Alexias

Anna Comnena

Anna Comnena, Alexias, Schopenus, Weber, 1839

Μεμαθηκὼς δὲ τὰ κατὰ τὸν Ῥομπέρτον ὁ αὐτοκράτωρ, παραχρῆμα διὰ γραφῆς τῷ Πακουριανῷ τὴν αὐτοῦ ἀκάθεκτον ὁρμὴν παρίστησι καὶ ὅπως τὸν Αὐλῶνα κατέλαβε, μὴ πεφροντικὼς ὅλως τῶν συμπεσόντων αὐτῷ δεινῶν κατ’ ἤπειρόν [*](D) τε καὶ θάλατταν μήτε τῆς ἥττης ἐκείνης, ἣν ἐκ πρώτης, ὅ φασιν, ἀφετηρίας ἐπεπόνθει· καὶ ὡς χρὴ μὴ μέλλειν, ἀλλὰ θᾶττον τἀς δυνάμεις ἐπισυναγαγόντα ἑνωθῆναί

[*](6. δένδρα Α. 7. ὄπισθεν — τόπον om. CG. 9. post γεγονυῖαν add. G ὡς εἰς ἵνα τὸ ὕδωρ συλλείβεσθαι τόπον. 13. νῆας om. A. 14. εὐπλοίας Α. 16. τὸν add. CA. 18. κατελάβετο G. 19. αὐτῷ add. CG. 20. τῆς om. G.)
198

οἱ. ταῦτα μὲν οὖν πρὸς τὸν Πακουριανόν. αὐτὸς δὲ παραυτίκα ἔξεισι τῆς Κωνσταντίνου εἰς μῆνα Αὔγουστον τῆς τεταρ- [*](P. 109) της ἐπινεμήσεως, τὸν Ἰσαάκιον εἰς τὴν μεγαλόπολιν κατλιπών, ἐφ’ ᾧ τὰ κάτα τὴν πόλιν ἑδράζεσθαι, καὶ εἴπου τινὲς λόγοι ἀπᾴδοντες ἐξ ἐχθρῶν ἐξακούοιντο, ὁποῖα εἴωθεν, αὐτον διασκεδάζειν τε καὶ φρουρεῖν τὰ βασίλεια καἰ τὴν πό- [*](V. 88) λιν, ἅμα καἰ τὸ τῶν γυναικῶν φιλοπενθὲς ἀνακτώμενον τὸ δέ γε εἰς τὴν μητέρα ἧκον, οὐδεμιᾶς, ὡς οἶμαι, βοηθείας ἐδεῖτο, ῥωμαλαιοτάτης καθισταμένης ἐκείνης καὶ ἄλλως μεταχειρίζεσθαι τὰ πράγματα δεξιωτάτης. τοιγαροῦν τὸ γράμμα ὁ Πακουριανὸς ἀνελίξας, τηνικαῦτα ὑποστράτηγον προχειρίζεται Νικόλαον τὸν Βρανᾶν, ἄνδρα γενναῖον καὶ πολλὴν ἐμ- [*](Β) πειρίαν ἔχοντα περὶ τὰ πολεμικά· ὁ δὲ μετὰ τοῦ ὁπλιτικοῦ παντὸς καὶ τῶν μείζονος τύχης τῆς Ὀρεστιάδος σπουδαίως ἔξεισιν, ἑνωθῆναι τῷ βασιλεῖ ἐπειγόμενος. ἐφθακὼς δὲ καἰ ὁ αὐτοκράτωρ εὐθὺς εἰς πολέμου σχῆμα τὸ ὁπλιτικὸν ἅπαν κατέστησεν, ἡγεμόνας τῶν λογάδων ἐπιστήσας ἄνδρας γενναιοτάτους, παρακελευσάμενος οὕτω τῆς ὁδοιπορίας ἔχεσθαι, οὑπερ ὁ τόπος αὐτοῖς τοῦτο δίδωσιν, ἵνα τὸ σχῆμα τῆς παρατάξεως διαγνόντες καὶ τὸν ἔδιον ἕκαστος γνωρίσας τόπον, ἐν τῷ καιρῷ τῆς μάχης ἀσύγχυτοι μένωσι, καὶ μὴ ῥαδίως μεταφέροιντο καὶ ὡς ἔτυχεν. ἐξῆρχε μὲν οὖν τοῦ τῶν ἐἐξκου-

[*](1. παραυτίκα CA, αὐτίκα PG. 3. τετάρτης ἐπινεμήσεως . καὶ τὰ ταγματα συναθροίσας καὶ καταστήσας, πανστρατὶ κάτα τοῦ ῥομπέρτου ἐξώρμησε A. 5. ἐπᾴδοντες CG. ἐπακούοιντο G. 7. ἄμα δὲ καὶ G. 9. lege ῥωμαλεωτάτης. 18. παρακελευόμενος CG. 22, ἐξουβιτῶν libri, correxit Ducaug, Gloss. Ι. p. 404.)
199

βίτων τάγματος Κωνσταντῖνος ὁ Ὦπος, τῶν Μακεδόνων ὁ [*](C) - Ἀντίοχος, τῶν Θετταλῶν δὲ Ἀλέξανδρος ὁ Καβασίλας, ὁ δέ γε Τατίκιος καὶ μέγας τῷ τότε πριμικήριος τῶν περὶ τὴν Ἀχριδὼ οἰκούντων Γούρκων ἡγεμόνευε, γενναιότατος ὢν καὶ ἀκατάπληκτος ἐν μάχαις, οὐκ ἐλευθέρας μὲν ὢν τύχης ἐκ προγόνων· καὶ γὰρ ὁ πατὴρ αὐτοῦ Σαρακηνὸς ὢν ἐκ· προνομῆς περιῆλθε τῷ πρὸς πατρὸς ἐμῷ πάππῳ Ἰωάννῃ τῷ Κομνηνῷ. τῶν δέ γε Μανιχαίων πρὸς τοῖς ὀκτακοσίοις εἰς δισχιλίους ποσουμένων ἡγεμόνες ἦσαν ὁ Ξαντᾶς καὶ ὁ Κουλέων, τῆς αὐτῆς αἱρέσεως καὶ οὗτοι· ἄνδρες ἅπαντες οὗτοι μαχιμώτατοι καὶ αἵματος ἀπογεύσασθαι τῶν ἐχθρῶν καιροῦ καλοῦντος ἑτοιμότατοι, καὶ πρός γε ἔτι καὶ ἰταμοὶ καἰ ἀναίσχυντοι· [*](D) τῶν δέ γε οἰκειοτέρων αὐτῷ (βεστιαρίτας ἡ καλεῖ,) καὶ τῶν Φραγγικῶν ταγμάτων ὁ Πανουκωμίτης καὶ Κωνσταντῖνος ὁ Οὐμπερτόπουλος, ἐκ γένους τὴν ἐπωνυμίαν λαχών. οὕτως οὖν τὰ τάγματα καταστήσας, πανστρατὶ στρατὶ κατὰ τοῦ Ῥομπέρτου ἐξώρμησε. συναντήσας δέ τινι ἐκεῖθεν ἐξερχομένῳ, περὶ τῶν κατὰ τὸ Δυρράχιον πυθόμενος σαφέστερον ἐμεμαθήκει, ὅτι ὁ Ῥομπέτος κινήσας πάντα

[*](P. 110)[*](2. Θετταλῶν δὲ Ἀνδρόνικος ἡ Ἀλέξανδρος PG, Ἀνδρ. ἢ om. F, om. C. 3. τὴν FP, τῶν G. Ἀχριδὼ FC, Ἀχριδῶν PO 5. μὲν: δὲ τας teru(??) καῶν τῆς F. 15. Ουμπερτοπολος PG, recte C. 16. λαβων PG, λαχὼν FC. 18. ἐρχομένῳ A. 19. μεμαθήκει A. νικήσας PG, κινήσας FA et lu margiue Ρ.)
200

τὰ πρὸς τειχομαχίαν ἐπιτήδεια ὄργανα τοῖς τείχεσι προσεπέλασεν. ὁ δὲ Παλαιολόγος Γεώργιος διὰ πάσης νυκτὸς καὶ ἡμέρας πρὸς τὰς ἔξωθεν ἐλεπόλεις καἰ τὰ μηχανήματα ἀντικαθιστάμενος καὶ ἀπαγορεύσας ἤδη καὶ τὰς πύλας ἀναπετάσας καὶ ἐξελθὼν μετ’ αὐτὸν καρτερὸν συνεστήσατο πόλεμον. καὶ καιρίως ἐν διαφόροις τοῦ σώματος τόποις ἐπλήγη, καὶ μᾶλλον περὶ τòν κρόταφον, βέλους διελθόντος. ὁ βιαζόμενος ἐξελεῖν καὶ μὴ δυνηθεὶς, μετακαλεσάμενός τινα τῶν ἐμπείρων, περιεῖλε τὰ ἄκρα, τόν τε στύρακά φημι καὶ οὑ [*](B) τὸ βέλος πτερύσσεται, τὸ δ’ ἐπίλοιπον μέρος τῷ τόπῳ τῆς πληγῆς ἐναπέμεινε. δεσμήσας δὲ τὴν κεφαλήν ὡς ὁ καιρὸς ἐνεδίδου, αὖθις ἐς μέσους τοὺς ἐναντίους ἑαυτὸν ὠθήσας, μαχόμενος μέχρι δείλης ἑσπέρας ἀκλόνητος ἕστατο. ταῦτα ἀκηκοὼς ὁ βασιλεὺς καὶ διαγνοὺς ἀρωγῆς ταχείας τοῦτον δεῖσθαι, ἐπέτεινε τὴν ὁδοιπορίαν. καταλαβὼν δὲ τὴν Θεσσαλονικήν, διὰ πολλῶν ἐπὶ πλέον τὰ κατὰ τὸν Ῥομπέτον ἐβε- [*](V. 89) βαιοῦτο. καὶ γὰρ ἕτοιμος ὢν ὁ Ῥομπέτος καὶ γενναίους μὲν παρετοιμάσας στρατιώτας, πολλὴν δὲ καὶ ὕλην κατὰ τὴν πεδιάδα συναθροίσας τοῦ Δυρραχίου, τὴν παρεμβολὴν κατέ- [*](C) θετο ὡσεὶ τόξου βολὴν τῶν τειχῶν τούτου ἀπέχουσαν· πολ-

[*](2. Γεώργιος om. Α. 3. τὰς: τὰ A. ἔξωθεν om. G. τὰ om. G. 4. ἤδη καὶ om. Α. 5. αὐτὸν P, αὐτῶν CG. lege αὐτοῦ. συνέστησε C, ἐνεστήσατο G. ἁ. μεταπεμψάμενος A. 11. δὲ: οὖν Α. 12. ἐδίδου CG, alteniin PA. καὶ αὖθις coni. Hoeschel. 15. ἐπέτεινε CA, ἐπιτείνει G, ἐπέτειγε P. 16. τὰ κάτα τὸν Ρομπ. ἐπὶ πλέον P, altero oriliae AG. 18. μὶν CG, μὴν P.)
201

Λάς μέντοι ὦν ὑπ᾿ αὐτὸν δυνάμεις καὶ πέρι τὰ ἄρη καὶ τὰ τέμπη καὶ τοὺς βουνοὺς κατέθετο. ἀλλὰ καὶ τὴν τοῦ Παλαιολόγου ἐπιμέλειαν ἐκ πολλῶν κατεμάνθανε. ἤδη γὰρ ὁ Παλαιολόγος ἐμπρῆσαι διανοούμενος τὸν ἑτοιμασθέντα παρὰ Ῥομπέρτου μόσυνα, καὶ τοῖς τείχεσιν ἐπιθεὶς νάφθαν καὶ πίσσαν ἴω ξηρῶν ξύλων σχίδακας καὶ λιθοβόλα ὄργανα, τὴν τοῦ πολέμου συμβολὴν ἐκαραδόκει. προσδόκιμον δὲ τὸν Ῥομπέρτον ἔχων ἐς νέωτα, ὅν προφθάσας ἡτοίμασεν ἐντὸς ξύλινον πύργον κατευθὺ τοῦ ἔξωθεν ἐρχομένου πύργον καταστήσας δι’ ὅλης νυκτὸς δοκιμασίαν ἐπεποίητο τοῦ ἄνωθεν τούτου [*](D) δοκοῦ, ἒν προβάλλεσθαι ἔμελλον κατὰ τῶν θυρέτρων τοῦ μόσυνος τοῦ ἔξωθεν ἐνηνεγμένου, εἰ ῥᾷστά τε κινοῖτο καὶ ἀντιπρόσωπος ἀντιπίπτων ταῖς θύραις οὐκ εὐκόλως ἀνοίγνυσθαι ξυγχωρήσειεν. διαγνοὺς δὲ ὡς εὐπετῶς τὸ ξύλον ὐθεῖται καὶ εὐστοχήκει τοῦ πράγματος, ἀπεθάρρησεν ἤδη πρὸς τὸν ἐλπιζόμενον πόλεμον. τῇ μετ’ αὐτὴν δὲ σιδηροφορῆσαι κελεύσαντος τοῦ ῾Ρομπέρτου ἅπαντας καὶ ἐντὸς τοῦ πύργου τε καὶ ἱππεῖς ὁπλοφόρους ὡσεὶ πεντακοσίους εἰσαγα- [*](P. 111) γόντος, ἐπεὶ τῷ τείχει τοῦτον προσπελάσαντες ἤδη τὴν ἄνωθεν οὖσαν θύραν ἀναπεταννύειν ἠπείγοντο, ὡς γεφύρᾳ ταύτῃ χρησόμενοι πρὸς τὴν τοῦ κάστρου εἰσέλευσιν, ὁ Παλαιολόγος

[*](1. ὑπ᾿ : ἐπ᾿ G. καὶ περὶ τὰ τέμπη G. 6. πίδακας G. 7. συμπλοκὴν CG. 10. ἐξεπεποίητο G, 12. ἐνηγελμένου P. 15. ἡστοχήκει C. 16. τῇ: τὴν Α. 17. τοῦ ξυλίνου πύργου A. 19. ἐπεὶ Α, ἐπὶ PG. 20. ἀναπεταγύειν PG, recte CA. 21. χρησάμενοι CG. τὴν om. P. ἀντικάστρου C, ἀωτικάῥῥου G.)
202

ἐντὸς τὸ παμμέγεθες ξύλον τηνικαῦτα ὤθησας δι’ ὧν φθάσας προκατεσκεύασε μηχανῶν καὶ ἀνδρῶν πολλῶν καὶ γενναίων, ἄπρακτον τὴν τοῦ ῾Ρομπέρτου μηχανὴν ἐποίησε, τοῦ τὸ παράπαν μὴ συγχωροῦντος ἀνεῳχθῆναι τὴν θύραν. εἶτα [*](Β) βάλλων τοὺς ἄνωθεν τοῦ πύργου ἱσταμένους Κελτοὺς συνεχῶς οὐκ ἀνίει· οἱ δὲ τὰς βολὰς μὴ φέροντες ἐκρύπτοντο. κελεύει τοίνυν ἐμπρησθῆναι τὸν πύργον καὶ οὔπω πᾶν εἴρητο ἔπος, καὶ εὐθὺς ἔργον ἡ τοῦ πύργου πυρκαϊὰ ἐγένετο. καὶ οἱ μὶν ἄνωθεν ἐκρημνίζοντο, οἱ δὲ κάτωθεν ἀνοίξαντες τὴν περιπέζιον τοῦ πύργου θύραν ἔφευγον. τούτους δὲ φεύγοντας γοντας ὁρῶν ὁ Παλαιολόγος, τηνικαῦτα γενναίους ἄνδρας ὁπλοφόρους ἐξάγει διὰ τῆς πυλίδος τοῦ κάστρου καὶ ἑτέρους μετὰ ἀξινῶν, ὡς ἂν δι᾿ ἀυτῶν ὁ ξύλινος πύργος ἀφανισθῇ. [*](C) καὶ οὐδὲ τούτου ἠστοχήκει, ἀλλὰ τοῦ πύργου τὰ μὲν ἄνωθεν ἐμπρήσας, τὰ δὲ κάτωθεν διά τινων λαξευτηρίων ὀργάνων ποδοκοπήσας τελείως ἠφάνισεν.

Ἐπεὶ δὲ ὁ ταῦτα διηγησόμενος ἔλεγεν, ὡς ὁ Ῥομπέρτος αὖθις ἕτερον κατασκευάζειν μόσυνα ἠπείγετο, παρόμοιον τῷ προκατασκευασθέντι, καὶ ἑλεπόλεις κατὰ τοῦ Δυρραχίου ἡτοίμαζε, διαγνοὺς ὁ βασιλεὺς ἀρωγῆς τοὺς έν τῶν Δυρραχίῳ ταχείας δεῖσθαι, καταστήσας τὰς ἰδίας δυνάμεις, [*](V. 90) τῆς πρὸς τὸ Δυρράχιον ὁδοῦ εἴχετο. καταλαβὼν οὖν ἐκεῖσε

[*](5. συνεχῶς om. Α. 8. καὶ om. A. ἔργον C, ἔργου P, ἔριον G, om. Α. 13. ξύλινος om. C. 14. τοῦ μὲν πύργου G. 15. κάτωθεν Α, κάτω PG. 17. ὁ CG, ὡς P 18. μόσυνον CG. ἠπείγετο P, ἐπεχείρει GG. 21. ταχείας C, ταχύ PG. 22. ἐκεῖθεν C.)
203

καἰ τάφρον ποιήσας καὶ τὰ στρατεύματα καταθεὶς εἰς τὸν [*](D) λεγόμενον Χαρζάνην ποταμόν, εὐθὺς διὰ τινων ἀποστείλας ἠρώτα τὸν ῾Ρομπέρτον, ὅτου ὁ σκοός; ἐκεῖθεν ποταμόν ἔρχεται εἰς τὸ ἐπ᾿ ὀνόματι τοῦ ἐν ἱεράρχαις μεγίστου Νικολάου ἱδρυμένον τέμενος, τέσσαρας σταδίους τοῦ Δυρραχίου ἀπέχον, καὶ τὴν τοῦ τόπου διεσκοπεῖτο θέσιν, ὥστε τὸν ἐπικαιρότατον τόπον, ὅποι χρὴ τὰς φάλαγγας έν καιρῷ μάχης καταστήστασθαι, προκαταλαβεῖν. πεντεκαιδεκάτη δ’ ἥν τηνικαῦτα τοῦ Ὀκτωβρίου μηνός. αὐχὴν δὲ ἥν ἀπὸ Δαλματίας διήκων πρὸς θάλασσαν, ἀποτελευτῶν εἰς ἀχρωτήριόν τι ὅπερ οἶον χερρόνησός ἐστιν ἐν ᾦ καὶ τὸ [*](P. 112) ἤδη ῥηθὲν ᾠκοδόμηται τέμενος. ἠρέμα δὲ τὸ τοῦ αὐχένος πρανὲς συμβάλλον τῇ πεδιάδι πρὸς τὸ Δυρράχιον ἀπονενευκός, ἐξ εὐωνύμου μὲν τὴν θάλασσαν, δεξιόθεν δὲ ὄρος ὑψηλὸν καὶ ὑπερκείμενον ἔχει. ἐκεῖσε γοῦν τὸ ὁπλιτικὸν ἅπαν συναγαγὼν καὶ τὸν χάρακα πηξάμενος, τηνικαῦτα καὶ τὸν Παλαιολόγον μετεκαλεῖτο Γεώργιον. ὁ δὲ πεῖραν σχὼν τῶν τοιούτων ἐκ μακροῦ, μὴ συμφέρον τοῦτο λογιζόμενος, ἀνένευε τὴν ἐξέλευσιν, αὐτὸ τοῦτο πρὸς τὸν βασιλέα δηλώσας. ὡς 20 ὡς δ᾿ αὖθις ὁ βασιλεὺς ἐπιμελέστερον τοῦτον [*](B) φησιν “ἐμοὶ λίαν ὀλέθριον δοκεῖ πολιορκουμένου τοῦ κάστρου ἐξελθεῖν, καἰ εἰ μὴ τὸν δακτύλιον τῆς χειρὸς τῆς σῆς βασιλείας θεάσομαι, οὐκ ἐξελεύσομαι." ἀποσταλέντα δὲ τοῦτον

[*](5. ἱδρυμένον om. C. 7. τόπον om. G. 9. δὲ G. 10. πρὸς C, εἰς PG. 11. οἶον om. CG, 13. συμβάλλων P. 16. καὶ altorum om. GA. 18. ante ἀνένευε adcl. τηνικαῦτα A.)
204

θεασάμενος, τηνικαῦτα φοιτᾷ πρὸς τὸν βασιλέα μετὰ πολεμικῶν μικῶν νηῶν. ὁ δὲ βασιλεὺς τοῦτον ἰδών τὰ κατὰ τὸν Ῥομπέρτον αὐτοῦ ἐπυνθάνετο. τούτου δὲ πάντα αὐτῷ διασαφήσαντος, ἠρώτα εἰ χρὴ τὸν μετ’ αὐτοῦ ἀποθαρρῆσαι πόλεμον. ὁ δὲ πρὸς τοῦτον ἀνένευε τέως. ἀλλὰ καί τινες τῶν περὶ τὰ [*](C) πολεμικὰ πεῖραν ἐκ μακροῦ χρόνου ἐσχηκότων ἐπιμελῶς τοῦτον ἐκώλυον, συμβουλευόμενοι καρτερῆσαι δι’ ἀκροβολισμῶν σπεῦσαι στενοχωρῆσαι τὸν ῾Ρομέρτον, μὴ τῶν ὑπ’ αὐτὸν χορταγωγίας χάριν ἢ προνομῆς τῆς ἰδίας παρεμβολῆς ἐξιέναι, τοῦτο δὲ καὶ τῷ Βοδίνῳ καἰ τοῖς Δαλμάταις καὶ τοῖς λοιποῖς ἀρχηγοῖς τῶν παρακειμένων χωρῶν παρακελεύσασθαι ρακελεύσασθαι ποιεῖν, διαβεβαιούμενοι, ὡς τοῦτον τὸν τρόπον ῥᾳδίως ὁ Ῥομπέρτος ἡττηθήσεται. οἱ δὲ πλείονες τῶν νεωτέρων τοῦ στρατοῦ τὸν πόλεμον προὐτρέποντο, καὶ πάν- [*](D) των μᾶλλον Κωνστάντιος ὁ Πορφυρογέννητος καὶ Νικηφόρος ὁ Συναδηνὸς καὶ ὁ τῶν Βαράγγων ἡγεμὼν Ναμπίτης καὶ αὐτοὶ οἱ τοῦ προβεβασιλευκότος Ῥωμανοῦ τοῦ Διογενοῦς υἱεῖς, ὅ τε Λέων καὶ ὁ Νικηφόρος. ἅμα δὲ καὶ οἱ πρὸς τὸν Ῥομ- [*](P. 113) πέρτον ἀποσταλέντες ἐπανεληλυθότες, τὰ ἐκείνου πρὸς τὸν [*](V. 91) βασιλέα ἀπεστομάτιζον· ὡς “ἐγὼ μέν" φησιν “οὐδαμῶς κατὰ τῆς σῆς βασιλείας ἐξελήλυθα, ἀλλ’ ἐκδικήσων μᾶλλον

[*](1. τηνικαῦτα om. A. 3. αὐτοῦ ἐπυνθ. G, αὐτῷ P, αὐτοῦ om. A. 4. αὐτῶν P, αὐτοῦ μετὰ τούτου G. 7. καρτερῆσαι om, A. lege καὶ δι’. 8. συγχωρούμενον CG. 9. τῶν om. GA, αὐτῶν G. 15. scribendum Tidetur Κωνσταντῖνος. vid. annotat. 16. ἀμπίτης A. 17. Ῥωμαίων CG. ὒ. κατὰ τῆς σῇς βασιλείας οὐδαμῶς A. μᾶλλον om. A.)
205

τὴν γενομένην εἰς τὸν ἐμὸν συμπένθερον ἀδικίαν. εἰ δὲ σὺ τὴν μετ’ ἐμοῦ θέλεις εἰρήνην, ἀσπάζομαι τοῦτο κάγώ, μόνον εἰ καὶ αὐτὸς τὰ μετὰ τῶν ἐμῶν δηλωθέντα σοι πρέσβεων προθυμηθῇς ἀποπληρῶσαι." ἐπεὶ δὲ ἀδύνατα παντάπασιν ἐπεξήτει κω ἐπιβλαβῆ τῇ Ῥωμαίων ἀρχῇ, ὑπισχνούμενος ἅμα, εἰ τεύξεται τῶν πὰρ αὐτοῦ ζητουμένων, καὶ αὐτὴν τὴν Λογιβαρδίαν ὡς ἀπὸ τοῦ βασιλέως λογίσασθαι; καὶ βοηθεῖν ὁπηνίκα χρεία ἐστιν· τὰ δὲ σκῆψις ἦν, ἵνα δόξῃ δι’ ὦν μὲν [*](B) αἰτεῖται, αὐτὸς τὴν εἰρήνην θέλειν, ἀδύνατα δὲ λέγων καὶ μὴ τυγχάνων, τῆς μάχης ἀνθέ·ξεται, εἶτα τὴν τῆς μάχης αἰτίαν τῷ Βασιλεὶ Ῥωμαίων προστρίψειεν· διὰ τοῦτο οὐδὲ πρὸς συμβιβάσεις ἤθελον ἀπονεῦσαι. ἀτελέστατα γοῦν αἰτησάμενος καὶ μὴ τυχών, συγκαλεσάμενος πάντας τοὺς κόμητάς φησι πρὸς αὐτούς· “οἴδατε τὴν παρὰ τοῦ βασιλέως Νικηφόρου τοῦ Βοτανειάτου γεγονυῖαν ἀδικίαν εἰς τὸν ἐμὸν συμπένθερον, καὶ τὴν ἀτιμίαν ἣν ἡ ἐμὴ θυγάτηρ Ἑλένη ἐπεπόνθει τῆς βασιλείας σιλείας σὺν αὐτῷ ἐξωσθεῖσα. τοῦτο δὲ μὴ φέροντες, εἰς ἐκδίκησιν τούτων κατὰ τοῦ Βοτανειάτου τῆς χώρας ἡμῶν ἐξεληλύθειμεν· [*](C) ἐκείνου δὲ τῆς ἀρχῆς παραλυθέντος, νῦν πρὸς βασιλέα ἔχομεν νέον κὼ στρατιώτην γενναῖον. ὑπὲρ τὸν χρó-

[*](2. ἐμοῦ: αὐτοῦ C. τοῦτο νῦν G, νῦν τοῦτο C, νῦν om. PA. 4. δὲ οἱ P. παντάπασιν ἀδύνατα G. 9. αὐτὸς add. C et in margine P. 10. τὴν αἰτίαν τῆς μάχης G. 11. διὰ τοῦτο — ἀπονεῦσαι om. C. 12. ἤθελεν G. ἀτελέστατα A, ἀτέλεστα PG. 13. πάντας τοὺς κόμητας συγκαλεσάμενος PG, altero ordine Α. 15. Βοτανειάτου τοῦ Νικηφόρου PG, recte A. 17. ἐξωσθεῖσα AG, ἐξεωθεῖσα C, ἐξεωσθεῖσα P. 19. πρὸς om. G.)
206

vov αὐτοῦ πείραν τῆς στρατιωτικῆς ἐπιστήμης ἐσχηκότα, καὶ οὐ χρὴ ὡς ἔτυχε τὸν μετ’ αὐτοῦ ἀναδέξασθαι πόλεμον. ὅπου γὰρ πολυαρχία, ἐκεῖ καὶ σύγχυσις, τῆς διαφόρου γνώμης τῶν πολλῶν ταύτην εἰσαγούσης. λοιπὸν χρὴ ἑνός τινος ἡμῶν τοὺς λοιποὺς ἐπακούειν, κἀκεῖνον μὲν τὴν ἔξ ἁπάντων βουλὴν ἐπιζητεῖν καὶ μὴ τοῖς οἰκείοις λογισμοῖς ἀπεεριμερίμνως χρᾶσθαι. καὶ ὡς ἔτυχέ, τοὺς δέ γε λοιποὺς τὸ δοκοῦν αὐτοῖς μετ’ εὐ- [*](D) θύτητος λέγειν πρὸς αὐτόν, ἑπομένους ἅμ. τῇ τοῦ προκριθέντος βουλῇ. καὶ ἰδοὺ ἐγὼ εἶς ἔξ ἁπάντων ἕτοιμος ὢν ὑπείκειν, ᾦ ἂν πάντες προκκρίνητε." πάντες οὖν τὴν βουλὴν ταύτην ἐπαινέσαντες καὶ καλῶς λέγειν τὸν Ῥομπέρτον φάμενοι, τηνικαῦτα αὐτῷ τῶν πρωτείων παρακεχωρήκασιν ἅπαντες εἰς τοῦτο ὁμογνωμονήσαντες. ὁ δὲ ἀκκιζόμενος οἷον ἀνε- [*](P. 114) βάλλετο τέως τὴν ἐγχείρησιν· οἱ δὲ μᾶλλον ἐπέκειντο τοῦτο αὐτὸν αἰτοῦντες. ὑπείξας οὖν τῷ φαινομένῳ ταῖς αὐτῶν παρακλήσεσι, κἄν τούτῳ ὠδίνων ἐκ μακροῦ, λόγους ἐκ λόγων περιέπλεκε, καὶ αἰτίας αἰτίαις συνείρων εὐφυῶς, εἰς ὅπερ ἱμείρετο, ἄκων ἐδόκει τοῖς μὴ εἰς νοῦν βάπτουσιν ἔρχεσθαι. λοιπόν φησι πρὸς αὐτούς· “ἀκούσατε τῆς ἐμῆς βουλῆς, κόμητες καὶ τὸ λοιπὸν τοῦ στρατοῦ. ἐπεὶ τὰς σφῶν πατρίδας καταλελοιπότες ἐνταυθοῖ παρεγενόμεθα, καὶ ἡ προκειμένη μά-

[*](2. μετ’: κὰτ Α. 4. τινος ἡμῶν: τῶν ἐφ᾿ ἡμῶν CG. τούς λοιποὺς om. P, 5. ὑπακούειν G. 7. ὡς ἔτυχε: ἀσυμβούλως CG. 10. πάντες: ταύτην οὖν τ. β. ἐπαινέσαντες CG. 13. ἀκιζόμενος C. 15. αὐτὸν: αὐτὸ CG. 16. τούτῳ: lege τοῦτο. vid. unnotat. 18. βάλλουσιν G.)
207

χη πρὸς ἀνδρικώτατον βασιλέα ἐστιν καὶ αρτι μὲν [*](V. 92) τῆς βασιλείας οἴακας ἀναδεξάμενον, πολλοὺς δὲ πολέμους ἐπὶ [*](B) τῶν πρὸ αὐτοῦ βεβασιλευκότων νενικηκότα καὶ μεγίστους ἀποστάτας δορυαλώτους αὐτοῖς προσενηνοχότα, ὁλοψύχως χρὴ τῆς μάχης ἀνθέξεσθαι. καὶ εἰ τὴν νικῶσαν ἡμίν ἐπιψηφιεῖται θεὸς, οὐκέτι χρημάτων ἐν χρείᾳ ἐσόμεθα. χρὴ τοιγαροῦν τὰς μὲν σκευὰς ἁπάσας ἐμπρῆσαι, τὰς δὲ ὁλκάδας διατρήσαντας κατὰ τοῦ πελάγους ἀφεῖναι, καὶ οὕτω τὴν μετ’ αὐτοῦ ἀναδέξασθαι μάχην, ὡς τηνικαῦτα γεννηθέντας καὶ τεθνηξομένους." ἐπὶ τούτοις κατένευσαν ἅπαντες.

Ἀλλὰ τοιαῦτα μὲν τὰ τοῦ Ῥομπέρτου διανοήματα τε καὶ βουλεύματα· ἄλλα ταὐτὰ τοῦ αὐτοκράτορος ποικιλώτερά τε καὶ ὄξύτερα. συνεῖχον δ’ ὅμως οἱ δημαγωγοὶ ἄμφω [*](C) τὰ στρατεύματα, στρατηγίας καὶ δημαγωγίας πέρι βουλευόμενοι, νοι, ὅπως μετ’ ἐπιστήμης δημαγωγήσαιεν καὶ στρατεύσοιντο. καὶ ὁ μὲν αὐτοκράτωρ αἴφνης νυκτὸς ἐξ ἑκατέρου μέρους ἐπιπεσεῖν τῇ τοῦ Ῥομπέρτου παρεμβολῇ σκεπτόμενος, τὸ μὲν ἐθνικὸν ἅπαν στράτευμα ἀπὸ τοῦ ὄπισθεν μέρους ἐπέτρεψε προσβαλεῖν διὰ τῶν ἁλυκῶν διελθόντας, καὶ πλείονα τὴν ὁδοιπορίαν ἀναδέξασθαι αὐτοὺς διὰ τὸ ἀνύποπτον οὐκ ἀπηνήνα-

[*](1. βασιλέα C, βασιλέων PG. 5. ἀνθέξεσθαι CAG, ἀνθέξασθαι P. 6. ὁ θεὸς PG, θεὸς CA. 8. αὐτῷ P, αὐτοῦ CGA. 11. τὰ oni. G. 12, τε om. G. ἀλλ᾿ αὐτὰ G, ἄλλα ἄλλα οὑν τὰ A, ἀλλά δ᾿ αὐτὰ C. ἄλλα ἄλλα δ᾿ αῦ τὰ 14. πέρι oni. G. 15. καταστρατεύσοιντο G. 16. ἐπιπεσεῖν C, ἐπεισπεσεῖν GPA. 18. ἅπαν om. C. ὄπισθε Α. ἐΝέτρεψε Α, ἐπέτρεψεν PG. 19 προσβάλλειν τῷ Ῥομπέρτῳ A. ἁλικῶν AG. διελθὼν G.)
208

το· αὐτὸς δὲ ἀπὸ τῶν ἔμπροσθεν, ὁπηνίκα πώη ἐφθακότας τοὺς ἀποσταλέντας, ἠβούλετο προσβαλεῖν τῷ ῾Ρομπέρτῳ. ὅς κενὰς τὰς σκηνὰς καταλιπὼν καὶ νυκτὸς διὰ τῆς γεφύρας διελη- [*](D) λυθώς, (ὀγδὸν δ᾿ ἦν πρὸς τῇ δεκάτη τοῦ παριππεύοντος μηνὸς Ὀκτωβρίου ἐπινεμήσεως πέμπτης,) τὸ παρὰ τὴν θάλατταν τὰν ἐπ᾿ ὀνόματι τοῦ μάρτυρος Θεοδώρου πάλαι ἀνοικοδομηθὲν τέμενος κατέλαβε μετὰ παντὸς τοῦ στρατεύματος. καὶ δι᾿ ὅλης νυκτὸς τὸ θεῖον ἔξευμενιζόμενοι, τῶν ἀχράντων καὶ θείων μυστηρίων μετελάμβανον. εἶτα τὰς ἰδίας καταστήσας φάλαγγας, τὴν μέσην εἶχε τοῦ συντάγματος χώραν, τὸ δέ γε [*](P. 115) πρὸς θάλατταν κέρας τῷ Ἀμικέτῃ ἐπέτρεψε κόμητι, (κόμης δὲ οὗτος τῶν ἐπιφανῶν, γενναῖος καὶ χεῖρα καἰ γνώμην,) θάτερον δὲ τῷ υἱῷ αὐτοῦ Βαϊμούντῳ, τὴν ἐπίκλησιν Σανίσκῳ. τούτων ὁ αὐτοκράτωρ αἰσθόμενος, δεινὸς ὢν τὸ συνοῖσον ἐν ὀξείᾳ εὑρηκέναι ῥοπῇ, μεθαρμοσάμενος ἑαυτὸν πρὸς τὸ συμπεσόν, αὐτοῦ που κατὰ τὸ πρανὲς παρὰ τὴν θάλασσαν τὰς παρατάξεις κατέστησε. καὶ διελὼν τὰ στρατεύματα, τοὺς μὲν ἐπὶ τὰς σκηνὰς τοῦ ῥομπέρτου ἀπερχομένους βαρβάρους τῆς ὁρμῆς οὐκ ἀνέκοψε, τοὺς δὲ ἐπὶ τῶν ὤμων τὰ ἑτερόκοπα [*](B) φέροντας ξίφη παρακατασχὼν μετὰ τοῦ σφῶν ἀρχηγοῦ τοῦ Ναμπίτου, ἀποβάντας τῶν ἵππων, ἔμπροσθεν ἐκ μικροῦ δια-

[*](1. πεφθακότας A. 3. ἐληλυθώς CG, διεληλυθὼς AP, 4. παριππεύοντος om. G. 5. Ὀκτωβρίου μηνὸς G. 7. μετὰ: κατὰ P. 10. εἵλετο PG, εἴχετο CA, εἶχε P in niargiue. 11. Ἀμικέτῃ C constanter, Ἀμηκέτῃ PA. κόμητι om. C. 12. καὶ γενναῖος G. 16. θάλατταν G, παρὰ θαλάττης C. 17, διελθὼν C.)
209

στήματος προπορεύεσθαι στοιχηδὸν ἐπέτρεψε· τοῦτο δὲ γένος ἀσπιδοφόρον ξύμπαντες. τὸ δὲ λοιπὸν τοῦ στρατεύματος εἰς φάλαγγας διελών, αὐτὸς μὶν τὸ μεσαίτατον εἶχε τῆς παρατάξεως, δεξιόθεν τὸν καὶ ἐξ εὐωνύμου φαλαγγάρχας τὸν καίσαρα Νικηφόρον τὸν Μελισσηνὸν ἐπέστησε καὶ τὸν καλούμενον Πακουριανὸν καὶ μέγαν δομέστικον. τὸ δὲ μεσαίτατον αὐτοῦ τε καὶ τῶν πεζῇ βαδιζόντων βαρβάρων ἱκανοὺς εἶχε στρατιώτας τῆς τοξείας εἰδήμονας, οὑς κατὰ τοῦ ῥομπέρτου προεκπέμπειν ηβούλετο, ἐπιτρέψας τῷ Ναμπίτῃ, ὁπηνίκα βούλιντο [*](C) πρὸς Κελτοὺς ἐξιππάσασθαι καὶ αὖθις ὑποστρέφειν, χώραν αὐτοῖς ἐξ ἐφόδου διδόναι ἐφ᾿ ἑκάτερα σχιζομένους, εἶτα αὖθις συνεχίζεσθαι καὶ συνησπικότας πορεύεσθαι. οὕτω γοῦν τὸ ἅπαν διατυπώσας στράτευμα, αὐτὸς μὶν κατὰ [*](V. 93) μέτωπον ἵετο τῶν Κελτικῶν στρατευμάτων, τὴν ἠϊόνα παραθέων· οἱ δὲ ἀποσταλέντες βάρβαροι τὰς ἁλυκὰς διεληλυθότες, ἐπεὶ καὶ οἱ ἐντὸς τοῦ Δυρραχίου τὰς πύλας ἀνεπέτασαν, ωὐτὸ αὐτοῖς τοῦ αὐτοκράτορος ἐπισκήψαντος, ἐν ταὐτῶ ταῖς Κελτικαῖς σκηναῖς προσέβαλλον. κατ’ ἀλλήλων δὲ τῶν δημαγωγῶν [*](D) ἐρχομένων, ἀποσπάδας ἀποστέλλων ὁ ῥομπέρτος ἱππασίας ἐκέλευε ποιεῖσθαι, εἴ που ἐκεῖθεν ὑποσῦραί τινας δυνηθεῖεν τοῦ Ῥωμαϊκοῦ στρατεύματος. ἀλλ᾿ ὁ βασιλεὺς πρὸς τοῦτο ἀνεπεπτώκει· ἔπεμπε δὲ μᾶλλον καὶ συχνοὺς τοὺς ἀν-

[*](2. ἀσπιδοφόρων G. ἅπαντες CG. τοῦ δὲ στρατεύματος τὸ λοιπὸν GA. 7. τὸν P. ἀμπίτῃ G. 13. αὐτοῖς CG. 14. ἵετο G. Κελτῶν G. ᾐόνα A. παραθεόντων coni. Iloesciiei. 15. ἅλικας G, ἀκτὰς A. 18. προσέβαλλον C, προσέβαλον PG. 22. τοὺς add. G.)
210

τικαταστησαμένους αὐτοῖς πελταστάς. ἀκροβολισμοῖς οὖν μετρίοις ἀμφοτέρων κατ᾿ ἀλλήλων χρησαμένων, ἐπεὶ καὶ ὁ ῾Ρομπέρτος ἠρέμα τούτοις εἵπετο καὶ τὸ μεταίχμιον ἤδη ἀπεστενοῦτο διάστημα, τῆς φάλαγγος τοῦ Ἀμικέτου προεκδραμόντες πεζοὶ καὶ ἱππεῖς περὶ τὸ ἄκρον τῆς παρατάξεως τῆς τοῦ Ναμπίτου [*](P. 116) προσέβαλλον. γενναιότερον δ᾿ αὐτῶν ἀντικαταστάντων, παλίνορσοι γεγόνασιν, ἐπεὶ οὐ πάντες λογάδες ἦσαν, καὶ τῇ θαλάσσῃ ἑαυτοὺς ἐπιρρίψαντες ἄχρι τοῦ τραχήλου, ταῖς νηυσὶ τοῦ ῾Ρωμαϊκοῦ καὶ Βεωετικοῦ στόλου πελάζοντες, ἐκεῖθεν ᾐτοῦντο τὴν σωτηρίαν, καὶ παρ’ ἐκείνων οὐ προσεδέχοντο. ἡ δέ γε Γαΐτα, ὡς λόγος τίς φησιν, ἡ τοῦ Ῥομπέρτου σύνευνος αὐτῷ συστρατευομένη, Παλλὰς ἄλλη κἂν μὴ Ἀθήνη, θεασαμένη τοὺς φεύγοντας, δριμὺ τούτοις ἐνατενίσασα, κατ᾿ αὐτῶν μεγίστην ἀφιεῖσα φωνήν, μονονοὺ τὸ Ὁμηρικὸν ἔπος τῇ ἰδίᾳ διαλέκτῳ λέγειν ἐῴκει “μέχρι πόσου φεύξεσθε; στἧτε, [*](B) ἀνερες ἔστε.” ὡς δὲ ἔτι φεύγοντας τούτους ἑώρα, δόρυ μακρὸν ἐναγκαλισαμένη, ὅλους ῥυτῆρας ἐνδοῦσα κατὰ τῶν φευγόντων ἴεται. τοῦτο θεασάμενοι καὶ ἑαυτῶν γεγονότες, αὖθις πρὸς μάχην ἑαυτοὺς ἀνεκαλέσαντο. ἐπεὶ δὲ οἱ πελεκυφόροι καὶ αὐτὸς ὁ τούτων ἀρχηρὸς ὁ Ναμπίτης δι’ ἀπειρίαν καὶ

[*](1. ἀκροβολισμοὺς μετρίους C. 6. ἀποκαταστάντων A. 7. τῇ add. A. 8. τοῦ om. A. 13. τούτοις A, τούτους PG. ἐνατενίζουσα CG, ἐνητένιζε A. 14. ἀφεῖσα P, ἀφιεῖσα CAG. ἔπος om. GA. 16. ἐστὲ libri, correxi. τούτους φεύγοντας A. 18 ἵεται G. 19. αὐτοὺς G. ἐπειδὴ C. πελεκυφόροι G. πελεκοφόροι PA. 20. αὐτὸς om. A. ἐμπειριαν CG.)
211

θερμότητα ὀξύτερον βεβαδικότες, ἰκανὸν τῆς Ῥωμαϊκῆς παρα(??)ξεως ἀπέστησαν, βεβαδικότες, συμβαλεῖν ἐν ἴσῳ θυμῷ τοῖς Κελτοῖς, (καὶ γὰρ οὐχ ἧττον ἐκείνων πέρι τὰς μάχας ὑτοι ἐκθυμότεροί εἰσιν καὶ τῶν Κελτῶν ἐν τούτῳ τῷ μέρει μὴ ἀποδέοντες,) κεκοπιακότας τούτους ἤδη καὶ ἀσθμαίνοντας ὁ Ῥομπέρτος θεασάμενος, καὶ τοῦτο ἀπὸ τε τῆς ὀξείας κινήσεως, τοῦ τε διαστήματος βεβαιωθεὶς κω τοῦ ἄχθους τῶν [*](C) ὅπλων, τινὰς τῶν τούτου πεζῶν ἐπέσκηψε κὰτ· αὐτῶν εἰσπηδῆσαι. δὲ προκεκμηκότες ἤδη, μαλακώτεροι τῶν Κελτῶν ραίνοντο. πίπτει γοῦν τὸ τηνικαῦτα τὸ βάρβαρον ἅπαν, καὶ τόσοι τούτων ἐσώθησαν, πέρι τὸ τέμενος τοῦ ἀρχιστρατήγου Μιχαὴλ προσπεφευγότες, οἱ μὲν καἰ ὁπόσους ἐξεχώρει τὸ τέμενος ἔντος, εἰσῄεσαν, οἱ δὲ ἄνωθεν τοῦ τεμένους ἀνελθόντες εἱστήκεσαν, τὴν σωτηρίαν, ὡς ᾤοντο, ἐκεῖθεν πραγματευσάμενοι. οἱ δὲ Λατῖνοι πῦρ κατ’ αὐτῶν ἀφέντες, σὺν τῷ τεμένει πάντας κατέκαυσαν. τὸ δέ γε λοιπὸν τῆς Ῥωμαϊκῆς φάλαγγος καρτερῶς πρὸς αὐτοὺς ἀπεμάχοντο. ὁ δὲ [*](D) ῥομπέρτος καθάπερ τις πτερωτὸς ἱππότης σὺν ταῖς λοιπαῖς δυνάμεσι ἐλᾷ κατὰ τῆς ῥωμαϊκῆς φάλαγγος καὶ ὠθεῖται ταύτην καὶ εἰς μέρη πολλὰ διασπᾷ. ἐντεῦθεν οἱ μὶν τῶν ἀντικειμένων έν αὐτῷ τῷ πολέμῳ μαχόμενοι πίπτουσιν, οἱ δὲ φυγῇ τὴν ἑαυτῶν ἐπραγματεύσαντο σωτηρίαν. ὁ δέ γε βασιλεὺς Ἀλέξιος καθάπερ τις πύργος ἀκλόνητος ἔμενε, κἂν

[*](V. 94)[*](2. ξυμβαλεῖν P, alterum CAG. 4. τῷ: τὸ Ρ. S. τούτου add. AG. 10. τὸ prius aild. A. 13. ἀνωτέρω A. 14. εἱστήκησαν PG, recte A. πραγματευσόμενοι PA, alterum CG. 19. κατὰ τῆς Πωμαϊκῆς ἐλᾷ omisso φάλαγγος PG, rccte A. 22. γε add. A.)
212

πολλοὺς τῶν μετ’ αὐτοῦ ἀποβεβλήκει ἀνδρῶν καὶ γένει καὶ πείρᾳ στρατιωτικῇ διαφερόντων. πεπτώκει γὰρ τὸ τηνικαῦτα ὁ Κωνστάντιος υἱὸς μὲν τοῦ προβεβασιλευκότος Κωνσταντί- [*](P. 117) νου τοῦ Δούκα, οὐκ ἰδιωτεύοντος αὐτοῦ εντι ἀποτεχθείς, ἀλλ᾿ ἐν πορφύρᾳ καἰ γεννηθεὶς καὶ τραφεὶς καὶ ταινίας τῷ τότε καιρῷ βασιλικῆς παρὰ τοῦ πατρὸς ἀξιωθείς· κω ὁ Νικηφόρος μὲν τὴν κλῆσιν, Συναδηνὸς δὲ τὴν ἐπίκλησιν Καλούμενος, ἀνὴρ γενναῖος καὶ ὡραιότατος καὶ σφαδάζων πάντων ὑπερτερῆσαι κατὰ τὴν ἡμέραν ἐκείνην μαχόμενος· μεθ’ ὂν ὁ ἤδη ῥηθεὶς κωνστάντιος πέρι κήδους ἔπι τῇ ἴδια ἀδελφῇ πολλάκις ὡμίλει· νᾶι μὴν καἰ ὁ τοῦ Παλαιολόγου πατὴρ Νικηφόρος καὶ ἕτεροι τῶν ἐπιφανῶν· πλήττεται γὰρ καὶ ὁ Ζαχαρίας καιρίαν κατὰ τοῦ στέρνου καὶ τὴν ψυχὴν ἅμα τῇ πληγῇ ἐπαφίησι, καὶ ὁ Ἀσπιέτης καὶ πολλοὶ τῶν λογάδων. [*](B) τῆς δὲ μάχης μὴ διαλυομένης, ἐπεὶ τὸν βασιλέα ἑώρων ἔτι ἀντικαθιστάμενον, ἀποκριθέντες τινὲς τῶν Λατίνων τρεῖς, ἀφ’ ὦν εἶς ὁ ἤδη ῥηθεὶς Ἀμικέτης ἢν, ὁ δὲ ἕτερος Πέτρος ὁ τοῦ Ἀλίφα, ὡς αὐτὸς ἐκεῖνος ἔλεγεν, ὁ δὲ τρίτος κατ’ οὐδὲν τούτων ἐλάττων, ὅλους ῥυτῆρας ἐνδόντες τοῖς ἵπποις, δόρατα μακρὰ ἐναγκαλισάμενοι, κατ’ αὐτοῦ ἵενται. καἰ ὁ μὲν Ἀμι-

[*](2. πεπτώκει Α, πέπτωκε Ρ, πεπτώκασι G. τὸ add. Α. 3. ὁ om. A. Κωνσταντῖνος hic et mox Wilken. Hist. comn. p. 175. ὁ υἱὸς τοῦ προβασιλ. κωνσταντ. τοῦ δουκα, ὁ ἐν πρφύρᾳ γεννηθεὶς A. 6. ὁ om. CG. 8. καὶ ὡραιότατος om. CG. 11. ὁ τοῦ παλαιολόγου υἱὸς νικόλαος καὶ ὁ ἀμπίτης καὶ πολλοὶ τῶν λογάδων Α 13. Ζαχίας G. 14 Ασπιέτης C, Ασπέτης P, Ἀσπιώτης G. 17. εἷς om. G. ἕτερος add. Α. ὁ ante τοῦ add. A. 20. ἵενται G.)
213

Ἴης διημαρτήκει τοῦ βασιλέως, μικρὸν παρεκκλίναντος τοῦ τπου· τοῦ δ᾿ τονώσας δόρυ διὰ τοῦ ξίφους ὁ βασιλεὺς ἀπωσάμενος καὶ τονώσας τὴν χεῖρα, παίει τοῦτον κατὰ τὴν κλεῖδα ὦί τὴν χεῖρα τοῦ λοιποῦ ἀποτέμνει σώματος. ὁ δέ γε τρίτος πλήττει τοῦτον εὐθὺς κατὰ τὸ μέτωπον, ὁ δὲ φρενήρης [*](C) τε ὢν καὶ ἑδραῖος τὸν νοῦν, μηδὲν ὅλως συγχυθείς, γοργότητι γνώμης ἐν ἀσκέπτῳ χρόνῳ τὸ δέον σύνεις, ὕπτιον ἅμα τῇ πληγῇ ἑαυτὸν ὡς ἐπ’ οὐρὰν τοῦ ἵππου ἔθετο. καὶ εὐθὺς τὸν χρῶτα τοῦ σώματος μικρὸν παραξέσασα ἡ τοῦ ξίρους ἀκμή, περὶ τὴν ἀκωκὴν παραποδισθεῖσα τῆς κόρυθος καὶ τὸν συνέχοντα ταύτην ὑπὸ τὴν γένυν ἱμάντα διασπάσασα, ὦσε ταύτην εἰς γῆν. τηνικαῦτα δὲ ὁ μὲν Κελτὸς ἐκεῖνος πααθέει, ὂν ᾤετο κατακρημνίσαι τοῦ ἵππου, ὁ δ’ εὐθὺς ὀρθωθείς, ἐπὶ τῆς ἐφεστρίδος ἑδραῖος ἐκάθητο, μηδὲν τῶν ὅπλων ἰποβαλών. ἀλλὰ καὶ γυμνὸν τὸ ξίφος κατέχων τῇ δεξιᾶ, [*](D) τῷ δὲ λύθρῳ τοῦ ἰδίου πεφοινιγμένος αἵματος, καὶ τὴν κεφαλὴν ἀπερικάλυπτον ἔχων καἰ τὴν πυρσὴν καὶ ἡλιῶσαν κόμην περιπλανωμένην ταῖς ὄψεσι καὶ διοχλοῦσαν αὐτόν· ὁ γὰρ ιπος ταραττόμενος καὶ ἀποπτύων τοὺς χαλινοὺς φριμάσσων, ὢν, ἀτακτότερον ἐμπίπτειν τῷ προσώπῳ τοὺς βοστρύχους παρεσκεύαζεν· ἀλλὰ καὶ ὣς ἑαυτὸν ἀνακαλεσάμενος, ὡς ἐνῆν, τοῖς

[*](1. τοῦ prius: τῶν P. 5. εὐθὺς om. A. G. συσχεθεὶς γοργότητι A. 10. ἀκοὴν P, ἀκωκὴν AG. παραταθεῖσα Α. 11. ξυνέχοντα A. γένυν: ὀσφῦν A. ἐκσπάσας A. 12. ἆσε: ἀξῆκε Α. ἐς G, ἐπὶ. γῆν A. 13. δὲ Α. εὐθὺς: αὖθις G. 15. καὶ om. G. κατέχει Α. 18. πεπλανημένην G. διοκλοῦσαν P.)
214

ἐναντίοις ἀντικαθίστατο. ἔπει δὲ κω τοὺς Τούρκους φεύγοντας ἑώρα καὶ αὐτὸν τὸν Βοδῖνον ἀπολέμητον ὥπλιστο γὰρ καὶ οὗτος καὶ εἰς πολέμου τύπον τὸ αὐτοῦ διατυπώσας στράτευμα, κατὰ ταυτηνὶ τὴν ἡμέραν ἵστατο, ὡς [*](P. 118) ἐπαρήξων τάχα τῷ αὐτοκράτορι κατὰ τὰς πρὸς αὐτὸν γεγενημένας συνθήκας· ἐκαραδόκει δέ, ὡς ἔοικεν, ἱν., εἰ μὶν τὴν ῥοπὴν τῆς νίκης τῷ αὐτοκράτορι δοθεῖσαν γνοίη, ἐπιτεθείη καὶ αὐτὸς τοῖς Κελτοῖς, εἰ δὲ τοὐναντίον, ἀτρεμήσῃ τε καὶ ὀπισθόπους γένηται· ταῦτα διαλογιζόμενος, ὡς ἐ·ξ ὦν ἐπε- [*](V. 95) πράχει δῆλον, καὶ τὴν νικῶσαν ἀπαρτὶ τοὺς Κελτοὺς ἐγνωκὼς ἔχοντας ἄγευστος πολέμου τὸ παράπαν, οἴκαδε ἐπαναδεδραμήκει· ὁ δὲ αὐτοκράτωρ ταῦτα θεασάμενος καὶ μηδένα [*](B) τὸν αὐτῷ ἐπαμύνοντα βλέπων, τὰ μετάφρενα καὶ αὐτὸς τηνικαῦτα δίδωσι τοῖς ἐν(??)ντίοις. καὶ οὕτως ἐδίωκον οἱ Λατῖνοι τὸ Ῥωμαϊκὸν στράτενμα.

Ὁ δὲ Ῥομπέρτος καταλαβὼν τὸ τέμενος τοῦ ἁγίον Νικολάου, ὅπου καὶ ἡ βασιλικὴ σκηνὴ καὶ ἅπασα ἥ σκευὴ τοῦ Ῥωμαϊκοῦ στρατεύματος, ὁπόσους εὐσθενεῖς εἶχε, τὸν βασιλέα διώκειν ἐκπέπομφεν, αὐτοῦ που αὐτὸς ἐγκαρτερῶν, φανταζόμενος τὴν τοῦ αὐτοκράτορος κατάσχεσιν. τοιοῦτοι γὰρ λογισμοὶ τούτου τὸ ὑπέρογκον ἐξέκαιον φρόνημα. οἱ δὲ εὐψύχως μάλα τοῦτον ἐδίωκον μέχρι τόπου τινὸς παρὰ τῶν

[*](1. ἀντικαθιστᾷ A. 3. τόπον CG. 5. τὰς om. G. 11. τοῦ πολέμου G. τὸ om. G. 12. καὶ ὡς μηδένα PA, ὡς om. CG. 13. ἀπαμύνων G. 19. αὐτοὺς ἐγκαρτεροῦντας A. 22, παρὰ τῶν ἐγχωρίων : ἐγχωρίως Α.)
215

ἐγχωρίων καλουμένου Κακὴ πλευρά. ἡ δὲ τούτου θέσις ποταμὸς [*](C) ῥέων κάτωθεν ὁ Χαρζάνης καλούμενος, ἔνθεν δὲ ὑπερκειμένη πέτρα ὑψηλή. ἀναμεταξὺ δὲ τούτων φθάνουσιν αὐτὸν οἱ διώκοντες· οἱ καὶ παίουσιν αὐτὸν κατὰ τὴν ἀριστερὰν πλευρὰν διὰ τῶν δοράτων, (ἐννέα δὲ ἦσαν ξύμπαντες,) ἐπὶ τὰ θάτερα κλίνουσι. τάχα δ’ ὂν κω ἐπεπτώκει, εἰ μὴ τὸ ξίφος, ὁ τῇ δεξιᾷ κατεῖχε χειρί ἔφθασεν ἐναπερεισθῆναι τῇ γῇ· ναὶ μὴν καὶ ἡ τοῦ μύωπος ἀκμὴ ταῦ ἀριστεροῦ ἐνὑακοῦσα τὸ ἄκρον τῆς ἐφεστρίδος, ὃ ὑπόστρωμα λέγουσιν, ἀκλινέστερον τὸν ἱππότην ἐποίει. καί αὐτὸς δὲ τῇ λαιᾷ τῆς χαίτης δραξάμενος τοῦ ἵππου, ἀνεῖχεν ἑαυτόν. βοηθεῖται [*](D) μέντοι ἐκ θείας τινὸς δυνάμεως σωτηρίαν παρ’ ἐχθρῶν αὐτῷ κομιζούσης παραδόξως. ἀναφύει γὰρ δεξιόθεν ἄλλους Κελτοὺς τὰ δόρατα πρὸς ἐκεῖνον ὀρθώσαντας· οἱ κω τὰ ἄκρα τῶν δοράτων κατὰ τὴν δεξιὰν πλευρὰν ἐμβαλόντες, ὤρθωσάν τε ἀθρόον τὸν στρατιώτην κ·αἰ εἰς τὸ μέσον κατέστησαν. καὶ ἠν ἰδεῖν θαῦμα παράδοξον. οἱ μὲν γὰρ ἐξ εὐωνύμων [*](P. 119) ἀνατρέπειν ἠπείγοντο, οἱ δὲ ἐκ τῶν δεξιῶν τὰ δόρατα τῇ πλευρᾷ πήξαντες, ὥσπερ τοῖς πρώην ἐναντιούμενοι καὶ ἀντ-

[*](1. εκαικὴ C. a. ἔνθεν δὲ: ἔνδοθεν A. 5. δ᾿ G. om. C. 6. τὰ add. A. 7. κατέσχε A. 9. λέγουσιν A, λέγουσι PG. 10. ἀκλινέστερον CA, κλινέστερον PG. 11. δραξάμενος τοῦ ἵππου AG, τοῦ ἵ. δραξάμενος P. 12 μέντοι μὶν CG, παρ’: ἐξ CG. 13. κομιζούσης αὐτέ G. ἀνεφίει G, ἀνεφύει A, ἀναφύει P. γὰρ: μὶν A. 15. ἐκβαλόντες G. 16. ἀθρόως C. 19. τοῖς πρώην: αὐτοῖς πάλιν A. ἀντερείδοντες — δόρατα: ἀντιβάλλοντες δεξιόθεν τὰ δόρατα Α.)
216

ρείδοντες δόρασι δόρατα, ἐπ’ ὀρθοῦ σχήματος τὸν βασιλέα ἐποίησαν. ἑδράσαντος δὲ ἑαυτὸν γενναιότερον καί συσφίγξαντος περιβάδην τὸν ἵππον ὁμοῦ καὶ τὴν ἐφεστρίδα, τηνικαῦτα γίνεταί τι τῆς γενναιότητος ἐκείνου τεκμήριον. ὁ γὰρ ἵππος ἄλλως μὲν καὶ θερμότατος ὢν καἰ ὑγροσκελής, ἄλλως δὲ καὶ [*](B) ἀθλητικώτατος καἰ πολεμικός, (ἔφθη γὰρ ὅπου τοῦτον τοῦ Βρυεννίου μετὰ τῆς ἐρυθροβαφοῦς ἐφεστρίδος, ὁπότε τοῦτον εἷλεν ἐν τῷ καιρῷ τῆς μάχης, βασιλεύοντος ἴν Νικηφόρου τοῦ Βοτανειάτον,) τὸ δὲ ὅλον εἰπεῖν, ὑπὸ θείας προνοίας ἐμπνευσθείς, πάλλεταί τε εὐθὺς καὶ διαέριος γίνεται καὶ ἐπ' ἄκρου τῆς εἰρημένης πέτρας ἐφίσταται, ὥσπερ ὑπόπτερος κουφισθεὶς καί, τοῦτο δὴ τὸ τοῦ μύθου, Πεγάσου πτερὰ λαβών· Σγουρίτζην τουτονὶ τὸν ἵππον ὁ Βρυέννιος [*](C) ὠνόμαζεν. τὰ δὲ τῶν βαρβάρων δόρατα, ὥσπερ κενεμβατήσαντα τὰ μὲν καὶ τῶν χειρῶν τούτων ἐξέπεσον. τὰ δὲ διαπεπαρμένα τοῖς μέρεσι τοῦ ἐσθήματος τοῦ βασιλέως ἐναπομείναντα, μετεωρισθέντα τῷ ἵππῳ συνηκολούθησαν. ὁ δὲ [*](V. 96) εὐθὺς ἀποκόπτει τὰ ἐπαγόμενα δόρατα. καὶ οὔτε τεθορύβηται τὴν ψυχὴν έν τοσούτοις δεινοῖς καταστάς, οὔτε συνεθολώθη τοὺς λογισμούς, ἀλλὰ ταχὺ τοῦ συνοίσοντος γίνεται καὶ τὸ παράδοξον ἐκ μέσου αὐτῶν ποιεῖται. οἱ δέ γε Κελτοὶ

[*](2. ἑδράσαντες G. ἑαυτὸν: αὐτοῦ Α. 4. τι om CAG. 5. καἰ tertium add. AG. 9. τοῦ Βοταν. Νικηφορου G, τοῦ Βοτανιάτου omisso Νικηφόρου A 10. ὑπάλλεταί AG. lege ὑφάλλεται. 12. τὸ: τὰ G. τοὕ μύθου A, τῶν μύθων PG. 13 τὸν ἵππον ὠνόμαζον A, ὠνόμαζεν ὁ Βρυέννιος G. 15 καὶ om. A. 16. μέλεσι τοῦ βασιλέως AG. 19. τοιούτοις G. 21. αὐτῶν AG, ἑαυτὸν P.)
217

κεχηνότες εἱστήκεσαν, τὸ γεγονὸς ἐκπληττόμενοι· καὶ γὰρ ἦν ἐκπλήξεως ἄξιον· θεασάμενοι δὲ τοῦτον ἐφ’ ἑτέραν καὶ αὖθις ἐδίωκον. ὁ δὲ ἐπὶ πολὺ νῶτα τοῖς μεταδιώκουσι στρατιώταις διδούς, στρέψας τόν χαλινόν καὶ συναντήσας ἑνἰ τῶν διωκόντων, διελαύνει τὸ δόρυ τοῖς στέρνοις. [*](D) ὁ δὲ τηνικαῦτα εἰς γῆν ὕπτιος ἔκειτο. ὁ δὲ βασιλεὺς αὖθις τὰς ἤνιάς στρέψας, εἴχετο τῆς προτέρας ὁδοῦ. συναντᾷ τοίνυν ἀπὸ τῶν ἔμπροσθεν διωκόντων τὰς Ῥωμαϊκὰς δυνάμεις Κελτοῖς οὐκ ὀλίγοις· οἱ δὲ πόρρωθεν τοῦτον θεασάμενοι, συνησπικότες ἔστησαν, τούς τε ἵππους ἀναψῦξαι βουλόμενοι, ἅμα δὲ καὶ ζωγρῆσαι τοῦτον ἐθέλοντες κἀντεῦθεν ὥσπερ τι λάφυρον τῷ Ῥομπέρτῳ κομίσαι. ὁ δὲ ἅμα μὲν τοὺς ὄπισθεν φεύγων διώκοντας καἰ τοὺς ἔμπροσθεν θεασάμενος, ἀπεγνώκει τὰς σωζούσας ἐλπίδας. συλλεξάμενος δὲ ἑαυτόν ἐπεὶ [*](P. 120) τῶν ἄλλων μέσον τινὰ ἐθεάσατο, ἀπό τε τοῦ σώματος καὶ τῆς τῶν ὅπλων ἀποπαλλομένης αἴγλης τὸν Ῥομπέρτον εἶναι νομίσας, καταστήσας τὸν ἵππον, κατ' αὐτοῦ φέρεται· κἀκεῖνος δ’ ἐκεῖθεν, πρὸς αὐτὸν τὸ δόρυ εὐθύνας. καὶ μέντοι γε καὶ συνελάσαντες ἄμφω κατὰ τὸ μεταίχμιον, κατ’ ἀλλήλων ἴενται. ται. πρότερος δὲ ὁ αὐτοκράτωρ διιθύνας τὴν χεῖρα, πώει τοῦτον διὰ τοῦ δόρατος· τὸ δὲ αὐτόθεν διὰ τῶν μαζῶν εἰς

[*](1. ειστήκεσαν A, εἱστήκησαν PG. 3. τὸ πολὺ A. 4. τοὺς χαλινοὺς AG. 6. αὖθις: εὐθὺς G. 11. καντευθεν: καὶ A. 13. διώκοντας φεύγων A. 14. ἐπεὶ Α, ἰπὶ PG. 17. φέρεται : φαίνεται Α. 18. τὸ δόρυ om. Α. γε om. Α. 19. μεταίχμιον AG, μεσαίχμιον P. ἵενται P, recte AG. 20 πρότερος Α, πρότερον PG.)
218

τὰ μετάφρενα διεκβάλλεται. καὶ τόν μὲν βάρβαρον αὐτίκα [*](Β) εἶχεν ἡ γῆ· εὐθὺς δὲ τοῦτον ἀφῆκε καὶ ἥ ψυχή, τῆς τρώσεως καιρίας γεγενημένης. καὶ τοῦ λοιποῦ ὁ βασιλεύς, διασχισθείσης τῆς φάλαγγος, διὰ μέσων αὐτῶν ἔξιππάσατο, ἄδειαν ἑαυτῷ ἐφευράμενος τὴν σφαγὴν τοῦ βαρβάρου τούτου. οἱ δ’ εὐθὺς τὸν τρωθέντα εἰς γῆν ἐρριμμένον θεασάμενοι, περιχυθέντες τῷ κειμένῳ, περὶ αὐτὸν διεπονοῦντο. καὶ οἱ ὄπισθεν δὲ τὸν βασιλέα διώκοντες τούτους θεασόμενοι, ἀποβάντες τῶν ἵππων καὶ γνωρίσαντες τὸν ἄνδρα, ἐκόπτοντο ὀλολύζοντες. ἀλλ’ ὁ Ῥομπέρτος μὲν οὐκ ἦν, ἕτερος δὲ τῶν ἐπιφανῶν καὶ ὁ τούτου δεύτερος. τούτων δὲ ἀσχολουμένων, ὁ βασιλεὺς ἐπὶ τὰ πρόσω τὴν πορείαν ἐπεποίητο.

[*](C)

Ἀλλ' ἔγωγε μεταξὺ τῶν λόγων ἐπελαθόμην τὸ μὲν διὰ τὴν φύσιν τῆς ἱστορίας, τὸ δὲ καὶ διὰ τὴν τῶν πραγμάτων ὑπερβολήν, ὅτι πατρὸς κατορθώματα γράφοιμι. μηδὲ γὰρ βουλομένη τὴν ἱστορίαν ὕποπτον θεῖναι, πολλάκις παρατρέχω τὰ τοῦ πατρός, μήτε αὐξάνουσα, μήτε πλάτος περιτιθεῖσα. εἴθε γὰρ ἐλευθέρα ἦν τοῦ πάθους τούτου τοῦ πατρικοῦ καὶ ἀπόλυτος, ἵνα καθάπερ ὕλης ἀμφιλαφοῦς δραξαμένη, τὴν σοβάδα γλῶσσαν ἐνεδειξάμην, ὁπόσην ἔχει περὶ

[*](2. εἶχε γῆ A, εἶχεν γῆ P, εἶχε ἡ γῆ G. δὲ A, γάρ PG. ἀφῆκεν ἡ G, ἀφῆκεν καὶ ἡ P, recte A. 3. ὁ βασιλεὺς τοῦ λοιποῦ G. 5. ἑαυτῷ Α, αὑτῷ PG. τούτου om. A. 6. δὲ G. 7. διαχυθέντες Α. τῷ add. Α. διεπονοῦντο: κατεθρηνοῦντο A. ἀλλὰ καὶ Α. 8. δὲ add. C. la. πεποίητο Α. 14. καὶ om. CG, 16. μετατρέχω CG. 17 πλάτος : πάλιν CG. περιτιθεῖσα C, περιτεθεῖσα PG.)
219

καλὰ τὴν οἰκείωσιν. ἐπηλυγάζει δέ μου τὸ πρόθυμον ἥ φυσικὴ [*](D) στοργή, μή πως δόξαιμι τοῖς πολλοῖς ὑπὸ προθυμίας [*](V. 97) τοῦ λέγειν περὶ τῶν κατ’ ἐμαυτήν, τερατολογίας παρέχειν ὑπόληψιν. καὶ γὰρ ἂν πολλαχοῦ τῶν κατορθωμάτων τῶν πατρικῶν μεμνημένη, καὶ τὴν ψυχὴν αὐτὴν ἀπεστάλαξα, ξυγγράφουσά τε καὶ διηγουμένη, έν ὁπόσοις κακοῖς περιπέπτωκε, [*](P. 121) καὶ ἀλλ’ ἄνευ μονῳδίας καὶ θρήνου τὸν τόπον παρῆλθον. ἀλλ' ἵνα μὴ ῥητορεία κομψή τις ᾖ κατὰ τὸ μέρος ἐκεῖνο τῆς ἱστορίας, ὥσπερ τις ἀπαθὴς ἀδάμας κὼ λίθος, παρατρέχω τὰς εἰμι χείρων μου ξυμφοράς. ἅπερ ἔδει κἀμὲ καθάπερ ἐκεῖνον τὸν Ὁμηρικὸν νεανίσκον εἰς ὅρκον προφέρειν (οὐδὲ καὶ εἰμι χείρων ἐκείνου τοῦ λέγοντος “οὐ μὰ Ζῆν', Ἀγέλαε, καὶ ἄλγεα πατρὸς ἐμεῖο") πρὸς τὸ εἶναι καὶ λέγεσθαι φιλοπάτωρ. ἀλλὰ τὸ μὲν πάθος τὸ πατρικὸν ἐμοὶ μόνῃ καταλελείφθω καὶ θαυμάζειν καὶ ὀλοφύρεσθαι τὰ δὲ τῆς ἱστορίας [*](B) ἐχέσθω. μετὰ ταῦτα οἱ μὲν Κελτοὶ τῆς πρὸς τὸν Ῥομπέρτον ὁδοῦ φερούσης εἴχοντο. ὁ δὲ κενοὺς τούτους θεασάμενος, πυθόμενός τε τὰ τούτοις συμπεσόντα, πάντας μὲν μεγάλως κατῃτιᾶτο, ἕνα δὲ τούτων ἔκκριτον καὶ μαστίζειν ἠπείλει, ἄνανδρόν τε ἀποκαλῶν κω ἀπειροπόλεμον· καί ὅτι μὴ καὶ αὐτὸς ἐπὶ τῆς πέτρας μετὰ τοῦ ἵππου ἀνέθορε, καὶ τὸν

[*](1. ἐπηλυγάζει C, ἐπιλυγάζει PG. 5. ἀπεστάλαξα C, ἐπεστάξα PG. 6 πόσοις CG. κακοῖς C et in margine P, καιροῖς PG. 8. ἵνα ἡ τορεία G. ἐκεῖνο om. G. 10. μου om. C. 17. θεασάμενός τε καὶ τὰ συμπεσόντα A. 19. ᾐτιᾀτο μὶν πανίας μεγάλως Α. τῶν τούτων Α. 21, τὴν πέτραν Α.)

τυ

220

βασιλέα Ἀλέξιον ἥ κρούσας ἀνεῖλεν ἢ δραξάμενος ζῶντα ἤγαγε, τὰ πάνδεινα πάσχειν ᾤετο. ἦν γὰρ Ῥομπέρτος οὗτος [*](C) τἀλλα μὲν εὐψυχότατός τε καὶ φιλοκινδυνότατος, πικρίας δὲ ὅλος ἆνθρωπος, καὶ ἐν ῥισὶν ἐπικαθήμενον ἔχων τὸν χόλον κα τὴν καρδίαν μεστὴν θυμοῦ καὶ ὀργῆς ἔμπλεων, καὶ οὕτως ἔχων πέρι τοὺς πολεμίους, ὡς ἡ τὸν ἀντικαθιστάμενον διαπεῖραι τῷ δόρατι, ἡ ἑαυτὸν διαχρήσασθαι, παρὰ τὸν Μοιραῖόν, φησι, κλωστῆρα ἀπαλλαττόμενος. ὁ μέντοι στρατιώτης ἐκεῖνος, ὃν ὑπ’ αἰτίαν ὁ Ῥομπέρτος ἦγε, τό τε ἀνεπίβατον καὶ ὀξὺ τῆς πέτρας μάλα σαφῶς διηγεῖτο, καὶ ὅτι εἰς τὸ μετεωρότατον ὁ τόπος ἐπῆρτο καὶ ὡς ἡ πέτρα ὀξεῖα ἦν καὶ ἀκροσφαλής, καἰ ὡς οὐδένα οὐ πεζόν, οὐχ ἱππότην ἐπιβῆναι ταύτης δυνατὸν ἄνευ θείας τινὸς μηχανῆς, μὴ ὅτι γέ τινα πολεμούμενον [*](D) καὶ μαχόμενον, ἀλλ’ οὐδ’ ἄνευ πολέμου τινὸς εἶναι δυνατὸν ἀποπειρᾶσθαι τῆς πέτρας. “εἰ δέ μοί" φησι “καὶ διαπιστοίης, ἐπιχειρήσας ἢ αὐτὸς σὺ ἤ τις ἄλλος τῶν ἱπποτῶν ὁ θαρραλεώτατος, τῶν ἀμηχάνων αἰσθήσεται. εἰ δ’ οὖν, ἀλλ’ εἰ τις ἀναφανεῖται τῆς πέτρας περιγενόμενος, μὴ ὅτι γε ᾶπτερος, ἀλλὰ καὶ ὑπόπτερος ὤν, ἕτοιμος αὐτὸς πᾶν ὅ τι δεινὸν ὑποστῆναι καὶ ἀνανδρίαν κατακριθῆναι." ταῦτα εἰπὼν [*](P. 122) μετὰ θαύματος καὶ ἐκπλήξεως ὁ βάρβαρος τὸν ἐπίχολον Ῥομπερτον κατέστειλέ τε καὶ εἰς θαῦμα ἐκίνησεν ἀφέμενον

[*](1. ἀνήγαγε CG. 4, έν C, ἐπὶ PG. g. αἰτίασιν CG. 12. ἀκροσφαλὴς G, ἀκροφαλὴς P. 12. οὐχ : χχ G 15. μοί: μή A. καὶ om. AG. 16. ἢ αὐτὸς : καὶ αὐτὸς G. ἄλλος τις A. 19. ὅ τι : εντι C. 20 δεινὸν : δυνατὸν CG. ἀνανδρίαν C, ἀνανδρίας PG. 22. τε om. G.)
221

τοῦ ὀργίζεσθαι. ὁ δὲ βασιλεὺς τοὺς ἑλιγμοὺς τῶν παρακειμένων ὀρῶν καὶ πᾶσαν τὴν δύσβατον ἀτραπὸν έν δυσὶ νυχθημέροις διεξελθών, καταλαμβάνει τὴν Ἀχρίδα. ἐν δὲ τῷ μεταξὺ τὸν Χαρζάνην διελθὼν καἰ μικρὸν πέρι τὴν καλουμένην Βαβαγορὰν ἐγκαρτερήσας, (τέμπος δ’ αὐτὴ δύσβατον ἐστι,) μήθ’ ὑπὸ τῆς ἥττης, μήθ’ ὑπὸ τῶν ἄλολων τοῦ μόθου κακῶν τὸν νοῦν συγχυθεὶς , μήθ’ ὑπὸ τῆς κατὰ τὸ μέτωπον τοῦ τραύματος ὀδύνης ὑποχαλάσας , κἀν τὰ ἐντὸς ὑπὸ τῆς [*](B) λύπης τῶν ἐν τῇ μάχη πεπτωκότων καἰ μᾶλλον τῶν γενναίως [*](V. 98) ἀγωνισαμένων ἀνδρῶν ἐξεφλέγετο· ἀλλ’ ὅμως ὅλος τῆς πόλεως ἦν Δυρραχίου καὶ ταύτης ἐμέμνητο, ἀχθόμενος ὅτι άτερ ἡγεμόνος καταλέλειπτο, τοῦ Παλαιολόγου διὰ τὴν ὀξεῖαν συμβολὴν τοῦ πολέμου μὴ δυνηθέντος ἐπαναστρέψαι. καὶ ὡς ἐνόν, τοὺς κατ’ αὐτὴν ἠσφαλίσατο καὶ τὴν τῆς ἀκροπόλεως φρουρὰν τοῖς ἐκκρίτοις Βενετίκοις τῶν ἐκεῖσε ἀποίκων ἀνέθετο, τὴν δέ γε ἐπίλοιπον πᾶσαν πόλιν τῷ ἐξ Ἀρβανῶν ὁρμωμένῳ Κομισκόρτῃ, τὰ συνοίσοντα διὰ γραμμάτων ὑποθέμενος.

[*](5. Βαρβαγορὰν G, lege αὕτη 6. τῶν acld. G. τοῦ μόθου om. CG. 9. τῇ om. G. 11. καὶ ὅτι Α. 13 ἐπαναστρέψαι μὴ δυνηθέντος Α. 14. ἐξὸν CG. τῆς om. CG. 16, Ἀβρανῶν G. 17. κομησκόρτῃ G.)
222
[*](P. 125)

Ὁ μέντοι Ῥομπέρτος ἀμεριμνήσας παντάπασι, τὴν [*](V. 101) λείαν πᾶσαν καὶ τὴν βασιλικὴν σκηνὴν ἀφελόμενος, τροπαιο-

[*](ΑΛΕΞΙΑΔΟΕ βιβλίον ἑ AG.)
223

φόρος καἰ γαυριῶν τὴν πεδιάδα κατέλαβεν εἰς ἣν πρότερον ηὐλίζετο, τὸ Δυρρύχιον πολιορκῶν. κα μικρὸν διαναπαυσάμενος ἐβουλεύετο, ἐβουλεύετο εἰ χρὴ αὐθις ἀποπειρᾶσθαι τῶν τούτου τειχῶν, ἢ τὴν μὲν πολιορκίαν εἰς τὸ ἐπιὸν ἔαρ παραφυλάξασθαι, τὸ παρὸν δὲ τὴν Γλαβινίτζαν καταλαβεῖν καὶ τὰ Ἰωαννίνα, κἀκεῖσε παραχειμάσαι, καταθέμενον τὸ ὁπλιτικὸν ἅπαν εἰς τὰ ὑπερκείμενα τέμπη τῆς πεδιάδος Δυρραχίου. οὶ δ' ἐντὸς Δυρραχίου, καθάπερ ὁ λόγος ἐδήλωσεν , ἐπεὶ οἱ [*](B) πλείους ἀπὀ Μέλφης ναὶ Βενετίας ἤσαν ἄποικοι, τὰ ξυμπεσόντα τῷ αὐτοκράτορι μεμαθηκότες, καὶ τὴν τοσαύτην ἀνδροκτασίαν καὶ τὴν τῶν. τηλικούτων ἀνδρῶν σφαγήν , καἰ τοὺς στόλους ὑποκεχωρηκότας, καὶ ὅτι ὁ Ῥομπέρτος εἰς τὸ ἐπιὸν ἔαρ τὴν πολιορκίαν ταμιεύεται διεσκοπεῖτο ἕκαστος , ὅ τι πράττειν χρὴ καὶ σώζεσθαι καὶ μὴ αὖθις ἐς τοσούτους ἐμπεπτωκέναι κινδύνους. συλλεξάμενοι οἶν ἑαυτούς, τὸ ἀπόρρητον ἕκαστος εἰς τὸ ἐμφανὲς ἄγουσι , καὶ πέρι τῶν ὅλων γνωσιμαχήσαντες, ὥσπερ ἐν ἀπόροις πόρον εὑρηκέναι ᾠήθησαν πεισθῆναι τε τῷ Ῥομπέριῳ καὶ παραδοῦναί οἱ τὴν πόλιν. [*](C) ἐρεθισθέντες δὲ κὼ παρά του τῶν ἐποίκων Μέλφης καὶ ταῖς τούτου πεισθέντες ὑποθημοσύναις, τὰς εἰσόδους ἀναπετάσαντες, πάροδον τῷ Ῥομπέρτῳ δεδώκασιν. ἐγκρατὴς δὲ τούτου γενόμενος, τὰς δυνάμεις μετεκαλεῖτο, φιλοκρινῶν ἅμα, εἴ που

[*](1. ηὐλίζετο πρότεροι Α. 3. ἐβούλετο G. εἰ C , ἴην PG. vid. annotat. 4. μὲν om CG. 8. δὲ A. ἐδήλωσε G. 17. εὑρημένοι Q. 18. τε om. C 19. παρὰ τοῦ PG, correxL ἐποίκων C, ἀποίκων PG. 22, φυλλοκρινὤν C. lego φυλοκοινων.)
224

τέτρωται τις καιρίαν ἢ ἐπὶ χρῶτα παραξέσαντος τυχὸν τοῦ ξίφους, καὶ διερευνώμενος ὁποῖοί τε καὶ ὁπόσοι πολέμου παρανάλωμα γεγόνασιν ἐν ὦς προηγησαμέναις μάχαις, σκοπῶν [*](D) ἅμα, ἐπεὶ χειμὼν ἤδη παρῆν κάτα τόδε καιροῦ, διὰ τούτου καὶ μισθοφορικὸν ἕτερον ἐπισυνάξαι καὶ ξενικὰς ἐπισυλλέξαι [*](P. 126) δυνάμεις, καὶ ἦρος ἐπιφανέντος, τηνικαῦτα πανστρατὶ κατὰ τοῦ βασιλέως χωρῆσαι. ἀλλ’ οὐκ αὐτὸς μὲν ὁ Ῥομπέρτος, καίτοι νικητὴν ὲαυτὸν καὶ τροπαιοῦχον ἀνευφημῶν τοιαῦτα ἐλογίζετο, ὁ δ’ ἡττηθεὶς βασιλεὺς χαἰ· τραυματίας γεγονώς διὰ τὴν ἀνύποιστον ἐκείνην ἧτταν καὶ τοσούτους καὶ τοιούτους ἀποβεβληκὼς μορμολυχθεὶς οἷον συνέσταλται· ἀλλὰ μηδὲν σμικροπρεπὲς περὶ ἑαυτοῦ λογισάμενος μηδὲ χαλάσας ὅλως τὸν λογισμόν, σπεύδων ἦν ὅλῃ γνώμῃ τὴν ἧτταν ἦρος φανέντος ἀνακαλέσασθαι. ἦσαν γὰρ ἄμφω πάντα προϊδεῖν καὶ συνιδεῖν ἱκανοί, καὶ πολεμικῶν τεχνασμάτων οὐδενὸς [*](Β) ἀδαεῖς, ἀλλὰ πάσαις μὲν τειχομαχίαις, πάσαις δὲ λοχήσεσι, [*](V. 109.) καὶ ταῖς ἐκ παρατάξεως ἀγωνίαις ἐθάδες, τὰς δὲ διὰ χειρὸς πράξεις δραστικοὶ καὶ γενναῖοι, καὶ ἐχθροὶ πάντων τῶν ὑπ’ οὐρανὸν ἡγεμόνων γνώμη καὶ ἀνδρίᾳ κατάλληλοι. εἶχε δέ τι τοῦ Ῥομπέρτου πλέον ὁ βασιλεὺς Ἀλέξιος, ὅτι νεάζων τὴν ἡλικίαν ἔτι, κατ’ οὐδὲν ἐλάττων τοῦ ἤδη ἀκμάζοντος ἥν καὶ τὴν γῆν

[*](1. παραξήσαντος P. 2. πόσοι G. 3. γέγοναν C, ἐγεγόνασι G. καὶ σκοπῶν CG. 4. διὰ τούτου om. G. 8. νικητὴν καὶ τροπαιοῦχον ἑαυτῶν G. 12. περὶ om. PG, add. F, αὐτοῦ G. 14. ἀνακαλέσασθαι ἦρος φανέντος G. 15. τεχνησμάτων G. 17. ἐθάδες FC et in raargine P, αὐθάδεις PG. 21. κατ’ : καὶ G,)
225

μικροῦ συνταράττειν. ὅλας τε φάλαγγας ἐκ μόνου μβοήματος αὐχοῦντος συνταράττειν. ἀλλὰ ταῦτα μὲν ὲτέροις συντηρείσθωσαν τόποις· μελήσει γὰρ πάντως τοῖς έγκωμιάζειν ἐθέλουσιν. ὁ δέ γε βασιλεὺς Ἀλέξιος, ἐν Ἀχρίδι μικρὸν ἑαυτὸν ἀνακτησάμενος καὶ τὸ σῶμα διαναπαύσας, καταλαμβάνει τὴν εάβολιν. καὶ τοὺς μὲν τοῦ πολέμου διασωθέντας τῆς ἐκ τοῦ μόχθου κακοπαθείας, ὡς ἐνόν, ἐπανελάμβανε, τοὺς δέ γε ἐπιλοίπους ἁπανταχόθεν ἀποστείλας διεκηρύκευε τὴν Θεσσαλονίκην καταλαβεῖν. ἐπεὶ δὲ πεῖραν του Ῥομπέρτου καὶ τῆς λμης τοῦ τηλικούτου ἔσχε στρατεύματος, καὶ πολλὴν ἀφέ λειαν καὶ ἀνανδρίαν τῶν ὑπ’ αὐτὸν κατεψηφίσατο, (οὑ [*](C) ἂν προσθείην στρατιωτῶν, οὔτι καὶ οἱ τέως παρόντες ἀγύμναστοί τε τὸ παράπαν ἠσαν καὶ πάσης στρατιωτικῆς ἐμπειρίας ἀδαεῖς,) διὰ τοῦτο γοῦν ἐδεῖτο συμμάχων· τὸ δὲ ἄτερ χρηιάτων οὐκ ἐνῆν· τὰ δὲ οὐ παρῆν, τῶν βασιλικῶν ταμιείων ιὶ μηδενὶ δέοντι κενωθέντων ὑπὸ τοῦ προβεβασιλευκότος [*](P. 127) τοῦ Βοτανειάτον τοσοῦτον, ὡς μηδὲ τῶν ταμιείων κεκλεῖσθαι τὰς θύρας, ἀλλὰ ἀνέτως πατεῖσθαι παντὶ τῷ βουομένῳ δι’ αὐτῶν ὁδεύειν· προπέποτο γὰρ. ἔνθεν τοι καί ἐν ἐν ἀμηχανίᾳ τὸ πᾶν συνίστατο, ἀσθενείας τε καἰ πενίας ὁμοῦ συμπιεζούσης τὴν ὑπὸ τοὺς Ῥωμαίους. τότε δὲ τοτὲ τί. τὸν

[*](7. lege μόθου. τοὺς ἐπιλοίπους δὲ Α 13. καὶ πάσης: καὶ om. C, ἐν πᾶσι καὶ G. 14. τὸ δὲ A. τόδε PG. 15. ταμείων AG. 16. ὑπὸ τῶν προβεβασιλευκότων τοῦ τε βοτανιάτου καὶ μιχααὴλ του δούκα Α. 17. τοσοῦτον add. C. ταμείων G 19. ἐντεῦθεν καὶ ἀμηχανίᾳ A. 20. ἀσθενείας AG, ἀσθενίας P. τε add. A. 21. τοὺς add. A.)
226

νέον βασιλέα καὶ ἄρτι τῶν τῆς βασιλείας οἰάκων πιβεβηκότα ἐχρῆν διαπράξασθαι; πάντως ἥ ἐξαπορούμενον τὸ πᾶν καταλιπόντα ἐκστῆναι τῆς ἀρχῆς, ὡς μὴ ἀναίτιον ἔντα αἰτιῷτό [*](B) τις αὐτὸν ὡς ἀπειροπόλεμον καὶ ἀνεπιστήμονα ἀρχηγόν, ἥ ἐξ ἀνάγκης, ὡς ἐνόν, καὶ συμμάχους μετακαλέσασθαι καὶ τὰ τούτοις δοθησόμενα χρήματα ὅθεν δήποτε συναγαγεῖν, καὶ τοὺς ἁπανταχῆ διασπαρέντας τοῦ στρατεύματος διὰ δωρεῶν ἀνακαλεῖσθαι, ἵνα ἐντεῦθεν μείζους ἐλπίδας κτησάμενοι, αύτοὶ μετ’ αὐτοῦ ἐγκαρτερήσαιεν καὶ οἱ ἀπόντες πρὸς τὸ ἐπανέρχεσθαι προθυμότεροι γένοιντο, καὶ οὕτως γενναιότερον πρὸς τὰ Κελτικὰ πλήθη ἀντικαταστῆναι δυνήσαιντο. ἀνάξιον μὲν οὖν καἰ ἀσύμφωνον τῆς αὐτοῦ περὶ τὰ στρατιωτικὰ ἐπιστήμης ὁμοῦ καὶ τόλμης μηδὲν πεπραχέναι βουλόμενος, πρὸς [*](C) δύο ταῦτα ἀπέβλεψε, συμμάχους τε ἁπανταχόθεν μεταπέμψασθαι, ἐλπίσι πολλῶν δωρεῶν εὐμηχάνως τούτους ὑποσυρόμενος, τὴν δέ γε μητέρα καὶ τὸν ἀδελφὸν αἰτήσασθαι χρήματά [*](V. 103) ματά οἱ ξυμπορισαμένους ὅθεν δήποτε ἐκπέμψαι.

Οἱ δὲ πόρον πορισμοῦ μὴ ἐφευρηκότες ἕτερον, πρότερον μὲν ἅπαντα τὰ αὐτῶν συναγαγόντες χρήματα, ὁπόσα έν χρυσῷ καἰ ἀργύρῳ, τῇ βασιλικῇ χωνείᾳ παραπεπόμφασι·

[*](1. τῶν Diesterwegius, τὸν libri. 2. ἢ CG, καὶ P. καταλειπόντα PG, καταλιπόντα C. 3. ἀναίυον CG, ἐνάντιον P. αἰτιᾶτο G. 6. δοθησόμενα δοθησόμενα: P in margine. χρημάτων Ρ. 7. τούς C, τούτους PG. ὃ αὐτοὶ δὲ C, οἱ τε coni. Diesterwegius. 11. δυνήσεται CG. 12. τῆς αὐτοῦ om. G. 14. καὶ συμμάχους A. 15 ἀποσυρόμενος A. 16. δέ γε : δὲ Α. 18. ἐφευρίσκοντες P, alterum CAG.)
227

πρώτη δὲ πάντων ἡ βασιλὶς καὶ μήτηρ ἐμὴ ὁπόσα ἔκ τε μητρῴου καὶ πατρῴου κλήρου ἐνυπῆρχον αὐτὴ, κατεβάλλετο, νὼ τοὺς ἄλλους ἐντεῦθεν πρὸς τοῦτο ἐρεθίσαι οἰομένη· γὰρ ὑπὲρ τοῦ αὐτοκράτορος, ἐν στενῷ κομιδῆ τὰ κατ’ αὐτὸν [*](D) ὁρῶσα· εἰτα δὲ καὶ ἐξ ὲτέρων, ὁπόσοι εὐνοϊκώτερον τρὸς τοὺς βασιλεῖς τούτους διέκειντο, αὐθαιρέτως προτεθυμηκότων καταβάλλεσθαι, ὁπόσον ἕκαστος εἶχε προθέσεως, χρυσίου καὶ ἀργυρίου πορισάμενοι, ἐξέπεμψαν τὸ μέν τι τοῖς συμμάχοις, [*](P. 128) τὸ δέ τι πρὸς τὸν αὐτοκράτορα. ἀλλὰ πρὸς τὴν ἐπικειμένην χρείαν μηδαμῶς ἐξαρκούντων, τῶν μὶν χάριτας αἰτούντων, ὡς συναγωνισαμένων δῆθεν, τῶν δέ, ὁπόσον μισθοφορικόν, δαψιλέστερον τὸν μισθὸν ἐξαιτουμένων, ἐνέκειτο αὖθις καὶ ἕτερα ἀνακαλούμενος διὰ τὸ ἀπεγνωκέναι τὴν Ῥωμαίων εὔνοιαν. οἱ δὲ ἐν ἀμηχανία γεγονότες καὶ πολλοὺς λογισμοὺς ἀνελίξαντες ἰδίᾳ τε καὶ κοινῇ, ἐπεὶ καἰ τὸν Ῥομπέρτον αὖθις ὁπλιζόμενον μεμαθήκεσαν. μὴ ἔχοντες ὅ τι καὶ δράσαιεν, εἰς τοὺς πάλαι κειμένους νόμους καὶ τοὺς κανόνας περὶ τῆς τῶν [*](B) ἱερῶν ἐκποιήσεως ἀπέβλεψαν. καὶ μετὰ τῶν ἄλλων εὐγηκότες καὶ τοῦτο, ὅτι περ ἐπ’ ἀναρρύσει αἰχμαλώτων τὰ τῶν ἁγίων τοῦ θεοῦ ἐκκλησιῶν ἱερὰ ἐκποιεῖσθαι, (ἑώρων δὲ

[*](1. δὲ CG, ὅτι P. τε: τοῦ G. μητρῴου καὶ πατρῴου P πατρ. καὶ μητρῴου CG. 2. κατεβάλετο G. 5. tyoQwau CG. 7. καταβαλέσθαι C. ὁπόσον CAG, ὁπόσης P. an ὅπως? προθέσεως om. G, εἶχε προθέμενος ἕκαστος Α. 8. ξυμμάχοις P, συμμάχοις CAG. 10. fortasse τούτων post excidit. 11. ὁπόσων μισθοφορικῶν G. 15. καὶ alterum: σὲ G. 19. καὶ τοῦτο add. AG. περ om. CG. 20. τοῦ θεοῦ orn. A.)
228

καἰ τῶν Χριστιανῶη, ὅσοι περὶ τὴν Ἀσίαν ὑπὸ τὴν ἐτέλουν χεῖρα, καὶ ὁπόσοι τὴν σφαγὴν ἐξέφυγον, ἐμιαίνοντο διὰ τὴν τῶν ἀπίστων συναναστροφήν,) ὀλίγ᾿ τῶν πάλαι ἠργηκότων ἱερῶν καὶ καταλελυμένων, ὡς εἰς μηδεμίαν χρείων συντελοῦντα, ἀλλ’ ἀφορμὴ μόνον ἱεροσυλίας καὶ ἀσεβείας ἅμα τοῖς πολλοῖς παρεχόμενα, ὡς ὕλην χαράγματος [*](C) εἰς μισθὸν τοῖς στρατιώταις καὶ συμμάχοις τὸ τοιαῦτα χρηματίσαι ἐσκέψαντο. τούτου γοῦν συνδόξαντος, ἀνέρχεται ὁ σεβαστοκράτωρ Ἰσαάκιος εἰς τὸ τοῦ θεοῦ μέγα τέμενος τὴν σύνοδον ἐκκλησιάσας καὶ τὸ τῆς ἐκκλησίας ἅπαν πλήρωμα. θεασάμενοι δὲ τοῦτον οἱ τῆς ἱερᾶς συνόδου ἐπ’ ἐκκλησίας τῷ πατριάρχῃ συνεδριάζοντες, ἔκθαμβοι γεγονότες ἠρώτων ὅτου χάριν παρεγένετο. ὁ δὲ “λέξων ἥκω τι ὑμᾶς χρήσιμον τῇ βιαίᾳ τῶν πραγμάτων παρεμπτώσει καὶ [*](D) σωστικὸν τοῦ στρατοῦ." ἅμα δὲ καὶ τοὺς περὶ τῶν μὴ χρησιμευόντων ἱερῶν κανόνας ἀπεστομάτιζε, καὶ πολλὰ πέρι τούτων δημηγορήσας, “ἀναγκάζομαί" φησιν “ἀναγκάζειν, οὓς [*](P. 129) οὐ βούλομαι ἀναγκάζειν." καὶ γενναίους προτιθέμενος λογισμούς, [*](V. 104) ἐδόκει τάχα πείθειν τοὺς πλείονας. ὁ δέ γε Μεταξᾶς ἀντέτεινεν, ἀνθυποφοράς τινας εὐλόγους εἰσαγαγών, ἀποσκώπτων ἅμα καὶ πρὸς αὐτὸν τὸν Ἰσαάκιον. ἀλλ’ ὅμως τὰ

[*](4. ἱερῶν ἠργεκότων καταλελυμένων G. 6. ἅμα om. CG. ὡς: ὥσπερ G. χαραγμάτων CG. 8. γοῦν GA, οὖν PG. 11. τῆς ἱερᾶς συνόδου om. Α. 12. τῷ συνεδριάζοντες πατριάρχῃ P, συνεδριάζοντα πατριάρχῃ C, omisso tw, setl spatio relicto, recte AG. 14. ὑμᾶς Α, ἡμᾶς PG. 17 ἀναγκάζειν om. G. 20. ἀνέτεινεν A. ἀντυποφοράς P.)
229

δεδογμένα ἐκράτει. τοῦτο ὕλη μεγίστης κατηγορίας τοῖς ἐγένετο, (οὐκ ὀκνῶ γὰρ καὶ τὸν Ἰσαάκιον βασιλέα κατονομάζειν,) οὐ τότε μόνον, ἀλλὰ καὶ μέχρι καιροῦ διαρκέσασα. νὼ γὰρ ἀρχιερεύς τις τηνικαῦτα Χαλκηδόνος Λέων προυκάθητο, οὐ τῶν πάνυ σοφῶν καὶ λογίων, [*](Β) ἀρετῆς δὲ ἐπιμεμελημένος, τὸ δὲ ἦθος αὐτῷ σκληρὸν καὶ ἀπόκροτον· οὗτος οὑν τῶν έν τοῖς Χαλκοπρατείοις πυλῶν ἀφαιρουμένων τοῦ ἐπικειμένου αὐταῖς ἀργυρίου καὶ χρύσιον, εἰς τὸ μέσον εἰσδὺς ἐπαρρησιάζετο, μηδ’ ὅλως ἥ οἰκονομίας ἢ τῶν περὶ τῶν ἱερῶν κειμένων νόμων ἐπαισθανόμενος. ὑβριστικώτερον δὲ καὶ οἶον εἰπεῖν ἀτακτότερον τῷ τηνικαῦτα κρατοῦντι προσεφέρετο, ὁσάκις εἰς τὴν βασιλεύουσαν ἐπανῄει, τῇ ἀνεξικακίᾳ ἐκείνου καὶ τῇ φιλανθρωπίᾳ καταχρώμενος. καὶ ὁπηνίκα μὶν τὰ πρῶτα κατὰ τοῦ Ῥομπέρτου ὁ αὐτοκράτωρ τῆς βασιλίδος [*](C) πόλεως 15 πόλεως ἐξῄει, Ἰσαακίου τοῦ σεβαστοκράτορος αὐτοῦ μετὰ τῆς κοινῆς γνώμης καὶ τῶν νόμων ἅμα καὶ τοῦ δικαίου οὐθὲν δήποτε συμποριζομένου χρήματα, εἰς θυμὸν ἐκίνει τὸν ῥηθέντα ἀδελφὸν τοῦ βασιλέως, ἀναισχυντότερον αὐτῷ προσφερόμενος. ὡς δὲ καἰ ὁ βασιλεὺς πολλάκις μὲν ἡττηθεὶς κὼ μυριάκις αὖθις κατατολμήσας τῶν Κελτῶν, θεοῦ

[*](1. τοῦτο δὲ μεγίστης G. 3. καὶ om. G. 6. δὲ prius om. G. τὸ δὲ: τόδε P. 7. τοῖς om. G. ἀφαιρουμένους P, ἀφαιρούμενος CG, recte Α. 9. τῶν om. AG. 10. κειμένων Α, κειμηλίων PG. 14. πρώτου G. 16. τῆς om. Α. γνωμῆς καἰ — χρήματα Α, γνώμης ὄων δήποτε συμποριζ. χρήματα μετὰ τῶν ν. ἅμα καὶ τοῦ δικαίου PG. 17. ποριζομένων Α. 18. ἀναισχυντότερον A, ἀναισχυντώτερον PG.)
230

νεύσει νικηφόρος στεφανίτης ἐπανεληλύθει, ἐπεὶ καὶ αὖ ἄλλο νέφος ἐχθρῶν, τοὺς Σκύθας φημί, κατ’ αὐτοῦ ἔξορμᾷν [*](D) ἤδη μεμαθήκει, καὶ διὰ τοῦτο καἰ ἥ συλλογὴ τῶν χρημάτων καὶ τοῦ βασιλέως ἐν τῇ μεγαλοπόλει ἐνδημοῦντος, ἐφ᾿ αἰτίαις ἐσπουδάζετο, ὁ ἀρχιερεὺς ἐκεῖνος ἀναιδέστερον προσέπεσε τῷ αὐτοκράτορι. καἰ συζητήσεως ἐντεῦθεν πολλῆς περὶ τῶν ἱερῶν γενομένης, λατρευτικῶς, οὐ σχετικῶς δὲ προσκυνεῖσθαι τὰς ἁγίας εἰκόνας παρ’ ἡμῶν ἐδογμάτιζεν, έν τισι μὲν εὐλόγως ἅμα καὶ ἀρχιερατικῶς ἐνιστάμενος, ἔν τισι οἱ καὶ οὐκ ὀρθῶς δογματίζων, οὐκ οἶδα εἴτε δι’ ἔριν καὶ τὴν πρὸ [*](P. 130) τὸν βασιλέα ἀπέχθειαν τοῦτο πεπονθώς, εἴτε δι’ ἄγνοιαν ἐξακριβοῦν γὰρ ἀσφαλῶς τὸν λόγον οὐκ εἶχεν, ὅτι λογικῆς μαθήσεως ἀμέτοχος ὑπῆρχε παντάπασιν. ὡς δ' ἐπὶ πλέον πρὸς τοὺς βασιλεῖς ἐθρασύνετο, χαιρεκάκοις ἀνδράσι πειθόμενος, ὁποῖοι πολλοὶ τότε ὑπῆρχον τοῦ πολιτεύματος, εἰς τοῦτο παρανυττόμενος, καἰ πρὸς ὕβρεις καἰ βλασφημίας ἀκαίρους ἐτράπετο, καὶ ταῦτα παρακαλοῦντος αὐτὸν τοῦ βασιλέως μεταβαλεῖν τὴν περὶ τῶν εἰκόνων γνώμην, ἔτι δὲ καὶ τῆς πρὸς αὐτὸν ἀποσχέσθαι ἀπεχθείας, ὑπισχνουμένου ἅμα καὶ τὰ ἱερὰ ταῖς ἁγίαις ἐκκλησίαις λαμπρότερα ἀποδοῦναι καὶ πᾶν ὅ τι δέοι ποιεῖν πρὸς διόρθωσιν, καὶ ἤδη καὶ διορνικηφόρος

[*](1. καὶ στεφανίτης PG, καὶ om. FA. 2. ἐξορμῶν P. 3. ἐμεμαθήκει G. καὶ prius om. Α. 4. καὶ om Α. 5. προσέπεσε: προσέκειτο Α. 6. πολλῆς ἐνθεῦτεν Α. γινομένης C. 8. τὰς om. A. 9. καὶ κανονικς ἄμα PA, ὁμὰ καὶ ἀρχιερατικῶς FC et in margine P. προϊστάμενος Α. 10. οἶν G. 18. δὲ: γὰρ CG. 19. ἀπέχεσθαι CG. 21. πρὸς om. G. διορθωμένου PG, διορθουμένου C.)
231

θουμένου παρὰ τῶν ἐλλογιμωτέρων τότε τῆς συνόδου οὑς οἱ [*](B) τῷ τοῦ Χαλκηδόνος μέρει προσκείμενοι κόλακας ἐκάλουν, καθαιρέσει [*](V. 105) κατεδικάζετο. ὡς δὲ μηδὲν ὑποπτήσσων οὐδόλως ἠρέμει, ἀλλὰ καὶ αὖθις συνετάραττε τὴν ἐκκλησίαν, οὐκ ἀγεννῆ φρατρίαν συνεπαγόμενος, ὡς ἄτεγκτος ἦν πάντη καὶ ἀδιόρθωτος, μετὰ πολλῶν ἐνιαυτῶν παρέλευσιν πάντες ὁμοῦ τοῦ ἀνδρὸς κατεψηφίσαντο· κἀντεῦθεν ὑπερορίαν καταδικάζεται. καὶ δέχεται τοῦτον ἡ περὶ τὸν Πόντον Σωζόπολις, παντοίας προνοίας καὶ θεραπείας βασιλικῆς ἀξιούμενον , κἀν οὐδαμῶς χρᾶσθαι ταύταις ἠβούλετο ὕστερον δι' ἣν πρὸς τὸν [*](C) αὐτοκράτορα ἔτρεφε μῆνιν, ὡς ἔοικεν. ἀλλὰ ταῦτα μὲν πη περιγεγράφθω.

ὁ δέγε αὐτοκράτωρ τοὺς νεήλυδας (συνέρρεον κανοὶ περισωθέντα τοῦτον μεμαθηκότες,) ἐπιμελῶς ἐξεπαίδευεν, ὅπως ἱππεύειν χρὴ καὶ τοξεύειν εὐστοχώτατα τε καὶ ἐνεδρεύειν ἐπικαιρότατα. ἐπεπόμφει δὲ αὖθις πρὸς τὸν ῥῆγα Ἀλαμανίας πρέσβεις, ὦν προεξῆρχεν ὁ Μηθύμνης καλούμενος, καὶ διὰ γραφῆς ἐπὶ πλέον ἐρεθίζει, μὴ μέλλειν ἔτι, ἀλλὰ τὰς αὐτοῦ ἀναλαβόμενον δυνάμεις, τάχιον τὴν Λογγιβαρδίαν καταλαβεῖν κατὰ τὰς συγκειμένας συνθήκας, ἐφ᾿ ᾡ ἀπασχολῆσαι τὸν Ῥομπέρτον, ἵν'

[*](2. τῷ G, τὸ P. 3. ὅλως Α. 5. φατρίαν Α. ἄτεγκτος Α, ἄτακτος PG. 7. κατεδικάζετο Α. 9. βασιλικῆς om. CG. κὰν G, καὶ P. 10. ταύτης χρῆσθαι G. vid. annotat. 15. καὶ τοξεύειν om. G. 16. ἐκπεπόμφει Α. 17. ἀλαμανίας Α, Ἀλαμανείας PG. προεξῆρχον P. 20 μετὰ τῶν συγκειμένων συνθηκῶν CG.)
232
[*](D)

ἀδείας τυχὼν στρατεύματα αὖθις καἰ ξενικὰς δυνάμεις συλλέξηται καὶ οὕτω τοῦτον τοῦ Ἰλλυρικοῦ ἀπελάσῃ, πολ- [*](P. 131) λὰς τῷ Αλαμανίας ῥηγὶ ὁμολογήσας τὰς χάριτας, εἰ οὕτω ποιήσειε, καὶ τὸ ὑποσχεθὲν αὐτῷ διὰ τῶν παρ’ αὐτοῦ σταλέντων πρέσβεων· κῆδος ἐκπληρῶσαι διαβεβαιούμενος. ταῦτα οἰκονομήσας, τὸν Πακουριανὸν μέγαν δομέστικον αὐτοῦ πουκαταλιπών, αὐτὸς πρὸς τὴν βασιλεύουσαν ἐπανέρχεται, ἐφ ᾧ καὶ ξεικὰς ἁπανταχόθεν συλλέξασθαι δυνάμεις καὶ ἄλλ' ἀττα οἰκονομῆσαι τῷ καιρῷ καὶ τοῖς ξυμπεσοῦσι πράγμασι ξυμβαλλόμενα. οἱ δὲ Μανιχαῖοι, ὁ τε Ξαντᾶς καὶ ὁ Κουλέων, μετὰ τῶν ὑπ’ αὐτοὺς ὡς εἰς δύο πρὸς τῇ ἡμισείᾳ χιλιάδας ποσουμένων, ἀσυντάκτως οἴκαδε ἐπανέρχονται. καὶ πολλάκις μετακαλούμενοι παρὰ, τοῦ αὐτοκράτορος, ὑπισχνοῦντο [*](B) μὶν ἐληλυθέναι, ὑπερετίθεντο δὲ τὴν ἔλευσιν. ὁ δὲ ἐπέκειτο, καἰ δωρεὰς αὐτοῖς καὶ τιμὰς διὰ γραφῶν ὑπισχνούμενος, καὶ οὐδ’ οὕτω πρὸς αὐτὸν ἐληλύθησαν. οὕτως οὖν τοῦ βασιλέως κατὰ τοῦ Ῥομπέρτου ἑτοιμαζομένου, ἧκέ τις τῷ Ῥομπέρτῳ ἀπαγγέλλων τὴν τοῦ ῥῆγός Ἀλαμανίας εἰς Λογγιβαρδίαν ὅσον ἤδη ἄφιξιν. ὁ δὲ έν ἀμηχανίᾳ γενόμενος, διεσκοπεῖτο, τί ἂν χρὴ ποιεῖν. πολλὰ τοίνυν γνωσιμαχήσας, ἐπεὶ τὸν μὲν ῾Ρογέρην ἐν τῷ πρὸς τὸ Ἰλλυρικὸν διαπερᾷν διάδοχον τῆς αὐτοῦ ἀρχῆς καταλέλοιπε, τῷ δέ γε Βαϊμούντῳ νεωτέρῳ ὅντι οὔπω

[*](1. δυνάμις om. G. 3. Ἀλαμάνων Ἀλαμάνῳ G. 8. ξενικοῦ G. 13. ὑπισχνοῦνται C. 16. οὑν om. G. fortasse ἀλλ' οὐδ’ οὕτω. lege ἐληλύθεισαν. 18. Ἀλαμάνου C. 22. κατέλειπε C.)
233

χώραν τινὰ ἀπενείματο, συναγαγὼν τοὺς κόμητας παντας καὶ [*](C) τοὺς ἐκκρίτους τοῦ ὁπλιτικοῦ παντός μετακαλεσάμενος τὸν ὠὸν αὐτοῦ Βαϊμοῦντον τὸν Σανίσκον, δημηγόρος προὖκάθητο καί φησιν· “οἴδατε, κόμητες, ὅτι τὸν φίλτατόν μου υἱὸν Ῥογέρην καὶ πρωτότοκον τῶν νιῶν κύριον τῆς ἐμῆς ἐν τῷ πρὸς τὸ Ἰλλυρικὸν μέλλειν διαπερᾷν κατέστησα χώρας. οὐ γὰρ ἐχρῆν ἐκεῖθεν ὑποχωροῦντα κω τοιοῦτον ἀναδεχόμενον ἔργον τὴν ἰδίαν χώραν ἄτερ ἡγεμόνος καταλιπεῖν εἰς προνομὴν ἕτοιμον παντὶ τῷ βουλομένῳ ἐκκεῖσθαι. ἔπει δὲ ὁ ῥὴξ Ἀλαμανίας [*](V. 106) πολιορκήσων ταύτην ἤδη καταλαμβάνει, χρὴ κὼ ἡμᾶς, ὡς ἐνόν, [*](D) ταίτης ἀντιποιήσασθαι. οὐδὲ γὰρ δεῖ ἑτέρων ἐπιλαμβανομένους τῶν ἰδίων κατερρᾳθυμηκέναι. λοιπὸν ἐγὼ μὲν ἄπειμι, ἐφ' ᾡ τῆς οἰκείας χώρας ἀντιποιήσασθαι, τὴν πρὸς τὸν Ἀλαμανίας ἀναδησάμενος μάχην. τουτῶὶ δέ μου τῷ υἱῷ τῷ νεωτέρῳ ἐπαφίημι τό τε Δυρράχιον καὶ τὸν Αὐλῶνα καὶ τὰς λοιπὰς πόλεις καὶ νήσους, ἴσας φθάσας αὐτὸς τὠμῷ δόρατι κατέσχον. παρεγγυῶμαι δὲ καἰ ὑμῖν κὼ ἀξιῶ ὡς ἐμὲ τοῦτον λογίζεσθαι καἰ ὅλῃ χειρὶ καὶ γνώμη ὑπὲρ αὐτοῦ μάχεσθαι. καὶ σοι δὲ τῷ φιλτάτῳ μοι ἐπισκήπτω υἱῷ" ἀποστρέψας τὸν λόγον πρὸς τὸν Βαϊμοῦντον [*](P. 132) “διὰ τιμῆς πάσης τοὺς κόμητας ἄγειν καὶ συμβούλοις

[*](1. ἀπενείματο C, απενήματο P, ἀνενήματο G. 2. ὁπλητικοῦ 3. νεανίσκον CG, σανίσκον PF. 9. ἀλαμανίας F, Αλαμανείας PG, ἀλαμ' C. 10. ὑμᾶς C. 13. Ἀλαμάνον G. vid. annotat. ἀναδησάμενος F, ἀναδυσάμενος PG. τουτωὶ CG, τουτωνὶ P. μου G, μοι P. 17. τῷ μῷ P, τοὐμῷ G, correxi. καὶ prius add. F. χειρὶ PG, χειρὶ PG, et in margine P.)
234

έν ἅπασι χρᾶσθαι, καὶ μὴ οἶον ἐναυθεντεῖν, ἀλλὰ πάντων αὐτοῖς κοινωνεῖν. σὺ δὲ ἀλλ’ ὅρα μὴ καταμελήσεις τὸν κατὰ τοῦ βασιλέως Ῥωμαίων ἀναπράξασθαι πόλεμον, ἀλλ’ ὲν ὅσῳ μεγάλην ἧτταν ἡττήθη καὶ μικροῦ μαχαίρας ἔργον ἐγεγόνει, καὶ τὸ πολὺ τῶν αὐτοῦ στρατευμάτων τῷ πολέμῳ ἀνήλωτο, καὶ γάρ φησι “καὶ ἐγγὺς ἦλθε τοῦ ζωγρηθῆναι καὶ ἐκ μέσων τῶν χειρῶν ἡμῶν τραυματίας ᾤχετο,) μὴ ἀνήσεις ὅλως [*](B) μή πως ἀνέσεως τυχών, συλλέξῃ τό τε πνεῦμα κὼ γενναιότερον ἢ τὸ πρότερον ἀντικατασταίη σοι. οὐ γὰρ τῶν τυχόντων ὁ ἀνήρ ἀλλ’ ἐκ νηπίου ὲν πολέμοις καὶ μάχαις ἐντραφείς, πᾶσάν τε τὴν ἕω καὶ τὴν ἑσπέραν ἐληλυθώς, ὁπόσους ἀποστάτας τοῖς πρώην αὐτοκράτορσι δορυθηράτους ἐποίησε, καὶ αὐτὸς πάντως ἐκ πολλῶν ἀκούεις. εἰ γοῦν ὅλως ἀναπέσῃς καὶ μὴ κὰτ· αὐτοῦ χωρήσῃς πάσῃ γνώμῃ, ὁπόσα μὲν αὐτὸς ἔργα πολλὰ καμὼν ἤνυσα, φροῦδα ποιήσεις, αὐτὸς δὲ τοὺς καρποὺς τῆς ἰδίας ῥᾳθυμίας πάντως δρέψῃ. κἀγὼ μὲν ἤδη ἄπειμι, ἀγωνισόμενος τὸν ῥῆγα τῆς ἡμεδαπῆς ἀπελάσαι χώρας [*](C) καὶ οὕτω τὸν φίλτατόν μοι Ῥογέρην ἐπὶ τῆς δοθείσης αὐτῷ ἐξουσίας ἑδράσαι." οὕτω μὲν οὑν ξυνταξάμενος αὐτῷ, εἰσεληλυθὼς εἰς μονῆρες τὴν περαίαν τῆς Λογγιβαρδίας κατέλαβε· καὶ ὀξέως εἰς τὸ Σαλερηνὸν ἐκεῖθεν παραγίνεται, οὑπερ παλαί ποτε εἰς κατοικίαν τῶν τῆς δουκικῆς ἀξίας ἀντιποιουμένων ἀφώριστο. κεῖθι γοῦν ἐγκαρτερήσας, ἱκανὰς συνἐν

[*](1. om. C. χρᾶσθαι F, χρήσασθαι PG. 2. καταμελήσῃς C. 8. συλλέξαι G. an συλλέξαιτό τε? 10. ἐν om. C. 11, malim διεληλυθώς. 12. πρόσω G. 21. Σαλερηνὸν: σαυρινὸν G)
235

ιλόχει δυνάμεις καὶ μισθοφορικὸν ἐξ ἀλλοδαπῶν ὅτι πλεῖστον. ὁ δὲ ῥὴξ Ἀλαμανίας κατὰ τὰς πρὸς τὸν αὐτοκράτορα ὑποσχέσεις καταλαμβάνειν ἤδη τὴν Λογγιβαρδίαν ἠπείγετο. τοῦτο μεμαθηκὼς ὁ Ῥομπέρτος ἔσπευδε τὴν Ῥώμην καταλαβεῖν, [*](D) ἑνωθησόμενός τε τῷ πάπᾳ καὶ τὸν Ἀλαμανίας ἀπείρξων τοῦ προκειμένου σκοποῦ. ἐπειδὴ οὐδ' ὁ πάπας πρὸς τοῦτο ἀνένευεν, ἄμφω κατὰ τοῦ Ἀλαμανίας ἐξώρμησαν. ὁ μέντοι ῥὴξ πολιορκεῖν τὴν Λογγιβαρδίαν ἐπειγόμενος, ἐπεὶ τὰ κατὰ τὸν αὐτοκράτορα ἐμεμαθήκει καὶ οὔτι μεγάλην ἥτταν ἡττηθείς, τῶν μὲν τοῦ στρατεύματος ξιφῶν παρανάλωμα γεγονότων, τῶν δὲ ἑκασταχοῦ διασπαρέντων, αὐτὸς εἰς πολλοὺς καταστὰς κινδύνους έν τῳ γενναίως μάχεσθαι, καιρίως ἐν διαφόροις τοῦ σώματος πληγεὶς μέρεσι, τόλμῃ καὶ γενναιότητι [*](P. 133) γνώμης παραδόξως ἐρρύσθη, στρέψας τὰς ἡνίας, [*](V. 107) πρὸς τὴν ἐνεγκαμένην ἀνεχώρει, τοῦτο νίκην λογισάμενος τὸ μὴ κινδύνοις ἑαυτὸν ὑποβαλεῖν ἔπι μηδενὶ δέοντι. οὗτος μὶν οὖν εἴχετο τῆς πρὸς τὰ οἴκοι φερούσης· ὁ οἱ· Ῥομπέρτος φθάσας εἰς τὴν τοῦ ῥηγὸς παρεμβολήν, αὐτὸς μὶν προσωτέρω διώκειν οὐκ ἤθελεν, ἀπόμοιραν δὲ ἱκανὴν τῶν αὐτοῦ ταγμάτων διελών, διώκειν τὸν Ἀλαμανίας προυτρέψατο. δὲ τὴν λείαν πᾶσαν ἀναλαβόμενος, μετὰ τοῦ πάπα πρὸς Ῥώμην ἀπένευσεν. καὶ τοῦτον ἐπὶ τοῦ ἰδίον θρόνου ὲδρά-

[*](B)[*](3. ὑποσχέσεις: συνθήκας A. 6. ἐπεὶ δὲ CG. 7. Ἀλαμάνου G. 8. ἐπεὶ καὶ τά A. g. μεμάθηκε Α. 10 lege ξίφους. 15. ἀνεχώρει Α, ἐχώρει PG. 16. ὑπολαβεῖν G. ἐπ' οὐδενὶ G. οὕτως G. 20, Ἀλαμάνον CG. προὐτρέπετο CG, ἐπετρέψατο Α. 22. ἑδράσας CA et in margine P, καθίσας PG.)
236

ἅς, εὐφημίας αὖθις παρ’ ἐκείνου τυγχάνει. κἄπειτα τὸ Σαλερηνὸν ἐπανέρχεται, τῆς ἐκ τῶν πολλῶν μόθων κακοπαθείας εαυτὸν ἀνακτησόμενος.

Μετ’ οὐ πολὺ δὲ καταλαμβάνει τοῦτον ὁ Βαϊμοὔντος, τὴν ἀγγελίαν τῆς ἐπισυμβάσης αὐτῷ ἥττης ἔπι τοῦ προσωπου φέρων. ὅπως δὲ ξυνέπεσε τὰ τῆς τύχης αὐτῷ, ὁ λογος ἤδη δηλώσει. καὶ γὰρ τῶν ἐκείνου μεμνημένος παραγγελμάτων, καὶ ἄλλως δὲ Ἀρηΐφιλος ὢν ἀνὴρ καὶ φιλοκινδυνότατος, ἀπρίξ τῆς κάτα τοῦ βασιλέως μάχης εἴχετο. καί τὰς ἰδίας δυνάμεις ἀναλαβόμενος, συνεφεπομένους ἔχων καὶ. ὁπόσοι ἐλλογιμώτεροι καὶ λογάδες Ῥωμαίων στρατιῶται καὶ· [*](C) ἡγεμόνες τῶν παρὰ τοῦ Ῥομπέρτου κατασχεθεισῶν χωρῶν καὶ πόλεων, (ἀπεγνωκότες γὰρ καθάπα·ξ τοῦ αὐτοκράτορος, τῆς τοῦ Βαϊμούντου γεγόνασι γνώμης,) καταλαμβάνει διὰ τῆς Βαγενητίας τὰ Ἰωάννινα, καὶ τάφρον κατὰ τοὺς ἐξωθεν διακειμένους ἀμπελῶνας ποιήσας πρότερον, ἅμα δὲ καἰ τὸ ὁπλιτικὸν ἅπαν ἐν ἐπικαίροις τόποις καταθέμενος, αὐτὸς ἐντὸς τὰς σκηνὰς ἐπήξατο. τὰ δὲ τείχη περιαθρήσας καὶ τὴν τοῦ κάστρου ἀκρόπολιν ἐπισφαλῆ διαγνούς, οὐ μόνον αὐτὴν ἀνορθοῦν, ὡς ἐνόν, ἠπείγετο ἀλλὰ καὶ ἑτέραν ἐν ἄλλῳ μέρει

[*](2. σαλερινον G. πολλῶν om. CG. μόθων C, μόχθων PA, μύθων G. 9. τῆς add. FA. 14. γέγοναν C. 15 Βαγενητίας PF, βαγενετίας A, βεγενετίας G et in inargine “forte Γλαβινίιζης" 16. διακειμένους om. CG. 17. ὁπλητικὸν P. 18. ἐπέξατο P. τάδε P, τὰ δὲ G.)
237

τῶν τειχῶν, ὤ μᾶλλον αὐτῷ συνοῖσον δέδοκτο ἐρυμνοτάτην ἀνῳκοδόμει, ληιζόμενος ἅμα καὶ τὰς παρακειμένας πόλεις [*](D) καὶ χώρας. ταῦτα μεμαθηκὼς ὁ αὐτοκράτωρ, εὐθὺς μηδὲν μελλήσας ὅλως τὰς δυνάμεις ἁπάσας συναγαγών, τῆς Κωνσταντινουπόλεως σπεύσας ἐξεισι κατὰ μῆνα Μάϊον. τοιγαροῦν τὰ Ἱωάννινα καταλαβών, ἐπεὶ ὁ τοῦ πολέμου καὶ τῆς μάχης καιρὸς ἤδη παρῆν, τὰ οἰκεῖα στρατεύματα μηδὲ τὸ πολλοστὸν τοῦ Βαϊμούντου δυνάμεων ὄντα κατανοῶν, καὶ ἄλλως δὲ ἀπὸ τῆς τοῦ Ῥομπέρτου προηγησαμένης μάχης γινώσκων τὴν πρώτην κατὰ τῶν ἐναντίων ἱππασίαν τῶν Κελτῶν ἀνύποιστον, δέον ἔκρινε πρῶτον μὲν διὰ πελταστῶν μετρητῶν τινῶν κω ἐκκρίτων ἀκροβολισμοὺς ποιήσασθαι, ἵνα ἐντεῦθεν ἔνδειξίν [*](P. 134) τινα καὶ τῆς τῷ Βαϊμούντῳ ἐνυπαρχούσης στρατηγικῆς ἐπιστήμης σχοίη, καὶ γένοιτο οἱ διὰ τῶν μερικῶν προσβολῶν τὴν τοῦ ὅλου γνῶσιν ἐσχηκέναι κἀντεῦθεν ξὺν ἐπιστήμῃ βεβαιότερον πρὸς τὸν Κελτὸν ἀντιπαρατάξασθαι. οὕτω γοῦν τὰ στρατεύματα κατ’ ἀλλήλων ἐσφάδαζεν· ὁ δὲ βασιλεὺς τὴν ἀνύποιστον Λατίνων δεδιὼς πρώτην προσβολήν, καινόν τι ποιεῖ. ἁμάξας κουφοτέρας κατασκευάσας καὶ τῶν συνήθων ἥττους, ἐφ’ ἑκάστῃ τούτων κοντοὺς ἐνέπηξε ναὶ πεζοὺς ὁπλοφόρους ἐπέστησεν, ὥστε ὁπηνίκα οἱ Λατῖνοι

[*](1. ἐρυμοτάτην P, recte CG. 2. παρακειμένας Α, περικειμένας PG. 4. κωνσταντίνου Α. 5. κατὰ add. CA. τοιγαρροῦν: καὶ A. 7. παρῆν : ἥν G. 11. πελταστῶν egregie Diesterwegius, πολλοστῶν PG, ἀποστολῶν P in margine. vid, annotat. 14. γένητό C. προβολῶν CG. 19. παρασκευάσας A. 20. ἑκάστην A.)
238
[*](V. 108)

ὅλους ῥυτῆρας χαλάσαντες κατὰ τῆς Ῥωμαϊκ(??)ς ὁρμήσουσι [*](B) φάλαγγος, τὰς ἁμάξας ὠθεῖσθαι πρόσω διὰ τῶν ὑφισταμένων ὁπλοφόρων πεζῶν, ἵν οὕτω τὸ συνεχὲς διακόπτηται τοῦ συνασπισμοῦ τῶν Λατίνων. καἰ ἔπει καιρὸς πολέμου παρῆν τοῦ ἡλίου ἤδη τοῦ ὁρίζοντος λαμπρῶς ὑπερκύψαντος, ὁ αὐτοκράτωρ τὰς φάλαγγας εἰς πολέμου τύπον καταστήσας, αὐτὸς τὸ μεσαίτατον εἶχεν. ὁ γοῦν Βαϊμοῦντος οὐκ ἀνέτοιμος τῆς μάχης συγκροτουμένης, πρὸς τὴν μηχανὴν ἐφάνη τοῦ αὐτοκράτορος. ἀλλ’ ὡσπερ προγνοὺς τὸ βεβουλευμένον, μεθαρμόζεται πρὸς τὸ ξυμπεσόν, καὶ τὰς ἰδίας δυνάμεις διχῆ διελὼν καὶ τὰς ἁμάξας παρεκκλίνας κατὰ τῆς Ῥωμαϊκῆς [*](C) ἑκατέρωθεν ἵεται παρατάξεως. καὶ φάλαγγες μὲν φάλαγξιν τηνικαῦτα ἐμίγνυντο καὶ ἀνέρες ἀνδράσι κατὰ στόμα ἐμάχοντο. οὕτω δὲ πολλῶν ὲκατέρωθεν ἐν τῷ μάχεσθαι πεσόντων τὴν μὶν νικῶσαν εἶχεν ὁ Βαϊμοῦντος, ὁ δέ γε αὐτοκράτωρ καθάπερ τις πύργος ἀκλόνητος ἵστατο, ἐξ ἑκατέρου μέρους βαλλόμενος, καἰ ὅπου μὲν ἱππαζόμενος κατὰ τῶν ἐπιόντων Κελτῶν καὶ συμπλεκόμενος ἐνίοις, πλήττων καὶ κτείνων καὶ πληττόμενος, ὅπου δὲ καὶ τοὺς φεύγοντας συχνοῖς ἐμβοήμασιν ἀνακτώμενος. ὡς δ’ εἰς μέρη πολλὰ τὰς φάλαγγας διασπασθείσας ἐώρα, δεῖν ἐλογίσατο ναὶ αὐτὸς ἑαυτῷ τὸ ἀσφαλὲς περιποιήσασθαι, οὐ σώσων ὲαυτόν, οὐθ' ὑπὸ δειλίας [*](D) συγχυθείς, ὡς τάχα ἄν τις εἴποι, ἀλλ’ εἴ που τὸν κίνδυνον διεκφυγὼν καἰ συλλεξάμενος ἑαυτόν, αὖθις γενναιότερον τοῖς

[*](3. διακόπτῃ G. 7. τὸ om. G. 8. τὴν CG, τὸν P. 9. βουλευόμενον A. 10. διχῆ Α, δίχα PG. 12. ἴεται A et in margine P, ἵσταται PG. lege φάλαγξι. 15. γε om. G. 22. οὐθ’ C, οὐδ’ PG.)
239

μαχομένοις Κελτοῖς ἀντικατασταίη. ὑποφεύγων δὲ τοὺς ἐχθροὺς μετ' ὀλίγων πάνυ τινῶν καὶ τῶν Κελτῶν τισὶν ἐντυχών, αὐθις ἐκεῖνος ὁ ἀκαταπτόητος στρατηγὸς ἐδείκνυτο. ἀναρρώσας γὰρ. τοὺς σὺν αὐτῷ καὶ σφοδρῶς τὴν κατ' αὐτῶν ἱππασίαν ὡς σήμερον τεθνηξόμενος ποιήσας ἢ κατὰ κράτος ἡττήσων, κτείνει μὲν αὐτὸς παίσας ἕνα τῶν Κελτῶν, καὶ ὁπόσοι δὲ σὺν αὐτῷ Ἄρεως ἦσαν ὑπασπισταὶ πολλοὺς τρώσαντες ἐξεδίωξαν. καὶ οὕτως ἀμετρήτους καὶ μεγίστους διεκφυγὠν κινδύνους, [*](P. 135) αὐθις σώζεται διὰ τῶν Στρουγῶν διελθὼν εἰς Ἀχρίδας. δας. κἀκεῖθ' ἐγκαρτερήσας καὶ ἱκανοὺς τῶν πεφευγότων αὐτοῦ που μετὰ τοῦ μεγάλου δομεστίκου πάντας καταλιπών, καταλαμβάνει καὶ ἀναπαύλας οὐ ῥᾳστώνης χάριν· βασιλικὰς γὰρ ῥᾳθυμίας καὶ ἀναπαύλας οὐδαμῶς ἑαυτῷ ἀπεμέτρει. καὶ αὖθις συναγαγὼν τὰ στρατεύματα καὶ μισθοφορικὸν συλλεξάμενος κατὰ τοῦ Βαϊμούντου χωρεῖ, ἕτερόν τι σκοπήσας, δι' οὗ καταγωνίσαιτο τοὺς γὰρ σιδηροῦς κατασκευάσας, ἐπεὶ τὴν μάχην ἐς νέωτα προσεδόκα ὲσπέρας ταῦτα ἐν τῷ μεταιχμίῳ τῆς πεδιάδος κατέστρωσεν, οὗπερ σφοδροτέραν ἐστοχάζετο τοὺς Κελτοὺς τὴν [*](B) ἱππασίνα ποιήσασθαι, μηχανώμενος τάχα τὴν πρώτην καὶ ἀνύποιστον τῶν Λατίνων ὁρμὴν διὰ τούτων ἀποθραῦσαι, περιπαρέντων τῶν τριβόλων τοῖς τῶν ἵππων πόσι, καἰ τοὺς μὲν

[*](7. ἄρεος C. 9. Στρούγων PG, στρουγῶν 10. ταύτης θὲν A, κακεῖσε CG. ἱκανοὺς CA et in margine Ρ, πολλούς PG. 11. τοῦ om. A. 14. καὶ prius: ἀλλ'? αὖθις add. AG. 15. τοῦ om. A. 17. σιδηροῦς G, σιδηρὰς PA. 18. ταύτης F, τούτους P, ταύτας Α et in margine P, ταῦτα C. μεσαιχμίῳ C. κατέστρωσαν C.)
240

κατὰ μέτωπον ἱσταμένους τῶν Ῥωμαίων, ὁπόσοι δόρατα ἔφερον, μεμετρημένας τὰς ἱππασίας ποιεῖσθαι καὶ ὁπόσον μὴ τοῖς τριβόλοις περιπαρεῖεν, ἀλλ’ ἐφ’ ἑκάτερα σχιζομένους ὑποστρέφειν, τοὺς δὲ πελταστὰς πόρρωθεν κατὰ τῶν Κελτῶν σφοδροὺς ἐκπέμπειν τοὺς οἰστούς, τὸ δέ γε δεξιὸν καὶ εὐώνυμον κέρας ἐξ ἑκατέρου μέρους ἀσχέτῳ ῥύμῃ τοῖς Κελτοῖς ἐπεισπεσεῖν. τοιαῦτα μὲν τὰ τοὐμοῦ πατρὸς διανοήματα. [*](V. 109) τὸν δὲ Βαϊμοῦντον ταῦτα οὐ διέλαθε. συνέβαινε γάρ [*](C) τι τοιοῦτον. ὅπερ γὰρ ὁ βασιλεὺς ὲσπέρας κατ’ ἐκείνου ἐβουλεύσατο, πρωίας ὁ Κελτὸς μεμάθηκε. καἰ πρὸς τὸ ἀκουσθὲν εὐφυῶς μεθαρμοσάμενος, τὴν μάχην ἀνεδέχετο καὶ οὐκέτι, ὡς ἔθος αὐτῷ, τὴν ὁρμὴν τῆς μάχης ἐποίει, ἀλλὰ προαρπάσας τὴν τοῦ αὐτοκράτορος βουλήν, αὐτός ἔξ ἑκατέρου μέρους τὸν μόθον μᾶλλον ἀνερρίπισε τὴν κατὰ μέτωπον φάλαγγα ἀτρεμεῖν τέως παρακελευσάμενος. τῆς γοῦν μάχης ἀγχεμάχου γεγονυίας, οἱ Ῥωμαϊκοῦ στρατεύματος τὰ νῶτα τοῖς Λατίνοις δεδώκασι, μηδ’ ἀντωπῆσαι τούτοις τοῦ λοιποῦ ἰσχύοντες, προκατεπτοημένοι ὄντες διὰ τὴν προηγησαμένην [*](D) ἡτταν. καὶ σύγχυσις τηνικαῦτα τῆς Ῥωμαϊκῆς παρατάξεως ἦν, κἂν ὁ βασιλεὺς ἀκλόνητος μένων, γενναίως καὶ χειρὶ καὶ γνώμῃ ἀντικαθίστατο, πολλοὺς μὶν τρώσας ἔστι δ’ οὗ καὶ τρωθεὶς. καὶ ἐπεὶ τὸ ἅπαν ἐκρεῦσαν ἤδη στράτευμα ἐθεάσατο καὶ ἑαυτὸν μετ’ ὀλίγων καταλειφθέντα

[*](1. ῥωμαϊκῶν G. 4. κατὰ add. C. 5. ὀιστούς G. 8. συνέβη Α. 9. γὰρ om. Α. 10. ἐμάνθανε Α. 12. οὐκέθ' A. ἐποιεῖτο G. 14. ἀνερίπησε PG, ἀνερίπισε A, recte C. μετώπου G. 18. προηγουμένην Α. 19. καὶ σύγχυσις : σύγχυσις οὖκ A. 20. κὰν : καὶ A. 23. καταλειφθέντα CG, καταληφθέντα P.)
241

δίον λογίσατο, μὴ ἀλόγως ἀνθιστάμενος κινδυνεῦσαι. ἐπὰν γάρ τις πολλὰ μογήσας μὴ πρὸς ἰσχύος ἔχῃ τοῖς ἐχθροῖς ἀντικαθίστασθαι, [*](P. 136) μάταιος ἂν εἴη εἰς προὖπτον κίνδυνον ὲαυτὸν συνωθῶν. τοῦ γοῦν δεξιοῦ καὶ εὐωνύμου κέρως τῆς Ῥωναϊκῆς φάλαγγος φυγαδείᾳ χρησαμένων, ὁ βασιλεὺς ἔτι ἐγκαρτερῶν μετὰ τῆς τοῦ Βαϊμούντου φάλαγγος γενναίως ἀπεμάχετο, τὸν ὅλον αὐτὸς ἀναδεξάμενος πόλεμον. τὸ δὲ ἀναντίρρητον συνεὶς τοῦ κινδύνου, δέον ἔκρινεν ὲαυτὸν περισῶσαι, ὡς αὖθις δύνασθαι μάχεσθαι πρὸς τὸν καταγωνισάμενον, καὶ ἀντίπαλος ἔσεσθαι καρτερώτατος, καὶ μὴ τὸ πᾶν τῆς ἄρασθαι τὸν Βαϊμοῦντον. τοιοῦτος γὰρ ἦν ἡττώμενος καὶ νικῶν, [*](B) φεύγων καὶ οὖθις διώκων, καὶ μηδέποτε ὑποπτήσσων, μήτε μὴν ἀνελπιστίας βρόχοις ἁλισκόμενος. ἦν γὰρ καὶ εἰς θεὸν μεγίστην ἔχων πίστιν, καὶ τοῦτον μὲν ἐς μέσον διὰ παντὸς περιφέρων, ὅρκου δὲ παντάπασιν ἀπεχόμενος. ἀπειρηκὼς οὖν, ὡς ἄνωθεν εἴρηται, ὀπισθόρμητος καὶ αὐτὸς γέγονε, διωκόμενος παρὰ τοῦ Βαϊμούντου καὶ ἐκκρίτων κομήτων. ἐν τούτοις δέ φησι πρὸς τὸν Γουλὴν οὑτος δὲ πατρῷος αὐτοῦ θεράπων) καὶ τοὺς σὺν αὐτῷ “μέχρι πόσου φευξόμεθα;" καὶ στρέψας τὸν χαλινὸν καὶ τοῦ κουλεοῦ τὸ ξίφος ἐξαγαγών παίει τὸν πρώτως αὐτῷ συναντήσαντα κατὰ τῆς ὄψεως. τοῦτο

[*](2. ἔχῃ C, ἔχει PG. 3. εἴη : ᾖ C. 4. ἐπωνύμου G. 6. ἐνεμάχετο G. 11. ἦν om. G. 15. δὲ CG, δὴ P. 18. θεράπων αὐτοῦ G. 19. post θεράπων add. ἦν A. πόσον G. 20. χαληνὸν P. κολεοῦ PG, κουλεοῦ CA.)
242

οἱ Κέλτοι θεασάμενοι ναὶ διαγνόντες αὐτὸν τῆς ἰδίας ἀπεγνωκότα [*](C) σωτηρίας, ἐπειδὴ τοὺς τοιαύτης γνώμης γεγονότας ᾶνδρας ἀκαταμαχήτους πάλαι ἐγίνωσκον, ὑποσταλέντες τοῦ διώκειν ἐπαύσαντο. καὶ οὕτω τῶν διωκόντων ἀπαλλαγεὶς, ὑπεξῄει τοῦ κινδύνου. οὐδὲ φεύγων δὲ ὅλως ἀνεπεπτώκει ἀλλὰ τῶν φευγόντων τοὺς μὲν ἀνεκαλεῖτο, τοὺς δὲ καὶ ἐπέσκωπτε, κἂν οἱ πολλοὶ τὸν ἀγνοοῦντα ὑπεκρίνοντο οὕτω γοῦν τοῦ κινδύνου σωθείς, εἰσέρχεται εἰς τὴν βασιλεύουσαν, ἐφ᾿ ᾡ αὖθις στρατεύματα καὶ κατὰ τοῦ Βαϊμούντου χωρῆσαι.

Ἐπεὶ δὲ τοῦ Ῥομπέρτου πρὸς Λογγιβαρδίαν παλινοστήσαντος τὴν μετὰ τοῦ αὐτοκράτορος μάχην ὁ Βαϊμοῦντος ἀνεδέξατο, ταῖς ἐκείνου ὑποθημοσύναις χρώμενος καὶ διὰ παντὸς μάχας καὶ πολέμους ἀναρριπίζων, τὸν μὶν πέτρον τοῦ Ἀλίφα μετὰ τοῦ Πουντέση εἰς πολιορκ·ίαν ἐν διαφόροις τόποις ἐξέπεμψεν · ἔνθεν τοι καὶ τοὺς μὲν δύο Πολόβους εὐθὺς ὁ πέτρος τοῦ Ἀλίφα κατέσχε, τὰ δὲ Σκοπιὰ ὁ προρρηθεὶς Πουντέσης· αὐτὸς δὲ μηνυθεὶς παρὰ τῶν Ἀχριδιωτῶν, ταχὺ τὰς Ἀχρίσδας καταλαμβάνει. καὶ πρὸς μικρὸν ἐγκαρτερήσας, [*](V. 110) τοῦ Ἀριέβη φρουροῦντος τὸ κάστρον, ἄπρακτος ἀπῆλθεν εἰς τὸν Ὁστροβόν. κἀκεῖθεν κενὸς ἀποπεμφθεὶς διῆλθε διὰ τοῦ Σωσκοῦ, καὶ διὰ τῶν Σερβίων ἀπῆλθεν εἰς Βέρροιαν. καὶ προσβαλὼν έν πολλοῖς καὶ πολλάκις τόποις καὶ

[*](1. σωτηρίας ἀπεγνωκότα G. 8. εἰς om. A. 9. τοῦ om. Α. 14. σπουντέση G. 15. μὲν δύο: μηδὲν G. Πολόβους: πολέμους CG. 20. τὸν om. CG. 21. σωσκοῦ G, Σοσκοῦ P.)
243

μὴ ἀνύσας, διὰ τῶν Βοδινῶν καταλαμβάνει τὰ Μόγλενα καὶ [*](P. 137) ἀνεγείρει καστέλλιόν τι πρὸ χρόνου ἐρειπωθέν. εἶτα καταλιπὼν ἐκεῖ μεθ' ἱκανῶν κόμητά τινα Σαρακηνὸν ἔξ ἐπωνυμίας καλούμενον, εἰς τὸν Βαρδάρην κατέλαβεν εἰς τὰς καλουμένας Ἄσπρας Ἐκκλησίας. καὶ τριμηναῖον χρόνον διατρίβοντος ἐκεῖ, ἐν τῷ μεταξὺ ἔκκριτοι τρεῖς τῶν κομήτων, ὅ τε Πουντέσης, ὁ Ῥικάλδος καὶ Γελίελμός τις καλούμενος, συνωμοσίαν πεποιηκότες αὐτομολῆσαι πρὸς τὸν βασιλέα ἐφωράθησαν. καἰ ὁ μὲν Πουντέσης τοῦτο προγνούς, ἀποδράσας προσῆλθε τῷ αὐτοκράτορι, οἱ δὲ λοιποὶ δύο κατεσχέθησαν καὶ ἀπελύθησαν κατὰ τὸν νόμον τῶν Κελτῶν εἰς πόλεμον. καὶ ἡττηθεὶς κατεβλήθη [*](B) ὁ Γελίελμος, ὂν καὶ κατασχὼν ἐτύφλωσεν ὁ Βαϊμοῦντος, τὸν δέ γε ἕτερον Ῥικάλδον ἀπέστειλε πρὸς τὸν πατέρα αὐτοῦ Ῥομπέρτον εἰς Λογγιβαρδίαν, ὑφ’ οὗ ἀφαιρεῖται καὶ οὗτος τοὺς ὀφθαλμούς. ὁ δὲ Βαϊμοῦντος ἀπάρας ἀπὸ τῶν Ἄσπρων Ἐκκλησιῶν, ἀπῆλθεν εἰς Καστορίαν. τοῦτο μαθὼν ὁ μέγας δομέστικος, καταλαμβάνει τὰ Μόγλενα, καὶ κατασχὼν τὸν Σαρακηνὸν κτείνει, παραυτίκα ἐρειπώσας τελείως τὸ καστέλλιον. ὁ δέ γε Βαϊμοῦντος ἐξελθὼν τῆς Καστορίας, ἔρχεται εἰς τὴν Λάρισσαν, κεῖθι παραχειμάσαι βουλόμενος. καταλαβὼν δὲ τὴν μεγαλόπολιν ὁ αὐτοκράτωρ, καθάπερ εἴρη-

[*](1. Βοδηνῶν Ducangius in annotat. 2. καστέλιον C hic et infra. 3. μετ’ P. 4. καλούμενον εἰς τὸν Βαρδάρην, κατέλαβεν libri. interpunctionem mutavi. 6. τρεῖς : τινες CG. 7. ὅ τε G. Ῥικάλδος CG utrobique, Ῥεβίκδις P. an Ῥενάλδος? vid. annotat. Γιλιελμος CG liic et intra. 12. ὁ Βαϊμοῦντος add. G. 13. ἔστειλε G. 20. ἐκεῖθι CG.)
244
[*](C)

ται, εὐθὺς ἔργου εἴχετο, ὁποῖος ἐκεῖνος θερμουργὸς κὼ μηδέποτε ῥᾳστώνης μετειληχώς, δυνάμεις τε ᾐτεῖτο τὸν σουλ. τάνον μετὰ ἡγεμόνων πεῖραν ἐκ μακροῦ ἐσχηκότων. ὁ δὲ τηνικαῦτα πέμπει πρὸς αὐτὸν χιλιάδας ἑπτὰ μετὰ ἡγεμόνων λίαν ἐμπείρων, καὶ αὐτὸν δὲ τὸν Καμύρην, χρόνῳ καὶ πείρᾳ τῶν ἄλλων ὑπερέχοντα. ἐν ὅσῳ δὲ ταῦτα ὁ βασιλεὐς ᾠκονόμει καὶ ἡτοιμάζετο, ὁ Βαϊμοῦντος μέρος τι τοῦ ἰδίου στρατεύματος ἀποδιελόμενος, Κελτοὺς καταφράκτους ὅλους ἀποστείλας, ἐξ ἐπιδρομῆς κατέσχε τὴν Πελαγονίαν, τὰ Τρίκαλα καὶ· τὴν Καστορίαν. αὐτὸς δὲ ὁ Βαϊμοῦντος μετὰ ξύμπαντος τοῦ στρατεύματος καταλαβὼν τὰ [*](D) Τρίκαλα, ἀποσπάδα τοῦ ὅλου στρατεύματος ἀποστείλας γενναίους ὅλους, ἔξ ἐφόδου κατέσχε τὸν Τζίβισκον. κᾆθ' οὕτω καταλαβὼν τὴν Λάρισσαν κατ’ αὐτὴν τὴν τοῦ μεγαλομάρτυρος Γεωργίου μνήμην σὺν ὅλαις δυνάμεσι καἰ περιζώσας τὰ τείχη, ἐπολιόρκει αὐτήν. ὁ δὲ ταυτηνὶ τὴν πόλιν φυλάττων πατρῴου τοῦ αὐτοκράτορος θεράποντος υἱός, Λέων ὁ Κεφαλᾶς, γενναίως πρὸς τὰς τοῦ Βαϊμούντου ἀντικαθίστατο μηχανὰς ἐπὶ ὅλοις μησίν ἕξ. δηλοῖ δὲ τὴν τοῦ βαρβάρου ἔφοδον διὰ γραφῶν τηνικαῦτα τῷ αὐτοκράτορι. ὁ δὲ οὐ παραχρῆμα, καίτοι σφαδάζων, τῆς πρὸς τὸν Βαϊμοῦντον φερού-

[*](2. σουλτὰν Α. 4. πρὸς αὐτὸν om. G. μετὰ ἀρχηγῶν ἐμπείρων Α. 5. λίαν om. CG. δὲ add. CG. lege δὴ. καμύτζην Α, καμήρνη G. 8. στρατεύματος τοῦ ἰδίου Α. 10. ὁ Βαϊμοῦντος om. A. 11. παντὸς G 12. ἀποσπᾷ δὴ τοῦ G. ἀποστείλας add, C, 13. καὶ ἴξ ἐφόδου PG, καὶ om. C. τζώβισκον Α, εἷθ’ GAm καθ’ P, correxi. 14, τὴν alterum oni. G. 16. ταύτην A. 19. ἐπὶ CA, ἐΠ’ PG. 21. τοῦ Βαϊμούνδον G.)
245

σης ἥπτετο, ἀλλὰ πλεῖον μισθοφορικὸν ἐπισυνάγων ἁπανταχόθεν, ἀνεβάλλετο τὴν ἐξέλευσιν. εἶτα καρτερῶς ὁπλίσας [*](Ρ. 138) ἅπαντας, ἐξειστι τῆς Κωνσταντίνου. καὶ τοῖς μέρεσι τῆς Λαρίσσης ἐπίσας καἰ διελθὼν διὰ τοῦ βουνοῦ τῶν κελλίων καὶ τὴν δημοσίαν λεωφόρον δεξιόθεν καταλιπὼν καὶ τὸν βουνὸν τὸν οὑτωσὶ ἐγχωρίως καλούμενον Κίσσαβον, κατῆλθεν εἰς Ἐζεβάν· χωρίον δὲ τοῦτο Βλαχικὸν τῆς Ἀνδρωνείας ἔγγιστα διακείμενον. ἐκεῖθεν δὲ καταλαβὼν δὲ ἑτέραν αὖθις κωμόπολιν Πλαβίτζαν συνήθως καλουμένην, ἀγχοῦ που τοῦ οὑτωσί πως καλουμένου ποταμοῦ ῥέοντος διακειμένην, τὴν σκηνὴν κατέθετο, ἀποχρῶντα τάφρον διορύξας. καὶ ἐγερθεὶς ἐκεῖθεν ὁ βασιλεὺς ἀπῆλθεν ἄχρι τῶν κηπουρείων τοῦ Δελφινᾶ, [*](V. 111) κἀκεῖθεν εἰς τὰ Τρίκαλα. γράμμα δέ τις τηνικαῦτα ἧκε κομίζων τοῦ Κεφαλὰ Λέοντος, πέρι οὗ φθάσας ὁ ἐδήλωσε, παρρησιαστικώτερον γράφοντος· “ἴσθι, ὦ βασιλεῦ, ὅτι μέχρι τοῦ νῦν σπουδὴν πολλὴν εἰσενηνοχώς, διετήρησα τὸ κάστρον ἀνάλωτον. ἤδη δὲ τῶν ἐφειμένων Χριστιανοῖς τροφίμων στερούμενοι, καὶ τῶν μὴ προσηκόντων ἡψάμεθα. ἀλλὰ καὶ ταῦτα ἡμίν ἀπέλιπον. εἰ γοῦν βοηθῆσαι ἡμῖν θέλων σπεύσεις καὶ τοὺς πολιορκοῦντας ἐκδιῶξαι δυνηθείης,

[*](1. πλεῖον CA, πλεῖστον Ρ, om. G. συναγαγὼν C, συνάγων G. 6. Κίσαβον C. 7. Ἐζεβάν CAG, Ἐξεβὰν P. Βλαχικὸν om. Α. Ἀνδρωνείας AG, Ἀνδρονίας P. 8. δὲ alterum om CG. lege καἰ ἑτέραν. 10. ῥέοντος corruptum. an ποταμὸς eximie vocatur Salabrias sive Peneus? διακειμένην om. CG. 11. ἀποχρῶσαν CG. διορύξας C, διωρύξας PG. 12. κηπουρείων: σκήπτρων CG, κήπου . . . ἀδελφινᾶ Α. 13. γράμμαια Α. 14. τούτῳ τοῦ Α. περὶ οὖ — ἐδήλωσε add. CG et in margine P. 15. ἴσθι AG, ἴσθ’ P. 16. προσενηνοχὼς AG, συνενηνοχὼς C. 17. ἐφειμένων C, ἐφαιμένων G, ἐφωμένων P, ἀμφειμένων Α. 19. ταῦθ’ Α. ἐπέλιπον CA, ἀπέλιπον PG.)
246

τῷ θῷ χάρις καὶ δόξα. εἰ δ’ οὑν, τοὐμὸν ἤδη πεπλήρωκα καὶ τὸ ἐντεῦθεν ἀνάγκη δουλεύοντες, (καὶ τι γὰρ δεῖ φύσιν καὶ τὴν ἐκ ταύτης τυραννίδα ποιεῖν;) γνώμην ἔχομεν τὸ φρούριον παραδοῦναι τοῖς ἐπικειμένοις ἐχθροῖς καὶ φανερῶς ἀποπνίγουσιν. ἀλλ’ εἰ ταῦτα δυστυχῆσαι συμβαίη, ἐπά- [*](C) ρατος μὲν γενοίμην ἐγώ, τολμηρῶς δὲ καὶ κατὰ τῆς σῆς βασιλείας τοῦτο παρρησιάζομαι· εἰ μὴ τάχιον σπεύσεις τοῦ κινδύνου ἡμᾶς ἐξελέσθαι, μὴ πρὸς τοσοῦτον βάρος πολέμου τε καἰ λιμοῦ ἀντισχεῖν ἐπὶ πλέον δεδυνημένους, σὺ ὁ ὁ ἡμέτερος βασιλεύς εἴγε δυνάμενος βοηθεῖν οὐκ ἐπέσπευσας τὴν βοήθειαν, οὐκ ἂν φθάνοις ἔγκλημα προδοσίας ἀποφυγγάνων." ὁ δὲ αὐτοκράτωρ δεῖν ἔγνω διά τινος τρόπου ἑτέρου αὐτοὺς καταγωνίσασθαι. λογισμοὶ δὲ τοῦτον συνεῖχον καὶ μέριμναι. καὶ δῆτα σκοπῶν, ὅπως χρὴ λόχους ἐνδιαστήσασθαι, δι᾿ ὅλης τῆς ἡμέρας διεπονεῖτο, ἀρωγὸν τὸν θεὸν ἐπικαλούμενος. μετακαλεσάμενος οὖν τηνικαῦτα τῶν γερόντων τινὰ Λαρισσαίων, [*](D) ἐπυνθάνετο περὶ τῆς τοῦ τόπου θέσεως. καὶ ἀνατείνας τοὺς ὀφθαλμούς, ἅμα καὶ τῷ δακτύλῳ ἐπισημαίνων, ἀνηρώτα, ὅποι φάραγγές εἰσι διερρωγυῖαι τοῖς τόποις, ἢ λόχμαι τινὲς βαθεῖαι πρὸς αὐτὰς συνεχίζονται. ταῦτα δὲ τοῦ Λαρισσαίου ἐπυνθάνετο, βουλόμενος λόχον ἐπιστῆσαι καὶ

[*](1. καὶ δόξα add. Α. 2. γὰρ πρὸς — τυραννίδα δεῖ ποιεῖν G. 4. ἐγκειμένοις Α. 6. καὶ om. Α. 7. σπεύσεις C, σπεύσῃς PG. 8. βάρος om. G. 10. ἔσπευσας AG. 12. αὐτοὺς om. Α. 14. ἐνδιαστήσασθαι C, ἐνστήσασθαι PA, ἐνδιαστήμενος G. 15. τῆς add. A. ἀρωγὸν τ. θ. ἐπικαλούμενος, διεπονεῖτο AG. 16. τινὰ τῶν γερόντων G. 17. ἀναθείνας P. 19. ὅπη Α. 20. συσχίζονται C. 21. βουλόμενος om. G.)
247

δι᾿ ἀπάτης τοὺς Λατίνους καταγωνίσασθαι· τὸν γὰρ φανερὸν καὶ κατὰ μέτωπον φθάσας ἀπηγόρευε πόλεμον, πολλάκις συμβαλὼν καὶ ἡττηθεὶς καὶ πεῖραν τῆς συμβολῆς τοῦ Φραγγικοῦ πολέμου λαβών. ἐπεί οἲ ἥλιος κατέδυ, αὐτός τε δι’ ὅλης κεκοπιακὼς τῆς ἡμέρας ὁ βασιλεὺς εἰς ὕπνον ἐτράπετο ὄνειρος ἐφίσταται τούτῳ. ἐδόκει γὰρ ἐντὸς τοῦ ἱεροῦ τεμένους τοῦ μεγαλομάρτυρος Δημητρίου ἑστάναι καὶ φωνῆς [*](P. 139) ἀκοῦσαι “μὴ λυποῦ, μηδὲ στένε, αὔριον νικᾶς. τὴν δὲ φωνὴν βάλλειν αὐτοῦ τὴν ἀκοὴν ᾤετο ἐκ μιᾶς τῶν ἐν τῷ τεμένει ἀπῃωρημένων εἰκόνων, ἐν ᾗ ὁ μεγαλομάρτυς Δημήτριος κατεγέγραπτο. διυπνισθεὶς δὲ καὶ περιχαρὴς γεγονὼς ἐκ τῆς τοῦ ὄνειρον ταύτης ὀμφῆς, ἐθεοκλύτει τε τῷ μάρτυρι καἰ προσυπισχνεῖτο, εἰ γένοιτό οἱ νίκην κατὰ τῶν ἐχθρῶν ἄρασθαι, αὐτόθι τε παραγενέσθαι καὶ πρὸ σταδίων ἱκανῶν τῆς πόλεως Θεσσαλονίκης οὐκ ἔφιππον, ἀλλὰ πεζῇ καἰ βάδην ἐρχόμενον εἰς τὴν αὐτοῦ εἰσελεύσεσθαι προσκύνησιν. καὶ δή μετακαλεσάμενος τοὺς στρατηγούς τε καὶ ἡγεμόνας καὶ συγγενεῖς [*](B) ἅπαντας, βουλῆς ἤρχετο, τὴν ἑκάστου γνώμην ἀναζητῶν· εἶτα τὸ σκοπηθὲν ἀπήγγειλε. τὸ δὲ ἦν παραδοῦναι τὰ τάγματα ἅπαντα τοῖς συγγενέσιν αὐτοῦ· προεξάρχοντα δὲ τὸν

[*](1. διὰ G. 6. ὄνηρος Ρ. γὰρ add. A. 8. ἀκούσας P. λύπους G. 10. μεγαλομάρτυρ Α. καταγέγραπτο G. 12. τοῦ add. A. ἐθεοκλύτει C, ἐθεοκλήτει PAG, 13. προσυποσχνεῖτο P. 14. αὐτόθι CAG, αὐτός P. τε om. G. 16. εἰσελεύσεσθαι Α, ἐλεύσεσθαι PG. 17. καὶ συγγενεῖς om. Α. 19. δοῦναι CG.)
248

Μελισσηνὸν Νικηφόρον ἐφίστησιν καὶ τὸν Κουρτίκιον Βασίλειον, τὸν καὶ Ἰωαννάκην καλούμενον· ἀνὴρ δὲ οἶτος τῶν ἐπιφανῶν, περιβόητος ἐπ᾿ ἀνδρεῖά καὶ στρατιωτικῇ ἐπιστήμῃ, ἐξ Ἀδριανουπόλεως ὁρμώμενος. οὐ τὰ τάγματα δὲ μόνον αὐτοῖς παραδίδωσιν, ἀλλὰ καὶ τὰ τῆς βασιλείας παράση ἅπαντα. ἐπέσκηπτε δὲ ποιήσασθαι τὴν παράταξιν κω ὃ [*](C) σχῆμα ἐν τοῖς προηγησαμένοις πολέμοις αὐτὸς παρετάττετο, [*](V. 112) παραγγείλας αὐτοῖς δι’ ἀκροβολισμῶν πρότερον ἀπόπειραν τῶν ἔμπροσθεν τῶν Λατίνων ἐρχομένων ποιήσασθαι, εἶτα τὸν ἐνυάλιον ἀλαλάξαντας, πανστρατὶ κατ’ αὐτῶν χωρῆσαι· ἐπὰν δὲ ὁ συνασπισμὸς γένηται καὶ εἰς χεῖρας κατ’ ἀλλήλων ἔλθωσι, νῶτα παρασχεῖν τοῖς Λατίνοις καὶ φεύγειν ἀκρατῶς ὡς πρὸς τὸ Λυκοστόμιον ὑποκρίνεσθαι. έν ᾧ δὲ ὁ βασιλεὺς ταῦτα παρεκελεύετο, χρεμετισμὸς ἁπάντων τῶν ἵππων τοῦ στρατοπέδου αἴφνης ἐξηκούσθη. καὶ θάμβος ἐπὶ τούτῳ κα-

[*](1. κουρτίκην AG. 2. καὶ τὸν Α. Ιωανάκην C. οὗτος τῶν ἐπ’ ἀνδρείᾳ βεβοημένων· τὸν ἀδελφὸν ἀδριανὸν εἰς βασιλέα μετασχηματίσας. ᾧ στράτευμα δοὺς, ἐναντίον τοῦ στρατεύματος ῥομπέρτου στῆναι διακελεύεται. εἰ δ’ ἐκεῖνος ὁρμήσει μαχέσασθαι, στρέψαι τὰ νῶτα καὶ αὐτίκα φυγεῖν. ταῦτα μὲν οὖν τῷ ἐσχηματισμένῳ βασιλεῖ ἐνετείλατο. ἐκεῖνος δὲ μετὰ τῆς λοιπῆς στρατιὰς δι’ ὁδῶν ἀδήλων περιοδεύσας, καὶ τῷ τῶν φράγγων ἐμβαλὼν χάρακι τάς τε σκηνὰς αὐτῶν καὶ τοὺς (leg. τὰ) ἐν αὐταῖς ἐληΐσατο καὶ φόνον πολὺν ἐποιήσατο. τοῦ βαϊμούνδου δὲ κατὰ τοῦ ἐσχηματισμένου βασιλέως ὁρμήσαντος, κᾀκεῖνος καὶ ἡ σὺν αὐτῷ στρατιὰ τὰ χαλινὰ χαλάσαντες ἔφυγον. ὁ δὲ βάρβαρος ἐγαυρία μᾶλλον καὶ ἐπῆρτο ὡς ἀπροσμάχητος. έν τούτῳ δ’ ἀγγέλλεται αὐτῷ τοῦ χάρακος ἡ ἐκπόρθησις καὶ ἥ φθορὰ τῶν ἐκεῖ· καὶ εὐθὺς παρεῖτο . . . . . . ἀκούσας δὲ τὰ πάρα τοῦ βρυεννίου μηνυθέντα A, quae ad verbuin clescripsit Zonaras III, p. 236. 4. Ανδριανουπόλεως C, Ανδριανοπόλεως P, ἀδριανοπόλεως G, correxi. ὡρμώμενος P. 7. προσετάττετο G. 9. ἐρχομένων add. C. 10. ἐνυάλιον C et in margine PG, εὐάλιον P. 13. ὑποκρίνασθαι G. 14. χρεματισμὸς P, χρεμετισμὸς CG.)
249

τέσχεν ἅπαντας· ἀγαθὸς δὲ ὅμως οἰωνὸς αὐτῷ τε τῷ βασιλεῖ παραυτίκα καὶ πᾶσι τὼς περιεργοτέροις ἐδόκει. ἀλλὰ ταῦτα μὲν οὕτως πως ἐπισκήψας αὐτοῖς καὶ [*](D) τοῦ κάστρου Λαρίσσης, περιμείνας τὴν τοῦ ἡλίου δύσιν, γεννάδας τινὰς ἄνδρας ἕπεσθαι οἱ ἐπιτάξας, τὴν τοῦ Λιβοτανίνου κλεισούραν διεληλυθὼς κω τὸν Ῥεβένικον περικύψας καὶ διὰ τῆς καλουμένης Ἀλλαγῆς πρὸς τὸ εὐώνυμον τῆς Λαρίσσης μέρος καταλαβών, καἰ περιαθρήσας τὴν ἃπασαν σὰν τοῦ τόπου θέσιν, χθαμαλώτερον τόπον κατανοήσας, ἐκεῖθι μετὰ τῶν συνεφεπομένων αὐτῷ λοχῶν ἦν οἱ δὲ ἡγεμόνες τῶν Ῥωμαϊκῶν ταγμάτων, ὁπηνίκα ὁ βασιλεὺς προλοχήσειν, ὡς εἴρηται, ἐπειγόμενος τὴν τοῦ Λιβοτανίνου κλεισούραν διέρχεσθαι ἔμελλε, τηνικαῦτα ἀποσπάδα τινὰ τῶν Ῥωμαϊκῶν ἀποδιελόμενος ταγμάτων κατὰ τῶν Κελτῶν ἐξέπεμψαν, ἐφ᾿ ᾧ πρὸς ἑαυτοὺς ἑλκύσαι, ὡς μὴ ἐκεχειρίαν ἔχοιεν φωρᾶσαι τὸν αὐτοκράτορα, ὅπη πορεύεται. οἳ καὶ πρὸς τὴν πεδιάδα κατελθόντες, προσέβαλον τοῖς Κελτοῖς, καὶ ἐφ’ ἱκανὸν μαχεσάμενοι διέστησαν, τῆς νυκτὸς ἀπάρτι μὴ παραχωρούσης τὴν μάχην. καταλαβὼν δὲ τὸν σκοπηθέντα τόπον ὁ βασιλεύς [*](Ρ. 140) ἃπαντας ἀποβῆναι τῶν ἵππων ἐκέλευσε καὶ ἔπι γόνυ κλιθέντας τοὺς χαλινοὺς χερσὶ κατέχειν. καὶ αὐτὸς δὲ χαμαιδρύῳ

[*](2. περικάμψας CG, τηνικαῦτα P. 4. τοῦ alterum om. G. 6. an περικάμψας? 8. Λαρίσσης P in margine, κλεισούρας PG. 12. Λιβοτανίνου C, Λειβοτανίνου PG. 13. τινὰ add. CG. 14. lege ἀποδιελόμενοι. ἐξέπεμψεν G. 15. αὐτοὺς G. ἑλκύσας P. φωράσαι CG, φωρᾶσθαι P, correxi. 16. ὅπη C, ὅποι PG. πορεύηται G. κατελθόντας G. 20. ἐκέλευσε C, ἐκέλευε PG.)
250

περιτυχών, ὡσαύτως κατακλιθείς, τὸν χαλινὸν έν χερσὶ κατέχων, ἐπὶ περόσωπον τὸ ἐπίλοιπον τῆς νυκτὸς ἔκειτο.

Ἀνίσχοντος δὲ τοῦ ἡλίου, ἐπεὶ τὰ τῶν Ῥωμαίων τάγματα κατὰ φάλαγγας ἱστάμενα ὁ Βαϊμοῦντος ἐθεάσατο τάς τε βασιλικὰς σημαίας καὶ τὰ ἀργυρόηλα δόρατα, τοὺς ἵππους μετὰ τῶν βασιλικῶν ἐρυθρῶν ἐφεστρίδων, ὡς ἐνόν καὶ αὐτὸς τὴν ἰδίαν κατ’ αὐτῶν κατεστήσατο φάλαγγα, διχῆ [*](Β) διελὼν τὰς δυνάμεις, καὶ τῶν μὶν αὐτὸς κατάρχων, ὦν δὲ φαλαγγάρχην τὸν Βρυέννιον καταστήσας· Λατῖνος δὲ οὗτος τῶν ἐπιφανῶν, ὃν καἰ κονοσταῦλον ὠνόμασαν· οὕτω γοῦν τὰς ἰδίας καταστήσας δυνάμεις, τὸ σύνηθες καὶ· πάλιν ποιεῖ καὶ κατὰ μέτωπον τῆς παρατάξεως, ὅπη τὰ βασιλικὰ ἐώρα παράσημα, ἐκεῖ τὸν αὐτοκράτορα νομίσας εἷναι ὡς πρηστὴρ τοῖς φαινομένοις ἐμπίπτει. οἱ δὲ μικρὸν ἀντισχόντες, τὰ τούτῳ διδόασιν · ὁ δὲ τούτους διώκων ὄπισθεν ἤλαυνεν ἀκρατῶς, ὡς ὁ λόγος φθάσας ἐδήλωσεν. ὁ μέντοι βασιλεὺς τὰ ἴδια τάγματα ἐπὶ πολὺ φεύγοντα ὁρῶν καὶ τὸν Βαϊμοῦν- [*](C) τον ὄπισθεν τῶν Ῥωμαϊκῶν ταγμάτων ἀκρατῶς διώκοντα, στοχασάμενος ἱκανὸν ἤδη διάστημα τῆς ἰδίας ἀποστῆναι τὸν Βαϊμοῦντον παρεμβολῆς, ἐπὶ τὸν ἵππον ἀναβάς, τὸ αὐτὸ δέη καὶ τοῖς μετ᾿ αὐτοῦ παρακελευσάμενος, καταλαμβάνει τὴν τοῦ Βαϊμούντου παρεμβολήν. καὶ εἴσω ταύτης γενόμενος, πολλοὺς μὶν τῶν παρευρεθέντων Λατίνων ἀναιρεῖ καὶ τὰ λά-

[*](5. malim καὶ τοὺς. 7. φάλαγγαν PG, recte C. 12. κατὰ τὸ μέτωπον G, 15. διδόασι G. 19. τὸν Βαϊμοῦντον om. CG. 21. καταλαμβάνει C, παραλαμβάνει PG.)
251

φύρα ἐκεῖθεν ἀναιρεῖται· εἶτα περιαθρεῖ τοὺς διώκοντας καἰ φεύγοντας. καὶ ἐπεὶ ἀτεχνῶς ἑώρα τὴν φυγὴν ποιουμένους, καὶ τὸν Βαϊμοῦντον ὄπισθεν διώκοντα καὶ ἐκείνου ὄπισθεν τὸν Βρυέννιον, μετακαλεσάμενος τὸν καλούμενον Πυρρὸν Γεώργιον ἐπὶ τοξείᾳ ὑμνούμενον καὶ ἑτέρους ἄνδρας γενναίους, χωρίσας ἱκανοὺς πελταστάς, ὄπισθεν τοῦ Βρυεννίου ὀξέως ἐλαύνειν [*](D) ἐπέσκηψεν φθάσαντας δὲ μὴ ἀγχέμαχον τὴν μάχην ποιῆσαι, ἀλλὰ πόρρωθεν κατὰ τῶν ἵππων μάλα συχνὰ πέμπειν τὰ βέλη. ἐπικαταλαβόντες οὖν τοὺς κελτούς, τοὺς ἵππους πυκνοῖς ὀϊστοῖς ἔβαλλον, ὡς ἐν ἀμηχανίᾳ τοὺς ἱππότας καθίστασθαι. [*](V. 113) καὶ γὰρ Κελτὸς ἀνὴρ πᾶς, ἐποχούμενος μέν, ἀνύποιστος τὴν ὁρμὴν καὶ τὴν θέαν εστιν, ἐπὰν δ’ ἀποβαίη τοῦ ἵππου, τὸ μέν τι τῷ μεγέθει τῆς ἀσπίδος, τὸ δέ τι καὶ διὰ τὰ τῶν πεδίλων προάλματα καὶ δρόμον ἀνεπιτήδειον, εὐχειρότατός τε τηνικαῦτα γίνεται καὶ ἀλλοῖος παντάπασιν ἢ πρότερον, ὀκλαζούσης οἷον καὶ τῆς ψυχικῆς αὐτῷ προθυμίας. καὶ [*](Ρ. 141) τοῦτο, οἶμαι γινώσκων ὁ βασιλεύς, μὴ τοὺς ἱππότας, ἀλλὰ τοὺς ἵππους ἀναιρεῖν ἐπέταττε. τῶν δὲ ἵππων τῶν Κελτῶν πιπτόντων, περιεδινοῦντο οἱ τοῦ Βρυεννίου. καὶ ἀπὸ τῆς τούτων πολλῆς συστροφῆς κονίσαλος μακρὸς καὶ πυκνὸς ἵστατο μέχρι νεφῶν κορυφούμενος, ὡς παραβάλλεσθαι τοῦτον κατ᾿ ἐκεῖ-

[*](6. ἐλαύνειν ὀξέως G. 12. τὴν prius: εἰς CG. 13 τῷ μέντοι Ρ, 10 μέντοι G, τὸ μέν τι C. 14. εὐχειρώτατος G. vid. annotat. 15. ἢ: καὶ CG. 19. περιωδινοῦντο C. 20. κονίσσαλος C.)
252

νο καιροῦ τῷ κατὰ τὴν Αἴγυπτον γεγονότι πάλαι σκότει τάς τε γὰρ τούτων ὄψεις ἀπετύφλου ἡ πυκνότης τῆς κόνεως καὶ ἄγνοιαν ἐμπαρεῖχεν, ὁπόθεν καὶ παρὰ τινων οἱ ὀϊστοἰ πέμπονται. τρεῖς δὲ Λατίνους ἀποστείλας ὁ Βρυέννιος ἐδήλωσε τῷ Βαϊμούντῳ τὸ πᾶν. οἱ καὶ κατέλαβον αὐτὸν εἰς τι [*](Β) νησίδιον ποταμοῦ τοῦ οὕτω καλουμένου Σαλαβρία μετὰ τινων ἱστάμενον ὀλίγων Κελτῶν καὶ σταφυλὰς ἐσθίοντα, ἅμα δὲ καὶ ὑπέρκομπόν τι καυχώμενον, ὅπερ καἰ μέχρι τοῦ νῦν παρῳδεῖται καὶ περιφέρεται. τοῦτο γὰρ πολλάκις ἔλεγε βαρβαρίζων τὸ Λυκοστόμιον, ὅτι “τὸν Ἀλέξιον εἰς λύκου στόμα ἐνέβαλον." τοιοῦτον γὰρ ἡ ὑφεροψία σφάλλουσα τοὺς πολλοὺς καὶ πρὸς τὰ ὑπ’ ὄψιν καὶ ἐν ποσὶ κείμενα ἀκούσας δὲ τὰ παρὰ τοῦ Βρυεννίου μηνυθέντα καὶ ἐπιγνοὺς τὸν δόλον καὶ τὴν δι’ ἀπάτης νίκην τοῦ αὐτοκράτορος, ἤχθετο μέν, ὡς εἰκός, κατέπιπτε δὲ οὐδαμῶς, ὁποῖος ἐκεῖνος. ἀποκριθέντες οἶν τινὲς [*](C) τῶν ὑπ’ αὐτὸν κατάφρακτοι Κελτοὶ ἀνῆλθον εἰς ἀκρώρειάν τινα κατέναντι τῆς Λαρίσσης διακειμένην. τούτους τὸ ὁπλιτικὸν θεασάμενοι, ξὺν πολλῇ Προθυμίᾳ ἐβίαζον προσβαλεῖν αὐτοῖς· ὁ δὲ αὐτοκράτωρ ἀπεῖργε τούτους τοῦ ἐγχειρήματος. ἐκ διαφόρων δὲ πολλοὶ καὶ διάφοροι ξυμμιγέντες ταγμάτων ἀνελθόντες προσέβαλλον τοῖς Κελτοῖς· οἱ δὲ παραχρῆμα κὰτ· αὐτῶν ὡρμηκότες, ἀναιροῦσιν ἄχρι τῶν πεντακοσίων. εἶτα

[*](2. τἀς τε: τότε G. 6. νησήδιον PG, recte C. σαλαυρία CG. 8. παρᾴδεται G. 10. ἔβαλον G. 16. αὐτὸν C, αὐτῷ PG. vid. annotat. 18. σὺν A. προσβαλεῖν FP, ξυμβαλεῖν 19. ἀπῆγε CAG. 20. ἐκ διαφόρων δὲ πολλῶν συμμιγέντες ἀγμάτων Α. 21. προσέβαλλον Α. προσέβαλον PG.)
253

τοῦ βασιλέως στοχασαμένου τὸν τόπον , δι᾿ οὗ ὁ Βαϊμοῦντος μελλε διελθεῖν, καὶ ἀποστείλαντος γενναίους στρατιώτας ετὰ καὶ Τούρκων καὶ τοῦ Μιγιδηνοῦ προεξάρχοντος, ἅμα τῷ τλησίον γενέσθαι, εὐθὺς ὁ Βαϊμοῦντος ὁρμήσας κατ’ αὐτῶν, ἥττησε τούτους μέχρι τοῦ ποταμοῦ διώξας.

[*](D)

Τῇ δὲ μετ᾿ αὐτήν, αὐγαζούσης ἤδη τῆς ἡμέρας, παραδραμὼν τὸν ἤδη ῥηθέντα ποταμὸν μετὰ τῶν συνεφεπομένων αὐτῷ κομήτων καὶ αὐτοῦ δὴ τοῦ Βρυεννίου, ἐπεὶ ἑλώδη τότον ἐν τοῖς τῆς Λαρίσσης μέρεσιν ἐθεάσατο, ἀναμεταξὺ δύο βουνῶν πεδιάδα ἀλσώδη εὑρὼν ἀποτελευτῶσαν εἰς στενωπὸν ὀξύν, (κλεισούραν τοῦτο καλοῦσιν,) τὴν λεγομένην Δεμενίκου ταλάτιον, διὰ τούτου εἰσελθὼν, ἐκεῖ τὸν χάρακα ἐπήξατο. τῇ δὲ μετ᾿ αὐτὴν κατὰ τὸ περίορθρον καταλαμβάνει αὐτον ὁ φαλαγγάρχης Μιχαὴλ ὁ Δούκας, ὁ πρὸς μητρὸς ἐμὸς θεῖος, μετὰ τοῦ ὁπλιτικοῦ παντός ἀνὴρ ἐπὶ φρονήσει διαβεβονμήνος, ὥρᾳ δὲ καὶ μεγέθει σώματος διαφέρων οὐ τῶν τότε [*](Ρ. 142) καιροῦ ἀλλὰ καὶ τῶν πώποτε γεγενημένων, θάμβος γὰρ εἶχεν ἅπαντας τοὺς ὁρῶντας τὸν ἄνδρα,) συνιδεῖν δὲ τὸ μέλλον αὶ φωρᾶσαι τὸ ἐνεστὸς καὶ καταπράξασθαι δεινότατός τε καὶ

[*](V. 114)[*](1. τὸν τόπον Α, τοῦ τόπου PG. 3. καὶ prius add. CA. μιγιδινοῦ Α. 6. τῇ : τὴν Α. μετ’ αὐτὴν κλεισούραν εἰσελθὼν ἰπὶ ἑλώδη τόπον τινὰ, έν τοῖς μέρεσι τῆς Λαρίσσης καἰ διακείμενον καὶ δομενίκου παλατίον καλούμενον, ἐκεῖ τὸν χάρακα ἐπήξατο Α. 9. τῆς om. G. 11. ὀξύν add. CG et in margine P. τοῦτον CG. τὴν λεγομένην : καὶ γενομένην G. Δεμενίκου C, Δομενίκου PAG. 13. αὐτὸν : τὸν τόπον Α. 14. μητρὸς : πατρὸς CG. 15. ἀνήρ τις C. 17. καιροῦ om. A. 19. καὶ primum om. G. καὶ alterum om. C.)
254

ἀπαράμιλλος. τούτῳ ὁ αὐτοκράτωρ ἐπέσκηψεν μὴ πάντας ἐντὸς τοῦ στομίου τῆς κλεισούρας εἰσελθεῖν, ἀλλὰ τὰς μὶν δυνάμεις ἔξωθεν ἵστασθαι ἰλαδόν, ὀλίγους δὲ διελεῖν Τούρκων καἰ Σαυροματῶν τῆς τοξείας εἰδήμονας καἰ τούτοις παραχωρῆσαι τῆς εἰσόδου, ἐπισκῆψαι δὲ τούτοις, μηδενὶ ἑτέρῳ ξίφει πλὴν ὀϊστοῖς χρήσασθαι. εἰσελθόντων δὲ καὶ ἱππασίας ποι- [*](Β) ουμένων κατὰ τῶν Λατίνων, οἱ ἔξωθεν ἱστάμενοι πρὸς ἀλλήλους σφαδάζοντες ἤριζον, ὁποῖος ἂν τὸ στόμιον εἰσέλθοι. ὁ γὰρ Βαϊμοῦντος πλήρης ὢν στρατηγικῆς ἐπιστήμης, τοὺς ὑπ᾿ αὐτὸν ἐκέλευε συνησπικότας ἵστασθαι, καὶ ταῖς ἀσπίσιν ἑαυτοὺς περιφράττοντας ἀτρεμεῖν. ὁ δέ γε πρωτοστράτωρ θεασάμενος τοὺς ὑπ’ αὐτὸν κατὰ μικρὸν ἐκρέοντας καὶ εἰσερχομένους διὰ τοῦ στομίου, εἰσῆλθε καὶ αὐτός. ὁ δὲ Βαϊμοῦντος τούτους θεασάμενος, ὥσπερ λέων ἐχάρη μεγάλῳ ἐπὶ σώ ματι κύρσας, εἶπεν ἄν τις Ὁμηρικῶς, ὣς καὶ οὗτος ἰδὼν ἐν αὐτοῖς ὀφθαλμοῖσι τούτους καὶ τὸν πρωτοστράτορα Μιχαήλ, [*](C) ἀσχέτῳ ῥύμῃ πανσυδὶ κατ’ αὐτῶν ἴεται· οἱ δὲ παραχρῆμα νῶτα τούτοις διδόασιν. Οὐζᾶς δὲ τὴν κλῆσιν φερώνυμον ἐκ τοῦ γένους λαχών, ἐπ’ ἀνδρείᾳ διαβεβοημένος, εἰδὼς ἠδ’ ἐπὶ δεξιὰ ἠδ’ ἐπ’ ἀριστερὰ νωμῆσαι βῶν ἀζαλέην, καθ’ Ὅμηρον, ἐν

[*](1. ἐπέσκηψεν ὁ αὐτοκράτωρ G. 2. τῆς κλεισούρας στομίου G, altero ordine PA. 3. ἔξω A. διελὼν C, διελθεῖν A. 4. καὶ alterum om. CG. 5. τούτοις: σφίσι Α. 9. στρατηγικῆς FC et in margine P, βασιλικῆς PAG. 12. αὐτὸν : αὐτοὺς Α. 13. ὁ δὲ : καὶ ὁ A. 14. τούτους : τοῦτον A. ὥστε coni. Hoeschel. 16. ὀφθαλμοῖσι CAG, ὀφθαλμοῖς P. 18. τούτοις add, Α. 19. λαβὼν G. 20. καθ᾿ Ὅμηρον om. A.)
255

τῷ τοῦ στομίου ἔξέρχεσθαι δεξιὰ παρεκκλίνας, γοργῶς ἐπιστραφείς, καίει τὸν αὐτῷ ὑπαντιάσαντα Λατῖνον· ὁ δ᾿ εὐθὺς κύμβαχος κατὰ γῆς ἔκειτο. ὁ δὲ Βαϊμοῦντος ἐδίωκε τούτους μέχρι τοῦ ποταμοῦ Σαλαβρία. ἐν δὲ τῷ φεύγειν ὁ ἤδη ῥηθεὶς Οὐζᾶς παίει τὸν τὴν σημαίαν τοῦ Βαϊμούντου κατέχοντα διὰ τοῦ δόρατος, καὶ τὴν σημαίαν τῶν χειρῶν αὐτοῦ ἀφαρπάσας, μικρὸν περιδινεῖ καὶ κλίνει πρὸς τὸ πρανές. οἱ [*](D) γοῦν Λατῖνοι τὴν σημαίαν ἐ·ξ ὀρθίου σχήματος κατακλιθεῖσαν ἑωρακότες, ἐν συγχύσει γεγόνασι καὶ ἐφ’ ἑτέραν ἐτράοντο ἀτραπόν, δι’ ἦς καὶ τὰ Τρίκαλα καταλαμβάνουιν ἤδη προκατασχεθέντα παρά τινων τῶν τοῦ Βαϊμουντου πρὸς τὸ Λυκοστόμιον φευγόντων. κἀκεῖσε τέως αὐλίζονται εἴσω τούτων γεγονότες· ἐκεῖθεν δὲ καταλαμβάνουσι τὴν [*](P. 143) καστορίαν. ὁ δὲ βασιλεὺς ὑποστρέψας ἀπὸ Λαρίσσης καὶ ἔτην Θεσσαλονίκην καταλαβών, ὁποῖος ἐκεῖνος περὶ τὰ τοιαῦτα, ταχὺ μάλα πρὸς τοὺς σὺν τῷ Βαϊμούντῳ κόμητας ἀποτείλας, πολλὰς ὑποσχέσεις ἐπεποίητο, εἰ τὸν Βαϊμοῦντον τοὺς μισθοὺς ἀπαιτήσουσιν, οὕσπερ αὐτοῖς καὶ ὑπέσχετο· τοῦ δὲ μὴ ἔχοντος ἀποδοῦναι παραπείσουσι τοῦτον κατελθεῖν ἰς τὴν θάλασσαν καὶ ἀναζητῆσαι ταῦτα ἀπὸ τοῦ ἰδίου πατρὸς Ῥομπέρτου, καὶ αὐτὸν ἐκεῖνον διαπερᾶσαι τοὺς αὐτῶν μισθοὺς ἐξαιτησόμενον. καὶ εἰ τοῦτο ἀνύσαιεν, πάντας τιμῆς νὼ εὐεργεσιῶν μυρίων ἐπαπολαῦσαι. καἰ ὅσοι μὲν τούτῳ

[*](Β)[*](1. καὶ γοργῶς Α. 2. ὑπαντιάσαντα PA, ὑπαντήσαντα CG. 4. σαλαυρία CG. 8. ἐξ ὀρθίου σχήματος om. A. 11. πάρα τινων τῶν πάρα του Βαϊμούντου πρὸς τὸ Λυκοστόμιον φύγον τῶν coni. Wilken. Hist. Comn. p. 200. 12. αὐλίζονται C, ηὐλίζοντο PG. 16. σὺν : έν G. 18. ὥσπερ CAG. 23. μυρίων ὐεργεσιῶν A. τούτω Δὶ τούτων PG. vid. annotat.)
256

ἑαὶ μισθῷ δουλεῦσαι θελήσουσι, προσλαμβάνεσθαι τούτους καὶ ἀποχρῶντα τὸν μισθὸν ἀποδοῦναι κατὰ τὰ θελήματα αὐτῶν, τοὺς δ’ αὖ εἰς τὰς οἰκίας αὐτῶν βουλομένους ἀπελθεῖν ἀκινδύνως διαβιβάσαι διὰ τῆς Οὐγγρίας. ὑπείξαντες οὖν τῷ τοῦ βασιλέως προστάγματι οἱ κόμητες, τοὺς τῶν παραδραμόντων τεσσάρων ἐνιαυτῶν μισθοὺς ἀσυμπαθῶς ἀπῄτουν. ὁ δὲ μὴ ἔχων ἀποδοῦναι, ἀνεβάλλετο τέως. ὡς δὲ ἐνέκειντο εὔλογα [*](V. 115) αἰτοῦντες, μὴ ἔχων ὅ τι καὶ δράσειε, τὸν μὲν Βρυέννιον αὐτοῦ που φυλάσσειν τὴν Καστορίαν κατέλιπε, καὶ τὸν τοὺ Πολόβους φυλάσσοντα Πέτρον τοῦ Ἀλίφα· αὐτὸς δὲ τὸν Αὐλῶνα κατέλαβε. τοῦτο δὲ μεμαθηκὼς ὁ βασιλεὺς νικητὴς εἰς τὴν βασιλεύουσαν τῶν πόλεων ἐπαναζεύγνυσι.

[*](C)

Καταλαβὼν δὲ ταύτην καὶ ἐν συγχύσει τὰ κατὰ τὴν ἐκκλησίαν εὑρών, οὐδὲ πρὸς βραχύν τινα χρόνον ἀνέσεως ἔτυχεν. ἀλλ’ ὁποῖος ἐκεῖνος ἀποστολικὸς μαθητὴς ὤν, ἐπεὶ κυμαινομένην τοῖς τοῦ Ἰταλοῦ δόγμασι τὴν ἐκκλησίαν εὗρε, κὰν κατὰ τοῦ Βρυεννίου ἐβουλεύετο, Κελτὸς δὲ οὗτος τὴν Καστορίαν κατασχών, ὡς εἴρηται,) ἀλλ’ οὐδ’ οὕτως ἠμέλει τοῦ δόγματος. ἔπι τούτοις γὰρ καὶ τὰ κατὰ τὸν Ἰταλὸν περὶ τῆς αἱρέσεως τοῦ Ἰταλικοῦ] ἐβλάστησαν μεγάλως τὴν ἐκκλη- [*](D) σίαν συνταράττοντα. οὗτος δὲ ὁ Ἰταλὸς δεῖ γὰρ τὰ κὰτ

[*](3. ἀκινδύνους C. 6. ἀσυμπαθῶς om. A. 8. δράσειε Α, δράσειεν PG. 9. κατέλειπε G. καὶ τὸν πέτρον τοῦ ἀλίφα τοὺς πολόβους φυλάξαντα Α. 11. νικητὴς om. A. 12. ἐπαναζεύγνυτο Α. 15. ἐτύγχανεν A. μαθητὴς add. A. 16. Ἰταλικοῦ CG. 17. κατὰ C, καὶ P, καὶ λατὰ G. 19. τὰ περὶ τῆς αἱρέσεως τοῦ Ιταλικοῦ κατὰ τὸν Ἰταλὸν ἐβλάστησαν G. ego indicem capitis, qui in textum irrepsit, uncis inclusi. 21. ταράττοντα CG. ὁ om, AG.)
257

αὐτὸν ἐξ ἀρχῆς αὐτῆς διηγήσασθαι,) ὥρμητο μὲν ἐξ Ἰταλίας καὶ ἐν τῇ Σικελίᾳ ἐφ’ ἱκανὸν διέτριψε· νῆσος δὲ αὕτη ἀγχοῦ τῆς Ἰταλίας διακειμένη. οἱ γὰρ Σικελοὶ ἀποστάντες τῆς Ῥωμαίων ἀρχῆς καὶ εἰς πόλεμον κὰτ αὐτῶν καἰ μάχας ἀπονεωευκότες, τοὺς Ἰταλοὺς εἰς συμμαχίαν προὐκαλέσαντο μεθ᾿ ὦν καὶ ὁ τοῦ Ἰταλοῦ πατὴρ ἦν, ἔχων καὶ τὸν παῖδα μεθ’ ἑαυτοῦ, κἂν μὴ στρατεύσιμον εἶχε τὴν ἡλικίαν, συνεφεπόμενον τούτῳ καὶ συμπαρασκαίροντα καὶ τὰ πολεμικά, οἶα τὰ τῶν Ἰταλῶν, παιδευόμενον. τὰ μὲν οὖν πρῶτα τῆς ἡλικίας οὕτως εἶχε τῷ Ἰταλῷ, καὶ ἡ πρώτη τοιαύτη τούτῳ καταβολὴ τῆς παιδεύσεως. ἐπεὶ δὲ ὁ κλεινὸς ἐκεῖνος Γεώργιος ὁ Μανιάκης, [*](P. 144) τοῦ Μονομάχου τὰ σκῆπτρα τῆς Ῥωμαίων διέποντος, τυραννήσας τὴν Σικελίαν κατέσχε, μόλις ἐκεῖθεν ὁ τοῦ Ἰταλοῦ λοῦ πατὴρ καὶ τὸν παῖδα ἐπιφερόμενος πέφευγε. καὶ εἰς Λογγιβαρδίαν φυγάδες ἄμφω κατήχθησαν ἔτι ὑπὸ Ῥωμαίους τελοῦσαν. ἐκεῖθεν δὲ οὗτος ὁ Ἰταλός, οὐκ οἶδ’ ὅπως, τὴν Κωνσταντινούπολιν κατέλαβεν, ἁπάσης παιδείας καἰ τέχνης λογικῆς οὐκ ἐνδεῶς ἔχουσαν. καὶ γὰρ ἀπὸ τῆς αὐτοκρατορίας Βασιλείου τοῦ πορφυρογεννήτου μέχρι αὐτῆς τῆς τοῦ Μονομάχου βασιλείας ὁ λόγος, εἰ καί τοῖς πλείοσιν ἐρρᾳθύμητο, ἀλλ’ οὖν γε πάλιν οὐ καταδεδυκώς, ἀνέλαμψε καὶ ἀνέθορε [*](Β) καὶ διὰ σπουδῆς τοῖς φιλολόγοις ἐγένετο ἔπι τῶν χρόνων Ἀλεξίου τοῦ αὐτοκράτορος τὰ πρὸ τούτου χλιδώντων

[*](1. αὐτῆς add. CA. τῆς τῶν Ρωμαίων G. 7. στρατεύειν CG. 8. καὶ alterum om. G. 11. Γεώργιος ἐκεῖνος ΡG, altero ordine F. 17. Κωνσταντίνου Α.)
258

τῶν πλειόνων καὶ παιζόντων ἀνθρώπων καὶ ὀρτυγίαις καὶ ἄλλοις αἰσχίοσι παιγνίοις ἐνασχολουμένων διὰ τὴν χλιδήν, λόγον δὲ καὶ παίδευσιν ἅπασαν τεχνικὴν ἐν παρέργῳ τιθεμένων. οὕτως οὖν τοὺς ἐνταῦθα ἔχοντας ὁ Ἰταλὸς εὑρηκώς, καὶ ἀνδράσιν ὁμιλήσας σχολαστικοῖς καὶ ἀμειλίκτοις καὶ τὸ ἦθος ἀγρίοις, (ἦσαν γὰρ τότε καί τινες πέρι τὴν βασιλεύουσαν τοιοῦτοι,) παιδείας τοίνυν λογικῆς ἐξ ἐκείνων μετασχών, καὶ Μιχαὴλ ἐκείνῳ τῷ φελλῷ ἐν ὑστέρῳ προσωμίλησεν, ὃς οὐ πάνυ τοι παρὰ διδασκάλοις σοφοῖς ἐφοίτησε, διὰ φύσεως [*](C) δὲ δεξιότητα καὶ νοὸς ὀξύτητα, τυχὼν μέντοι καὶ θεοῦ ἀρωγοῦ πρὸς τούτοις διὰ τὴν θερμοτάτην ἱκεσίαν τῆς μητρὸς αὐτοῦ ἐπαγρυπνούσης συχνῶς τῷ ἐν τῷ ναῷ τοῦ Κύρου τῆς θεοτόκου σεμνῷ εἰκονίσματι καὶ θερμοῖς τοῖς δάκρυσιν ὑπὲρ τοῦ παιδὸς ἐκκαλουμένης, εἰς ἄκρον σοφίας ἁπάσης ἐληλακὼς [*](V. 116) καὶ τὰ Ἑλλήνων καἰ τὰ Χαλδαίων ἀκριβωσάμενος, γέγονε τοῖς τότε χρόνοις περιβόητος ἐν σοφίᾳ τούτῳ γοῦν ὁ Ἰταλὸς προσομιλήσας ἐν ἀπαιδεύτῳ ἤθει καὶ βαρβαρικῷ οὐκ ἠδύνατο [*](D) φιλοσοφίας εἰς βάθος ἐλθεῖν, διδασκάλων ὅλως μηδ’ έν τῷ μανθάνειν ἀνεχόμενος, θράσους ὢν μεστὸς καὶ ἀπονοίας βαρ-

[*](1. πλειόνων ἀνθρώπων καὶ παιζόντων Α, πλειόνων καὶ παιζόντων ἀνθρώπων PG. καὶ ante ὀρτυγίαις om. AG, ὀρτυγοθήραις G, ὀρτησίαις Α ὀρθυγίαις Ρ. correxi. vid annotat. 2. ἀσχολουμένων C 3. τεχνικὴν: λογικὴν Α. 6. τινες τοιοῦτοι περὶ τὴν βασιλεύουσαν Α. 9. οὐ πάνυ: καὶ πάνυ Α. τοι: lege τι. 10. ὀξύτητα: εὐθύτητα Α. μέν τι Α. 11. διὰ τὴν θερμοτάτην — αὐτοῦ AG, δία τὴν τῆς μητρὸς θερμοτάτην ἱκεσίαν αὐτοῦ Ρ et omisso αὐτοῦ C. 12. ἐμ τῷ A, αὐτῷ PG. 13. σεμνῷ C, σεπτῷ PAG. 15. τὰ alterum om. A. 16. τότε: τε G. ἐν σοφίᾳ om. G. 18. διδασκόντων CG.)
259

βαρικῆς, πάντων τε καθυπερτερεῖν καὶ πρὸ τοῦ μαθεῖν οἰόμενος, καἰ πρὸς αὐτὸν τὸν Ψελλὸν ἐκ πρώτης ἀφετηρίας ἀντετάξατο. ἐμβαθύνας δὲ τῇ διαλεκτικῇ, μεθημερινοὺς θορύβους έν πανδήμοις συνελεύσεσιν ἐποιεῖτο, σοφιστικὰς συνείρων ἐρεσχελίας, καὶ πᾶν εἶ τι τοιοῦτον προτιθείς, καὶ αὖθις [*](P. 145) ὑπέχων λόγον τοιουτότροπον. τοῦτον προσηταιρίσατο κὼ ὁ τηνικαῦτα βασιλεύων Μιχαὴλ ὁ Δούκας καὶ οἱ τούτου ἀδελφοί· καὶ δευτέρου μὲν λόγου τοῦτον πρὸς τὸν φελλὸν ἐτίθεντο, ὅμως δὲ περιείχοντό τε αὐτοῦ κὼ ἐν λογικαῖς συνεχρῶντο ἁμίλλαις· ἦσαν γὰρ φιλολογώτατοι οἱ Δοῦκαι, καὶ οἱ τοῦ αὐτοκράτορος ἀδελφοὶ καὶ αὐτὸς δὴ ὁ βασιλεὺς Μιχαήλ. ὁ δὲ Ἰταλὸς θερμὸν ἀεὶ καὶ μανικὸν πρὸς τὸν Ψελλὸν ἔβλεπε, κἀν ἐκεῖνος ὡς ἀετὸς τῶν τοῦ Ἰταλοῦ ἐρεσχελιῶν ὑπερίπτατο, διεγείρετο καὶ ἐπρίετο, ἐνεπίμπρατο ἢ ἐλυπεῖτο. τί τὸ μετὰ ταῦτα; ἐσφάδαζε τὰ τῶν Λατίνων τε καὶ Ἰταλῶν [*](Β) κατὰ Ῥωμαίων, καὶ ἡ τῆς Λογγιβαρδίας ὅλης ὁμοῦ καὶ Ἰταλίας ἐμελετᾶτο κατάσχεσις. κω ὁ βασιλεὺς ἐκεῖνος τὸν Ἰταλὸν ὡς οἰκεῖον δῆθεν καὶ ἄνδρα ἀγαθὸν καὶ τὰ τῶν Ἰταλῶν ἐπιστάμενον εἰς Ἐπίδαμνον ἀπέστειλε. καὶ ἵνα συντέμω τὸν λόγον ὡς κἀκεῖ κἀκεῖ ἐφωρᾶτο τὰ ἡμέτερα προδιδούς, καὶ ἀπεστέλλετο ὁ

[*](1. ὑπερτερεῖν G. μαθεῖν A, μανθάνειν PG. 3. καθημερινοὺς Α. 4. συνελεύσεσι πεποίητο Α. 6. λόγον τοιοῦτον. τοῦτον τρόπον προσηταιρίσατο P, recte CAG. 8. τοῦτον om. GA. 9. περιείχοντό τε A, περιεῖχον τότε PG. 11. δὴ: δὲ τε add. CA. ὅλως 17. 6 om. Α. ἐκεῖνον Α. 18. καὶ prius om. Α. τῶν Α, τὸν P, κατὰ τῶν G. 19. συντέμων G, συντέμω PA. 20. τὰ καταπροδιδοὺς ἡμέτερα P, τὰ ἡμέτερα προδιδοὺς CAG.)
260

μέλλων αὐτὸν μετακινεῖν ἐκεῖθεν, τούτου αἰσθόμενος φυγὰς εἰς Ῥώμην ᾤχετο. εἰθ᾿ ὁποῖος ἐκεῖνος μεταμεληθείς, πρὸς τὸ βασιλέα παρακλήσει χρησάμενος, κάτα τὴν κέλευσιν ἐκείνου τὴν Κωνσταντινούπολιν κατέλαβε, τὴν μονὴν τὴν οὕτω κα. [*](C) λουμένην πηγὴν ἐνδιαίτημα λαβὼν καὶ τὴν ἐκκλησίαν τῶν ἁγίων τεσσαράκοντα. ἔνθα καὶ τοῦ φελλοῦ μεταχωρήσαντος Βυζαντόθεν μετὰ τὴν ἀπόκαρσιν, αὐτὸς φιλοσοφίας ἁπάσης προέστη διδάσκαλος, ὕπατος τῶν φιλοσόφων χρηματίσας, καὶ τὰς τε Ἀριστοτελικὰς βίβλους καὶ τὰς Πλατωνικὰς ἐξηγεῖσθαι ἐσπούδαζεν. καὶ ἦν μὲν τῷ δόξαι πολυμαθέστατος, δεινὸς δὲ μᾶλλον εἴπερ τις ἄλλος διερευνήσασθαι τῶν ἄλλων τὴν δεινοτάτην περιπατητικήν, καὶ ταύτης πλέον τὴν διαλεκτικήν. πρὸς δὲ τὰς ἄλλας τέχνας τῶν λόγων οὐ πάνυ τι εὐφυῶς εἶχεν, ἀλλὰ περί τε τὴν γραμματικὴν ἐχώλευε τέχνην καὶ [*](D) τοῦ ῥητορικοῦ νέκταρος οὐκ ἐγεύσατο· οὐδὲ ἐκεῖθεν ὁ λόγος τούτῳ ἐφήρμοστο καὶ εἰς κάλλος ἀπέξεστο. ἔνθεν τοι καὶ τοῦ χαρακτῆρος εἶχε στρυφνῶς καὶ τὸ πᾶν ἐμπεριβόλως. καὶ [*](V. 117) συνενεύκει ὁ λόγος αὐτῷ τὰς ὀφρῦς, καὶ διόλου ἀπέπνει δρι- [*](Ρ. 146) μύτητος. διαλεκτικῶν δὲ ἐφόδων ἐμεμέστωτο τούτῳ τὸ σύγ-

[*](1. ἐκεῖθεν μετακινεῖν A, μετακινῆσαι CG. 2. ὁποῖος ἐκεῖνος om. A. 3. τὴν add. Α. 4. τὴν Κωνσταντίνου Α. idque habet Ducang. Constant. Christ. IV. p. 184. 10. τὸ δόξαι G, τῷ om. Α. φιλομαθέστατος A. 11. εἴπερ: ἤπερ A. τῶν ἄλλων: lege τῶν ἀνθρώπων. vid. annotat. διερευνήσασθαι τῶν ἄλλων om. G, διερευνήσασθαι om. ἐν τῷ διερευνᾶσθαι τὴν δεινοτάτην Α. 13. ἄλλας om. Α. πάνυ τι CG, παντὶ P. 15. οὐδ’ Α. 16. τούτῳ CAG, τούτου Ρ. 17. an ἀνεμπεριβόλως? vid. annotat. 18. δόλου P, διόλου CAG. 19. τούτου AG.)
261

γράμμα, καὶ ἡ γλῶττα τῶν ἐπιχειρημάτων ἐπεφόρητο τῷ διαλεγομένῳ ἐν ταῖς ὁμιλίαις μᾶλλον ἢ ταῖς γραφαῖς. οὕτως εἶχεν ἰσχυρῶς πρὸς τὰς διαλέξεις καὶ τοσοῦτον ἄφυκτος ἦν, ὡς τὸν ἀποκρινόμενον αὐτομάτως συναχθῆναι πρὸς τὴν σιγὴν καὶ εἰς ἀμηχανίαν ἐλθεῖν. ἑκατέρωθεν γὰρ τῆς ἐρωτήσεως βόθρον ὤρυττε, καὶ εἰς φρέαρ ἀποριῶν ἐνέβαλλε τὸν προσδιαλεγόμενον. οὕτως ἐμπείρως ἔχων τῆς διαλεκτικῆς ὁ ἀνήρ, καἰ ταῖς ἐπαλλήλαις ἐπερωτήσεσι κατέπνιγε τοὺς διαλεγομένους, συγχέων αὐτῶν καὶ συνταραττων τὸν νοῦν. καὶ οὐκ ἦν τὸν ἅπαξ αὐτῷ συντυχόντα τοὺς λαβυρίνθους τούτους διελθεῖν. [*](Β) ἀμουσότατος δὲ ἄλλως ἦν, καὶ θυμὸς αὐτοῦ κατεκράτει· καὶ ἤν τινά που προσεκτήσατο ἀρετὴν ἀπὸ τοῦ λόγου, κατέλυε καὶ ἠφάνιζεν ὁ θυμός. διελέγετο γὰρ καὶ ἔπεσι καὶ χερσὶν ὁ ἀνήρ, κω τὸν προσδιαλεγόμενον οὐκ ἠφίει πρὸς ἀπορίαν ὅλως λθεῖν, οὐδὲ αὔταρκες ἦν αὐτῷ τὸ ἐπιρράψαι τοῦ ἀντικειμένου τὸ στόμα καὶ σιγὴν αὐτῷ καταψηφιεῖσθαι, ἀλλ᾿ εὐθὺς ἡ χεὶρ κατά τε τοῦ πώγωνος καὶ τῶν τριχῶν προσεφήλλετο, καὶ ὕβρις εὐθὺς ξυνεπόδιζεν ὕβριν· καὶ ἀκάθεκτος ἥν ὁ ἄνθρωπος καὶ τὰς χεῖρας ὁμοῦ καὶ τὴν γλῶτταν. τοῦτο δὲ

[*](C)[*](3. ἄφικτος C. 4. αὐτομάτως: αὐτοκράτορα Α. συναχθῆναι A, συνενεχθῆναι PG. 6. ἐνέβαλε A. πρὸς τὸν διαὶγόμενον Α. 7. ἔχων Α, εἶχε PG. 8. τοὺς διαλεγομένους κατέπνιγε A. 9. ταράττων Α. καὶ alterum om. A. 10. λαβιρύνθους P. τούτους om. A. 12. ἥν τινα CG. που om. CAG. 13. ἠφανίζετο A. 14. διαλεγόμενον Α. ἀφίει Α. 15. οὐδ᾿ Α. αὐτοῦ G. ἐπιῤῥάψαι τὸ τοῦ ἀντικειμένου στόμα G. 16. καταψηφιᾶσθαι G. an καταψηφίσασθαι? lege αὐτοῦ 17. τῶν om. P, add. CAG. 18. ξυνεπόδιζεν CA, ξυνεμπόδιζεν P. ὁ ἀνὴρ Α.)
262

μόνον οὐκ ἀφιλόσοφον εἶχεν, ὅτι μετὰ τὴν πληγὴν κατελίμπανεν τοῦτον ὁ θυμός, καὶ τὸ δάκρυον κατελάμβανε, καὶ εἰς λαμπρὸν μετάμελον ἤρχετο. εἰ δέ τῳ φίλον καὶ περὶ τῆς ὄψεως αὐτοῦ μαθεῖν, μεγάλη μὲν αὐτοῦ ἡ κεφαλή, τὸ μέτωπον προπετέστατον, πρόσωπον ἐμφανές κὼ ὁ μυκτὴρ ἐλεύθερόν τε καὶ ἄνετον ἀπέπνει τὸν ἀέρα, καὶ περιφερὴς ὁ πώγων, τὰ στέρνα εὐρὺς καὶ εὐπαγὴς τὰ μέλη τοῦ σώματος τὴν δὲ τῆς ἡλικίας ἀναδρομὴν τῶν εὐμηκεστέρων ἥττων τὴν δὲ φωνὴν τοιοῦτος, οἷος ἂν ἀπὸ Λατίνων ἐληλυθὼς νεανίας εἰς τὴν [*](D) ἡμεδαπὴν γῆν, τὰ Ἑλλήνων μὲν ἐκμάθοι, οὐ πάνυ δὲ καθαριεύοιτο τὴν φωνήν· ἀλλ’ ἔστιν οὗ καὶ κολοβώτερα ἐκφέρειν τὰς συλλαβάς. ἀλλ’ οὔτε τὸ τοῦ στόματος οὐκ εὐαγές, οὔτε τὸ εἰς ἄκρον ἄφωνον ἐλάνθανε τοὺς πολλούς, τοῖς δὲ ῥητορικωτέροις ἀγροικίζων κατελαμβάνετο. ἔνθεν τοι καὶ τὰ συγγράμματα τούτου συνέσφιγκτο μὲν ἁπανταχόθεν τοῖς διαλεκτικοῖς τόποις. ἀσυνταξίας δὲ κακίαν καὶ σολοικισμὸν σποράδην διερριμμένον παντάπασιν οὐκ ἐξέφευγεν.

[*](Ρ. 147)

Οὗτος τοίνυν προκαθήμενος φιλοσοφίας ἁπάσης, καἰ συρρεούσης εἰς αὐτὸν τῆς νεότητος, καὶ γὰρ τά τε Πρόκλου καὶ Πλάτωνος καὶ τὰ φιλοσόφων ἀμφοῖν Πορφυρίου τε καὶ

[*](1. οὐκ om. C, ὡς AG. κατελίμπανεν AG, καταλίμπανεν P. 2. τοῦτον: αὐτὸν AG. εἰς μετάληψιν ἤρχετο A. 5. malim τὸ πρόσωπον. 6. ἐπέπνει C. 8. εὐμηκεστάτων CG. 9. τοιοῦτος ἦν A. 10. ὃς τὰ A. μάθοι A. καθαριεύοιτο τί τὴν P, τί om. AG, καθαριεύει C. 11. κολοβωτέρας P, κολοβώτερος G, κολοβώτερα Α. ἐκφέροι A, ἐκφέρει C. 12. οὐκ· om. AG. 13. ἄκρου G. 14. ἀγροικίζειν G. 15. συνέσφικτο P. διαλεκτικῆς Α. 16. δὲ καἰ κακίαν PG, καὶ om. A. 17. ἐξέφυγον G. 20. τὰ om. Α.)
263

Ἰάμβλιχον ἀνεκάλυπτε τούτοις δόγματα, καὶ μάλιστα τὰς Ἀριστοτέλους τέχνας καἰ τὴν ὡς ὀργάνου παρεχομένην χρείαν ὑφηγεῖτο τοῖς ἐθέλουσι πραγματείαν, καὶ ταύτῃ μᾶλλον ἐνηβρύνετο καὶ ἐνησχόλητο,) οὐ πάνυ τι τοὺς μανθάνοντας ὠφελῆσαι ἐνίσχυσε, τὸν θυμὸν καἰ τὴν ἄλλην τοῦ ἤθους ἀκαταστασίαν κωλύμην ἔχων. καὶ ὅρα μοι τοὺς τούτου μαθητάς τὸν Σολομῶντα Ἰωάννην καί τινας Ἰασίτας καὶ Σερβλίας καὶ ἄλλους τάχα [*](V. 118) περὶ τὴν μάθησιν ἐσπουδακότας· ὧν τοὺς πλείους θαμὰ φοιτῶντας [*](Β) πρὸς τὰ βασίλεια καὶ αὐτὴ ἐθεασάμην ὕστερον, τεχνικὸν μηδέν τι κατὰ ἀκρίβειαν εἰδότας, σχηματιζομένους δὲ τὸν διαλεκτικὸν κινήσεσιν ἀτάκτοις καὶ μορίων παραφόροις τισι μεταφοραῖς ὑγιὲς δὲ οὐδὲν ἐπισταμένους, προβαλλομένους τὰς ἰδέας, ἤδη δὲ καὶ τὰς μετεμψυχώσεις συνεσκιασμένως πως καὶ ἄλλ᾿ ἄττα ὁμοιότροπα καὶ παραπλησίως τούτοις ἀλλόκοτα. καὶ τις γὰρ λόγου μετέχων οὐ παρῆν, τοῦ ἱεροῦ ζεύγους τοσοῦτον περὶ τὴν τῶν θείων λόγων ἐξερεύνησιν διὰ πάσης νυκτὸς καὶ ἡμέρας διαπονουμένων, τοὺς ἐμούς φημι τοκέας καἰ βασιλεῖς ἀλλά τι μικρὸν παραδιηγήσομαι· δίδωσι [*](C) γάρ μοι τοῦτο νόμος ῥητορικός. μέμνημαι τῆς μητρὸς καὶ βασιλίδος πολλάκις, ἀρίστου προκειμένου, βίβλον ἐν χεροῖν φερούσης καὶ τοὺς λόγους διερευνωμένης τῶν δογματι-

[*](3. θέλουσι G. ἐνηυρύνετο Α. 4. πάνυ τι CA, πάνυ τοι PG. 5. ἐνίσχυσε CAG, ἐξίσχυσε P. 6. κωλύμην CA, κώλυμα PG. σολομῶντα, Ἰωάννην G. 10. τι μηδὲν G. 12. δ᾿ G. 13. ἤδη δὲ om. CG. lege ἔτι δὲ 14. ἀλλάττα Α, ἄλλ’ ἅττα PG. correxi. 18. δίδοσι P.)
264

στῶν ἁγίων πατέρων, μάλιστα δὲ τοῦ φιλοσόφου Μαξίμου καὶ μάρτυρος. ἐσπουδάκει γὰρ οὐ τοσοῦτον περὶ τὰς φυσικὰς συζητήσεις, ὁπόσον πέρι· τὰ δόγματα, τὴν ὄντως σοφίαν καρποῦσθαι βουλομένη. καί μοι πολλάκις θαυμάζειν ἐπῄει, [*](D) καὶ θαυμάζουσα ἔφην ποτὲ πρὸς αὐτὴν “πῶς αὐτόθεν πρὸς τοσοῦτον ὕψος ἀπέβλεψας; ἔγωγε τρέμω, καὶ οὐδ’ ἄκροις ὦσιν ἀποτολμῶ τούτων ἐπαίειν. τὸ γὰρ πάνυ θεωρητικόν τε καὶ νοερὸν τοῦ |ἀνδρός, ὥς φασιν, ἴλιγγον παρέχεται ἀναγινώσκουσιν." ἡ δὲ μειδιάσασα ἔφη “ἐπαινετὴν οἴδα τὴν [*](P. 148) δειλίαν ταύτην καὶ οὐδ’ αὐτὴ ἀτρέμας ταῖς βίβλοις ταύταις πρόσειμι. ἀλλ’ ὅμως ἀποσπᾶσθαι τούτων οὐ δύναμαι. σὺ δέ μοι μικρὸν ἀνάμεινον, καὶ ταῖς ἄλλαις ἐγκυψασα βίβλοις πρότερον, καὶ τῆς τούτων ἀπογεύσει ἡδύτητος." ἔτρωσέ μου τὴν καρδίαν ἡ τῶν ῥηθέντων μνήμη, καὶ ὥσπερ εἰς πέλαγος ἄλλων διηγημάτων ἐμπέπτωκα. ἀλλὰ με θεσμὸς ἱστορίας ἀπείργει· ἔνθεν τοι καὶ πρὸς τὰ κατὰ τὸν Ἰταλὸν ἀνατρεχέτω ὁ λόγος. έν τούτοις οὖν τοῖς ἄνωθεν ῥηθεῖσιν αὐτοῦ μαθηταῖς ἀκμάζων ὁ Ἰταλός, πᾶσι καταφρονητικῶς προσ- [*](B) ἐφέρετο, τοὺς πολλοὺς τῶν ἀνοήτων πρὸς ἀνταρσίας ἀνακινῶν καὶ τυράννους ἐκ τῶν οἰκείων μαθητῶν οὐκ ὀλίγους ἀποκαθιστάς. καὶ εἶχον πολλοὺς προσφέρειν, εἰ μὴ ὁ χρόνος με τὴν μνήμην ἀφείλετο. ἀλλὰ ταῦτα μὲν ἦσαν πρὸ τοῦ ἀνἀ-

[*](6. ἀπέβλεψας G, ἐπίβλεψας P. 15. ἄλλων C, ἄλλο PG. 18. Ἰταλικὸς G. 19. ἀνταρσίας Α, αὐταρσίας PG. 20. μαθητῶν Α, μαθημάτων PG. 22. μνήμην: λύπην A.)
265

χθῆναι τὸν ἐμὸν πατέρα εἰς τὴν τῆς βασιλείας περιωπήν· ἐπεὶ δὲ τὰ ὡδὶ παιδείας εὗρεν ἁπάσης ἐνδεῶς ἔχοντα καὶ τέχνης λογικῆς, τοῦ λόγου πόρρω που ἀπελαθέντος, αὐτός, εί του σπινθῆρές τινες ἦσαν τούτου ὑπὸ σποδιᾷ κρυπτόμενοι, ἀναχωννύειν ἠπείγετο, καὶ τοὺς ὅσοι περὶ τὰ μαθήματα ἐπιρρεπῶς εἶχον, ἦσαν γάρ τινες καἰ οὗτοι βραχεῖς καὶ μέχρι [*](C) τῶν Ἀριστοτελικῶν ἑστηκότες προθύρων,) τούτους πρὸς μάθησιν ὀτρύνων οὐκ ἐνεδίδου, προηγεῖσθαι δὲ τὴν τῶν θείων βίβλων μελέτην τῆς Ἑλληνικῆς παιδείας ἐπέτρεπε. τὸν δὲ Ἰταλὸν εὑρηκὼς τὰ πάντα μεστὰ ποιούμενον καὶ ἐξαπατῶντα, τῷ σεβαστοκράτορι Ἰσαακίῳ τὴν τούτου δοκιμασίαν ἀνέθετο· ἀνὴρ δὲ οὑτος φιλολογώτατος κὼ μεγαλεπη- ολώτατος. καὶ ὃς οὕτως ἔχοντα τὸν ἄνδρα εὑρηκὼς, δημοσίᾳ ἤλεγξε παραστήσας εἰς μέσον, εἶθ᾿ οὕτω τῇ ἐκκλησίᾳ [*](V. 119) ταρέπεμψε κατὰ κέλευσιν τοῦ ἀδελφοῦ καὶ βασιλέως. ἐπεὶ ἑ τὴν ἑαυτοῦ ἀπαιδευσίαν κρύπτειν οὐχ οἷός τε ἦν, κἀκεῖσε [*](D) ἔκφυλα τῆς ἐκκλησίας δόγματα ἐξηρεύξατο καὶ εἰς μέσους τοὺς τῆς ἐκκλησίας λογάδας κωμῳδῶν οὐκ ἐπαύετο καὶ ἀλλ’ ἄττα ποιῶν ἤθους ἀπαιδεύτου καὶ βαρβαρικοῦ, προέδρου ὄντος τῆς ἐκκλησίας τηνικαῦτα Εὐστρατίου τοῦ Γαριδᾶ· ὅς

[*](4. τινες om. Α. κρυπτόμενος G. 5. περὶ πρὸς? 6. ante μέχρι add. alterum οὗτοι Ρ, om. AG. 7. ἐστῶτες G. 9. παιδεύσεως Α. δὲ : τε G. 10. τὰ add. Α. 14. οὕτως Α. 15. κακὰ om. G. 18. ἄλλά τὰ P, ἄλλάττα G. correxi. 19. βαρβαρικοῦ· ὁ τότε ἀρχιερατεύων εὐστράτιος ὁ γαρυδᾶς περὶ τὰς οἰκοδομὰς τῆς μεγάλης ἐκκλησίας τοῦτον παρακατέσχεν, ἵνα Α. 20. Γαριδᾶ C, Γαρυδᾶ PG hic et infra.)
266

τοῦτον παρακατέσχε περὶ τὰς οἰκοδομὰς τῆς μεγάλης ἐκκλησίας, ἵνα τάχα πρὸς τὸ κρεῖττον μεταποιήσῃ. ἀλλὰ μικροῦ θᾶττον ἂν αὐτὸς τῆς ἐκείνου μετέσχε κανίας, ἥ μετέδωκε κρείττονος [*](P. 149) γνώσεως, κατὰ τὸ φάμενον· ὁ γὰρ Ἰταλὸς τὸν Γαριδᾶν ὅλον ἑαυτοῦ ἐποιήσατο. τί τὸ ἐντεῦθεν., ὁ δῆμος ἅπας τῆς Κωνσταντίνου πρὸς τὴν ἐκκλησίαν συγκεκίνητο, τὸν Ἰταλὸν ἀναζητοῦντες. καἰ τάχα ἂν ἀφ’ ὕψους εἰς μέσον τῆς ἐκκλησίας ἔρριπτο, εἰ μὴ λαθὼν ἐκεῖνος εἰς τὸν ὄροφον τουτουῒ τοῦ θείου τεμένους ἀνελθών, ἔν τινι φωλεῷ ἑαυτὸν συνεκάλυψεν. ὡς δὲ τὰ παρ’ ἐκείνου κακῶς δογματισθέντα πολλοῖς τῶν περὶ τὰ ἀνάκτορα ἐθρυλλεῖτο, καὶ μεγιστᾶνες οὐκ ὀλίγοι διεφθά- [*](B) ρησαν ὑπὸ τῶν φθοροποιῶν τούτου δογμάτων, καἰ μεγάλως ἡ τοῦ βασιλέως ψυχὴ διὰ τοῦτο ἐδάκνετο, εἰς ἕνδεκα τινα κεφάλαια τὰ δογματισθέντα κακῶς παρὰ τοῦ Ἰταλοῦ συνεκεφαλαιώσαντο καὶ τῷ βασιλεῖ ἐξαπέστειλαν. ὁ δὲ αὐτοκράτωρ αὐτὰ ταῦτα τὰ κεφάλαια τὸν Ἰταλὸν ἀναθεματίσαι ἐπ’ ἄμβωνος ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ ἐκέλευσεν ἀνακεκαλυμμένῃ τῇ τοῦ πλήθους ἅπαντος ἀκροωμένου καὶ ἐπιλέγοντος αὐτοῖς τὸ ἀνάθεμα. ὡς οὖν ἐγένετο ταῦτα, καὶ ὁ Ἰταλὸς ἀκάθεκτος ἦν καὶ πάλιν ἐν πολλοῖς τὰ τοιαῦτα ἔλεγεν ἀναφαν-

[*](2. μεταποιήσῃ CA, μεταποιῆσαι PG. 4. τὸ φ. G, τὸν Ρ. ὁ γὰρ: καὶ ὁ G et in margine P. 5. ἑαυτὸν G. τῆς Κωνσταντίνου om. A. 6. κεκίνητο Α. 7. τάχ’ ἄν A. ὕψους κύμβαχος ἔῤῥιπτο Α. 8. τουτουὶ· om. AG. 10. τῶν add. CA. 11. μεγιστᾶνες om. A. 12. ὑπὸ: ἀπὸ C. A, τούτων PG. 13. ἐδάκνετο CA, ἐδήκνατο P, ἐδείκνετο G. 14. κακῶς τῷ Ἰταλῷ G. 16. ταῦτα om. Α. 18. παντὸς G. ἐπιλέγοντος Α, λέγοντος PG. 19. τοῦτο Α.)
267

δόν, κω παραινούμενος παρὰ τοῦ βασιλέως, ἄτακτόν τε καὶ [*](C) βαρβαρικὸν ἀπεπήδα, ἀνεθεματίσθη καὶ αὐτός, κἂν ἐσύστερον, αὖθις ἐκείνου μεταμεληθέντος, μετριώτερος καὶ ὁ τούτου γέγονεν ἀναθεματισμός. καὶ τὰ μὲν δόγματα ἀπεντεῦθεν ἀναθεματίζεται, τὸ δὲ ἐκείνου ὄνομα πλαγίως πως καὶ ὑποκεκρυμμένως καὶ οὐδὲ τοῖς πολλοῖς γνωρίμως ὑπάγεται τῷ ἐκκλησιαστικῷ ἀναθέματι. καὶ γὰρ οὗτος ἐν ὑστέροις καιροῖς μετεβέβλητο περὶ τὸ δόγμα, καὶ ἐφ’ οἶς ποτὲ ἐπεπλάνητο, μεταμεμέλητο. ἠρνεῖτο δὲ καὶ τὰς μετεμψυχώσεις καὶ τὸ ὑβρίζειν τὰς σεπτὰς εἰκόνας τῶν ἁγίων, καὶ τὸν περὶ τῶν ἰδεῶν λόγον μεθερμηνεύειν πως πρὸς τὸ ὀρθόδοξον ἔσπευδε, [*](D) καὶ δῆλος ἦν καὶ αὐτὸς καταγινώσκων ἑαυτοῦ ἐφ’ οἶς πρώην τοῦ εὐθέως μετετέτραπτο.

[*](1. τε AG, τι P. 2. ἀναθεματίσθη PG, recte CA. 7. οὗτος om. Α. ἱν ὑστέρῳ Α. 8. περὶ: πρὸς AG. 10. τὰς τῶν ἁγίων σεπτὰς εἰκόνας Α. 11. πως om. Α. 13. μετέτραπτο CG.)