτέον μάθοιεν.

Γεγόνασι πρὸς αὐτοὺς καὶ ἕτερα πρὸς τοῦ [*](Niceph. ibid. Conc. vii 1028 s#3.) Φίληκος ὑπομνηστικά, καὶ πρὸς τὸν Ζήνωνα γράμματα περί τε τῆς ἐν Καλχηδόνι συνόδου καὶ τοῦ ἐν Ἀφρικῇ διωγμοῦ τοῦ κατὰ Ὀνώριχον. Ἐπέστειλε δὲ καὶ πρὸς Ἀκάκιον. Πρὸς ὃν ὁ Ζήνων ἀντέγραφε μάτην τὸν Ἰωάννην αὐτὸν διαταράξαι, διομοσάμενον μὲν μηδαμῆ [*](Ibid. 992)

118
μηδαμῶς παριέναι διὰ τοῦ θρόνου τῆς Ἀλεξανδρέων, παραβάντα δὲ καὶ τὰ ὠμοσμένα ἀλογήσαντα πᾶσαν ἱεροσυλίαν ἐργάσασθαι: καὶ Πέτρον δὲ μὴ ἀβασανίστως προχειρισθῆναι, ἀλλ̓ αὐτοχειρίᾳ ὑπογράψαντα δέχεσθαι τὴν πίστιν τῶν τριακοσίων δέκα ὀκτὼ ἁγίων πατέρωντῶν ἐν Νικαίᾳ συνεληλυθότων, ᾗτινι καὶ ἡ ἐν Καλχηδόνι ἁγία σύνοδος ἠκολούθησε. Καὶ ταῦτα γέγραπται ἐπὶ ῥήματος: Ὀφείλειν ἀσφαλῶς ἔχειν καὶ τὴν ἡμετέραν εὐσέβειαν καὶ τὸν προλεχθέντα ἁγιώτατον Πέτρον καὶ πάσας τὰσἁγιωτάτας ἐκκλησίας τὴν Καλχηδοναίων ἁγιωτάτην σύνοδον δέχεσθαι καὶ σέβειν, ἥτις συνέστη τῇ πίστει τῇ ἐν τῇ Νικαέων συνόδῳ. Καὶ ἐμφέρονται τοῖς [τε] πεπραγμένοις ἐπιστολαὶ παρά τε Κυρίλλου τοῦ λεχθέντος καὶ ἑτέρων ἀρχιμανδριτῶντῆς βασιλίδος καὶ παρὰ ἐπισκόπων καὶ κληρικῶν τοῦ Αἰγυπτιακοῦ κλίματος πρὸς Φίληκα κατὰ Πέτρου ὡς αἱρετικοῦ καὶ τῶν κοινωνούντων αὐτῷ. Οἳ καὶ διήλεγξαν — οἱ ἐκ τῆς μονῆς τῶν Ἀκοιμήτων ἀφιγμένοι πρὸς Φίληκα — τοὺς περὶ Μισῖνον, ὡς μέχρι τῆς αὐτῶν παρουσίας τῆσἀνὰ τὸ Βυζάντιον ἐν παραβύστῳ Πέτρος ἐν ταῖς ἱεραῖς δέλτοις ἀνεγινώσκετο, καὶ ἐξ ἐκείνου ἕως νῦν ἀναφανδόν: καὶ οὕτως τοὺς περὶ Μισῖνον κοινωνῆσαι. Καὶ ἡ ἐπιστολὴ δὲ τῶν Αἰγυπτίων τὰ αὐτὰ περὶ Πέτρου ἔλεγεν, καὶ ὡς Ἰωάννης μὲν ὀρθόδοξος ὢν ἐνθέσμως κεχειροτόνητο,Πέτρος δὲ ὑπὸ δύο καὶ μόνων ἐπισκόπων παραπλησίων αὐτῷ τὴν κακοδοξίαν ἐχειροτονήθη: καὶ ὡς ἄρτι μετὰ τὴν φυγὴν Ἰωάννου πάσης αἰκίας ἰδέα κατὰ τῶν ὀρθοδόξων ἐπηνέχθη: ταῦτά τε πάντα γνῶναι τὸν Ἀκάκιον δἰ ἐνίων αὐτῷ κατὰ τὴν βασιλέως ἀφιγμένων: καὶ συνεργὸν ἐνπᾶσιν εὑρεῖν Πέτρῳ τὸν Ἀκάκιον.

Ἐπηύξησε δὲ ταῦτα Συμεώνης μοναχὸς τῶν [*](Niceph. xvi 16 Liberat. xviii)

119
Ἀκοιμήτων ὁ παρὰ Κυρίλλου σταλείς. Διήλεγξε γὰρ τοὺς περὶ Μισῖνον καὶ Βιτάλιον κοινωνήσαντας τοῖς αἱρετικοῖς, διαρρήδην ἐκφωνηθέντος τοῦ ὀνόματος Πέτρου ἐν τοῖς ἱεροῖς διπτύχοις, καὶ ταύτῃ ὑπαχθῆναι πολλοὺς τῶν ἁπλουστέρων ὑπὸ τῶν αἱρετικῶν, λεγόντων δεχθῆναι τὸν Πέτρον καὶ πρὸς τοῦ Ῥώμης θρόνου. Καὶ πρὸς πεύσεις δὲ διαφόρους ἔλεγεν ὁ Συμεώνης μὴ ἀνασχέσθαι τοὺς περὶ Μισῖνον ἐντυχεῖν ὀρθοδόξῳ τινί, ἢ γραμμάτων ἀπόδοσιν ποιήσασθαι, ἤ τι τῶν τολμωμένων κατὰ τῆς ὀρθῆς πίστεως ἀκριβῶσαι. Παρήχθη δὲ καὶ Σιλβανὸς πρεσβύτερος συνὼν Μισίνῳ καὶ Βιταλίῳ ἀνὰ τὴν Κωνσταντίνου, ὃς τὴν τῶν μοναχῶν φωνὴν ἐπεβεβαίωσεν. Ἀνεγνώσθη καὶ Ἀκακίου ἐπιστολὴ πρὸς Σιμπλίκιον, λέγουσα πάλαι καθῃρῆσθαι Πέτρον καὶ υἱὸν νυκτὸς [*](Conc. vii 983) καθεστάναι. Καὶ ἐπὶ τούτοις τῆς ἱερωσύνης ἀπεκινήθησαν καὶ τῆς ἀχράντου κοινωνίας ἐχωρίσθησαν Μισῖνός [*](Ibid. 1140 Theophan. 132) τε καὶ Βιτάλιος, πάσης τῆς συνόδου ψηφισαμένης ἐπὶ λέξεως ταῦτα: Πέτρον τὸν αἱρετικὸν τὸν καὶ πάλαι τῇ ψήφῳ τῆς [*](Cf. Conc. vii 1065) ἱερᾶς καθέδρας κατακριθέντα ἀποκηρυχθέντα τε καὶ ἀναθεματισθέντα, ἡ Ῥωμαίων ἐκκλησία οὐ δέχεται. ᾯ τινι εἰ καὶ μὴ ἄλλο τι ἀντετίθετο, τοῦτο ἤρκεσεν ἂν ὅτι ἀπὸ αἱρετικῶν χειροτονηθεὶς τῶν ὀρθοδόξων ἡγεῖσθαι οὐκ ἠδύνατο. Περιέχει δὲ καὶ τοῦτο: Ἀκάκιον δὲ τὸν τῆς Κωνσταντινουπόλεως [*](Cf. Ibid. 1066) μεγίστης εὐθύνης ἄξιον τὸ πρᾶγμα ἀπέδειξε, διότι πρὸς Σιμπλίκιον γράφων καὶ αἱρετικὸν καλέσας τὸν Πέτρον νῦν τῷ βασιλεῖ οὐ πεφανέρωκε, δέον εἴπερ ἠγάπα τὸν Ζήνωνα τοῦτο πρᾶξαι. Ἀλλὰ
120
μᾶλλον τῷ πόθῳ ἀγαπᾷ τὸν βασιλέα, οὐ τὴν πίστιν ἀγαπᾷ. [*](Niceph. xvi 17) Ἀλλ̓ ἐπὶ τὰ ἑξῆς τὸν λόγον ἐπαναγάγωμεν. Φέρεται Ἀκακίου ἐπιστολὴ πρὸς τοὺς ἐν Αἰγύπτῳ προέδρους κληρικούς τε καὶ μοναχοὺς καὶ πρὸς ἅπαντα τὸν λεών,δἰ ἧς ἐπειράθη τὸ γενόμενον ἀνακαλέσασθαι σχίσμα. Περὶ ὧν καὶ πρὸς Πέτρον τὸν Ἀλεξανδρείας ἐπίσκοπον γέγραφε.

Ἀκμάζοντος τοίνυν τοῦ σχίσματος ἐν Ἀλεξανδρείᾳ, [*](Niceph. ibid. Zacharias vi 1 — 3) Πέτρος ἐνίους τῶν ἐπισκόπων καὶ ἀρχιμανδριτῶνκοινωνεῖν αὐτῷ πεποίηκε, τὸν Λέοντος αὖθις ἀναθεματίσας τόμον καὶ τὰ ἐν Καλχηδόνι πεπραγμένα καὶ τοὺς μὴ δεχομένους τὰ συγγράμματα Διοσκόρου καὶ Τιμοθέου. Καὶ ὡς τοὺς ἄλλους πείθειν οὐκ ἴσχυε, τοὺς πλείστους ἐκ τῶν οἰκείων ἀπήλαυνε μοναστηρίων: ἐφ̓ οἷς Νηφάλιοσἀνὰ τὴν βασιλέως γενόμενος τὰ περὶ τούτων ἀνήγγειλε τῷ Ζήνωνι. Ὃς συνταραχθεὶς Κοσμᾶν ἐκπέμπει ἕνα τῶν ὑπασπιζόντων αὐτῷ μυρίας κατὰ Πέτρου τῆς ἑνώσεως χάριν ἐπιφερόμενον ἀπειλάς, ὡς δὴ διὰ τῆς οἰκείας τραχύτητος διάστασιν μεγάλην εἰργασμένου. Καὶ μηδενὸστῶν κατὰ σκοπόν οἱ προχωρήσαντος, ἀνεχώρει πρὸς τὴν βασιλέως ὁ Κοσμᾶς, μόνοις τοῖς ἀπελαθεῖσιν ἀποδοὺς [*](Zacharias vi 4) τὰ οἰκεῖα καταγώγια. Καὶ πέμπεται αὖθις πρὸς τοῦ βασιλέως Ἀρσένιος ἡγεμὼν Αἰγύπτου τε καὶ τῶν στρατιωτικῶν ταγμάτων προβεβλημένος: ὃς σὺν Νηφαλίῳτὴν Ἀλεξάνδρου κατειληφὼς λόγους περὶ τῆς ἑνώσεως ἐκίνει, καὶ μὴ πείσας ἐνίους τούτων ἐκπέμπει ἀνὰ τὴν βασιλίδα πόλιν. Πλεῖστοι μὲν οὖν παρὰ τῷ Ζήνωνι περὶ τῆς ἐν Καλχηδόνι συνόδου κεκίνηντο λόγοι: ἐκβέβηκε δὲ πρὸς ἔργον οὐδέν, παντελῶς οὐ συνθεμένουΖήνωνος τὴν ἐν Καλχηδόνι σύνοδον ἀναθεματίζειν.

Ἐν τοσούτῳ δὲ Ἀκακίου τοῦ Κωνσταντινουπόλεως [*](Niceph. xvi 19)

121
τὴν κοινὴν στειλαμένου πορείαν, Φραυίτας τὴν [*](Zacharias vi 4 — 6 Theophan. 133) ἐπισκοπὴν διαδέχεται. Καὶ συνοδικοῖς χρησαμένου τοῦ Φραυίτου πρὸς τὸν Ἀλεξανδρείας Πέτρον, ἀμοιβαίοις ὁ Πέτρος ἐχρήσατο γράμμασι, τὰ αὐτὰ περὶ τῶν ἐν Καλχηδόνι πεπραγμένων διεξελθών. Ἐπειδὴ δὲ καὶ Φραυίτας τῶν ἐντεῦθεν ἐξεδήμησε τέσσαρας καὶ μόνους ἐπισκοπήσας μῆνας, Εὐφήμιος μετ̓ αὐτὸν ἐπίσκοπος κεχειροτόνητο. Οὗτος τὰς συνοδικὰς ἐπιστολὰς δέχεται Πέτρου τὰς πρὸς Φραυίταν γεγενημένας. Καὶ εὑρηκὼς τὸ κατὰ τῶν ἐν Καλχηδόνι γεγενημένον ἀνάθεμα λίαν ἐταράττετο, καὶ ἑαυτὸν τῆς πρὸς Πέτρον κοινωνίας ἀπέρρηξε. Καὶ φέρεται τούτων ἐκατέρα ἐπιστολή, ἥ τε παρὰ Φραυίτου, ἥ τε παρὰ Πέτρου πρὸς Φραυίταν, ἃς διὰ τὸ μακρὸν τῆς λέξεως παρίημι. Μελλόντων τοιγαροῦν αὐτῶν πρὸς [*](Niceph. xvi 20) ἀλλήλους ἀντιφέρεσθαι καὶ συνόδους ἐφ̓ ἑαυτοὺς καλεῖν, φθάνει τελευτήσας ὁ Πέτρος, καὶ διαδέχεται τούτου τὸν θρόνον Ἀθανάσιος: ὃς ἐπειράθη τοὺς διαστάντας συνάψαι, οὐκ ἴσχυσε δὲ πρὸς διαφόρους γνώμας τῶν μερῶν ἀποκριθέντων. Ὅστις Ἀθανάσιος μετὰ ταῦτα συνοδικὰς ἐπιστολὰς διαπεμπόμενος Παλλαδίῳ τῷ μετὰ Πέτρον ἐπισκοπήσαντι τὴν Ἀντιόχου, τὰ παραπλήσια πέπραχε περὶ τῆς ἐν Καλχηδόνι συνόδου. Ταὐτὸ δὲ τοῦτο καὶ Ἰωάννης ὁ μετὰ Ἀθανάσιον τὸν ἐν Ἀλεξανδρείᾳ θρόνον [*](Theophan 140, 142) διαδεξάμενος. Καὶ Παλλαδίου τελευτήσαντος τοῦ ἐν Ἀντιοχείᾳ προέδρου, καὶ Φλαβιανοῦ τὸν ἐκείνου θρόνον διαδεξαμένου, πέμπεται πρὸς αὐτοῦ κατὰ τὴν Ἀλεξάνδρειαν Σολομὼν Ἀντιοχείας πρεσβύτερος, συνοδικά τε κομίζων καὶ ἀμοιβαίους συλλαβὰς ζητῶν Ἰωάννου πρὸς Φλαβιανόν. Καὶ μετὰ Ἰωάννην δὲ ἕτερος Ἰωάννης τὸν [*](Ibid. 149) Ἀλεξανδρείας διαδέχεται θρόνον. Καὶ ταῦτα μὲν οὕτω προὐκεχωρήκει μέχρι τινῶν τῶν Ἀναστασίου χρόνων. Εὐφήμιον γὰρ αὐτὸς ἐκβεβλήκει: ἅπερ ἠνάγκασμαι καθ̓ [*](Ibid. 140 Malal. 400 Theod. Lect. ii 15) εἱρμὸν συνάψαι σαφηνείας τε καὶ εὐμαθείας ἕνεκα.
122
[*](Malal. 381 Joh. Nikiu c. 88, p.480 Theophan. 125 FHG iv 117 Niceph. xvi 8)

Ὁ δὲ Ζήνων Ἰλλοῦ γνώμῃ καὶ τὸν Ἁρμάτον ἀναιρεῖ συγγενῆ Βερίνης τῆς βασιλίδος: ὃν καὶ καταπεμφθέντα πρὸς Βασιλίσκου δώροις ὁ Ζήνων ἁλίσκει, καὶ σύμμαχον αὐτὸν ἀντὶ πολεμίου ποιεῖται, καὶ Βασιλίσκον τὸν αὐτοῦ παῖδα Καίσαρα χειροτονεῖ ἐν Νικαίᾳ τῇ πόλει.Παρελθὼν δὲ εἰς Βυζάντιον τὸν μὲν Ἁρμάτον δολοφονεῖ, Βασιλίσκον δὲ τὸν αὐτοῦ παῖδα ἀντὶ Καίσαρος ἱερέα δείκνυσιν: ὃς ὕστερον καὶ τῆς ἀρχιερωσύνης ἠξίωτο.