Ἐνταῦθα ἡ λελεγμένη μοι σύνοδος ἁλίζεται, τὸν [*](Niceph. xv 4) τόπον Λέοντος ἀρχιερέως τῆς πρεσβυτέρας Ῥώμης διεπόντων, ὡς εἴρηται, Πασκασίνου καὶ Λουκενσίου ἐπισκόπωνκαὶ Βονιφατίου πρεσβυτέρου, τῆς Κωνσταντίνου μὲν προεδρεύοντος Ἀνατολίου, Διοσκόρου δὲ τῆς Ἀλεξανδρέων ἐπισκοποῦντος, Μαξίμου τε Ἀντιοχείας, καὶ Ἰουβεναλίου Ἱεροσολύμων: οἶς παρῆσαν οἵ τε ἀμφ̓ αὐτοὺς ἱερεῖς καὶ οἱ τὰ κορυφαῖα τῆς ὑπερφυοῦς γερουσίασἔχοντες. Πρὸς οὓς οἱ τὸν τόπον πληροῦντες Λέοντος [*](Conc. vi 581) ἔφασκον μὴ δεῖν Διόσκορον συγκάθεδρον σφίσι γενέσθαι: τοῦτο γὰρ αὐτοῖς ἐπιτετράφθαι παρὰ τοῦ σφῶν ἐπισκόπου Λέοντος, καὶ εἰ τοῦτο μὴ φυλάξουσιν, αὐτοὺς τῆς ἐκκλησίας ἀπαλλάττεσθαι. Καὶ πυθομένης τῆς γερουσίας τίἄρα εἴη τὰ ἐπαγόμενα τῷ Διοσκόρῳ, διεξῆλθον λόγον ὀφείλειν αὐτὸν ὑποσχεῖν τῆς οἰκείας κρίσεως, κριτοῦ πρόσωπον παρὰ τὸ εἰκὸς ἀνειληφότα. Ὧν εἰρημένων, ἐπειδὴ Διόσκορος ψήφῳ τῆς συγκλήτου ἀνὰ τὸν μέσον καθῆστο χῶρον, Εὐσέβιος ἐξῄτει τὰς ἐπιδεδομένας παῤαὐτοῦ τῇ βασιλείᾳ δεήσεις ἀναγνωσθῆναι, φήσας ἐπὶ λέξεως ταῦτα: Ἠδίκημαι παρὰ Διοσκόρου, ἠδίκηται ἡ πίστις, ἐφονεύθη Φλαβιανὸς ὁ ἐπίσκοπος, ἅμα ἐμοὶ ἀδίκως καθῃρέθη παῤ αὐτοῦ: κελεύσατε τὰς δεήσεις μου ἀναγνωσθῆναι. Ὅπερ ἐπειδὴ διελαλήθη, ἡ δέησισἀναγνώσεως ἔτυχε, ταυτὶ φθεγγομένη τὰ ῥήματα: [*](Ibid. 584) Παρὰ Εὐσεβίου τοῦ ἐλαχίστου ἐπισκόπου Δορυλαίου, ποιουμένου τὸν λόγον ὑπέρ τε ἑαυτοῦ καὶ τῆς ὀρθοδόξου πίστεως, καὶ ὑπὲρ τοῦ ἐν ὁσίοις Φλαβιανοῦ τοῦ γενομένου ἐπισκόπου Κωνσταντινουπόλεως. Σκοπὸς τῷ ὑμετέρῳ κράτει ἁπάντων μὲν τῶν ὑπηκόων προνοεῖν καὶ χεῖρα ὀρέγειν πᾶσι τοῖς ἀδικουμένοις,
43
μάλιστα δὲ τοῖς εἰς ἱερωσύνην τελοῦσι. Καὶ ἐν τούτῳ γὰρ τὸ θεῖον θεραπεύεται, παῤ οὗ τὸ βασιλεύειν ὑμῖν καὶ κρατεῖν τῶν ὑφ̓ ἥλιον δεδώρηται. Ἐπεὶ οὖν πολλὰ καὶ δεινὰ παρὰ πᾶσαν ἀκολουθίαν ἡ εἰς Χριστὸν πίστις καὶ ἡμεῖς πεπόνθαμεν παρὰ Διοσκόρου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Ἀλεξανδρέων μεγαλοπόλεως, πρόσιμεν τῇ ὑμετέρᾳ εὐσεβείᾳ τῶν δικαίων ἀξιοῦντες τυχεῖν. Τὰ δὲ τοῦ πράγματος ἐν τούτοις: ἐπὶ τῆς ἔναγχος γενομένης συνόδου ἐν τῇ Ἐφεσίων μητροπόλει — ἢν ὄφελόν γε ἦν μὴ γενέσθαι, ἵνα μὴ κακῶν καὶ ταραχῆς τὴν οἰκουμένην ἐμπλήσῃ — ὁ χρηστὸς Διόσκορος παῤ οὐδὲν θέμενος τὸν τοῦ δικαίου λόγον καὶ τὸν τοῦ θεοῦ φόβον, ὁμόδοξος ὢν καὶ ὁμόφρων Εὐτυχοῦς τοῦ ματαιόφρονος καὶ αἱρετικοῦ, λανθάνων δὲ τοὺς πολλούς, ὡς ὕστερον ἑαυτὸν ἐφανέρωσεν, εὑρὼν καιρὸν τὴν γεγενημένην παῤ ἐμοῦ κατὰ Εὐτυχοῦς τοῦ ὁμοδόξου αὐτοῦ κατηγορίαν καὶ τὴν ἐπ̓ αὐτῷ ἐξενεχθεῖσαν ψῆφον παρὰ τοῦ τῆς ὁσίας λήξεως Φλαβιανοῦ τοῦ ἐπισκόπου, πλῆθος ἀτάκτων ὄχλων συναγαγὼν καὶ δυναστείαν ἑαυτῷ διὰ χρημάτων πορισάμενος, τὴν εὐσεβῆ θρησκείαν τῶν ὀρθοδόξων τό γε ἧκον εἰς αὐτὸν ἐλυμήνατο, καὶ τὴν κακοδοξίαν Εὐτυχοῦς τοῦ μονάζοντος, ἥτις ἄνωθεν καὶ ἐξ ἀρχῆς παρὰ τῶν ἁγίων πατέρων ἀπεκηρύχθη, ἐβεβαίωσεν. Ἐπεὶ οὖν οὐ μικρὰ τὰ τετολμημένα αὐτῷ κατά τε τῆς εἰς Χριστὸν πίστεως καὶ καθ̓ ἡμῶν, δεόμεθα καὶ προσπίπτομεν τῷ ὑμετέρῳ κράτει θεσπίσαι τὸν αὐτὸν εὐλαβέστατον ἐπίσκοπον Διόσκορον ἀπολογήσασθαι τοῖς παῤ ἡμῶν αὐτῷ ἐπαγομένοις: δηλαδὴ τῶν παῤ αὐτοῦ καθ̓ ἡμῶν πεπραγμένων ὑπομνημάτων ἀναγινωσκομένων ἐπὶ τῆς ἁγίας συνόδου, δἰ ὧν δυνάμεθα ἀποδεῖξαι αὐτὸν καὶ ἀλλότριον ὄντα τῆς ὀρθοδόξου πίστεως, καὶ αἵρεσιν ἀσεβείας πεπληρωμένην κρατύναντα, καὶ ἀδίκως ἡμᾶς καθελόντα καὶ τὰ
44
δεινὰ ἡμᾶς κατειργασμένον: θείων καὶ προσκυνουμένων ὑμῶν μανδάτων καταπεμπομένων τῇ ἁγίᾳ καὶ οἰκουμενικῇ συνόδῳ τῶν θεοφιλεστάτων ἐπισκόπων, ἐφ̓ ᾧ τε ἡμῶν καὶ τοῦ προειρημένου Διοσκόρου διακοῦσαι, καὶ ἀνενεγκεῖν εἰς γνῶσιν τῆς ὑμετέρας εὐσεβείας πάντα τὰ πραττόμενα πρὸς τὸ παριστάμενον τῇ ἀθανάτῳ ὑμῶν κορυφῇ.Καὶ τούτου τυχόντες ἀδιαλείπτους εὐχὰς ἀναπέμψομεν ὑπὲρ τοῦ αἰωνίου ὑμῶν κράτους, θειότατοι βασιλεῖς. Μετὰ ταῦτα ἐκ κοινῆς δεήσεως Διοσκόρου τε καὶ Εὐσεβίου τὰ ἐν τῷ δευτέρῳ συνεδρίῳ πεπραγμένα τῶνἐν Ἐφέσῳ διὰ τῆς ἀναγνώσεως ἐδημοσιεύετο: ὧν τὴν λεπτομέρειαν διὰ πολλῶν μὲν ἀνειλημμένην, ἐμπεριεχομένην δὲ τοῖς ἐν Καλχηδόνι κεκινημένοις, ὡς ἂν μὴ ἀδολεσχεῖν δόξω τοῖς πρὸς τὸ πέρας τῶν πραγμάτων ἐπειγομένοις, ὑπέταξα τῷ παρόντι τῆς ἱστορίας βιβλίῳ,ἄδειαν δοὺς τοῖς πάντα λεπτῶς εἰδέναι βουλομένοις καὶ τούτοις ἐντυχεῖν καὶ τὴν πάντων ἀκρίβειαν ἀναμάξασθαι. Ἐπιτρέχων δὲ τὰ καιριώτερα, φημὶ ὡς ἐφωράθη Διόσκορος μὴ δεξάμενος τὴν Λέοντος ἐπιστολὴν ἐπισκόπου τῆς πρεσβυτέρας Ῥώμης, καὶ πρός γε τὴν καθαίρεσινΦλαβιανοῦ τῆς νέας Ῥώμης ἐπισκόπου ἐν ἡμέρᾳ μιᾷ ποιησάμενος, ἐν ἀγράφῳ τε χάρτῃ παρασκευάσας τοὺς ἁλισθέντας ἐπισκόπους ὑποσημήνασθαι, καὶ τὴν καθαίρεσιν Φλαβιανοῦ περιέχοντι. Ἐφ̓ οἶς οἱ ἀπὸ τῆς συγκλήτου βουλῆς ἐψηφίσαντο τάδε:
[*](Conc. vi 936) Περὶ μὲν τῆς ὀρθοδόξου καὶ καθολικῆς πίστεως τελεώτερον συνόδου γινομένης τῇ ὑστεραίᾳ ἀκριβεστέραν ἐξέτασιν γενέσθαι συνορῶμεν. Ἐπειδὴ δὲ Φλαβιανὸς ὁ τῆς εὐσεβοῦς μνήμης καὶ Εὐσέβιος ὁ εὐλαβέστατος ἐπίσκοπος, ἐκ τῆς τῶν πεπραγμένων καὶ διαγνωσθέντωνἐρεύνης καὶ αὐτῆς τῆς φωνῆς τῶν γενομένων ἐξάρχων τῆς τότε συνόδου φησάντων ἐσφάλθαι καὶ μάτην αὐτοὺς
45
καθῃρηκέναι, οὐδὲν περὶ τὴν πίστιν σφαλέντες δείκνυνται ἀδίκως καθαιρεθέντες, φαίνεται ἡμῖν κατὰ τὸ θεῷ ἀρέσκον δίκαιον εἶναι, εἰ παρασταίη τῷ θειοτάτῳ καὶ εὐσεβεστάτῳ ἡμῶν δεσπότῃ, τῷ αὐτῷ ἐπιτιμίῳ Διόσκορον τὸν εὐλαβέστατον ἐπίσκοπον Ἀλεξανδρείας, καὶ Ἰουβενάλιον τὸν εὐλαβέστατον ἐπίσκοπον Ἱεροσολύμων, καὶ Θαλάσσιον τὸν εὐλαβέστατον ἐπίσκοπον Καισαρείας Καππαδοκίας, καὶ Εὐσέβιον τὸν εὐλαβέστατον ἐπίσκοπον Ἀρμενίας, καὶ Εὐστάθιον τὸν εὐλαβέστατον ἐπίσκοπον Βηρυτοῦ, καὶ Βασίλειον τὸν εὐλαβέστατον ἐπίσκοπον Σελευκείας Ἰσαυρίας, τοὺς ἐξουσίαν ἐσχηκότας καὶ ἐξάρχοντας τῆς τότε συνόδου, ὑποπεσεῖν παρὰ τῆς ἱερὰς συνόδου κατὰ τοὺς κανόνας τοῦ ἐπισκοπικοῦ ἀξιώματος ἀλλοτρίους γινομένους, πάντων τῶν παρακολουθησάντων τῇ θείᾳ κορυφῇ γνωριζομένων. Εἶτα λιβέλλων ἐς ἑτέραν ἐπιδεδομένων κατὰ Διοσκόρου ἐγκλημάτων τε χάριν καὶ χρημάτων, ὡς δίς τε καὶ τρὶς κληθεὶς ὁ Διόσκορος οὐχ ὑπήντησεν ἐπὶ προφάσεσιν αἷς εἴρηκεν, οἱ τὸν τόπον πληροῦντες Λέοντος τοῦ τῆς πρεσβυτέρας Ῥώμης ἐπισκόπου ἐπὶ λέξεως ἀπεφήναντο ταῦτα: Δῆλα γεγένηται τὰ τετολμημένα Διοσκόρῳ τῷ γενομένῳ
[*](Conc. vi 1045) τῆς Ἀλεξανδρέων μεγαλοπόλεως ἐπισκόπῳ κατὰ τῆς τῶν κανόνων τάξεως καὶ τῆς ἐκκλησιαστικῆς καταστάσεως, ἐκ τῶν ἤδη ἐξετασθέντων ἐν τῷ πρώτῳ συνεδρίῳ καὶ ἀπὸ τῶν σήμερον πεπραγμένων. Οὗτος γάρ, ἵνα τὰ πολλὰ παραλίπωμεν, Εὐτυχῆ τὸν ὁμόδοξον αὐτῷ καθαιρεθέντα κανονικῶς παρὰ τοῦ ἰδίου ἐπισκόπου, τοῦ ἐν ἁγίοις φαμὲν πατρὸς ἡμῶν καὶ ἐπισκόπου Φλαβιανοῦ, αὐθεντήσας ἀκανονίστως εἰς κοινωνίαν ἐδέξατο, πρὶν ἢ συνεδρεῦσαι ἐν τῇ Ἐφεσίων μετὰ τῶν θεοφιλῶν ἐπισκόπων. Ἀλλ̓
46
ἐκείνοις μὲν ὁ ἀποστολικὸς θρόνος συγγνώμην ἀπένειμεν ἐπὶ τοῖς ἐκεῖθεν μὴ κατὰ γνώμην ὑπ̓ αὐτῶν πεπραγμένοις: οἳ καὶ διετέλεσαν μέχρι τοῦ παρόντος ἑπόμενοι τῷ ἁγιωτάτῳ ἀρχιεπισκόπῳ Λέοντι καὶ πάσῃ τῇ ἁγίᾳ καὶ οἰκουμενικῇ συνόδῳ: οὖ δὴ χάριν καὶ ἐν τῇ αὐτοῦκοινωνίᾳ αὐτοὺς ὁμοπίστους ἐδέξατο. Οὗτος δὲ καὶ μέχρι τοῦ παρόντος διέμεινε σεμνυνόμενος ἐπ̓ ἐκείνοις οἶς ἔδει στένειν καὶ εἰς γῆν κεκυφέναι. Πρὸς τούτοις δὲ οὐδὲ τὴν ἐπιστολὴν ἀναγνωσθῆναι συνεχώρησε τοῦ μακαρίου πάπα Λέοντος, τὴν γραφεῖσαν παῤ αὐτοῦπρὸς τὸν ἐν ἁγίοις τὴν μνήμην Φλαβιανόν, καὶ ταῦτα πολλάκις παρακληθεὶς ἀναγνωσθῆναι ταύτην ὑπὸ τῶν κεκομικότων, καὶ μεθ̓ ὅρκων ποιήσασθαι τὴν ἀνάγνωσιν ὑποσχόμενος. Ἦς μὴ ἀναγνωσθείσης, σκανδάλων καὶ βλάβης τὰς ἀνὰ τὴν οἰκουμένην ἁγιωτάτας ἐπλήρωσενἐκκλησίας. Ἀλλ̓ ὅμως τοιούτων παῤ αὐτοῦ τολμηθέντων, ἐσκοποῦμεν περὶ τῆς προτέρας αὐτοῦ ἀνοσίας πράξεως φιλανθρωπίας τινὸς αὐτὸν ἀξιῶσαι ὡς καὶ τοὺς λοιποὺς θεοφιλεῖς ἐπισκόπους, καίτοι μηδὲ τὴν αὐθεντίαν αὐτῷ παραπλησίως τῆς κρίσεως ἐσχηκότας. Ἐπειδὴ δὲτοῖς δευτέροις τὴν προτέραν παρανομίαν ὑπερηκόντισεν, ἐτόλμησε δὲ καὶ ἀκοινωνησίαν ὑπαγορεῦσαι κατὰ τοῦ ἁγιωτάτου καὶ ὁσιωτάτου ἀρχιεπισκόπου τῆς μεγάλης Ῥώμης Λέοντος, πρὸς δὲ τούτοις καὶ λιβέλλων παρανομιῶν μεστῶν κατ̓ αὐτοῦ προσενεχθέντων τῇ ἁγίᾳ καὶμεγάλῃ συνόδῳ, καὶ ἅπαξ καὶ δὶς καὶ τρὶς διὰ θεοφιλῶν ἐπισκόπων κανονικῶς κληθεὶς οὐχ ὑπήκουσεν, ὑπὸ τοῦ οἰκείου συνειδότος δηλονότι κεντούμενος, καὶ τοὺς παρὰ
47
συνόδων διαφόρων ἐνθέσμως καθαιρεθέντας παρανόμως ἐδέξατο, αὐτὸς καθ̓ ἑαυτοῦ τὴν ψῆφον ἐξήνεγκε διαφόρως τοὺς ἐκκλησιαστικοὺς πατήσας θεσμούς. Ὅθεν ὁ ἁγιώτατος καὶ μακαριώτατος ἀρχιεπίσκοπος τῆς μεγάλης καὶ πρεσβυτέρας Ῥώμης Λέων δἰ ἡμῶν καὶ τῆς παρούσης συνόδου, μετὰ τοῦ τρισμακαρίου καὶ πανευφήμου Πέτρου τοῦ ἀποστόλου, ὅς ἐστι πέτρα καὶ κρηπὶς τῆς καθολικῆς ἐκκλησίας καὶ τῆς ὀρθοδόξου πίστεως θεμέλιος, ἐγύμνωσεν αὐτὸν τοῦ τε ἐπισκοπικοῦ ἀξιώματος καὶ πάσης ἱερατικῆς ἠλλοτρίωσεν ἐνεργείας. Τοιγαροῦν ἡ ἁγία αὕτη καὶ μεγάλη σύνοδος τὰ δόξαντα τοῖς κανόσιν ἐπὶ τῷ μνημονευθέντι Διοσκόρῳ ψηφίσεται. Τούτων παρὰ τῆς συνόδου κυρωθέντων καί τινων ἑτέρων πεπραγμένων, οἱ μὲν ἅμα Διοσκόρῳ καθαιρεθέντες παρακλήσει
[*](Niceph. xv 5,6) τῆς συνόδου καὶ νεύμασι τῆς βασιλείας ἀνακλήσεως ἔτυχον. Ἑτέρων δὲ τοῖς πεπραγμένοις ἐπεισενεχθέντων, ὅρος ἐξεφωνήθη λέγων αὐτοῖς ὀνόμασι ταῦτα: Ὁ κύριος ἡμῶν καὶ σωτὴρ Ἰησοῦς Χριστὸς τῆς
[*](Conc. vii 108) πίστεως τὴν γνῶσιν τοῖς μαθηταῖς βεβαιῶν ἔφη: Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν, ὥστε
[*](Joh. xiv 27) μηδένα πρὸς τὸν πλησίον διαφωνεῖν ἐν τοῖς δόγμασι τῆς εὐσεβείας, ἀλλ̓ ἐπ̓ ἴσης τὸ τῆς ἀληθείας ἐπιδείκνυσθαι κήρυγμα. Καὶ μετὰ ταῦτα ἀναγνωσθέντος τοῦ ἐν Νικαίᾳ ἁγίου συμβόλου, καὶ πρός γε τῶν ἑκατὸν πεντήκοντα ἁγίων πατέρων, ἐπήγαγον: Ἤρκει μὲν οὖν εἰς ἐντελῆ τῆς εὐσεβείας ἐπίγνωσίν τε
[*](Conc. vii 112) καὶ βεβαίωσιν τὸ σοφὸν καὶ σωτήριον τοῦτο τῆς θείας χάριτος σύμβολον: περί τε γὰρ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος ἐκδιδάσκει τὸ τέλειον, καὶ τοῦ Κυρίου τὴν ἐνανθρώπησιν τοῖς πιστῶς δεχομένοις παρίστησιν.
48
Ἀλλ̓ ἐπειδή περ οἱ τῆς ἀληθείας ἐχθροὶ ἀθετεῖν ἐπιχειροῦσι τὸ κήρυγμα διὰ τῶν οἰκείων αἱρέσεων καὶ κενοφωνίας ἀπέτεκον, οἱ μὲν τὸ τῆς δἰ ἡμᾶς τοῦ Κυρίου οἰκονομίας μυστήριον παραφθείρειν τολμήσαντες καὶ τὴν θεοτόκος ἐπὶ τῆς παρθένου φωνὴν ἀπαρνούμενοι, οἱ δὲσύγχυσιν καὶ κρᾶσιν εἰσάγοντες καὶ μίαν εἶναι τὴν φύσιν τῆς σαρκὸς καὶ τῆς θεότητος ἀνοήτως ἀναπλάττοντες, καὶ παθητὴν τοῦ μονογενοῦς τὴν θείαν φύσιν τῇ συγχύσει τερατευόμενοι: διὰ τοῦτο πᾶσαν αὐτοῖς ἀποκλεῖσαι κατὰ τῆς ἀληθείας μηχανὴν βουλομένη, ἡ παροῦσα νῦν αὕτηἁγία καὶ μεγάλη καὶ οἰκουμενικὴ σύνοδος τὸ τοῦ κηρύγματος ἄνωθεν ἀσάλευτον ἐκδικοῦσα ὥρισε προηγουμένως τῶν τριακοσίων δέκα ὀκτὼ ἁγίων πατέρων τὴν πίστιν μένειν ἀπαρεγχείρητον. Καὶ διὰ μὲν τοὺς τῷ πνεύματι τῷ ἁγίῳ μαχομένους, τὴν χρόνοις ὕστερον παρὰ τῶν ἐπὶτῆς βασιλευούσης πόλεως ἑκατὸν πεντήκοντα συνελθόντων πατέρων περὶ τῆς τοῦ πνεύματος οὐσίας παραδοθεῖσαν διδασκαλίαν κυροῖ, ἢν ἐκεῖνοι πᾶσιν ἐγνώρισαν, οὐχ ὥς τι λεῖπον τοῖς προλαβοῦσιν ἐπεισάγοντες, ἀλλὰ τὴν περὶ τοῦ ἁγίου πνεύματος αὐτῶν ἔννοιαν κατὰ τῶν τὴν αὐτοῦδεσποτείαν ἀθετεῖν πειρωμένων γραφικαῖς μαρτυρίαις τρανώσαντες. Διὰ δὲ τοὺς τὸ τῆς οἰκονομίας παραφθείρειν τολμῶντας μυστήριον καὶ ψιλὸν ἄνθρωπον τὸν ἐκ τῆς ἁγίας παρθένου τεχθέντα Μαρίας ἀναιδῶς ληρωδοῦντας, τὰς τοῦ μακαρίου Κυρίλλου τοῦ τῆς Ἀλεξανδρέωνἐκκλησίας γενομένου ποιμένος συνοδικὰς ἐπιστολὰς πρός γε Νεστόριον καὶ πρὸς τοὺς τῆς ἀνατολῆς ἁρμοδίους οὔσας ἐδέξατο εἰς ἔλεγχον μὲν τῆς Νεστορίου φρενοβλαβείας, ἑρμηνείαν δὲ τῶν ἐν εὐσεβεῖ ζήλῳ τοῦ σωτηρίου συμβόλου ποθούντων τὴν ἔννοιαν: αἷς καὶ τὴν ἐπιστολὴν τοῦ τῆς
49
μεγίστης καὶ πρεσβυτέρας Ῥώμης προέδρου, τοῦ μακαριωτάτου καὶ ἁγιωτάτου ἀρχιεπισκόπου Λέοντος, τὴν γραφεῖσαν πρὸς τὸν ἐν ἁγίοις ἀρχιεπίσκοπον Φλαβιανὸν ἐπ̓ ἀναιρέσει τῆς Εὐτυχοῦς κακονοίας, ἅτε δὴ τῇ τοῦ μεγάλου Πέτρου ὁμολογίᾳ συμβαίνουσαν, κοινήν τινα στήλην ὑπάρχουσαν κατὰ τῶν κακοδοξούντων, εἰκότως συνήρμοσε πρὸς τὴν τῶν ὀρθῶν δογμάτων βεβαίωσιν. Τοῖς τε γὰρ εἰς υἱῶν δυάδα τὸ τῆς οἰκονομίας διασπᾶν ἐπιχειροῦσι μυστήριον παρατάττεται: καὶ τοὺς παθητὴν τοῦ μονογενοῦς λέγειν τολμῶντας τὴν θεότητα τοῦ τῶν ἱερῶν ἀπωθεῖται συλλόγου: καὶ τοῖς ἐπὶ τῶν δύο φύσεων τοῦ Χριστοῦ κρᾶσιν ἢ σύγχυσιν ἐπινοοῦσιν ἀνθίσταται: καὶ τοὺς οὐρανίου ἢ ἑτέρας τινὸς οὐσίας τὴν ἐξ ἡμῶν ληφθεῖσαν αὐτῷ τοῦ δούλου μορφὴν παραπαίοντας ἐξελαύνει: καὶ τοὺς δύο μὲν πρὸ τῆς ἑνώσεως φύσεις τοῦ Κυρίου μυθεύοντας, μίαν δὲ μετὰ τὴν ἕνωσιν ἀναπαλάττοντας ἀναθεματίζει. Ἑπόμενοι τοίνυν τοῖς ἁγίοις πατράσιν, ἕνα καὶ τὸν αὐτὸν ὁμολογοῦμεν υἱὸν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καὶ συμφώνως ἅπαντες ἐκδιδάσκομεν τέλειον τὸν αὐτὸν ἐν θεότητι καὶ τέλειον τὸν αὐτὸν ἐν ἀνθρωπότητι, θεὸν ἀληθῶς καὶ ἄνθρωπον ἀληθῶς, τὸν αὐτὸν ἐκ ψυχῆς λογικῆς καὶ σώματος, ὁμοούσιον τῷ πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα, κατὰ πάντα ὅμοιον ἡμῖν χωρὶς ἁμαρτίας: πρὸ αἰώνων μὲν ἐκ τοῦ
[*](Hebr. iv 15) πατρὸς γεννηθέντα κατὰ τὴν θεότητα, ἐπ̓ ἐσχάτων δὲ τῶν ἡμερῶν τὸν αὐτὸν δἰ ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ Μαρίας τῆς παρθένου καὶ θεοτόκου κατὰ τὴν ἀνθρωπότητα: ἕνα καὶ τὸν αὐτὸν Ἰησοῦν Χριστὸν υἱὸν κύριον μονογενῆ ἐν δύο φύσεσιν ἀσυγχύτως, ἀτρέπτως, ἀδιαιρέτως, ἀχωρίστως γνωριζόμενον, οὐδαμοῦ τῆς
50
τῶν φύσεων διαφορᾶς ἀνῃρημένης διὰ τὴν ἕνωσιν, σωζομένης δὲ μᾶλλον τῆς ἰδιότητος ἑκατέρας φύσεως, καὶ εἰς ἓν πρόσωπον καὶ μίαν ὑπόστασιν συντρεχούσης: οὐχ ὡς εἰς δύο πρόσωπα μεριζόμενον ἢ διαιρούμενον, ἀλλ̓ ἕνα καὶ τὸν αὐτὸν υἱὸν μονογενῆ, θεὸν Λόγον, κύριον ἸησοῦνΧριστόν, καθάπερ ἄνωθεν οἱ προφῆται περὶ αὐτοῦ καὶ αὐτὸς ἡμᾶς ὁ Χριστὸς ἐξεπαίδευσε, καὶ τὸ τῶν πατέρων
[*](Niceph. xv 7) ἡμῖν παραδέδωκε σύμβολον. Τούτων τοίνυν μετὰ πάσης ἀκριβείας τε καὶ ἐμμελείας παῤ ἡμῶν διατυπωθέντων, ὥρισεν ἡ ἁγία καὶ οἰκουμενικὴ σύνοδος ἑτέραν πίστινμηδενὶ ἐξεῖναι προφέρειν, εἴτ̓ οὖν συγγράφειν, ἢ συντιθέναι, ἢ φρονεῖν, ἢ διδάσκειν ἑτέρως. Τοὺς δὲ τολμῶντας ἢ συντιθέναι πίστιν ἑτέραν, ἤγουν προκομίζειν, ἢ διδάσκειν, ἢ παραδιδόναι ἕτερον σύμβολον τοῖς ἐθέλουσιν ἐπιστρέφειν εἰς ἐπίγνωσιν ἀληθείας ἐξ Ἑλληνισμοῦ καὶ ἐξἸουδαϊσμοῦ ἢ ἐξ ἑτέρας αἱρέσεως οἵας δή ποτε, τούτους εἰ μὲν εἶεν ἐπίσκοποι ἢ κληρικοί, ἀλλοτρίους εἶναι τοὺς ἐπισκόπους τῆς ἐπισκοπῆς καὶ τοὺς κληρικοὺς τοῦ κλήρου, εἰ δὲ μονάζοντες ἢ λαϊκοὶ εἶεν, ἀναθεματίζεσθαι. Μετὰ τοίνυν τὸν ἀνεγνωσμένον ὅρον, καὶ βασιλεὺσΜαρκιανὸς ἀνὰ τὴν Καλχηδοναίων τῇ συνόδῳ παραγενόμενος γενόμενος δημηγορήσας τε αὖ ἐπανέζευξε. Καί τισι συμβάσεσιν Ἰουβενάλιός τε καὶ Μάξιμος τὰ περὶ τῶν κατ̓ αὐτοὺς ἐπαρχιῶν διῴκησαν, καὶ Θεοδώρητος καὶ Ἴβας ἀνεκλήθησαν, καὶ ἕτερα κεκίνητο, ἅπερ, ὡς ἔφθηνεἰπών, μετὰ ταύτην τὴν ἱστορίαν ἐγγέγραπται. Ἐδόκει δὲ καὶ τὸν θρόνον τῆς νέας Ῥώμης ἐκ τῶν δευτερείων τῆς πρεσβυτέρας Ῥώμης τῶν ἄλλων τὰ πρεσβεῖα φέρειν.
Εἰσὶν ὡς ἐν ἐπιτομῇ τὰ ἐν τῇ συνόδῳ τῇ ἐν Καλχηδόνι συλλεγείσῃ κεκινημένα ἐν τούτοις: Τὸν τόπον Λέοντος ἀρχιερέως τῆς πρεσβυτέρας [*](Conc. vi 581 Niceph. xv 30) Ῥώμης ἐπλήρουν Πασκασῖνος καὶ Λουκένσιος ἐπίσκοποι, καὶ Βονιφάτιος πρεσβύτερος: Ἀνατολίου τῆς Κωνσταντίνου προεδρεύοντος, καὶ τῆς Ἀλεξανδρέων Διοσκόρου ἐπισκοποῦντος, Μαξίμου τε αὖ Ἀντιοχείας, καὶ Ἰουβεναλίου Ἱεροσολύμων, καὶ τῶν ἀμφ̓ αὐτοὺς ἐπισκόπων: οἷς παρῆσαν οἱ τὰ κορυφαῖα τῆς ὑπερφυοῦς γερουσίας ἔχοντες. Πρὸς οὓς οἱ τὸν τόπον πληροῦντες Λέοντος ἔφασκον μὴ δεῖν Διόσκορον συγκάθεδρον σφίσι γενέσθαι: τοῦτο γὰρ αὐτοῖς ἐπιτρέψαι τὸν Λέοντα: ἢ εἰ τοῦτο μὴ γένηται, αὐτοὺς ἔξω τῆς ἐκκλησίας γίνεσθαι. Καὶ πυθομένης τῆς γερουσίας τί τὰ ἐπαγόμενα τῷ Διοσκόρῳ εἴη, διεξῆλθον λόγον ὀφείλειν τὸν Διόσκορον δοῦναι τῆς ἰδίας κρίσεως, πρόσωπον κριτοῦ παρὰ τὸ εἰκὸς ἀνειληφότα τῆς ἐπιτροπῆς
68
ἄνευ τοῦ τὴν ἐπισκοπὴν Ῥώμης πρυτανεύοντος. Ὧν εἰρημένων, καὶ Διοσκόρου κρίσει τῆς συγκλήτου ἀνὰ τὸν μέσον καθεσθέντος χῶρον, Εὐσέβιος ὁ τοῦ Δορυλαίου ἐπίσκοπος ἐξῄτει τὰς ἐπιδεδομένας παῤ αὐτοῦ τῇ βασιλείᾳ δεήσεις ἀναγνωσθῆναι, φήσας ἐπὶ λέξεως ταῦτα:
[*](Conc. vi 584) Ἠδίκημαι παρὰ Διοσκόρου, ἠδίκηται ἡ πίστις, ἐφονεύθη Φλαβιανὸς ὁ ἐπίσκοπος, ἅμα ἐμοὶ ἀδίκως καθῃρέθη παῤ αὐτοῦ: κελεύσατε τὰς δεήσεις μου ἀναγνωσθῆναι. Οὗ δὴ διαλαληθέντος γενέσθαι. ἡ δέησις ἀναγνώσεως ἔτυχε ταυτὶ φθεγγομένη τὰ ῥήματα:Παρὰ Εὐσεβίου τοῦ ἐλαχίστου ἐπισκόπου Δορυλαίου, ποιουμένου τὸν λόγον ὑπέρ τε ἑαυτοῦ καὶ τῆς ὀρθοδόξου πίστεως, καὶ ὑπὲρ τοῦ ἐν ἁγίοις Φλαβιανοῦ τοῦ γενομένου ἐπισκόπου Κωνσταντινουπόλεως.
[*](Ibid.) Σκοπὸς τῷ ὑμετέρῳ κράτει ἁπάντων μὲν τῶν ὑπηκόωνπρονοεῖν καὶ χεῖρα ὀρέγειν ἅπασι τοῖς ἀδικουμένοις, μάλιστα δὲ τοῖς εἰς ἱερωσύνην τελοῦσι, καὶ ἐν τούτῳ τὸ θεῖον θεραπεύοντες, παῤ οὖ τὸ βασιλεύειν ὑμῖν καὶ κρατεῖν τῶν ὑφ̓ ἥλιον δεδώρηται. Ἐπεὶ οὖν πολλὰ καὶ δεινὰ παρὰ πᾶσαν ἀκολουθίαν ἡ εἰς Χριστὸν πίστις καὶἡμεῖς πεπόνθαμεν παρὰ Διοσκόρου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Ἀλεξανδρέων μεγαλοπόλεως, πρόσιμεν τῇ ὑμετέρᾳ εὐσεβείᾳ τῶν δικαίων ἀξιοῦντες τυχεῖν. Τὰ δὲ τοῦ πράγματος ἐν τούτοις: ἐπὶ τῆς ἔναγχος γενομένης συνόδου ἐν τῇ Ἐφεσίων μητροπόλει — ἣν ὄφελόν γεἦν μὴ γενέσθαι, ἵνα μὴ κακῶν καὶ ταραχῆς τὴν οἰκουμένην ἐμπλήσῃ — ὁ χρηστὸς Διόσκορος παῤ οὐδὲν θέμενος τὸν τοῦ δικαίου λόγον καὶ τὸν τοῦ θεοῦ φόβον, ὁμόδοξος ὢν καὶ ὁμόφρων Εὐτυχοῦς τοῦ ματαιόφρονος καὶ αἱρετικοῦ, λανθάνων δὲ τοὺς πολλούς, ὡς ὕστερον ἑαυτὸν ἐφανέρωσεν,εὑρὼν καιρὸν τὴν γεγενημένην παῤ ἐμοῦ κατὰ Εὐτυχοῦς ὁμοδόξου αὐτοῦ κατηγορίαν καὶ τὴν ἐπ̓ αὐτῷ ἐξενεχθεῖσαν ψῆφον παρὰ τοῦ τῆς ὁσίας λήξεως Φλαβιανοῦ ἐπισκόπου, πλῆθος ἀτάκτων ὄχλων συναγαγὼν καὶ
69
δυναστείαν ἑαυτῷ διὰ χρημάτων πορισάμενος, τὴν εὐσεβῆ θρησκείαν τῶν ὀρθοδόξων τό γε ἧκον εἰς αὐτὸν ἐλυμήνατο, καὶ τὴν κακοδοξίαν Εὐτυχοῦς τοῦ μονάζοντος, ἥτις ἄνωθεν καὶ ἐξ ἀρχῆς παρὰ τῶν ἁγίων πατέρων ἀπεκηρύχθη, ἐβεβαίωσεν. Ἐπεὶ οὖν οὐ μικρὰ τὰ τετολμημένα αὐτῷ κατά τε τῆς εἰς Χριστὸν πίστεως καὶ καθ̓ ἡμῶν, δεόμεθα καὶ προσπίπτομεν τῷ ὑμετέρῳ κράτει θεσπίσαι τὸν αὐτὸν εὐλαβέστατον ἐπίσκοπον Διόσκορον ἀπολογήσασθαι τοῖς παῤ ἡμῶν αὐτῷ ἐπαγομένοις: δηλαδὴ τῶν παῤ αὐτοῦ καθ̓ ἡμῶν πεπραγμένων ὑπομνημάτων ἀναγινωσκομένων ἐπὶ τῆς ἁγίας συνόδου, δἰ ὧν δυνάμεθα ἀποδεῖξαι αὐτὸν καὶ ἀλλότριον τῆς ὀρθοδόξου πίστεως, καὶ αἵρεσιν ἀσεβείας πεπληρωμένην κρατύναντα, καὶ ἀδίκως ἡμᾶς καθελόντα καὶ τὰ δεινὰ ἡμᾶς κατειργασμένον: θείων καὶ προσκυνουμένων ὑμῶν μανδάτων καταπεμπομένων τῇ ἁγίᾳ καὶ οἰκουμενικῇ συνόδῳ τῶν θεοφιλεστάτων ἐπισκόπων, ἐφ̓ ᾧ τε ἡμῶν καὶ τοῦ προειρημένου Διοσκόρου διακοῦσαι, καὶ ἀνενεγκεῖν εἰς γνῶσιν τῆς ὑμετέρας εὐσεβείας πάντα τὰ πραττόμενα πρὸς τὸ παριστάμενον τῇ ἀθανάτῳ ὑμῶν κορυφῇ. Καὶ τούτου τυχόντες ἀδιαλείπτους εὐχὰς ἀναπέμψομεν ὑπὲρ τοῦ αἰωνίου ὑμῶν κράτους, θειότατοι βασιλεῖς. Ἐκ κοινῆς τοίνυν δεήσεως Διοσκόρου τε καὶ Εὐσεβίου,
[*](Conc. vi 585) τὰ ἐν τῇ δευτέρᾳ ἐν Ἐφέσῳ συνόδῳ πεπραγμένα διὰ τῆς ἀναγνώσεως ἐδηλοῦντο: δἰ ὧν ἐδείκνυτο τὴν ἐπιστολὴν
[*](Ibid. 616) Λέοντος μὴ ἀναγνωσθῆναι, καὶ ταῦτα διαλαλιᾶς ἐνεχθείσης ἅπαξ καὶ δὶς περὶ τούτου. Ἐφ̓ οἶς Διόσκορος τὴν αἰτίαν ἀπαιτηθεὶς εἰπεῖν, διεξῆλθεν ἅπαξ καὶ δὶς τοῦτο διαλαλῆσαι γενέσθαι, ᾔτησέ τε καὶ Ἰουβενάλιον τὸν Ἱεροσολύμων ἐπίσκοπον καὶ Θαλάσσιον τῆς πρώτης Καππαδοκῶν Καισαρείας τὰ περὶ τούτων διασαφῆσαι: σὺν αὐτῷ γὰρ καὶ τούτους τὴν αὐθεντίαν λαβεῖν. Ἰουβενάλιος μὲν οὖν ἔφησεν ὡς θείου γράμματος ἡγησαμένου διελάλησεν ἐκεῖνο τῇ ἀναγνώσει καθυποβληθῆναι, ὕστερον
70
δὲ μηδένα τῆς ἐπιστολῆς μνημονεῦσαι: Θαλάσσιος δέ, μὴ κωλῦσαι ταύτην ἀναγνωσθῆναι, μηδὲ τοσαύτην ἐσχηκέναι παρρησίαν ὥστε καὶ μόνον οἷόν τε γενέσθαι τυπῶσαι τὴν ἀνάγνωσιν προελθεῖν.
[*](Conc. vi 624) Τῆς τοίνυν τῶν πεπραγμένων ἀναγνώσεως προϊούσης,καί τινων ῥήσεων ὡς πλαστῶν ἐπιλαβομένων ἐνίων τῶν ἐπισκόπων, ἐρωτηθεὶς Στέφανος ὁ τῆς Ἐφεσίων πρόεδρος τίνες τῶν ὑπογραφόντων αὐτῷ τηνικαῦτα συνεξελάμβανον, διεξῆλθεν Ἰουλιανὸν ὑπογράψαι αὐτῷ ἐπίσκοπον ὕστερον γενόμενον Λεβήδου καὶ Κρισπῖνον: τοὺς δέ γεὑπογράφοντας Διοσκόρῳ τοῦτο μὴ συγχωρῆσαι γενέσθαι, ἀλλὰ καὶ τοὺς δακτύλους ἐπιλαβέσθαι τῶν ὑπογραφόντων, ὡς καὶ τὰ αἴσχιστα αὐτοὺς κινδυνεῦσαι παθεῖν. Ὁ αὐτὸς τοίνυν Στέφανος κατέθετο ἐν μιᾷ καὶ τῇ αὐτῇ ἡμέρᾳ τῇ καθαιρέσει τοῦ Φλαβιανοῦ ὑποσημήνασθαι. Τούτοισἐπῆγεν Ἀκάκιος Ἀριαραθείας ἐπίσκοπος ἀγράφῳ χάρτῃ πάντας ὑπογράψαι πρὸς βίας τε καὶ ἀνάγκης, μυρίοις κακοῖς περιβληθέντας, στρατιωτῶν αὐτοὺς μετὰ φονικῶν ὀργάνων περιστοιχισάντων.
[*](Ibid. 628) Εἶτα πάλιν ἑτέρας φάσεως ἀνεγνωσμένης, Θεόδωροσἐπίσκοπος Κλαυδιουπόλεως ἔφη μηδένα ταῦτα φθέγξασθαι.
[*](Ibid. 633) Προκοπτούσης δὲ καὶ οὕτως τῆς ἀναγνώσεως, ἐπειδή τι χωρίον περιεῖχεν Εὐτυχῆ διεξελθεῖν: Καὶ τοὺς λέγοντας τὴν σάρκα τοῦ θεοῦ καὶ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐξ οὐρανῶν κατεληλυθέναι, Εὐσέβιονἔλεγε τὰ γράμματα πρὸς ταῦτα διεξελθεῖν ὡς εἰρήκει μὲν τὸ ἐξ οὐρανῶν, οὐ προστέθεικε δὲ πόθεν: ἐπεῖξαι δὲ Διογένην ἐπίσκοπον Κυζίκου: Πόθεν οὖν; εἰπέ, καὶ μὴ συγχωρηθῆναι αὐτοὺς περαιτέρω τούτων ἐπιζητῆσαι. Εἶτα δηλοῦσι τὰ αὐτὰ πεπραγμένα Βασίλειον μὲν ἐπίσκοπον
[*](Ibid. 636) Σελευκείας Ἰσαυρίας εἰπεῖν: Προσκυνῶ τὸν ἕνα κύριον
71
ἡμῶν Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ τὸν μόνον θεὸν Λόγον μετὰ τὴν σάρκωσιν καὶ τὴν ἕνωσιν ἐν δύο φύσεσι γνωριζόμενον, καὶ πρὸς ταῦτα τοὺς Αἰγυπτίους ἀναβοῆσαι: Τὸν ἀμέριστον μηδεὶς χωριζέτω, τὸν ἕνα υἱὸν οὐ δεῖ λέγειν δύο, τοὺς δὲ Ἀνατολικοὺς κραυγάσαι: Ἀνάθεμα τῷ μερίζοντι, ἀνάθεμα τῷ διαιροῦντι. Ἐρωτηθῆναι δὲ τὸν
[*](Conc. vi 637) Εὐτυχῆ τὰ αὐτὰ πεπραγμένα λέγει εἴ φησι δύο φύσεις ἐν τῷ Χριστῷ, εἰπεῖν τε ἐκεῖνον ἐκ δύο μὲν φύσεων εἰδέναι τὸν Χριστὸν πρὸ τῆς ἑνώσεως, μετὰ δὲ τὴν ἕνωσιν, μίαν: εἰπεῖν τε Βασίλειον ὡς εἰ μὴ μετὰ τὴν ἕνωσιν ἀχωρίστους καὶ ἀσυγχύτους λέγει δύο φύσεις, σύγχυσιν λέγει καὶ σύγκρασιν: εἰ μέντοι προσθήσει σεσαρκωμένην καὶ ἐνανθρωπήσασαν, καὶ νοήσει παραπλησίως Κυρίλλῳ τὴν σάρκωσιν καὶ τὴν ἐνανθρώπησιν, τὰ αὐτὰ λέγειν αὐτοῖς: ἄλλο μὲν γάρ τι εἶναι τὴν θεότητα τὴν ἐκ τοῦ πατρός, ἄλλο δέ τι τὴν ἀνθρωπότητα τὴν ἐκ τῆς μητρός. Ὧν ἐρωτηθέντων ὅτου οὖν χάριν τῇ καθαιρέσει τῇ κατὰ Φλαβιανοῦ ὑπέγραψαν, τοὺς Ἀνατολικοὺς δηλοῦσι τὰ γράμματα βοῆσαι: Πάντες ἡμάρτομεν, πάντες συγγνώμην
[*](Ibid.) αἰτοῦμεν. Εἶτα πάλιν ἡ ἀνάγνωσις προκόπτουσα δηλοῖ τοὺς ἐπισκόπους ἐρωτηθῆναι τίνος χάριν τὸν Εὐσέβιον εἰσελθεῖν βουληθέντα οὐκ εἴασαν. Πρὸς ἃ
[*](Ibid. 644) Διόσκορος ἔφη κομμονιτώριον τὸν Ἐλπίδιον ἐπιφέρεσθαι, κἀκεῖνον διαβεβαιώσασθαι Θεοδόσιον κελεῦσαι τὸν βασιλέα τὸν Εὐσέβιον παρόδου μὴ τυχεῖν. Τὰ αὐτὰ καὶ Ἰουβενάλιον εἰπεῖν δηλοῦσι τὰ πεπραγμένα. Ὁ μέντοι γε Θαλάσσιος ἔφη τὴν αὐθεντίαν μὴ ἔχειν. Ἅπερ πρὸς τῶν ἀρχόντων καταγνώσεως ἔτυχε: μηδὲ γὰρ ἀπολογίαν εἶναι ταύτην πίστεως προκειμένης. Ἐφ̓ οἶς τὸν Διόσκορον μέμψασθαι δηλοῦσι τὰ κεκινημένα διεξελθόντα: Νῦν ποῖοι κανόνες σώζονται, ὅτι ἐσῆλθε Θεοδώρητος; τήν τε
72
σύγκλητον ἀποφήνασθαι ὡς κατήγορον Θεοδώρητον εἰσελθεῖν. Ἐπισημήνασθαί τε Διόσκορον ὡς ἐν τάξει ἐπισκόπου καθέζεται: καὶ τὴν σύγκλητον πάλιν εἰπεῖν ὡς καὶ Εὐσέβιος καὶ Θεοδώρητος κατηγόρων τάξιν ἐπέχουσιν, ὥσπερ οὖν καὶ Διόσκορος κατηγορουμένου τάξινἐκληρώσατο. Πάντων τοίνυν τῶν κατὰ τὴν δευτέραν σύνοδον τῶν ἐν Ἐφέσῳ ἀνεγνωσμένων, καὶ τῆς ἀποφάσεως αὐτῆς κατὰ Φλαβιανοῦ καὶ Εὐσεβίου ὡσαύτως ἀναγινωσκομένης,
[*](Conc. vi 908) πρὸς τῇ ῥήσει ἔνθα γε Ἱλάριος ἐπίσκοπος εἶπεν, οἱτῆς ἀνατολῆς ἐπίσκοποι καὶ οἱ σὺν αὐτοῖς ἐβόησαν: Ἀνάθεμα Διοσκόρῳ. Ταύτῃ τῇ ὥρᾳ καθεῖλε, ταύτῃ τῇ ὥρᾳ καθαιρεθῇ. Ἅγιε Κύριε, σὺ αὐτὸν ἐκδίκησον. Ὀρθόδοξε βασιλεῦ, σὺ αὐτὸν ἐκδίκησον. Λέοντος πολλὰ τὰ ἔτη. Τοῦ πατριάρχου πολλὰ τὰ ἔτη. Εἶτα καὶ τῶνἑξῆς ἀνεγνωσμένων, τῶν δηλούντων πάντας τοὺς συνειλεγμένους ἐπισκόπους συναινέσαι τῇ καθαιρέσει Φλαβιανοῦ καὶ Εὐσεβίου, οἱ ἐνδοξότατοι ἄρχοντες διελάλησαν ἐπὶ λέξεως οὕτως:
[*](Ibid. 936) Περὶ μὲν τῆς ὀρθοδόξου καὶ καθολικῆς πίστεωστελειότερον συνόδου γενομένης τῇ ὑστεραίᾳ ἀκριβεστέραν ἐξέτασιν δεῖν γενέσθαι συνορῶμεν. Ἐπειδὴ δὲ Φλαβιανὸς ὁ τῆς εὐσεβοῦς μνήμης καὶ Εὐσέβιος ὁ εὐλαβέστατος ἐπίσκοπος, ἐκ τῆς τῶν πεπραγμένων καὶ διαγνωσθέντων ἐρεύνης καὶ αὐτῆς τῆς φωνῆς τῶν γενομένων ἐξάρχων τῆστότε συνόδου ὁμολογησάντων ἐσφάλθαι καὶ μάτην αὐτοὺς καθῃρηκέναι, οὐδὲν περὶ τὴν πίστιν σφαλέντες δείκνυνται, ἀδίκως δὲ καθαιρεθέντες, φαίνεται ἡμῖν κατὰ τὸ τῷ θεῷ ἀρέσκον δίκαιον εἶναι, εἰ παρασταίη τῷ θειοτάτῳ καὶ εὐσεβεστάτῳ ἡμῶν δεσπότῃ, τῷ αὐτῷ ἐπιτιμίῳ Διόσκοροντὸν εὐλαβέστατον ἐπίσκοπον Ἀλεξανδρείας, καὶ Ἰουβενάλιον τὸν εὐλαβέστατον ἐπίσκοπον Ἱεροσολύμων,
73
καὶ Θαλάσσιον τὸν εὐλαβέστατον ἐπίσκοπον Καισαρείας, καὶ Εὐσέβιον τὸν εὐλαβέστατον ἐπίσκοπον Ἀρμενίας, καὶ Εὐστάθιον τὸν εὐλαβέστατον ἐπίσκοπον Βηρυτοῦ, καὶ Βασίλειον τὸν εὐλαβέστατον ἐπίσκοπον Σελευκείας τῆς Ἰσαυρίας, τοὺς ἐξουσίαν ἐσχηκότας καὶ ἐξάρχοντας τῆς τότε συνόδου, ἐκπεσεῖν διὰ τῆς ἱερᾶς ταύτης συνόδου κατὰ τοὺς κανόνας τοῦ ἐπισκοπικοῦ ἀξιώματος, πάντων τῶν παρακολουθησάντων τῆ θείᾳ κορυφῇ γνωριζομένων. Ἐφ̓ οἶς ἐπεβόησαν οἱ Ἀνατολικοί: Αὕτη δικαία
[*](Conc. vi 936) κρίσις. Οἱ δὲ τῶν Ἰλλυριῶν ἐπίσκοποι ἐπεκραύγασαν: Πάντες ἐσφάλημεν, πάντες συγγνώμης ἀξιωθῶμεν. Καὶ πάλιν τῶν Ἀνατολικῶν ἐπιβοησάντων: Αὕτη δικαία ψῆφος: τὸν φονέα ὁ Χριστὸς καθεῖλε, τοὺς μάρτυρας ὁ θεὸς ἐξεδίκησεν, οἱ συγκλητικοὶ διελάλησαν ὥστε ἕκαστον τῶν ἐπισκόπων τῶν συνειλεγμένων ἰδιαζόντως τὴν οἰκείαν ἐκθέσθαι πίστιν, γινώσκοντα ὡς ὁ θειότατος βασιλεὺς κατὰ τὴν ἔκθεσιν τῶν ἐν Νικαίᾳ πατέρων τριακοσίων δέκα ὀκτὼ καὶ τῶν ἑκατὸν πεντήκοντα, καὶ τὰς ἐπιστολὰς τῶν ἁγίων πατέρων, Γρηγορίου, Βασιλείου, Ἱλαρίου, Ἀθανασίου, Ἀμβροσίου, καὶ τὰς δύο τὰς Κυρίλλου, τὰς ἐπὶ τῇ πρώτῃ συνόδῳ τῇ ἐν Ἐφέσῳ δημοσιευθείσας πιστεύει: καὶ γὰρ καὶ τὸν εὐλαβέστατον ἐπίσκοπον τῆς πρεσβυτέρας Ῥώμης Λέοντα Εὐτυχῆ ἐπὶ τούτοις καθελεῖν. Οὕτω τοίνυν καὶ ταύτης τῆς συνελεύσεως καταπαυθείσης, εἰς ἑτέραν συνελθόντων μόνων τῶν ὁσιωτάτων
[*](Ibid. 976, 988) ἐπισκόπων, λιβέλλους ἐπέδωκεν Εὐσέβιος ὁ τοῦ Δορυλαίου ἐπίσκοπος ὑπὲρ ἑαυτοῦ τε καὶ Φλαβιανοῦ, δἰ οὗ ἐπεμέμψατο Διοσκόρῳ ὡς τὰ αὐτὰ Εὐτυχεῖ φρονήσαντι, καὶ ὅτι γε αὐτοὺς τῆς ἱερωσύνης ἀφείλετο. Προστέθεικε δὲ ὅτι καὶ φωνὰς μὴ εἰρημένας τῇ τὸ τηνικαῦτα ἁλισθείσῃ συνόδῳ προστέθεικεν ἐν τοῖς ὑπομνήμασι, καὶ εἰς ἀγράφους
74
χάρτας παρεσκεύασεν αὐτοὺς ὑποσημήνασθαι. Καὶ ἐδεήθη ὡς ἐκ ψήφου τῶν συνειλεγμένων ἀκυρωθῆναι πάντα τὰ ἐν τῇ δευτέρᾳ συνόδῳ τῇ ἐν Ἐφέσῳ πεπραγμένα, καὶ ἔχειν αὐτοὺς τὴν ἱερωσύνην, καὶ ἀναθεματισθῆναι τὸ μιαρὸν ἐκείνου δόγμα. Καὶ ἠξίωσε μετὰ τὴνἀνάγνωσιν καὶ τὸν ἀντίδικον παρεῖναι. Οὗ δὴ διαλαληθέντος γενέσθαι, εἴρηκεν Ἀέτιος ἀρχιδιάκονος καὶ πριμικήριος νοταρίων ὡς διέβη πρὸς Διόσκορον, ὥσπερ οὖν καὶ πρὸς τοὺς ἄλλους, καὶ εἶπε μὴ συγχωρεῖσθαι ὑπὸ
[*](Conc. vi 988) τῶν φυλαττόντων αὐτὸν παραγενέσθαι. Καὶ διελαλήθηζητηθῆναι τὸν Διόσκορον πρὸ τοῦ συνεδρίου. Καὶ μὴ εὑρεθέντος αὐτοῦ, Ἀνατόλιος ἐπίσκοπος Κωνσταντινουπόλεως διελάλησεν ὀφείλειν αὐτὸν μετακληθῆναι καὶ ἐν τῇ συνόδῳ παραγενέσθαι. Καὶ τούτου γενομένου, παραγενόμενοι οἱ ἀποσταλέντες εἰρήκασιν εἰπεῖν αὐτόν:Φυλάττομαι ἐγώ: εἰ δὲ συγχωροῦσί μοι κατελθεῖν, εἰπάτωσαν. Καὶ εἰπόντων αὐτῷ τῶν ἐσταλμένων ὡς πρὸς αὐτόν, οὐ πρὸς τοὺς μαγιστριανοὺς ἀπεστάλησαν, διεξῆλθον εἰπεῖν αὐτόν: Ἕτοιμός εἰμι παραγενέσθαι εἰς τὴν ἁγίαν καὶ οἰκουμενικὴν σύνοδον, ἀλλὰ κωλύομαι. Οἷς
[*](Ibid. 992) προστέθεικεν Ἱμέριος ὡς, κατελθόντων αὐτῶν παρὰ Διοσκόρου, ὑπήντησεν ὁ βοηθὸς τοῦ μαγίστρου τῶν θείων ὀφφικίων, καὶ μετ̓ αὐτοῦ πάλιν γεγόνασιν πρὸς Διόσκορον οἱ ἐπίσκοποι, καὶ περὶ τούτων ἐν σημείοις τὸν Διόσκορονεἰπεῖν ταῦτα:
[*](Ibid. 993) Συναγαγὼν ἐμαυτὸν καὶ γνοὺς τὸ συμφέρον τάδε ἀποκρίνομαι: ἐπειδὴ ἐν τῇ πρὸ ταύτης συνόδῳ καθεζόμενοι οἱ μεγαλοπρεπέστατοι ἄρχοντες ὥρισαν πολλὰ μετὰ πολλὴν ἑκάστου διαλαλιάν, νῦν δὲ εἰς δευτέρανκαλοῦμαι σύνοδον εἰς τὴν τῶν προειρημένων ἀνασκευήν, παρακαλῶ τοὺς πρώην ἐν τῇ συνόδῳ παραγενομένους
75
μεγαλοπρεπεστάτους ἄρχοντας καὶ τὴν ἱερὰν σύγκλητον καὶ νῦν παρεῖναι, ἵνα πάλιν τὰ αὐτὰ γυμνασθῇ. Πρὸς ὃν Ἀκάκιον δηλοῖ τὰ πεπραγμένα διεξελθεῖν ἐπὶ λέξεως ταῦτα: Οὐχ οὕτως ἐκέλευσεν ἡ ἁγία καὶ μεγάλη σύνοδος τὴν ὑμετέραν ἁγιότητα παρεῖναι ὥστε ἀνασκευασθῆναι τὰ ἐπὶ τῶν μεγαλοπρεπεστάτων ἀρχόντων καὶ ἐπὶ τῆς ἱερᾶς συγκλήτου πραχθέντα, ἀλλ̓ ἡμᾶς ἀπέστειλεν ὥστε καταλαβεῖν σε τὸ συνέδριον καὶ μὴ ἀπολειφθῆναι αὐτοῦ τὴν σὴν ὁσιότητα. Πρὸς ὃν Διόσκορος εἴρηκεν, ὡς τὰ ὑπομνήματα λέγουσιν: Εἰρήκατέ μοι νῦν ὅτι λιβέλλους ἐπιδέδωκεν Εὐσέβιος. Παρακαλῶ πάλιν παρόντων τῶν ἀρχόντων καὶ τῆς συγκλήτου δοκιμασθῆναι τὰ κατ̓ ἐμέ. Εἶτα ἑτέρων τοιούτων ἐγκειμένων, αὖθις ἀπεστάλησαν οἱ ὀφείλοντες τὸν αὐτὸν προτρέψασθαι Διόσκορον τοῖς πραττομένοις παρεῖναι. Καὶ τούτου γενομένου, ἐπαναζεύξαντες οἱ πεμφθέντες εἰρήκασιν ἔχειν ἐν σημείοις τὴν αὐτοῦ φωνήν, ἃ δηλοῦσιν αὐτὸν εἰπεῖν: Ἤδη φθάσας δεδήλωκα τῇ ὑμετέρᾳ θεοσεβείᾳ ὡς ὅτι
[*](Conc. vi 1000) καὶ ἀρρωστίᾳ συνέχομαι, καὶ ἐξαιτῶ ὥστε καὶ τοὺς μεγαλοπρεπεστάτους ἄρχοντας καὶ τὴν ἱερὰν σύγκλητον καὶ νῦν παρεῖναι τῇ τῶν ἐξετασθησομένων κρίσει. Ἐπειδὴ δέ μοι τὰ τῆς ἀρρωστίας ἐπετάθη, τούτου χάριν τὴν ὑπέρθεσιν πεποίημαι. Καὶ Κεκρόπιον εἰπεῖν τὰ ὑπομνήματα δηλοῖ πρὸς τὸν Διόσκορον πρώην μηδὲν περὶ ἀρρωστίας εἰπεῖν: ὀφείλειν οὖν αὐτὸν τοῖς κανόσι τὸ ἱκανὸν ποιῆσαι. Πρὸς ὃν ὁ Διόσκορος ἀπεφήνατο: Ἅπαξ εἶπον ὀφείλειν παρεῖναι τοὺς ἄρχοντας. εἶπον τὸν Ῥουφῖνον εἰπεῖν πρὸς αὐτὸν ἐπίσκοπον Σαμοσάτων κανονικὰ τὰ κινούμενα καθεστάναι, καὶ δύνασθαι αὐτὸν παραγενόμενον ἃ βούλεται διεξελθεῖν.
76
Πυθομένου δὲ τοῦ Διοσκόρου εἰ Ἰουβενάλιος καὶ Θαλάσσιος παρεγένοντο καὶ Εὐστάθιος, ἀπεκρίνατο ὡς οὐδὲν πρὸς ἔπος. Πρὸς ἃ Διόσκορον εἰπεῖν τὰ πεπραγμένα δηλοῦσι παρακαλέσαι τὸν φιλόχριστον βασιλέα ὥστε καὶ τοὺς ἄρχοντας παρεῖναι καὶ τοὺς σὺν αὐτῷ δεδικακότας:καὶ πρὸς ταῦτα τοὺς πεμφθέντας εἰπεῖν μόνου κατηγορεῖν αὐτοῦ τὸν Εὐσέβιον, καὶ ὀφείλειν πάντως παραγενέσθαι: καὶ πρὸς ταῦτα τὸν Διόσκορον εἰπεῖν ὀφείλειν καὶ τοὺς ἄλλους παρεῖναι τοὺς σὺν αὐτῷ δεδικακότας: μηδὲ γὰρ ἰδικὸν ἔχειν πρᾶγμα πρὸς αὐτὸν τὸν Εὐσέβιον,ἀλλ̓ ἢ ἄρα περὶ ὧν πάντες δεδικάκασιν. Καὶ πάλιν ἐπιμεινάντων τῶν πεμφθέντων περὶ τούτου, ἀπέφησεν ὁ Διόσκορος εἰπών: Ἅπαξ εἶπον ἃ εἶπον: καὶ περαιτέρω τούτων εἰπεῖν οὐκ ἔχω. Πρὸς ἃ Εὐσέβιος ὁ τοῦ Δορυλαίου διεξῆλθε πρὸσμόνον Διόσκορον ἔχειν, καὶ πρὸς μηδένα ἕτερον: καὶ ἠξίωσε τρίτῃ κλήσει κληθῆναι Διόσκορον. Καὶ ὑπολαβὼν
[*](Conc. vi 1004) Ἀέτιος ἐδίδασκε πρώην τινὰς λέγοντας ἑαυτοὺς κληρικοὺς μετὰ καὶ ἑτέρων λαϊκῶν τῆς Ἀλεξανδρέων ὁρμωμένους ἐπιδοῦναι λιβέλλους κατὰ Διοσκόρου, καὶτούτους πρὸ τοῦ συνεδρίου ἑστῶτας ἐκβοήσεσι κεχρῆσθαι. Καὶ πρῶτον μὲν ἐπιδεδωκότος Θεοδώρου διακόνου γενομένου τῆς ἐν Ἀλεξανδρείᾳ ἁγίας ἐκκλησίας, εἶτα δὲ καὶ Ἰσχυρίωνος ὡσαύτως διακόνου καὶ Ἀθανασίου πρεσβυτέρου καὶ ἀδελφιδοῦ Κυρίλλου καὶ πρός γε Σωφρονίου,δἰ ὧν περί τε βλασφημιῶν ἐνεκάλεσαν Διοσκόρῳ περί τε σωματικῶν καὶ βιαίας ἀφαιρέσεως χρημάτων, τρίτη
[*](Ibid. 1036) κλῆσις γέγονε προτρέπουσα τὸν Διόσκορον παραγενέσθαι. Τοιγαροῦν ἐπαναζεύξαντες οἱ ἐπὶ τούτῳ ἀφωρισμένοι
[*](Ibid. 1040) εἰρήκασιν εἰπεῖν τὸν Διόσκορον: Αὐτάρκως ἐδίδαξα τὴνὑμετέραν θεοσέβειαν, οἶς προσθεῖναί τι οὐ δύναμαι.
77
Ἀρκοῦμαι γὰρ ἐν τούτοις. Καὶ προτρεψάντων τῶν ἐπὶ τούτῳ σταλέντων πάλιν τὸν αὐτὸν Διόσκορον ἐλθεῖν, ἀπεφήνατο εἰρηκώς: Ἃ εἶπον, εἶπον: οἷς προσθεῖναί τι οὐ δύναμαι. Ἀρκοῦμαι γὰρ ἐν τούτοις. Καὶ προτρεψάντων τῶν ἐν τούτῳ σταλέντων πάλιν τὸν αὐτὸν Διόσκορον ἐλθεῖν, ἀπεφήνατο εἰρηκὼς τὰ αὐτά. Καὶ αὖθις δὲ τὰ αὐτὰ εἰρηκότος τοῦ αὐτοῦ Διοσκόρου, ἐπιμεινάντων τῇ προτροπῇ τῶν ἐπὶ τούτῳ σταλέντων, Πασκασῖνος ἐπίσκοπος εἶπεν ὡς ἤδη τρίτον κληθεὶς Διόσκορος οὐ παρεγένετο ὑπὸ συνειδήσεως βαλλόμενος, καὶ ἐπυνθάνετο
[*](Conc. vi 1041) τίνος ἄξιος εἴη. Πρὸς ὃ τῶν ἐπισκόπων ἀποκριναμένων ὑποπεπτωκέναι αὐτὸν τοῖς κανόσι, Προτερίου δὲ ἐπισκόπου Σμύρνης εἰπόντος: Ὅτε ἐφονεύετο ὁ ἅγιος Φλαβιανός, οὐδὲν ἀκόλουθον ἐπράχθη ἐπ̓ αὐτῷ, οἱ τὸν τόπον ἐπέχοντες Λέοντος ἐπισκόπου τῆς πρεσβυτέρας Ῥώμης ἀπεφήναντο ἐπὶ λέξεως ταῦτα: Δῆλα γεγένηται τὰ τετολμημένα Διοσκόρῳ τῷ γενομένῳ
[*](Ibid. 1045) τῆς Ἀλεξανδρέων μεγαλοπόλεως ἐπισκόπῳ κατὰ τῆς τῶν κανόνων τάξεως καὶ τῆς ἐκκλησιαστικῆς καταστάσεως, ἐκ τῶν ἤδη ἐξετασθέντων ἐν τῷ πρώτῳ συνεδρίῳ καὶ ἀπὸ τῶν σήμερον πεπραγμένων. Οὗτος γάρ, ἵνα τὰ πολλὰ παραλείπωμεν, Εὐτυχῆ τὸν ὁμόδοξον αὐτῷ καθαιρεθέντα κανονικῶς παρὰ τοῦ ἰδίου ἐπισκόπου, τοῦ ἐν ἁγίοις φαμὲν πατρὸς ἡμῶν καὶ ἀρχιεπισκόπου Φλαβιανοῦ, αὐθεντήσας ἀκανονίστως εἰς κοινωνίαν ἀνεδέξατο, πρὶν ἢ συνεδρεῦσαι ἐν τῇ Ἐφεσίων μετὰ τῶν θεοφιλῶν ἐπισκόπων. Ἀλλ̓ ἐκείνοις μὲν ὁ ἀποστολικὸς θρόνος συγγνώμην ἀπένειμεν ἐπὶ τοῖς ἐκεῖσε μὴ κατὰ γνώμην ὑπ̓ αὐτῶν πεπραγμένοις: οἳ καὶ διετέλεσαν μέχρι τοῦ παρόντος
78
ἑπόμενοι τῷ ἁγιωτάτῳ ἀρχιεπισκόπῳ Λέοντι καὶ πάσῃ τῇ ἁγίᾳ καὶ οἰκουμενικῇ συνόδῳ: οὗ δὴ χάριν καὶ ἐν τῇ ἑαυτοῦ κοινωνίᾳ αὐτοὺς ὁμοπίστους ἐδέξατο. Οὗτος δὲ καὶ μέχρι τοῦ παρόντος διέμεινε σεμνυνόμενος ἐν ἐκείνοις ἐφ̓ οἷς ἔδει στένειν, καὶ εἰς γῆν κεκυφέναι ὀφείλει. Πρὸστούτοις δὲ οὐδὲ τὴν ἐπιστολὴν ἀναγνωσθῆναι συνεχώρησε τοῦ μακαριωτάτου πάπα Λέοντος, τὴν γραφεῖσαν παῤ αὐτοῦ πρὸς τὸν ἐν ἁγίοις τὴν μνήμην Φλαβιανόν, καὶ ταῦτα πολλάκις παρακληθεὶς ἀναγνῶναι ταύτην ὑπὸ τῶν κεκομικότων, καὶ μεθ̓ ὅρκων ποιήσασθαι τὴν ἀνάγνωσινὑποσχόμενος. Ἧς μὴ ἀναγνωσθείσης, σκανδάλων καὶ βλάβης αἱ ἀνὰ τὴν οἰκουμένην ἁγιώταται ἐπληρώθησαν ἐκκλησίαι. Ἀλλ̓ ὅμως τοιούτων παῤ αὐτοῦ τολμηθέντων, ἐσκοποῦμεν περὶ τῆς προτέρας ἀνοσίας αὐτοῦ πράξεως φιλανθρωπίας τινὸς αὐτὸν ἀξιῶσαι ὡς καὶ τοὺσλοιποὺς θεοφιλεστάτους ἐπισκόπους, καίτοι μηδὲ τὴν αὐθεντίαν παραπλησίως αὐτῷ τῆς κρίσεως ἐσχηκότας. Ἐπειδὴ δὲ τοῖς δευτέροις τὴν προτέραν παρανομίαν ὑπερηκόντισεν, ἐτόλμησε δὲ καὶ ἀκοινωνησίαν ὑπαγορεῦσαι κατὰ τοῦ ἁγιωτάτου καὶ ὁσιωτάτου ἀρχιεπισκόπου τῆσμεγάλης Ῥώμης Λέοντος, πρὸς δὲ τούτοις καὶ λιβέλλων παρανομιῶν μεστῶν κατ̓ αὐτοῦ προσενεχθέντων τῇ ἁγίᾳ καὶ μεγάλῃ συνόδῳ, καὶ ἅπαξ καὶ δὶς καὶ τρὶς διὰ θεοφιλῶν ἐπισκόπων κανονικῶς κληθεὶς οὐχ ὑπήκουσεν, ὑπὸ τοῦ ἰδίου συνειδότος δηλονότι κεντούμενος, καὶ τοὺς παρὰσυνόδων διαφόρων ἐνθέσμως καθαιρεθέντας παρανόμως ἐδέξατο, αὐτὸς καθ̓ ἑαυτοῦ τὴν ψῆφον ἐξήνεγκε διαφόρως τοὺς ἐκκλησιαστικοὺς πατήσας θεσμούς. Ὅθεν ὁ ἁγιώτατος καὶ μακαριώτατος ἀρχιεπίσκοπος τῆς μεγάλης καὶ πρεσβυτέρας Ῥώμης Λέων δἰ ἡμῶν καὶ τῆς παρούσησσυνόδου, μετὰ τοῦ τρισμακαρίου καὶ πανευφήμου Πέτρου τοῦ ἀποστόλου, ὅς ἐστι πέτρα καὶ κρηπὶς τῆς καθολικῆς ἐκκλησίας καὶ τῆς ὀρθοδόξου πίστεως θεμέλιος τυγχάνει,
79
ἐγύμνωσεν αὐτὸν τοῦ τε ἐπισκοπικοῦ ἀξιώματος καὶ πάσης ἱερατικῆς ἠλλοτρίωσεν ἐνεργείας. Τοιγαροῦν ἡ ἁγία αὕτη καὶ μεγάλη σύνοδος τὰ δόξαντα τοῖς κανόσιν ἐπὶ τῷ μνημονευθέντι Διοσκόρῳ ψηφίσηται. Ὧν δὴ κυρωθέντων παρὰ Ἀνατολίου Μαξίμου τε αὖ καὶ τῶν λοιπῶν ἐπισκόπων, ἄνευ ἐκείνων τῶν ἄμα Διοσκόρῳ παρὰ τῆς συγκλήτου καθαιρεθέντων, ἀναφορὰ περὶ
[*](Conc. vi 1097) τούτων πρὸς Μαρκιανὸν ἐγράφετο παρὰ τῆς συνόδου, καὶ ἡ καθαίρεσις ἐπέμπετο Διοσκόρῳ παρὰ τῆς αὐτῆς συνόδου, ἔχουσα ὧδε: Γίνωσκε σαυτὸν διὰ τὴν κατὰ τῶν θείων κανόνων
[*](Ibid. 1093) ὑπεροψίαν καὶ διὰ τὴν ἀπείθειάν σου τὴν περὶ τὴν ἁγίαν ταύτην καὶ οἰκουμενικὴν σύνοδον, ὑπὲρ ὧν, πρὸς τοῖς ἄλλοις πλημμελήμασιν οἶς ἑάλως, καὶ τρίτον κληθεὶς παρὰ τῆς ἁγίας ταύτης καὶ μεγάλης συνόδου κατὰ τοὺς θείους κανόνας ἐπὶ τὸ ἀποκρίνασθαι τοῖς ἐπαγομένοις οὐκ ἀπήντησας, μηνὶ Ὀκτωβρίῳ τῷ ἐνεστῶτι τρισκαιδεκάτῃ, παρὰ τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου καθῃρῆσθαι τῆς ἐπισκοπῆς, καὶ παντὸς ἐκκλησιαστικοῦ θεσμοῦ ὑπάρχειν ἀλλότριον. Εἶτα τῶν περὶ τούτων γραφέντων καὶ πρὸς τοὺς θεοφιλεῖς ἐπισκόπους τῆς ἐν Ἀλεξανδρείᾳ ἁγιωτάτης
[*](Ibid. 1096) ἐκκλησίας, καὶ προθέματος κατὰ τοῦ Διοσκόρου γενομένου, τὰ τῆς τοιαύτης συνελεύσεως πέρας ἐδέχετο. Οὕτω μὲν οὖν τὰ τῆς φθασάσης συνελεύσεως ἐπερατώθη. Μετὰ ταύτην δὲ καὶ αὖθις συναλισθέντες ἔφασκον
[*](Ibid. 952) πρὸς πεῦσιν τῶν ἀρχόντων διδαχθῆναι βουλομένων τὰ τῆς ὀρθῆς θρησκείας, ὡς οὐ δέοι τι περαιτέρω τυπωθῆναι, ἅπαξ τῶν κατ̓ Εὐτυχῆ πέρας δεξαμένων καὶ διατυπωθέντων παρὰ τοῦ ἐν Ῥώμῃ ἐπισκόπου, οἷς καὶ πάντες ἐστοίχησαν. Βοώντων τε αὖ πάντων τῶν ἐπισκόπων πάντας τὰ αὐτὰ λέγειν, καὶ τῶν ἀρχόντων διαλαλησάντων
80
ἕκαστον πατριάρχην ἐκλεγόμενον ἒν ἢ δεύτερον τῆς ἰδίας διοικήσεως πρόσωπον ἐς μέσον παρελθεῖν, ὥστε τὴν ἑκάστου φανερωθῆναι γνώμην, Φλωρέντιος ἐπίσκοπος Σάρδεων ἐνδόσιμον ᾔτησεν, ἐφ̓ ᾧ μετὰ σκέμματος προσελθεῖν αὐτοὺς τῇ ἀληθείᾳ. Καὶ Κεκρόπιος ἐπίσκοποσΣεβαστοπόλεως ἔφη ταῦτα: Ἡ πίστις καλῶς εἴρηται παρὰ τῶν τριακοσίων δέκα ὀκτὼ ἁγίων πατέρων, καὶ ἐβεβαιώθη παρὰ τῶν ἁγίων πατέρων, Ἀθανασίου, Κυρίλλου, Κελεστίνου, Ἱλαρίου, Βασιλείου, Γρηγορίου, καὶ νῦν πάλιν διὰ τοῦἁγιωτάτου Λέοντος. Καὶ ἀξιοῦμεν καὶ τὰ τῶν ἁγίων πατέρων τῶν τριακοσίων δέκα ὀκτὼ καὶ τὰ τοῦ ὁσιωτάτου Λέοντος ἀναγνωσθῆναι. Ὧν ἀνεγνωσμένων ἡ πᾶσα σύνοδος ἐπεκραύγασε
[*](Conc. vi 956) ταῦτα: Αὕτη ἡ πίστις τῶν ὀρθοδόξων: οὕτως πάντεσπιστεύομεν: ὁ πάπας Λέων οὕτως πιστεύει: Κύριλλος οὕτως ἐπίστευσεν: ὁ πάπας Λέων οὕτως ἡρμήνευσεν. Ἑτέρας τε διαλαλιᾶς ἐνεχθείσης ὥστε καὶ τὰ ἐκτεθειμένα παρὰ τῶν ἁγίων ἑκατὸν πεντήκοντα τυχεῖν ἀναγνώσεως, ἀνεγνώσθη καὶ ταῦτα. Πρὸς ἃ πάλιν οἱ τῆς συνόδουβοήσαντες ἔφησαν: Αὕτη ἡ πάντων πίστις: αὕτη ἡ πίστις τῶν ὀρθοδόξων: οὕτως πάντες πιστεύομεν. Μεθ̓ οὓς Ἀέτιος ὁ ἀρχιδιάκονος ἔφη ἔχειν μετὰ χεῖρας τὴν πρὸς Νεστόριον ἐπιστολὴν Κυρίλλου τοῦ θεσπεσίου, ἣν πάντες οἱ ἐν Ἐφέσῳ συλλεγέντες ἐκύρωσαν οἰκείαισὑποσημειώσεσιν, ἔχειν δὲ καὶ ἑτέραν ἐπιστολήν, τὴν αὐτοῦ Κυρίλλου γεγραμμένην πρὸς Ἰωάννην τὸν Ἀντιοχείας, καὶ αὐτὴν βεβαιωθεῖσαν, ἃς ἐξῄτει ἀναγνώσεως τυχεῖν. Διαλαλιᾶς τε πρὸς ταῦτα γεγενημένης, ἄμφω ἀνεγνώσθησαν: καὶ τῆς μὲν προτέρας αὐτοῖς ἔνια τοῖς ὀνόμασίνἐστι ταῦτα: Τῷ εὐλαβεστάτῳ καὶ θεοσεβεστάτῳ συλλειτουργῷ
81
Νεστορίῳ Κύριλλος. Καταφλυαροῦσιν, ὡς μανθάνω,
[*](Conc. vi 960, 660) τινὲς τῆς ἐμῆς ὑπολήψεως ἐπὶ τῆς σῆς θεοσεβείας, καὶ τοῦτο συχνῶς, τὰς τῶν ἐν τέλει συνόδους καιροφυλακοῦντες μάλιστα, καὶ τάχα που καὶ τέρπειν οἰόμενοι τὴν σὴν ἀκοήν. Καὶ μεθ̓ ἕτερα: Ἔφη τοίνυν ἡ ἁγία καὶ μεγάλη σύνοδος αὐτὸν τὸν ἐκ θεοῦ καὶ πατρὸς κατὰ φύσιν γεννηθέντα υἱὸν μονογενῆ, τὸν ἐκ τοῦ θεοῦ ἀληθινοῦ θεὸν ἀληθινόν, τὸ φῶς τὸ ἐκ τοῦ φωτός, τὸν δἰ οὗ τὰ πάντα πεποίηκεν ὁ πατήρ, κατελθεῖν, σαρκωθῆναι, ἐνανθρωπῆσαι, παθεῖν, ἀναστῆναι τῇ τρίτῃ ἡμέρᾳ, ἀνελθεῖν εἰς οὐρανούς. Τούτοις καὶ ἡμᾶς ἕπεσθαι δεῖ καὶ τοῖς λόγοις καὶ τοῖς παραδείγμασιν, ἐννοοῦντας τί τὸ σαρκωθῆναι καὶ ἐνανθρωπῆσαι δηλοῖ τὸν θεὸν Λόγον. Οὐ γάρ φαμεν ὅτι ἡ τοῦ Λόγου φύσις μεταποιηθεῖσα γέγονε σάρξ, ἀλλ̓ οὐδὲ εἰς ὅλον ἄνθρωπον μεταβληθῆναι τὸν ἐκ ψυχῆς καὶ σώματος: ἐκεῖνο δὲ μᾶλλον ὅτι σάρκα ἐψυχωμένην ψυχῇ λογικῇ ἑνώσας ὁ Λόγος ἑαυτῷ καθ̓ ὑπόστασιν ἀφράστως καὶ ἀπερινοήτως γέγονεν ἄνθρωπος καὶ κεχρημάτικεν υἱὸς ἀνθρώπου, οὐ κατὰ θέλησιν μόνην ἢ εὐδοκίαν, ἀλλ̓ οὐδὲ ὡς ἐν προσλήψει προσώπου μόνου: καὶ ὅτι διάφοροι μὲν αἱ πρὸς ἑνότητα τὴν ἀληθινὴν συνενεχθεῖσαι φύσεις, εἷς δὲ ἐξ ἀμφοῖν χριστὸς καὶ υἱός, οὐχ ὡς τῆς τῶν φύσεων διαφορᾶς ἀνῃρημένης διὰ τὴν ἕνωσιν, ἀποτελεσασῶν δὲ μᾶλλον ἡμῖν τὸν ἕνα κύριον καὶ Χριστὸν καὶ υἱὸν ἐκ θεότητός τε καὶ ἀνθρωπότητος διὰ τῆς ἀφράστου καὶ ἀπορρήτου πρὸς ἑνότητα συνδρομῆς. Καὶ μετ̓ ὀλίγα: Ἐπειδὴ δὲ δἰ ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἑνώσας ἑαυτῷ καθ̓ ὑπόστασιν τὸ ἀνθρώπινον προῆλθεν ἐκ γυναικός, ταύτῃ λέγεται γεννηθῆναι σαρκικῶς. Οὐ γὰρ πρῶτον ἄνθρωπος ἐγεννήθη κοινὸς ἐκ τῆς ἁγίας παρθένου, εἶθ̓ οὕτως καταπεφοίτηκεν ἐπ̓ αὐτὸν
82
ὁ Λόγος, ἀλλ̓ ἐξ αὐτῆς τῆς μήτρας ἑνωθεὶς ὑπομεῖναι λέγεται γέννησιν σαρκικήν, ὡς τῆς ἰδίας σαρκὸς τὴν γέννησιν οἰκειούμενος. Οὕτω φαμὲν αὐτὸν παθεῖν καὶ ἀναστῆναι, οὐχ ὡς τοῦ θεοῦ Λόγου παθόντος εἰς ἰδίαν φύσιν ἢ πληγὰς ἢ διατρήσεις ἥλων ἤγουν τὰ ἕτερα τῶντραυμάτων: ἀπαθὲς γὰρ τὸ θεῖον, ὅτι καὶ ἀσώματον. Ἐπειδὴ δὲ τὸ γεγονὸς αὐτοῦ ἴδιον σῶμα πέπονθεν, ταῦτα πάλιν αὐτὸς λέγεται παθεῖν ὑπὲρ ἡμῶν: ἦν γὰρ ὁ ἀπαθὴς ἐν τῷ πάσχοντι σώματι.
[*](1,6) Τῆς δέ γε ἑτέρας τὰ πολλὰ μὲν κατὰ τὴν πρώτηνἱστορίαν ἀνενήνεκται. Ἔστι δὲ ἐν αὐτῇ ῥῆσις τοιάδε, ἣν γέγραφε μὲν Ἰωάννης ὁ τῆς Ἀντιόχου, προσήκατο δὲ πάσαις ψήφοις ὁ Κύριλλος:
[*](Conc. vi 669) Ὁμολογοῦμεν τὴν ἁγίαν παρθένον θεοτόκον, διὰ τὸ τὸν θεὸν Λόγον σαρκωθῆναι ἐξ αὐτῆς καὶ ἐνανθρωπῆσαι,καὶ ἐξ αὐτῆς τῆς συλλήψεως ἑνῶσαι ἑαυτῷ τὸν ἐξ αὐτῆς ληφθέντα ναόν. Τὰς δὲ εὐαγγελικὰς καὶ ἀποστολικὰς ἐπὶ τοῦ Κυρίου φωνὰς ἴσμεν τοὺς θεοφόρους ἄνδρας τὰς μὲν κοινοποιοῦντας ὡς ἐφ̓ ἑνὸς προσώπου, τὰς δὲ διαιροῦντας ὡς ἐπὶ δύο φύσεων, καὶ τὰς μὲν θεοπρεπεῖς κατὰτὴν θεότητα τοῦ Χριστοῦ, τὰς δὲ ταπεινὰς κατὰ τὴν ἀνθρωπότητα αὐτοῦ παραδιδόντας. Οἷς ἐπήγαγε: Ταύταις ὑμῶν ταῖς ἱεραῖς ἐντυγχάνοντες φωναῖς οὕτω μὲν καὶ
[*](Ephes. iv 5) ἑαυτοὺς φρονοῦντας εὑρίσκομεν: εἷς δὲ Κύριος, μία πίστις, ἓν βάπτισμα. Ἐδοξάσαμεν οὖν τὸν τῶν ὅλων σωτῆραθεόν, ἀλλήλοις συγχαίροντες, ὅτι ταῖς θεοπνεύστοις γραφαῖς καὶ τῇ παραδόσει τῶν ἁγίων ἡμῶν πατέρων συμβαίνουσαν ἔχουσι πίστιν αἵ τε παῤ ἡμῖν καὶ αἱ παῤ ὑμῖν ἐκκλησίαι. Ὧν ἀνεγνωσμένων, οἱ τῆς αὐτῆς ἐπεβόησαν συνόδου
[*](Conc. vi 960) ῥήμασι τούτοις: Πάντες οὕτω πιστεύομεν: ὁ πάπας Λέων
83
οὕτως πιστεύει. Ἀνάθεμα τῷ μερίζοντι καὶ τῷ συγχέοντι. Αὕτη ἡ πίστις Λέοντος τοῦ ἀρχιεπισκόπου, Λέων οὕτως πιστεύει, Λέων καὶ Ἀνατόλιος οὕτω πιστεύουσι, πάντες οὕτως πιστεύομεν: ὡς Κύριλλος, οὕτως πιστεύομεν: αἰωνία μνήμη Κυρίλλου: ὡς αἱ ἐπιστολαὶ Κυρίλλου εἰσίν, οὕτως φρονοῦμεν, οὕτως ἐπιστεύσαμεν, οὕτως πιστεύομεν. Λέων ὁ ἀρχιεπίσκοπος οὕτως φρονεῖ, οὕτως πιστεύει, οὕτως ἔγραψε. Διαλαλιᾶς δὲ ἐνεχθείσης καὶ τὴν Λέοντος ἐπιστολὴν ἀναγνωσθῆναι, μεταφρασθεῖσα τῆς ἀναγνώσεως ἔτυχεν: ἥτις τοῖς πραχθεῖσιν ἐμφέρεται. Μετὰ γοῦν τὴν ἀνάγνωσιν τῶν ἐπισκόπων ἐπιβοησάντων: Αὕτη ἡ πίστις
[*](Conc. vi 972) τῶν πατέρων, αὕτη ἡ πίστις τῶν ἀποστόλων: πάντες οὕτω πιστεύομεν, οἱ ὀρθόδοξοι οὕτω πιστεύομεν. Ἀνάθεμα τῷ μὴ οὕτως πιστεύοντι. Πέτρος διὰ Λέοντος ταῦτα ἐξεφώνησεν, οἱ ἀπόστολοι οὕτως ἐδίδαξαν: εὐσεβῶς καὶ ἀληθῶς Λέων ἐδίδαξε, Κύριλλος οὕτως ἐδίδαξε, Λέων καὶ Κύριλλος ὁμοίως ἐδίδαξαν. Ἀνάθεμα τῷ μὴ οὕτως πιστεύοντι. Αὕτη ἡ ἀληθὴς πίστις, οἱ ὀρθόδοξοι οὕτως φρονοῦσιν, αὕτη ἡ πίστις τῶν πατέρων. Ταῦτα ἐν Ἐφέσῳ διὰ τί οὐκ ἀνεγνώσθη; Ταῦτα Διόσκορος ἔκρυψεν, ἐμφέρεται ἐν τοῖς αὐτοῖς πεπραγμένοις ὡς ἡνίκα τὸ μέρος τῆς ἐπιστολῆς Λέοντος ἀνεγνώσθη περιέχον: Καὶ πρὸς τὸ τὸ χρεωστούμενον ὄφλημα τῆς ἡμετέρας
[*](Ibid.) φύσεως ἐκτισθῆναι, ἡ θεία φύσις ἡνώθη τῇ φύσει τῇ παθητῇ ἵνα, τοῦτο δὴ τὸ ταῖς ἡμετέραις ἰάσεσιν ὑπάρχον ἁρμόδιον, ὁ εἶς καὶ ὁ αὐτὸς ὢν μεσίτης θεοῦ καὶ ἀνθρώπων
[*](Timoth. ii 5) ἄνθρωπος Χριστὸς Ἰησοῦς, καὶ ἀποθνήσκειν ἐκ τοῦ ἑνὸς δυνηθῇ, καὶ τελευτᾶν ἐκ τοῦ ἑτέρου μὴ δυνηθῇ... πρὸς τὴν τοιαύτην ῥῆσιν ἀμφιβαλλόντων τῶν Ἰλλυριῶν καὶ Παλαιστινῶν ἐπισκόπων, Ἀέτιος ἀρχιδιάκονος τῆς
84
Κωνσταντίνου ἁγιωτάτης ἐκκλησίας ῥῆσιν παρήγαγεν
[*](Conc. vi 972) Κυρίλλου περιέχουσαν οὕτως:
[*](Hebr. ii 9) Ἐπειδὴ δὲ πάλιν τὸ ἴδιον αὐτοῦ σῶμα χάριτι θεοῦ, καθά φησιν ὁ ἀπόστολος Παῦλος, ὑπὲρ παντὸς ἐγεύσατο θανάτου, λέγεται παθεῖν αὐτὸς τὸν ὑπὲρ ἡμῶν θάνατον,οὐχ ὡς εἰς πεῖραν ἐλθὼν θανάτου τό γε ἧκον εἰς τὴν αὐτοῦ φύσιν — ἀποπληξία: γὰρ τοῦτο λέγειν ἢ φρονεῖν — ἀλλ̓ ὅτι, καθάπερ ἔφην ἀρτίως, ἡ σὰρξ αὐτοῦ ἐγεύσατο θανάτου. Καὶ πάλιν πρὸς τὴν ῥῆσιν τῆς ἐπιστολῆς Λέοντος
[*](Conc. vi 972) τὴν ἔχουσαν:Ἐνεργεῖ γὰρ ἑκατέρα μορφὴ μετὰ τῆς θἀτέρου κοινωνίας ὅπερ ἴδιον ἔσχηκε, τοῦ μὲν λόγου κατεργαζομένου τοῦθ̓ ὅπερ ἐστὶν τοῦ λόγου, τοῦ δὲ σώματος ἐκτελοῦντος ἅπερ ἐστὶν τοῦ σώματος. Καὶ τὸ μὲν αὐτῶν διαλάμπει τοῖς θαύμασιν, τὸ δὲ ταῖς ὕβρεσιν ὑποπέπτωκεν...ἀμφιβαλλόντων τῶν Ἰλλυριῶν καὶ τῶν Παλαιστινῶν ἐπισκόπων, ὁ αὐτὸς Ἀέτιος κεφάλαιον ἀνέγνω Κυρίλλου περιέχον οὕτως: Αἱ μέν εἰσι τῶν φωνῶν ὅτι μάλιστα θεοπρεπεῖς, αἱ δὲ οὕτω πάλιν ἀνθρωποπρεπεῖς, αἱ δὲ μέσην τινὰ τάξινἔχουσιν ἐμφανίζουσαι τὸν υἱὸν τοῦ θεοῦ θεὸν ὄντα καὶ ἄνθρωπον ὁμοῦ ἐν αὐτῷ. Καὶ μετὰ ταῦτα πρὸς ἕτερον μέρος τῆς ἐπιστολῆς Λέοντος ἀμφιβαλλόντων τῶν εἰρημένων ἐπισκόπων ἔχον: Εἰ καὶ τὰ μάλιστα γὰρ ἐν τῷ δεσπότῃ ἸησοῦΧριστῷ τοῦ θεοῦ καὶ τοῦ ἀνθρώπου ἓν πρόσωπον, ὅμως ἕτερόν ἐστιν ἐκεῖνο ἐξ οὗ ἐν ἑκατέρῳ κοινόν ἐστι τὸ τῆς ὕβρεως, καὶ ἕτερον ἐξ οὗ κοινὸν τὸ τῆς δόξης καθέστηκεν. Ἐξ ἡμῶν μὲν γάρ ἐστιν αὐτῷ ἡ ἐλάσσων τοῦ πατρὸς ἀνθρωπότης, ἐκ δὲ τοῦ πατρός ἐστιν αὐτῷ ἡ μετὰ τοῦ πατρὸσαὐτῷ ἴση θεότης... Θεοδώρητος ζυγοστατῶν ἔλεγεν καὶ τῷ μακαρίῳ Κυρίλλῳ ἐπὶ λέξεως εἰρῆσθαι οὕτως:
85
Καὶ γενόμενον ἄνθρωπον καὶ μὴ μεθέντα τὸ ἴδιον,
[*](Ibid. 973) μεμένηκεν ὅπερ ἦν, καὶ ἕτερον ἐν ἑτέρῳ τὸ κατοικοῦν, τουτέστιν ἡ θεία φύσις μετὰ τῶν ἀνθρώπων. Μετὰ ταῦτα τῶν ὑπερφυῶν ἀρχόντων ἐρωτησάντων εἴπερ ἔτι τις ἀμφισβητεῖ, πάντες ἔφησαν μὴ ἀμφιβάλλειν ἔτι. Μεθ̓ οὓς Ἀττικὸς ἐπίσκοπος Νικοπόλεως ἐξῄτησεν ἐνδόσιμον αὐτοῖς γενέσθαι ὀλίγων ἡμερῶν, ἐφ̓ ᾧ ἀκυμάντῳ διανοίᾳ καὶ ἀταράχῳ λογισμῷ τὰ τῷ θεῷ δοκοῦντα καὶ τοῖς ἁγίοις πατράσι τυπωθῆναι. Ἐξῄτησεν δὲ λαβεῖν καὶ τὴν ἐπιστολὴν Κυρίλλου τὴν πρὸς Νεστόριον γεγραμμένην, ἐν ᾗ παρακελεύεται αὐτὸν συνθέσθαι τοῖς δώδεκα αὐτοῦ κεφαλαίοις οἶς ἄπαντες συνέθεντο. Καὶ τῶν ἀρχόντων διαλαλησάντων ἐνδόσιμον αὐτοῖς ἡμερῶν πέντε γενέσθαι εἰς τὸ συνελθεῖν παρὰ Ἀνατολίῳ τῷ τῆς Κωνσταντινουπόλεως προέδρῳ, πάντες ἐπευφήμησαν οἱ ἐπίσκοποι φήσαντες: Ἡμεῖς οὕτως πιστεύομεν, πάντες οὕτω πιστεύομεν: ὡς Λέων, οὕτως πιστεύομεν. Ἡμῶν οὐδεὶς ἀμφιβάλλει: ἡμεῖς πάντες ὑπεγράψαμεν. Πρὸς ἃ διελαλήθη ἐπὶ ῥήματος ταῦτα: Οὐκ ἀναγκαῖον πάντας ὑμᾶς συνελθεῖν: ἀλλ̓ ἐπειδὴ ἀκόλουθόν ἐστιν πιστωθῆναι τοὺς ἀμφιβάλλοντας, ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀνατόλιος ἀπὸ τῶν ὑπογραψάντων ἐπιλέξηται οὓς ἐὰν νομίσῃ πρὸς διδασκαλίαν τῶν ἀμφιβαλλόντων. Οἶς ἐπήγαγον οἱ τῆς συνόδου οὕτως: Δεόμεθα περὶ
[*](Conc. vi 976) τῶν πατέρων: τοὺς πατέρας τῇ συνόδῳ, τοὺς ὁμόφρονας
[*](26) Λέοντος τῇ συνόδῳ, τοὺς πατέρας τῇ συνόδῳ: τὰς φωνὰς τῷ βασιλεῖ, τὰς ἱκεσίας τῷ ὀρθοδόξῳ, τὰς ἱκεσίας τῇ Αὐγούστῃ. Πάντες ἡμάρτομεν, πᾶσι συγχωρηθῇ.
86
Ἐπεβόησαν δὲ οἱ τῆς Κωνσταντινουπόλεως ἐκκλησίας: Ὀλίγοι κράζουσιν. Οὐ λέγει ἡ σύνοδος. Μεθ̓ οὓς οἱ Ἀνατολικοὶ ἐξεβόησαν: Τὸν Αἰγύπτιον τῇ ἐξορίᾳ. Οἱ δὲ Ἰλλυριοὶ ἐκραύγασαν: Δεόμεθα, πάντας ἐλέησον. Μεθ̓ οὓς οἱ Ἀνατολικοί: ΤὸνΑἰγύπτιον τῇ ἐξορίᾳ. Καὶ τῶν Ἰλλυριῶν τὰ παραπλήσια αἰτούντων, οἱ τοῦ κλήρου Κωνσταντινουπόλεως ἐξεβόησαν: Διόσκορον τῇ ἐξορίᾳ, τὸν Αἰγύπτιον τῇ ἐξορίᾳ, τὸν αἱρετικὸν τῇ ἐξορίᾳ: Διόσκορον ὁ Χριστὸς καθεῖλεν. Μεθ̓ οὓς πάλιν οἱ Ἰλλυριοὶκαὶ οἱ ἁμφ̓ αὐτοὺς ἐπίσκοποι: Πάντες ἡμάρτομεν: πᾶσι συγχώρησον. Διόσκορον τῇ συνόδῳ, Διόσκορον ταῖς ἐκκλησίαις. Καὶ τῶν παραπλησίων προελθόντων τὰ τῆς τοιαύτης συνελεύσεως ἐπερατοῦτο. Κατὰ δὲ τὴν μετ̓ αὐτὴν συνέλευσιν, τῆς συγκλήτουδιαλαλησάσης ἀναγνωσθῆναι τοὺς ἤδη δεδομένους τύπους,
[*](Conc. vii 5) ἀνέγνω Κωνσταντῖνος σηκρητάριος ἀπὸ σχέδης ἐπὶ λέξεως ταῦτα: Περὶ μὲν τῆς ὀρθοδόξου καὶ καθολικῆς πίστεως τελειότερον συνόδου γενομένης μετὰ μίαν ἀκριβεστέρανἐξέτασιν δεῖν γενέσθαι συνορῶμεν. Ἐπειδὴ δὲ Φλαβιανὸς ὁ τῆς εὐσεβοῦς μνήμης καὶ Εὐσέβιος ὁ εὐλαβέστατος ἐπίσκοπος, ἐκ τῆς τῶν πεπραγμένων καὶ διεγνωσμένων ἐρεύνης καὶ αὐτῆς τῆς φωνῆς τινων τῶν ἐξάρχων γενομένων τῆς τότε συνόδου ὁμολογησάντων ἐσφάλθαι καὶμάτην αὐτοὺς καθῃρηκέναι, οὐδὲν περὶ τὴν πίστιν σφαλέντες δείκνυνται ἀδίκως καθαιρεθέντες, φαίνεται ἡμῖν κατὰ τὸ τῷ θεῷ ἀρέσκον δίκαιον εἶναι, εἰ παρασταίη τῷ θειοτάτῳ καὶ εὐσεβεστάτῳ ἡμῶν δεσπότῃ, τῷ αὐτῷ ἐπιτιμίῳ Διόσκορον τὸν εὐλαβέστατον ἐπίσκοπον Ἀλεξανδρείας,καὶ Ἰουβενάλιον τὸν εὐλαβέστατον ἐπίσκοπον
87
Ἱεροσολύμων, καὶ Θαλάσσιον τὸν εὐλαβέστατον ἐπίσκοπον Καισαρείας Καππαδοκίας, καὶ Εὐσέβιον τὸν εὐλαβέστατον ἐπίσκοπον Ἀγκύρας, καὶ Εὐστάθιον τὸν εὐλαβέστατον ἐπίσκοπον Βηρυτοῦ, καὶ Βασίλειον τὸν εὐλαβέστατον ἐπίσκοπον Σελευκείας τῆς Ἰσαυρίας, τοὺς ἐξουσίαν ἐσχηκότας καὶ ἐξάρχοντας τῆς τότε συνόδου, κατὰ τοὺς κανόνας τοῦ ἐπισκοπικοῦ ἀλλοτρίους γενέσθαι ἀξιώματος, πάντων τῶν παρακολουθησάντων τῇ θείᾳ κορυφῇ γνωριζομένων. Εἶτα μεθ̓ ἑτέρας ἀναγνώσεις γενομένας, ἐρωτηθέντες
[*](Conc. vii 9) [*](11) οἱ συνειλεγμένοι ἐπίσκοποι εἰ συνᾴδουσι τὰ Λέοντος γράμματα τῇ πίστει τῶν τριακοσίων δέκα ὀκτὼ ἁγίων πατέρων τῶν ἐν Νικαίᾳ συναχθέντων, καὶ τῇ τῶν ἑκατὸν πεντήκοντα τῶν ἐν τῇ βασιλίδι, ἀπεκρίνατο Ἀνατόλιός τε ὁ τῆς Κωνσταντινουπόλεως πρόεδρος καὶ πάντες οἱ συνειλεγμένοι συνᾴδειν τὴν ἐπιστολὴν Λέοντος τοῖς εἰρημένοις ἁγίοις πατράσιν: καὶ τῇ αὐτῇ Λέοντος ἐπιστολῇ καθυπεσημήναντο. Τούτων ὧδε προελθόντων, ἐπεβόησαν οἱ τῆς συνόδου: Πάντες συντιθέμεθα, πάντες
[*](Ibid. 48) συναινοῦμεν, πάντες ὁμοίως πιστεύομεν, πάντες τὰ αὐτὰ φρονοῦμεν, οὕτως πιστεύομεν. Τοὺς πατέρας τῇ συνόδῳ, τοὺς ὑπογράψαντας τῇ συνόδῳ. Πολλὰ τὰ ἔτη τοῦ βασιλέως, πολλὰ τὰ ἔτη τῆς Αὐγούστης. Τοὺς πατέρας τῇ συνόδῳ, τοὺς ὁμοπίστους τῇ συνόδῳ. Πολλὰ τὰ ἔτη τοῦ βασιλέως. Τοὺς ὁμόφρονας τῇ συνόδῳ. Πολλὰ τὰ ἔτη τοῦ βασιλέως. Καὶ οἱ πέντε τῇ πίστει ὑπέγραψαν. Ὡς ὁ Λέων, οὕτως φρονοῦμεν. Καὶ διαλαλιᾶς ἐνεχθείσης ἐπὶ λέξεως ὧδε: Ἀνηνέγκαμεν
[*](Ibid.) τῷ θειοτάτῳ καὶ εὐσεβεστάτῳ ἡμῶν δεσπότῃ περὶ αὐτῶν, καὶ ἀναμένομεν τὴν ἀπόκρισιν τῆς αὐτοῦ εὐσεβείας. Ἡ δὲ εὐλάβεια ἡ ὑμετέρα καὶ περὶ Διοσκόρου τοῦ παῤ ὑμῶν καθαιρεθέντος, ἀγνοούσης καὶ τῆς θειοτάτης
88
κορυφῆς καὶ ἡμῶν, καὶ περὶ αὐτῶν τῶν πέντε ὑπὲρ ὧν τὴν παράκλησιν ποιεῖσθε, καὶ πάντων τῶν πεπραγμένων ἐν τῇ συνόδῳ δώσει λόγον τῷ θεῷ, ἐπευφήμησαν λέγοντες: Διόσκορον ὁ θεὸς καθεῖλεν. Διόσκορος δικαίως καθῃρέθη. Διόσκορον ὁ Χριστὸς καθεῖλεν.Εἶτα μετὰ ταῦτα τῆς ἀπὸ Μαρκιανοῦ ἐνεχθείσης ἀποκρίσεως τῇ διακρίσει τῶν ἐπισκόπων τὰ περὶ τῶν καθαιρεθέντων διδούσης, ὡς ἡ διαλαλιὰ τῶν ἀρχόντων ἐδήλωσεν, ἐδεήθησαν ἐπὶ λέξεως εἰπόντες ταῦτα: Παρακαλοῦμεν αὐτοὺς εἰσελθεῖν: τοὺς ὁμοδόξους τῇ συνόδῳ, τοὺσὁμόφρονας τῇ συνόδῳ, τοὺς ὑπογράψαντας τῇ ἐπιστολῇ Λέοντος τῇ συνόδῳ. Οἵπερ ἀπὸ διαλαλιᾶς τῇ συνόδῳ συνηριθμήθησαν. Καὶ μετὰ τοῦτο δεήσεις ἐπιδεδομέναι παρὰ τῶν ἐπισκόπων τῆς ἐν Αἰγύπτῳ διοικήσεως Μαρκιανῷ τῷ αὐτοκράτοριἀνεγνώσθησαν, αἳ περιέχουσι πρὸς ἑτέροις:
[*](Conc. vii 52) Φρονοῦμεν καθὼς καὶ οἱ ἐν Νικαίᾳ τριακόσιοι δέκα ὀκτὼ ἐξέθεντο καὶ ὁ μακάριος Ἀθανάσιος καὶ ὁ ἐν ἁγίοις Κύριλλος, ἀναθεματίζοντες πᾶσαν αἵρεσιν, τήν τε Ἀρείου, καὶ Εὐνομίου, καὶ Μάνου, καὶ Νεστορίου, καὶ τῶν λεγόντωνἐξ οὐρανοῦ τὴν σάρκα τοῦ Κυρίου ἡμῶν ὑπάρχειν, καὶ μὴ ἐκ τῆς ἁγίας καὶ θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, καθ̓ ὁμοιότητα πάντων ἡμῶν, χωρὶς ἁμαρτίας. Πάντες οἱ τῆς συνόδου ἔκραξαν λέγοντες: Τὸ δόγμα Εὐτυχοῦς διὰ τί μὴ ἀνεθεμάτισαν; Τῇ ἐπιστολῇ Λέοντοσὑπογράψωσιν, ἀναθεματίσαντες Εὐτυχῆ καὶ τὰ δόγματα αὐτοῦ: συνθῶνται τῇ ἐπιστολῇ Λέοντος. Χλευάσαι ἡμᾶς θέλουσιν καὶ ἀπελθεῖν. Πρὸς ἃ διῆλθον οἱ ἐξ Αἰγύπτου ἐπίσκοποι ὡς πολλοὶ τυγχάνουσιν οἱ ἐν Αἰγύπτῳ ἐπίσκοποι, καὶ μὴ δύνασθαι
89
τὸ τῶν ἀπολιμπανομένων ἀναδέξασθαι πρόσωπον: καὶ παρεκάλουν ἀναμεῖναι τὴν σύνοδον τὸν αὐτῶν ἀρχιεπίσκοπον, ἵνα τῇ γνώμῃ ἐκείνου ἀκολουθήσωσιν, ὡς τὸ ἔθος βούλεται: ἐὰν γὰρ πρὸ τῆς τοῦ ἡγεμονεύοντος
[*](Conc. vii 56) προβολῆς ποιήσωσί τι, ἐπέρχεσθαι αὐτοῖς τοὺς ἀπὸ πάσης τῆς Αἰγυπτιακῆς διοικήσεως. Καὶ πολλὰ περὶ τούτων δεηθέντων, καὶ τῶν ἀπὸ τῆς συνόδου μάλα ἰσχυρῶς ἀντιτεινόντων, διελαλήθη ἐνδοθῆναι τοῖς ἐξ Αἰγύπτου ἐπισκόποις μέχρις οὗ ἀρχιεπίσκοπος αὐτοῖς προχειρισθείη. Καὶ μετὰ τοῦτο δεήσεις ἐπεδίδοντό τινων μοναχῶν,
[*](Ibid. 61) ὧν τὸ κεφάλαιον ἦν μηδαμῶς αὐτοὺς ἀναγκάζεσθαι ἔν τισι χάρταις ὑπογράφειν μέχρις ἂν συναθροισθείη ἡ σύνοδος ἣν τεθέσπικεν ὁ βασιλεὺς ἁλισθῆναι, καὶ τὰ τετυπωμένα γνῶσιν. Ὧν ἀναγνωσθεισῶν, Διογένης ἐπίσκοπος
[*](Ibid. 68) Κυζίκου διεξῆλθε Βαρσουμᾶν ἕνα τῶν συνελθόντων Φλαβιανὸν σφάξαι: αὐτὸν γὰρ κράξαι: σφάξον, καὶ μὴ ἐγκείμενον ταῖς δεήσεσι παρὰ τὸ δέον τῆς εἰσόδου τυχεῖν. Οἷς ἐπεβόησαν πάντες οἱ ἐπίσκοποι: Πᾶσαν Συρίαν Βαρσουμᾶς ἠφάνισεν, ἐπήγαγεν ἡμῖν χιλίους μονάζοντας. Καὶ διαλαλιᾶς ἐνεχθείσης ἀναμεῖναι τοὺς συνεληλυθότας τὴν ἀπὸ τῆς συνόδου διατύπωσιν, ἠξίωσαν οἱ μοναχοὶ τοὺς συντεταγμένους αὐτοῖς λιβέλλους ἀναγνωσθῆναι: ὧν μέρος ὑπῆρχε τὸν Διόσκορον καὶ τοὺς σὺν αὐτῷ ἐπισκόπους παρεῖναι κατὰ τὸ συνέδριον. Πρὸς ὃ ἐπεβόησαν πάντες οἱ ἐπίσκοποι: Ἀνάθεμα Διοσκόρῳ.
[*](Ibid. 69) Διόσκορον ὁ Χριστὸς καθεῖλε. Τούτους ἔξω βάλε. Ἆρον ὕβριν τῆς συνόδου, ἆρον βίαν τῆς συνόδου. Τὰς φωνὰς τῷ βασιλεῖ. Ἆρον ὕβριν τῆς συνόδου, ἆρον αἶσχος τῆς συνόδου. Οἶς ἀντιτείνοντες οἱ μοναχοὶ ἔκραζον: Ἆρον ὕβριν τῶν μοναστηρίων. Καὶ τῶν αὐτῶν αὖθις κραυγασθέντων ἐκ τῆς συνόδου, διελαλήθη τοὺς λοιποὺς τῶν λιβέλλων ἀναγνωσθῆναι:
90
οἵπερ λέγουσι μὴ κατὰ τὸ δέον τὴν καθαίρεσιν Διοσκόρου γενέσθαι, καὶ χρεὼν πίστεως προκειμένης μετασχεῖν αὐτὸν τοῦ συνεδρίου: εἰ δὲ μὴ τοῦτο γένηται, ἀποτινάσσειν τὰ ἱμάτια αὐτῶν τῆς κοινωνίας τῶν συνεληλυθότων ἐπισκόπων. Ὧν εἰρημένων, Ἀέτιος ἀρχιδιάκονος ἀνεγίνωσκε
[*](Conc. vii 72) κανόνα περὶ τῶν ἀφοριζόντων ἑαυτούς. Καὶ πάλιν πρὸς τὰς πεύσεις τῶν ὁσιωτάτων ἐπισκόπων τῶν μοναχῶν διενεχθέντων, εἶτα καὶ πρὸς ἐρώτησιν Ἀετίου ἀρχιδιακόνου ὡς ἀπὸ τῆς συνόδου, τῶν μὲν ἀναθεματιζόντων Νεστόριον καὶ Εὐτυχῆ, τῶν δὲ καὶ παρακρουσαμένων,διελαλήθη παρὰ τῶν ἀρχόντων τὰς δεήσεις Φαύστου καὶ τῶν λοιπῶν μοναχῶν ἀναγνωσθῆναι, αἳ παρεκάλουν τὸν
[*](Ibid. 77) βασιλέα μὴ προσδεχθῆναι περαιτέρω προβῆναι τοὺς μοναχοὺς ἐναντιουμένους τοῖς ὀρθοῖς δόγμασιν. Ἐφ̓ οἷς Δωρόθεος μοναχὸς ὀρθόδοξον Εὐτυχῆ κέκληκεν. Πρὸς ὃνδιάφορα δογματικὰ περὶ Εὐτυχοῦς παρὰ τῶν ἀρχόντων ἐκινήθη.
[*](Ibid. 100) Καὶ μετὰ τοῦτο πέμπτης συνελεύσεως γενομένης, διελάλησαν οἱ ἄρχοντες τὰ τυπωθέντα περὶ τῆς πίστεως δῆλα γενέσθαι: καὶ ἀνέγνω Ἀσκληπιάδης διάκονος Κωνσταντινουπόλεωσὅρον, ὃν ἔδοξε μὴ συνταγῆναι τοῖς ὑπομνήμασιν. Πρὸς ὃν τινὲς μὲν διηνέχθησαν, οἱ πλείους δὲ συνῄνεσαν. Καὶ ἐκβοήσεων ἐναντίων γενομένων, εἶπον οἱ
[*](Ibid. 104) ἄρχοντες ὅτι Διόσκορος ἔλεγεν διὰ τοῦτο καθελεῖν Φλαβιανὸν ἐπειδὴ δύο φύσεις εἶπεν εἶναι, τὸν δὲ ὅρον ἐκ δύοφύσεων ἔχειν. Πρὸς ἂ Ἀνατόλιος εἶπεν Διόσκορον μὴ καθαιρεθῆναι διὰ τὴν πίστιν, ἀλλ̓ ἐπειδὴ ἀκοινωνησίαν ἐπήγαγεν Λέοντι, καὶ τρὶς κληθεὶς οὐκ ἦλθεν. Καὶ ἀπῄτουν οἱ ἄρχοντες τὰ ἐν τῇ ἐπιστολῇ Λέοντος ἐντεθῆναι τῷ ὅρῳ. Πρὸς ὃ ἀποφησάντων τῶν ἐπισκόπων καὶ εἰρηκότων ἄλλονὅρον μὴ γενέσθαι, ἐντελῶς γὰρ ἔχειν, ἀνηνέχθη ταῦτα τῷ
[*](Ibid. 105) βασιλεῖ. Καὶ ἐκέλευσεν ἓξ ἀπὸ τῶν ἀνατολικῶν ἐπισκόπων,
91
καὶ τρεῖς ἀπὸ τῆς Ποντικῆς, καὶ τρεῖς ἀπὸ τῆς Ἀσίας, καὶ τρεῖς ἀπὸ Θρᾴκης, καὶ τρεῖς ἀπὸ Ἰλλυριῶν, συμπαρόντος Ἀνατολίου καὶ τῶν τοποτηρητῶν Ῥώμης, συνελθεῖν ἐν τῷ μαρτυρίῳ, καὶ τὰ περὶ τῆς πίστεως ὀρθῶς τυπῶσαι, ἢ ἕκαστον τὴν ἑαυτοῦ δηλῶσαι πίστιν, ἢ εἰδέναι ὡς ἐν τῇ δύσει ἡ σύνοδος γίνεται. Καὶ ἀπαιτηθέντες εἰπεῖν εἰ Διοσκόρῳ ἀκολουθοῦσιν ἐκ δύο λέγοντι, ἢ Λέοντι δύο ἐν Χριστῷ, ἐβόησαν Λέοντι πιστεύειν: τοὺς δὲ ἀντιλέγοντας, Εὐτυχιανιστὰς εἶναι. Καὶ τῶν ἀρχόντων εἰρηκότων προστεθῆναι κατὰ Λέοντα δύο φύσεις ἡνωμένας ἀτρέπτως καὶ ἀμερίστως καὶ ἀσυγχύτως ἐν τῷ Χριστῷ, καὶ εἰσελθόντων τῶν ἀρχόντων ἐν τῷ μαρτυρίῳ τῆς ἁγίας Εὐφημίας ἅμα Ἀνατολίῳ καὶ τοῖς τοποτηρηταῖς Λέοντος, καὶ Μαξίμου Ἀντιοχείας καὶ Ἰουβεναλίου Ἱεροσολύμων καὶ Θαλασσίου Καισαρείας Καππαδοκίας σὺν ἑτέροις, καὶ ἐξελθόντων αὐτῶν, ἀνεγνώσθη ὁ ὅρος ἔχων οὕτως: Ὁ κύριος ἡμῶν καὶ σωτὴρ Ἰησοῦς ὁ Χριστὸς καὶ
[*](Conc. vii 108) τὰ λοιπά, ἃ ἐν τῇ ἱστορίᾳ ἐντέτακται. Καὶ πάντων
[*](Evagr. ii 4) βοησάντων: Αὕτη ἡ πίστις τῶν πατέρων: οἱ μητροπολῖται
[*](Conc. vii 117) ἄρτι ὑπογράψωσιν. Αὕτη ἡ πίστις τῶν ἀποστόλων. Ταύτῃ πάντες στοιχοῦμεν, πάντες οὕτω φρονοῦμεν, διελάλησαν οἱ ἄρχοντες: Τὰ τυπωθέντα διὰ τῶν πατέρων καὶ πᾶσιν ἀρέσαντα ἀνενεχθήσεται τῇ θείᾳ κορυφῇ. Κατὰ δὲ τὴν ἕκτην συνέλευσιν παρεγένετο Μαρκιανὸς καὶ πρὸς τοὺς ἐπισκόπους περὶ τῆς ὁμονοίας ἐδημηγόρησε:
[*](Ibid. 129) καὶ διὰ Ἀετίου ἀρχιδιακόνου Κωνσταντινουπόλεως ὁ ὅρος ἀνεγνώσθη ἀπὸ διαλαλιᾶς τοῦ βασιλέως, καὶ πάντες
[*](Ibid. 136) ὑπέγραψαν τῷ ὅρῳ. Καὶ ἠρώτησεν ὁ βασιλεὺς εἰ κατὰ συναίνεσιν πάντων ὁ ὅρος ἀνεγνώσθη: καὶ πάντες δἰ
[*](Ibid. 169) 92
εὐφημιῶν ἐβεβαίωσαν. Καὶ πάλιν πρὸς αὐτοὺς ὁ βασιλεὺς
[*](Conc. vii 172,173) ἐδημηγόρησεν δίς, καὶ ἐπευφήμησαν πάντες. Καὶ ἀπὸ προτροπῆς τοῦ βασιλέως ἐτέθησαν κανόνες, καὶ ἐδόθη τῇ Καλχηδοναίων μητροπολιτικὰ δίκαια. Καὶ ἐκέλευσεν ὁ βασιλεὺς μεῖναι τοὺς ἐπισκόπους τρεῖς ἢ τέσσαρας ἡμέρας καὶ ἕκαστον κινῆσαι περὶ ὧν βούλεται, παρόντωντῶν ἀρχόντων, καὶ τὰ εἰκότα γενέσθαι: καὶ ἐπεραιώθη ἡ συνέλευσις.
[*](Ibid. 357) Γέγονε καὶ ἑτέρα, καὶ ἕτεροι κανόνες ἐτέθησαν.
[*](Ibid. 180) Καὶ πάλιν καθ̓ ἑτέραν σύνοδον συνεβάθησανἸουβενάλιος καὶ Μάξιμος, καὶ ἔδοξε τὸν Ἀντιοχείας ἔχειν δύο Φοινίκας καὶ Ἀραβίαν, τὸν δὲ Ἱεροσολύμων τρεῖς Παλαιστίνας: καὶ ἀπὸ διαλαλιᾶς τῶν ἀρχόντων καὶ ἐπισκόπων ἐβεβαιώθησαν. Καὶ κατὰ τὴν ἐνάτην σύνοδον ἐκινήθη τὰ κατὰ Θεοδώρητον,
[*](Ibid. 189) καὶ ἀνεθεμάτισε Νεστόριον εἰρηκώς: Ἀνάθεμα Νεστορίῳ καὶ τῷ μὴ λέγοντι θεοτόκον τὴν ἁγίαν παρθένον Μαρίαν, καὶ τῷ εἰς δύο υἱοὺς μερίζοντι τὸν ἕνα υἱὸν τὸν μονογενῆ. Ἐγὼ δὲ καὶ τῷ ὅρῳ τῆς πίστεως ὑπέγραψα καὶ τῇ ἐπιστολῇ Λέοντος. Καὶ ἀπὸ διαλαλιᾶς πάντωνἀπέλαβε τὸν οἰκεῖον θρόνον.
[*](Ibid. 193) Ἐν ἄλλῃ συνόδῳ ἐκινήθη τὰ κατὰ Ἴβαν, καὶ ἀνεγνώσθησαν τὰ ἐπ̓ αὐτῷ κεκριμένα, οἷς ἐδίκασαν Φώτιος ἐπίσκοπος τῆς Τυρίων καὶ Εὐστάθιος ἐπίσκοπος Βηρυτοῦ: καὶ ὑπερετέθη ἡ ψῆφος εἰς τὴν ἑξῆς.
[*](Ibid. 204) Κατὰ οὖν τὴν ἑνδεκάτην συνέλευσιν, τῶν πλειόνων ἐπισκόπων ψηφισαμένων αὐτὸν εἰς ἱερέας εἶναι, τινὲς ἐπίσκοποι ἀντειπόντες εἰρήκασι τοὺς κατηγόρους αὐτοῦ ἔξω εἶναι, καὶ ἠξίωσαν αὐτοὺς εἰσελθεῖν. Καὶ ἀνεγνώσθησαν τὰ ἐπ̓ αὐτῷ πεπραγμένα: καὶ διαλαλησάντων
[*](Ibid. 257) τῶν ἀρχόντων ἀναγνωσθῆναι τὰ ἐν Ἐφέσῳ περὶ Ἴβα
93
πεπραγμένα, εἰρήκασιν οἱ ἐπίσκοποι πάντα τὰ ἐν Ἐφέσῳ πεπραγμένα κατὰ τὴν δευτέραν σύνοδον ἄκυρα εἶναι χωρὶς τῆς χειροτονίας Μαξίμου τοῦ Ἀντιοχείας. Καὶ ἐδεήθησαν περὶ τούτου καὶ τοῦ βασιλέως ὥστε θεσπίσαι μηδὲν τῶν ἐν Ἐφέσῳ μετὰ τὴν πρώτην σύνοδον κρατεῖν, ἧς ἡγήσατο ὁ ἐν ἁγίοις Κύριλλος ὁ τῶν Ἀλεξανδρέων πρόεδρος. Καὶ ἐδικαιώθη τὴν ἐπισκοπὴν αὐτὸν ἔχειν. Καθ̓ ἑτέραν πρᾶξιν ἐζητήθη τὰ κατὰ Βασιανὸν ἐπίσκοπον
[*](Conc. vii 272) τῆς Ἐφεσίων, καὶ ἐδικαιώθη ἐξενεχθῆναι αὐτὸν καὶ Στέφανον. Καὶ ἑτέρας δὲ συνόδου γενομένης ταῦτα ἐψηφίσθη.
[*](Ibid. 300) Καὶ τρισκαιδεκάτης πράξεως γενομένης, ἐξητάσθη τὰ
[*](Ibid. 301) κατ̓ Εὐνόμιον τὸν Νικομηδείας ἐπίσκοπον καὶ Ἀναστάσιον τὸν ἐπίσκοπον Νικαίας, φιλονεικησάντων περὶ τῶν ἰδίων πόλεων. Γέγονε δὲ καὶ τεσσαρεσκαιδεκάτη πρᾶξις, καὶ ἐξητάσθη
[*](Ibid. 313) τὰ κατὰ Βασιανὸν τὸν ἐπίσκοπον. Καὶ πρὸς τῷ τέλει ἐδικαιώθη τὸν Κωνσταντινουπόλεως θρόνον εὐθὺς
[*](Ibid. 369) μετὰ τὸν Ῥώμης τετάχθαι. Τέλος τοῦ β τόμου τῆς ἐκκλησιαστικῆς ἱστορίας Εὐαγρίου.