Historia Ecclesiastica

Evagrius, Scholasticus

Evagrius, Scholasticus. The Ecclesiastical History of Evagrius with the Scholia. Bidez, Joseph; Parmentier, Leon, editors. London: Methuen, 1898.

Ἔνθεν τοίνυν ἡ Εὐδοκία ἐν Ἱεροσολύμοις δὶς [*](Niceph. xiv 50 Malal. 357 Socr. vii 47 Theophan. 101 Joh. Nikiu c. 87) ἀφικνεῖται. Καὶ ὅτου μὲν χάριν ἢ τί πρωτοτύπως ὥς φασι βουλομένη, τοῖς ἱστορήσασι καταλειπτέον, εἰ καὶ μὴ ἀληθίζεσθαί μοι δοκοῦσιν. Ὅμως δ̓ οὖν ἀνὰ τὴν ἁγίαν Χριστοῦ πόλιν γενομένη πολλὰ πρὸς τιμῆς τοῦ σωτῆρος πέπραχε θεοῦ, ὥστε καὶ εὐαγῆ δείμασθαι φροντιστήρια καὶ τὰς καλουμένας λαύρας: ἐν οἷς ἡ μὲν δίαιτα διάφορος, ἡ δέ γε πολιτεία εἰς ἕνα τελευτᾷ θεοφιλῆ σκοπόν. Οἱ μὲν γὰρ ἀγεληδὸν ζῶντες οὐδενὶ τῶν ἐς γῆν βριθόντων κρατοῦνται: οὐ χρυσὸς γὰρ αὐτοῖς ἐστι, τί δ̓ ἂν φαίην χρυσός, ὅτε οὔτε ἰδική τις ἐσθὴς οὐδέ τι τῶν ἐδωδίμων. Ὃ γὰρ νῦν τις ἀμπέχεται τριβώνιον ἢ ἐξωμίδα, τοῦτο μετὰ σμικρὸν ἕτερος ἀμφιέννυται, ὡς καὶ τὴν πάντων ἐσθῆτα [*](31) ἑνὸς εἶναι δοκεῖν καὶ τὴν ἑνὸς ἁπάντων. Καὶ κοινὴ τράπεζα παρατίθεται οὐκ ὄψοις κεκαρυκευμένη οὐδέ τινι τῶν ἄλλων

30
ἡδυσμάτων, λαχάνοις δὲ καὶ ὀσπρίοις μόνοις δεξιουμένη εἰς τοσοῦτον χορηγουμένοις ὅσον ἀποζῆν καὶ μόνον. Κοινὰς δὲ τὰς πρὸς θεὸν λιτὰς διημερεύουσί τε καὶ διανυκτερεύουσιν, οὕτω σφᾶς ἐκθλίβοντες, οὕτω τοῖς πόνοις πιέζοντες ὡς τάφων ἄνευ νεκροὺς αὐτοὺς δοκεῖν ὑπὲρ γῆν ὁρᾶν.Οἳ πολλάκις μὲν καὶ τὰς καλουμένας ὑπερθεσίμους πράττουσι διήμεροι καὶ τριήμεροι τὰς νηστείας ἐκτελοῦντες, εἰσὶ δὲ οἳ καὶ πεμπταῖοι ἢ καὶ πρός, καὶ μόλις τῆς ἀναγκαίας μεταλαμβάνουσι τροφῆς. Ἕτεροι δὲ αὖ πάλιν ἀπ̓ ἐναντίας ἰόντες μόνους ἑαυτοὺσκαθειργνύουσιν ἐν οἰκίσκοις τοσοῦτον εὖρος, τοσοῦτον ὕψος ἔχουσιν ὡς μηδὲ τὰ σώματα ἀνορθοῦν, μηδὲ μὴν ἐπ̓ ἀδείας τὰς κλίσεις ποιεῖσθαι, σπηλαίοις προσκαρτεροῦντες [*](Hebr. xi 38) καὶ ταῖς ὀπαῖς τῆς γῆς, κατὰ τὴν τοῦ ἀποστόλου φωνήν. Ἄλλοι σύνοικοι θηρίοις γινόμενοι καί τισι τῆς γῆς ἀτεκμάρτοισἐνδομυχοῖς τὰς τὸν θεὸν ἐντεύξεις ποιοῦνται. Ἀτὰρ καὶ ἕτερον εἶδος αὐτοῖς ἐπενοήθη, πάσης ἀνδρείας τε καὶ καρτερίας δύναμιν ἐκβαῖνον. Ἐς ἔρημον γὰρ κεκαυμένην σφᾶς αὐτοὺς ἀφέντες καὶ μόνα τὰ τῆς φύσεως [*](Theodoret. PG 82,1485) ἀναγκαῖα περιστείλαντες, ἄνδρες τε καὶ γύναια, τὸ λοιπὸνσῶμα γυμνὸν κρυμνοῖς τε ἐξαισίοις ἀέρων τε πυρακτώσεσιν ἐπιτρέπουσιν, ἐπ̓ ἴσης θάλπους τε καὶ ψύχους περιορῶντες. Καὶ τὰς μὲν τῶν ἀνθρώπων τροφὰς τέλεον ἀποσείονται, [*](Sozom. vi 33) νέμονται δὲ τὴν γῆν — βοσκοὺς καλοῦσι — μόνον τὸ ζῆν ἐντεῦθεν ποριζόμενοι, ὥστε χρόνῳ καὶ θηρίοις συναφομοιοῦσθαι,τῆς τε ἰδέας αὐτοῖς παρατραπείσης, τῆς τε γνώμης λοιπὸν οὐ συμβαινούσης ἀνθρώποις: οὓς καὶ διδράσκουσιν ἰδόντες, καὶ διωκόμενοι ἢ τῇ ὠκύτητι τῶν ποδῶν, ἤ τινι τῶν ἐπὶ γῆς δυσόδων χωρίων τὸ λαθεῖν ἑαυτοῖς πορίζονται.
31
Λέξω δὲ καὶ ἕτερον, ὃ μικροῦ με διέλαθε, καίτοι τὰ πρεσβεῖα κατὰ πάντων ἔχον. Εἰσὶ μὲν ἐλάχιστοι, εἰσὶ δ̓ οὖν ὅμως, οἳ ἐπὰν διὰ τῆς ἀρετῆς τοῦ ἀπαθεῖς εἶναι τύχωσιν, εἰς κόσμον ἐπανίασιν ἐν μέσοις τοῖς θορύβοις: καὶ παραφόρους σφᾶς ἀπαγγέλλοντες, οὕτω τὴν κενοδοξίαν καταπατοῦσιν, ὃν τελευταῖον χιτῶνα κατὰ Πλάτωνα [*](Athen. xi 507 d) τὸν σοφὸν ἡ ψυχὴ πέφυκεν ἀποτίθεσθαι, οὕτω τὸ ἀπαθῶς ἐσθίειν φιλοσοφοῦσι, κἂν παρὰ καπήλοις ἢ παλιγκαπήλοις δεήσοι, οὐ τόπον, οὐ πρόσωπον, οὐδέ τι τῶν πάντων ἐγκαλυπτόμενοι: καὶ βαλανείοις δὲ συχνοῖς ὁμιλοῦσι, τὰ πολλὰ γυναιξὶ συναλιζόμενοι καὶ συλλουόμενοι, οὕτω τῶν παθῶν περιγενόμενοι ὡς καὶ τῆς φύσεως τυραννῆσαι, καὶ μηδὲ τῇ ὄψει, μηδὲ τῇ ἁφῇ, μηδὲ μὴν αὐτῇ τῇ περιπλοκῇ τοῦ θήλεος πρὸς τὴν ἰδίαν ἀποκριθῆναι φύσιν: μετὰ ἀνδρῶν δὲ ἄνδρας εἶναι, μετὰ γυναικῶν τ̓ αὖ γυναῖκας, ἑκατέρας τε μετέχειν ἐθέλειν φύσεως καὶ μὴ μιᾶς εἶναι. Συνελόντι τοίνυν εἰπεῖν, ἐν τούτῳ τῷ παναρίστῳ καὶ θεοφόρῳ βίῳ ἡ ἀρετὴ τῇ φύσει ἀντινομοθετεῖ οἰκείους πηξαμένη νόμους, ὥστε μηδενὸς αὐτῶν τῶν ἀναγκαίων μεταδιδόναι ὅσα γε κορεσθῆναι: πεινῆν δὲ αὐτοῖς καὶ διψῆν ὁ σφῶν ἐγκελεύεται νόμος, περιστέλλειν τε τὸ σῶμα τοσοῦτο μόνον ὅσον ἡ ἀνάγκη βιάζεται. Οὕτως τε αὐτοῖς ἡ δίαιτα ἀκριβέσιν ἀντιταλαντεύεται ζυγοῖς ὡς ἐκ διαμέτρου χωροῦσιν αὐτοῖς τὴν ῥοπὴν ἀνεπαίσθητον εἶναι, καὶ ταῦτά γε πολὺ διεστῶσαν. Τοσοῦτον γὰρ αὐτοῖς τὰ ἐναντία κέκραται, τῆς θείας τὰ ἄμικτα συναγούσης καὶ αὖ πάλιν διαιρούσης χάριτος, ὥστε ζωὴν ἐν αὐτοῖς καὶ νέκρωσιν συνοικεῖν, τἀναντία καὶ τῇ φύσει καὶ τοῖς πράγμασιν. Ἔνθα μὲν γὰρ πάθος, νεκροὺς εἶναι δεῖ καὶ τῶν τάφων εἴσω: ἔνθα δὲ πρὸς θεὸν ἱκετεία, ῥωμαλέους τὸ σῶμα, σφριγῶντας τὴν ἀκμήν, κἂν ἔξωροι τὴν ἡλικίαν ὦσι. Καὶ οὕτως αὐτοῖς ἑκάτερος συμπλέκεται βίος, ὥστε
32
ἀμέλει καὶ τὴν σάρκα τέλεον ἀποθέμενοι ζῶσιν ἀεὶ καὶ τοῖς ζῶσι συναλίζονται, σώμασί τε ἄκη προσφέροντες καὶ τὰς τῶν ἱκετευόντων φωνὰς τῷ θεῷ προσάγοντες, τά τε ἄλλα ὁμοίως τῇ προτέρᾳ βιοτῇ διεκτελοῦντες, ὅσα μὴ τῶν ἀναγκαίων δεῖσθαι ἢ τόπῳ περιορίζεσθαι, πάντων δὲ ἀκούεινκαὶ πᾶσι συγγίνεσθαι. Εἰσὶ δὲ γονάτων αὐτοῖς συχναὶ καὶ ἀδιάκοποι κλίσεις ἐπαναστάσεις τε σύντονοι, μόνης τῆς ἐφέσεως ἀναζωπυρούσης αὐτοῖς τὴν ἡλικίαν καὶ τὴν ἑκούσιον ἀσθένειαν: ἄσαρκοί τινες ἀθληταί, ἀναίματοι παλαισταί, οἵ γε πανδαισίαν τε καὶ τρυφὴν τὴν νηστείαν ἔχοντες,καὶ τράπεζαν διακορῆ τὸ μηδενὸς ὡς οἷόν τε ἀπογεύεσθαι. Ὁπόταν ξένος παῤ αὐτοὺς ἀφίκηται κἂν ἐξ ἑωθινοῦ, οὕτω πάλιν ταῖς φιλοφροσύναις καὶ τῇ φιλοτησίᾳ δεξιοῦνται, ἕτερον εἶδος νηστείας ἐπινοήσαντες τὸ αὖ μὴ βουλόμενοι ἐσθίειν, ὡς ἔκπληξιν τὸ πρᾶγμα καθεστάναι, πόσων εἰστροφὴν αὐτάρκη δεόμενοι οὕτω κομιδῇ βραχέσιν ἀρκοῦνται: ἐχθροὶ τῶν ἰδίων βουλήσεων καὶ τῆς φύσεως, ἔκδοτοι τοῖς τῶν πέλας θελήμασιν, ἵνα διὰ πάντων αὐτοῖς τὸ ἡδὺ τῆς σαρκὸς ἐξωσθείη, καὶ ψυχὴ διακυβερνῴη τὰ κάλλιστα καὶ θεὸν ἀρέσκοντα νουνεχῶς ἐκλεγομένη τε καὶ περισώζουσα:μακάριοι τῆς ἐνταῦθα διαίτης, μακαριώτεροι τῆς ἐντεῦθεν μεταστάσεως, ἐς ἣν διὰ παντὸς χαίνουσι τὸν ποθούμενον αὐτοῖς ἰδεῖν ἐπειγόμενοι.

Πολλοῖς τοίνυν τοιούτοις ἐντυχοῦσα ἡ Θεοδοσίου [*](Niceph. xiv 50 Metaphr. PG 114, 668 et 677) σύμβιος, καὶ πολλά, ὥς μοι λέλεκται, τοιαῦτα φροντιστήριαδειμαμένη, καὶ μὴν καὶ τὰ τείχη πρὸς τὸ κρεῖττον Ἱεροσολύμων ἀνανεωσαμένη, καὶ τέμενος μέγιστον ἀνίστη, ἐξοχῇ τε καὶ κάλλει προὖχον, τοῦ πρώτου διακόνων τε καὶ μαρτύρων Στεφάνου, οὔτι στάδιον Ἱεροσολύμων διεστώς: ἐν ᾧ καὶ τίθεται πρὸς τὸν ἀγήρω μεταχωρήσασα[*](Malal. 358 Theophan. 109) βίον. Ἀμείψαντος δὲ μετὰ ταῦτα, ἢ καὶ ὥς τισι δοκεῖ πρὸ τῆς Εὐδοκίας, καὶ Θεοδοσίου, τὴν βασιλείαν

33
ὀκτὼ καὶ τριάκοντα ἔτεσι τούτῳ διακονησαμένης, Μαρκιανὸς [*](Ioh. Nikiu c. 87) ὁ πανάριστος τὴν Ῥωμαίων ἀρχὴν περιβάλλεται. Ἃ δ̓ οὖν καὶ ὑπ̓ αὐτῷ πέπρακται τῶν ἑῴων ἡγεμονεύοντι, ἡ ἑξῆς εὖ μάλα σαφῶς ἱστορία παραστήσει, τῆς ἄνωθεν ῥοπῆς τὴν οἰκείαν χορηγούσης εὐμένειαν. Τέλος τοῦ α τόμου τῆς ἐκκλησιαστικῆς ἱστορίας Εὐαγρίου.

34
36

Ἃ μὲν ὑπὸ τοῖς Θεοδοσίου γεγένηται χρόνοις, [*](Niceph. xv 1) τῇ πρώτῃ διείληπται διαλέξει. Φέρε δὲ Μαρκιανὸν εἰσμέσον ἄγοντες τὸν ἀοίδιμον Ῥωμαίων αὐτοκράτορα, πρότερον ἱστορήσωμεν τίς τε ἦν καὶ ὅθεν, καὶ ὅπως τὴν βασιλείαν Ῥωμαίων ἀνεδήσατο: οὕτω τε τὰ ὑπ̓ αὐτῷ γεγενημένα κατὰ τοὺς ἰδίους ἀποθώμεθα καιρούς. Μαρκιανὸς τοίνυν, ὡς ἄλλοις τε πολλοῖς καὶ μὴν καὶΠρίσκῳ ἱστόρηται τῷ ῥήτορι, ἦν μὲν Θρᾷξ γένος, ἀνδρὸς στρατιωτικοῦ παῖς: ὅς γε τῆς τοῦ πατρὸς βιοτῆς μεταλαχεῖν ἐπειγόμενος πρὸς τὴν Φιλιππούπολιν τὰς ὁρμὰς ἔσχεν, ἔνθα καὶ στρατιωτικοῖς ἐδύνατο συντετάχθαι τάγμασιν. Ἀνὰ δὲ τὴν ὁδὸν τεθέαται νεοσφαγὲσσῶμα ἐπὶ γῆς ἐρριμμένον: ᾧ παρεστώς, ἦν γὰρ τά τε ἄλλα πανάριστος καὶ ἐς τὰ μάλιστα φιλανθρωπότατος, ᾤκτειρε τὸ γεγονός, καὶ ἐπὶ πολὺ τὴν πορείαν ἐπεῖχε τῶν εἰκότων μεταδοῦναι βουλόμενος. Ἐπειδὴ δέ τινες τοῦτο τεθέανται, ταῖς ἐν τῇ Φιλιππουπόλει προσήγγελλονἀρχαῖς: αἳ τὸν Μαρκιανὸν παραλαβοῦσαι τὰ περὶ τῆς μιαιφονίας ἀνηρώτων. Καὶ δὴ τῶν στοχασμῶν καὶ τῶν εἰκότων πλέον τῆς ἀληθείας καὶ τῆς γλώσσης ἐσχηκότων, τὸν φόνον τε τἀνδρὸς ἀναινομένου καὶ μιαιφόνου

37
γε ποινὰς μέλλοντος ἀποτίσειν, θεία τις ἐξαπίνης ῥοπὴ τὸν μιαιφόνον παραδίδωσιν: ὃς τὴν κεφαλὴν ἀποθέμενος ποινὴν τοῦ δράματος τὴν κεφαλὴν τῷ Μαρκιανῷ χαρίζεται. Οὕτω παραδόξως σωθεὶς ἔν τινι τῶν αὐτόθι στρατιωτικῶν τελῶν ἀφικνεῖται, ἐν αὐτῷ παραγγέλλειν βουλόμενος. Οἳ τὸν ἄνδρα θαυμάσαντες μέγαν τε ἔσεσθαι καὶ ἀξιολογώτατον εἰκότως τεκμηράμενοι ἥδιστα προσδέχονται, καὶ σφίσιν αὐτοῖς ἐγκαταλέγουσιν, οὔτι ἔσχατον, ὡς ὁ στρατιωτικὸς ἐθέλει νόμος, ἐς δέ τινα βαθμὸν ἄρτι τετελευτηκότος ἀνδρός — Αὔγουστος ὄνομα τούτῳ — , Μαρκιανὸν τὸν καὶ Αὔγουστον ἐς τὴν παραγγελίαν ἐγγράψαντες, ὡς φθάσαι τοὔνομα τὴν προσηγορίαν τῶν ἡμετέρων βασιλέων, τὸ καλεῖσθαι Αὔγουστοι μετὰ τῆς ἁλουργίδος περιβαλλομένων: ὥσπερ οὐκ ἀνασχομένου τοῦ ὀνόματος ἐπ̓ αὐτῷ χωρὶς τῆς ἀξίας μεῖναι, μηδ̓ αὖ πάλιν τῆς ἀξίας ἕτερον ὄνομα ζητησάσης εἰς σεμνολόγημα, ὥστε κύριον καὶ προσηγορικὸν τὸ αὐτὸ καθεστάναι, διὰ μιᾶς κλήσεως τῆς τε ἀξιώσεως τῆς τε προσηγορίας σημαινομένων. Καὶ ἕτερον δὲ συνέπεσε τὴν βασιλείαν τῷ Μαρκιανῷ [*](Procop. i 326 Theophan. 104 Zonar. iii 246 Cramer. An. Par. ii 312) τεκμηριῶσαι δυνάμενον. Ἐπειδὴ γὰρ Ἄσπαρι συνεστράτευσε κατὰ Βανδίλων δορυάλωτός τε γέγονε σὺν ἑτέροις πλείστοις, παρὰ πολὺ τῶν Βανδίλων ἡττηθέντος τοῦ Ἄσπαρος, ἀνὰ τὸ πεδίον ἤχθη μετὰ τῶν ἄλλων ἀνδραπόδων, Γιζερίχου τοὺς ζωγρηθέντας ἰδεῖν βουληθέντος: οἵπερ ἐπειδὴ ἡλίσθησαν, ἔν τινι τῶν ὑπερῴων ὁ Γιζέριχος καθῆστο τῷ πλήθει τῶν σαγηνευθέντων ἡδόμενος. Οἳ τοῦ καιροῦ τριβομένου, ὡς ἂν ἑκάστοις ἐδόκει, διετέλουν: ἀνεῖσαν γὰρ οἱ φύλακες τὰ δεσμά, Γιζερίχου προστάξαντος. Ἄλλος μὲν οὖν ἄλλο τι ἐπεπράχει: Μαρκιανὸς δὲ καθεὶς ἑαυτὸν ἐς τὸ πεδίον ὑπὸ τῷ ἡλίῳ ἐκάθευδε θερμῷ τε ὄντι καὶ διαπύρῳ παρὰ τὴν ὥραν τοῦ ἔτους. Ἀετὸς δὲ τῶν ὕπερθεν ἐπιστὰς καὶ κατὰ κάθετον τῷ ἡλίῳ ἀντιμέτωπον τὴν πτῆσιν ποιησάμενος, νεφέλης δίκην σκιὰν καὶ τὴν ἐντεῦθεν παραψυχὴν
38
τῷ Μαρκιανῷ ἐτεχνάσατο: ὡς θαυμάσαντα Γιζέριχον συμβαλεῖν εὐστόχως τὰ ἐσόμενα, μετάπεμπτόν τε τὸν Μαρκιανὸν ποιησάμενον ἀφεῖναι τῆς αἰχμαλωσίας, ὅρκοις δεινοῖς κατασφαλισάμενον ἦ μὴν τὰ πιστὰ φυλάξειν Βανδίλοις ἐς βασιλείαν παριόντα καὶ ὅπλα κατ̓ αὐτῶνμὴ κινεῖν: καὶ φυλάξαι τὸν Μαρκιανὸν ἐπὶ τοῖς ἔργοις [*](Procop. i 327) ὁ Προκόπιος ἱστορεῖ. Ἀλλ̓ ἐπὶ τὸ προκείμενον ἐπανίωμεν, τὴν ἐκτροπὴν ἐάσαντες. [*](Cramer. An. Par. ii 311) Ἦν ὁ Μαρκιανὸς τὰ πρὸς θεὸν εὐσεβής, τὰ πρὸς πολιτευομένους δίκαιος: πλοῦτον ἡγούμενος οὐ τὸν ἀπόθετον,οὐδὲ μὴν τὸν ἀπὸ δασμολογιῶν συμφορούμενον, ἕνα δὲ μόνον τὸν τοῖς δεομένοις ἐπαρκεῖν δυνάμενον καὶ τοῖς πολλὰ κεκτημένοις ἀσφαλῆ παρέχειν τὸν πλοῦτον: φοβερὸς οὐκ ἐν τῷ τιμωρεῖσθαι, ἀλλ̓ ἐν τῷ τιμωρήσεσθαι: δἰ ἃ καὶ τὴν ἀρχὴν ἆθλον ἀρετῆς, οὐ κληρονομίανμίαν ἔσχε, τῆς τε γερουσίας τῶν τε ἄλλων τῶν πᾶσαν πληρούντων τύχην ἁπάσαις ψήφοις τὴν βασιλείαν αὐτῷ [*](Malal. 367 Theophan. 103 Ioh. Nikiu c. 87) παρασχομένων, γνώμῃ Πουλχερίας: ἣν καὶ ἐσῳκίσατο μὲν ὡς βασιλίδα, οὐ μὴν ἔγνω, ἀείπαιδος ἐκείνης μέχρι γήρως μεινάσης. Γέγονε δὲ ταῦτα οὔπω Οὐαλεντινιανοῦτοῦ τῆς Ῥώμης αὐτοκράτορος τὴν ψῆφον ἐπικυρώσαντος: ὅμως δ̓ οὖν διὰ τὴν ἀρετὴν ἐπιψηφίσαντος, ἐβούλετο ὁ Μαρκιανὸς καὶ τῷ θεῷ κοινὸν παρὰ πάντων σέβας προσάγεσθαι, τῶν διὰ τὴν ἀσέβειαν συγχυθεισῶν γλωσσῶν αὖθις εὐσεβῶς ἑνουμένων, καὶ διὰ μιᾶς καὶ τῆσαὐτῆς δοξολογίας τὸ θεῖον γεραίρεσθαι.

Προσίασι τοίνυν αὐτῷ ταῦτα βουλευομένῳ οἵ τε [*](Niceph. xv 2 Theophan. 105) Λέοντος τοῦ τῆς πρεσβυτέρας Ῥώμης ἐπισκόπου διακονούμενοι ταῖς ἀποκρίσεσι, φάσκοντες Διόσκορον ἀνὰ τὸ δεύτερον ἐν Ἐφέσῳ συνέδριον μὴ δέξασθαι τὸν Λέοντοστόμον, ὀρθοδοξίας ὅρον τυγχάνοντα, οἵ τε παῤ αὐτοῦ Διοσκόρου καθυβρισθέντες τὰ κατὰ σφᾶς ἱκετεύοντες

39
συνοδικῶς κριθῆναι. Παρώτρυνε δὲ μάλιστα Εὐσέβιος ὁ τοῦ Δορυλαίου γεγονὼς πρόεδρος, φάσκων ἐπιβουλεύμασι Χρυσαφίου τοῦ Θεοδοσίου ὑπασπιστοῦ αὐτόν τε καὶ Φλαβιανὸν καθαιρεθῆναι, διότι χρυσίον τῷ Χρυσαφίῳ [*](Theophan. 98, 100) ζητοῦντι ὁ Φλαβιανὸς ἐπὶ τῇ οἰκείᾳ χειροτονίᾳ πρὸς ἐντροπὴν ἱερὰ πέπομφε σκεύη, καὶ ὅτι παραπλήσιος τὴν κακοδοξίαν Εὐτυχεῖ καθειστήκει ὁ Χρυσάφιος. Ἔλεγε δὲ τὸν Φλαβιανὸν καὶ δειλαίως ἀναιρεθῆναι πρὸς Διοσκόρου ὠθούμενόν τε καὶ λακτιζόμενον. Ἐξ ὧν ἡ ἐν Καλχηδόνι σύνοδος ἁλίζεται, ἀγγελιῶν τε καὶ ἀγγελιαφόρων πεμφθέντων καὶ τῶν ἑκασταχοῦ ἱερέων εὐσεβέσι γράμμασι κληθέντων, πρῶτα μὲν ἐν Νικαίᾳ — ὡς καὶ τὸν [*](Conc. vi 132) Ῥώμης πρόεδρον Λέοντα τοῖς ἐν Νικαίᾳ συνελθοῦσιν ἐπιγράψαι, πρὸς αὐτοὺς ἐπιστέλλοντα περὶ ὧν ἐς τὸν οἰκεῖον πέπομφε τόπον, Πασκασιανοῦ καὶ Λουκενσίου καὶ λοιπῶν — , ὕστερον δὲ ἐν Καλχηδόνι τῆς Βιθυνῶν χώρας. Καὶ Ζαχαρίας μὲν ἐμπαθῶς ὁ ῥήτωρ καὶ Νεστόριον [*](Zacharias iii 1 Rev. de l'hist. des relig. viii 570) ἐκ τῆς ὑπερορίας μετάπεμπτον γενέσθαι φησί: τὸ δέ γε μὴ ταῦθ̓ οὕτως ἔχειν τεκμηριοῖ τὸ πανταχοῦ τῆς συνόδου τὸν Νεστόριον ἀνατεθεματίσθαι. Δηλοῖ δὲ εὖ μάλα καὶ Εὐστάθιος ὁ τῆς Βηρυτῶν ἐπίσκοπος, γράφων πρὸς Ἰωάννην ἐπίσκοπον καὶ πρὸς Ἰωάννην ἕτερον πρεσβύτερον περὶ τῶν ἐν τῇ συνόδῳ κινηθέντων ἐπὶ λέξεως ὧδε: Ὑπαντήσαντες δὲ πάλιν οἱ ζητοῦντες Νεστορίου τὰ λείψανα τῆς συνόδου κατεβόων: Οἱ ἅγιοι διὰ τί ἀναθεματίζονται; ὡς ἀγανακτήσαντα τὸν βασιλέα τοῖς δορυφόροις ἐπιτρέψαι μακρὰν αὐτοὺς ἀπελάσαι. Πῶς οὖν ὁ Νεστόριος μετεκαλεῖτο τῶν ἐντεῦθεν μεταστάς, οὐκ ἔχω λέγειν.

Ἁλίζονται τοίνυν ἀνὰ τὸ ἱερὸν τέμενος Εὐφημίας [*](Niceph. xv 3)τῆς μάρτυρος, ὅπερ ἵδρυται μὲν ἐπὶ τῆς Καλχηδοναίων τοῦ Βιθυνῶν ἔθνους, ἀπῴκισται δὲ τοῦ Βοσπόρου σταδίοις οὐ πλείοσι δύο, ἔν τινι τῶν εὐφυῶν χωρίων ἠρέμα προσάντει: ὥστε τοὺς περιπάτους ἀνεπαισθήτους εἶναι

40
τοῖς ἐς τὸν νεὼν ἀπιοῦσι τῆς μάρτυρος, ἐξαπίνης τε μετεώρους εἶναι εἴσω τῶν ἀνακτόρων γενομένους: ὥστε τὰς ὄψεις ἐκχέοντας ἐκ περιωπῆς ἅπαντα θεωρεῖν, ὑπεστρωμένα πεδία ὁμαλῆ καὶ ὕπτια, τῇ πόᾳ χλοάζοντα ληΐοις τε κυμαινόμενα καὶ παντοδαπῶν δένδρων τῇ θέᾳὡραϊζόμενα, ὄρη τε λάσια ἐς ὕψος εὐπρεπῶς μετεωριζόμενά τε καὶ κυρτούμενα, ἄταρ καὶ πελάγη διάφορα, τὰ μὲν τῇ γαλήνῃ πορφυρούμενα καὶ ταῖς ἀκταῖς προσπαίζοντα ἡδύ τι καὶ ἥμερον ἔνθα νήνεμα τὰ χωρία καθεστᾶσι, τὰ δὲ παφλάζοντά τε καὶ τοῖς κύμασιν ἀγριαίνοντα,κάχληκάς τε καὶ φυκία καὶ τῶν ὀστρακοδέρμων τὰ κουφότερα μετὰ τῆς ἀντανακλάσεως τῶν κυμάτων αὐτῆς ἀνασειράζοντα. Ἀντικρὺ δὲ τῆς Κωνσταντίνου τὸ τέμενος, ὥστε καὶ τῇ θέᾳ τῆς τοσαύτης πόλεως τὸν νεὼν ὡραΐζεσθαι. Τρεῖς δ̓ ὑπερμεγέθεις οἶκοι τὸ τέμενος:εἷς μὲν ὑπαίθριος, ἐπιμήκει τῇ αὐλῇ καὶ κίοσι πάντοθεν κοσμούμενος, ἕτερός τ̓ αὖ μετὰ τοῦτον τό τε εὖρος τό τε μῆκος τούς τε κίονας μικροῦ παραπλήσιος, μόνῳ δὲ τῷ ἐπικειμένῳ ὀρόφῳ διαλλάττων: οὗ κατὰ τὴν βόρειον πλευρὰν πρὸς ἥλιον ἀνίσχοντα, οἶκος περιφερὴς ἐς θόλον,εὖ μάλα τεχνικῶς ἐξησκημένοις κίοσιν, ἴσοις τὴν ὕλην, ἴσοις τὰ μεγέθη καθεστῶσιν ἔνδοθεν κυκλούμενος. Ὑπὸ τούτοις ὑπερῷόν τι μετεωρίζεται ὑπὸ τὴν αὐτὴν ὀροφήν, ὡς ἂν κἀντεῦθεν ἐξῇ τοῖς βουλομένοις ἱκετεύειν τε τὴν μάρτυρα καὶ τοῖς τελουμένοις παρεῖναι. Εἴσω δὲ τοῦθόλου πρὸς τὰ ἑῷα εὐπρεπής ἐστι σηκός, ἔνθα τὰ πανάγια τῆς μάρτυρος ἀπόκειται λείψανα ἔν τινι σορῷ τῶν ἐπιμήκων — μακρὰν ἔνιοι καλοῦσιν — ἐξ ἀργύρου εὖ μάλα σοφῶς ἠσκημένῃ. [*](Simoc. viii 14) Καὶ ἃ μὲν ὑπὸ τῆς παναγίας ἐπί τισι χρόνοις θαυματουργεῖται,πᾶσι Χριστιανοῖς ἔκδηλα. Πολλάκις γὰρ ἢ τοῖς κατὰ καιρον τὴν αὐτὴν ἐπισκοποῦσι πόλιν ὄναρ ἐπιστᾶσα διακελεύεται ἢ τισι τῶν ἄλλως ἐς βίον ἐπισήμων, παραγινομένοις αὐτῇ κατὰ τὸ τέμενος τρυγᾶν.
41
Ὅπερ ἐπειδὰν τοῖς τε βασιλεῦσι τῷ τε ἀρχιερεῖ καὶ τῇ πόλει κατάδηλον ᾖ, φοιτῶσι κατὰ τὸν νεὼν οἵ τε τὰ σκῆπτρα οἵ τε τὰ ἱερὰ καὶ τὰς ἀρχὰς διέποντες ἅπας τε ὁ λοιπὸς ὅμιλος μετασχεῖν τῶν τελουμένων βουλόμενοι. Πάντων τε οὖν ὁρώντων ὁ τῆς Κωνσταντίνου πρόεδρος μετὰ τῶν ἀμφ̓ αὐτὸν ἱερέων εἴσω τῶν ἀνακτόρων χωρεῖ, ἔνθα τὸ λελεγμένον μοι πανάγιον ἀπόκειται σῶμα. Ἔστι δέ τι κλειθρίδιον μικρὸν κατὰ τὴν αὐτὴν σορὸν ἐν τῷ λαιῷ μέρει θύραις μικραῖς κατησφαλισμένον, ὅθεν σίδηρον ἐπιμήκη κατὰ τὰ πανάγια λείψανα σπόγγον περιαρτήσαντες ἐπαφιᾶσι, καὶ τὸν σπόγγον περιδονοῦντες ἐς ἑαυτοὺς τὸν σίδηρον ἀνέλκουσιν αἱμάτων πλήρη θρόμβων τε πολλῶν. Ὅπερ ἐπὰν ὁ λεὼς ἴδοι, εὐθέως προσεκύνησε τὸν θεὸν γεραίρων. Τοσαύτη δέ γε καθέστηκε τῶν ἐκφερομένων ἡ πληθύς, ὥστε καὶ τοὺς εὐσεβεῖς βασιλεῖς καὶ πάντας τοὺς ἁλιζομένους ἱερέας καὶ μὴν καὶ πάντα τὸν ἀθροιζόμενον λεὼν πλουσίως τῶν ἀναδιδομένων μεταλαμβάνειν, ἐκπέμπεσθαί τε καὶ ἀνὰ τὴν ὑφήλιον πᾶσαν τῶν πιστῶν τοῖς βουλομένοις, καὶ διὰ παντὸς τούς τε θρόμβους σώζεσθαι τό τε πανάγιον αἷμα, μηδαμῶς ἐς [*](21) ἑτέραν μεταχωροῦν ὄψιν. Ἅπερ θεοπρεπῶς τελεῖται, οὐ κατά τινα διωρισμένην περίοδον, ἀλλ̓ ὡς ἂν ἡ τοῦ προεδρεύοντος βιοτὴ καὶ ἡ τῶν τρόπων σεμνότης βούλεται. Φασὶ δ̓ οὖν ὅτε μὲν τῶν εὐσχημόνων τις κυβερνῴη καὶ ταῖς ἀρεταῖς ἐπίσημος, τοῦτο τὸ θαῦμα καὶ μάλα συχνῶς γίγνεσθαι: ὅτε δὲ τῶν οὐ τοιούτων, σπανίως τὰς τοιαύτας θεοσημείας προϊέναι. Λέξω δέ τι, ὅπερ οὐ χρόνος, οὐ καιρὸς διατέμνει, οὐδὲ μὴν πιστοῖς τε καὶ ἀπίστοις διακέκριται, πᾶσι δὲ ἐξ ἴσης ἀνεῖται: ὅταν ὧδε τοῦ χώρου τις γένηται ἔνθα ἡ τιμία σορὸς ἐν ᾗ τὰ πανάγια λείψανα, ὀδμῆς εὐώδους ἐμπίπλαται πάσης συνήθους ἀνθρώποις ὑπερτέρας. Οὐδὲ γὰρ τῇ ἐκ λειμώνων ἀθροιζομένῃ παρέοικεν, οὐδέ γε τῇ ἔκ τινος τῶν εὐωδεστάτων ἀναπεμπομένῃ, οὐδὲ οἵαν μυρέψης ἐργάσαιτο: ξένη δέ τις καὶ
42
ὑπερφυὴς ἐξ αὐτῆς παριστᾶσα τῶν ἀναδιδόντων τὴν δύναμιν.

Ἐνταῦθα ἡ λελεγμένη μοι σύνοδος ἁλίζεται, τὸν [*](Niceph. xv 4) τόπον Λέοντος ἀρχιερέως τῆς πρεσβυτέρας Ῥώμης διεπόντων, ὡς εἴρηται, Πασκασίνου καὶ Λουκενσίου ἐπισκόπωνκαὶ Βονιφατίου πρεσβυτέρου, τῆς Κωνσταντίνου μὲν προεδρεύοντος Ἀνατολίου, Διοσκόρου δὲ τῆς Ἀλεξανδρέων ἐπισκοποῦντος, Μαξίμου τε Ἀντιοχείας, καὶ Ἰουβεναλίου Ἱεροσολύμων: οἶς παρῆσαν οἵ τε ἀμφ̓ αὐτοὺς ἱερεῖς καὶ οἱ τὰ κορυφαῖα τῆς ὑπερφυοῦς γερουσίασἔχοντες. Πρὸς οὓς οἱ τὸν τόπον πληροῦντες Λέοντος [*](Conc. vi 581) ἔφασκον μὴ δεῖν Διόσκορον συγκάθεδρον σφίσι γενέσθαι: τοῦτο γὰρ αὐτοῖς ἐπιτετράφθαι παρὰ τοῦ σφῶν ἐπισκόπου Λέοντος, καὶ εἰ τοῦτο μὴ φυλάξουσιν, αὐτοὺς τῆς ἐκκλησίας ἀπαλλάττεσθαι. Καὶ πυθομένης τῆς γερουσίας τίἄρα εἴη τὰ ἐπαγόμενα τῷ Διοσκόρῳ, διεξῆλθον λόγον ὀφείλειν αὐτὸν ὑποσχεῖν τῆς οἰκείας κρίσεως, κριτοῦ πρόσωπον παρὰ τὸ εἰκὸς ἀνειληφότα. Ὧν εἰρημένων, ἐπειδὴ Διόσκορος ψήφῳ τῆς συγκλήτου ἀνὰ τὸν μέσον καθῆστο χῶρον, Εὐσέβιος ἐξῄτει τὰς ἐπιδεδομένας παῤαὐτοῦ τῇ βασιλείᾳ δεήσεις ἀναγνωσθῆναι, φήσας ἐπὶ λέξεως ταῦτα: Ἠδίκημαι παρὰ Διοσκόρου, ἠδίκηται ἡ πίστις, ἐφονεύθη Φλαβιανὸς ὁ ἐπίσκοπος, ἅμα ἐμοὶ ἀδίκως καθῃρέθη παῤ αὐτοῦ: κελεύσατε τὰς δεήσεις μου ἀναγνωσθῆναι. Ὅπερ ἐπειδὴ διελαλήθη, ἡ δέησισἀναγνώσεως ἔτυχε, ταυτὶ φθεγγομένη τὰ ῥήματα: [*](Ibid. 584) Παρὰ Εὐσεβίου τοῦ ἐλαχίστου ἐπισκόπου Δορυλαίου, ποιουμένου τὸν λόγον ὑπέρ τε ἑαυτοῦ καὶ τῆς ὀρθοδόξου πίστεως, καὶ ὑπὲρ τοῦ ἐν ὁσίοις Φλαβιανοῦ τοῦ γενομένου ἐπισκόπου Κωνσταντινουπόλεως. Σκοπὸς τῷ ὑμετέρῳ κράτει ἁπάντων μὲν τῶν ὑπηκόων προνοεῖν καὶ χεῖρα ὀρέγειν πᾶσι τοῖς ἀδικουμένοις,

43
μάλιστα δὲ τοῖς εἰς ἱερωσύνην τελοῦσι. Καὶ ἐν τούτῳ γὰρ τὸ θεῖον θεραπεύεται, παῤ οὗ τὸ βασιλεύειν ὑμῖν καὶ κρατεῖν τῶν ὑφ̓ ἥλιον δεδώρηται. Ἐπεὶ οὖν πολλὰ καὶ δεινὰ παρὰ πᾶσαν ἀκολουθίαν ἡ εἰς Χριστὸν πίστις καὶ ἡμεῖς πεπόνθαμεν παρὰ Διοσκόρου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Ἀλεξανδρέων μεγαλοπόλεως, πρόσιμεν τῇ ὑμετέρᾳ εὐσεβείᾳ τῶν δικαίων ἀξιοῦντες τυχεῖν. Τὰ δὲ τοῦ πράγματος ἐν τούτοις: ἐπὶ τῆς ἔναγχος γενομένης συνόδου ἐν τῇ Ἐφεσίων μητροπόλει — ἢν ὄφελόν γε ἦν μὴ γενέσθαι, ἵνα μὴ κακῶν καὶ ταραχῆς τὴν οἰκουμένην ἐμπλήσῃ — ὁ χρηστὸς Διόσκορος παῤ οὐδὲν θέμενος τὸν τοῦ δικαίου λόγον καὶ τὸν τοῦ θεοῦ φόβον, ὁμόδοξος ὢν καὶ ὁμόφρων Εὐτυχοῦς τοῦ ματαιόφρονος καὶ αἱρετικοῦ, λανθάνων δὲ τοὺς πολλούς, ὡς ὕστερον ἑαυτὸν ἐφανέρωσεν, εὑρὼν καιρὸν τὴν γεγενημένην παῤ ἐμοῦ κατὰ Εὐτυχοῦς τοῦ ὁμοδόξου αὐτοῦ κατηγορίαν καὶ τὴν ἐπ̓ αὐτῷ ἐξενεχθεῖσαν ψῆφον παρὰ τοῦ τῆς ὁσίας λήξεως Φλαβιανοῦ τοῦ ἐπισκόπου, πλῆθος ἀτάκτων ὄχλων συναγαγὼν καὶ δυναστείαν ἑαυτῷ διὰ χρημάτων πορισάμενος, τὴν εὐσεβῆ θρησκείαν τῶν ὀρθοδόξων τό γε ἧκον εἰς αὐτὸν ἐλυμήνατο, καὶ τὴν κακοδοξίαν Εὐτυχοῦς τοῦ μονάζοντος, ἥτις ἄνωθεν καὶ ἐξ ἀρχῆς παρὰ τῶν ἁγίων πατέρων ἀπεκηρύχθη, ἐβεβαίωσεν. Ἐπεὶ οὖν οὐ μικρὰ τὰ τετολμημένα αὐτῷ κατά τε τῆς εἰς Χριστὸν πίστεως καὶ καθ̓ ἡμῶν, δεόμεθα καὶ προσπίπτομεν τῷ ὑμετέρῳ κράτει θεσπίσαι τὸν αὐτὸν εὐλαβέστατον ἐπίσκοπον Διόσκορον ἀπολογήσασθαι τοῖς παῤ ἡμῶν αὐτῷ ἐπαγομένοις: δηλαδὴ τῶν παῤ αὐτοῦ καθ̓ ἡμῶν πεπραγμένων ὑπομνημάτων ἀναγινωσκομένων ἐπὶ τῆς ἁγίας συνόδου, δἰ ὧν δυνάμεθα ἀποδεῖξαι αὐτὸν καὶ ἀλλότριον ὄντα τῆς ὀρθοδόξου πίστεως, καὶ αἵρεσιν ἀσεβείας πεπληρωμένην κρατύναντα, καὶ ἀδίκως ἡμᾶς καθελόντα καὶ τὰ
44
δεινὰ ἡμᾶς κατειργασμένον: θείων καὶ προσκυνουμένων ὑμῶν μανδάτων καταπεμπομένων τῇ ἁγίᾳ καὶ οἰκουμενικῇ συνόδῳ τῶν θεοφιλεστάτων ἐπισκόπων, ἐφ̓ ᾧ τε ἡμῶν καὶ τοῦ προειρημένου Διοσκόρου διακοῦσαι, καὶ ἀνενεγκεῖν εἰς γνῶσιν τῆς ὑμετέρας εὐσεβείας πάντα τὰ πραττόμενα πρὸς τὸ παριστάμενον τῇ ἀθανάτῳ ὑμῶν κορυφῇ.Καὶ τούτου τυχόντες ἀδιαλείπτους εὐχὰς ἀναπέμψομεν ὑπὲρ τοῦ αἰωνίου ὑμῶν κράτους, θειότατοι βασιλεῖς. Μετὰ ταῦτα ἐκ κοινῆς δεήσεως Διοσκόρου τε καὶ Εὐσεβίου τὰ ἐν τῷ δευτέρῳ συνεδρίῳ πεπραγμένα τῶνἐν Ἐφέσῳ διὰ τῆς ἀναγνώσεως ἐδημοσιεύετο: ὧν τὴν λεπτομέρειαν διὰ πολλῶν μὲν ἀνειλημμένην, ἐμπεριεχομένην δὲ τοῖς ἐν Καλχηδόνι κεκινημένοις, ὡς ἂν μὴ ἀδολεσχεῖν δόξω τοῖς πρὸς τὸ πέρας τῶν πραγμάτων ἐπειγομένοις, ὑπέταξα τῷ παρόντι τῆς ἱστορίας βιβλίῳ,ἄδειαν δοὺς τοῖς πάντα λεπτῶς εἰδέναι βουλομένοις καὶ τούτοις ἐντυχεῖν καὶ τὴν πάντων ἀκρίβειαν ἀναμάξασθαι. Ἐπιτρέχων δὲ τὰ καιριώτερα, φημὶ ὡς ἐφωράθη Διόσκορος μὴ δεξάμενος τὴν Λέοντος ἐπιστολὴν ἐπισκόπου τῆς πρεσβυτέρας Ῥώμης, καὶ πρός γε τὴν καθαίρεσινΦλαβιανοῦ τῆς νέας Ῥώμης ἐπισκόπου ἐν ἡμέρᾳ μιᾷ ποιησάμενος, ἐν ἀγράφῳ τε χάρτῃ παρασκευάσας τοὺς ἁλισθέντας ἐπισκόπους ὑποσημήνασθαι, καὶ τὴν καθαίρεσιν Φλαβιανοῦ περιέχοντι. Ἐφ̓ οἶς οἱ ἀπὸ τῆς συγκλήτου βουλῆς ἐψηφίσαντο τάδε:[*](Conc. vi 936) Περὶ μὲν τῆς ὀρθοδόξου καὶ καθολικῆς πίστεως τελεώτερον συνόδου γινομένης τῇ ὑστεραίᾳ ἀκριβεστέραν ἐξέτασιν γενέσθαι συνορῶμεν. Ἐπειδὴ δὲ Φλαβιανὸς ὁ τῆς εὐσεβοῦς μνήμης καὶ Εὐσέβιος ὁ εὐλαβέστατος ἐπίσκοπος, ἐκ τῆς τῶν πεπραγμένων καὶ διαγνωσθέντωνἐρεύνης καὶ αὐτῆς τῆς φωνῆς τῶν γενομένων ἐξάρχων τῆς τότε συνόδου φησάντων ἐσφάλθαι καὶ μάτην αὐτοὺς
45
καθῃρηκέναι, οὐδὲν περὶ τὴν πίστιν σφαλέντες δείκνυνται ἀδίκως καθαιρεθέντες, φαίνεται ἡμῖν κατὰ τὸ θεῷ ἀρέσκον δίκαιον εἶναι, εἰ παρασταίη τῷ θειοτάτῳ καὶ εὐσεβεστάτῳ ἡμῶν δεσπότῃ, τῷ αὐτῷ ἐπιτιμίῳ Διόσκορον τὸν εὐλαβέστατον ἐπίσκοπον Ἀλεξανδρείας, καὶ Ἰουβενάλιον τὸν εὐλαβέστατον ἐπίσκοπον Ἱεροσολύμων, καὶ Θαλάσσιον τὸν εὐλαβέστατον ἐπίσκοπον Καισαρείας Καππαδοκίας, καὶ Εὐσέβιον τὸν εὐλαβέστατον ἐπίσκοπον Ἀρμενίας, καὶ Εὐστάθιον τὸν εὐλαβέστατον ἐπίσκοπον Βηρυτοῦ, καὶ Βασίλειον τὸν εὐλαβέστατον ἐπίσκοπον Σελευκείας Ἰσαυρίας, τοὺς ἐξουσίαν ἐσχηκότας καὶ ἐξάρχοντας τῆς τότε συνόδου, ὑποπεσεῖν παρὰ τῆς ἱερὰς συνόδου κατὰ τοὺς κανόνας τοῦ ἐπισκοπικοῦ ἀξιώματος ἀλλοτρίους γινομένους, πάντων τῶν παρακολουθησάντων τῇ θείᾳ κορυφῇ γνωριζομένων. Εἶτα λιβέλλων ἐς ἑτέραν ἐπιδεδομένων κατὰ Διοσκόρου ἐγκλημάτων τε χάριν καὶ χρημάτων, ὡς δίς τε καὶ τρὶς κληθεὶς ὁ Διόσκορος οὐχ ὑπήντησεν ἐπὶ προφάσεσιν αἷς εἴρηκεν, οἱ τὸν τόπον πληροῦντες Λέοντος τοῦ τῆς πρεσβυτέρας Ῥώμης ἐπισκόπου ἐπὶ λέξεως ἀπεφήναντο ταῦτα: Δῆλα γεγένηται τὰ τετολμημένα Διοσκόρῳ τῷ γενομένῳ [*](Conc. vi 1045) τῆς Ἀλεξανδρέων μεγαλοπόλεως ἐπισκόπῳ κατὰ τῆς τῶν κανόνων τάξεως καὶ τῆς ἐκκλησιαστικῆς καταστάσεως, ἐκ τῶν ἤδη ἐξετασθέντων ἐν τῷ πρώτῳ συνεδρίῳ καὶ ἀπὸ τῶν σήμερον πεπραγμένων. Οὗτος γάρ, ἵνα τὰ πολλὰ παραλίπωμεν, Εὐτυχῆ τὸν ὁμόδοξον αὐτῷ καθαιρεθέντα κανονικῶς παρὰ τοῦ ἰδίου ἐπισκόπου, τοῦ ἐν ἁγίοις φαμὲν πατρὸς ἡμῶν καὶ ἐπισκόπου Φλαβιανοῦ, αὐθεντήσας ἀκανονίστως εἰς κοινωνίαν ἐδέξατο, πρὶν ἢ συνεδρεῦσαι ἐν τῇ Ἐφεσίων μετὰ τῶν θεοφιλῶν ἐπισκόπων. Ἀλλ̓
46
ἐκείνοις μὲν ὁ ἀποστολικὸς θρόνος συγγνώμην ἀπένειμεν ἐπὶ τοῖς ἐκεῖθεν μὴ κατὰ γνώμην ὑπ̓ αὐτῶν πεπραγμένοις: οἳ καὶ διετέλεσαν μέχρι τοῦ παρόντος ἑπόμενοι τῷ ἁγιωτάτῳ ἀρχιεπισκόπῳ Λέοντι καὶ πάσῃ τῇ ἁγίᾳ καὶ οἰκουμενικῇ συνόδῳ: οὖ δὴ χάριν καὶ ἐν τῇ αὐτοῦκοινωνίᾳ αὐτοὺς ὁμοπίστους ἐδέξατο. Οὗτος δὲ καὶ μέχρι τοῦ παρόντος διέμεινε σεμνυνόμενος ἐπ̓ ἐκείνοις οἶς ἔδει στένειν καὶ εἰς γῆν κεκυφέναι. Πρὸς τούτοις δὲ οὐδὲ τὴν ἐπιστολὴν ἀναγνωσθῆναι συνεχώρησε τοῦ μακαρίου πάπα Λέοντος, τὴν γραφεῖσαν παῤ αὐτοῦπρὸς τὸν ἐν ἁγίοις τὴν μνήμην Φλαβιανόν, καὶ ταῦτα πολλάκις παρακληθεὶς ἀναγνωσθῆναι ταύτην ὑπὸ τῶν κεκομικότων, καὶ μεθ̓ ὅρκων ποιήσασθαι τὴν ἀνάγνωσιν ὑποσχόμενος. Ἦς μὴ ἀναγνωσθείσης, σκανδάλων καὶ βλάβης τὰς ἀνὰ τὴν οἰκουμένην ἁγιωτάτας ἐπλήρωσενἐκκλησίας. Ἀλλ̓ ὅμως τοιούτων παῤ αὐτοῦ τολμηθέντων, ἐσκοποῦμεν περὶ τῆς προτέρας αὐτοῦ ἀνοσίας πράξεως φιλανθρωπίας τινὸς αὐτὸν ἀξιῶσαι ὡς καὶ τοὺς λοιποὺς θεοφιλεῖς ἐπισκόπους, καίτοι μηδὲ τὴν αὐθεντίαν αὐτῷ παραπλησίως τῆς κρίσεως ἐσχηκότας. Ἐπειδὴ δὲτοῖς δευτέροις τὴν προτέραν παρανομίαν ὑπερηκόντισεν, ἐτόλμησε δὲ καὶ ἀκοινωνησίαν ὑπαγορεῦσαι κατὰ τοῦ ἁγιωτάτου καὶ ὁσιωτάτου ἀρχιεπισκόπου τῆς μεγάλης Ῥώμης Λέοντος, πρὸς δὲ τούτοις καὶ λιβέλλων παρανομιῶν μεστῶν κατ̓ αὐτοῦ προσενεχθέντων τῇ ἁγίᾳ καὶμεγάλῃ συνόδῳ, καὶ ἅπαξ καὶ δὶς καὶ τρὶς διὰ θεοφιλῶν ἐπισκόπων κανονικῶς κληθεὶς οὐχ ὑπήκουσεν, ὑπὸ τοῦ οἰκείου συνειδότος δηλονότι κεντούμενος, καὶ τοὺς παρὰ
47
συνόδων διαφόρων ἐνθέσμως καθαιρεθέντας παρανόμως ἐδέξατο, αὐτὸς καθ̓ ἑαυτοῦ τὴν ψῆφον ἐξήνεγκε διαφόρως τοὺς ἐκκλησιαστικοὺς πατήσας θεσμούς. Ὅθεν ὁ ἁγιώτατος καὶ μακαριώτατος ἀρχιεπίσκοπος τῆς μεγάλης καὶ πρεσβυτέρας Ῥώμης Λέων δἰ ἡμῶν καὶ τῆς παρούσης συνόδου, μετὰ τοῦ τρισμακαρίου καὶ πανευφήμου Πέτρου τοῦ ἀποστόλου, ὅς ἐστι πέτρα καὶ κρηπὶς τῆς καθολικῆς ἐκκλησίας καὶ τῆς ὀρθοδόξου πίστεως θεμέλιος, ἐγύμνωσεν αὐτὸν τοῦ τε ἐπισκοπικοῦ ἀξιώματος καὶ πάσης ἱερατικῆς ἠλλοτρίωσεν ἐνεργείας. Τοιγαροῦν ἡ ἁγία αὕτη καὶ μεγάλη σύνοδος τὰ δόξαντα τοῖς κανόσιν ἐπὶ τῷ μνημονευθέντι Διοσκόρῳ ψηφίσεται. Τούτων παρὰ τῆς συνόδου κυρωθέντων καί τινων ἑτέρων πεπραγμένων, οἱ μὲν ἅμα Διοσκόρῳ καθαιρεθέντες παρακλήσει [*](Niceph. xv 5,6) τῆς συνόδου καὶ νεύμασι τῆς βασιλείας ἀνακλήσεως ἔτυχον. Ἑτέρων δὲ τοῖς πεπραγμένοις ἐπεισενεχθέντων, ὅρος ἐξεφωνήθη λέγων αὐτοῖς ὀνόμασι ταῦτα: Ὁ κύριος ἡμῶν καὶ σωτὴρ Ἰησοῦς Χριστὸς τῆς [*](Conc. vii 108) πίστεως τὴν γνῶσιν τοῖς μαθηταῖς βεβαιῶν ἔφη: Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν, ὥστε [*](Joh. xiv 27) μηδένα πρὸς τὸν πλησίον διαφωνεῖν ἐν τοῖς δόγμασι τῆς εὐσεβείας, ἀλλ̓ ἐπ̓ ἴσης τὸ τῆς ἀληθείας ἐπιδείκνυσθαι κήρυγμα. Καὶ μετὰ ταῦτα ἀναγνωσθέντος τοῦ ἐν Νικαίᾳ ἁγίου συμβόλου, καὶ πρός γε τῶν ἑκατὸν πεντήκοντα ἁγίων πατέρων, ἐπήγαγον: Ἤρκει μὲν οὖν εἰς ἐντελῆ τῆς εὐσεβείας ἐπίγνωσίν τε [*](Conc. vii 112) καὶ βεβαίωσιν τὸ σοφὸν καὶ σωτήριον τοῦτο τῆς θείας χάριτος σύμβολον: περί τε γὰρ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος ἐκδιδάσκει τὸ τέλειον, καὶ τοῦ Κυρίου τὴν ἐνανθρώπησιν τοῖς πιστῶς δεχομένοις παρίστησιν.
48
Ἀλλ̓ ἐπειδή περ οἱ τῆς ἀληθείας ἐχθροὶ ἀθετεῖν ἐπιχειροῦσι τὸ κήρυγμα διὰ τῶν οἰκείων αἱρέσεων καὶ κενοφωνίας ἀπέτεκον, οἱ μὲν τὸ τῆς δἰ ἡμᾶς τοῦ Κυρίου οἰκονομίας μυστήριον παραφθείρειν τολμήσαντες καὶ τὴν θεοτόκος ἐπὶ τῆς παρθένου φωνὴν ἀπαρνούμενοι, οἱ δὲσύγχυσιν καὶ κρᾶσιν εἰσάγοντες καὶ μίαν εἶναι τὴν φύσιν τῆς σαρκὸς καὶ τῆς θεότητος ἀνοήτως ἀναπλάττοντες, καὶ παθητὴν τοῦ μονογενοῦς τὴν θείαν φύσιν τῇ συγχύσει τερατευόμενοι: διὰ τοῦτο πᾶσαν αὐτοῖς ἀποκλεῖσαι κατὰ τῆς ἀληθείας μηχανὴν βουλομένη, ἡ παροῦσα νῦν αὕτηἁγία καὶ μεγάλη καὶ οἰκουμενικὴ σύνοδος τὸ τοῦ κηρύγματος ἄνωθεν ἀσάλευτον ἐκδικοῦσα ὥρισε προηγουμένως τῶν τριακοσίων δέκα ὀκτὼ ἁγίων πατέρων τὴν πίστιν μένειν ἀπαρεγχείρητον. Καὶ διὰ μὲν τοὺς τῷ πνεύματι τῷ ἁγίῳ μαχομένους, τὴν χρόνοις ὕστερον παρὰ τῶν ἐπὶτῆς βασιλευούσης πόλεως ἑκατὸν πεντήκοντα συνελθόντων πατέρων περὶ τῆς τοῦ πνεύματος οὐσίας παραδοθεῖσαν διδασκαλίαν κυροῖ, ἢν ἐκεῖνοι πᾶσιν ἐγνώρισαν, οὐχ ὥς τι λεῖπον τοῖς προλαβοῦσιν ἐπεισάγοντες, ἀλλὰ τὴν περὶ τοῦ ἁγίου πνεύματος αὐτῶν ἔννοιαν κατὰ τῶν τὴν αὐτοῦδεσποτείαν ἀθετεῖν πειρωμένων γραφικαῖς μαρτυρίαις τρανώσαντες. Διὰ δὲ τοὺς τὸ τῆς οἰκονομίας παραφθείρειν τολμῶντας μυστήριον καὶ ψιλὸν ἄνθρωπον τὸν ἐκ τῆς ἁγίας παρθένου τεχθέντα Μαρίας ἀναιδῶς ληρωδοῦντας, τὰς τοῦ μακαρίου Κυρίλλου τοῦ τῆς Ἀλεξανδρέωνἐκκλησίας γενομένου ποιμένος συνοδικὰς ἐπιστολὰς πρός γε Νεστόριον καὶ πρὸς τοὺς τῆς ἀνατολῆς ἁρμοδίους οὔσας ἐδέξατο εἰς ἔλεγχον μὲν τῆς Νεστορίου φρενοβλαβείας, ἑρμηνείαν δὲ τῶν ἐν εὐσεβεῖ ζήλῳ τοῦ σωτηρίου συμβόλου ποθούντων τὴν ἔννοιαν: αἷς καὶ τὴν ἐπιστολὴν τοῦ τῆς
49
μεγίστης καὶ πρεσβυτέρας Ῥώμης προέδρου, τοῦ μακαριωτάτου καὶ ἁγιωτάτου ἀρχιεπισκόπου Λέοντος, τὴν γραφεῖσαν πρὸς τὸν ἐν ἁγίοις ἀρχιεπίσκοπον Φλαβιανὸν ἐπ̓ ἀναιρέσει τῆς Εὐτυχοῦς κακονοίας, ἅτε δὴ τῇ τοῦ μεγάλου Πέτρου ὁμολογίᾳ συμβαίνουσαν, κοινήν τινα στήλην ὑπάρχουσαν κατὰ τῶν κακοδοξούντων, εἰκότως συνήρμοσε πρὸς τὴν τῶν ὀρθῶν δογμάτων βεβαίωσιν. Τοῖς τε γὰρ εἰς υἱῶν δυάδα τὸ τῆς οἰκονομίας διασπᾶν ἐπιχειροῦσι μυστήριον παρατάττεται: καὶ τοὺς παθητὴν τοῦ μονογενοῦς λέγειν τολμῶντας τὴν θεότητα τοῦ τῶν ἱερῶν ἀπωθεῖται συλλόγου: καὶ τοῖς ἐπὶ τῶν δύο φύσεων τοῦ Χριστοῦ κρᾶσιν ἢ σύγχυσιν ἐπινοοῦσιν ἀνθίσταται: καὶ τοὺς οὐρανίου ἢ ἑτέρας τινὸς οὐσίας τὴν ἐξ ἡμῶν ληφθεῖσαν αὐτῷ τοῦ δούλου μορφὴν παραπαίοντας ἐξελαύνει: καὶ τοὺς δύο μὲν πρὸ τῆς ἑνώσεως φύσεις τοῦ Κυρίου μυθεύοντας, μίαν δὲ μετὰ τὴν ἕνωσιν ἀναπαλάττοντας ἀναθεματίζει. Ἑπόμενοι τοίνυν τοῖς ἁγίοις πατράσιν, ἕνα καὶ τὸν αὐτὸν ὁμολογοῦμεν υἱὸν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καὶ συμφώνως ἅπαντες ἐκδιδάσκομεν τέλειον τὸν αὐτὸν ἐν θεότητι καὶ τέλειον τὸν αὐτὸν ἐν ἀνθρωπότητι, θεὸν ἀληθῶς καὶ ἄνθρωπον ἀληθῶς, τὸν αὐτὸν ἐκ ψυχῆς λογικῆς καὶ σώματος, ὁμοούσιον τῷ πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα, κατὰ πάντα ὅμοιον ἡμῖν χωρὶς ἁμαρτίας: πρὸ αἰώνων μὲν ἐκ τοῦ [*](Hebr. iv 15) πατρὸς γεννηθέντα κατὰ τὴν θεότητα, ἐπ̓ ἐσχάτων δὲ τῶν ἡμερῶν τὸν αὐτὸν δἰ ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ Μαρίας τῆς παρθένου καὶ θεοτόκου κατὰ τὴν ἀνθρωπότητα: ἕνα καὶ τὸν αὐτὸν Ἰησοῦν Χριστὸν υἱὸν κύριον μονογενῆ ἐν δύο φύσεσιν ἀσυγχύτως, ἀτρέπτως, ἀδιαιρέτως, ἀχωρίστως γνωριζόμενον, οὐδαμοῦ τῆς
50
τῶν φύσεων διαφορᾶς ἀνῃρημένης διὰ τὴν ἕνωσιν, σωζομένης δὲ μᾶλλον τῆς ἰδιότητος ἑκατέρας φύσεως, καὶ εἰς ἓν πρόσωπον καὶ μίαν ὑπόστασιν συντρεχούσης: οὐχ ὡς εἰς δύο πρόσωπα μεριζόμενον ἢ διαιρούμενον, ἀλλ̓ ἕνα καὶ τὸν αὐτὸν υἱὸν μονογενῆ, θεὸν Λόγον, κύριον ἸησοῦνΧριστόν, καθάπερ ἄνωθεν οἱ προφῆται περὶ αὐτοῦ καὶ αὐτὸς ἡμᾶς ὁ Χριστὸς ἐξεπαίδευσε, καὶ τὸ τῶν πατέρων [*](Niceph. xv 7) ἡμῖν παραδέδωκε σύμβολον. Τούτων τοίνυν μετὰ πάσης ἀκριβείας τε καὶ ἐμμελείας παῤ ἡμῶν διατυπωθέντων, ὥρισεν ἡ ἁγία καὶ οἰκουμενικὴ σύνοδος ἑτέραν πίστινμηδενὶ ἐξεῖναι προφέρειν, εἴτ̓ οὖν συγγράφειν, ἢ συντιθέναι, ἢ φρονεῖν, ἢ διδάσκειν ἑτέρως. Τοὺς δὲ τολμῶντας ἢ συντιθέναι πίστιν ἑτέραν, ἤγουν προκομίζειν, ἢ διδάσκειν, ἢ παραδιδόναι ἕτερον σύμβολον τοῖς ἐθέλουσιν ἐπιστρέφειν εἰς ἐπίγνωσιν ἀληθείας ἐξ Ἑλληνισμοῦ καὶ ἐξἸουδαϊσμοῦ ἢ ἐξ ἑτέρας αἱρέσεως οἵας δή ποτε, τούτους εἰ μὲν εἶεν ἐπίσκοποι ἢ κληρικοί, ἀλλοτρίους εἶναι τοὺς ἐπισκόπους τῆς ἐπισκοπῆς καὶ τοὺς κληρικοὺς τοῦ κλήρου, εἰ δὲ μονάζοντες ἢ λαϊκοὶ εἶεν, ἀναθεματίζεσθαι. Μετὰ τοίνυν τὸν ἀνεγνωσμένον ὅρον, καὶ βασιλεὺσΜαρκιανὸς ἀνὰ τὴν Καλχηδοναίων τῇ συνόδῳ παραγενόμενος γενόμενος δημηγορήσας τε αὖ ἐπανέζευξε. Καί τισι συμβάσεσιν Ἰουβενάλιός τε καὶ Μάξιμος τὰ περὶ τῶν κατ̓ αὐτοὺς ἐπαρχιῶν διῴκησαν, καὶ Θεοδώρητος καὶ Ἴβας ἀνεκλήθησαν, καὶ ἕτερα κεκίνητο, ἅπερ, ὡς ἔφθηνεἰπών, μετὰ ταύτην τὴν ἱστορίαν ἐγγέγραπται. Ἐδόκει δὲ καὶ τὸν θρόνον τῆς νέας Ῥώμης ἐκ τῶν δευτερείων τῆς πρεσβυτέρας Ῥώμης τῶν ἄλλων τὰ πρεσβεῖα φέρειν.

Ἐπὶ τούτοις Διόσκορος μὲν τὴν τῶν Γαγγρηνῶν [*](Niceph. xv 8) [*](Zacharias iii 2 Liberat. xiv) τῶν Παφλαγόνων οἰκεῖν κατακρίνεται, Προτέριος δὲ τὴνἐπισκοπὴν ψήφῳ κοινῇ τῆς συνόδου τῆς Ἀλεξανδρέων

51
κληροῦται. Ὃς ἐπειδὴ τὸν οἰκεῖον κατειλήφει θρόνον, μέγιστος καὶ ἀνύποιστος τάραχος τῷ δήμῳ ἀνέστη πρὸς διαφόρους κυμαινομένῳ γνώμας. Οἱ μὲν γὰρ Διόσκορον ἐπεζήτουν, οἷά περ εἰκὸς ἐν τοῖς τοιούτοις γίγνεσθαι, οἱ δὲ Προτερίου μάλα γεννικῶς ἀντείχοντο, ὡς καὶ πολλὰ καὶ ἀνήκεστα προελθεῖν. Ἱστορεῖ δ̓ οὖν Πρίσκος ὁ [*](FHG iv 101 Theophan. 106) ῥήτωρ φθῆναι τηνικαῦτα τὴν Ἀλεξάνδρου τῆς Θηβαίων ἐπαρχίας ἰδεῖν τε τὸν δῆμον ὁμόσε κατὰ τῶν ἀρχόντων χωροῦντα, τῆς τε στρατιωτικῆς δυνάμεως τὴν στάσιν διακωλύειν βουλομένης, λίθων βολαῖς αὐτοὺς χρήσασθαι, τρέψασθαί τε τούτους καὶ ἀνὰ τὸ ἱερὸν τὸ πάλαι Σαράπιδος ἀναδραμόντας ἐκπολιορκῆσαι, καὶ πυρὶ ζῶντας παραδοῦναι. Ταῦτά τε τὸν βασιλέα μαθόντα δισχιλίους νεολέκτους ἐκπέμψαι, καὶ οὕτω πνεύματος ἐπιτυχόντας οὐριοδρομῆσαι ὡς ἀνὰ τὴν ἕκτην τῶν ἡμερῶν τῇ μεγάλῃ [*](16) τῶν Ἀλεξανδρέων προσσχεῖν πόλει. Κἀντεῦθεν τῶν στρατιωτῶν παροινούντων ἔς τε τὰς γαμετὰς καὶ θυγατέρας τῶν Ἀλεξανδρέων, τῶν προτέρων πολλῷ δεινότερα προελθεῖν. Ὕστερόν τε δεηθῆναι τὸν δῆμον τοῦ Φλώρου, τῶν στρατιωτικῶν ταγμάτων ἡγουμένου ὁμοῦ τε καὶ τὴν πολιτικὴν διέποντος ἀρχήν, ἀνὰ τὴν ἱπποδρομίαν ἁλισθέντα, ὥστε καταπράξασθαι αὐτοῖς τὴν τοῦ σιτηρεσίου χορηγίαν, ἥνπερ παῤ αὐτῶν ἀφῄρητο, τά τε βαλανεῖα καὶ τὴν θέαν καὶ ὅσα διὰ τὴν γενομένην παῤ αὐτῶν ἀταξίαν ἀπεκόπησαν. Καὶ οὕτω τὸν Φλῶρον, εἰσηγήσει τῇ αὐτοῦ, φανέντα τῷ δήμῳ ὑποσχέσθαι ταῦτα, καὶ τὴν στάσιν πρὸς βραχὺ διαλῦσαι. Ἀλλ̓ οὐδὲ τὰ κατὰ τὴν ἔρημον τὴν πρὸς τὰ Ἱεροσόλυμα [*](Niceph. xv 9 Zacharias iii 3) τὴν ἠρεμίαν εἶχεν. Ἔνιοι γὰρ τῶν μοναχῶν τῶν ἀνὰ τὴν σύνοδον εὑρεθέντων καὶ τἀναντία ταύτης βουληθέντων φρονεῖν, πρὸς τὴν Παλαιστίνην ἀφικνοῦνται: καὶ προδοσίαν τῆς πίστεως ὀδυρόμενοι τὸ μοναδικὸν ἔσπευδον
52
ἀναρριπίσαι καὶ ἀνασοβῆσαι. Καὶ ἐπειδή περ Ἰουβενάλιος τὸν οἰκεῖον κατειλήφει θρόνον, καὶ βιαζόμενος παρὰ τῶν ἀνασυρέντων τὰ οἰκεῖα ἀνασκευάσαι τε καὶ ἀναθεματίσαι κατὰ τὴν βασιλέως πόλιν ἀνέδραμεν, ἁλισθέντες οἱ τἀναντία τῆς ἐν Καλχηδόνι συνόδου, ὡς ἀνωτέρω εἰρήκαμεν,[*](Theophan. 107 Conc. vii 484 et 513) φρονοῦντες χειροτονοῦσιν ἀνὰ τὴν ἁγίαν Ἀνάστασιν Θεοδόσιον, τὸν μάλιστα κυκήσαντα τὴν ἐν Καλχηδόνι σύνοδον, τὸν καὶ πρῶτον περὶ ταύτης αὐτοῖς ἀγγείλαντα. — Περὶ οὗ ὕστερον τὸ ἐν Παλαιστίνῃ μοναχικὸν πρὸς Ἀλκίσωνα γράφον εἴρηκεν, ὡς καὶ παρὰ τοῦ οἰκείουἐπισκόπου ἐπὶ κακουργίαις ἁλοὺς τοῦ κατ̓ αὐτὸν ἀπηλάθη μοναστηρίου, καὶ ὅτι γε κατὰ τὴν Ἀλεξάνδρου γενόμενος ἐπελάβετο τοῦ Διοσκόρου, καὶ πολλαῖς ὡς στασιώδης καταξανθεὶς πληγαῖς ἐπὶ καμήλου ἴσα κακούργοις ἀνὰ τὴν πόλιν περιηνέχθη. — Πρὸς ὃν πολλαὶ τῶν ἐν Παλαιστίνῃπόλεων ἀφικνούμεναι χειροτονεῖσθαι σφίσιν ἐπισκόπους [*](Zacharias iii 4 Petrus Iber. 53) παρεσκεύαζον. Ἐν οἶς καθειστήκει καὶ Πέτρος ὁ ἐξ Ἰβηρίας, τοῦ καλουμένου Μαϊουμᾶ τοῦ πρὸς τῇ Γαζαίων πόλει τοὺς οἴακας τῆς ἐπισκοπῆς πιστευθείς. [*](Zacharias iii 5) Ἅπερ ἐπειδὴ Μαρκιανὸς ἔγνω, πρῶτα μὲν ἀχθῆναι παῤαὐτῷ κατὰ τὸ στρατόπεδον τὸν Θεοδόσιον κελεύει, ἐκπέμπει δὲ τὸν Ἰουβενάλιον πρὸς διόρθωσιν τῶν γεγενημένων, ἀπελαθῆναι πάντας τοὺς ὑπὸ Θεοδοσίου χειροτονηθέντας ἐγκελευσάμενος. Μετὰ γοῦν τὴν ἄφιξιν Ἰουβεναλίου πολλὰ καὶ ἀνιαρὰγεγόνασιν, ἐκεῖθεν ἔνθεν προϊόντων ὅσαπερ θυμὸς αὐτοῖς ὑπηγόρευσε: τοῦ βασκάνου καὶ θεομισοῦς δαίμονος οὕτως ἑνὸς γράμματος ἐναλλαγὴν κακούργως τεχνάσαντός τε καὶ παρερμηνεύσαντος, ὥστε τῆς θἀτέρου τούτων ἐκφωνήσεως πάντως εἰσαγούσης ἐνταῦθα τὸ ἕτερον, πολὺ τὸ διαλλάττον
53
παρὰ τοῖς πλείοσι νομίζεσθαι, καὶ ἀντικρὺ τὰς ἐννοίας ἐκ διαμέτρου φέρεσθαι καὶ ἀλλήλων ἀναιρετικὰς καθεστάναι. Ὅ τε γὰρ ἐν δύο φύσεσι τὸν Χριστὸν ὁμολογῶν ἐκ δύο ἄντικρυς λέγει, εἴπερ ἐν θεότητι καὶ ἀνθρωπότητι συνομολογῶν τὸν Χριστόν, ὁμολογῶν ἐκ θεότητος καὶ ἀνθρωπότητος συντεθεῖσθαι λέγει. Ὅ τε ἐκ δύο λέγων τὴν ἐν δύο πάντως ὁμολογίαν εἰσάγει, εἴπερ ἐκ θεότητος καὶ ἀνθρωπότητος τὸν Χριστὸν λέγων, ἐν θεότητι καὶ ἀνθρωπότητι ὁμολογεῖ αὐτὸν καθεστάναι: οὔτε τῆς σαρκὸς εἰς θεότητα μεταβληθείσης, οὔτε αὖ τῆς θεότητος ἐς σάρκα χωρησάσης, ἐξ ὧν ἡ ἄρρητος ἕνωσις, ὡς διὰ τῆς ἐκ δύο φωνῆς ἐνταῦθα νοεῖσθαι προσφόρως τὴν ἐν δύο, καὶ διὰ τῆς ἐν δύο τὴν ἐκ δύο, καὶ θάτερον τοῦ ἑτέρου μὴ ἀπολιμπάνεσθαι: ὅπου γε κατὰ τὸ περιούσιον οὐ μόνον τὸ ὅλον ἐκ μερῶν, ἀλλὰ καὶ ἐν μέρεσι τὸ ὅλον γνωρίζεται. Καὶ ὅμως οὕτως ἀλλήλων ἀπεσχοινίσθαι ταῦτα νομίζουσιν ἄνθρωποι, συνηθείᾳ τινὶ περὶ τῆς τοῦ θεοῦ δόξης, ἢ καὶ τὸ οὕτω βούλεσθαι προειλημμένοι, ὡς πάσης ἰδέας θανάτου περιφρονεῖν, ἣ πρὸς τὴν τοῦ ὄντος ἰέναι συγκατάθεσιν: ὅθεν τὰ λελεγμένα μοι γεγόνασι. Καὶ ταῦτα μὲν ἔσχεν οὕτως.

Ὑπὸ τούτοις δὴ τοῖς χρόνοις καὶ ὀμβρίων ὑδάτων [*](Niceph. xv 10) σπάνις γέγονεν ἐν ταῖς Φρυγίαις Γαλατίαις τε αὖ καὶ Καππαδοκίαις καὶ Κιλικίαις, ὡς ἐνδείᾳ τῶν ἀναγκαίων καὶ ὀλεθριωτέρας τροφῆς μεταλαμβάνειν τοὺς ἀνθρώπους: ὅθεν καὶ λοιμὸς γέγονεν. Ἐνόσουν τε τῇ μεταβολῇ τῆς διαίτης, καὶ οἰδαίνοντος σφίσι τοῦ σώματος δἰ ὑπερβολὴν τῆς φλεγμονῆς τὰς ὄψεις ἀπέβαλλον, βηχός τε συγγινομένης τριταῖοι τὸν βίον ἀπελίμπανον. Καὶ τοῦ μὲν λοιμοῦ τέως βοήθειαν ἐξευρεῖν οὐκ ἐνῆν, ἄκος δὲ τῆς λιμοῦ τοῖς ὑπολειφθεῖσιν ἡ πάντων σώτειρα δέδωκε πρόνοια, κατὰ μὲν τὸ ἄγονον ἔτος τροφὴν ἐκ τοῦ ἀέρος ἐπιβρέξασα ἴσα τοῖς Ἰσραηλίταις — μάννα προσηγόρευται — ,

54
ἀνὰ δὲ τὸ ἑξῆς ἔτος αὐτομάτως εὐδοκήσασα τοὺς καρποὺς τελεσιουργηθῆναι. Ταῦτα καὶ τὴν Παλαιστινῶν χώραν ἐνεμήθη ἄλλας τε πολλὰς καὶ ἀναριθμήτους, τὴν γῆν τῶν παθῶν περινοστούντων.

Τούτων ἐν τοῖς ἑῴοις προϊόντων, ἀνὰ τὴν προτέραν[*](Niceph. xv 11 Joh. Antioch. FHG iv 614 Procop. i 331 Theophan. 108 Malal. 365 Cedren. i 605) Ῥώμην Ἀέτιος δειλαίως ἐξ ἀνθρώπων μεθίσταται, Οὐαλεντινιανός τε ὁ τῶν ἑσπερίων μερῶν βασιλεὺς σὺν αὐτῷ τε Ἡράκλειος πρός τινων Ἀετίου δορυφόρων, ἐπιβουλῆς καττυθείσης κατ̓ αὐτῶν παρὰ Μαξίμου τοῦ καὶ τὴν ἀρχὴν περιζωσαμένου, διότι εἰς τὴν Μαξίμου γαμετὴν Οὐαλεντινιανὸσὕβρισε πρὸς βίας αὐτῇ συμφθαρείς. Οὗτος ὁ Μάξιμος τὴν Εὐδοξίαν τὴν Οὐαλεντινιανοῦ γαμετὴν συμπάσῃ ἀνάγκῃ εἰσοικίζεται. Ἣ δέ γε ὕβριν καὶ πᾶσαν ἀτοπίαν εἰκότως τὸ πρᾶγμα λογισαμένη, καὶ πάντα κύβον, τὸ δὴ λεγόμενον, ῥίπτειν αἱρετισαμένη ὑπὲρ ὧν εἰς τε τὸνγαμέτην ἐπεπόνθει καὶ εἰς τὴν ἐλευθερίαν ἐξύβριστο — δεινὴ γὰρ γυνὴ καὶ ἀδυσώπητος λύπης, σωφροσύνης ἀντεχομένη, εἰ ταύτην ἀφαιρεθείη, καὶ μάλιστα παῤ οὗ τὸν ἄνδρα ἔτυχεν ἀπολέσασα — , κατὰ τὴν Λιβύην ἐκπέμπει, καὶ δῶρα πλεῖστα παραυτίκα δοῦσα τό τε εὔελπι κἀντοῖς ἑξῆς ὑποσχομένη, πείθει Γιζέριχον ἐπελθεῖν ἀδοκήτως τῇ Ῥωμαίων ἐπικρατείᾳ, πάντα οἱ προδώσειν ὑποσχομένη: οὖ δὴ γεγονότος, ἡ Ῥώμη ἁλίσκεται. Ὁ δὲ Γιζέριχος οἷα βάρβαρος καὶ τὸν τρόπον ἀσταθής τε καὶ παλίμβολος οὐδὲ ταύτῃ τὸ πιστὸν ἐφύλαξεν: ἀλλὰτὴν πόλιν πυρπολήσας πάντα τε ληϊσάμενος, λαβὼν τὴν Εὐδοξίαν σὺν καὶ ταῖς δύο θυγατράσιν εἰς τοὐπίσω τὴν ἔλασιν ποιεῖται. Καὶ κατὰ τὴν Λιβύην ἀπιὼν ᾤχετο. Καὶ τὴν μὲν πρεσβυτέραν τῶν Εὐδοξίας θυγατέρων Εὐδοκίαν [*](Priscus FHG iv 104) Ὀνωρίχῳ συνάπτει τῷ οἰκείῳ παιδί, Πλακιδίαν δὲ τὴννεωτέραν ἅμα Εὐδοξίᾳ τῇ μητρὶ σὺν θεραπείαις ὕστερον βασιλικαῖς ἐς Βυζάντιον ἐκπέμπει Μαρκιανὸν ἡμερούμενος. Ἐνῆγε γὰρ αὐτὸν ἐς ὀργὴν τό τε τὴν Ῥώμην ἐμπεπρῆσθαι, τό τε τὰς βασιλίδας οὕτω περιυβρίσθαι. Ἡ μὲν οὖν Πλακιδία γάμοις ὁμιλεῖ κελεύσμασι Μαρκιανοῦ

55
Ὀλυβρίῳ ταύτην ἐσοικισαμένῳ: ὃς ἐπίσημος τῆς γερουσίας ἐτύγχανεν ὣν ἐκ τῆς Ῥώμης ἁλούσης ἀνὰ τὴν Κωνσταντινούπολιν ἀφικόμενος. Μετὰ δὲ αὖ Μάξιμον βασιλεύει Ῥωμαίων Μαϊουρῖνος [*](Theophan. 109, 112 Joh. Antioch. FHG iv 616 Zacharias iii 11) δεύτερον ἔτος: καὶ Μαϊουρίνου πρὸς Ῥεκιμέρου τοῦ Ῥωμαίων στρατηγοῦ δολοφονηθέντος, κατέσχε τὴν ἀρχὴν Ἄβιτος μῆνας ὀκτὼ % δεύτερον ἔτος, καὶ μετ̓ ἐκεῖνον Σευῆρος ἔτεσι τρισίν.

Ἔτι δὲ βασιλεύοντος Ῥωμαίων Σευήρου, Μαρκιανὸς τὴν βασιλείαν ἐναλλάττει πρὸς τὴν κρείττονα μεταχωρήσας λῆξιν, ἑπτὰ μὲν μόνοις ἔτεσι τὴν βασιλείαν διακυβερνήσας, μνημεῖον δὲ ὄντως βασιλικὸν καταλελοιπὼς παρὰ πᾶσιν ἀνθρώποις, βασιλεύει δὲ Λέων. Ὅπερ οἱ τῆς Ἀλεξανδρέων πυθόμενοι τὴν κατὰ Προτερίου [*](Niceph. xv 16 Zacharias iv 1 Cf. Socr. vii 13) μετὰ μείζονος θυμοῦ καὶ πλείστης θερμότητος ἀνενεοῦντο μῆνιν. Εὐέξαπτον γάρ τι χρῆμα πρὸς ὀργὴν ὁ δῆμος καὶ τὰς τυχούσας ἀφορμὰς ὑπέκκαυμα τῶν θορύβων ἔχων: οὐχ ἥκιστα δὲ πάντων ὁ τῆς Ἀλεξάνδρου πλήθει τε πολλῷ κομῶν καὶ μάλιστα ἀφανεῖ τε καὶ συγκλύδῳ, καὶ παραλόγῳ θράσει τὰς ὁρμὰς γαυρούμενος. Ὅθεν ἀμέλει φασὶν ἐξὸν τῷ βουλομένῳ τὸ προστυχὸν καταρρήξαντι πρὸς δημοτικὴν στάσιν τὴν πόλιν ἐκβακχεύειν, ἄγειν τε καὶ φέρειν ὅπη καὶ καθ̓ οὗ βούλεται: τὰ πολλὰ δὲ καὶ παιγνιήμονα καθεστάναι, καθὼς Ἡρόδοτος περὶ Ἀμάσιδος [*](ii 173) ἱστορεῖ. Καὶ τοιαῦτα μὲν ὁ δῆμος ἐκεῖνος: οὐ μὴν [*](26) τά γε ἄλλα οἵου ἄν τις καὶ κατεφρόνησεν. Ἐπιτηρήσαντες δ̓ οὗν καιρὸν οἱ τῆς Ἀλεξάνδρου καθ̓ ὃν Διονύσιος τῶν στρατιωτικῶν ταγμάτων ἡγούμενος ἀμφὶ

56
τὴν ἄνω διέτριβεν Αἴγυπτον, ψηφίζονται Τιμόθεον τὸν ἐπίκλην Αἴλουρον εἰς τὸν τῆς ἀρχιερωσύνης ἀναβῆναι βαθμόν, πρώην μὲν τὸν μοναδικὸν ἐπιτηδεύσαντα βίον, ὕστερον δὲ τοῖς πρεσβυτέροις ἐναριθμηθέντα τῆς Ἀλεξανδρέων: καὶ πρὸς τὴν μεγάλην ἀγαγόντες ἐκκλησίαν, ἣΚαίσαρος προσαγορεύεται, ἐπίσκοπον σφίσι προχειρίζονται, ἔτι Προτερίου περιόντος τε καὶ τὰ τῆς ἱερατείας αὐτουργοῦντος. Παρῆσαν δὲ τῇ χειροτονίᾳ Εὐσέβιος [*](Petrus Iber. 65 Theod. Lect. i 8, 9 Theophan. 110) ὁ τοῦ Πηλουσίου πρόεδρος, Πέτρος τε ὁ ἐξ Ἰβηρίας Μαϊουμᾶ τοῦ πολιχνίου, ὡς τὰ περὶ τούτων ἱστόρηταιτῷ τὸν βίον συγγράψαντι Πέτρου: ὅς φησι τὸν Προτέριον μὴ τὸν δῆμον, ἀλλά τινα τῶν στρατιωτῶν διαχειρίσασθαι. Κατειληφότος δὲ Διονυσίου τὴν πόλιν μετὰ πλείστου τάχους, τῶν γενομένων ἀτοπημάτων συνωθούντων αὐτόν, σπεύδοντός τε τὴν διαναστᾶσαν τῆς στάσεως πυρὰνσβέσαι, ἔνιοι τῶν Ἀλεξανδρέων παροτρύνοντος Τιμοθέου, [*](Conc. vii 524) ὡς ἐγράφη τῷ Λέοντι, ἐπελθόντες τὸν Προτέριον διαχειρίζονται, ξίφους κατὰ τῶν σπλάγχνων ὠσθέντος, κατὰ τὸ πανάγιον βαπτιστήριον καταπεφευγότα: ὃν καὶ καλωδίῳ περιαρτήσαντες ἀνὰ τὸ καλούμενον Τετράπυλοντοῖς πᾶσιν ἐπεδείκνυον, ἐπιτωθάζοντές τε καὶ κραυγάζοντες Προτέριον εἶναι τὸν ἀνῃρημένον. Καὶ μετὰ ταῦτα τὸ σῶμα διὰ πάσης τῆς πόλεως περιελκύσαντες πυρὶ παρέδοσαν, οὐδὲ τῶν σπλάγχνων αὐτοῦ ἴσα θηρίοις ἀπογεύσασθαι ναρκήσαντες, ὥς που ταῦτα πάντα ἡ δέησις[*](Niceph. xv 17) περιέχει τῶν ἐπισκόπων τῶν ἀνὰ τὴν Αἴγυπτον καὶ τοῦ σύμπαντος κλήρου τῆς Ἀλεξάνδρου, πρὸς Λέοντα τὸν μετὰ Μαρκιανόν, ὡς εἴρηται, τὴν ἐπικράτειαν τῶν Ῥωμαίων περιθέμενον γεγενημένη, ἥπερ γέγραπται ὀνόμασι τούτοις:[*](Conc. vii 524) Τῷ εὐσεβεῖ καὶ φιλοχρίστῳ καὶ παρὰ θεοῦ ἀναδειχθέντι, νικητῇ, τροπαιούχῳ καὶ Αὐγούστῳ Λέοντι, δέησις παρὰ τῶν ἐπισκόπων πάντων τῆς ὑμετέρας Αἰγυπτιακῆς
57
διοικήσεως καὶ κληρικῶν τῶν κατὰ τὴν μεγίστην ὑμετέραν Ἀλεξανδρέων ἁγιωτάτην ἐκκλησίαν. Ἐκ τῆς ἄνωθεν χάριτος δῶρον τῷ βίῳ παρασχεθείς, εἰκότως οὐ λήγεις ὁσημέραι τοῦ κοινοῦ μετὰ θεὸν προμηθούμενος, εὐαγέστατε πάντων αὐτοκρατόρων Αὔγουστε. Καὶ μεθ̓ ἕτερα: Ἀστασιάστου τε εἰρήνης τῶν ὀρθοδόξων λαῶν παῤ ἡμῖν τε καὶ κατὰ τὴν τῶν Ἀλεξανδρέων ὑπαρχούσης, πλὴν Τιμοθέου ἀποσχοινίσαντος ἑαυτὸν τῆς καθολικῆς ἐκκλησίας καὶ πίστεως καὶ ἀποτεμόντος εὐθὺς μετὰ τὴν ἐν Καλχηδόνι ἁγίαν σύνοδον, τὸ τηνικαῦτα δῆθεν πρεσβυτέρου τυγχάνοντος, ἅμα τέτταρσιν ἢ πέντε μόνοις ποτὲ ἐπισκόποις καὶ ὀλίγοις μονάζουσι, σὺν αὐτῷ τὴν αἱρετικὴν Ἀπολλιναρίου καὶ τῶν κατ̓ ἐκεῖνον νοσοῦσι κακοδοξίαν: δἰ ἣν καθαιρεθέντες τότε κανονικῶς ὑπὸ τοῦ τῆς θείας μνήμης Προτερίου καὶ πάσης Αἰγυπτιακῆς συνόδου, βασιλικῆς εἰκότως σὺν ἐξορίᾳ κινήσεως ἐπειράθησαν. Καὶ μεθ̓ ἕτερα: Ἐπιτηρήσας τε τὴν ἐντεῦθεν πρὸς θεὸν ἐκδημίαν τοῦ τῆς εὐαγοῦς λήξεως Μαρκιανοῦ τοῦ γενομένου βασιλέως, βλασφήμοις τε φωναῖς ὡς αὐτόνομος ἀναιδῶς κατ̓ αὐτοῦ θρασυνόμενος, καὶ τὴν ἁγίαν καὶ οἰκουμενικὴν τὴν ἐν Καλχηδόνι σύνοδον ἀναθεματίζων ἀπηρυθριασμένως, πλῆθος δήμου ὠνητῶν τε καὶ ἀτάκτων ἐπισυράμενος, καὶ στρατεύσας κατά τε τῶν θείων κανόνων καὶ τῆς ἐκκλησιαστικῆς καταστάσεως καὶ τῆς κοινῆς πολιτείας καὶ τῶν νόμων, ἐπεισέφρησεν ἑαυτὸν τῇ ἁγίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ ἐχούσῃ ποιμένα τε καὶ διδάσκαλον, τὸν ἁγιώτατον ἡμῶν τὸν τηνικαῦτα πατέρα καὶ ἀρχιεπίσκοπον Προτέριον, τάς τε συνήθεις συνάξεις ἐπιτελοῦντα καὶ λιτὰς ἀναπέμποντα τῷ πάντων ἡμῶν σωτῆρι Χριστῷ Ἰησοῦ ὑπὲρ τῆς εὐσεβοῦς
58
ὑμῶν βασιλείας καὶ τοῦ φιλοχρίστου ὑμῶν παλατίου. Καὶ μετ̓ ὀλίγα: Καὶ μόλις διαγενομένης ἡμέρας, ἐν τῷ ἐπισκοπείῳ κατὰ τὸ ἔθος διάγοντος τοῦ θεοφιλεστάτου Προτερίου,λαβὼν μεθ̓ ἑαυτοῦ ὁ Τιμόθεος τοὺς καθαιρεθέντας ἐνδίκως δύο ἐπισκόπους, καὶ κληρικοὺς ὁμοίως τὴν ἐξορίαν, ὡς ἔφημεν, οἰκεῖν κατακριθέντας, ὡς δὴ χειροτονίαν παρὰ τῶν δύο δεξάμενος, μηδενὸς τὸ σύνολον τῶν κατὰ τὴν Αἰγυπτιακὴν διοίκησιν ὀρθοδόξων ἐπισκόπων παρόντοσκατὰ τὸ εἰωθὸς ἐπὶ ταῖς τοιαύταις τῆς Ἀλεξανδρέων τοῦ ἐπισκόπου χειροτονίαις, ἐπιλαμβάνεται ὡς ἐνόμισε τῆς μὲν ἱερατικῆς καθέδρας, μοιχείαν προδήλως τολμήσας κατὰ τῆς ἐχούσης ἐκκλησίας τὸν ἑαυτῆς νύμφιον, καὶ ἐνεργοῦντος ἐν αὐτῇ τὰ θεῖα καὶ κανονικῶς τὸν οἰκεῖονδιέποντος θρόνον. Καὶ μεθ̓ ἕτερα: Οὐδὲν ἕτερον ἦν ποιεῖν τὸν μακάριον ἐκεῖνον ἣ τόπον [*](Rom. xii 19) δοῦναι τῇ ὀργῇ κατὰ τὸ γεγραμμένον, καὶ τὸ σεπτὸν καταλαβεῖν βαπτιστήριον, φεύγοντα τῶν ἐπ̓ αὐτῷ τρεχόντωνπρὸς φόνον τὴν ἔφοδον: ἐν ᾧ μάλιστα τόπῳ καὶ βαρβάροις καὶ πᾶσιν ἀγρίοις ἀνθρώποις ἐγγίνεται δέος, τοῖς καὶ μὴ εἰδόσι τὸ σέβας τοῦ τόπου καὶ τὴν ἐκεῖθεν βρύουσαν χάριν. Ὅμως οἱ τὸν ἐξ ἀρχῆς Τιμοθέου σκοπὸν εἰς ἔργον προαγαγεῖν σπουδάζοντες, οἱ μηδὲ ἐντοῖς ἀχράντοις ἐκείνοις σηκοῖς αὐτὸν ἀνεχόμενοι σώζεσθαι, οὔτε τὸ σέβας αἰδεσθέντες τοῦ τόπου οὔτε τὸν καιρόν — ἦν γὰρ τοῦ σωτηρίου πάσχα πανήγυρις — οὔτε τὴν ἱερωσύνην αὐτὴν φρίξαντες μεσιτεύουσαν θεῷ καὶ ἀνθρώποις, ἀποκτέννουσι τὸν ἀνεύθυνον, ἀποσφάττουσιν αὐτὸν ἀπηνῶσμετὰ καὶ ἄλλων ἕξ. Καὶ περιαγαγόντες τούτου τὸ λείψανον πανταχοῦ κατατετρωμένον, ὠμῶς τε περισύραντες
59
κατὰ πάντα σχεδὸν τόπον τῆς πόλεως καὶ καταπομπεύσαντες σχετλίως, ᾐκίζοντο ἀνηλεῶς τὸ τῶν πληγῶν οὐκ αἰσθανόμενον σῶμα διατεμόντες κατὰ μέλος, καὶ οὐδὲ τῶν ἐντὸς ἀπογεύεσθαι κατὰ τοὺς θῆρας φειδόμενοι ἐκείνου, ὃν ἔχειν μεσίτην θεοῦ καὶ ἀνθρώπων ἔναγχος ἐνομίσθησαν: πυρί τε παραδόντες τὸ ὑπολειφθὲν αὐτοῦ σῶμα τὴν ἐκ τούτου κόνιν τοῖς ἀνέμοις παρέπεμπον, θηρίων πᾶσαν ὑπερακοντίσαντες ἀγριότητα. Ὧν ἁπάντων αἴτιος καὶ τῶν κακῶν σοφὸς οἰκοδόμος καθειστήκει Τιμόθεος. Τῷ μέντοι γε Ζαχαρίᾳ τὰ περὶ τούτων διηγουμένῳ [*](Zacharias iv 2) δοκεῖ πεπρᾶχθαι μὲν τὰ τούτων πλείω, ἐξ αἰτίας δὲ Προτερίου μεγίστας ταραχὰς τῇ Ἀλεξανδρέων ἐμποιήσαντος, καὶ οὐκ ἐκ τοῦ δήμου ταῦτα τετολμῆσθαι, ἀλλ̓ ἔκ τινων στρατιωτικῶν, ἐξ ἐπιστολῆς Τιμοθέου πιστούμενος πρὸς Λέοντα γεγενημένης. Τούτοις μὲν οὖν ἐπιθήσων δίκην [*](Liberat. xv) Στήλας πρὸς τοῦ βασιλέως Λέοντος ἐκπέμπεται.

Ἐγκυκλίοις δὲ χρῆται γράμμασιν ὁ Λέων τῶν [*](Niceph. xv 17 Zacharias iv 5) ἀνὰ τὴν Ῥωμαϊκὴν πολιτείαν ἐπισκόπων πυνθανόμενος καὶ τῶν ἐν τῷ μοναδικῷ διαπρεπόντων βίῳ, περὶ τῆς ἐν Καλχηδόνι συνόδου καὶ τῆς Τιμοθέου τοῦ ἐπίκλην Αἰλούρου χειροτονίας, διαπεμψάμενος καὶ τὰ ἴσα τῶν ἐπιδεδομένων αὐτῷ δεήσεων ἔκ τε τῆς μοίρας Προτερίου ἔκ τε τῆς Τιμοθέου τοῦ Αἰλούρου. Σύγκειται δὲ τὰ ἐγκύκλια τούτοις τοῖς ῥήμασιν: Ἴσον θείου γράμματος τοῦ εὐσεβεστάτου βασιλέως Λέοντος, πεμφθέντος Ἀνατολίῳ ἐπισκόπῳ Κωνσταντινουπόλεως, καὶ τοῖς κατὰ τὴν οἰκουμένην ἅπασαν μητροπολίταις καὶ λοιποῖς ἐπισκόποις. Αὐτοκράτωρ Καῖσαρ Λέων, εὐσεβής, νικητής, τροπαιοῦχος, [*](Niceph. xv 18 Conc. vii 521) μέγιστος, ἀεισέβαστος, Αὔγουστος, Ἀνατολίῳ ἐπισκόπῳ.

60
Δἰ εὐχῆς μὲν ἦν τῇ ἐμῇ εὐσεβείᾳ ἁπάσας τὰς ὀρθοδόξους ἁγιωτάτας ἐκκλησίας, ἔτι γε μὴν καὶ τὰς ὑπὸ τὴν Ῥωμαίων πολιτείαν πόλεις μεγίστης ἡσυχίας ἀπολαύειν, μηδέν τε συμβαίνειν τὴν αὐτῶν κατάστασιν καὶ γαλήνην διαταράττειν. Οἶα δὲ κατὰ τὴν Ἀλεξανδρέωνἔναγχος συνέβη, εἰδέναι μὲν ἤδη πεπείσμεθα τὴν σὴν ὁσιότητα: ἵνα δὲ τελεώτερον περὶ πάντων διδαχθείης ποία αἰτία τοῦ τοσούτου θορύβου καὶ τῆς συγχύσεως γεγένηται, τὰ ἴσα τῶν δεήσεων ἃς οἱ εὐλαβέστατοι ἐπίσκοποι καὶ κληρικοὶ ἀπὸ τῆς προλεχθείσης πόλεωσκαὶ τῆς Αἰγυπτιακῆς διοικήσεως εἰς τὴν βασιλίδα Κωνσταντίνου πόλιν παραγενόμενοι κατὰ Τιμοθέου τῇ ἐμῇ εὐσεβείᾳ ἐκόμισαν, οὐ μὴν ἀλλὰ καὶ τὰ ἴσα τῶν δεήσεων ἃς εἰς τὸ θεῖον ἡμῶν στρατόπεδον ὑπὲρ Τιμοθέου ἀπὸ τῆς Ἀλεξανδρέων παραγενόμενοι τῇ ἡμετέρᾳ ἐπιδεδώκασιγαληνότητι, πρὸς τὴν σὴν θεοσέβειαν ἀπεστείλαμεν: ὥστε τί πέπρακται περὶ τοῦ εἰρημένου Τιμοθέου, ὃν ὅ τε τῆς Ἀλεξανδρέων δῆμος καὶ οἱ ἀξιωματικοὶ καὶ οἱ πολιτευόμενοι καὶ ναύκληροι ἐπίσκοπον ἑαυτοῖς αἰτοῦσι, καὶ περὶ τῶν ἄλλων πραγμάτων τῶν τῷ ὕφει τῶν δεήσεωνπεριεχομένων, καὶ πρὸς τούτοις, περὶ τῆς ἐν Καλχηδόνι συνόδου ᾗτινι οὐδαμῶς συναινοῦσι, καθὰ αἱ ὑποτεταγμέναι δεήσεις αὐτῶν σημαίνουσι, φανερῶς δυνηθῆναι μαθεῖν τὴν σὴν ὁσιότητα. Ἡ σὴ τοιγαροῦν εὐλάβεια ἅπαντας τοὺς ὀρθοδόξους ὁσίους ἐπισκόπους τοὺς ἐπὶ τοῦπαρόντος κατὰ τήνδε τὴν βασιλίδα πόλιν διάγοντας, ἔτι γε μὴν καὶ τοὺς εὐλαβεστάτους κληρικοὺς πρὸς ἑαυτὸν παραχρῆμα ποιησάτω συνελθεῖν: καὶ πάντων ἐπιμελῶς τρακτευθέντων καὶ δοκιμασθέντων, ἐπειδὴ νῦν ἡ Ἀλεξάνδρου πόλις τετάρακται, ἧστινος τῆς καταστάσεωσκαὶ τῆς ἡσυχίας μεγίστη ἐστὶν ἡμῖν φροντίς, εἴπατε τὸ δοκοῦν περὶ τοῦ προειρημένου Τιμοθέου καὶ τῆς ἐν
61
Καλχηδόνι συνόδου, ἄνευ τινὸς ἀνθρωπίνου φόβου καὶ δίχα χάριτος καὶ ἀπεχθείας, μόνον τὸν τοῦ παντοκράτορος θεοῦ φόβον πρὸ ὀφθαλμῶν τιθέμενοι, ἐπειδὴ ἴστε ὡς περὶ τοῦ πράγματος τούτου τῇ ἀχράντῳ θεότητι λόγον δώσετε, ἵνα περὶ πάντων δἰ ὑμετέρων γραμμάτων τελείως διδαχθέντες τὸν ἁρμόζοντα τύπον δοῦναι δυνηθῶμεν. Καὶ αὕτη μὲν πρὸς Ἀνατόλιον. Τὰ παραπλήσια δὲ [*](Niceph. xv 19 Theophan. 111) καὶ πρὸς τοὺς ἄλλους ἐπισκόπους γέγραφε, καὶ πρὸς τοὺς ἐπισήμους, ὡς λέλεκταί μοι, τῶν κατ̓ ἐκεῖνο καιροῦ τὸν ἄσκευον καὶ ἄϋλον διαθλευόντων βίον: ὧν ἦν καὶ [*](11) Συμεώνης, ὁ ἐπὶ κίονος πρῶτος τὴν στάσιν ἐξευρηκώς, οὗ καὶ κατὰ τὴν προτεραίαν ἱστορίαν ἐμνήσθημεν: εἰς οὓς καθειστήκεισαν Βαράδατος καὶ Ἰάκωβος οἱ Σύροι.

Τοιγαροῦν πρῶτος ὁ τῆς πρεσβυτέρας Ῥώμης [*](Niceph. xv 19 Conc. vi 323 Zacharias iv 5, 6, 7) ἐπίσκοπος Λέων ὑπέρ τε τῆς ἐν Καλχηδόνι συνόδου γέγραφε, τήν τε Τιμοθέου χειροτονίαν ἀπεδοκίμασεν ὡς ἀθέσμως γεγενημένην: ἥντινα τοῦ Λέοντος ἐπιστολὴν Λέων αὐτοκράτωρ Τιμοθέῳ διαπέμπεται τῷ τῆς Ἀλεξανδρέων προέδρῳ, Διομήδους σιλεντιαρίου τοῖς βασιλικοῖς κελεύσμασι διακονησαμένου. Πρὸς ὃν καὶ ἀντέγραψε Τιμόθεος μεμφόμενος τὴν ἐν Καλχηδόνι σύνοδον καὶ τὴν Λέοντος ἐπιστολήν. Ὧν τὰ ἀντίγραφα μὲν σώζεται ἐν τοῖς καλουμένοις ἐγκυκλίοις, ἐμοὶ δὲ παρεῖται ἵνα μὴ πλῆθος ἐπεισαγάγω τῷ παρόντι πόνῳ. Καὶ οἱ τῶν ἄλλων δὲ πόλεων ἐπίσκοποι τοῖς ἐν Καλχηδόνι τυπωθεῖσιν ἐνέμειναν, καὶ τὴν Τιμοθέου χειροτονίαν ἁπάσαις κατέκριναν ψήφοις: Ἀμφιλόχιος δὲ μόνος ὁ Σίδης ἐπιστολὴν [*](Ioh. Nikiu c. 88) γέγραφε πρὸς τὸν βασιλέα, καταβοῶσαν μὲν τῆς Τιμοθέου χειροτονίας, οὐκ ἀποδεχομένην δὲ τὴν ἐν Καλχηδόνι σύνοδον. Ἅπερ καὶ ταῦτα Ζαχαρίᾳ τῷ ῥήτορι πεπόνηται, [*](31) τῷ καὶ τὴν ἐπιστολὴν αὐτὴν Ἀμφιλοχίου ἐντεταχότι ἐν τῷ αὐτοῦ συντάγματι. Γράφει δὲ καὶ Συμεώνης ὁ τῆς

62
ὁσίας λήξεως περὶ τούτων ἐπιστολὰς δύο πρός τε Λέοντα τὸν αὐτοκράτορα, πρός τε Βασίλειον ἐπισκοποῦντα τὴν Ἀντιόχου: ὧν τὴν πρὸς Βασίλειον βραχυλογοῦσαν ἐντίθημι τῇδε μου τῇ συγγραφῇ, ὧδέ πως ἔχουσαν: Τῷ δεσπότῃ μου τῷ ὁσιωτάτῳ καὶ ἁγιωτάτῳ φιλοθέῳΒασιλείῳ ἀρχιεπισκόπῳ, ὁ ἁμαρτωλὸς καὶ ταπεινὸς Συμεώνης ἐν Κυρίῳ χαίρειν. [*](Ps. lxv 20) Νῦν εὔκαιρον εἰπεῖν, δέσποτα: Εὐλογητὸς ὁ θεός, ὃς οὐκ ἀπέστησε τὴν προσευχὴν ἡμῶν καὶ τὸ ἔλεος αὐτοῦ ἀφ̓ ἡμῶν τῶν ἁμαρτωλῶν. Δεξάμενος γὰρ τὰ γράμματατῆς ὑμετέρας ὁσιότητος ἐθαύμασα τὸν ζῆλον καὶ τὴν εὐσέβειαν τοῦ θεοφιλεστάτου ἡμῶν βασιλέως, τὴν πρὸς τοὺς ἁγίους πατέρας καὶ τὴν τούτων βεβαίαν πίστιν, ἣν ἐπέδειξε καὶ ἐπιδείκνυται: καὶ τοῦτο οὐκ ἐξ ἡμῶν τὸ [*](Eph. ii 8) δῶρον, καθὼς καὶ ὁ ἅγιος ἀπόστολος λέγει, ἀλλ̓ ἐκ θεοῦτοῦ ταύτην αὐτῷ δεδωκότος τὴν προθυμίαν διὰ τῶν ὑμετέρων εὐχῶν. Καὶ μετ̓ ὀλίγα: Διὸ κἀγὼ ὁ ταπεινὸς καὶ εὐτελής, τὸ ἔκτρωμα τῶν μοναχῶν, ἐγνώρισα τῇ αὐτοῦ βασιλείᾳ τὴν ἐμὴν πρόθεσιντὴν περὶ τὴν πίστιν τῶν ἁγίων πατέρων τῶν ἐν Καλχηδόνι συνεληλυθότων ἑξακοσίων τριάκοντα, ἐμμένων καὶ ὑποστηριζόμενος ὑπ̓ αὐτῆς τῆς ὑπὸ τοῦ ἁγίου πνεύματος [*](Matth. xviii 20) φανερωθείσης. Εἰ γὰρ μεταξὺ δύο ἢ τριῶν συνεληλυθότων διὰ τὸ ὄνομα αὐτοῦ πάρεστιν ὁ σωτήρ, πῶς μεταξὺτοσούτων καὶ τηλικούτων ἁγίων πατέρων ἐνεχώρει εἰ μὴ παρείη τὸ ἅγιον πνεῦμα; Καὶ μεθ̓ ἕτερα: [*](Iosua i 6) Διὸ ἴσχυε καὶ ἀνδρίζου ὑπὸ τῆς ἀληθοῦς εὐσεβείας, καθάπερ καὶ Ἰησοῦς ὁ τοῦ Ναυῆ ὁ δοῦλος Κυρίου ὑπὲρτοῦ λαοῦ. Πάντα τὸν ὑπὸ τὴν σὴν ὁσιότητα εὐλαβῆ κλῆρον καὶ τὸν εὐλογημένον καὶ πιστότατον λαὸν ἐξ ἐμοῦ προσειπεῖν παρακλήθητι.
63

Ἐπὶ τούτοις Τιμόθεος ἐξορίαν κατακρίνεται, [*](Niceph. xv 16 Zacharias iv 10 Theophan. 112) κελευσθεὶς καὶ αὐτὸς τὴν Γαγγρηνῶν οἰκεῖν. Οἱ δὲ οὖν τῆς Ἀλεξανδρέων διάδοχον Προτερίου Τιμόθεον ἐπίσκοπον ἕτερον προχειρίζονται: ὃν οἱ μὲν ἐκάλουν Βασιλικόν, οἱ δὲ Σαλοφακίαλον. Ἀνατολίου δὲ τελευτήσαντος, τὸν θρόνον τῆς βασιλευούσης διαδέχεται Γεννάδιος, καὶ μετ̓ αὐτὸν Ἀκάκιος, ὃς τοῦ καταγωγίου τῶν ὀρφανῶν προειστήκει κατὰ τὴν βασιλεύουσαν πόλιν.

Ἀνὰ δὲ τὸ δεύτερον ἔτος τῆς βασιλείας Λέοντος, [*](Niceph. xv 20 Malal. 369 Ioh. Nikiu c. 88) κλόνος τῆς γῆς ἐξαίσιος καὶ βρασμὸς ἀνὰ τὴν Ἀντιόχου γίνεται, τινῶν μὲν παρὰ τοῦ κατ̓ αὐτὴν δήμου προγεγενημένων, πρὸς πᾶσαν ἐκβακχευθέντων μανίαν πάσης τε θηριώδους ἐπέκεινα γενομένων γνώμης, ὥσπερ δὲ προοίμιον τοῖς τοιούτοις κακοῖς παρασχομένων: γίνεται γοῦν χαλεπώτατος ἕκτον καὶ πεντακοσιοστὸν ἔτος χρηματιζούσης τῆς πόλεως, περὶ τετάρτην ὥραν τῆς νυκτός, τετάρτην καὶ δεκάτην ἄγοντος ἡμέραν τοῦ Γορπιαίου μηνός, ὃν Σεπτέμβριον Ῥωμαῖοι προσαγορεύουσι, κυρίας ἐπικαταλαβούσης ἡμέρας, ἀνὰ τὴν ἑνδεκάτην ἐπινέμησιν τοῦ κύκλου, ἕκτος τυγχάνειν ἱστορούμενος, ἑπτὰ καὶ τεσσαράκοντα καὶ τριακοσίων διῳχηκότων ἐνιαυτῶν ἐξ ὅτου ὁ κατὰ Τραϊανὸν γέγονεν: ἐκεῖνος μὲν γὰρ ἔνατον καὶ πεντηκοστὸν καὶ ἑκατοστὸν ἀγούσης τῆς πόλεως ἔτος τῆς αὐτονομίας γέγονεν, ὁ δέ γε ἐπὶ Λέοντος, ἕκτον καὶ πεντακοσιοστόν, ὡς τοῖς φιλοπονήσασιν ἐκτέθειται. Οὗτος τοίνυν ὁ σεισμὸς τῆς καινῆς τὰς οἰκίας ἁπάσας σχεδὸν καταβέβληκε, πολυανθρώπου ταύτης γεγενημένης, καὶ οὐδὲν ἐχούσης ἔρημον ἢ ὅλως ἠμελημένον, ἀλλὰ καὶ λίαν ἐξησκημένης τῇ φιλοτιμίᾳ τῶν βασιλέων πρὸς ἀλλήλους ἁμιλλωμένων. Τῶν τε βασιλείων ὁ πρῶτος καὶ δεύτερος οἶκος κατεβλήθησαν, τῶν ἄλλων σὺν τῷ παρακειμένῳ βαλανείῳ μεινάντων, τῷ γε καὶ λούσαντι τὴν πόλιν παρὰ

64
τὴν συμφορὰν ἐκ τῆς πρότερον ἀχρηστίας, ἀνάγκῃ τῶν τοῖς ἄλλοις βαλανείοις συμβεβηκότων. Κατέρριψε δὲ καὶ τὰς στοὰς τὰς πρὸ τῶν βασιλείων καὶ τὸ ἐπ̓ αὐταῖς τετράπυλον, καὶ τοῦ ἱπποδρομίου δὲ τοὺς περὶ τὰς θύρας πύργους, καὶ τινας τῶν ἐπ̓ αὐταῖς στοῶν. Κατὰ δὲ τὴνπαλαιὰν τῶν μὲν στοῶν ἢ οἰκημάτων πτῶσις ὅλως οὐκ ἔψαυσε, τῶν δὲ Τραϊανοῦ καὶ Σευήρου καὶ Ἀδριανοῦ βαλανείων μικρὰ κατασείσας ἀνέτρεψε. Καὶ τῆς γε Ὀστρακίνης οὕτω καλουμένης γειτονίας τινὰ συγκατέβαλε σὺν καὶ ταῖς στοαῖς καὶ τὸ καλούμενον Νυμφαῖονῥίψας. Ὧν τὸ καθ̓ ἕκαστον περιέργως Ἰωάννῃ ἱστόρηται τῷ ῥήτορι. Φησὶ δ̓ οὖν ὡς χίλια χρυσίου τάλαντα πρὸς τοῦ βασιλέως ἐκ τῶν φόρων ἀφείθη τῇ πόλει, καὶ τοῖς δὲ πολιτευταῖς τῶν ἠφανισμένων τῷ πάθει τὰ τέλη: ἐπιμελήσασθαι δὲ τοῦτον καὶ τῶν δημοσίων οἰκοδομῶν.

Συνηνέχθη δὲ τούτοις ὅμοια ἢ καὶ δεινότερα ἀνὰ [*](Niceph. xv 21 Theod. Lect. i 23 Malal. 372 Cedren. i 609 Zonar. iii 252 Metaphr. PG 116, 1004) τὴν Κωνσταντινούπολιν, ἀρχῆς τοῦ κακοῦ γενομένης ἐν τῷ παραθαλασσίῳ τῆς πόλεως μέρει, ὅπερ βοὸς καλοῦσι πόρον. Ἱστόρηται δὲ ὡς κατὰ τὰς ἐπιλυχνίους ὥρας δαίμων τις κακοῦργος παλαμναῖος γυναικὶ εἰκασθείς, εἴτεκαὶ ταῖς ἀληθείαις γυνὴ χερνῆτις ὑπὸ δαίμονος οἰστρουμένη — λέγεται γὰρ ἐπ̓ ἀμφότερα — , λύχνον πρὸς παντοπώλιον ἐνεγκεῖν ὠνησομένη τι τῶν τεταριχευμένων, τεθέντος δ̓ αὖ τοῦ λύχνου τὸ γύναιον ὑπαναχωρῆσαι: τὸ δέ γε πῦρ στυππίου λαβόμενον φλόγα μεγίστηνἐξᾶραι, λόγου τε θᾶττον ἐμπρῆσαι τὸ οἴκημα: ἐκ τούτου δὲ τὰ παρακείμενα ῥᾴδιον ἀφανισθῆναι, τοῦ πυρὸς ἀμφινεμομένου οὐ μόνον τὰ εὐέξαπτα ἀλλὰ καὶ τὰς ἐκ λίθων οἰκοδομίας, καὶ ἄχρι τετάρτης ἡμέρας διαμείναντος, καὶ πᾶσαν ἄμυναν ὑπερβεβηκότος, τὸ μεσαίτατον ἅπαν τῆσπόλεως ἀπὸ τοῦ ἀρκτῴου μέχρι τοῦ νοτίου κλίματος δαπανηθῆναι, ἐπὶ πέντε μὲν σταδίους τὸ μῆκος, δεκατέσσαρας δὲ τὸ πλάτος: ὡς μηδὲν μεταξὺ καταλειφθῆναι

65
μὴ δημοσίων μὴ ἰδιωτικῶν οἰκοδομιῶν, μὴ κίονας, μὴ τὰς ἐκ λίθων ψαλίδας, ἀλλὰ πᾶσαν ἀπεσκληκυῖαν ὕλην ὥσπερ τι τῶν εὐεξάπτων κατακαυθῆναι. Τοῦτο δὲ τὸ κακὸν γενέσθαι ἐν μὲν τῷ βορείῳ κλίματι, ἐν ᾧ καὶ νεώρια τῆς πόλεως καθεστᾶσιν, ἀπὸ τοῦ καλουμένου βοὸς πόρου μέχρι τοῦ παλαιοῦ Ἀπόλλωνος ἱεροῦ, ἐν δὲ τῷ νοτίῳ ἀπὸ τοῦ Ἰουλιανοῦ λιμένος μέχρις οἰκιῶν οὐ πολὺ κειμένων τοῦ εὐκτηρίου τῆς ἐπίκλην Ὁμονοίας ἐκκλησίας, ἐν δὲ τῷ μεσαιτάτῳ τῆς πόλεως μέρει ἀπὸ τοῦ Κωνσταντίνου προσαγορευομένου φόρου μέχρι τῆς τοῦ Ταύρου καλουμένης ἀγορᾶς, οἰκτρὸν πᾶσι θέαμα καὶ εἰδεχθέστατον. Ὅσα γὰρ ἐπῃώρητο τῇ πόλει κάλλη, ἢ πρὸς τὸ μεγαλοπρεπὲς καὶ ἀπαράβλητον ἐξησκημένα, ἢ πρὸς κοινὰς ἢ ἰδιωτικὰς καλοῦντα χρείας, ὑφ̓ ἓν ἐς ὄρη τε καὶ βουνοὺς ἀπεσχεδιάσθη δυσβάτους τε καὶ δυσδιαπορεύτους καὶ παντοίων ὑλῶν πλήρεις, τὴν προτέραν συγχέοντας ὄψιν: ὡς μηδὲ τοῖς οἰκήτορσι τὸν τόπον ἐπιτρέπειν εἰδέναι τί τε ἢ ὅπη τῶν προτέρων ἐτύγχανεν ὤν.

Ὑπὸ τοῖς αὐτοῖς χρόνοις, τοῦ Σκυθικοῦ πολέμου [*](Niceph. xv 20 Priscus FHG iv 110) συνισταμένου πρὸς τοὺς ἑῴους Ῥωμαίους, ἥ τε Θρᾳκία γῆ καὶ ὁ Ἑλλήσποντος ἐσείσθη, καὶ Ἰωνία καὶ αἱ καλούμεναι Κυκλάδες νῆσοι, ὡς Κνίδου καὶ τῆς Κρητῶν νήσου τὰ πολλὰ κατενεχθῆναι. Καὶ ὄμβρους δὲ ἐξαισίους ὁ Πρίσκος ἱστορεῖ γενέσθαι ἀνὰ τὴν Κωνσταντινούπολιν καὶ τὴν Βιθυνῶν χώραν, ἐπὶ τρεῖς καὶ τέσσαρας ἡμέρας ποταμηδὸν τῶν ὑδάτων ἐξ οὐρανοῦ φερομένων: καὶ ὄρη μὲν εἰς πεδία κατενεχθῆναι, κατακλυσθείσας δὲ κώμας παραπολέσθαι, γενέσθαι δὲ καὶ νήσους ἐν τῇ Βοάνῃ λίμνῃ, οὐ μακρὰν τῆς Νικομηδείας ἀφεστώσης, ἐκ τῶν συνενεχθέντων ἐς αὐτὴν παμπόλλων φορυτῶν. Ἀλλὰ ταῦτα μὲν ὕστερον ἐπράχθη.

66

Λέων δὲ γαμβρὸν ἐπὶ θυγατρὶ Ἀριάδνῃ προσλαμβάνεται [*](Niceph. xv 27 Eustath. Ep. FHG iv 139 Hermes vi 371) Ζήνωνα, Ἀρικμήσιον μὲν ἐκ σπαργάνων καλούμενον, μετὰ δὲ τοῦ γάμου καὶ τὴν προσηγορίαν προσκτησάμενον ἔκ τινος παρὰ τοῖς Ἰσαύροις ἐς μέγα κλέος ἐληλυθότος οὕτω προσαγορευομένου. Ὅθεν δὲπροήχθη οὗτος ὁ Ζήνων, τίνος τε χάριν πάντων παρὰ τοῦ Λέοντος προεκρίθη, Εὐσταθίῳ ἐκτέθειται τῷ Σύρῳ.

Ἐκ πρεσβείας δὲ τῶν ἑσπερίων Ῥωμαίων, Ἀνθέμιος [*](Niceph. xv 11 Theophan. 114 Malal. 371, et Hermes vi 369 Procop. i 336) βασιλεὺς τῆς Ῥώμης ἐκπέμπεται: ᾧ Μαρκιανὸς ὁ πρώην βεβασιλευκὼς τὴν οἰκείαν κατενεγγύησε παῖδα. Ἐκπέμπεται δὲ στρατηγὸς κατὰ Γιζερίχου Βασιλίσκος, ὁ τῆς Λέοντος γυναικὸς Βερίνης ἀδελφός, μετὰ στρατευμάτων ἀριστίνδην συνειλεγμένων. Ἅπερ ἀκριβέστατα [*](Priscus FHG iv 100 Theophan. 117 Procop. i 340 Zonar. iii 251) Πρίσκῳ τῷ ῥήτορι πεπόνηται: ὅπως τε δόλῳ περιελθὼν ὁ Λέων μισθὸν ὥσπερ ἀποδιδοὺς τῆς ἐς αὐτὸν προαγωγῆσἀναιρεῖ Ἄσπαρα τὴν ἀρχὴν αὐτῷ περιθέντα, παῖδάς τε αὐτοῦ Ἀρταβούριόν τε καὶ Πατρίκιον, ὃν Καίσαρα πεποίητο πρότερον ἵνα τὴν Ἄσπαρος εὔνοιαν κτήσηται. [*](Joh. Antioch. FHG iv 617 Theophan. 119 Zacharias iii 12) Μετὰ δὲ τὴν τοῦ Ἀνθεμίου σφαγὴν πέμπτον ἔτος τῆς Ῥώμης βασιλεύσαντος, ὑπὸ Ῥεκίμερος βασιλεὺς Ὀλύβριοσἀναγορεύεται, καὶ μετ̓ αὐτὸν βασιλεὺς προχειρίζεται Γλυκέριος. Ὃν ἐκβαλὼν Νέπως μετὰ πέμπτον ἔτος τῆς ἀρχῆς κρατεῖ, ἐπίσκοπόν τε Ῥωμαίων τὸν Γλυκέριον εἰς Σάλωνα πόλιν τῆς Δαλματίας χειροτονεῖ: ἐκβάλλεταί τε ὑπὸ Ὀρέστου, καὶ μετ̓ ἐκεῖνον ὁ τούτουπαῖς Ῥωμύλλος ὁ ἐπίκλην Αὐγουστοῦλος, ὃς ἔσχατος τῆς Ῥώμης αὐτοκράτωρ κατέστη, μετὰ τρεῖς καὶ τριακοσίους

67
καὶ χιλίους ἐνιαυτοὺς τῆς Ῥωμύλου βασιλείας. Μεθ̓ ὃν Ὀδόακρος τὰ Ῥωμαίων μεταχειρίζεται πράγματα, τῆς μὲν βασιλέως προσηγορίας ἑαυτὸν ἀφελών, ῥῆγα δὲ προσειπών.

Κατὰ τοῦτον τὸν χρόνον Λέων ὁ βασιλεὺς ἐν [*](Niceph. xv 29 Theophan. 120 Cramer. An. Par. ii 105 Malal. 375 Zonar. iii 254)Βυζαντίῳ τὴν βασιλείαν ἀποτίθεται, ἑπτὰ καὶ δέκα ταύτην ἔτη ἰθύνας, Λέοντα τῆς ἑαυτοῦ θυγατρὸς Ἀριάδνης καὶ Ζήνωνος υἱὸν ὄντα νήπιον βασιλέα χειροτονήσας. Μεθ̓ ὃν Ζήνων ὁ πατὴρ τὸ ἁλουργὲς σχῆμα περιτίθεται, Βερίνης τῆς Λέοντος γυναικὸς ὡς γαμβρῷ συνεπιλαβούσης. Τελευτήσαντος δὲ τοῦ παιδὸς μετὰ χρόνον βραχύν, ὁ Ζήνων μόνος διέμεινε κρατῶν τῆς ἡγεμονίας. Ἃ δὲ πρὸς αὐτοῦ ἢ κατ̓ αὐτοῦ πέπρακται, καὶ ὅσα ἕτερα συνηνέχθη, τὰ ἑξῆς παραστήσει, τοῦ κρείττονος ἐπινεύσαντος. Τέλος τοῦ δευτέρου λόγου.

Εἰσὶν ὡς ἐν ἐπιτομῇ τὰ ἐν τῇ συνόδῳ τῇ ἐν Καλχηδόνι συλλεγείσῃ κεκινημένα ἐν τούτοις: Τὸν τόπον Λέοντος ἀρχιερέως τῆς πρεσβυτέρας [*](Conc. vi 581 Niceph. xv 30) Ῥώμης ἐπλήρουν Πασκασῖνος καὶ Λουκένσιος ἐπίσκοποι, καὶ Βονιφάτιος πρεσβύτερος: Ἀνατολίου τῆς Κωνσταντίνου προεδρεύοντος, καὶ τῆς Ἀλεξανδρέων Διοσκόρου ἐπισκοποῦντος, Μαξίμου τε αὖ Ἀντιοχείας, καὶ Ἰουβεναλίου Ἱεροσολύμων, καὶ τῶν ἀμφ̓ αὐτοὺς ἐπισκόπων: οἷς παρῆσαν οἱ τὰ κορυφαῖα τῆς ὑπερφυοῦς γερουσίας ἔχοντες. Πρὸς οὓς οἱ τὸν τόπον πληροῦντες Λέοντος ἔφασκον μὴ δεῖν Διόσκορον συγκάθεδρον σφίσι γενέσθαι: τοῦτο γὰρ αὐτοῖς ἐπιτρέψαι τὸν Λέοντα: ἢ εἰ τοῦτο μὴ γένηται, αὐτοὺς ἔξω τῆς ἐκκλησίας γίνεσθαι. Καὶ πυθομένης τῆς γερουσίας τί τὰ ἐπαγόμενα τῷ Διοσκόρῳ εἴη, διεξῆλθον λόγον ὀφείλειν τὸν Διόσκορον δοῦναι τῆς ἰδίας κρίσεως, πρόσωπον κριτοῦ παρὰ τὸ εἰκὸς ἀνειληφότα τῆς ἐπιτροπῆς

68
ἄνευ τοῦ τὴν ἐπισκοπὴν Ῥώμης πρυτανεύοντος. Ὧν εἰρημένων, καὶ Διοσκόρου κρίσει τῆς συγκλήτου ἀνὰ τὸν μέσον καθεσθέντος χῶρον, Εὐσέβιος ὁ τοῦ Δορυλαίου ἐπίσκοπος ἐξῄτει τὰς ἐπιδεδομένας παῤ αὐτοῦ τῇ βασιλείᾳ δεήσεις ἀναγνωσθῆναι, φήσας ἐπὶ λέξεως ταῦτα:[*](Conc. vi 584) Ἠδίκημαι παρὰ Διοσκόρου, ἠδίκηται ἡ πίστις, ἐφονεύθη Φλαβιανὸς ὁ ἐπίσκοπος, ἅμα ἐμοὶ ἀδίκως καθῃρέθη παῤ αὐτοῦ: κελεύσατε τὰς δεήσεις μου ἀναγνωσθῆναι. Οὗ δὴ διαλαληθέντος γενέσθαι. ἡ δέησις ἀναγνώσεως ἔτυχε ταυτὶ φθεγγομένη τὰ ῥήματα:Παρὰ Εὐσεβίου τοῦ ἐλαχίστου ἐπισκόπου Δορυλαίου, ποιουμένου τὸν λόγον ὑπέρ τε ἑαυτοῦ καὶ τῆς ὀρθοδόξου πίστεως, καὶ ὑπὲρ τοῦ ἐν ἁγίοις Φλαβιανοῦ τοῦ γενομένου ἐπισκόπου Κωνσταντινουπόλεως. [*](Ibid.) Σκοπὸς τῷ ὑμετέρῳ κράτει ἁπάντων μὲν τῶν ὑπηκόωνπρονοεῖν καὶ χεῖρα ὀρέγειν ἅπασι τοῖς ἀδικουμένοις, μάλιστα δὲ τοῖς εἰς ἱερωσύνην τελοῦσι, καὶ ἐν τούτῳ τὸ θεῖον θεραπεύοντες, παῤ οὖ τὸ βασιλεύειν ὑμῖν καὶ κρατεῖν τῶν ὑφ̓ ἥλιον δεδώρηται. Ἐπεὶ οὖν πολλὰ καὶ δεινὰ παρὰ πᾶσαν ἀκολουθίαν ἡ εἰς Χριστὸν πίστις καὶἡμεῖς πεπόνθαμεν παρὰ Διοσκόρου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Ἀλεξανδρέων μεγαλοπόλεως, πρόσιμεν τῇ ὑμετέρᾳ εὐσεβείᾳ τῶν δικαίων ἀξιοῦντες τυχεῖν. Τὰ δὲ τοῦ πράγματος ἐν τούτοις: ἐπὶ τῆς ἔναγχος γενομένης συνόδου ἐν τῇ Ἐφεσίων μητροπόλει — ἣν ὄφελόν γεἦν μὴ γενέσθαι, ἵνα μὴ κακῶν καὶ ταραχῆς τὴν οἰκουμένην ἐμπλήσῃ — ὁ χρηστὸς Διόσκορος παῤ οὐδὲν θέμενος τὸν τοῦ δικαίου λόγον καὶ τὸν τοῦ θεοῦ φόβον, ὁμόδοξος ὢν καὶ ὁμόφρων Εὐτυχοῦς τοῦ ματαιόφρονος καὶ αἱρετικοῦ, λανθάνων δὲ τοὺς πολλούς, ὡς ὕστερον ἑαυτὸν ἐφανέρωσεν,εὑρὼν καιρὸν τὴν γεγενημένην παῤ ἐμοῦ κατὰ Εὐτυχοῦς ὁμοδόξου αὐτοῦ κατηγορίαν καὶ τὴν ἐπ̓ αὐτῷ ἐξενεχθεῖσαν ψῆφον παρὰ τοῦ τῆς ὁσίας λήξεως Φλαβιανοῦ ἐπισκόπου, πλῆθος ἀτάκτων ὄχλων συναγαγὼν καὶ
69
δυναστείαν ἑαυτῷ διὰ χρημάτων πορισάμενος, τὴν εὐσεβῆ θρησκείαν τῶν ὀρθοδόξων τό γε ἧκον εἰς αὐτὸν ἐλυμήνατο, καὶ τὴν κακοδοξίαν Εὐτυχοῦς τοῦ μονάζοντος, ἥτις ἄνωθεν καὶ ἐξ ἀρχῆς παρὰ τῶν ἁγίων πατέρων ἀπεκηρύχθη, ἐβεβαίωσεν. Ἐπεὶ οὖν οὐ μικρὰ τὰ τετολμημένα αὐτῷ κατά τε τῆς εἰς Χριστὸν πίστεως καὶ καθ̓ ἡμῶν, δεόμεθα καὶ προσπίπτομεν τῷ ὑμετέρῳ κράτει θεσπίσαι τὸν αὐτὸν εὐλαβέστατον ἐπίσκοπον Διόσκορον ἀπολογήσασθαι τοῖς παῤ ἡμῶν αὐτῷ ἐπαγομένοις: δηλαδὴ τῶν παῤ αὐτοῦ καθ̓ ἡμῶν πεπραγμένων ὑπομνημάτων ἀναγινωσκομένων ἐπὶ τῆς ἁγίας συνόδου, δἰ ὧν δυνάμεθα ἀποδεῖξαι αὐτὸν καὶ ἀλλότριον τῆς ὀρθοδόξου πίστεως, καὶ αἵρεσιν ἀσεβείας πεπληρωμένην κρατύναντα, καὶ ἀδίκως ἡμᾶς καθελόντα καὶ τὰ δεινὰ ἡμᾶς κατειργασμένον: θείων καὶ προσκυνουμένων ὑμῶν μανδάτων καταπεμπομένων τῇ ἁγίᾳ καὶ οἰκουμενικῇ συνόδῳ τῶν θεοφιλεστάτων ἐπισκόπων, ἐφ̓ ᾧ τε ἡμῶν καὶ τοῦ προειρημένου Διοσκόρου διακοῦσαι, καὶ ἀνενεγκεῖν εἰς γνῶσιν τῆς ὑμετέρας εὐσεβείας πάντα τὰ πραττόμενα πρὸς τὸ παριστάμενον τῇ ἀθανάτῳ ὑμῶν κορυφῇ. Καὶ τούτου τυχόντες ἀδιαλείπτους εὐχὰς ἀναπέμψομεν ὑπὲρ τοῦ αἰωνίου ὑμῶν κράτους, θειότατοι βασιλεῖς. Ἐκ κοινῆς τοίνυν δεήσεως Διοσκόρου τε καὶ Εὐσεβίου, [*](Conc. vi 585) τὰ ἐν τῇ δευτέρᾳ ἐν Ἐφέσῳ συνόδῳ πεπραγμένα διὰ τῆς ἀναγνώσεως ἐδηλοῦντο: δἰ ὧν ἐδείκνυτο τὴν ἐπιστολὴν [*](Ibid. 616) Λέοντος μὴ ἀναγνωσθῆναι, καὶ ταῦτα διαλαλιᾶς ἐνεχθείσης ἅπαξ καὶ δὶς περὶ τούτου. Ἐφ̓ οἶς Διόσκορος τὴν αἰτίαν ἀπαιτηθεὶς εἰπεῖν, διεξῆλθεν ἅπαξ καὶ δὶς τοῦτο διαλαλῆσαι γενέσθαι, ᾔτησέ τε καὶ Ἰουβενάλιον τὸν Ἱεροσολύμων ἐπίσκοπον καὶ Θαλάσσιον τῆς πρώτης Καππαδοκῶν Καισαρείας τὰ περὶ τούτων διασαφῆσαι: σὺν αὐτῷ γὰρ καὶ τούτους τὴν αὐθεντίαν λαβεῖν. Ἰουβενάλιος μὲν οὖν ἔφησεν ὡς θείου γράμματος ἡγησαμένου διελάλησεν ἐκεῖνο τῇ ἀναγνώσει καθυποβληθῆναι, ὕστερον
70
δὲ μηδένα τῆς ἐπιστολῆς μνημονεῦσαι: Θαλάσσιος δέ, μὴ κωλῦσαι ταύτην ἀναγνωσθῆναι, μηδὲ τοσαύτην ἐσχηκέναι παρρησίαν ὥστε καὶ μόνον οἷόν τε γενέσθαι τυπῶσαι τὴν ἀνάγνωσιν προελθεῖν. [*](Conc. vi 624) Τῆς τοίνυν τῶν πεπραγμένων ἀναγνώσεως προϊούσης,καί τινων ῥήσεων ὡς πλαστῶν ἐπιλαβομένων ἐνίων τῶν ἐπισκόπων, ἐρωτηθεὶς Στέφανος ὁ τῆς Ἐφεσίων πρόεδρος τίνες τῶν ὑπογραφόντων αὐτῷ τηνικαῦτα συνεξελάμβανον, διεξῆλθεν Ἰουλιανὸν ὑπογράψαι αὐτῷ ἐπίσκοπον ὕστερον γενόμενον Λεβήδου καὶ Κρισπῖνον: τοὺς δέ γεὑπογράφοντας Διοσκόρῳ τοῦτο μὴ συγχωρῆσαι γενέσθαι, ἀλλὰ καὶ τοὺς δακτύλους ἐπιλαβέσθαι τῶν ὑπογραφόντων, ὡς καὶ τὰ αἴσχιστα αὐτοὺς κινδυνεῦσαι παθεῖν. Ὁ αὐτὸς τοίνυν Στέφανος κατέθετο ἐν μιᾷ καὶ τῇ αὐτῇ ἡμέρᾳ τῇ καθαιρέσει τοῦ Φλαβιανοῦ ὑποσημήνασθαι. Τούτοισἐπῆγεν Ἀκάκιος Ἀριαραθείας ἐπίσκοπος ἀγράφῳ χάρτῃ πάντας ὑπογράψαι πρὸς βίας τε καὶ ἀνάγκης, μυρίοις κακοῖς περιβληθέντας, στρατιωτῶν αὐτοὺς μετὰ φονικῶν ὀργάνων περιστοιχισάντων. [*](Ibid. 628) Εἶτα πάλιν ἑτέρας φάσεως ἀνεγνωσμένης, Θεόδωροσἐπίσκοπος Κλαυδιουπόλεως ἔφη μηδένα ταῦτα φθέγξασθαι. [*](Ibid. 633) Προκοπτούσης δὲ καὶ οὕτως τῆς ἀναγνώσεως, ἐπειδή τι χωρίον περιεῖχεν Εὐτυχῆ διεξελθεῖν: Καὶ τοὺς λέγοντας τὴν σάρκα τοῦ θεοῦ καὶ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐξ οὐρανῶν κατεληλυθέναι, Εὐσέβιονἔλεγε τὰ γράμματα πρὸς ταῦτα διεξελθεῖν ὡς εἰρήκει μὲν τὸ ἐξ οὐρανῶν, οὐ προστέθεικε δὲ πόθεν: ἐπεῖξαι δὲ Διογένην ἐπίσκοπον Κυζίκου: Πόθεν οὖν; εἰπέ, καὶ μὴ συγχωρηθῆναι αὐτοὺς περαιτέρω τούτων ἐπιζητῆσαι. Εἶτα δηλοῦσι τὰ αὐτὰ πεπραγμένα Βασίλειον μὲν ἐπίσκοπον[*](Ibid. 636) Σελευκείας Ἰσαυρίας εἰπεῖν: Προσκυνῶ τὸν ἕνα κύριον
71
ἡμῶν Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ τὸν μόνον θεὸν Λόγον μετὰ τὴν σάρκωσιν καὶ τὴν ἕνωσιν ἐν δύο φύσεσι γνωριζόμενον, καὶ πρὸς ταῦτα τοὺς Αἰγυπτίους ἀναβοῆσαι: Τὸν ἀμέριστον μηδεὶς χωριζέτω, τὸν ἕνα υἱὸν οὐ δεῖ λέγειν δύο, τοὺς δὲ Ἀνατολικοὺς κραυγάσαι: Ἀνάθεμα τῷ μερίζοντι, ἀνάθεμα τῷ διαιροῦντι. Ἐρωτηθῆναι δὲ τὸν [*](Conc. vi 637) Εὐτυχῆ τὰ αὐτὰ πεπραγμένα λέγει εἴ φησι δύο φύσεις ἐν τῷ Χριστῷ, εἰπεῖν τε ἐκεῖνον ἐκ δύο μὲν φύσεων εἰδέναι τὸν Χριστὸν πρὸ τῆς ἑνώσεως, μετὰ δὲ τὴν ἕνωσιν, μίαν: εἰπεῖν τε Βασίλειον ὡς εἰ μὴ μετὰ τὴν ἕνωσιν ἀχωρίστους καὶ ἀσυγχύτους λέγει δύο φύσεις, σύγχυσιν λέγει καὶ σύγκρασιν: εἰ μέντοι προσθήσει σεσαρκωμένην καὶ ἐνανθρωπήσασαν, καὶ νοήσει παραπλησίως Κυρίλλῳ τὴν σάρκωσιν καὶ τὴν ἐνανθρώπησιν, τὰ αὐτὰ λέγειν αὐτοῖς: ἄλλο μὲν γάρ τι εἶναι τὴν θεότητα τὴν ἐκ τοῦ πατρός, ἄλλο δέ τι τὴν ἀνθρωπότητα τὴν ἐκ τῆς μητρός. Ὧν ἐρωτηθέντων ὅτου οὖν χάριν τῇ καθαιρέσει τῇ κατὰ Φλαβιανοῦ ὑπέγραψαν, τοὺς Ἀνατολικοὺς δηλοῦσι τὰ γράμματα βοῆσαι: Πάντες ἡμάρτομεν, πάντες συγγνώμην [*](Ibid.) αἰτοῦμεν. Εἶτα πάλιν ἡ ἀνάγνωσις προκόπτουσα δηλοῖ τοὺς ἐπισκόπους ἐρωτηθῆναι τίνος χάριν τὸν Εὐσέβιον εἰσελθεῖν βουληθέντα οὐκ εἴασαν. Πρὸς ἃ [*](Ibid. 644) Διόσκορος ἔφη κομμονιτώριον τὸν Ἐλπίδιον ἐπιφέρεσθαι, κἀκεῖνον διαβεβαιώσασθαι Θεοδόσιον κελεῦσαι τὸν βασιλέα τὸν Εὐσέβιον παρόδου μὴ τυχεῖν. Τὰ αὐτὰ καὶ Ἰουβενάλιον εἰπεῖν δηλοῦσι τὰ πεπραγμένα. Ὁ μέντοι γε Θαλάσσιος ἔφη τὴν αὐθεντίαν μὴ ἔχειν. Ἅπερ πρὸς τῶν ἀρχόντων καταγνώσεως ἔτυχε: μηδὲ γὰρ ἀπολογίαν εἶναι ταύτην πίστεως προκειμένης. Ἐφ̓ οἶς τὸν Διόσκορον μέμψασθαι δηλοῦσι τὰ κεκινημένα διεξελθόντα: Νῦν ποῖοι κανόνες σώζονται, ὅτι ἐσῆλθε Θεοδώρητος; τήν τε
72
σύγκλητον ἀποφήνασθαι ὡς κατήγορον Θεοδώρητον εἰσελθεῖν. Ἐπισημήνασθαί τε Διόσκορον ὡς ἐν τάξει ἐπισκόπου καθέζεται: καὶ τὴν σύγκλητον πάλιν εἰπεῖν ὡς καὶ Εὐσέβιος καὶ Θεοδώρητος κατηγόρων τάξιν ἐπέχουσιν, ὥσπερ οὖν καὶ Διόσκορος κατηγορουμένου τάξινἐκληρώσατο. Πάντων τοίνυν τῶν κατὰ τὴν δευτέραν σύνοδον τῶν ἐν Ἐφέσῳ ἀνεγνωσμένων, καὶ τῆς ἀποφάσεως αὐτῆς κατὰ Φλαβιανοῦ καὶ Εὐσεβίου ὡσαύτως ἀναγινωσκομένης, [*](Conc. vi 908) πρὸς τῇ ῥήσει ἔνθα γε Ἱλάριος ἐπίσκοπος εἶπεν, οἱτῆς ἀνατολῆς ἐπίσκοποι καὶ οἱ σὺν αὐτοῖς ἐβόησαν: Ἀνάθεμα Διοσκόρῳ. Ταύτῃ τῇ ὥρᾳ καθεῖλε, ταύτῃ τῇ ὥρᾳ καθαιρεθῇ. Ἅγιε Κύριε, σὺ αὐτὸν ἐκδίκησον. Ὀρθόδοξε βασιλεῦ, σὺ αὐτὸν ἐκδίκησον. Λέοντος πολλὰ τὰ ἔτη. Τοῦ πατριάρχου πολλὰ τὰ ἔτη. Εἶτα καὶ τῶνἑξῆς ἀνεγνωσμένων, τῶν δηλούντων πάντας τοὺς συνειλεγμένους ἐπισκόπους συναινέσαι τῇ καθαιρέσει Φλαβιανοῦ καὶ Εὐσεβίου, οἱ ἐνδοξότατοι ἄρχοντες διελάλησαν ἐπὶ λέξεως οὕτως: [*](Ibid. 936) Περὶ μὲν τῆς ὀρθοδόξου καὶ καθολικῆς πίστεωστελειότερον συνόδου γενομένης τῇ ὑστεραίᾳ ἀκριβεστέραν ἐξέτασιν δεῖν γενέσθαι συνορῶμεν. Ἐπειδὴ δὲ Φλαβιανὸς ὁ τῆς εὐσεβοῦς μνήμης καὶ Εὐσέβιος ὁ εὐλαβέστατος ἐπίσκοπος, ἐκ τῆς τῶν πεπραγμένων καὶ διαγνωσθέντων ἐρεύνης καὶ αὐτῆς τῆς φωνῆς τῶν γενομένων ἐξάρχων τῆστότε συνόδου ὁμολογησάντων ἐσφάλθαι καὶ μάτην αὐτοὺς καθῃρηκέναι, οὐδὲν περὶ τὴν πίστιν σφαλέντες δείκνυνται, ἀδίκως δὲ καθαιρεθέντες, φαίνεται ἡμῖν κατὰ τὸ τῷ θεῷ ἀρέσκον δίκαιον εἶναι, εἰ παρασταίη τῷ θειοτάτῳ καὶ εὐσεβεστάτῳ ἡμῶν δεσπότῃ, τῷ αὐτῷ ἐπιτιμίῳ Διόσκοροντὸν εὐλαβέστατον ἐπίσκοπον Ἀλεξανδρείας, καὶ Ἰουβενάλιον τὸν εὐλαβέστατον ἐπίσκοπον Ἱεροσολύμων,
73
καὶ Θαλάσσιον τὸν εὐλαβέστατον ἐπίσκοπον Καισαρείας, καὶ Εὐσέβιον τὸν εὐλαβέστατον ἐπίσκοπον Ἀρμενίας, καὶ Εὐστάθιον τὸν εὐλαβέστατον ἐπίσκοπον Βηρυτοῦ, καὶ Βασίλειον τὸν εὐλαβέστατον ἐπίσκοπον Σελευκείας τῆς Ἰσαυρίας, τοὺς ἐξουσίαν ἐσχηκότας καὶ ἐξάρχοντας τῆς τότε συνόδου, ἐκπεσεῖν διὰ τῆς ἱερᾶς ταύτης συνόδου κατὰ τοὺς κανόνας τοῦ ἐπισκοπικοῦ ἀξιώματος, πάντων τῶν παρακολουθησάντων τῆ θείᾳ κορυφῇ γνωριζομένων. Ἐφ̓ οἶς ἐπεβόησαν οἱ Ἀνατολικοί: Αὕτη δικαία [*](Conc. vi 936) κρίσις. Οἱ δὲ τῶν Ἰλλυριῶν ἐπίσκοποι ἐπεκραύγασαν: Πάντες ἐσφάλημεν, πάντες συγγνώμης ἀξιωθῶμεν. Καὶ πάλιν τῶν Ἀνατολικῶν ἐπιβοησάντων: Αὕτη δικαία ψῆφος: τὸν φονέα ὁ Χριστὸς καθεῖλε, τοὺς μάρτυρας ὁ θεὸς ἐξεδίκησεν, οἱ συγκλητικοὶ διελάλησαν ὥστε ἕκαστον τῶν ἐπισκόπων τῶν συνειλεγμένων ἰδιαζόντως τὴν οἰκείαν ἐκθέσθαι πίστιν, γινώσκοντα ὡς ὁ θειότατος βασιλεὺς κατὰ τὴν ἔκθεσιν τῶν ἐν Νικαίᾳ πατέρων τριακοσίων δέκα ὀκτὼ καὶ τῶν ἑκατὸν πεντήκοντα, καὶ τὰς ἐπιστολὰς τῶν ἁγίων πατέρων, Γρηγορίου, Βασιλείου, Ἱλαρίου, Ἀθανασίου, Ἀμβροσίου, καὶ τὰς δύο τὰς Κυρίλλου, τὰς ἐπὶ τῇ πρώτῃ συνόδῳ τῇ ἐν Ἐφέσῳ δημοσιευθείσας πιστεύει: καὶ γὰρ καὶ τὸν εὐλαβέστατον ἐπίσκοπον τῆς πρεσβυτέρας Ῥώμης Λέοντα Εὐτυχῆ ἐπὶ τούτοις καθελεῖν. Οὕτω τοίνυν καὶ ταύτης τῆς συνελεύσεως καταπαυθείσης, εἰς ἑτέραν συνελθόντων μόνων τῶν ὁσιωτάτων [*](Ibid. 976, 988) ἐπισκόπων, λιβέλλους ἐπέδωκεν Εὐσέβιος ὁ τοῦ Δορυλαίου ἐπίσκοπος ὑπὲρ ἑαυτοῦ τε καὶ Φλαβιανοῦ, δἰ οὗ ἐπεμέμψατο Διοσκόρῳ ὡς τὰ αὐτὰ Εὐτυχεῖ φρονήσαντι, καὶ ὅτι γε αὐτοὺς τῆς ἱερωσύνης ἀφείλετο. Προστέθεικε δὲ ὅτι καὶ φωνὰς μὴ εἰρημένας τῇ τὸ τηνικαῦτα ἁλισθείσῃ συνόδῳ προστέθεικεν ἐν τοῖς ὑπομνήμασι, καὶ εἰς ἀγράφους
74
χάρτας παρεσκεύασεν αὐτοὺς ὑποσημήνασθαι. Καὶ ἐδεήθη ὡς ἐκ ψήφου τῶν συνειλεγμένων ἀκυρωθῆναι πάντα τὰ ἐν τῇ δευτέρᾳ συνόδῳ τῇ ἐν Ἐφέσῳ πεπραγμένα, καὶ ἔχειν αὐτοὺς τὴν ἱερωσύνην, καὶ ἀναθεματισθῆναι τὸ μιαρὸν ἐκείνου δόγμα. Καὶ ἠξίωσε μετὰ τὴνἀνάγνωσιν καὶ τὸν ἀντίδικον παρεῖναι. Οὗ δὴ διαλαληθέντος γενέσθαι, εἴρηκεν Ἀέτιος ἀρχιδιάκονος καὶ πριμικήριος νοταρίων ὡς διέβη πρὸς Διόσκορον, ὥσπερ οὖν καὶ πρὸς τοὺς ἄλλους, καὶ εἶπε μὴ συγχωρεῖσθαι ὑπὸ [*](Conc. vi 988) τῶν φυλαττόντων αὐτὸν παραγενέσθαι. Καὶ διελαλήθηζητηθῆναι τὸν Διόσκορον πρὸ τοῦ συνεδρίου. Καὶ μὴ εὑρεθέντος αὐτοῦ, Ἀνατόλιος ἐπίσκοπος Κωνσταντινουπόλεως διελάλησεν ὀφείλειν αὐτὸν μετακληθῆναι καὶ ἐν τῇ συνόδῳ παραγενέσθαι. Καὶ τούτου γενομένου, παραγενόμενοι οἱ ἀποσταλέντες εἰρήκασιν εἰπεῖν αὐτόν:Φυλάττομαι ἐγώ: εἰ δὲ συγχωροῦσί μοι κατελθεῖν, εἰπάτωσαν. Καὶ εἰπόντων αὐτῷ τῶν ἐσταλμένων ὡς πρὸς αὐτόν, οὐ πρὸς τοὺς μαγιστριανοὺς ἀπεστάλησαν, διεξῆλθον εἰπεῖν αὐτόν: Ἕτοιμός εἰμι παραγενέσθαι εἰς τὴν ἁγίαν καὶ οἰκουμενικὴν σύνοδον, ἀλλὰ κωλύομαι. Οἷς[*](Ibid. 992) προστέθεικεν Ἱμέριος ὡς, κατελθόντων αὐτῶν παρὰ Διοσκόρου, ὑπήντησεν ὁ βοηθὸς τοῦ μαγίστρου τῶν θείων ὀφφικίων, καὶ μετ̓ αὐτοῦ πάλιν γεγόνασιν πρὸς Διόσκορον οἱ ἐπίσκοποι, καὶ περὶ τούτων ἐν σημείοις τὸν Διόσκορονεἰπεῖν ταῦτα: [*](Ibid. 993) Συναγαγὼν ἐμαυτὸν καὶ γνοὺς τὸ συμφέρον τάδε ἀποκρίνομαι: ἐπειδὴ ἐν τῇ πρὸ ταύτης συνόδῳ καθεζόμενοι οἱ μεγαλοπρεπέστατοι ἄρχοντες ὥρισαν πολλὰ μετὰ πολλὴν ἑκάστου διαλαλιάν, νῦν δὲ εἰς δευτέρανκαλοῦμαι σύνοδον εἰς τὴν τῶν προειρημένων ἀνασκευήν, παρακαλῶ τοὺς πρώην ἐν τῇ συνόδῳ παραγενομένους
75
μεγαλοπρεπεστάτους ἄρχοντας καὶ τὴν ἱερὰν σύγκλητον καὶ νῦν παρεῖναι, ἵνα πάλιν τὰ αὐτὰ γυμνασθῇ. Πρὸς ὃν Ἀκάκιον δηλοῖ τὰ πεπραγμένα διεξελθεῖν ἐπὶ λέξεως ταῦτα: Οὐχ οὕτως ἐκέλευσεν ἡ ἁγία καὶ μεγάλη σύνοδος τὴν ὑμετέραν ἁγιότητα παρεῖναι ὥστε ἀνασκευασθῆναι τὰ ἐπὶ τῶν μεγαλοπρεπεστάτων ἀρχόντων καὶ ἐπὶ τῆς ἱερᾶς συγκλήτου πραχθέντα, ἀλλ̓ ἡμᾶς ἀπέστειλεν ὥστε καταλαβεῖν σε τὸ συνέδριον καὶ μὴ ἀπολειφθῆναι αὐτοῦ τὴν σὴν ὁσιότητα. Πρὸς ὃν Διόσκορος εἴρηκεν, ὡς τὰ ὑπομνήματα λέγουσιν: Εἰρήκατέ μοι νῦν ὅτι λιβέλλους ἐπιδέδωκεν Εὐσέβιος. Παρακαλῶ πάλιν παρόντων τῶν ἀρχόντων καὶ τῆς συγκλήτου δοκιμασθῆναι τὰ κατ̓ ἐμέ. Εἶτα ἑτέρων τοιούτων ἐγκειμένων, αὖθις ἀπεστάλησαν οἱ ὀφείλοντες τὸν αὐτὸν προτρέψασθαι Διόσκορον τοῖς πραττομένοις παρεῖναι. Καὶ τούτου γενομένου, ἐπαναζεύξαντες οἱ πεμφθέντες εἰρήκασιν ἔχειν ἐν σημείοις τὴν αὐτοῦ φωνήν, ἃ δηλοῦσιν αὐτὸν εἰπεῖν: Ἤδη φθάσας δεδήλωκα τῇ ὑμετέρᾳ θεοσεβείᾳ ὡς ὅτι [*](Conc. vi 1000) καὶ ἀρρωστίᾳ συνέχομαι, καὶ ἐξαιτῶ ὥστε καὶ τοὺς μεγαλοπρεπεστάτους ἄρχοντας καὶ τὴν ἱερὰν σύγκλητον καὶ νῦν παρεῖναι τῇ τῶν ἐξετασθησομένων κρίσει. Ἐπειδὴ δέ μοι τὰ τῆς ἀρρωστίας ἐπετάθη, τούτου χάριν τὴν ὑπέρθεσιν πεποίημαι. Καὶ Κεκρόπιον εἰπεῖν τὰ ὑπομνήματα δηλοῖ πρὸς τὸν Διόσκορον πρώην μηδὲν περὶ ἀρρωστίας εἰπεῖν: ὀφείλειν οὖν αὐτὸν τοῖς κανόσι τὸ ἱκανὸν ποιῆσαι. Πρὸς ὃν ὁ Διόσκορος ἀπεφήνατο: Ἅπαξ εἶπον ὀφείλειν παρεῖναι τοὺς ἄρχοντας. εἶπον τὸν Ῥουφῖνον εἰπεῖν πρὸς αὐτὸν ἐπίσκοπον Σαμοσάτων κανονικὰ τὰ κινούμενα καθεστάναι, καὶ δύνασθαι αὐτὸν παραγενόμενον ἃ βούλεται διεξελθεῖν.
76
Πυθομένου δὲ τοῦ Διοσκόρου εἰ Ἰουβενάλιος καὶ Θαλάσσιος παρεγένοντο καὶ Εὐστάθιος, ἀπεκρίνατο ὡς οὐδὲν πρὸς ἔπος. Πρὸς ἃ Διόσκορον εἰπεῖν τὰ πεπραγμένα δηλοῦσι παρακαλέσαι τὸν φιλόχριστον βασιλέα ὥστε καὶ τοὺς ἄρχοντας παρεῖναι καὶ τοὺς σὺν αὐτῷ δεδικακότας:καὶ πρὸς ταῦτα τοὺς πεμφθέντας εἰπεῖν μόνου κατηγορεῖν αὐτοῦ τὸν Εὐσέβιον, καὶ ὀφείλειν πάντως παραγενέσθαι: καὶ πρὸς ταῦτα τὸν Διόσκορον εἰπεῖν ὀφείλειν καὶ τοὺς ἄλλους παρεῖναι τοὺς σὺν αὐτῷ δεδικακότας: μηδὲ γὰρ ἰδικὸν ἔχειν πρᾶγμα πρὸς αὐτὸν τὸν Εὐσέβιον,ἀλλ̓ ἢ ἄρα περὶ ὧν πάντες δεδικάκασιν. Καὶ πάλιν ἐπιμεινάντων τῶν πεμφθέντων περὶ τούτου, ἀπέφησεν ὁ Διόσκορος εἰπών: Ἅπαξ εἶπον ἃ εἶπον: καὶ περαιτέρω τούτων εἰπεῖν οὐκ ἔχω. Πρὸς ἃ Εὐσέβιος ὁ τοῦ Δορυλαίου διεξῆλθε πρὸσμόνον Διόσκορον ἔχειν, καὶ πρὸς μηδένα ἕτερον: καὶ ἠξίωσε τρίτῃ κλήσει κληθῆναι Διόσκορον. Καὶ ὑπολαβὼν [*](Conc. vi 1004) Ἀέτιος ἐδίδασκε πρώην τινὰς λέγοντας ἑαυτοὺς κληρικοὺς μετὰ καὶ ἑτέρων λαϊκῶν τῆς Ἀλεξανδρέων ὁρμωμένους ἐπιδοῦναι λιβέλλους κατὰ Διοσκόρου, καὶτούτους πρὸ τοῦ συνεδρίου ἑστῶτας ἐκβοήσεσι κεχρῆσθαι. Καὶ πρῶτον μὲν ἐπιδεδωκότος Θεοδώρου διακόνου γενομένου τῆς ἐν Ἀλεξανδρείᾳ ἁγίας ἐκκλησίας, εἶτα δὲ καὶ Ἰσχυρίωνος ὡσαύτως διακόνου καὶ Ἀθανασίου πρεσβυτέρου καὶ ἀδελφιδοῦ Κυρίλλου καὶ πρός γε Σωφρονίου,δἰ ὧν περί τε βλασφημιῶν ἐνεκάλεσαν Διοσκόρῳ περί τε σωματικῶν καὶ βιαίας ἀφαιρέσεως χρημάτων, τρίτη [*](Ibid. 1036) κλῆσις γέγονε προτρέπουσα τὸν Διόσκορον παραγενέσθαι. Τοιγαροῦν ἐπαναζεύξαντες οἱ ἐπὶ τούτῳ ἀφωρισμένοι [*](Ibid. 1040) εἰρήκασιν εἰπεῖν τὸν Διόσκορον: Αὐτάρκως ἐδίδαξα τὴνὑμετέραν θεοσέβειαν, οἶς προσθεῖναί τι οὐ δύναμαι.
77
Ἀρκοῦμαι γὰρ ἐν τούτοις. Καὶ προτρεψάντων τῶν ἐπὶ τούτῳ σταλέντων πάλιν τὸν αὐτὸν Διόσκορον ἐλθεῖν, ἀπεφήνατο εἰρηκώς: Ἃ εἶπον, εἶπον: οἷς προσθεῖναί τι οὐ δύναμαι. Ἀρκοῦμαι γὰρ ἐν τούτοις. Καὶ προτρεψάντων τῶν ἐν τούτῳ σταλέντων πάλιν τὸν αὐτὸν Διόσκορον ἐλθεῖν, ἀπεφήνατο εἰρηκὼς τὰ αὐτά. Καὶ αὖθις δὲ τὰ αὐτὰ εἰρηκότος τοῦ αὐτοῦ Διοσκόρου, ἐπιμεινάντων τῇ προτροπῇ τῶν ἐπὶ τούτῳ σταλέντων, Πασκασῖνος ἐπίσκοπος εἶπεν ὡς ἤδη τρίτον κληθεὶς Διόσκορος οὐ παρεγένετο ὑπὸ συνειδήσεως βαλλόμενος, καὶ ἐπυνθάνετο [*](Conc. vi 1041) τίνος ἄξιος εἴη. Πρὸς ὃ τῶν ἐπισκόπων ἀποκριναμένων ὑποπεπτωκέναι αὐτὸν τοῖς κανόσι, Προτερίου δὲ ἐπισκόπου Σμύρνης εἰπόντος: Ὅτε ἐφονεύετο ὁ ἅγιος Φλαβιανός, οὐδὲν ἀκόλουθον ἐπράχθη ἐπ̓ αὐτῷ, οἱ τὸν τόπον ἐπέχοντες Λέοντος ἐπισκόπου τῆς πρεσβυτέρας Ῥώμης ἀπεφήναντο ἐπὶ λέξεως ταῦτα: Δῆλα γεγένηται τὰ τετολμημένα Διοσκόρῳ τῷ γενομένῳ [*](Ibid. 1045) τῆς Ἀλεξανδρέων μεγαλοπόλεως ἐπισκόπῳ κατὰ τῆς τῶν κανόνων τάξεως καὶ τῆς ἐκκλησιαστικῆς καταστάσεως, ἐκ τῶν ἤδη ἐξετασθέντων ἐν τῷ πρώτῳ συνεδρίῳ καὶ ἀπὸ τῶν σήμερον πεπραγμένων. Οὗτος γάρ, ἵνα τὰ πολλὰ παραλείπωμεν, Εὐτυχῆ τὸν ὁμόδοξον αὐτῷ καθαιρεθέντα κανονικῶς παρὰ τοῦ ἰδίου ἐπισκόπου, τοῦ ἐν ἁγίοις φαμὲν πατρὸς ἡμῶν καὶ ἀρχιεπισκόπου Φλαβιανοῦ, αὐθεντήσας ἀκανονίστως εἰς κοινωνίαν ἀνεδέξατο, πρὶν ἢ συνεδρεῦσαι ἐν τῇ Ἐφεσίων μετὰ τῶν θεοφιλῶν ἐπισκόπων. Ἀλλ̓ ἐκείνοις μὲν ὁ ἀποστολικὸς θρόνος συγγνώμην ἀπένειμεν ἐπὶ τοῖς ἐκεῖσε μὴ κατὰ γνώμην ὑπ̓ αὐτῶν πεπραγμένοις: οἳ καὶ διετέλεσαν μέχρι τοῦ παρόντος
78
ἑπόμενοι τῷ ἁγιωτάτῳ ἀρχιεπισκόπῳ Λέοντι καὶ πάσῃ τῇ ἁγίᾳ καὶ οἰκουμενικῇ συνόδῳ: οὗ δὴ χάριν καὶ ἐν τῇ ἑαυτοῦ κοινωνίᾳ αὐτοὺς ὁμοπίστους ἐδέξατο. Οὗτος δὲ καὶ μέχρι τοῦ παρόντος διέμεινε σεμνυνόμενος ἐν ἐκείνοις ἐφ̓ οἷς ἔδει στένειν, καὶ εἰς γῆν κεκυφέναι ὀφείλει. Πρὸστούτοις δὲ οὐδὲ τὴν ἐπιστολὴν ἀναγνωσθῆναι συνεχώρησε τοῦ μακαριωτάτου πάπα Λέοντος, τὴν γραφεῖσαν παῤ αὐτοῦ πρὸς τὸν ἐν ἁγίοις τὴν μνήμην Φλαβιανόν, καὶ ταῦτα πολλάκις παρακληθεὶς ἀναγνῶναι ταύτην ὑπὸ τῶν κεκομικότων, καὶ μεθ̓ ὅρκων ποιήσασθαι τὴν ἀνάγνωσινὑποσχόμενος. Ἧς μὴ ἀναγνωσθείσης, σκανδάλων καὶ βλάβης αἱ ἀνὰ τὴν οἰκουμένην ἁγιώταται ἐπληρώθησαν ἐκκλησίαι. Ἀλλ̓ ὅμως τοιούτων παῤ αὐτοῦ τολμηθέντων, ἐσκοποῦμεν περὶ τῆς προτέρας ἀνοσίας αὐτοῦ πράξεως φιλανθρωπίας τινὸς αὐτὸν ἀξιῶσαι ὡς καὶ τοὺσλοιποὺς θεοφιλεστάτους ἐπισκόπους, καίτοι μηδὲ τὴν αὐθεντίαν παραπλησίως αὐτῷ τῆς κρίσεως ἐσχηκότας. Ἐπειδὴ δὲ τοῖς δευτέροις τὴν προτέραν παρανομίαν ὑπερηκόντισεν, ἐτόλμησε δὲ καὶ ἀκοινωνησίαν ὑπαγορεῦσαι κατὰ τοῦ ἁγιωτάτου καὶ ὁσιωτάτου ἀρχιεπισκόπου τῆσμεγάλης Ῥώμης Λέοντος, πρὸς δὲ τούτοις καὶ λιβέλλων παρανομιῶν μεστῶν κατ̓ αὐτοῦ προσενεχθέντων τῇ ἁγίᾳ καὶ μεγάλῃ συνόδῳ, καὶ ἅπαξ καὶ δὶς καὶ τρὶς διὰ θεοφιλῶν ἐπισκόπων κανονικῶς κληθεὶς οὐχ ὑπήκουσεν, ὑπὸ τοῦ ἰδίου συνειδότος δηλονότι κεντούμενος, καὶ τοὺς παρὰσυνόδων διαφόρων ἐνθέσμως καθαιρεθέντας παρανόμως ἐδέξατο, αὐτὸς καθ̓ ἑαυτοῦ τὴν ψῆφον ἐξήνεγκε διαφόρως τοὺς ἐκκλησιαστικοὺς πατήσας θεσμούς. Ὅθεν ὁ ἁγιώτατος καὶ μακαριώτατος ἀρχιεπίσκοπος τῆς μεγάλης καὶ πρεσβυτέρας Ῥώμης Λέων δἰ ἡμῶν καὶ τῆς παρούσησσυνόδου, μετὰ τοῦ τρισμακαρίου καὶ πανευφήμου Πέτρου τοῦ ἀποστόλου, ὅς ἐστι πέτρα καὶ κρηπὶς τῆς καθολικῆς ἐκκλησίας καὶ τῆς ὀρθοδόξου πίστεως θεμέλιος τυγχάνει,
79
ἐγύμνωσεν αὐτὸν τοῦ τε ἐπισκοπικοῦ ἀξιώματος καὶ πάσης ἱερατικῆς ἠλλοτρίωσεν ἐνεργείας. Τοιγαροῦν ἡ ἁγία αὕτη καὶ μεγάλη σύνοδος τὰ δόξαντα τοῖς κανόσιν ἐπὶ τῷ μνημονευθέντι Διοσκόρῳ ψηφίσηται. Ὧν δὴ κυρωθέντων παρὰ Ἀνατολίου Μαξίμου τε αὖ καὶ τῶν λοιπῶν ἐπισκόπων, ἄνευ ἐκείνων τῶν ἄμα Διοσκόρῳ παρὰ τῆς συγκλήτου καθαιρεθέντων, ἀναφορὰ περὶ [*](Conc. vi 1097) τούτων πρὸς Μαρκιανὸν ἐγράφετο παρὰ τῆς συνόδου, καὶ ἡ καθαίρεσις ἐπέμπετο Διοσκόρῳ παρὰ τῆς αὐτῆς συνόδου, ἔχουσα ὧδε: Γίνωσκε σαυτὸν διὰ τὴν κατὰ τῶν θείων κανόνων [*](Ibid. 1093) ὑπεροψίαν καὶ διὰ τὴν ἀπείθειάν σου τὴν περὶ τὴν ἁγίαν ταύτην καὶ οἰκουμενικὴν σύνοδον, ὑπὲρ ὧν, πρὸς τοῖς ἄλλοις πλημμελήμασιν οἶς ἑάλως, καὶ τρίτον κληθεὶς παρὰ τῆς ἁγίας ταύτης καὶ μεγάλης συνόδου κατὰ τοὺς θείους κανόνας ἐπὶ τὸ ἀποκρίνασθαι τοῖς ἐπαγομένοις οὐκ ἀπήντησας, μηνὶ Ὀκτωβρίῳ τῷ ἐνεστῶτι τρισκαιδεκάτῃ, παρὰ τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου καθῃρῆσθαι τῆς ἐπισκοπῆς, καὶ παντὸς ἐκκλησιαστικοῦ θεσμοῦ ὑπάρχειν ἀλλότριον. Εἶτα τῶν περὶ τούτων γραφέντων καὶ πρὸς τοὺς θεοφιλεῖς ἐπισκόπους τῆς ἐν Ἀλεξανδρείᾳ ἁγιωτάτης [*](Ibid. 1096) ἐκκλησίας, καὶ προθέματος κατὰ τοῦ Διοσκόρου γενομένου, τὰ τῆς τοιαύτης συνελεύσεως πέρας ἐδέχετο. Οὕτω μὲν οὖν τὰ τῆς φθασάσης συνελεύσεως ἐπερατώθη. Μετὰ ταύτην δὲ καὶ αὖθις συναλισθέντες ἔφασκον [*](Ibid. 952) πρὸς πεῦσιν τῶν ἀρχόντων διδαχθῆναι βουλομένων τὰ τῆς ὀρθῆς θρησκείας, ὡς οὐ δέοι τι περαιτέρω τυπωθῆναι, ἅπαξ τῶν κατ̓ Εὐτυχῆ πέρας δεξαμένων καὶ διατυπωθέντων παρὰ τοῦ ἐν Ῥώμῃ ἐπισκόπου, οἷς καὶ πάντες ἐστοίχησαν. Βοώντων τε αὖ πάντων τῶν ἐπισκόπων πάντας τὰ αὐτὰ λέγειν, καὶ τῶν ἀρχόντων διαλαλησάντων
80
ἕκαστον πατριάρχην ἐκλεγόμενον ἒν ἢ δεύτερον τῆς ἰδίας διοικήσεως πρόσωπον ἐς μέσον παρελθεῖν, ὥστε τὴν ἑκάστου φανερωθῆναι γνώμην, Φλωρέντιος ἐπίσκοπος Σάρδεων ἐνδόσιμον ᾔτησεν, ἐφ̓ ᾧ μετὰ σκέμματος προσελθεῖν αὐτοὺς τῇ ἀληθείᾳ. Καὶ Κεκρόπιος ἐπίσκοποσΣεβαστοπόλεως ἔφη ταῦτα: Ἡ πίστις καλῶς εἴρηται παρὰ τῶν τριακοσίων δέκα ὀκτὼ ἁγίων πατέρων, καὶ ἐβεβαιώθη παρὰ τῶν ἁγίων πατέρων, Ἀθανασίου, Κυρίλλου, Κελεστίνου, Ἱλαρίου, Βασιλείου, Γρηγορίου, καὶ νῦν πάλιν διὰ τοῦἁγιωτάτου Λέοντος. Καὶ ἀξιοῦμεν καὶ τὰ τῶν ἁγίων πατέρων τῶν τριακοσίων δέκα ὀκτὼ καὶ τὰ τοῦ ὁσιωτάτου Λέοντος ἀναγνωσθῆναι. Ὧν ἀνεγνωσμένων ἡ πᾶσα σύνοδος ἐπεκραύγασε [*](Conc. vi 956) ταῦτα: Αὕτη ἡ πίστις τῶν ὀρθοδόξων: οὕτως πάντεσπιστεύομεν: ὁ πάπας Λέων οὕτως πιστεύει: Κύριλλος οὕτως ἐπίστευσεν: ὁ πάπας Λέων οὕτως ἡρμήνευσεν. Ἑτέρας τε διαλαλιᾶς ἐνεχθείσης ὥστε καὶ τὰ ἐκτεθειμένα παρὰ τῶν ἁγίων ἑκατὸν πεντήκοντα τυχεῖν ἀναγνώσεως, ἀνεγνώσθη καὶ ταῦτα. Πρὸς ἃ πάλιν οἱ τῆς συνόδουβοήσαντες ἔφησαν: Αὕτη ἡ πάντων πίστις: αὕτη ἡ πίστις τῶν ὀρθοδόξων: οὕτως πάντες πιστεύομεν. Μεθ̓ οὓς Ἀέτιος ὁ ἀρχιδιάκονος ἔφη ἔχειν μετὰ χεῖρας τὴν πρὸς Νεστόριον ἐπιστολὴν Κυρίλλου τοῦ θεσπεσίου, ἣν πάντες οἱ ἐν Ἐφέσῳ συλλεγέντες ἐκύρωσαν οἰκείαισὑποσημειώσεσιν, ἔχειν δὲ καὶ ἑτέραν ἐπιστολήν, τὴν αὐτοῦ Κυρίλλου γεγραμμένην πρὸς Ἰωάννην τὸν Ἀντιοχείας, καὶ αὐτὴν βεβαιωθεῖσαν, ἃς ἐξῄτει ἀναγνώσεως τυχεῖν. Διαλαλιᾶς τε πρὸς ταῦτα γεγενημένης, ἄμφω ἀνεγνώσθησαν: καὶ τῆς μὲν προτέρας αὐτοῖς ἔνια τοῖς ὀνόμασίνἐστι ταῦτα: Τῷ εὐλαβεστάτῳ καὶ θεοσεβεστάτῳ συλλειτουργῷ
81
Νεστορίῳ Κύριλλος. Καταφλυαροῦσιν, ὡς μανθάνω, [*](Conc. vi 960, 660) τινὲς τῆς ἐμῆς ὑπολήψεως ἐπὶ τῆς σῆς θεοσεβείας, καὶ τοῦτο συχνῶς, τὰς τῶν ἐν τέλει συνόδους καιροφυλακοῦντες μάλιστα, καὶ τάχα που καὶ τέρπειν οἰόμενοι τὴν σὴν ἀκοήν. Καὶ μεθ̓ ἕτερα: Ἔφη τοίνυν ἡ ἁγία καὶ μεγάλη σύνοδος αὐτὸν τὸν ἐκ θεοῦ καὶ πατρὸς κατὰ φύσιν γεννηθέντα υἱὸν μονογενῆ, τὸν ἐκ τοῦ θεοῦ ἀληθινοῦ θεὸν ἀληθινόν, τὸ φῶς τὸ ἐκ τοῦ φωτός, τὸν δἰ οὗ τὰ πάντα πεποίηκεν ὁ πατήρ, κατελθεῖν, σαρκωθῆναι, ἐνανθρωπῆσαι, παθεῖν, ἀναστῆναι τῇ τρίτῃ ἡμέρᾳ, ἀνελθεῖν εἰς οὐρανούς. Τούτοις καὶ ἡμᾶς ἕπεσθαι δεῖ καὶ τοῖς λόγοις καὶ τοῖς παραδείγμασιν, ἐννοοῦντας τί τὸ σαρκωθῆναι καὶ ἐνανθρωπῆσαι δηλοῖ τὸν θεὸν Λόγον. Οὐ γάρ φαμεν ὅτι ἡ τοῦ Λόγου φύσις μεταποιηθεῖσα γέγονε σάρξ, ἀλλ̓ οὐδὲ εἰς ὅλον ἄνθρωπον μεταβληθῆναι τὸν ἐκ ψυχῆς καὶ σώματος: ἐκεῖνο δὲ μᾶλλον ὅτι σάρκα ἐψυχωμένην ψυχῇ λογικῇ ἑνώσας ὁ Λόγος ἑαυτῷ καθ̓ ὑπόστασιν ἀφράστως καὶ ἀπερινοήτως γέγονεν ἄνθρωπος καὶ κεχρημάτικεν υἱὸς ἀνθρώπου, οὐ κατὰ θέλησιν μόνην ἢ εὐδοκίαν, ἀλλ̓ οὐδὲ ὡς ἐν προσλήψει προσώπου μόνου: καὶ ὅτι διάφοροι μὲν αἱ πρὸς ἑνότητα τὴν ἀληθινὴν συνενεχθεῖσαι φύσεις, εἷς δὲ ἐξ ἀμφοῖν χριστὸς καὶ υἱός, οὐχ ὡς τῆς τῶν φύσεων διαφορᾶς ἀνῃρημένης διὰ τὴν ἕνωσιν, ἀποτελεσασῶν δὲ μᾶλλον ἡμῖν τὸν ἕνα κύριον καὶ Χριστὸν καὶ υἱὸν ἐκ θεότητός τε καὶ ἀνθρωπότητος διὰ τῆς ἀφράστου καὶ ἀπορρήτου πρὸς ἑνότητα συνδρομῆς. Καὶ μετ̓ ὀλίγα: Ἐπειδὴ δὲ δἰ ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἑνώσας ἑαυτῷ καθ̓ ὑπόστασιν τὸ ἀνθρώπινον προῆλθεν ἐκ γυναικός, ταύτῃ λέγεται γεννηθῆναι σαρκικῶς. Οὐ γὰρ πρῶτον ἄνθρωπος ἐγεννήθη κοινὸς ἐκ τῆς ἁγίας παρθένου, εἶθ̓ οὕτως καταπεφοίτηκεν ἐπ̓ αὐτὸν
82
ὁ Λόγος, ἀλλ̓ ἐξ αὐτῆς τῆς μήτρας ἑνωθεὶς ὑπομεῖναι λέγεται γέννησιν σαρκικήν, ὡς τῆς ἰδίας σαρκὸς τὴν γέννησιν οἰκειούμενος. Οὕτω φαμὲν αὐτὸν παθεῖν καὶ ἀναστῆναι, οὐχ ὡς τοῦ θεοῦ Λόγου παθόντος εἰς ἰδίαν φύσιν ἢ πληγὰς ἢ διατρήσεις ἥλων ἤγουν τὰ ἕτερα τῶντραυμάτων: ἀπαθὲς γὰρ τὸ θεῖον, ὅτι καὶ ἀσώματον. Ἐπειδὴ δὲ τὸ γεγονὸς αὐτοῦ ἴδιον σῶμα πέπονθεν, ταῦτα πάλιν αὐτὸς λέγεται παθεῖν ὑπὲρ ἡμῶν: ἦν γὰρ ὁ ἀπαθὴς ἐν τῷ πάσχοντι σώματι. [*](1,6) Τῆς δέ γε ἑτέρας τὰ πολλὰ μὲν κατὰ τὴν πρώτηνἱστορίαν ἀνενήνεκται. Ἔστι δὲ ἐν αὐτῇ ῥῆσις τοιάδε, ἣν γέγραφε μὲν Ἰωάννης ὁ τῆς Ἀντιόχου, προσήκατο δὲ πάσαις ψήφοις ὁ Κύριλλος: [*](Conc. vi 669) Ὁμολογοῦμεν τὴν ἁγίαν παρθένον θεοτόκον, διὰ τὸ τὸν θεὸν Λόγον σαρκωθῆναι ἐξ αὐτῆς καὶ ἐνανθρωπῆσαι,καὶ ἐξ αὐτῆς τῆς συλλήψεως ἑνῶσαι ἑαυτῷ τὸν ἐξ αὐτῆς ληφθέντα ναόν. Τὰς δὲ εὐαγγελικὰς καὶ ἀποστολικὰς ἐπὶ τοῦ Κυρίου φωνὰς ἴσμεν τοὺς θεοφόρους ἄνδρας τὰς μὲν κοινοποιοῦντας ὡς ἐφ̓ ἑνὸς προσώπου, τὰς δὲ διαιροῦντας ὡς ἐπὶ δύο φύσεων, καὶ τὰς μὲν θεοπρεπεῖς κατὰτὴν θεότητα τοῦ Χριστοῦ, τὰς δὲ ταπεινὰς κατὰ τὴν ἀνθρωπότητα αὐτοῦ παραδιδόντας. Οἷς ἐπήγαγε: Ταύταις ὑμῶν ταῖς ἱεραῖς ἐντυγχάνοντες φωναῖς οὕτω μὲν καὶ [*](Ephes. iv 5) ἑαυτοὺς φρονοῦντας εὑρίσκομεν: εἷς δὲ Κύριος, μία πίστις, ἓν βάπτισμα. Ἐδοξάσαμεν οὖν τὸν τῶν ὅλων σωτῆραθεόν, ἀλλήλοις συγχαίροντες, ὅτι ταῖς θεοπνεύστοις γραφαῖς καὶ τῇ παραδόσει τῶν ἁγίων ἡμῶν πατέρων συμβαίνουσαν ἔχουσι πίστιν αἵ τε παῤ ἡμῖν καὶ αἱ παῤ ὑμῖν ἐκκλησίαι. Ὧν ἀνεγνωσμένων, οἱ τῆς αὐτῆς ἐπεβόησαν συνόδου[*](Conc. vi 960) ῥήμασι τούτοις: Πάντες οὕτω πιστεύομεν: ὁ πάπας Λέων
83
οὕτως πιστεύει. Ἀνάθεμα τῷ μερίζοντι καὶ τῷ συγχέοντι. Αὕτη ἡ πίστις Λέοντος τοῦ ἀρχιεπισκόπου, Λέων οὕτως πιστεύει, Λέων καὶ Ἀνατόλιος οὕτω πιστεύουσι, πάντες οὕτως πιστεύομεν: ὡς Κύριλλος, οὕτως πιστεύομεν: αἰωνία μνήμη Κυρίλλου: ὡς αἱ ἐπιστολαὶ Κυρίλλου εἰσίν, οὕτως φρονοῦμεν, οὕτως ἐπιστεύσαμεν, οὕτως πιστεύομεν. Λέων ὁ ἀρχιεπίσκοπος οὕτως φρονεῖ, οὕτως πιστεύει, οὕτως ἔγραψε. Διαλαλιᾶς δὲ ἐνεχθείσης καὶ τὴν Λέοντος ἐπιστολὴν ἀναγνωσθῆναι, μεταφρασθεῖσα τῆς ἀναγνώσεως ἔτυχεν: ἥτις τοῖς πραχθεῖσιν ἐμφέρεται. Μετὰ γοῦν τὴν ἀνάγνωσιν τῶν ἐπισκόπων ἐπιβοησάντων: Αὕτη ἡ πίστις [*](Conc. vi 972) τῶν πατέρων, αὕτη ἡ πίστις τῶν ἀποστόλων: πάντες οὕτω πιστεύομεν, οἱ ὀρθόδοξοι οὕτω πιστεύομεν. Ἀνάθεμα τῷ μὴ οὕτως πιστεύοντι. Πέτρος διὰ Λέοντος ταῦτα ἐξεφώνησεν, οἱ ἀπόστολοι οὕτως ἐδίδαξαν: εὐσεβῶς καὶ ἀληθῶς Λέων ἐδίδαξε, Κύριλλος οὕτως ἐδίδαξε, Λέων καὶ Κύριλλος ὁμοίως ἐδίδαξαν. Ἀνάθεμα τῷ μὴ οὕτως πιστεύοντι. Αὕτη ἡ ἀληθὴς πίστις, οἱ ὀρθόδοξοι οὕτως φρονοῦσιν, αὕτη ἡ πίστις τῶν πατέρων. Ταῦτα ἐν Ἐφέσῳ διὰ τί οὐκ ἀνεγνώσθη; Ταῦτα Διόσκορος ἔκρυψεν, ἐμφέρεται ἐν τοῖς αὐτοῖς πεπραγμένοις ὡς ἡνίκα τὸ μέρος τῆς ἐπιστολῆς Λέοντος ἀνεγνώσθη περιέχον: Καὶ πρὸς τὸ τὸ χρεωστούμενον ὄφλημα τῆς ἡμετέρας [*](Ibid.) φύσεως ἐκτισθῆναι, ἡ θεία φύσις ἡνώθη τῇ φύσει τῇ παθητῇ ἵνα, τοῦτο δὴ τὸ ταῖς ἡμετέραις ἰάσεσιν ὑπάρχον ἁρμόδιον, ὁ εἶς καὶ ὁ αὐτὸς ὢν μεσίτης θεοῦ καὶ ἀνθρώπων [*](Timoth. ii 5) ἄνθρωπος Χριστὸς Ἰησοῦς, καὶ ἀποθνήσκειν ἐκ τοῦ ἑνὸς δυνηθῇ, καὶ τελευτᾶν ἐκ τοῦ ἑτέρου μὴ δυνηθῇ... πρὸς τὴν τοιαύτην ῥῆσιν ἀμφιβαλλόντων τῶν Ἰλλυριῶν καὶ Παλαιστινῶν ἐπισκόπων, Ἀέτιος ἀρχιδιάκονος τῆς
84
Κωνσταντίνου ἁγιωτάτης ἐκκλησίας ῥῆσιν παρήγαγεν [*](Conc. vi 972) Κυρίλλου περιέχουσαν οὕτως: [*](Hebr. ii 9) Ἐπειδὴ δὲ πάλιν τὸ ἴδιον αὐτοῦ σῶμα χάριτι θεοῦ, καθά φησιν ὁ ἀπόστολος Παῦλος, ὑπὲρ παντὸς ἐγεύσατο θανάτου, λέγεται παθεῖν αὐτὸς τὸν ὑπὲρ ἡμῶν θάνατον,οὐχ ὡς εἰς πεῖραν ἐλθὼν θανάτου τό γε ἧκον εἰς τὴν αὐτοῦ φύσιν — ἀποπληξία: γὰρ τοῦτο λέγειν ἢ φρονεῖν — ἀλλ̓ ὅτι, καθάπερ ἔφην ἀρτίως, ἡ σὰρξ αὐτοῦ ἐγεύσατο θανάτου. Καὶ πάλιν πρὸς τὴν ῥῆσιν τῆς ἐπιστολῆς Λέοντος [*](Conc. vi 972) τὴν ἔχουσαν:Ἐνεργεῖ γὰρ ἑκατέρα μορφὴ μετὰ τῆς θἀτέρου κοινωνίας ὅπερ ἴδιον ἔσχηκε, τοῦ μὲν λόγου κατεργαζομένου τοῦθ̓ ὅπερ ἐστὶν τοῦ λόγου, τοῦ δὲ σώματος ἐκτελοῦντος ἅπερ ἐστὶν τοῦ σώματος. Καὶ τὸ μὲν αὐτῶν διαλάμπει τοῖς θαύμασιν, τὸ δὲ ταῖς ὕβρεσιν ὑποπέπτωκεν...ἀμφιβαλλόντων τῶν Ἰλλυριῶν καὶ τῶν Παλαιστινῶν ἐπισκόπων, ὁ αὐτὸς Ἀέτιος κεφάλαιον ἀνέγνω Κυρίλλου περιέχον οὕτως: Αἱ μέν εἰσι τῶν φωνῶν ὅτι μάλιστα θεοπρεπεῖς, αἱ δὲ οὕτω πάλιν ἀνθρωποπρεπεῖς, αἱ δὲ μέσην τινὰ τάξινἔχουσιν ἐμφανίζουσαι τὸν υἱὸν τοῦ θεοῦ θεὸν ὄντα καὶ ἄνθρωπον ὁμοῦ ἐν αὐτῷ. Καὶ μετὰ ταῦτα πρὸς ἕτερον μέρος τῆς ἐπιστολῆς Λέοντος ἀμφιβαλλόντων τῶν εἰρημένων ἐπισκόπων ἔχον: Εἰ καὶ τὰ μάλιστα γὰρ ἐν τῷ δεσπότῃ ἸησοῦΧριστῷ τοῦ θεοῦ καὶ τοῦ ἀνθρώπου ἓν πρόσωπον, ὅμως ἕτερόν ἐστιν ἐκεῖνο ἐξ οὗ ἐν ἑκατέρῳ κοινόν ἐστι τὸ τῆς ὕβρεως, καὶ ἕτερον ἐξ οὗ κοινὸν τὸ τῆς δόξης καθέστηκεν. Ἐξ ἡμῶν μὲν γάρ ἐστιν αὐτῷ ἡ ἐλάσσων τοῦ πατρὸς ἀνθρωπότης, ἐκ δὲ τοῦ πατρός ἐστιν αὐτῷ ἡ μετὰ τοῦ πατρὸσαὐτῷ ἴση θεότης... Θεοδώρητος ζυγοστατῶν ἔλεγεν καὶ τῷ μακαρίῳ Κυρίλλῳ ἐπὶ λέξεως εἰρῆσθαι οὕτως:
85
Καὶ γενόμενον ἄνθρωπον καὶ μὴ μεθέντα τὸ ἴδιον, [*](Ibid. 973) μεμένηκεν ὅπερ ἦν, καὶ ἕτερον ἐν ἑτέρῳ τὸ κατοικοῦν, τουτέστιν ἡ θεία φύσις μετὰ τῶν ἀνθρώπων. Μετὰ ταῦτα τῶν ὑπερφυῶν ἀρχόντων ἐρωτησάντων εἴπερ ἔτι τις ἀμφισβητεῖ, πάντες ἔφησαν μὴ ἀμφιβάλλειν ἔτι. Μεθ̓ οὓς Ἀττικὸς ἐπίσκοπος Νικοπόλεως ἐξῄτησεν ἐνδόσιμον αὐτοῖς γενέσθαι ὀλίγων ἡμερῶν, ἐφ̓ ᾧ ἀκυμάντῳ διανοίᾳ καὶ ἀταράχῳ λογισμῷ τὰ τῷ θεῷ δοκοῦντα καὶ τοῖς ἁγίοις πατράσι τυπωθῆναι. Ἐξῄτησεν δὲ λαβεῖν καὶ τὴν ἐπιστολὴν Κυρίλλου τὴν πρὸς Νεστόριον γεγραμμένην, ἐν ᾗ παρακελεύεται αὐτὸν συνθέσθαι τοῖς δώδεκα αὐτοῦ κεφαλαίοις οἶς ἄπαντες συνέθεντο. Καὶ τῶν ἀρχόντων διαλαλησάντων ἐνδόσιμον αὐτοῖς ἡμερῶν πέντε γενέσθαι εἰς τὸ συνελθεῖν παρὰ Ἀνατολίῳ τῷ τῆς Κωνσταντινουπόλεως προέδρῳ, πάντες ἐπευφήμησαν οἱ ἐπίσκοποι φήσαντες: Ἡμεῖς οὕτως πιστεύομεν, πάντες οὕτω πιστεύομεν: ὡς Λέων, οὕτως πιστεύομεν. Ἡμῶν οὐδεὶς ἀμφιβάλλει: ἡμεῖς πάντες ὑπεγράψαμεν. Πρὸς ἃ διελαλήθη ἐπὶ ῥήματος ταῦτα: Οὐκ ἀναγκαῖον πάντας ὑμᾶς συνελθεῖν: ἀλλ̓ ἐπειδὴ ἀκόλουθόν ἐστιν πιστωθῆναι τοὺς ἀμφιβάλλοντας, ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀνατόλιος ἀπὸ τῶν ὑπογραψάντων ἐπιλέξηται οὓς ἐὰν νομίσῃ πρὸς διδασκαλίαν τῶν ἀμφιβαλλόντων. Οἶς ἐπήγαγον οἱ τῆς συνόδου οὕτως: Δεόμεθα περὶ [*](Conc. vi 976) τῶν πατέρων: τοὺς πατέρας τῇ συνόδῳ, τοὺς ὁμόφρονας [*](26) Λέοντος τῇ συνόδῳ, τοὺς πατέρας τῇ συνόδῳ: τὰς φωνὰς τῷ βασιλεῖ, τὰς ἱκεσίας τῷ ὀρθοδόξῳ, τὰς ἱκεσίας τῇ Αὐγούστῃ. Πάντες ἡμάρτομεν, πᾶσι συγχωρηθῇ.
86
Ἐπεβόησαν δὲ οἱ τῆς Κωνσταντινουπόλεως ἐκκλησίας: Ὀλίγοι κράζουσιν. Οὐ λέγει ἡ σύνοδος. Μεθ̓ οὓς οἱ Ἀνατολικοὶ ἐξεβόησαν: Τὸν Αἰγύπτιον τῇ ἐξορίᾳ. Οἱ δὲ Ἰλλυριοὶ ἐκραύγασαν: Δεόμεθα, πάντας ἐλέησον. Μεθ̓ οὓς οἱ Ἀνατολικοί: ΤὸνΑἰγύπτιον τῇ ἐξορίᾳ. Καὶ τῶν Ἰλλυριῶν τὰ παραπλήσια αἰτούντων, οἱ τοῦ κλήρου Κωνσταντινουπόλεως ἐξεβόησαν: Διόσκορον τῇ ἐξορίᾳ, τὸν Αἰγύπτιον τῇ ἐξορίᾳ, τὸν αἱρετικὸν τῇ ἐξορίᾳ: Διόσκορον ὁ Χριστὸς καθεῖλεν. Μεθ̓ οὓς πάλιν οἱ Ἰλλυριοὶκαὶ οἱ ἁμφ̓ αὐτοὺς ἐπίσκοποι: Πάντες ἡμάρτομεν: πᾶσι συγχώρησον. Διόσκορον τῇ συνόδῳ, Διόσκορον ταῖς ἐκκλησίαις. Καὶ τῶν παραπλησίων προελθόντων τὰ τῆς τοιαύτης συνελεύσεως ἐπερατοῦτο. Κατὰ δὲ τὴν μετ̓ αὐτὴν συνέλευσιν, τῆς συγκλήτουδιαλαλησάσης ἀναγνωσθῆναι τοὺς ἤδη δεδομένους τύπους, [*](Conc. vii 5) ἀνέγνω Κωνσταντῖνος σηκρητάριος ἀπὸ σχέδης ἐπὶ λέξεως ταῦτα: Περὶ μὲν τῆς ὀρθοδόξου καὶ καθολικῆς πίστεως τελειότερον συνόδου γενομένης μετὰ μίαν ἀκριβεστέρανἐξέτασιν δεῖν γενέσθαι συνορῶμεν. Ἐπειδὴ δὲ Φλαβιανὸς ὁ τῆς εὐσεβοῦς μνήμης καὶ Εὐσέβιος ὁ εὐλαβέστατος ἐπίσκοπος, ἐκ τῆς τῶν πεπραγμένων καὶ διεγνωσμένων ἐρεύνης καὶ αὐτῆς τῆς φωνῆς τινων τῶν ἐξάρχων γενομένων τῆς τότε συνόδου ὁμολογησάντων ἐσφάλθαι καὶμάτην αὐτοὺς καθῃρηκέναι, οὐδὲν περὶ τὴν πίστιν σφαλέντες δείκνυνται ἀδίκως καθαιρεθέντες, φαίνεται ἡμῖν κατὰ τὸ τῷ θεῷ ἀρέσκον δίκαιον εἶναι, εἰ παρασταίη τῷ θειοτάτῳ καὶ εὐσεβεστάτῳ ἡμῶν δεσπότῃ, τῷ αὐτῷ ἐπιτιμίῳ Διόσκορον τὸν εὐλαβέστατον ἐπίσκοπον Ἀλεξανδρείας,καὶ Ἰουβενάλιον τὸν εὐλαβέστατον ἐπίσκοπον
87
Ἱεροσολύμων, καὶ Θαλάσσιον τὸν εὐλαβέστατον ἐπίσκοπον Καισαρείας Καππαδοκίας, καὶ Εὐσέβιον τὸν εὐλαβέστατον ἐπίσκοπον Ἀγκύρας, καὶ Εὐστάθιον τὸν εὐλαβέστατον ἐπίσκοπον Βηρυτοῦ, καὶ Βασίλειον τὸν εὐλαβέστατον ἐπίσκοπον Σελευκείας τῆς Ἰσαυρίας, τοὺς ἐξουσίαν ἐσχηκότας καὶ ἐξάρχοντας τῆς τότε συνόδου, κατὰ τοὺς κανόνας τοῦ ἐπισκοπικοῦ ἀλλοτρίους γενέσθαι ἀξιώματος, πάντων τῶν παρακολουθησάντων τῇ θείᾳ κορυφῇ γνωριζομένων. Εἶτα μεθ̓ ἑτέρας ἀναγνώσεις γενομένας, ἐρωτηθέντες [*](Conc. vii 9) [*](11) οἱ συνειλεγμένοι ἐπίσκοποι εἰ συνᾴδουσι τὰ Λέοντος γράμματα τῇ πίστει τῶν τριακοσίων δέκα ὀκτὼ ἁγίων πατέρων τῶν ἐν Νικαίᾳ συναχθέντων, καὶ τῇ τῶν ἑκατὸν πεντήκοντα τῶν ἐν τῇ βασιλίδι, ἀπεκρίνατο Ἀνατόλιός τε ὁ τῆς Κωνσταντινουπόλεως πρόεδρος καὶ πάντες οἱ συνειλεγμένοι συνᾴδειν τὴν ἐπιστολὴν Λέοντος τοῖς εἰρημένοις ἁγίοις πατράσιν: καὶ τῇ αὐτῇ Λέοντος ἐπιστολῇ καθυπεσημήναντο. Τούτων ὧδε προελθόντων, ἐπεβόησαν οἱ τῆς συνόδου: Πάντες συντιθέμεθα, πάντες [*](Ibid. 48) συναινοῦμεν, πάντες ὁμοίως πιστεύομεν, πάντες τὰ αὐτὰ φρονοῦμεν, οὕτως πιστεύομεν. Τοὺς πατέρας τῇ συνόδῳ, τοὺς ὑπογράψαντας τῇ συνόδῳ. Πολλὰ τὰ ἔτη τοῦ βασιλέως, πολλὰ τὰ ἔτη τῆς Αὐγούστης. Τοὺς πατέρας τῇ συνόδῳ, τοὺς ὁμοπίστους τῇ συνόδῳ. Πολλὰ τὰ ἔτη τοῦ βασιλέως. Τοὺς ὁμόφρονας τῇ συνόδῳ. Πολλὰ τὰ ἔτη τοῦ βασιλέως. Καὶ οἱ πέντε τῇ πίστει ὑπέγραψαν. Ὡς ὁ Λέων, οὕτως φρονοῦμεν. Καὶ διαλαλιᾶς ἐνεχθείσης ἐπὶ λέξεως ὧδε: Ἀνηνέγκαμεν [*](Ibid.) τῷ θειοτάτῳ καὶ εὐσεβεστάτῳ ἡμῶν δεσπότῃ περὶ αὐτῶν, καὶ ἀναμένομεν τὴν ἀπόκρισιν τῆς αὐτοῦ εὐσεβείας. Ἡ δὲ εὐλάβεια ἡ ὑμετέρα καὶ περὶ Διοσκόρου τοῦ παῤ ὑμῶν καθαιρεθέντος, ἀγνοούσης καὶ τῆς θειοτάτης
88
κορυφῆς καὶ ἡμῶν, καὶ περὶ αὐτῶν τῶν πέντε ὑπὲρ ὧν τὴν παράκλησιν ποιεῖσθε, καὶ πάντων τῶν πεπραγμένων ἐν τῇ συνόδῳ δώσει λόγον τῷ θεῷ, ἐπευφήμησαν λέγοντες: Διόσκορον ὁ θεὸς καθεῖλεν. Διόσκορος δικαίως καθῃρέθη. Διόσκορον ὁ Χριστὸς καθεῖλεν.Εἶτα μετὰ ταῦτα τῆς ἀπὸ Μαρκιανοῦ ἐνεχθείσης ἀποκρίσεως τῇ διακρίσει τῶν ἐπισκόπων τὰ περὶ τῶν καθαιρεθέντων διδούσης, ὡς ἡ διαλαλιὰ τῶν ἀρχόντων ἐδήλωσεν, ἐδεήθησαν ἐπὶ λέξεως εἰπόντες ταῦτα: Παρακαλοῦμεν αὐτοὺς εἰσελθεῖν: τοὺς ὁμοδόξους τῇ συνόδῳ, τοὺσὁμόφρονας τῇ συνόδῳ, τοὺς ὑπογράψαντας τῇ ἐπιστολῇ Λέοντος τῇ συνόδῳ. Οἵπερ ἀπὸ διαλαλιᾶς τῇ συνόδῳ συνηριθμήθησαν. Καὶ μετὰ τοῦτο δεήσεις ἐπιδεδομέναι παρὰ τῶν ἐπισκόπων τῆς ἐν Αἰγύπτῳ διοικήσεως Μαρκιανῷ τῷ αὐτοκράτοριἀνεγνώσθησαν, αἳ περιέχουσι πρὸς ἑτέροις: [*](Conc. vii 52) Φρονοῦμεν καθὼς καὶ οἱ ἐν Νικαίᾳ τριακόσιοι δέκα ὀκτὼ ἐξέθεντο καὶ ὁ μακάριος Ἀθανάσιος καὶ ὁ ἐν ἁγίοις Κύριλλος, ἀναθεματίζοντες πᾶσαν αἵρεσιν, τήν τε Ἀρείου, καὶ Εὐνομίου, καὶ Μάνου, καὶ Νεστορίου, καὶ τῶν λεγόντωνἐξ οὐρανοῦ τὴν σάρκα τοῦ Κυρίου ἡμῶν ὑπάρχειν, καὶ μὴ ἐκ τῆς ἁγίας καὶ θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, καθ̓ ὁμοιότητα πάντων ἡμῶν, χωρὶς ἁμαρτίας. Πάντες οἱ τῆς συνόδου ἔκραξαν λέγοντες: Τὸ δόγμα Εὐτυχοῦς διὰ τί μὴ ἀνεθεμάτισαν; Τῇ ἐπιστολῇ Λέοντοσὑπογράψωσιν, ἀναθεματίσαντες Εὐτυχῆ καὶ τὰ δόγματα αὐτοῦ: συνθῶνται τῇ ἐπιστολῇ Λέοντος. Χλευάσαι ἡμᾶς θέλουσιν καὶ ἀπελθεῖν. Πρὸς ἃ διῆλθον οἱ ἐξ Αἰγύπτου ἐπίσκοποι ὡς πολλοὶ τυγχάνουσιν οἱ ἐν Αἰγύπτῳ ἐπίσκοποι, καὶ μὴ δύνασθαι
89
τὸ τῶν ἀπολιμπανομένων ἀναδέξασθαι πρόσωπον: καὶ παρεκάλουν ἀναμεῖναι τὴν σύνοδον τὸν αὐτῶν ἀρχιεπίσκοπον, ἵνα τῇ γνώμῃ ἐκείνου ἀκολουθήσωσιν, ὡς τὸ ἔθος βούλεται: ἐὰν γὰρ πρὸ τῆς τοῦ ἡγεμονεύοντος [*](Conc. vii 56) προβολῆς ποιήσωσί τι, ἐπέρχεσθαι αὐτοῖς τοὺς ἀπὸ πάσης τῆς Αἰγυπτιακῆς διοικήσεως. Καὶ πολλὰ περὶ τούτων δεηθέντων, καὶ τῶν ἀπὸ τῆς συνόδου μάλα ἰσχυρῶς ἀντιτεινόντων, διελαλήθη ἐνδοθῆναι τοῖς ἐξ Αἰγύπτου ἐπισκόποις μέχρις οὗ ἀρχιεπίσκοπος αὐτοῖς προχειρισθείη. Καὶ μετὰ τοῦτο δεήσεις ἐπεδίδοντό τινων μοναχῶν, [*](Ibid. 61) ὧν τὸ κεφάλαιον ἦν μηδαμῶς αὐτοὺς ἀναγκάζεσθαι ἔν τισι χάρταις ὑπογράφειν μέχρις ἂν συναθροισθείη ἡ σύνοδος ἣν τεθέσπικεν ὁ βασιλεὺς ἁλισθῆναι, καὶ τὰ τετυπωμένα γνῶσιν. Ὧν ἀναγνωσθεισῶν, Διογένης ἐπίσκοπος [*](Ibid. 68) Κυζίκου διεξῆλθε Βαρσουμᾶν ἕνα τῶν συνελθόντων Φλαβιανὸν σφάξαι: αὐτὸν γὰρ κράξαι: σφάξον, καὶ μὴ ἐγκείμενον ταῖς δεήσεσι παρὰ τὸ δέον τῆς εἰσόδου τυχεῖν. Οἷς ἐπεβόησαν πάντες οἱ ἐπίσκοποι: Πᾶσαν Συρίαν Βαρσουμᾶς ἠφάνισεν, ἐπήγαγεν ἡμῖν χιλίους μονάζοντας. Καὶ διαλαλιᾶς ἐνεχθείσης ἀναμεῖναι τοὺς συνεληλυθότας τὴν ἀπὸ τῆς συνόδου διατύπωσιν, ἠξίωσαν οἱ μοναχοὶ τοὺς συντεταγμένους αὐτοῖς λιβέλλους ἀναγνωσθῆναι: ὧν μέρος ὑπῆρχε τὸν Διόσκορον καὶ τοὺς σὺν αὐτῷ ἐπισκόπους παρεῖναι κατὰ τὸ συνέδριον. Πρὸς ὃ ἐπεβόησαν πάντες οἱ ἐπίσκοποι: Ἀνάθεμα Διοσκόρῳ. [*](Ibid. 69) Διόσκορον ὁ Χριστὸς καθεῖλε. Τούτους ἔξω βάλε. Ἆρον ὕβριν τῆς συνόδου, ἆρον βίαν τῆς συνόδου. Τὰς φωνὰς τῷ βασιλεῖ. Ἆρον ὕβριν τῆς συνόδου, ἆρον αἶσχος τῆς συνόδου. Οἶς ἀντιτείνοντες οἱ μοναχοὶ ἔκραζον: Ἆρον ὕβριν τῶν μοναστηρίων. Καὶ τῶν αὐτῶν αὖθις κραυγασθέντων ἐκ τῆς συνόδου, διελαλήθη τοὺς λοιποὺς τῶν λιβέλλων ἀναγνωσθῆναι:
90
οἵπερ λέγουσι μὴ κατὰ τὸ δέον τὴν καθαίρεσιν Διοσκόρου γενέσθαι, καὶ χρεὼν πίστεως προκειμένης μετασχεῖν αὐτὸν τοῦ συνεδρίου: εἰ δὲ μὴ τοῦτο γένηται, ἀποτινάσσειν τὰ ἱμάτια αὐτῶν τῆς κοινωνίας τῶν συνεληλυθότων ἐπισκόπων. Ὧν εἰρημένων, Ἀέτιος ἀρχιδιάκονος ἀνεγίνωσκε[*](Conc. vii 72) κανόνα περὶ τῶν ἀφοριζόντων ἑαυτούς. Καὶ πάλιν πρὸς τὰς πεύσεις τῶν ὁσιωτάτων ἐπισκόπων τῶν μοναχῶν διενεχθέντων, εἶτα καὶ πρὸς ἐρώτησιν Ἀετίου ἀρχιδιακόνου ὡς ἀπὸ τῆς συνόδου, τῶν μὲν ἀναθεματιζόντων Νεστόριον καὶ Εὐτυχῆ, τῶν δὲ καὶ παρακρουσαμένων,διελαλήθη παρὰ τῶν ἀρχόντων τὰς δεήσεις Φαύστου καὶ τῶν λοιπῶν μοναχῶν ἀναγνωσθῆναι, αἳ παρεκάλουν τὸν [*](Ibid. 77) βασιλέα μὴ προσδεχθῆναι περαιτέρω προβῆναι τοὺς μοναχοὺς ἐναντιουμένους τοῖς ὀρθοῖς δόγμασιν. Ἐφ̓ οἷς Δωρόθεος μοναχὸς ὀρθόδοξον Εὐτυχῆ κέκληκεν. Πρὸς ὃνδιάφορα δογματικὰ περὶ Εὐτυχοῦς παρὰ τῶν ἀρχόντων ἐκινήθη. [*](Ibid. 100) Καὶ μετὰ τοῦτο πέμπτης συνελεύσεως γενομένης, διελάλησαν οἱ ἄρχοντες τὰ τυπωθέντα περὶ τῆς πίστεως δῆλα γενέσθαι: καὶ ἀνέγνω Ἀσκληπιάδης διάκονος Κωνσταντινουπόλεωσὅρον, ὃν ἔδοξε μὴ συνταγῆναι τοῖς ὑπομνήμασιν. Πρὸς ὃν τινὲς μὲν διηνέχθησαν, οἱ πλείους δὲ συνῄνεσαν. Καὶ ἐκβοήσεων ἐναντίων γενομένων, εἶπον οἱ [*](Ibid. 104) ἄρχοντες ὅτι Διόσκορος ἔλεγεν διὰ τοῦτο καθελεῖν Φλαβιανὸν ἐπειδὴ δύο φύσεις εἶπεν εἶναι, τὸν δὲ ὅρον ἐκ δύοφύσεων ἔχειν. Πρὸς ἂ Ἀνατόλιος εἶπεν Διόσκορον μὴ καθαιρεθῆναι διὰ τὴν πίστιν, ἀλλ̓ ἐπειδὴ ἀκοινωνησίαν ἐπήγαγεν Λέοντι, καὶ τρὶς κληθεὶς οὐκ ἦλθεν. Καὶ ἀπῄτουν οἱ ἄρχοντες τὰ ἐν τῇ ἐπιστολῇ Λέοντος ἐντεθῆναι τῷ ὅρῳ. Πρὸς ὃ ἀποφησάντων τῶν ἐπισκόπων καὶ εἰρηκότων ἄλλονὅρον μὴ γενέσθαι, ἐντελῶς γὰρ ἔχειν, ἀνηνέχθη ταῦτα τῷ [*](Ibid. 105) βασιλεῖ. Καὶ ἐκέλευσεν ἓξ ἀπὸ τῶν ἀνατολικῶν ἐπισκόπων,
91
καὶ τρεῖς ἀπὸ τῆς Ποντικῆς, καὶ τρεῖς ἀπὸ τῆς Ἀσίας, καὶ τρεῖς ἀπὸ Θρᾴκης, καὶ τρεῖς ἀπὸ Ἰλλυριῶν, συμπαρόντος Ἀνατολίου καὶ τῶν τοποτηρητῶν Ῥώμης, συνελθεῖν ἐν τῷ μαρτυρίῳ, καὶ τὰ περὶ τῆς πίστεως ὀρθῶς τυπῶσαι, ἢ ἕκαστον τὴν ἑαυτοῦ δηλῶσαι πίστιν, ἢ εἰδέναι ὡς ἐν τῇ δύσει ἡ σύνοδος γίνεται. Καὶ ἀπαιτηθέντες εἰπεῖν εἰ Διοσκόρῳ ἀκολουθοῦσιν ἐκ δύο λέγοντι, ἢ Λέοντι δύο ἐν Χριστῷ, ἐβόησαν Λέοντι πιστεύειν: τοὺς δὲ ἀντιλέγοντας, Εὐτυχιανιστὰς εἶναι. Καὶ τῶν ἀρχόντων εἰρηκότων προστεθῆναι κατὰ Λέοντα δύο φύσεις ἡνωμένας ἀτρέπτως καὶ ἀμερίστως καὶ ἀσυγχύτως ἐν τῷ Χριστῷ, καὶ εἰσελθόντων τῶν ἀρχόντων ἐν τῷ μαρτυρίῳ τῆς ἁγίας Εὐφημίας ἅμα Ἀνατολίῳ καὶ τοῖς τοποτηρηταῖς Λέοντος, καὶ Μαξίμου Ἀντιοχείας καὶ Ἰουβεναλίου Ἱεροσολύμων καὶ Θαλασσίου Καισαρείας Καππαδοκίας σὺν ἑτέροις, καὶ ἐξελθόντων αὐτῶν, ἀνεγνώσθη ὁ ὅρος ἔχων οὕτως: Ὁ κύριος ἡμῶν καὶ σωτὴρ Ἰησοῦς ὁ Χριστὸς καὶ [*](Conc. vii 108) τὰ λοιπά, ἃ ἐν τῇ ἱστορίᾳ ἐντέτακται. Καὶ πάντων [*](Evagr. ii 4) βοησάντων: Αὕτη ἡ πίστις τῶν πατέρων: οἱ μητροπολῖται [*](Conc. vii 117) ἄρτι ὑπογράψωσιν. Αὕτη ἡ πίστις τῶν ἀποστόλων. Ταύτῃ πάντες στοιχοῦμεν, πάντες οὕτω φρονοῦμεν, διελάλησαν οἱ ἄρχοντες: Τὰ τυπωθέντα διὰ τῶν πατέρων καὶ πᾶσιν ἀρέσαντα ἀνενεχθήσεται τῇ θείᾳ κορυφῇ. Κατὰ δὲ τὴν ἕκτην συνέλευσιν παρεγένετο Μαρκιανὸς καὶ πρὸς τοὺς ἐπισκόπους περὶ τῆς ὁμονοίας ἐδημηγόρησε: [*](Ibid. 129) καὶ διὰ Ἀετίου ἀρχιδιακόνου Κωνσταντινουπόλεως ὁ ὅρος ἀνεγνώσθη ἀπὸ διαλαλιᾶς τοῦ βασιλέως, καὶ πάντες [*](Ibid. 136) ὑπέγραψαν τῷ ὅρῳ. Καὶ ἠρώτησεν ὁ βασιλεὺς εἰ κατὰ συναίνεσιν πάντων ὁ ὅρος ἀνεγνώσθη: καὶ πάντες δἰ [*](Ibid. 169)
92
εὐφημιῶν ἐβεβαίωσαν. Καὶ πάλιν πρὸς αὐτοὺς ὁ βασιλεὺς [*](Conc. vii 172,173) ἐδημηγόρησεν δίς, καὶ ἐπευφήμησαν πάντες. Καὶ ἀπὸ προτροπῆς τοῦ βασιλέως ἐτέθησαν κανόνες, καὶ ἐδόθη τῇ Καλχηδοναίων μητροπολιτικὰ δίκαια. Καὶ ἐκέλευσεν ὁ βασιλεὺς μεῖναι τοὺς ἐπισκόπους τρεῖς ἢ τέσσαρας ἡμέρας καὶ ἕκαστον κινῆσαι περὶ ὧν βούλεται, παρόντωντῶν ἀρχόντων, καὶ τὰ εἰκότα γενέσθαι: καὶ ἐπεραιώθη ἡ συνέλευσις. [*](Ibid. 357) Γέγονε καὶ ἑτέρα, καὶ ἕτεροι κανόνες ἐτέθησαν. [*](Ibid. 180) Καὶ πάλιν καθ̓ ἑτέραν σύνοδον συνεβάθησανἸουβενάλιος καὶ Μάξιμος, καὶ ἔδοξε τὸν Ἀντιοχείας ἔχειν δύο Φοινίκας καὶ Ἀραβίαν, τὸν δὲ Ἱεροσολύμων τρεῖς Παλαιστίνας: καὶ ἀπὸ διαλαλιᾶς τῶν ἀρχόντων καὶ ἐπισκόπων ἐβεβαιώθησαν. Καὶ κατὰ τὴν ἐνάτην σύνοδον ἐκινήθη τὰ κατὰ Θεοδώρητον,[*](Ibid. 189) καὶ ἀνεθεμάτισε Νεστόριον εἰρηκώς: Ἀνάθεμα Νεστορίῳ καὶ τῷ μὴ λέγοντι θεοτόκον τὴν ἁγίαν παρθένον Μαρίαν, καὶ τῷ εἰς δύο υἱοὺς μερίζοντι τὸν ἕνα υἱὸν τὸν μονογενῆ. Ἐγὼ δὲ καὶ τῷ ὅρῳ τῆς πίστεως ὑπέγραψα καὶ τῇ ἐπιστολῇ Λέοντος. Καὶ ἀπὸ διαλαλιᾶς πάντωνἀπέλαβε τὸν οἰκεῖον θρόνον. [*](Ibid. 193) Ἐν ἄλλῃ συνόδῳ ἐκινήθη τὰ κατὰ Ἴβαν, καὶ ἀνεγνώσθησαν τὰ ἐπ̓ αὐτῷ κεκριμένα, οἷς ἐδίκασαν Φώτιος ἐπίσκοπος τῆς Τυρίων καὶ Εὐστάθιος ἐπίσκοπος Βηρυτοῦ: καὶ ὑπερετέθη ἡ ψῆφος εἰς τὴν ἑξῆς.[*](Ibid. 204) Κατὰ οὖν τὴν ἑνδεκάτην συνέλευσιν, τῶν πλειόνων ἐπισκόπων ψηφισαμένων αὐτὸν εἰς ἱερέας εἶναι, τινὲς ἐπίσκοποι ἀντειπόντες εἰρήκασι τοὺς κατηγόρους αὐτοῦ ἔξω εἶναι, καὶ ἠξίωσαν αὐτοὺς εἰσελθεῖν. Καὶ ἀνεγνώσθησαν τὰ ἐπ̓ αὐτῷ πεπραγμένα: καὶ διαλαλησάντων[*](Ibid. 257) τῶν ἀρχόντων ἀναγνωσθῆναι τὰ ἐν Ἐφέσῳ περὶ Ἴβα
93
πεπραγμένα, εἰρήκασιν οἱ ἐπίσκοποι πάντα τὰ ἐν Ἐφέσῳ πεπραγμένα κατὰ τὴν δευτέραν σύνοδον ἄκυρα εἶναι χωρὶς τῆς χειροτονίας Μαξίμου τοῦ Ἀντιοχείας. Καὶ ἐδεήθησαν περὶ τούτου καὶ τοῦ βασιλέως ὥστε θεσπίσαι μηδὲν τῶν ἐν Ἐφέσῳ μετὰ τὴν πρώτην σύνοδον κρατεῖν, ἧς ἡγήσατο ὁ ἐν ἁγίοις Κύριλλος ὁ τῶν Ἀλεξανδρέων πρόεδρος. Καὶ ἐδικαιώθη τὴν ἐπισκοπὴν αὐτὸν ἔχειν. Καθ̓ ἑτέραν πρᾶξιν ἐζητήθη τὰ κατὰ Βασιανὸν ἐπίσκοπον [*](Conc. vii 272) τῆς Ἐφεσίων, καὶ ἐδικαιώθη ἐξενεχθῆναι αὐτὸν καὶ Στέφανον. Καὶ ἑτέρας δὲ συνόδου γενομένης ταῦτα ἐψηφίσθη. [*](Ibid. 300) Καὶ τρισκαιδεκάτης πράξεως γενομένης, ἐξητάσθη τὰ [*](Ibid. 301) κατ̓ Εὐνόμιον τὸν Νικομηδείας ἐπίσκοπον καὶ Ἀναστάσιον τὸν ἐπίσκοπον Νικαίας, φιλονεικησάντων περὶ τῶν ἰδίων πόλεων. Γέγονε δὲ καὶ τεσσαρεσκαιδεκάτη πρᾶξις, καὶ ἐξητάσθη [*](Ibid. 313) τὰ κατὰ Βασιανὸν τὸν ἐπίσκοπον. Καὶ πρὸς τῷ τέλει ἐδικαιώθη τὸν Κωνσταντινουπόλεως θρόνον εὐθὺς [*](Ibid. 369) μετὰ τὸν Ῥώμης τετάχθαι. Τέλος τοῦ β τόμου τῆς ἐκκλησιαστικῆς ἱστορίας Εὐαγρίου.