Alexias

Anna Comnena

Anna Comnena, Alexias, Schopenus, Weber, 1839

Ὁ μέντοι Ῥομπέρτος ἀμεριμνήσας παντάπασι, τὴν [*](V. 101) λείαν πᾶσαν καὶ τὴν βασιλικὴν σκηνὴν ἀφελόμενος, τροπαιο-

[*](ΑΛΕΞΙΑΔΟΕ βιβλίον ἑ AG.)
223

φόρος καἰ γαυριῶν τὴν πεδιάδα κατέλαβεν εἰς ἣν πρότερον ηὐλίζετο, τὸ Δυρρύχιον πολιορκῶν. κα μικρὸν διαναπαυσάμενος ἐβουλεύετο, ἐβουλεύετο εἰ χρὴ αὐθις ἀποπειρᾶσθαι τῶν τούτου τειχῶν, ἢ τὴν μὲν πολιορκίαν εἰς τὸ ἐπιὸν ἔαρ παραφυλάξασθαι, τὸ παρὸν δὲ τὴν Γλαβινίτζαν καταλαβεῖν καὶ τὰ Ἰωαννίνα, κἀκεῖσε παραχειμάσαι, καταθέμενον τὸ ὁπλιτικὸν ἅπαν εἰς τὰ ὑπερκείμενα τέμπη τῆς πεδιάδος Δυρραχίου. οὶ δ' ἐντὸς Δυρραχίου, καθάπερ ὁ λόγος ἐδήλωσεν , ἐπεὶ οἱ [*](B) πλείους ἀπὀ Μέλφης ναὶ Βενετίας ἤσαν ἄποικοι, τὰ ξυμπεσόντα τῷ αὐτοκράτορι μεμαθηκότες, καὶ τὴν τοσαύτην ἀνδροκτασίαν καὶ τὴν τῶν. τηλικούτων ἀνδρῶν σφαγήν , καἰ τοὺς στόλους ὑποκεχωρηκότας, καὶ ὅτι ὁ Ῥομπέρτος εἰς τὸ ἐπιὸν ἔαρ τὴν πολιορκίαν ταμιεύεται διεσκοπεῖτο ἕκαστος , ὅ τι πράττειν χρὴ καὶ σώζεσθαι καὶ μὴ αὖθις ἐς τοσούτους ἐμπεπτωκέναι κινδύνους. συλλεξάμενοι οἶν ἑαυτούς, τὸ ἀπόρρητον ἕκαστος εἰς τὸ ἐμφανὲς ἄγουσι , καὶ πέρι τῶν ὅλων γνωσιμαχήσαντες, ὥσπερ ἐν ἀπόροις πόρον εὑρηκέναι ᾠήθησαν πεισθῆναι τε τῷ Ῥομπέριῳ καὶ παραδοῦναί οἱ τὴν πόλιν. [*](C) ἐρεθισθέντες δὲ κὼ παρά του τῶν ἐποίκων Μέλφης καὶ ταῖς τούτου πεισθέντες ὑποθημοσύναις, τὰς εἰσόδους ἀναπετάσαντες, πάροδον τῷ Ῥομπέρτῳ δεδώκασιν. ἐγκρατὴς δὲ τούτου γενόμενος, τὰς δυνάμεις μετεκαλεῖτο, φιλοκρινῶν ἅμα, εἴ που

[*](1. ηὐλίζετο πρότεροι Α. 3. ἐβούλετο G. εἰ C , ἴην PG. vid. annotat. 4. μὲν om CG. 8. δὲ A. ἐδήλωσε G. 17. εὑρημένοι Q. 18. τε om. C 19. παρὰ τοῦ PG, correxL ἐποίκων C, ἀποίκων PG. 22, φυλλοκρινὤν C. lego φυλοκοινων.)
224

τέτρωται τις καιρίαν ἢ ἐπὶ χρῶτα παραξέσαντος τυχὸν τοῦ ξίφους, καὶ διερευνώμενος ὁποῖοί τε καὶ ὁπόσοι πολέμου παρανάλωμα γεγόνασιν ἐν ὦς προηγησαμέναις μάχαις, σκοπῶν [*](D) ἅμα, ἐπεὶ χειμὼν ἤδη παρῆν κάτα τόδε καιροῦ, διὰ τούτου καὶ μισθοφορικὸν ἕτερον ἐπισυνάξαι καὶ ξενικὰς ἐπισυλλέξαι [*](P. 126) δυνάμεις, καὶ ἦρος ἐπιφανέντος, τηνικαῦτα πανστρατὶ κατὰ τοῦ βασιλέως χωρῆσαι. ἀλλ’ οὐκ αὐτὸς μὲν ὁ Ῥομπέρτος, καίτοι νικητὴν ὲαυτὸν καὶ τροπαιοῦχον ἀνευφημῶν τοιαῦτα ἐλογίζετο, ὁ δ’ ἡττηθεὶς βασιλεὺς χαἰ· τραυματίας γεγονώς διὰ τὴν ἀνύποιστον ἐκείνην ἧτταν καὶ τοσούτους καὶ τοιούτους ἀποβεβληκὼς μορμολυχθεὶς οἷον συνέσταλται· ἀλλὰ μηδὲν σμικροπρεπὲς περὶ ἑαυτοῦ λογισάμενος μηδὲ χαλάσας ὅλως τὸν λογισμόν, σπεύδων ἦν ὅλῃ γνώμῃ τὴν ἧτταν ἦρος φανέντος ἀνακαλέσασθαι. ἦσαν γὰρ ἄμφω πάντα προϊδεῖν καὶ συνιδεῖν ἱκανοί, καὶ πολεμικῶν τεχνασμάτων οὐδενὸς [*](Β) ἀδαεῖς, ἀλλὰ πάσαις μὲν τειχομαχίαις, πάσαις δὲ λοχήσεσι, [*](V. 109.) καὶ ταῖς ἐκ παρατάξεως ἀγωνίαις ἐθάδες, τὰς δὲ διὰ χειρὸς πράξεις δραστικοὶ καὶ γενναῖοι, καὶ ἐχθροὶ πάντων τῶν ὑπ’ οὐρανὸν ἡγεμόνων γνώμη καὶ ἀνδρίᾳ κατάλληλοι. εἶχε δέ τι τοῦ Ῥομπέρτου πλέον ὁ βασιλεὺς Ἀλέξιος, ὅτι νεάζων τὴν ἡλικίαν ἔτι, κατ’ οὐδὲν ἐλάττων τοῦ ἤδη ἀκμάζοντος ἥν καὶ τὴν γῆν

[*](1. παραξήσαντος P. 2. πόσοι G. 3. γέγοναν C, ἐγεγόνασι G. καὶ σκοπῶν CG. 4. διὰ τούτου om. G. 8. νικητὴν καὶ τροπαιοῦχον ἑαυτῶν G. 12. περὶ om. PG, add. F, αὐτοῦ G. 14. ἀνακαλέσασθαι ἦρος φανέντος G. 15. τεχνησμάτων G. 17. ἐθάδες FC et in raargine P, αὐθάδεις PG. 21. κατ’ : καὶ G,)
225

μικροῦ συνταράττειν. ὅλας τε φάλαγγας ἐκ μόνου μβοήματος αὐχοῦντος συνταράττειν. ἀλλὰ ταῦτα μὲν ὲτέροις συντηρείσθωσαν τόποις· μελήσει γὰρ πάντως τοῖς έγκωμιάζειν ἐθέλουσιν. ὁ δέ γε βασιλεὺς Ἀλέξιος, ἐν Ἀχρίδι μικρὸν ἑαυτὸν ἀνακτησάμενος καὶ τὸ σῶμα διαναπαύσας, καταλαμβάνει τὴν εάβολιν. καὶ τοὺς μὲν τοῦ πολέμου διασωθέντας τῆς ἐκ τοῦ μόχθου κακοπαθείας, ὡς ἐνόν, ἐπανελάμβανε, τοὺς δέ γε ἐπιλοίπους ἁπανταχόθεν ἀποστείλας διεκηρύκευε τὴν Θεσσαλονίκην καταλαβεῖν. ἐπεὶ δὲ πεῖραν του Ῥομπέρτου καὶ τῆς λμης τοῦ τηλικούτου ἔσχε στρατεύματος, καὶ πολλὴν ἀφέ λειαν καὶ ἀνανδρίαν τῶν ὑπ’ αὐτὸν κατεψηφίσατο, (οὑ [*](C) ἂν προσθείην στρατιωτῶν, οὔτι καὶ οἱ τέως παρόντες ἀγύμναστοί τε τὸ παράπαν ἠσαν καὶ πάσης στρατιωτικῆς ἐμπειρίας ἀδαεῖς,) διὰ τοῦτο γοῦν ἐδεῖτο συμμάχων· τὸ δὲ ἄτερ χρηιάτων οὐκ ἐνῆν· τὰ δὲ οὐ παρῆν, τῶν βασιλικῶν ταμιείων ιὶ μηδενὶ δέοντι κενωθέντων ὑπὸ τοῦ προβεβασιλευκότος [*](P. 127) τοῦ Βοτανειάτον τοσοῦτον, ὡς μηδὲ τῶν ταμιείων κεκλεῖσθαι τὰς θύρας, ἀλλὰ ἀνέτως πατεῖσθαι παντὶ τῷ βουομένῳ δι’ αὐτῶν ὁδεύειν· προπέποτο γὰρ. ἔνθεν τοι καί ἐν ἐν ἀμηχανίᾳ τὸ πᾶν συνίστατο, ἀσθενείας τε καἰ πενίας ὁμοῦ συμπιεζούσης τὴν ὑπὸ τοὺς Ῥωμαίους. τότε δὲ τοτὲ τί. τὸν

[*](7. lege μόθου. τοὺς ἐπιλοίπους δὲ Α 13. καὶ πάσης: καὶ om. C, ἐν πᾶσι καὶ G. 14. τὸ δὲ A. τόδε PG. 15. ταμείων AG. 16. ὑπὸ τῶν προβεβασιλευκότων τοῦ τε βοτανιάτου καὶ μιχααὴλ του δούκα Α. 17. τοσοῦτον add. C. ταμείων G 19. ἐντεῦθεν καὶ ἀμηχανίᾳ A. 20. ἀσθενείας AG, ἀσθενίας P. τε add. A. 21. τοὺς add. A.)
226

νέον βασιλέα καὶ ἄρτι τῶν τῆς βασιλείας οἰάκων πιβεβηκότα ἐχρῆν διαπράξασθαι; πάντως ἥ ἐξαπορούμενον τὸ πᾶν καταλιπόντα ἐκστῆναι τῆς ἀρχῆς, ὡς μὴ ἀναίτιον ἔντα αἰτιῷτό [*](B) τις αὐτὸν ὡς ἀπειροπόλεμον καὶ ἀνεπιστήμονα ἀρχηγόν, ἥ ἐξ ἀνάγκης, ὡς ἐνόν, καὶ συμμάχους μετακαλέσασθαι καὶ τὰ τούτοις δοθησόμενα χρήματα ὅθεν δήποτε συναγαγεῖν, καὶ τοὺς ἁπανταχῆ διασπαρέντας τοῦ στρατεύματος διὰ δωρεῶν ἀνακαλεῖσθαι, ἵνα ἐντεῦθεν μείζους ἐλπίδας κτησάμενοι, αύτοὶ μετ’ αὐτοῦ ἐγκαρτερήσαιεν καὶ οἱ ἀπόντες πρὸς τὸ ἐπανέρχεσθαι προθυμότεροι γένοιντο, καὶ οὕτως γενναιότερον πρὸς τὰ Κελτικὰ πλήθη ἀντικαταστῆναι δυνήσαιντο. ἀνάξιον μὲν οὖν καἰ ἀσύμφωνον τῆς αὐτοῦ περὶ τὰ στρατιωτικὰ ἐπιστήμης ὁμοῦ καὶ τόλμης μηδὲν πεπραχέναι βουλόμενος, πρὸς [*](C) δύο ταῦτα ἀπέβλεψε, συμμάχους τε ἁπανταχόθεν μεταπέμψασθαι, ἐλπίσι πολλῶν δωρεῶν εὐμηχάνως τούτους ὑποσυρόμενος, τὴν δέ γε μητέρα καὶ τὸν ἀδελφὸν αἰτήσασθαι χρήματά [*](V. 103) ματά οἱ ξυμπορισαμένους ὅθεν δήποτε ἐκπέμψαι.

Οἱ δὲ πόρον πορισμοῦ μὴ ἐφευρηκότες ἕτερον, πρότερον μὲν ἅπαντα τὰ αὐτῶν συναγαγόντες χρήματα, ὁπόσα έν χρυσῷ καἰ ἀργύρῳ, τῇ βασιλικῇ χωνείᾳ παραπεπόμφασι·

[*](1. τῶν Diesterwegius, τὸν libri. 2. ἢ CG, καὶ P. καταλειπόντα PG, καταλιπόντα C. 3. ἀναίυον CG, ἐνάντιον P. αἰτιᾶτο G. 6. δοθησόμενα δοθησόμενα: P in margine. χρημάτων Ρ. 7. τούς C, τούτους PG. ὃ αὐτοὶ δὲ C, οἱ τε coni. Diesterwegius. 11. δυνήσεται CG. 12. τῆς αὐτοῦ om. G. 14. καὶ συμμάχους A. 15 ἀποσυρόμενος A. 16. δέ γε : δὲ Α. 18. ἐφευρίσκοντες P, alterum CAG.)
227

πρώτη δὲ πάντων ἡ βασιλὶς καὶ μήτηρ ἐμὴ ὁπόσα ἔκ τε μητρῴου καὶ πατρῴου κλήρου ἐνυπῆρχον αὐτὴ, κατεβάλλετο, νὼ τοὺς ἄλλους ἐντεῦθεν πρὸς τοῦτο ἐρεθίσαι οἰομένη· γὰρ ὑπὲρ τοῦ αὐτοκράτορος, ἐν στενῷ κομιδῆ τὰ κατ’ αὐτὸν [*](D) ὁρῶσα· εἰτα δὲ καὶ ἐξ ὲτέρων, ὁπόσοι εὐνοϊκώτερον τρὸς τοὺς βασιλεῖς τούτους διέκειντο, αὐθαιρέτως προτεθυμηκότων καταβάλλεσθαι, ὁπόσον ἕκαστος εἶχε προθέσεως, χρυσίου καὶ ἀργυρίου πορισάμενοι, ἐξέπεμψαν τὸ μέν τι τοῖς συμμάχοις, [*](P. 128) τὸ δέ τι πρὸς τὸν αὐτοκράτορα. ἀλλὰ πρὸς τὴν ἐπικειμένην χρείαν μηδαμῶς ἐξαρκούντων, τῶν μὶν χάριτας αἰτούντων, ὡς συναγωνισαμένων δῆθεν, τῶν δέ, ὁπόσον μισθοφορικόν, δαψιλέστερον τὸν μισθὸν ἐξαιτουμένων, ἐνέκειτο αὖθις καὶ ἕτερα ἀνακαλούμενος διὰ τὸ ἀπεγνωκέναι τὴν Ῥωμαίων εὔνοιαν. οἱ δὲ ἐν ἀμηχανία γεγονότες καὶ πολλοὺς λογισμοὺς ἀνελίξαντες ἰδίᾳ τε καὶ κοινῇ, ἐπεὶ καἰ τὸν Ῥομπέρτον αὖθις ὁπλιζόμενον μεμαθήκεσαν. μὴ ἔχοντες ὅ τι καὶ δράσαιεν, εἰς τοὺς πάλαι κειμένους νόμους καὶ τοὺς κανόνας περὶ τῆς τῶν [*](B) ἱερῶν ἐκποιήσεως ἀπέβλεψαν. καὶ μετὰ τῶν ἄλλων εὐγηκότες καὶ τοῦτο, ὅτι περ ἐπ’ ἀναρρύσει αἰχμαλώτων τὰ τῶν ἁγίων τοῦ θεοῦ ἐκκλησιῶν ἱερὰ ἐκποιεῖσθαι, (ἑώρων δὲ

[*](1. δὲ CG, ὅτι P. τε: τοῦ G. μητρῴου καὶ πατρῴου P πατρ. καὶ μητρῴου CG. 2. κατεβάλετο G. 5. tyoQwau CG. 7. καταβαλέσθαι C. ὁπόσον CAG, ὁπόσης P. an ὅπως? προθέσεως om. G, εἶχε προθέμενος ἕκαστος Α. 8. ξυμμάχοις P, συμμάχοις CAG. 10. fortasse τούτων post excidit. 11. ὁπόσων μισθοφορικῶν G. 15. καὶ alterum: σὲ G. 19. καὶ τοῦτο add. AG. περ om. CG. 20. τοῦ θεοῦ orn. A.)
228

καἰ τῶν Χριστιανῶη, ὅσοι περὶ τὴν Ἀσίαν ὑπὸ τὴν ἐτέλουν χεῖρα, καὶ ὁπόσοι τὴν σφαγὴν ἐξέφυγον, ἐμιαίνοντο διὰ τὴν τῶν ἀπίστων συναναστροφήν,) ὀλίγ᾿ τῶν πάλαι ἠργηκότων ἱερῶν καὶ καταλελυμένων, ὡς εἰς μηδεμίαν χρείων συντελοῦντα, ἀλλ’ ἀφορμὴ μόνον ἱεροσυλίας καὶ ἀσεβείας ἅμα τοῖς πολλοῖς παρεχόμενα, ὡς ὕλην χαράγματος [*](C) εἰς μισθὸν τοῖς στρατιώταις καὶ συμμάχοις τὸ τοιαῦτα χρηματίσαι ἐσκέψαντο. τούτου γοῦν συνδόξαντος, ἀνέρχεται ὁ σεβαστοκράτωρ Ἰσαάκιος εἰς τὸ τοῦ θεοῦ μέγα τέμενος τὴν σύνοδον ἐκκλησιάσας καὶ τὸ τῆς ἐκκλησίας ἅπαν πλήρωμα. θεασάμενοι δὲ τοῦτον οἱ τῆς ἱερᾶς συνόδου ἐπ’ ἐκκλησίας τῷ πατριάρχῃ συνεδριάζοντες, ἔκθαμβοι γεγονότες ἠρώτων ὅτου χάριν παρεγένετο. ὁ δὲ “λέξων ἥκω τι ὑμᾶς χρήσιμον τῇ βιαίᾳ τῶν πραγμάτων παρεμπτώσει καὶ [*](D) σωστικὸν τοῦ στρατοῦ." ἅμα δὲ καὶ τοὺς περὶ τῶν μὴ χρησιμευόντων ἱερῶν κανόνας ἀπεστομάτιζε, καὶ πολλὰ πέρι τούτων δημηγορήσας, “ἀναγκάζομαί" φησιν “ἀναγκάζειν, οὓς [*](P. 129) οὐ βούλομαι ἀναγκάζειν." καὶ γενναίους προτιθέμενος λογισμούς, [*](V. 104) ἐδόκει τάχα πείθειν τοὺς πλείονας. ὁ δέ γε Μεταξᾶς ἀντέτεινεν, ἀνθυποφοράς τινας εὐλόγους εἰσαγαγών, ἀποσκώπτων ἅμα καὶ πρὸς αὐτὸν τὸν Ἰσαάκιον. ἀλλ’ ὅμως τὰ

[*](4. ἱερῶν ἠργεκότων καταλελυμένων G. 6. ἅμα om. CG. ὡς: ὥσπερ G. χαραγμάτων CG. 8. γοῦν GA, οὖν PG. 11. τῆς ἱερᾶς συνόδου om. Α. 12. τῷ συνεδριάζοντες πατριάρχῃ P, συνεδριάζοντα πατριάρχῃ C, omisso tw, setl spatio relicto, recte AG. 14. ὑμᾶς Α, ἡμᾶς PG. 17 ἀναγκάζειν om. G. 20. ἀνέτεινεν A. ἀντυποφοράς P.)
229

δεδογμένα ἐκράτει. τοῦτο ὕλη μεγίστης κατηγορίας τοῖς ἐγένετο, (οὐκ ὀκνῶ γὰρ καὶ τὸν Ἰσαάκιον βασιλέα κατονομάζειν,) οὐ τότε μόνον, ἀλλὰ καὶ μέχρι καιροῦ διαρκέσασα. νὼ γὰρ ἀρχιερεύς τις τηνικαῦτα Χαλκηδόνος Λέων προυκάθητο, οὐ τῶν πάνυ σοφῶν καὶ λογίων, [*](Β) ἀρετῆς δὲ ἐπιμεμελημένος, τὸ δὲ ἦθος αὐτῷ σκληρὸν καὶ ἀπόκροτον· οὗτος οὑν τῶν έν τοῖς Χαλκοπρατείοις πυλῶν ἀφαιρουμένων τοῦ ἐπικειμένου αὐταῖς ἀργυρίου καὶ χρύσιον, εἰς τὸ μέσον εἰσδὺς ἐπαρρησιάζετο, μηδ’ ὅλως ἥ οἰκονομίας ἢ τῶν περὶ τῶν ἱερῶν κειμένων νόμων ἐπαισθανόμενος. ὑβριστικώτερον δὲ καὶ οἶον εἰπεῖν ἀτακτότερον τῷ τηνικαῦτα κρατοῦντι προσεφέρετο, ὁσάκις εἰς τὴν βασιλεύουσαν ἐπανῄει, τῇ ἀνεξικακίᾳ ἐκείνου καὶ τῇ φιλανθρωπίᾳ καταχρώμενος. καὶ ὁπηνίκα μὶν τὰ πρῶτα κατὰ τοῦ Ῥομπέρτου ὁ αὐτοκράτωρ τῆς βασιλίδος [*](C) πόλεως 15 πόλεως ἐξῄει, Ἰσαακίου τοῦ σεβαστοκράτορος αὐτοῦ μετὰ τῆς κοινῆς γνώμης καὶ τῶν νόμων ἅμα καὶ τοῦ δικαίου οὐθὲν δήποτε συμποριζομένου χρήματα, εἰς θυμὸν ἐκίνει τὸν ῥηθέντα ἀδελφὸν τοῦ βασιλέως, ἀναισχυντότερον αὐτῷ προσφερόμενος. ὡς δὲ καἰ ὁ βασιλεὺς πολλάκις μὲν ἡττηθεὶς κὼ μυριάκις αὖθις κατατολμήσας τῶν Κελτῶν, θεοῦ

[*](1. τοῦτο δὲ μεγίστης G. 3. καὶ om. G. 6. δὲ prius om. G. τὸ δὲ: τόδε P. 7. τοῖς om. G. ἀφαιρουμένους P, ἀφαιρούμενος CG, recte Α. 9. τῶν om. AG. 10. κειμένων Α, κειμηλίων PG. 14. πρώτου G. 16. τῆς om. Α. γνωμῆς καἰ — χρήματα Α, γνώμης ὄων δήποτε συμποριζ. χρήματα μετὰ τῶν ν. ἅμα καὶ τοῦ δικαίου PG. 17. ποριζομένων Α. 18. ἀναισχυντότερον A, ἀναισχυντώτερον PG.)
230

νεύσει νικηφόρος στεφανίτης ἐπανεληλύθει, ἐπεὶ καὶ αὖ ἄλλο νέφος ἐχθρῶν, τοὺς Σκύθας φημί, κατ’ αὐτοῦ ἔξορμᾷν [*](D) ἤδη μεμαθήκει, καὶ διὰ τοῦτο καἰ ἥ συλλογὴ τῶν χρημάτων καὶ τοῦ βασιλέως ἐν τῇ μεγαλοπόλει ἐνδημοῦντος, ἐφ᾿ αἰτίαις ἐσπουδάζετο, ὁ ἀρχιερεὺς ἐκεῖνος ἀναιδέστερον προσέπεσε τῷ αὐτοκράτορι. καἰ συζητήσεως ἐντεῦθεν πολλῆς περὶ τῶν ἱερῶν γενομένης, λατρευτικῶς, οὐ σχετικῶς δὲ προσκυνεῖσθαι τὰς ἁγίας εἰκόνας παρ’ ἡμῶν ἐδογμάτιζεν, έν τισι μὲν εὐλόγως ἅμα καὶ ἀρχιερατικῶς ἐνιστάμενος, ἔν τισι οἱ καὶ οὐκ ὀρθῶς δογματίζων, οὐκ οἶδα εἴτε δι’ ἔριν καὶ τὴν πρὸ [*](P. 130) τὸν βασιλέα ἀπέχθειαν τοῦτο πεπονθώς, εἴτε δι’ ἄγνοιαν ἐξακριβοῦν γὰρ ἀσφαλῶς τὸν λόγον οὐκ εἶχεν, ὅτι λογικῆς μαθήσεως ἀμέτοχος ὑπῆρχε παντάπασιν. ὡς δ' ἐπὶ πλέον πρὸς τοὺς βασιλεῖς ἐθρασύνετο, χαιρεκάκοις ἀνδράσι πειθόμενος, ὁποῖοι πολλοὶ τότε ὑπῆρχον τοῦ πολιτεύματος, εἰς τοῦτο παρανυττόμενος, καἰ πρὸς ὕβρεις καἰ βλασφημίας ἀκαίρους ἐτράπετο, καὶ ταῦτα παρακαλοῦντος αὐτὸν τοῦ βασιλέως μεταβαλεῖν τὴν περὶ τῶν εἰκόνων γνώμην, ἔτι δὲ καὶ τῆς πρὸς αὐτὸν ἀποσχέσθαι ἀπεχθείας, ὑπισχνουμένου ἅμα καὶ τὰ ἱερὰ ταῖς ἁγίαις ἐκκλησίαις λαμπρότερα ἀποδοῦναι καὶ πᾶν ὅ τι δέοι ποιεῖν πρὸς διόρθωσιν, καὶ ἤδη καὶ διορνικηφόρος

[*](1. καὶ στεφανίτης PG, καὶ om. FA. 2. ἐξορμῶν P. 3. ἐμεμαθήκει G. καὶ prius om. Α. 4. καὶ om Α. 5. προσέπεσε: προσέκειτο Α. 6. πολλῆς ἐνθεῦτεν Α. γινομένης C. 8. τὰς om. A. 9. καὶ κανονικς ἄμα PA, ὁμὰ καὶ ἀρχιερατικῶς FC et in margine P. προϊστάμενος Α. 10. οἶν G. 18. δὲ: γὰρ CG. 19. ἀπέχεσθαι CG. 21. πρὸς om. G. διορθωμένου PG, διορθουμένου C.)
231

θουμένου παρὰ τῶν ἐλλογιμωτέρων τότε τῆς συνόδου οὑς οἱ [*](B) τῷ τοῦ Χαλκηδόνος μέρει προσκείμενοι κόλακας ἐκάλουν, καθαιρέσει [*](V. 105) κατεδικάζετο. ὡς δὲ μηδὲν ὑποπτήσσων οὐδόλως ἠρέμει, ἀλλὰ καὶ αὖθις συνετάραττε τὴν ἐκκλησίαν, οὐκ ἀγεννῆ φρατρίαν συνεπαγόμενος, ὡς ἄτεγκτος ἦν πάντη καὶ ἀδιόρθωτος, μετὰ πολλῶν ἐνιαυτῶν παρέλευσιν πάντες ὁμοῦ τοῦ ἀνδρὸς κατεψηφίσαντο· κἀντεῦθεν ὑπερορίαν καταδικάζεται. καὶ δέχεται τοῦτον ἡ περὶ τὸν Πόντον Σωζόπολις, παντοίας προνοίας καὶ θεραπείας βασιλικῆς ἀξιούμενον , κἀν οὐδαμῶς χρᾶσθαι ταύταις ἠβούλετο ὕστερον δι' ἣν πρὸς τὸν [*](C) αὐτοκράτορα ἔτρεφε μῆνιν, ὡς ἔοικεν. ἀλλὰ ταῦτα μὲν πη περιγεγράφθω.

ὁ δέγε αὐτοκράτωρ τοὺς νεήλυδας (συνέρρεον κανοὶ περισωθέντα τοῦτον μεμαθηκότες,) ἐπιμελῶς ἐξεπαίδευεν, ὅπως ἱππεύειν χρὴ καὶ τοξεύειν εὐστοχώτατα τε καὶ ἐνεδρεύειν ἐπικαιρότατα. ἐπεπόμφει δὲ αὖθις πρὸς τὸν ῥῆγα Ἀλαμανίας πρέσβεις, ὦν προεξῆρχεν ὁ Μηθύμνης καλούμενος, καὶ διὰ γραφῆς ἐπὶ πλέον ἐρεθίζει, μὴ μέλλειν ἔτι, ἀλλὰ τὰς αὐτοῦ ἀναλαβόμενον δυνάμεις, τάχιον τὴν Λογγιβαρδίαν καταλαβεῖν κατὰ τὰς συγκειμένας συνθήκας, ἐφ᾿ ᾡ ἀπασχολῆσαι τὸν Ῥομπέρτον, ἵν'

[*](2. τῷ G, τὸ P. 3. ὅλως Α. 5. φατρίαν Α. ἄτεγκτος Α, ἄτακτος PG. 7. κατεδικάζετο Α. 9. βασιλικῆς om. CG. κὰν G, καὶ P. 10. ταύτης χρῆσθαι G. vid. annotat. 15. καὶ τοξεύειν om. G. 16. ἐκπεπόμφει Α. 17. ἀλαμανίας Α, Ἀλαμανείας PG. προεξῆρχον P. 20 μετὰ τῶν συγκειμένων συνθηκῶν CG.)
232
[*](D)

ἀδείας τυχὼν στρατεύματα αὖθις καἰ ξενικὰς δυνάμεις συλλέξηται καὶ οὕτω τοῦτον τοῦ Ἰλλυρικοῦ ἀπελάσῃ, πολ- [*](P. 131) λὰς τῷ Αλαμανίας ῥηγὶ ὁμολογήσας τὰς χάριτας, εἰ οὕτω ποιήσειε, καὶ τὸ ὑποσχεθὲν αὐτῷ διὰ τῶν παρ’ αὐτοῦ σταλέντων πρέσβεων· κῆδος ἐκπληρῶσαι διαβεβαιούμενος. ταῦτα οἰκονομήσας, τὸν Πακουριανὸν μέγαν δομέστικον αὐτοῦ πουκαταλιπών, αὐτὸς πρὸς τὴν βασιλεύουσαν ἐπανέρχεται, ἐφ ᾧ καὶ ξεικὰς ἁπανταχόθεν συλλέξασθαι δυνάμεις καὶ ἄλλ' ἀττα οἰκονομῆσαι τῷ καιρῷ καὶ τοῖς ξυμπεσοῦσι πράγμασι ξυμβαλλόμενα. οἱ δὲ Μανιχαῖοι, ὁ τε Ξαντᾶς καὶ ὁ Κουλέων, μετὰ τῶν ὑπ’ αὐτοὺς ὡς εἰς δύο πρὸς τῇ ἡμισείᾳ χιλιάδας ποσουμένων, ἀσυντάκτως οἴκαδε ἐπανέρχονται. καὶ πολλάκις μετακαλούμενοι παρὰ, τοῦ αὐτοκράτορος, ὑπισχνοῦντο [*](B) μὶν ἐληλυθέναι, ὑπερετίθεντο δὲ τὴν ἔλευσιν. ὁ δὲ ἐπέκειτο, καἰ δωρεὰς αὐτοῖς καὶ τιμὰς διὰ γραφῶν ὑπισχνούμενος, καὶ οὐδ’ οὕτω πρὸς αὐτὸν ἐληλύθησαν. οὕτως οὖν τοῦ βασιλέως κατὰ τοῦ Ῥομπέρτου ἑτοιμαζομένου, ἧκέ τις τῷ Ῥομπέρτῳ ἀπαγγέλλων τὴν τοῦ ῥῆγός Ἀλαμανίας εἰς Λογγιβαρδίαν ὅσον ἤδη ἄφιξιν. ὁ δὲ έν ἀμηχανίᾳ γενόμενος, διεσκοπεῖτο, τί ἂν χρὴ ποιεῖν. πολλὰ τοίνυν γνωσιμαχήσας, ἐπεὶ τὸν μὲν ῾Ρογέρην ἐν τῷ πρὸς τὸ Ἰλλυρικὸν διαπερᾷν διάδοχον τῆς αὐτοῦ ἀρχῆς καταλέλοιπε, τῷ δέ γε Βαϊμούντῳ νεωτέρῳ ὅντι οὔπω

[*](1. δυνάμις om. G. 3. Ἀλαμάνων Ἀλαμάνῳ G. 8. ξενικοῦ G. 13. ὑπισχνοῦνται C. 16. οὑν om. G. fortasse ἀλλ' οὐδ’ οὕτω. lege ἐληλύθεισαν. 18. Ἀλαμάνου C. 22. κατέλειπε C.)
233

χώραν τινὰ ἀπενείματο, συναγαγὼν τοὺς κόμητας παντας καὶ [*](C) τοὺς ἐκκρίτους τοῦ ὁπλιτικοῦ παντός μετακαλεσάμενος τὸν ὠὸν αὐτοῦ Βαϊμοῦντον τὸν Σανίσκον, δημηγόρος προὖκάθητο καί φησιν· “οἴδατε, κόμητες, ὅτι τὸν φίλτατόν μου υἱὸν Ῥογέρην καὶ πρωτότοκον τῶν νιῶν κύριον τῆς ἐμῆς ἐν τῷ πρὸς τὸ Ἰλλυρικὸν μέλλειν διαπερᾷν κατέστησα χώρας. οὐ γὰρ ἐχρῆν ἐκεῖθεν ὑποχωροῦντα κω τοιοῦτον ἀναδεχόμενον ἔργον τὴν ἰδίαν χώραν ἄτερ ἡγεμόνος καταλιπεῖν εἰς προνομὴν ἕτοιμον παντὶ τῷ βουλομένῳ ἐκκεῖσθαι. ἔπει δὲ ὁ ῥὴξ Ἀλαμανίας [*](V. 106) πολιορκήσων ταύτην ἤδη καταλαμβάνει, χρὴ κὼ ἡμᾶς, ὡς ἐνόν, [*](D) ταίτης ἀντιποιήσασθαι. οὐδὲ γὰρ δεῖ ἑτέρων ἐπιλαμβανομένους τῶν ἰδίων κατερρᾳθυμηκέναι. λοιπὸν ἐγὼ μὲν ἄπειμι, ἐφ' ᾡ τῆς οἰκείας χώρας ἀντιποιήσασθαι, τὴν πρὸς τὸν Ἀλαμανίας ἀναδησάμενος μάχην. τουτῶὶ δέ μου τῷ υἱῷ τῷ νεωτέρῳ ἐπαφίημι τό τε Δυρράχιον καὶ τὸν Αὐλῶνα καὶ τὰς λοιπὰς πόλεις καὶ νήσους, ἴσας φθάσας αὐτὸς τὠμῷ δόρατι κατέσχον. παρεγγυῶμαι δὲ καἰ ὑμῖν κὼ ἀξιῶ ὡς ἐμὲ τοῦτον λογίζεσθαι καἰ ὅλῃ χειρὶ καὶ γνώμη ὑπὲρ αὐτοῦ μάχεσθαι. καὶ σοι δὲ τῷ φιλτάτῳ μοι ἐπισκήπτω υἱῷ" ἀποστρέψας τὸν λόγον πρὸς τὸν Βαϊμοῦντον [*](P. 132) “διὰ τιμῆς πάσης τοὺς κόμητας ἄγειν καὶ συμβούλοις

[*](1. ἀπενείματο C, απενήματο P, ἀνενήματο G. 2. ὁπλητικοῦ 3. νεανίσκον CG, σανίσκον PF. 9. ἀλαμανίας F, Αλαμανείας PG, ἀλαμ' C. 10. ὑμᾶς C. 13. Ἀλαμάνον G. vid. annotat. ἀναδησάμενος F, ἀναδυσάμενος PG. τουτωὶ CG, τουτωνὶ P. μου G, μοι P. 17. τῷ μῷ P, τοὐμῷ G, correxi. καὶ prius add. F. χειρὶ PG, χειρὶ PG, et in margine P.)
234

έν ἅπασι χρᾶσθαι, καὶ μὴ οἶον ἐναυθεντεῖν, ἀλλὰ πάντων αὐτοῖς κοινωνεῖν. σὺ δὲ ἀλλ’ ὅρα μὴ καταμελήσεις τὸν κατὰ τοῦ βασιλέως Ῥωμαίων ἀναπράξασθαι πόλεμον, ἀλλ’ ὲν ὅσῳ μεγάλην ἧτταν ἡττήθη καὶ μικροῦ μαχαίρας ἔργον ἐγεγόνει, καὶ τὸ πολὺ τῶν αὐτοῦ στρατευμάτων τῷ πολέμῳ ἀνήλωτο, καὶ γάρ φησι “καὶ ἐγγὺς ἦλθε τοῦ ζωγρηθῆναι καὶ ἐκ μέσων τῶν χειρῶν ἡμῶν τραυματίας ᾤχετο,) μὴ ἀνήσεις ὅλως [*](B) μή πως ἀνέσεως τυχών, συλλέξῃ τό τε πνεῦμα κὼ γενναιότερον ἢ τὸ πρότερον ἀντικατασταίη σοι. οὐ γὰρ τῶν τυχόντων ὁ ἀνήρ ἀλλ’ ἐκ νηπίου ὲν πολέμοις καὶ μάχαις ἐντραφείς, πᾶσάν τε τὴν ἕω καὶ τὴν ἑσπέραν ἐληλυθώς, ὁπόσους ἀποστάτας τοῖς πρώην αὐτοκράτορσι δορυθηράτους ἐποίησε, καὶ αὐτὸς πάντως ἐκ πολλῶν ἀκούεις. εἰ γοῦν ὅλως ἀναπέσῃς καὶ μὴ κὰτ· αὐτοῦ χωρήσῃς πάσῃ γνώμῃ, ὁπόσα μὲν αὐτὸς ἔργα πολλὰ καμὼν ἤνυσα, φροῦδα ποιήσεις, αὐτὸς δὲ τοὺς καρποὺς τῆς ἰδίας ῥᾳθυμίας πάντως δρέψῃ. κἀγὼ μὲν ἤδη ἄπειμι, ἀγωνισόμενος τὸν ῥῆγα τῆς ἡμεδαπῆς ἀπελάσαι χώρας [*](C) καὶ οὕτω τὸν φίλτατόν μοι Ῥογέρην ἐπὶ τῆς δοθείσης αὐτῷ ἐξουσίας ἑδράσαι." οὕτω μὲν οὑν ξυνταξάμενος αὐτῷ, εἰσεληλυθὼς εἰς μονῆρες τὴν περαίαν τῆς Λογγιβαρδίας κατέλαβε· καὶ ὀξέως εἰς τὸ Σαλερηνὸν ἐκεῖθεν παραγίνεται, οὑπερ παλαί ποτε εἰς κατοικίαν τῶν τῆς δουκικῆς ἀξίας ἀντιποιουμένων ἀφώριστο. κεῖθι γοῦν ἐγκαρτερήσας, ἱκανὰς συνἐν

[*](1. om. C. χρᾶσθαι F, χρήσασθαι PG. 2. καταμελήσῃς C. 8. συλλέξαι G. an συλλέξαιτό τε? 10. ἐν om. C. 11, malim διεληλυθώς. 12. πρόσω G. 21. Σαλερηνὸν: σαυρινὸν G)
235

ιλόχει δυνάμεις καὶ μισθοφορικὸν ἐξ ἀλλοδαπῶν ὅτι πλεῖστον. ὁ δὲ ῥὴξ Ἀλαμανίας κατὰ τὰς πρὸς τὸν αὐτοκράτορα ὑποσχέσεις καταλαμβάνειν ἤδη τὴν Λογγιβαρδίαν ἠπείγετο. τοῦτο μεμαθηκὼς ὁ Ῥομπέρτος ἔσπευδε τὴν Ῥώμην καταλαβεῖν, [*](D) ἑνωθησόμενός τε τῷ πάπᾳ καὶ τὸν Ἀλαμανίας ἀπείρξων τοῦ προκειμένου σκοποῦ. ἐπειδὴ οὐδ' ὁ πάπας πρὸς τοῦτο ἀνένευεν, ἄμφω κατὰ τοῦ Ἀλαμανίας ἐξώρμησαν. ὁ μέντοι ῥὴξ πολιορκεῖν τὴν Λογγιβαρδίαν ἐπειγόμενος, ἐπεὶ τὰ κατὰ τὸν αὐτοκράτορα ἐμεμαθήκει καὶ οὔτι μεγάλην ἥτταν ἡττηθείς, τῶν μὲν τοῦ στρατεύματος ξιφῶν παρανάλωμα γεγονότων, τῶν δὲ ἑκασταχοῦ διασπαρέντων, αὐτὸς εἰς πολλοὺς καταστὰς κινδύνους έν τῳ γενναίως μάχεσθαι, καιρίως ἐν διαφόροις τοῦ σώματος πληγεὶς μέρεσι, τόλμῃ καὶ γενναιότητι [*](P. 133) γνώμης παραδόξως ἐρρύσθη, στρέψας τὰς ἡνίας, [*](V. 107) πρὸς τὴν ἐνεγκαμένην ἀνεχώρει, τοῦτο νίκην λογισάμενος τὸ μὴ κινδύνοις ἑαυτὸν ὑποβαλεῖν ἔπι μηδενὶ δέοντι. οὗτος μὶν οὖν εἴχετο τῆς πρὸς τὰ οἴκοι φερούσης· ὁ οἱ· Ῥομπέρτος φθάσας εἰς τὴν τοῦ ῥηγὸς παρεμβολήν, αὐτὸς μὶν προσωτέρω διώκειν οὐκ ἤθελεν, ἀπόμοιραν δὲ ἱκανὴν τῶν αὐτοῦ ταγμάτων διελών, διώκειν τὸν Ἀλαμανίας προυτρέψατο. δὲ τὴν λείαν πᾶσαν ἀναλαβόμενος, μετὰ τοῦ πάπα πρὸς Ῥώμην ἀπένευσεν. καὶ τοῦτον ἐπὶ τοῦ ἰδίον θρόνου ὲδρά-

[*](B)[*](3. ὑποσχέσεις: συνθήκας A. 6. ἐπεὶ δὲ CG. 7. Ἀλαμάνου G. 8. ἐπεὶ καὶ τά A. g. μεμάθηκε Α. 10 lege ξίφους. 15. ἀνεχώρει Α, ἐχώρει PG. 16. ὑπολαβεῖν G. ἐπ' οὐδενὶ G. οὕτως G. 20, Ἀλαμάνον CG. προὐτρέπετο CG, ἐπετρέψατο Α. 22. ἑδράσας CA et in margine P, καθίσας PG.)
236

ἅς, εὐφημίας αὖθις παρ’ ἐκείνου τυγχάνει. κἄπειτα τὸ Σαλερηνὸν ἐπανέρχεται, τῆς ἐκ τῶν πολλῶν μόθων κακοπαθείας εαυτὸν ἀνακτησόμενος.

Μετ’ οὐ πολὺ δὲ καταλαμβάνει τοῦτον ὁ Βαϊμοὔντος, τὴν ἀγγελίαν τῆς ἐπισυμβάσης αὐτῷ ἥττης ἔπι τοῦ προσωπου φέρων. ὅπως δὲ ξυνέπεσε τὰ τῆς τύχης αὐτῷ, ὁ λογος ἤδη δηλώσει. καὶ γὰρ τῶν ἐκείνου μεμνημένος παραγγελμάτων, καὶ ἄλλως δὲ Ἀρηΐφιλος ὢν ἀνὴρ καὶ φιλοκινδυνότατος, ἀπρίξ τῆς κάτα τοῦ βασιλέως μάχης εἴχετο. καί τὰς ἰδίας δυνάμεις ἀναλαβόμενος, συνεφεπομένους ἔχων καὶ. ὁπόσοι ἐλλογιμώτεροι καὶ λογάδες Ῥωμαίων στρατιῶται καὶ· [*](C) ἡγεμόνες τῶν παρὰ τοῦ Ῥομπέρτου κατασχεθεισῶν χωρῶν καὶ πόλεων, (ἀπεγνωκότες γὰρ καθάπα·ξ τοῦ αὐτοκράτορος, τῆς τοῦ Βαϊμούντου γεγόνασι γνώμης,) καταλαμβάνει διὰ τῆς Βαγενητίας τὰ Ἰωάννινα, καὶ τάφρον κατὰ τοὺς ἐξωθεν διακειμένους ἀμπελῶνας ποιήσας πρότερον, ἅμα δὲ καἰ τὸ ὁπλιτικὸν ἅπαν ἐν ἐπικαίροις τόποις καταθέμενος, αὐτὸς ἐντὸς τὰς σκηνὰς ἐπήξατο. τὰ δὲ τείχη περιαθρήσας καὶ τὴν τοῦ κάστρου ἀκρόπολιν ἐπισφαλῆ διαγνούς, οὐ μόνον αὐτὴν ἀνορθοῦν, ὡς ἐνόν, ἠπείγετο ἀλλὰ καὶ ἑτέραν ἐν ἄλλῳ μέρει

[*](2. σαλερινον G. πολλῶν om. CG. μόθων C, μόχθων PA, μύθων G. 9. τῆς add. FA. 14. γέγοναν C. 15 Βαγενητίας PF, βαγενετίας A, βεγενετίας G et in inargine “forte Γλαβινίιζης" 16. διακειμένους om. CG. 17. ὁπλητικὸν P. 18. ἐπέξατο P. τάδε P, τὰ δὲ G.)
237

τῶν τειχῶν, ὤ μᾶλλον αὐτῷ συνοῖσον δέδοκτο ἐρυμνοτάτην ἀνῳκοδόμει, ληιζόμενος ἅμα καὶ τὰς παρακειμένας πόλεις [*](D) καὶ χώρας. ταῦτα μεμαθηκὼς ὁ αὐτοκράτωρ, εὐθὺς μηδὲν μελλήσας ὅλως τὰς δυνάμεις ἁπάσας συναγαγών, τῆς Κωνσταντινουπόλεως σπεύσας ἐξεισι κατὰ μῆνα Μάϊον. τοιγαροῦν τὰ Ἱωάννινα καταλαβών, ἐπεὶ ὁ τοῦ πολέμου καὶ τῆς μάχης καιρὸς ἤδη παρῆν, τὰ οἰκεῖα στρατεύματα μηδὲ τὸ πολλοστὸν τοῦ Βαϊμούντου δυνάμεων ὄντα κατανοῶν, καὶ ἄλλως δὲ ἀπὸ τῆς τοῦ Ῥομπέρτου προηγησαμένης μάχης γινώσκων τὴν πρώτην κατὰ τῶν ἐναντίων ἱππασίαν τῶν Κελτῶν ἀνύποιστον, δέον ἔκρινε πρῶτον μὲν διὰ πελταστῶν μετρητῶν τινῶν κω ἐκκρίτων ἀκροβολισμοὺς ποιήσασθαι, ἵνα ἐντεῦθεν ἔνδειξίν [*](P. 134) τινα καὶ τῆς τῷ Βαϊμούντῳ ἐνυπαρχούσης στρατηγικῆς ἐπιστήμης σχοίη, καὶ γένοιτο οἱ διὰ τῶν μερικῶν προσβολῶν τὴν τοῦ ὅλου γνῶσιν ἐσχηκέναι κἀντεῦθεν ξὺν ἐπιστήμῃ βεβαιότερον πρὸς τὸν Κελτὸν ἀντιπαρατάξασθαι. οὕτω γοῦν τὰ στρατεύματα κατ’ ἀλλήλων ἐσφάδαζεν· ὁ δὲ βασιλεὺς τὴν ἀνύποιστον Λατίνων δεδιὼς πρώτην προσβολήν, καινόν τι ποιεῖ. ἁμάξας κουφοτέρας κατασκευάσας καὶ τῶν συνήθων ἥττους, ἐφ’ ἑκάστῃ τούτων κοντοὺς ἐνέπηξε ναὶ πεζοὺς ὁπλοφόρους ἐπέστησεν, ὥστε ὁπηνίκα οἱ Λατῖνοι

[*](1. ἐρυμοτάτην P, recte CG. 2. παρακειμένας Α, περικειμένας PG. 4. κωνσταντίνου Α. 5. κατὰ add. CA. τοιγαρροῦν: καὶ A. 7. παρῆν : ἥν G. 11. πελταστῶν egregie Diesterwegius, πολλοστῶν PG, ἀποστολῶν P in margine. vid, annotat. 14. γένητό C. προβολῶν CG. 19. παρασκευάσας A. 20. ἑκάστην A.)
238
[*](V. 108)

ὅλους ῥυτῆρας χαλάσαντες κατὰ τῆς Ῥωμαϊκ(??)ς ὁρμήσουσι [*](B) φάλαγγος, τὰς ἁμάξας ὠθεῖσθαι πρόσω διὰ τῶν ὑφισταμένων ὁπλοφόρων πεζῶν, ἵν οὕτω τὸ συνεχὲς διακόπτηται τοῦ συνασπισμοῦ τῶν Λατίνων. καἰ ἔπει καιρὸς πολέμου παρῆν τοῦ ἡλίου ἤδη τοῦ ὁρίζοντος λαμπρῶς ὑπερκύψαντος, ὁ αὐτοκράτωρ τὰς φάλαγγας εἰς πολέμου τύπον καταστήσας, αὐτὸς τὸ μεσαίτατον εἶχεν. ὁ γοῦν Βαϊμοῦντος οὐκ ἀνέτοιμος τῆς μάχης συγκροτουμένης, πρὸς τὴν μηχανὴν ἐφάνη τοῦ αὐτοκράτορος. ἀλλ’ ὡσπερ προγνοὺς τὸ βεβουλευμένον, μεθαρμόζεται πρὸς τὸ ξυμπεσόν, καὶ τὰς ἰδίας δυνάμεις διχῆ διελὼν καὶ τὰς ἁμάξας παρεκκλίνας κατὰ τῆς Ῥωμαϊκῆς [*](C) ἑκατέρωθεν ἵεται παρατάξεως. καὶ φάλαγγες μὲν φάλαγξιν τηνικαῦτα ἐμίγνυντο καὶ ἀνέρες ἀνδράσι κατὰ στόμα ἐμάχοντο. οὕτω δὲ πολλῶν ὲκατέρωθεν ἐν τῷ μάχεσθαι πεσόντων τὴν μὶν νικῶσαν εἶχεν ὁ Βαϊμοῦντος, ὁ δέ γε αὐτοκράτωρ καθάπερ τις πύργος ἀκλόνητος ἵστατο, ἐξ ἑκατέρου μέρους βαλλόμενος, καἰ ὅπου μὲν ἱππαζόμενος κατὰ τῶν ἐπιόντων Κελτῶν καὶ συμπλεκόμενος ἐνίοις, πλήττων καὶ κτείνων καὶ πληττόμενος, ὅπου δὲ καὶ τοὺς φεύγοντας συχνοῖς ἐμβοήμασιν ἀνακτώμενος. ὡς δ’ εἰς μέρη πολλὰ τὰς φάλαγγας διασπασθείσας ἐώρα, δεῖν ἐλογίσατο ναὶ αὐτὸς ἑαυτῷ τὸ ἀσφαλὲς περιποιήσασθαι, οὐ σώσων ὲαυτόν, οὐθ' ὑπὸ δειλίας [*](D) συγχυθείς, ὡς τάχα ἄν τις εἴποι, ἀλλ’ εἴ που τὸν κίνδυνον διεκφυγὼν καἰ συλλεξάμενος ἑαυτόν, αὖθις γενναιότερον τοῖς

[*](3. διακόπτῃ G. 7. τὸ om. G. 8. τὴν CG, τὸν P. 9. βουλευόμενον A. 10. διχῆ Α, δίχα PG. 12. ἴεται A et in margine P, ἵσταται PG. lege φάλαγξι. 15. γε om. G. 22. οὐθ’ C, οὐδ’ PG.)
239

μαχομένοις Κελτοῖς ἀντικατασταίη. ὑποφεύγων δὲ τοὺς ἐχθροὺς μετ' ὀλίγων πάνυ τινῶν καὶ τῶν Κελτῶν τισὶν ἐντυχών, αὐθις ἐκεῖνος ὁ ἀκαταπτόητος στρατηγὸς ἐδείκνυτο. ἀναρρώσας γὰρ. τοὺς σὺν αὐτῷ καὶ σφοδρῶς τὴν κατ' αὐτῶν ἱππασίαν ὡς σήμερον τεθνηξόμενος ποιήσας ἢ κατὰ κράτος ἡττήσων, κτείνει μὲν αὐτὸς παίσας ἕνα τῶν Κελτῶν, καὶ ὁπόσοι δὲ σὺν αὐτῷ Ἄρεως ἦσαν ὑπασπισταὶ πολλοὺς τρώσαντες ἐξεδίωξαν. καὶ οὕτως ἀμετρήτους καὶ μεγίστους διεκφυγὠν κινδύνους, [*](P. 135) αὐθις σώζεται διὰ τῶν Στρουγῶν διελθὼν εἰς Ἀχρίδας. δας. κἀκεῖθ' ἐγκαρτερήσας καὶ ἱκανοὺς τῶν πεφευγότων αὐτοῦ που μετὰ τοῦ μεγάλου δομεστίκου πάντας καταλιπών, καταλαμβάνει καὶ ἀναπαύλας οὐ ῥᾳστώνης χάριν· βασιλικὰς γὰρ ῥᾳθυμίας καὶ ἀναπαύλας οὐδαμῶς ἑαυτῷ ἀπεμέτρει. καὶ αὖθις συναγαγὼν τὰ στρατεύματα καὶ μισθοφορικὸν συλλεξάμενος κατὰ τοῦ Βαϊμούντου χωρεῖ, ἕτερόν τι σκοπήσας, δι' οὗ καταγωνίσαιτο τοὺς γὰρ σιδηροῦς κατασκευάσας, ἐπεὶ τὴν μάχην ἐς νέωτα προσεδόκα ὲσπέρας ταῦτα ἐν τῷ μεταιχμίῳ τῆς πεδιάδος κατέστρωσεν, οὗπερ σφοδροτέραν ἐστοχάζετο τοὺς Κελτοὺς τὴν [*](B) ἱππασίνα ποιήσασθαι, μηχανώμενος τάχα τὴν πρώτην καὶ ἀνύποιστον τῶν Λατίνων ὁρμὴν διὰ τούτων ἀποθραῦσαι, περιπαρέντων τῶν τριβόλων τοῖς τῶν ἵππων πόσι, καἰ τοὺς μὲν

[*](7. ἄρεος C. 9. Στρούγων PG, στρουγῶν 10. ταύτης θὲν A, κακεῖσε CG. ἱκανοὺς CA et in margine Ρ, πολλούς PG. 11. τοῦ om. A. 14. καὶ prius: ἀλλ'? αὖθις add. AG. 15. τοῦ om. A. 17. σιδηροῦς G, σιδηρὰς PA. 18. ταύτης F, τούτους P, ταύτας Α et in margine P, ταῦτα C. μεσαιχμίῳ C. κατέστρωσαν C.)
240

κατὰ μέτωπον ἱσταμένους τῶν Ῥωμαίων, ὁπόσοι δόρατα ἔφερον, μεμετρημένας τὰς ἱππασίας ποιεῖσθαι καὶ ὁπόσον μὴ τοῖς τριβόλοις περιπαρεῖεν, ἀλλ’ ἐφ’ ἑκάτερα σχιζομένους ὑποστρέφειν, τοὺς δὲ πελταστὰς πόρρωθεν κατὰ τῶν Κελτῶν σφοδροὺς ἐκπέμπειν τοὺς οἰστούς, τὸ δέ γε δεξιὸν καὶ εὐώνυμον κέρας ἐξ ἑκατέρου μέρους ἀσχέτῳ ῥύμῃ τοῖς Κελτοῖς ἐπεισπεσεῖν. τοιαῦτα μὲν τὰ τοὐμοῦ πατρὸς διανοήματα. [*](V. 109) τὸν δὲ Βαϊμοῦντον ταῦτα οὐ διέλαθε. συνέβαινε γάρ [*](C) τι τοιοῦτον. ὅπερ γὰρ ὁ βασιλεὺς ὲσπέρας κατ’ ἐκείνου ἐβουλεύσατο, πρωίας ὁ Κελτὸς μεμάθηκε. καἰ πρὸς τὸ ἀκουσθὲν εὐφυῶς μεθαρμοσάμενος, τὴν μάχην ἀνεδέχετο καὶ οὐκέτι, ὡς ἔθος αὐτῷ, τὴν ὁρμὴν τῆς μάχης ἐποίει, ἀλλὰ προαρπάσας τὴν τοῦ αὐτοκράτορος βουλήν, αὐτός ἔξ ἑκατέρου μέρους τὸν μόθον μᾶλλον ἀνερρίπισε τὴν κατὰ μέτωπον φάλαγγα ἀτρεμεῖν τέως παρακελευσάμενος. τῆς γοῦν μάχης ἀγχεμάχου γεγονυίας, οἱ Ῥωμαϊκοῦ στρατεύματος τὰ νῶτα τοῖς Λατίνοις δεδώκασι, μηδ’ ἀντωπῆσαι τούτοις τοῦ λοιποῦ ἰσχύοντες, προκατεπτοημένοι ὄντες διὰ τὴν προηγησαμένην [*](D) ἡτταν. καὶ σύγχυσις τηνικαῦτα τῆς Ῥωμαϊκῆς παρατάξεως ἦν, κἂν ὁ βασιλεὺς ἀκλόνητος μένων, γενναίως καὶ χειρὶ καὶ γνώμῃ ἀντικαθίστατο, πολλοὺς μὶν τρώσας ἔστι δ’ οὗ καὶ τρωθεὶς. καὶ ἐπεὶ τὸ ἅπαν ἐκρεῦσαν ἤδη στράτευμα ἐθεάσατο καὶ ἑαυτὸν μετ’ ὀλίγων καταλειφθέντα

[*](1. ῥωμαϊκῶν G. 4. κατὰ add. C. 5. ὀιστούς G. 8. συνέβη Α. 9. γὰρ om. Α. 10. ἐμάνθανε Α. 12. οὐκέθ' A. ἐποιεῖτο G. 14. ἀνερίπησε PG, ἀνερίπισε A, recte C. μετώπου G. 18. προηγουμένην Α. 19. καὶ σύγχυσις : σύγχυσις οὖκ A. 20. κὰν : καὶ A. 23. καταλειφθέντα CG, καταληφθέντα P.)
241

δίον λογίσατο, μὴ ἀλόγως ἀνθιστάμενος κινδυνεῦσαι. ἐπὰν γάρ τις πολλὰ μογήσας μὴ πρὸς ἰσχύος ἔχῃ τοῖς ἐχθροῖς ἀντικαθίστασθαι, [*](P. 136) μάταιος ἂν εἴη εἰς προὖπτον κίνδυνον ὲαυτὸν συνωθῶν. τοῦ γοῦν δεξιοῦ καὶ εὐωνύμου κέρως τῆς Ῥωναϊκῆς φάλαγγος φυγαδείᾳ χρησαμένων, ὁ βασιλεὺς ἔτι ἐγκαρτερῶν μετὰ τῆς τοῦ Βαϊμούντου φάλαγγος γενναίως ἀπεμάχετο, τὸν ὅλον αὐτὸς ἀναδεξάμενος πόλεμον. τὸ δὲ ἀναντίρρητον συνεὶς τοῦ κινδύνου, δέον ἔκρινεν ὲαυτὸν περισῶσαι, ὡς αὖθις δύνασθαι μάχεσθαι πρὸς τὸν καταγωνισάμενον, καὶ ἀντίπαλος ἔσεσθαι καρτερώτατος, καὶ μὴ τὸ πᾶν τῆς ἄρασθαι τὸν Βαϊμοῦντον. τοιοῦτος γὰρ ἦν ἡττώμενος καὶ νικῶν, [*](B) φεύγων καὶ οὖθις διώκων, καὶ μηδέποτε ὑποπτήσσων, μήτε μὴν ἀνελπιστίας βρόχοις ἁλισκόμενος. ἦν γὰρ καὶ εἰς θεὸν μεγίστην ἔχων πίστιν, καὶ τοῦτον μὲν ἐς μέσον διὰ παντὸς περιφέρων, ὅρκου δὲ παντάπασιν ἀπεχόμενος. ἀπειρηκὼς οὖν, ὡς ἄνωθεν εἴρηται, ὀπισθόρμητος καὶ αὐτὸς γέγονε, διωκόμενος παρὰ τοῦ Βαϊμούντου καὶ ἐκκρίτων κομήτων. ἐν τούτοις δέ φησι πρὸς τὸν Γουλὴν οὑτος δὲ πατρῷος αὐτοῦ θεράπων) καὶ τοὺς σὺν αὐτῷ “μέχρι πόσου φευξόμεθα;" καὶ στρέψας τὸν χαλινὸν καὶ τοῦ κουλεοῦ τὸ ξίφος ἐξαγαγών παίει τὸν πρώτως αὐτῷ συναντήσαντα κατὰ τῆς ὄψεως. τοῦτο

[*](2. ἔχῃ C, ἔχει PG. 3. εἴη : ᾖ C. 4. ἐπωνύμου G. 6. ἐνεμάχετο G. 11. ἦν om. G. 15. δὲ CG, δὴ P. 18. θεράπων αὐτοῦ G. 19. post θεράπων add. ἦν A. πόσον G. 20. χαληνὸν P. κολεοῦ PG, κουλεοῦ CA.)
242

οἱ Κέλτοι θεασάμενοι ναὶ διαγνόντες αὐτὸν τῆς ἰδίας ἀπεγνωκότα [*](C) σωτηρίας, ἐπειδὴ τοὺς τοιαύτης γνώμης γεγονότας ᾶνδρας ἀκαταμαχήτους πάλαι ἐγίνωσκον, ὑποσταλέντες τοῦ διώκειν ἐπαύσαντο. καὶ οὕτω τῶν διωκόντων ἀπαλλαγεὶς, ὑπεξῄει τοῦ κινδύνου. οὐδὲ φεύγων δὲ ὅλως ἀνεπεπτώκει ἀλλὰ τῶν φευγόντων τοὺς μὲν ἀνεκαλεῖτο, τοὺς δὲ καὶ ἐπέσκωπτε, κἂν οἱ πολλοὶ τὸν ἀγνοοῦντα ὑπεκρίνοντο οὕτω γοῦν τοῦ κινδύνου σωθείς, εἰσέρχεται εἰς τὴν βασιλεύουσαν, ἐφ᾿ ᾡ αὖθις στρατεύματα καὶ κατὰ τοῦ Βαϊμούντου χωρῆσαι.

Ἐπεὶ δὲ τοῦ Ῥομπέρτου πρὸς Λογγιβαρδίαν παλινοστήσαντος τὴν μετὰ τοῦ αὐτοκράτορος μάχην ὁ Βαϊμοῦντος ἀνεδέξατο, ταῖς ἐκείνου ὑποθημοσύναις χρώμενος καὶ διὰ παντὸς μάχας καὶ πολέμους ἀναρριπίζων, τὸν μὶν πέτρον τοῦ Ἀλίφα μετὰ τοῦ Πουντέση εἰς πολιορκ·ίαν ἐν διαφόροις τόποις ἐξέπεμψεν · ἔνθεν τοι καὶ τοὺς μὲν δύο Πολόβους εὐθὺς ὁ πέτρος τοῦ Ἀλίφα κατέσχε, τὰ δὲ Σκοπιὰ ὁ προρρηθεὶς Πουντέσης· αὐτὸς δὲ μηνυθεὶς παρὰ τῶν Ἀχριδιωτῶν, ταχὺ τὰς Ἀχρίσδας καταλαμβάνει. καὶ πρὸς μικρὸν ἐγκαρτερήσας, [*](V. 110) τοῦ Ἀριέβη φρουροῦντος τὸ κάστρον, ἄπρακτος ἀπῆλθεν εἰς τὸν Ὁστροβόν. κἀκεῖθεν κενὸς ἀποπεμφθεὶς διῆλθε διὰ τοῦ Σωσκοῦ, καὶ διὰ τῶν Σερβίων ἀπῆλθεν εἰς Βέρροιαν. καὶ προσβαλὼν έν πολλοῖς καὶ πολλάκις τόποις καὶ

[*](1. σωτηρίας ἀπεγνωκότα G. 8. εἰς om. A. 9. τοῦ om. Α. 14. σπουντέση G. 15. μὲν δύο: μηδὲν G. Πολόβους: πολέμους CG. 20. τὸν om. CG. 21. σωσκοῦ G, Σοσκοῦ P.)
243

μὴ ἀνύσας, διὰ τῶν Βοδινῶν καταλαμβάνει τὰ Μόγλενα καὶ [*](P. 137) ἀνεγείρει καστέλλιόν τι πρὸ χρόνου ἐρειπωθέν. εἶτα καταλιπὼν ἐκεῖ μεθ' ἱκανῶν κόμητά τινα Σαρακηνὸν ἔξ ἐπωνυμίας καλούμενον, εἰς τὸν Βαρδάρην κατέλαβεν εἰς τὰς καλουμένας Ἄσπρας Ἐκκλησίας. καὶ τριμηναῖον χρόνον διατρίβοντος ἐκεῖ, ἐν τῷ μεταξὺ ἔκκριτοι τρεῖς τῶν κομήτων, ὅ τε Πουντέσης, ὁ Ῥικάλδος καὶ Γελίελμός τις καλούμενος, συνωμοσίαν πεποιηκότες αὐτομολῆσαι πρὸς τὸν βασιλέα ἐφωράθησαν. καἰ ὁ μὲν Πουντέσης τοῦτο προγνούς, ἀποδράσας προσῆλθε τῷ αὐτοκράτορι, οἱ δὲ λοιποὶ δύο κατεσχέθησαν καὶ ἀπελύθησαν κατὰ τὸν νόμον τῶν Κελτῶν εἰς πόλεμον. καὶ ἡττηθεὶς κατεβλήθη [*](B) ὁ Γελίελμος, ὂν καὶ κατασχὼν ἐτύφλωσεν ὁ Βαϊμοῦντος, τὸν δέ γε ἕτερον Ῥικάλδον ἀπέστειλε πρὸς τὸν πατέρα αὐτοῦ Ῥομπέρτον εἰς Λογγιβαρδίαν, ὑφ’ οὗ ἀφαιρεῖται καὶ οὗτος τοὺς ὀφθαλμούς. ὁ δὲ Βαϊμοῦντος ἀπάρας ἀπὸ τῶν Ἄσπρων Ἐκκλησιῶν, ἀπῆλθεν εἰς Καστορίαν. τοῦτο μαθὼν ὁ μέγας δομέστικος, καταλαμβάνει τὰ Μόγλενα, καὶ κατασχὼν τὸν Σαρακηνὸν κτείνει, παραυτίκα ἐρειπώσας τελείως τὸ καστέλλιον. ὁ δέ γε Βαϊμοῦντος ἐξελθὼν τῆς Καστορίας, ἔρχεται εἰς τὴν Λάρισσαν, κεῖθι παραχειμάσαι βουλόμενος. καταλαβὼν δὲ τὴν μεγαλόπολιν ὁ αὐτοκράτωρ, καθάπερ εἴρη-

[*](1. Βοδηνῶν Ducangius in annotat. 2. καστέλιον C hic et infra. 3. μετ’ P. 4. καλούμενον εἰς τὸν Βαρδάρην, κατέλαβεν libri. interpunctionem mutavi. 6. τρεῖς : τινες CG. 7. ὅ τε G. Ῥικάλδος CG utrobique, Ῥεβίκδις P. an Ῥενάλδος? vid. annotat. Γιλιελμος CG liic et intra. 12. ὁ Βαϊμοῦντος add. G. 13. ἔστειλε G. 20. ἐκεῖθι CG.)
244
[*](C)

ται, εὐθὺς ἔργου εἴχετο, ὁποῖος ἐκεῖνος θερμουργὸς κὼ μηδέποτε ῥᾳστώνης μετειληχώς, δυνάμεις τε ᾐτεῖτο τὸν σουλ. τάνον μετὰ ἡγεμόνων πεῖραν ἐκ μακροῦ ἐσχηκότων. ὁ δὲ τηνικαῦτα πέμπει πρὸς αὐτὸν χιλιάδας ἑπτὰ μετὰ ἡγεμόνων λίαν ἐμπείρων, καὶ αὐτὸν δὲ τὸν Καμύρην, χρόνῳ καὶ πείρᾳ τῶν ἄλλων ὑπερέχοντα. ἐν ὅσῳ δὲ ταῦτα ὁ βασιλεὐς ᾠκονόμει καὶ ἡτοιμάζετο, ὁ Βαϊμοῦντος μέρος τι τοῦ ἰδίου στρατεύματος ἀποδιελόμενος, Κελτοὺς καταφράκτους ὅλους ἀποστείλας, ἐξ ἐπιδρομῆς κατέσχε τὴν Πελαγονίαν, τὰ Τρίκαλα καὶ· τὴν Καστορίαν. αὐτὸς δὲ ὁ Βαϊμοῦντος μετὰ ξύμπαντος τοῦ στρατεύματος καταλαβὼν τὰ [*](D) Τρίκαλα, ἀποσπάδα τοῦ ὅλου στρατεύματος ἀποστείλας γενναίους ὅλους, ἔξ ἐφόδου κατέσχε τὸν Τζίβισκον. κᾆθ' οὕτω καταλαβὼν τὴν Λάρισσαν κατ’ αὐτὴν τὴν τοῦ μεγαλομάρτυρος Γεωργίου μνήμην σὺν ὅλαις δυνάμεσι καἰ περιζώσας τὰ τείχη, ἐπολιόρκει αὐτήν. ὁ δὲ ταυτηνὶ τὴν πόλιν φυλάττων πατρῴου τοῦ αὐτοκράτορος θεράποντος υἱός, Λέων ὁ Κεφαλᾶς, γενναίως πρὸς τὰς τοῦ Βαϊμούντου ἀντικαθίστατο μηχανὰς ἐπὶ ὅλοις μησίν ἕξ. δηλοῖ δὲ τὴν τοῦ βαρβάρου ἔφοδον διὰ γραφῶν τηνικαῦτα τῷ αὐτοκράτορι. ὁ δὲ οὐ παραχρῆμα, καίτοι σφαδάζων, τῆς πρὸς τὸν Βαϊμοῦντον φερού-

[*](2. σουλτὰν Α. 4. πρὸς αὐτὸν om. G. μετὰ ἀρχηγῶν ἐμπείρων Α. 5. λίαν om. CG. δὲ add. CG. lege δὴ. καμύτζην Α, καμήρνη G. 8. στρατεύματος τοῦ ἰδίου Α. 10. ὁ Βαϊμοῦντος om. A. 11. παντὸς G 12. ἀποσπᾷ δὴ τοῦ G. ἀποστείλας add, C, 13. καὶ ἴξ ἐφόδου PG, καὶ om. C. τζώβισκον Α, εἷθ’ GAm καθ’ P, correxi. 14, τὴν alterum oni. G. 16. ταύτην A. 19. ἐπὶ CA, ἐΠ’ PG. 21. τοῦ Βαϊμούνδον G.)
245

σης ἥπτετο, ἀλλὰ πλεῖον μισθοφορικὸν ἐπισυνάγων ἁπανταχόθεν, ἀνεβάλλετο τὴν ἐξέλευσιν. εἶτα καρτερῶς ὁπλίσας [*](Ρ. 138) ἅπαντας, ἐξειστι τῆς Κωνσταντίνου. καὶ τοῖς μέρεσι τῆς Λαρίσσης ἐπίσας καἰ διελθὼν διὰ τοῦ βουνοῦ τῶν κελλίων καὶ τὴν δημοσίαν λεωφόρον δεξιόθεν καταλιπὼν καὶ τὸν βουνὸν τὸν οὑτωσὶ ἐγχωρίως καλούμενον Κίσσαβον, κατῆλθεν εἰς Ἐζεβάν· χωρίον δὲ τοῦτο Βλαχικὸν τῆς Ἀνδρωνείας ἔγγιστα διακείμενον. ἐκεῖθεν δὲ καταλαβὼν δὲ ἑτέραν αὖθις κωμόπολιν Πλαβίτζαν συνήθως καλουμένην, ἀγχοῦ που τοῦ οὑτωσί πως καλουμένου ποταμοῦ ῥέοντος διακειμένην, τὴν σκηνὴν κατέθετο, ἀποχρῶντα τάφρον διορύξας. καὶ ἐγερθεὶς ἐκεῖθεν ὁ βασιλεὺς ἀπῆλθεν ἄχρι τῶν κηπουρείων τοῦ Δελφινᾶ, [*](V. 111) κἀκεῖθεν εἰς τὰ Τρίκαλα. γράμμα δέ τις τηνικαῦτα ἧκε κομίζων τοῦ Κεφαλὰ Λέοντος, πέρι οὗ φθάσας ὁ ἐδήλωσε, παρρησιαστικώτερον γράφοντος· “ἴσθι, ὦ βασιλεῦ, ὅτι μέχρι τοῦ νῦν σπουδὴν πολλὴν εἰσενηνοχώς, διετήρησα τὸ κάστρον ἀνάλωτον. ἤδη δὲ τῶν ἐφειμένων Χριστιανοῖς τροφίμων στερούμενοι, καὶ τῶν μὴ προσηκόντων ἡψάμεθα. ἀλλὰ καὶ ταῦτα ἡμίν ἀπέλιπον. εἰ γοῦν βοηθῆσαι ἡμῖν θέλων σπεύσεις καὶ τοὺς πολιορκοῦντας ἐκδιῶξαι δυνηθείης,

[*](1. πλεῖον CA, πλεῖστον Ρ, om. G. συναγαγὼν C, συνάγων G. 6. Κίσαβον C. 7. Ἐζεβάν CAG, Ἐξεβὰν P. Βλαχικὸν om. Α. Ἀνδρωνείας AG, Ἀνδρονίας P. 8. δὲ alterum om CG. lege καἰ ἑτέραν. 10. ῥέοντος corruptum. an ποταμὸς eximie vocatur Salabrias sive Peneus? διακειμένην om. CG. 11. ἀποχρῶσαν CG. διορύξας C, διωρύξας PG. 12. κηπουρείων: σκήπτρων CG, κήπου . . . ἀδελφινᾶ Α. 13. γράμμαια Α. 14. τούτῳ τοῦ Α. περὶ οὖ — ἐδήλωσε add. CG et in margine P. 15. ἴσθι AG, ἴσθ’ P. 16. προσενηνοχὼς AG, συνενηνοχὼς C. 17. ἐφειμένων C, ἐφαιμένων G, ἐφωμένων P, ἀμφειμένων Α. 19. ταῦθ’ Α. ἐπέλιπον CA, ἀπέλιπον PG.)
246

τῷ θῷ χάρις καὶ δόξα. εἰ δ’ οὑν, τοὐμὸν ἤδη πεπλήρωκα καὶ τὸ ἐντεῦθεν ἀνάγκη δουλεύοντες, (καὶ τι γὰρ δεῖ φύσιν καὶ τὴν ἐκ ταύτης τυραννίδα ποιεῖν;) γνώμην ἔχομεν τὸ φρούριον παραδοῦναι τοῖς ἐπικειμένοις ἐχθροῖς καὶ φανερῶς ἀποπνίγουσιν. ἀλλ’ εἰ ταῦτα δυστυχῆσαι συμβαίη, ἐπά- [*](C) ρατος μὲν γενοίμην ἐγώ, τολμηρῶς δὲ καὶ κατὰ τῆς σῆς βασιλείας τοῦτο παρρησιάζομαι· εἰ μὴ τάχιον σπεύσεις τοῦ κινδύνου ἡμᾶς ἐξελέσθαι, μὴ πρὸς τοσοῦτον βάρος πολέμου τε καἰ λιμοῦ ἀντισχεῖν ἐπὶ πλέον δεδυνημένους, σὺ ὁ ὁ ἡμέτερος βασιλεύς εἴγε δυνάμενος βοηθεῖν οὐκ ἐπέσπευσας τὴν βοήθειαν, οὐκ ἂν φθάνοις ἔγκλημα προδοσίας ἀποφυγγάνων." ὁ δὲ αὐτοκράτωρ δεῖν ἔγνω διά τινος τρόπου ἑτέρου αὐτοὺς καταγωνίσασθαι. λογισμοὶ δὲ τοῦτον συνεῖχον καὶ μέριμναι. καὶ δῆτα σκοπῶν, ὅπως χρὴ λόχους ἐνδιαστήσασθαι, δι᾿ ὅλης τῆς ἡμέρας διεπονεῖτο, ἀρωγὸν τὸν θεὸν ἐπικαλούμενος. μετακαλεσάμενος οὖν τηνικαῦτα τῶν γερόντων τινὰ Λαρισσαίων, [*](D) ἐπυνθάνετο περὶ τῆς τοῦ τόπου θέσεως. καὶ ἀνατείνας τοὺς ὀφθαλμούς, ἅμα καὶ τῷ δακτύλῳ ἐπισημαίνων, ἀνηρώτα, ὅποι φάραγγές εἰσι διερρωγυῖαι τοῖς τόποις, ἢ λόχμαι τινὲς βαθεῖαι πρὸς αὐτὰς συνεχίζονται. ταῦτα δὲ τοῦ Λαρισσαίου ἐπυνθάνετο, βουλόμενος λόχον ἐπιστῆσαι καὶ

[*](1. καὶ δόξα add. Α. 2. γὰρ πρὸς — τυραννίδα δεῖ ποιεῖν G. 4. ἐγκειμένοις Α. 6. καὶ om. Α. 7. σπεύσεις C, σπεύσῃς PG. 8. βάρος om. G. 10. ἔσπευσας AG. 12. αὐτοὺς om. Α. 14. ἐνδιαστήσασθαι C, ἐνστήσασθαι PA, ἐνδιαστήμενος G. 15. τῆς add. A. ἀρωγὸν τ. θ. ἐπικαλούμενος, διεπονεῖτο AG. 16. τινὰ τῶν γερόντων G. 17. ἀναθείνας P. 19. ὅπη Α. 20. συσχίζονται C. 21. βουλόμενος om. G.)
247

δι᾿ ἀπάτης τοὺς Λατίνους καταγωνίσασθαι· τὸν γὰρ φανερὸν καὶ κατὰ μέτωπον φθάσας ἀπηγόρευε πόλεμον, πολλάκις συμβαλὼν καὶ ἡττηθεὶς καὶ πεῖραν τῆς συμβολῆς τοῦ Φραγγικοῦ πολέμου λαβών. ἐπεί οἲ ἥλιος κατέδυ, αὐτός τε δι’ ὅλης κεκοπιακὼς τῆς ἡμέρας ὁ βασιλεὺς εἰς ὕπνον ἐτράπετο ὄνειρος ἐφίσταται τούτῳ. ἐδόκει γὰρ ἐντὸς τοῦ ἱεροῦ τεμένους τοῦ μεγαλομάρτυρος Δημητρίου ἑστάναι καὶ φωνῆς [*](P. 139) ἀκοῦσαι “μὴ λυποῦ, μηδὲ στένε, αὔριον νικᾶς. τὴν δὲ φωνὴν βάλλειν αὐτοῦ τὴν ἀκοὴν ᾤετο ἐκ μιᾶς τῶν ἐν τῷ τεμένει ἀπῃωρημένων εἰκόνων, ἐν ᾗ ὁ μεγαλομάρτυς Δημήτριος κατεγέγραπτο. διυπνισθεὶς δὲ καὶ περιχαρὴς γεγονὼς ἐκ τῆς τοῦ ὄνειρον ταύτης ὀμφῆς, ἐθεοκλύτει τε τῷ μάρτυρι καἰ προσυπισχνεῖτο, εἰ γένοιτό οἱ νίκην κατὰ τῶν ἐχθρῶν ἄρασθαι, αὐτόθι τε παραγενέσθαι καὶ πρὸ σταδίων ἱκανῶν τῆς πόλεως Θεσσαλονίκης οὐκ ἔφιππον, ἀλλὰ πεζῇ καἰ βάδην ἐρχόμενον εἰς τὴν αὐτοῦ εἰσελεύσεσθαι προσκύνησιν. καὶ δή μετακαλεσάμενος τοὺς στρατηγούς τε καὶ ἡγεμόνας καὶ συγγενεῖς [*](B) ἅπαντας, βουλῆς ἤρχετο, τὴν ἑκάστου γνώμην ἀναζητῶν· εἶτα τὸ σκοπηθὲν ἀπήγγειλε. τὸ δὲ ἦν παραδοῦναι τὰ τάγματα ἅπαντα τοῖς συγγενέσιν αὐτοῦ· προεξάρχοντα δὲ τὸν

[*](1. διὰ G. 6. ὄνηρος Ρ. γὰρ add. A. 8. ἀκούσας P. λύπους G. 10. μεγαλομάρτυρ Α. καταγέγραπτο G. 12. τοῦ add. A. ἐθεοκλύτει C, ἐθεοκλήτει PAG, 13. προσυποσχνεῖτο P. 14. αὐτόθι CAG, αὐτός P. τε om. G. 16. εἰσελεύσεσθαι Α, ἐλεύσεσθαι PG. 17. καὶ συγγενεῖς om. Α. 19. δοῦναι CG.)
248

Μελισσηνὸν Νικηφόρον ἐφίστησιν καὶ τὸν Κουρτίκιον Βασίλειον, τὸν καὶ Ἰωαννάκην καλούμενον· ἀνὴρ δὲ οἶτος τῶν ἐπιφανῶν, περιβόητος ἐπ᾿ ἀνδρεῖά καὶ στρατιωτικῇ ἐπιστήμῃ, ἐξ Ἀδριανουπόλεως ὁρμώμενος. οὐ τὰ τάγματα δὲ μόνον αὐτοῖς παραδίδωσιν, ἀλλὰ καὶ τὰ τῆς βασιλείας παράση ἅπαντα. ἐπέσκηπτε δὲ ποιήσασθαι τὴν παράταξιν κω ὃ [*](C) σχῆμα ἐν τοῖς προηγησαμένοις πολέμοις αὐτὸς παρετάττετο, [*](V. 112) παραγγείλας αὐτοῖς δι’ ἀκροβολισμῶν πρότερον ἀπόπειραν τῶν ἔμπροσθεν τῶν Λατίνων ἐρχομένων ποιήσασθαι, εἶτα τὸν ἐνυάλιον ἀλαλάξαντας, πανστρατὶ κατ’ αὐτῶν χωρῆσαι· ἐπὰν δὲ ὁ συνασπισμὸς γένηται καὶ εἰς χεῖρας κατ’ ἀλλήλων ἔλθωσι, νῶτα παρασχεῖν τοῖς Λατίνοις καὶ φεύγειν ἀκρατῶς ὡς πρὸς τὸ Λυκοστόμιον ὑποκρίνεσθαι. έν ᾧ δὲ ὁ βασιλεὺς ταῦτα παρεκελεύετο, χρεμετισμὸς ἁπάντων τῶν ἵππων τοῦ στρατοπέδου αἴφνης ἐξηκούσθη. καὶ θάμβος ἐπὶ τούτῳ κα-

[*](1. κουρτίκην AG. 2. καὶ τὸν Α. Ιωανάκην C. οὗτος τῶν ἐπ’ ἀνδρείᾳ βεβοημένων· τὸν ἀδελφὸν ἀδριανὸν εἰς βασιλέα μετασχηματίσας. ᾧ στράτευμα δοὺς, ἐναντίον τοῦ στρατεύματος ῥομπέρτου στῆναι διακελεύεται. εἰ δ’ ἐκεῖνος ὁρμήσει μαχέσασθαι, στρέψαι τὰ νῶτα καὶ αὐτίκα φυγεῖν. ταῦτα μὲν οὖν τῷ ἐσχηματισμένῳ βασιλεῖ ἐνετείλατο. ἐκεῖνος δὲ μετὰ τῆς λοιπῆς στρατιὰς δι’ ὁδῶν ἀδήλων περιοδεύσας, καὶ τῷ τῶν φράγγων ἐμβαλὼν χάρακι τάς τε σκηνὰς αὐτῶν καὶ τοὺς (leg. τὰ) ἐν αὐταῖς ἐληΐσατο καὶ φόνον πολὺν ἐποιήσατο. τοῦ βαϊμούνδου δὲ κατὰ τοῦ ἐσχηματισμένου βασιλέως ὁρμήσαντος, κᾀκεῖνος καὶ ἡ σὺν αὐτῷ στρατιὰ τὰ χαλινὰ χαλάσαντες ἔφυγον. ὁ δὲ βάρβαρος ἐγαυρία μᾶλλον καὶ ἐπῆρτο ὡς ἀπροσμάχητος. έν τούτῳ δ’ ἀγγέλλεται αὐτῷ τοῦ χάρακος ἡ ἐκπόρθησις καὶ ἥ φθορὰ τῶν ἐκεῖ· καὶ εὐθὺς παρεῖτο . . . . . . ἀκούσας δὲ τὰ πάρα τοῦ βρυεννίου μηνυθέντα A, quae ad verbuin clescripsit Zonaras III, p. 236. 4. Ανδριανουπόλεως C, Ανδριανοπόλεως P, ἀδριανοπόλεως G, correxi. ὡρμώμενος P. 7. προσετάττετο G. 9. ἐρχομένων add. C. 10. ἐνυάλιον C et in margine PG, εὐάλιον P. 13. ὑποκρίνασθαι G. 14. χρεματισμὸς P, χρεμετισμὸς CG.)
249

τέσχεν ἅπαντας· ἀγαθὸς δὲ ὅμως οἰωνὸς αὐτῷ τε τῷ βασιλεῖ παραυτίκα καὶ πᾶσι τὼς περιεργοτέροις ἐδόκει. ἀλλὰ ταῦτα μὲν οὕτως πως ἐπισκήψας αὐτοῖς καὶ [*](D) τοῦ κάστρου Λαρίσσης, περιμείνας τὴν τοῦ ἡλίου δύσιν, γεννάδας τινὰς ἄνδρας ἕπεσθαι οἱ ἐπιτάξας, τὴν τοῦ Λιβοτανίνου κλεισούραν διεληλυθὼς κω τὸν Ῥεβένικον περικύψας καὶ διὰ τῆς καλουμένης Ἀλλαγῆς πρὸς τὸ εὐώνυμον τῆς Λαρίσσης μέρος καταλαβών, καἰ περιαθρήσας τὴν ἃπασαν σὰν τοῦ τόπου θέσιν, χθαμαλώτερον τόπον κατανοήσας, ἐκεῖθι μετὰ τῶν συνεφεπομένων αὐτῷ λοχῶν ἦν οἱ δὲ ἡγεμόνες τῶν Ῥωμαϊκῶν ταγμάτων, ὁπηνίκα ὁ βασιλεὺς προλοχήσειν, ὡς εἴρηται, ἐπειγόμενος τὴν τοῦ Λιβοτανίνου κλεισούραν διέρχεσθαι ἔμελλε, τηνικαῦτα ἀποσπάδα τινὰ τῶν Ῥωμαϊκῶν ἀποδιελόμενος ταγμάτων κατὰ τῶν Κελτῶν ἐξέπεμψαν, ἐφ᾿ ᾧ πρὸς ἑαυτοὺς ἑλκύσαι, ὡς μὴ ἐκεχειρίαν ἔχοιεν φωρᾶσαι τὸν αὐτοκράτορα, ὅπη πορεύεται. οἳ καὶ πρὸς τὴν πεδιάδα κατελθόντες, προσέβαλον τοῖς Κελτοῖς, καὶ ἐφ’ ἱκανὸν μαχεσάμενοι διέστησαν, τῆς νυκτὸς ἀπάρτι μὴ παραχωρούσης τὴν μάχην. καταλαβὼν δὲ τὸν σκοπηθέντα τόπον ὁ βασιλεύς [*](Ρ. 140) ἃπαντας ἀποβῆναι τῶν ἵππων ἐκέλευσε καὶ ἔπι γόνυ κλιθέντας τοὺς χαλινοὺς χερσὶ κατέχειν. καὶ αὐτὸς δὲ χαμαιδρύῳ

[*](2. περικάμψας CG, τηνικαῦτα P. 4. τοῦ alterum om. G. 6. an περικάμψας? 8. Λαρίσσης P in margine, κλεισούρας PG. 12. Λιβοτανίνου C, Λειβοτανίνου PG. 13. τινὰ add. CG. 14. lege ἀποδιελόμενοι. ἐξέπεμψεν G. 15. αὐτοὺς G. ἑλκύσας P. φωράσαι CG, φωρᾶσθαι P, correxi. 16. ὅπη C, ὅποι PG. πορεύηται G. κατελθόντας G. 20. ἐκέλευσε C, ἐκέλευε PG.)
250

περιτυχών, ὡσαύτως κατακλιθείς, τὸν χαλινὸν έν χερσὶ κατέχων, ἐπὶ περόσωπον τὸ ἐπίλοιπον τῆς νυκτὸς ἔκειτο.

Ἀνίσχοντος δὲ τοῦ ἡλίου, ἐπεὶ τὰ τῶν Ῥωμαίων τάγματα κατὰ φάλαγγας ἱστάμενα ὁ Βαϊμοῦντος ἐθεάσατο τάς τε βασιλικὰς σημαίας καὶ τὰ ἀργυρόηλα δόρατα, τοὺς ἵππους μετὰ τῶν βασιλικῶν ἐρυθρῶν ἐφεστρίδων, ὡς ἐνόν καὶ αὐτὸς τὴν ἰδίαν κατ’ αὐτῶν κατεστήσατο φάλαγγα, διχῆ [*](Β) διελὼν τὰς δυνάμεις, καὶ τῶν μὶν αὐτὸς κατάρχων, ὦν δὲ φαλαγγάρχην τὸν Βρυέννιον καταστήσας· Λατῖνος δὲ οὗτος τῶν ἐπιφανῶν, ὃν καἰ κονοσταῦλον ὠνόμασαν· οὕτω γοῦν τὰς ἰδίας καταστήσας δυνάμεις, τὸ σύνηθες καὶ· πάλιν ποιεῖ καὶ κατὰ μέτωπον τῆς παρατάξεως, ὅπη τὰ βασιλικὰ ἐώρα παράσημα, ἐκεῖ τὸν αὐτοκράτορα νομίσας εἷναι ὡς πρηστὴρ τοῖς φαινομένοις ἐμπίπτει. οἱ δὲ μικρὸν ἀντισχόντες, τὰ τούτῳ διδόασιν · ὁ δὲ τούτους διώκων ὄπισθεν ἤλαυνεν ἀκρατῶς, ὡς ὁ λόγος φθάσας ἐδήλωσεν. ὁ μέντοι βασιλεὺς τὰ ἴδια τάγματα ἐπὶ πολὺ φεύγοντα ὁρῶν καὶ τὸν Βαϊμοῦν- [*](C) τον ὄπισθεν τῶν Ῥωμαϊκῶν ταγμάτων ἀκρατῶς διώκοντα, στοχασάμενος ἱκανὸν ἤδη διάστημα τῆς ἰδίας ἀποστῆναι τὸν Βαϊμοῦντον παρεμβολῆς, ἐπὶ τὸν ἵππον ἀναβάς, τὸ αὐτὸ δέη καὶ τοῖς μετ᾿ αὐτοῦ παρακελευσάμενος, καταλαμβάνει τὴν τοῦ Βαϊμούντου παρεμβολήν. καὶ εἴσω ταύτης γενόμενος, πολλοὺς μὶν τῶν παρευρεθέντων Λατίνων ἀναιρεῖ καὶ τὰ λά-

[*](5. malim καὶ τοὺς. 7. φάλαγγαν PG, recte C. 12. κατὰ τὸ μέτωπον G, 15. διδόασι G. 19. τὸν Βαϊμοῦντον om. CG. 21. καταλαμβάνει C, παραλαμβάνει PG.)
251

φύρα ἐκεῖθεν ἀναιρεῖται· εἶτα περιαθρεῖ τοὺς διώκοντας καἰ φεύγοντας. καὶ ἐπεὶ ἀτεχνῶς ἑώρα τὴν φυγὴν ποιουμένους, καὶ τὸν Βαϊμοῦντον ὄπισθεν διώκοντα καὶ ἐκείνου ὄπισθεν τὸν Βρυέννιον, μετακαλεσάμενος τὸν καλούμενον Πυρρὸν Γεώργιον ἐπὶ τοξείᾳ ὑμνούμενον καὶ ἑτέρους ἄνδρας γενναίους, χωρίσας ἱκανοὺς πελταστάς, ὄπισθεν τοῦ Βρυεννίου ὀξέως ἐλαύνειν [*](D) ἐπέσκηψεν φθάσαντας δὲ μὴ ἀγχέμαχον τὴν μάχην ποιῆσαι, ἀλλὰ πόρρωθεν κατὰ τῶν ἵππων μάλα συχνὰ πέμπειν τὰ βέλη. ἐπικαταλαβόντες οὖν τοὺς κελτούς, τοὺς ἵππους πυκνοῖς ὀϊστοῖς ἔβαλλον, ὡς ἐν ἀμηχανίᾳ τοὺς ἱππότας καθίστασθαι. [*](V. 113) καὶ γὰρ Κελτὸς ἀνὴρ πᾶς, ἐποχούμενος μέν, ἀνύποιστος τὴν ὁρμὴν καὶ τὴν θέαν εστιν, ἐπὰν δ’ ἀποβαίη τοῦ ἵππου, τὸ μέν τι τῷ μεγέθει τῆς ἀσπίδος, τὸ δέ τι καὶ διὰ τὰ τῶν πεδίλων προάλματα καὶ δρόμον ἀνεπιτήδειον, εὐχειρότατός τε τηνικαῦτα γίνεται καὶ ἀλλοῖος παντάπασιν ἢ πρότερον, ὀκλαζούσης οἷον καὶ τῆς ψυχικῆς αὐτῷ προθυμίας. καὶ [*](Ρ. 141) τοῦτο, οἶμαι γινώσκων ὁ βασιλεύς, μὴ τοὺς ἱππότας, ἀλλὰ τοὺς ἵππους ἀναιρεῖν ἐπέταττε. τῶν δὲ ἵππων τῶν Κελτῶν πιπτόντων, περιεδινοῦντο οἱ τοῦ Βρυεννίου. καὶ ἀπὸ τῆς τούτων πολλῆς συστροφῆς κονίσαλος μακρὸς καὶ πυκνὸς ἵστατο μέχρι νεφῶν κορυφούμενος, ὡς παραβάλλεσθαι τοῦτον κατ᾿ ἐκεῖ-

[*](6. ἐλαύνειν ὀξέως G. 12. τὴν prius: εἰς CG. 13 τῷ μέντοι Ρ, 10 μέντοι G, τὸ μέν τι C. 14. εὐχειρώτατος G. vid. annotat. 15. ἢ: καὶ CG. 19. περιωδινοῦντο C. 20. κονίσσαλος C.)
252

νο καιροῦ τῷ κατὰ τὴν Αἴγυπτον γεγονότι πάλαι σκότει τάς τε γὰρ τούτων ὄψεις ἀπετύφλου ἡ πυκνότης τῆς κόνεως καὶ ἄγνοιαν ἐμπαρεῖχεν, ὁπόθεν καὶ παρὰ τινων οἱ ὀϊστοἰ πέμπονται. τρεῖς δὲ Λατίνους ἀποστείλας ὁ Βρυέννιος ἐδήλωσε τῷ Βαϊμούντῳ τὸ πᾶν. οἱ καὶ κατέλαβον αὐτὸν εἰς τι [*](Β) νησίδιον ποταμοῦ τοῦ οὕτω καλουμένου Σαλαβρία μετὰ τινων ἱστάμενον ὀλίγων Κελτῶν καὶ σταφυλὰς ἐσθίοντα, ἅμα δὲ καὶ ὑπέρκομπόν τι καυχώμενον, ὅπερ καἰ μέχρι τοῦ νῦν παρῳδεῖται καὶ περιφέρεται. τοῦτο γὰρ πολλάκις ἔλεγε βαρβαρίζων τὸ Λυκοστόμιον, ὅτι “τὸν Ἀλέξιον εἰς λύκου στόμα ἐνέβαλον." τοιοῦτον γὰρ ἡ ὑφεροψία σφάλλουσα τοὺς πολλοὺς καὶ πρὸς τὰ ὑπ’ ὄψιν καὶ ἐν ποσὶ κείμενα ἀκούσας δὲ τὰ παρὰ τοῦ Βρυεννίου μηνυθέντα καὶ ἐπιγνοὺς τὸν δόλον καὶ τὴν δι’ ἀπάτης νίκην τοῦ αὐτοκράτορος, ἤχθετο μέν, ὡς εἰκός, κατέπιπτε δὲ οὐδαμῶς, ὁποῖος ἐκεῖνος. ἀποκριθέντες οἶν τινὲς [*](C) τῶν ὑπ’ αὐτὸν κατάφρακτοι Κελτοὶ ἀνῆλθον εἰς ἀκρώρειάν τινα κατέναντι τῆς Λαρίσσης διακειμένην. τούτους τὸ ὁπλιτικὸν θεασάμενοι, ξὺν πολλῇ Προθυμίᾳ ἐβίαζον προσβαλεῖν αὐτοῖς· ὁ δὲ αὐτοκράτωρ ἀπεῖργε τούτους τοῦ ἐγχειρήματος. ἐκ διαφόρων δὲ πολλοὶ καὶ διάφοροι ξυμμιγέντες ταγμάτων ἀνελθόντες προσέβαλλον τοῖς Κελτοῖς· οἱ δὲ παραχρῆμα κὰτ· αὐτῶν ὡρμηκότες, ἀναιροῦσιν ἄχρι τῶν πεντακοσίων. εἶτα

[*](2. τἀς τε: τότε G. 6. νησήδιον PG, recte C. σαλαυρία CG. 8. παρᾴδεται G. 10. ἔβαλον G. 16. αὐτὸν C, αὐτῷ PG. vid. annotat. 18. σὺν A. προσβαλεῖν FP, ξυμβαλεῖν 19. ἀπῆγε CAG. 20. ἐκ διαφόρων δὲ πολλῶν συμμιγέντες ἀγμάτων Α. 21. προσέβαλλον Α. προσέβαλον PG.)
253

τοῦ βασιλέως στοχασαμένου τὸν τόπον , δι᾿ οὗ ὁ Βαϊμοῦντος μελλε διελθεῖν, καὶ ἀποστείλαντος γενναίους στρατιώτας ετὰ καὶ Τούρκων καὶ τοῦ Μιγιδηνοῦ προεξάρχοντος, ἅμα τῷ τλησίον γενέσθαι, εὐθὺς ὁ Βαϊμοῦντος ὁρμήσας κατ’ αὐτῶν, ἥττησε τούτους μέχρι τοῦ ποταμοῦ διώξας.

[*](D)

Τῇ δὲ μετ᾿ αὐτήν, αὐγαζούσης ἤδη τῆς ἡμέρας, παραδραμὼν τὸν ἤδη ῥηθέντα ποταμὸν μετὰ τῶν συνεφεπομένων αὐτῷ κομήτων καὶ αὐτοῦ δὴ τοῦ Βρυεννίου, ἐπεὶ ἑλώδη τότον ἐν τοῖς τῆς Λαρίσσης μέρεσιν ἐθεάσατο, ἀναμεταξὺ δύο βουνῶν πεδιάδα ἀλσώδη εὑρὼν ἀποτελευτῶσαν εἰς στενωπὸν ὀξύν, (κλεισούραν τοῦτο καλοῦσιν,) τὴν λεγομένην Δεμενίκου ταλάτιον, διὰ τούτου εἰσελθὼν, ἐκεῖ τὸν χάρακα ἐπήξατο. τῇ δὲ μετ᾿ αὐτὴν κατὰ τὸ περίορθρον καταλαμβάνει αὐτον ὁ φαλαγγάρχης Μιχαὴλ ὁ Δούκας, ὁ πρὸς μητρὸς ἐμὸς θεῖος, μετὰ τοῦ ὁπλιτικοῦ παντός ἀνὴρ ἐπὶ φρονήσει διαβεβονμήνος, ὥρᾳ δὲ καὶ μεγέθει σώματος διαφέρων οὐ τῶν τότε [*](Ρ. 142) καιροῦ ἀλλὰ καὶ τῶν πώποτε γεγενημένων, θάμβος γὰρ εἶχεν ἅπαντας τοὺς ὁρῶντας τὸν ἄνδρα,) συνιδεῖν δὲ τὸ μέλλον αὶ φωρᾶσαι τὸ ἐνεστὸς καὶ καταπράξασθαι δεινότατός τε καὶ

[*](V. 114)[*](1. τὸν τόπον Α, τοῦ τόπου PG. 3. καὶ prius add. CA. μιγιδινοῦ Α. 6. τῇ : τὴν Α. μετ’ αὐτὴν κλεισούραν εἰσελθὼν ἰπὶ ἑλώδη τόπον τινὰ, έν τοῖς μέρεσι τῆς Λαρίσσης καἰ διακείμενον καὶ δομενίκου παλατίον καλούμενον, ἐκεῖ τὸν χάρακα ἐπήξατο Α. 9. τῆς om. G. 11. ὀξύν add. CG et in margine P. τοῦτον CG. τὴν λεγομένην : καὶ γενομένην G. Δεμενίκου C, Δομενίκου PAG. 13. αὐτὸν : τὸν τόπον Α. 14. μητρὸς : πατρὸς CG. 15. ἀνήρ τις C. 17. καιροῦ om. A. 19. καὶ primum om. G. καὶ alterum om. C.)
254

ἀπαράμιλλος. τούτῳ ὁ αὐτοκράτωρ ἐπέσκηψεν μὴ πάντας ἐντὸς τοῦ στομίου τῆς κλεισούρας εἰσελθεῖν, ἀλλὰ τὰς μὶν δυνάμεις ἔξωθεν ἵστασθαι ἰλαδόν, ὀλίγους δὲ διελεῖν Τούρκων καἰ Σαυροματῶν τῆς τοξείας εἰδήμονας καἰ τούτοις παραχωρῆσαι τῆς εἰσόδου, ἐπισκῆψαι δὲ τούτοις, μηδενὶ ἑτέρῳ ξίφει πλὴν ὀϊστοῖς χρήσασθαι. εἰσελθόντων δὲ καὶ ἱππασίας ποι- [*](Β) ουμένων κατὰ τῶν Λατίνων, οἱ ἔξωθεν ἱστάμενοι πρὸς ἀλλήλους σφαδάζοντες ἤριζον, ὁποῖος ἂν τὸ στόμιον εἰσέλθοι. ὁ γὰρ Βαϊμοῦντος πλήρης ὢν στρατηγικῆς ἐπιστήμης, τοὺς ὑπ᾿ αὐτὸν ἐκέλευε συνησπικότας ἵστασθαι, καὶ ταῖς ἀσπίσιν ἑαυτοὺς περιφράττοντας ἀτρεμεῖν. ὁ δέ γε πρωτοστράτωρ θεασάμενος τοὺς ὑπ’ αὐτὸν κατὰ μικρὸν ἐκρέοντας καὶ εἰσερχομένους διὰ τοῦ στομίου, εἰσῆλθε καὶ αὐτός. ὁ δὲ Βαϊμοῦντος τούτους θεασάμενος, ὥσπερ λέων ἐχάρη μεγάλῳ ἐπὶ σώ ματι κύρσας, εἶπεν ἄν τις Ὁμηρικῶς, ὣς καὶ οὗτος ἰδὼν ἐν αὐτοῖς ὀφθαλμοῖσι τούτους καὶ τὸν πρωτοστράτορα Μιχαήλ, [*](C) ἀσχέτῳ ῥύμῃ πανσυδὶ κατ’ αὐτῶν ἴεται· οἱ δὲ παραχρῆμα νῶτα τούτοις διδόασιν. Οὐζᾶς δὲ τὴν κλῆσιν φερώνυμον ἐκ τοῦ γένους λαχών, ἐπ’ ἀνδρείᾳ διαβεβοημένος, εἰδὼς ἠδ’ ἐπὶ δεξιὰ ἠδ’ ἐπ’ ἀριστερὰ νωμῆσαι βῶν ἀζαλέην, καθ’ Ὅμηρον, ἐν

[*](1. ἐπέσκηψεν ὁ αὐτοκράτωρ G. 2. τῆς κλεισούρας στομίου G, altero ordine PA. 3. ἔξω A. διελὼν C, διελθεῖν A. 4. καὶ alterum om. CG. 5. τούτοις: σφίσι Α. 9. στρατηγικῆς FC et in margine P, βασιλικῆς PAG. 12. αὐτὸν : αὐτοὺς Α. 13. ὁ δὲ : καὶ ὁ A. 14. τούτους : τοῦτον A. ὥστε coni. Hoeschel. 16. ὀφθαλμοῖσι CAG, ὀφθαλμοῖς P. 18. τούτοις add, Α. 19. λαβὼν G. 20. καθ᾿ Ὅμηρον om. A.)
255

τῷ τοῦ στομίου ἔξέρχεσθαι δεξιὰ παρεκκλίνας, γοργῶς ἐπιστραφείς, καίει τὸν αὐτῷ ὑπαντιάσαντα Λατῖνον· ὁ δ᾿ εὐθὺς κύμβαχος κατὰ γῆς ἔκειτο. ὁ δὲ Βαϊμοῦντος ἐδίωκε τούτους μέχρι τοῦ ποταμοῦ Σαλαβρία. ἐν δὲ τῷ φεύγειν ὁ ἤδη ῥηθεὶς Οὐζᾶς παίει τὸν τὴν σημαίαν τοῦ Βαϊμούντου κατέχοντα διὰ τοῦ δόρατος, καὶ τὴν σημαίαν τῶν χειρῶν αὐτοῦ ἀφαρπάσας, μικρὸν περιδινεῖ καὶ κλίνει πρὸς τὸ πρανές. οἱ [*](D) γοῦν Λατῖνοι τὴν σημαίαν ἐ·ξ ὀρθίου σχήματος κατακλιθεῖσαν ἑωρακότες, ἐν συγχύσει γεγόνασι καὶ ἐφ’ ἑτέραν ἐτράοντο ἀτραπόν, δι’ ἦς καὶ τὰ Τρίκαλα καταλαμβάνουιν ἤδη προκατασχεθέντα παρά τινων τῶν τοῦ Βαϊμουντου πρὸς τὸ Λυκοστόμιον φευγόντων. κἀκεῖσε τέως αὐλίζονται εἴσω τούτων γεγονότες· ἐκεῖθεν δὲ καταλαμβάνουσι τὴν [*](P. 143) καστορίαν. ὁ δὲ βασιλεὺς ὑποστρέψας ἀπὸ Λαρίσσης καὶ ἔτην Θεσσαλονίκην καταλαβών, ὁποῖος ἐκεῖνος περὶ τὰ τοιαῦτα, ταχὺ μάλα πρὸς τοὺς σὺν τῷ Βαϊμούντῳ κόμητας ἀποτείλας, πολλὰς ὑποσχέσεις ἐπεποίητο, εἰ τὸν Βαϊμοῦντον τοὺς μισθοὺς ἀπαιτήσουσιν, οὕσπερ αὐτοῖς καὶ ὑπέσχετο· τοῦ δὲ μὴ ἔχοντος ἀποδοῦναι παραπείσουσι τοῦτον κατελθεῖν ἰς τὴν θάλασσαν καὶ ἀναζητῆσαι ταῦτα ἀπὸ τοῦ ἰδίου πατρὸς Ῥομπέρτου, καὶ αὐτὸν ἐκεῖνον διαπερᾶσαι τοὺς αὐτῶν μισθοὺς ἐξαιτησόμενον. καὶ εἰ τοῦτο ἀνύσαιεν, πάντας τιμῆς νὼ εὐεργεσιῶν μυρίων ἐπαπολαῦσαι. καἰ ὅσοι μὲν τούτῳ

[*](Β)[*](1. καὶ γοργῶς Α. 2. ὑπαντιάσαντα PA, ὑπαντήσαντα CG. 4. σαλαυρία CG. 8. ἐξ ὀρθίου σχήματος om. A. 11. πάρα τινων τῶν πάρα του Βαϊμούντου πρὸς τὸ Λυκοστόμιον φύγον τῶν coni. Wilken. Hist. Comn. p. 200. 12. αὐλίζονται C, ηὐλίζοντο PG. 16. σὺν : έν G. 18. ὥσπερ CAG. 23. μυρίων ὐεργεσιῶν A. τούτω Δὶ τούτων PG. vid. annotat.)
256

ἑαὶ μισθῷ δουλεῦσαι θελήσουσι, προσλαμβάνεσθαι τούτους καὶ ἀποχρῶντα τὸν μισθὸν ἀποδοῦναι κατὰ τὰ θελήματα αὐτῶν, τοὺς δ’ αὖ εἰς τὰς οἰκίας αὐτῶν βουλομένους ἀπελθεῖν ἀκινδύνως διαβιβάσαι διὰ τῆς Οὐγγρίας. ὑπείξαντες οὖν τῷ τοῦ βασιλέως προστάγματι οἱ κόμητες, τοὺς τῶν παραδραμόντων τεσσάρων ἐνιαυτῶν μισθοὺς ἀσυμπαθῶς ἀπῄτουν. ὁ δὲ μὴ ἔχων ἀποδοῦναι, ἀνεβάλλετο τέως. ὡς δὲ ἐνέκειντο εὔλογα [*](V. 115) αἰτοῦντες, μὴ ἔχων ὅ τι καὶ δράσειε, τὸν μὲν Βρυέννιον αὐτοῦ που φυλάσσειν τὴν Καστορίαν κατέλιπε, καὶ τὸν τοὺ Πολόβους φυλάσσοντα Πέτρον τοῦ Ἀλίφα· αὐτὸς δὲ τὸν Αὐλῶνα κατέλαβε. τοῦτο δὲ μεμαθηκὼς ὁ βασιλεὺς νικητὴς εἰς τὴν βασιλεύουσαν τῶν πόλεων ἐπαναζεύγνυσι.

[*](C)

Καταλαβὼν δὲ ταύτην καὶ ἐν συγχύσει τὰ κατὰ τὴν ἐκκλησίαν εὑρών, οὐδὲ πρὸς βραχύν τινα χρόνον ἀνέσεως ἔτυχεν. ἀλλ’ ὁποῖος ἐκεῖνος ἀποστολικὸς μαθητὴς ὤν, ἐπεὶ κυμαινομένην τοῖς τοῦ Ἰταλοῦ δόγμασι τὴν ἐκκλησίαν εὗρε, κὰν κατὰ τοῦ Βρυεννίου ἐβουλεύετο, Κελτὸς δὲ οὗτος τὴν Καστορίαν κατασχών, ὡς εἴρηται,) ἀλλ’ οὐδ’ οὕτως ἠμέλει τοῦ δόγματος. ἔπι τούτοις γὰρ καὶ τὰ κατὰ τὸν Ἰταλὸν περὶ τῆς αἱρέσεως τοῦ Ἰταλικοῦ] ἐβλάστησαν μεγάλως τὴν ἐκκλη- [*](D) σίαν συνταράττοντα. οὗτος δὲ ὁ Ἰταλὸς δεῖ γὰρ τὰ κὰτ

[*](3. ἀκινδύνους C. 6. ἀσυμπαθῶς om. A. 8. δράσειε Α, δράσειεν PG. 9. κατέλειπε G. καὶ τὸν πέτρον τοῦ ἀλίφα τοὺς πολόβους φυλάξαντα Α. 11. νικητὴς om. A. 12. ἐπαναζεύγνυτο Α. 15. ἐτύγχανεν A. μαθητὴς add. A. 16. Ἰταλικοῦ CG. 17. κατὰ C, καὶ P, καὶ λατὰ G. 19. τὰ περὶ τῆς αἱρέσεως τοῦ Ιταλικοῦ κατὰ τὸν Ἰταλὸν ἐβλάστησαν G. ego indicem capitis, qui in textum irrepsit, uncis inclusi. 21. ταράττοντα CG. ὁ om, AG.)
257

αὐτὸν ἐξ ἀρχῆς αὐτῆς διηγήσασθαι,) ὥρμητο μὲν ἐξ Ἰταλίας καὶ ἐν τῇ Σικελίᾳ ἐφ’ ἱκανὸν διέτριψε· νῆσος δὲ αὕτη ἀγχοῦ τῆς Ἰταλίας διακειμένη. οἱ γὰρ Σικελοὶ ἀποστάντες τῆς Ῥωμαίων ἀρχῆς καὶ εἰς πόλεμον κὰτ αὐτῶν καἰ μάχας ἀπονεωευκότες, τοὺς Ἰταλοὺς εἰς συμμαχίαν προὐκαλέσαντο μεθ᾿ ὦν καὶ ὁ τοῦ Ἰταλοῦ πατὴρ ἦν, ἔχων καὶ τὸν παῖδα μεθ’ ἑαυτοῦ, κἂν μὴ στρατεύσιμον εἶχε τὴν ἡλικίαν, συνεφεπόμενον τούτῳ καὶ συμπαρασκαίροντα καὶ τὰ πολεμικά, οἶα τὰ τῶν Ἰταλῶν, παιδευόμενον. τὰ μὲν οὖν πρῶτα τῆς ἡλικίας οὕτως εἶχε τῷ Ἰταλῷ, καὶ ἡ πρώτη τοιαύτη τούτῳ καταβολὴ τῆς παιδεύσεως. ἐπεὶ δὲ ὁ κλεινὸς ἐκεῖνος Γεώργιος ὁ Μανιάκης, [*](P. 144) τοῦ Μονομάχου τὰ σκῆπτρα τῆς Ῥωμαίων διέποντος, τυραννήσας τὴν Σικελίαν κατέσχε, μόλις ἐκεῖθεν ὁ τοῦ Ἰταλοῦ λοῦ πατὴρ καὶ τὸν παῖδα ἐπιφερόμενος πέφευγε. καὶ εἰς Λογγιβαρδίαν φυγάδες ἄμφω κατήχθησαν ἔτι ὑπὸ Ῥωμαίους τελοῦσαν. ἐκεῖθεν δὲ οὗτος ὁ Ἰταλός, οὐκ οἶδ’ ὅπως, τὴν Κωνσταντινούπολιν κατέλαβεν, ἁπάσης παιδείας καἰ τέχνης λογικῆς οὐκ ἐνδεῶς ἔχουσαν. καὶ γὰρ ἀπὸ τῆς αὐτοκρατορίας Βασιλείου τοῦ πορφυρογεννήτου μέχρι αὐτῆς τῆς τοῦ Μονομάχου βασιλείας ὁ λόγος, εἰ καί τοῖς πλείοσιν ἐρρᾳθύμητο, ἀλλ’ οὖν γε πάλιν οὐ καταδεδυκώς, ἀνέλαμψε καὶ ἀνέθορε [*](Β) καὶ διὰ σπουδῆς τοῖς φιλολόγοις ἐγένετο ἔπι τῶν χρόνων Ἀλεξίου τοῦ αὐτοκράτορος τὰ πρὸ τούτου χλιδώντων

[*](1. αὐτῆς add. CA. τῆς τῶν Ρωμαίων G. 7. στρατεύειν CG. 8. καὶ alterum om. G. 11. Γεώργιος ἐκεῖνος ΡG, altero ordine F. 17. Κωνσταντίνου Α.)
258

τῶν πλειόνων καὶ παιζόντων ἀνθρώπων καὶ ὀρτυγίαις καὶ ἄλλοις αἰσχίοσι παιγνίοις ἐνασχολουμένων διὰ τὴν χλιδήν, λόγον δὲ καὶ παίδευσιν ἅπασαν τεχνικὴν ἐν παρέργῳ τιθεμένων. οὕτως οὖν τοὺς ἐνταῦθα ἔχοντας ὁ Ἰταλὸς εὑρηκώς, καὶ ἀνδράσιν ὁμιλήσας σχολαστικοῖς καὶ ἀμειλίκτοις καὶ τὸ ἦθος ἀγρίοις, (ἦσαν γὰρ τότε καί τινες πέρι τὴν βασιλεύουσαν τοιοῦτοι,) παιδείας τοίνυν λογικῆς ἐξ ἐκείνων μετασχών, καὶ Μιχαὴλ ἐκείνῳ τῷ φελλῷ ἐν ὑστέρῳ προσωμίλησεν, ὃς οὐ πάνυ τοι παρὰ διδασκάλοις σοφοῖς ἐφοίτησε, διὰ φύσεως [*](C) δὲ δεξιότητα καὶ νοὸς ὀξύτητα, τυχὼν μέντοι καὶ θεοῦ ἀρωγοῦ πρὸς τούτοις διὰ τὴν θερμοτάτην ἱκεσίαν τῆς μητρὸς αὐτοῦ ἐπαγρυπνούσης συχνῶς τῷ ἐν τῷ ναῷ τοῦ Κύρου τῆς θεοτόκου σεμνῷ εἰκονίσματι καὶ θερμοῖς τοῖς δάκρυσιν ὑπὲρ τοῦ παιδὸς ἐκκαλουμένης, εἰς ἄκρον σοφίας ἁπάσης ἐληλακὼς [*](V. 116) καὶ τὰ Ἑλλήνων καἰ τὰ Χαλδαίων ἀκριβωσάμενος, γέγονε τοῖς τότε χρόνοις περιβόητος ἐν σοφίᾳ τούτῳ γοῦν ὁ Ἰταλὸς προσομιλήσας ἐν ἀπαιδεύτῳ ἤθει καὶ βαρβαρικῷ οὐκ ἠδύνατο [*](D) φιλοσοφίας εἰς βάθος ἐλθεῖν, διδασκάλων ὅλως μηδ’ έν τῷ μανθάνειν ἀνεχόμενος, θράσους ὢν μεστὸς καὶ ἀπονοίας βαρ-

[*](1. πλειόνων ἀνθρώπων καὶ παιζόντων Α, πλειόνων καὶ παιζόντων ἀνθρώπων PG. καὶ ante ὀρτυγίαις om. AG, ὀρτυγοθήραις G, ὀρτησίαις Α ὀρθυγίαις Ρ. correxi. vid annotat. 2. ἀσχολουμένων C 3. τεχνικὴν: λογικὴν Α. 6. τινες τοιοῦτοι περὶ τὴν βασιλεύουσαν Α. 9. οὐ πάνυ: καὶ πάνυ Α. τοι: lege τι. 10. ὀξύτητα: εὐθύτητα Α. μέν τι Α. 11. διὰ τὴν θερμοτάτην — αὐτοῦ AG, δία τὴν τῆς μητρὸς θερμοτάτην ἱκεσίαν αὐτοῦ Ρ et omisso αὐτοῦ C. 12. ἐμ τῷ A, αὐτῷ PG. 13. σεμνῷ C, σεπτῷ PAG. 15. τὰ alterum om. A. 16. τότε: τε G. ἐν σοφίᾳ om. G. 18. διδασκόντων CG.)
259

βαρικῆς, πάντων τε καθυπερτερεῖν καὶ πρὸ τοῦ μαθεῖν οἰόμενος, καἰ πρὸς αὐτὸν τὸν Ψελλὸν ἐκ πρώτης ἀφετηρίας ἀντετάξατο. ἐμβαθύνας δὲ τῇ διαλεκτικῇ, μεθημερινοὺς θορύβους έν πανδήμοις συνελεύσεσιν ἐποιεῖτο, σοφιστικὰς συνείρων ἐρεσχελίας, καὶ πᾶν εἶ τι τοιοῦτον προτιθείς, καὶ αὖθις [*](P. 145) ὑπέχων λόγον τοιουτότροπον. τοῦτον προσηταιρίσατο κὼ ὁ τηνικαῦτα βασιλεύων Μιχαὴλ ὁ Δούκας καὶ οἱ τούτου ἀδελφοί· καὶ δευτέρου μὲν λόγου τοῦτον πρὸς τὸν φελλὸν ἐτίθεντο, ὅμως δὲ περιείχοντό τε αὐτοῦ κὼ ἐν λογικαῖς συνεχρῶντο ἁμίλλαις· ἦσαν γὰρ φιλολογώτατοι οἱ Δοῦκαι, καὶ οἱ τοῦ αὐτοκράτορος ἀδελφοὶ καὶ αὐτὸς δὴ ὁ βασιλεὺς Μιχαήλ. ὁ δὲ Ἰταλὸς θερμὸν ἀεὶ καὶ μανικὸν πρὸς τὸν Ψελλὸν ἔβλεπε, κἀν ἐκεῖνος ὡς ἀετὸς τῶν τοῦ Ἰταλοῦ ἐρεσχελιῶν ὑπερίπτατο, διεγείρετο καὶ ἐπρίετο, ἐνεπίμπρατο ἢ ἐλυπεῖτο. τί τὸ μετὰ ταῦτα; ἐσφάδαζε τὰ τῶν Λατίνων τε καὶ Ἰταλῶν [*](Β) κατὰ Ῥωμαίων, καὶ ἡ τῆς Λογγιβαρδίας ὅλης ὁμοῦ καὶ Ἰταλίας ἐμελετᾶτο κατάσχεσις. κω ὁ βασιλεὺς ἐκεῖνος τὸν Ἰταλὸν ὡς οἰκεῖον δῆθεν καὶ ἄνδρα ἀγαθὸν καὶ τὰ τῶν Ἰταλῶν ἐπιστάμενον εἰς Ἐπίδαμνον ἀπέστειλε. καὶ ἵνα συντέμω τὸν λόγον ὡς κἀκεῖ κἀκεῖ ἐφωρᾶτο τὰ ἡμέτερα προδιδούς, καὶ ἀπεστέλλετο ὁ

[*](1. ὑπερτερεῖν G. μαθεῖν A, μανθάνειν PG. 3. καθημερινοὺς Α. 4. συνελεύσεσι πεποίητο Α. 6. λόγον τοιοῦτον. τοῦτον τρόπον προσηταιρίσατο P, recte CAG. 8. τοῦτον om. GA. 9. περιείχοντό τε A, περιεῖχον τότε PG. 11. δὴ: δὲ τε add. CA. ὅλως 17. 6 om. Α. ἐκεῖνον Α. 18. καὶ prius om. Α. τῶν Α, τὸν P, κατὰ τῶν G. 19. συντέμων G, συντέμω PA. 20. τὰ καταπροδιδοὺς ἡμέτερα P, τὰ ἡμέτερα προδιδοὺς CAG.)
260

μέλλων αὐτὸν μετακινεῖν ἐκεῖθεν, τούτου αἰσθόμενος φυγὰς εἰς Ῥώμην ᾤχετο. εἰθ᾿ ὁποῖος ἐκεῖνος μεταμεληθείς, πρὸς τὸ βασιλέα παρακλήσει χρησάμενος, κάτα τὴν κέλευσιν ἐκείνου τὴν Κωνσταντινούπολιν κατέλαβε, τὴν μονὴν τὴν οὕτω κα. [*](C) λουμένην πηγὴν ἐνδιαίτημα λαβὼν καὶ τὴν ἐκκλησίαν τῶν ἁγίων τεσσαράκοντα. ἔνθα καὶ τοῦ φελλοῦ μεταχωρήσαντος Βυζαντόθεν μετὰ τὴν ἀπόκαρσιν, αὐτὸς φιλοσοφίας ἁπάσης προέστη διδάσκαλος, ὕπατος τῶν φιλοσόφων χρηματίσας, καὶ τὰς τε Ἀριστοτελικὰς βίβλους καὶ τὰς Πλατωνικὰς ἐξηγεῖσθαι ἐσπούδαζεν. καὶ ἦν μὲν τῷ δόξαι πολυμαθέστατος, δεινὸς δὲ μᾶλλον εἴπερ τις ἄλλος διερευνήσασθαι τῶν ἄλλων τὴν δεινοτάτην περιπατητικήν, καὶ ταύτης πλέον τὴν διαλεκτικήν. πρὸς δὲ τὰς ἄλλας τέχνας τῶν λόγων οὐ πάνυ τι εὐφυῶς εἶχεν, ἀλλὰ περί τε τὴν γραμματικὴν ἐχώλευε τέχνην καὶ [*](D) τοῦ ῥητορικοῦ νέκταρος οὐκ ἐγεύσατο· οὐδὲ ἐκεῖθεν ὁ λόγος τούτῳ ἐφήρμοστο καὶ εἰς κάλλος ἀπέξεστο. ἔνθεν τοι καὶ τοῦ χαρακτῆρος εἶχε στρυφνῶς καὶ τὸ πᾶν ἐμπεριβόλως. καὶ [*](V. 117) συνενεύκει ὁ λόγος αὐτῷ τὰς ὀφρῦς, καὶ διόλου ἀπέπνει δρι- [*](Ρ. 146) μύτητος. διαλεκτικῶν δὲ ἐφόδων ἐμεμέστωτο τούτῳ τὸ σύγ-

[*](1. ἐκεῖθεν μετακινεῖν A, μετακινῆσαι CG. 2. ὁποῖος ἐκεῖνος om. A. 3. τὴν add. Α. 4. τὴν Κωνσταντίνου Α. idque habet Ducang. Constant. Christ. IV. p. 184. 10. τὸ δόξαι G, τῷ om. Α. φιλομαθέστατος A. 11. εἴπερ: ἤπερ A. τῶν ἄλλων: lege τῶν ἀνθρώπων. vid. annotat. διερευνήσασθαι τῶν ἄλλων om. G, διερευνήσασθαι om. ἐν τῷ διερευνᾶσθαι τὴν δεινοτάτην Α. 13. ἄλλας om. Α. πάνυ τι CG, παντὶ P. 15. οὐδ’ Α. 16. τούτῳ CAG, τούτου Ρ. 17. an ἀνεμπεριβόλως? vid. annotat. 18. δόλου P, διόλου CAG. 19. τούτου AG.)
261

γράμμα, καὶ ἡ γλῶττα τῶν ἐπιχειρημάτων ἐπεφόρητο τῷ διαλεγομένῳ ἐν ταῖς ὁμιλίαις μᾶλλον ἢ ταῖς γραφαῖς. οὕτως εἶχεν ἰσχυρῶς πρὸς τὰς διαλέξεις καὶ τοσοῦτον ἄφυκτος ἦν, ὡς τὸν ἀποκρινόμενον αὐτομάτως συναχθῆναι πρὸς τὴν σιγὴν καὶ εἰς ἀμηχανίαν ἐλθεῖν. ἑκατέρωθεν γὰρ τῆς ἐρωτήσεως βόθρον ὤρυττε, καὶ εἰς φρέαρ ἀποριῶν ἐνέβαλλε τὸν προσδιαλεγόμενον. οὕτως ἐμπείρως ἔχων τῆς διαλεκτικῆς ὁ ἀνήρ, καἰ ταῖς ἐπαλλήλαις ἐπερωτήσεσι κατέπνιγε τοὺς διαλεγομένους, συγχέων αὐτῶν καὶ συνταραττων τὸν νοῦν. καὶ οὐκ ἦν τὸν ἅπαξ αὐτῷ συντυχόντα τοὺς λαβυρίνθους τούτους διελθεῖν. [*](Β) ἀμουσότατος δὲ ἄλλως ἦν, καὶ θυμὸς αὐτοῦ κατεκράτει· καὶ ἤν τινά που προσεκτήσατο ἀρετὴν ἀπὸ τοῦ λόγου, κατέλυε καὶ ἠφάνιζεν ὁ θυμός. διελέγετο γὰρ καὶ ἔπεσι καὶ χερσὶν ὁ ἀνήρ, κω τὸν προσδιαλεγόμενον οὐκ ἠφίει πρὸς ἀπορίαν ὅλως λθεῖν, οὐδὲ αὔταρκες ἦν αὐτῷ τὸ ἐπιρράψαι τοῦ ἀντικειμένου τὸ στόμα καὶ σιγὴν αὐτῷ καταψηφιεῖσθαι, ἀλλ᾿ εὐθὺς ἡ χεὶρ κατά τε τοῦ πώγωνος καὶ τῶν τριχῶν προσεφήλλετο, καὶ ὕβρις εὐθὺς ξυνεπόδιζεν ὕβριν· καὶ ἀκάθεκτος ἥν ὁ ἄνθρωπος καὶ τὰς χεῖρας ὁμοῦ καὶ τὴν γλῶτταν. τοῦτο δὲ

[*](C)[*](3. ἄφικτος C. 4. αὐτομάτως: αὐτοκράτορα Α. συναχθῆναι A, συνενεχθῆναι PG. 6. ἐνέβαλε A. πρὸς τὸν διαὶγόμενον Α. 7. ἔχων Α, εἶχε PG. 8. τοὺς διαλεγομένους κατέπνιγε A. 9. ταράττων Α. καὶ alterum om. A. 10. λαβιρύνθους P. τούτους om. A. 12. ἥν τινα CG. που om. CAG. 13. ἠφανίζετο A. 14. διαλεγόμενον Α. ἀφίει Α. 15. οὐδ᾿ Α. αὐτοῦ G. ἐπιῤῥάψαι τὸ τοῦ ἀντικειμένου στόμα G. 16. καταψηφιᾶσθαι G. an καταψηφίσασθαι? lege αὐτοῦ 17. τῶν om. P, add. CAG. 18. ξυνεπόδιζεν CA, ξυνεμπόδιζεν P. ὁ ἀνὴρ Α.)
262

μόνον οὐκ ἀφιλόσοφον εἶχεν, ὅτι μετὰ τὴν πληγὴν κατελίμπανεν τοῦτον ὁ θυμός, καὶ τὸ δάκρυον κατελάμβανε, καὶ εἰς λαμπρὸν μετάμελον ἤρχετο. εἰ δέ τῳ φίλον καὶ περὶ τῆς ὄψεως αὐτοῦ μαθεῖν, μεγάλη μὲν αὐτοῦ ἡ κεφαλή, τὸ μέτωπον προπετέστατον, πρόσωπον ἐμφανές κὼ ὁ μυκτὴρ ἐλεύθερόν τε καὶ ἄνετον ἀπέπνει τὸν ἀέρα, καὶ περιφερὴς ὁ πώγων, τὰ στέρνα εὐρὺς καὶ εὐπαγὴς τὰ μέλη τοῦ σώματος τὴν δὲ τῆς ἡλικίας ἀναδρομὴν τῶν εὐμηκεστέρων ἥττων τὴν δὲ φωνὴν τοιοῦτος, οἷος ἂν ἀπὸ Λατίνων ἐληλυθὼς νεανίας εἰς τὴν [*](D) ἡμεδαπὴν γῆν, τὰ Ἑλλήνων μὲν ἐκμάθοι, οὐ πάνυ δὲ καθαριεύοιτο τὴν φωνήν· ἀλλ’ ἔστιν οὗ καὶ κολοβώτερα ἐκφέρειν τὰς συλλαβάς. ἀλλ’ οὔτε τὸ τοῦ στόματος οὐκ εὐαγές, οὔτε τὸ εἰς ἄκρον ἄφωνον ἐλάνθανε τοὺς πολλούς, τοῖς δὲ ῥητορικωτέροις ἀγροικίζων κατελαμβάνετο. ἔνθεν τοι καὶ τὰ συγγράμματα τούτου συνέσφιγκτο μὲν ἁπανταχόθεν τοῖς διαλεκτικοῖς τόποις. ἀσυνταξίας δὲ κακίαν καὶ σολοικισμὸν σποράδην διερριμμένον παντάπασιν οὐκ ἐξέφευγεν.

[*](Ρ. 147)