Alexias

Anna Comnena

Anna Comnena, Alexias, Reiferscheid, Teubner, 1884

Ῥέων ὁ χρόνος ἀκάθεκτα καὶ ἀεί τι κινούμενος παρασύρει καὶ παραφέρει πάντα τὰ ἐν γενέσει καὶ ἐς βαθὺ ἀφανείας καταποντοῖ ὅπου μὲν οὐκ ἄξια † λιθιου πράγματα, ὅπου δὲ μεγάλα τε καὶ ἄξια μνήμης, καὶ τά τε ἄδηλα φύων κατὰ τὴν τραγῳδίαν καὶ τὰ φανέντα κρυπτόμενος. ἀλλ’ ὅ γε λόγος τῆς ἱστορίας ἔρυμα καρτερώτατον γίνεται τῷ τοῦ χρόνου ῥεύματι καὶ ἵστησι τρόπον τινὰ τὴν ἀκάθεκτον τούτου ῥοὴν καὶ τὰ ἐν αὐτῷ γενόμενα πάντα, ὁπόσα ὑπερείληφε, ξυνεχεῖ καὶ περισφίγγει καὶ οὐκ ἐᾷ διολισθαίνειν εἰς λήθης βυθοὺς. ταῦτα δὲ διεγνωκυῖα ἐγὼ Ἅννα, θυγάτηρ μὲν τῶν βασιλέων Ἀλεξίου καὶ Εἰρήνης, πορφύρας τιθήνημά τε καὶ γέννημα, οὐ γραμμάτων οὐκ ἄμοιρος, ἀλλὰ καὶ τὸ Ἑλληνίζειν ἐς ἄκρον ἐσπουδακυῖα καὶ ῥητορικῆς οὐκ ἀμελετήτως ἔχουσα καὶ τὰς Ἀριστοτελικὰς τέχνας εὖ ἀναλεξαμένη καὶ τοὺς Πλάτωνος διαλόγους καὶ τὸν νοῦν ἀπὸ τῆς τετρακτύος τῶν μαθημάτων πυκάσασα δεῖ γὰρ ἐξορχεῖσθαι ταῦτα, καὶ οὐ περιαυτολογία τὸ πρᾶγμα, ὅσα ἡ φύσις καὶ ἡ περὶ τὰς [*](Σύνταγμα σὺν θεῷ τῶν κατὰ τὸν ἄνακτα κῦρον Ἀλέξιον τὸν κομνηνὸν πονηθὲν παρὰ τῆς θυγατρὸς αὐτοῦ κυρίας Ἄννης, τῆς, πορφυρογεννήτου τῆς βασιλίσ,σης ὃ καὶ εκλήθη Αλεξιὰς παρ’ αὐτῆς As 2 τὰ Ρ om. A ἐς βυθὸν ἀπωλείας Ρ 3 λι α λόγου s ληκυθίου? 3 sq. ὅσα μὲν οὐκ ἄξια μνήμης, ὅσα δὲ καὶ ἄξια καὶ τὰ τε Ρ 4 Soph. Ai. 646 sq. 5 ἀποκρυπτόμενος Ρ 9 ξυνάχει Α 10 δὲ om. Α 11 τῶν om. Α 12 οὐ Ρ om. Α 15 καὶ τοὺς Πλάτωνος διαλόγους om. Ρ 17 καίπερ ταυτολογία Α)

4
ἐπιστήμας σπουδὴ δέδωκε καὶ ὁ θεὸς ἄνωθεν ἐπεβράβευσε καὶ ὁ καιρὸς συνεισήνεγκε) βούλομαι διὰ τῆσδέ μου τῆς γραφῆς τὰς πράξεις ἀφηγήσασθαι τοὐμοῦ πατρὸς οὐκ ἀξίας [*](P. 2) σιγῇ παραδοθῆναι οὐδὲ τῷ ῥεύματι τοῦ χρόνου παρασυρῆναι καθάπερ εἰς πέλαγος ἀμνημοσύνης, ὅσας τε τῶν σκήπτρων ἐπειλημμένος κατεπράξατο καὶ ὅσας πρὸ τοῦ διαδήματος ἔδρασεν ἑτέροις βασιλεῦσιν ὑπηρετούμενος.

Ταύτας δὲ λέξουσα ἔρχομαι οὐχ ὡς ἐπίδειξίν τινα τῆς περὶ λόγους ποιουμένη ἀσκήσεως, ἀλλ’ ὡς ἂν μὴ πρᾶγμα τηλικοῦτο τοῖς ἔπειτα γενησομένοις καταλειφθείη ἀμάρτυρον· ἐπεὶ καὶ τὰ μέγιστα τῶν ἔργων, εἰ μή πως ἄρα διὰ τῶν λόγων φυλαχθείη καὶ τῇ μνήμῃ παραδοθείη, τῷ τῆς σιωπῆς ἀποσβέννυται σκότῳ. ἦν γὰρ ὁ ἐμὸς πατήρ, ὡς αὐτὰ τὰ πράγματα ἔδειξεν, ἐπιστάμενος ἄρχειν καὶ ὑπείκειν, ἐς ὅσον χρή, τοῖς ἄρχουσιν. ἀλλὰ καὶ τὰς ἐκείνου πράξεις προελομένη συγγράφειν δέδοικα τὸ ὑφορμοῦν τε καὶ ὑποτρέχον, μή ποτε λογίσαιτό τις τὰ τοῦ ἐμοῦ πατρὸς συγγράφουσαν τὰ ἑαυτῆς ἐπαινεῖν καὶ ψεῦδος ἅπαν δόξῃ τὸ τῆς ἱστορίας πρᾶγμα καὶ ἐγκώμιον ἄντικρυς, εἴ τι τῶν ἐκείνου θαυμάζοιμι· εἰ δέ που αὐτὸς ἐνέγκοι καὶ τὸ πρᾶγμα βιάξοιτο, ὥστε καθάπτεσθαι τι καὶ τῶν ἐκείνου, οὐ δι’ ἐκεῖνον, ἀλλὰ διὰ τὴν τῶν πραγμάτων φύσιν, δέδοικα πάλιν τοὺς φιλοσκώμμονας, μή μοι τὸν τοῦ Νῶε Χὰμ ἐπενέγκοιεν ἐποφθαλμιῶντες ἅπαντες πρὸς ἅπαντα καὶ οὐ καθορῶντες τὸ καλῶς ἔχον ὑπὸ βασκανίας καὶ φθόνου, καὶ τὸν ἀναίτιον καθ’ Ὅμηρον αἰτιόωνται. ὅταν γάρ τις τὸ τῆς ἱστορίας [*](P. 3) ἦθος ἀναλαμβάνῃ, ἐπιλαθέσθαι χρὴ εὐνοίας καὶ μίσους καὶ πολλάκις κοσμεῖν τοὺς ἐχθροὺς τοῖς μεγίστοις ἐπαίνοις, ὅταν αἱ πράξεις ἀπαιτῶσι τοῦτο, πολλάκις δὲ ἐλέγχειν τοὺς ἀναγλέξουσα [*](8 Crusius: λε . . . σὰ Α 21 ἐκεῖνον, ἀλλὰ διὰ τὴν Hoeschelius: ἐκεῖν . . . . . διὰ τὴν Α 24 ἐποφθαλμιῶντες r: ἐποζ . . αλμι . . . . Α ἐποφθαλμιάσαντες s ἅπαντες om s ἁπλῶς? 25 ἔχον ὑπὸ βασκανίας Hoeschelius: ἔχον . . . . . νίας Α 26 II. 11, 653. 13, 775 Od. 20, 135 τις Hoeschelius: εἰς Α ὅταν . . . ἐγὼ δὲ] e Polyb. 1, 14)

5
καιοτάτους, ὅταν αἱ τῶν ἐπιτηδευμάτων ἁμαρτίαι τοῦθ’ [*](v. 2) ὑποδεικνύωσι. διόπερ οὔτε τῶν φίλων καθάπτεσθαι οὔτε τοὺς ἐχθροὺς ἐπαινεῖν ὀκνητέον. ἐγὼ δὲ καὶ τούτους κἀκείνους, καὶ τοὺς πληττομένους ὑφ’ ἡμῶν καὶ τοὺς ἀποδεχομένους ἡμᾶς, παραμυθησαίμην ἂν ἀπὸ τῶν πραγμάτων αὐτῶν καὶ τῶν ἑωρακότων τὰ πράγματα αὐτούς τε καὶ τὰ πράγματα μαρτυραμένη. ἐνίων γὰρ τῶν νῦν ὄντων ἀνθρώπων οἱ μὲν πατέρες, οἱ δὲ πάπποι ἐγένοντο οἱ τούτων συνίστορες.

Μάλιστα δὲ εἰς τὴν ἱστορίαν ἐλήλυθα τῶν τοῦ πατρὸς πράξεων ἐκ τοιᾶσδε αἰτίας. ἐμοὶ ἀνὴρ ἐγένετο κατὰ νόμους συναφθεὶς ὁ Καῖσαρ Νικηφόρος, εἰς τὴν τῶν Βρυεννίων σειρὰν ἀναγόμενος, ἀνὴρ καὶ κάλλους ὑπερβολῇ καὶ συνέσεως ἀκρότητι καὶ λόγων ἀκριβείᾳ μακρῷ τοὺς κατ’ αὐτὸν ὑπερβάλλων. θαῦμα γὰρ ἦν ἄντικρυς καὶ ὁρώμενος καὶ ἀκροώμενος. καὶ ἵνα μὴ ὁ λόγος τῆς λεωφόρου ἐκτρέποιτο, τὸ παρὸν τῶν ἐφεξῆς ἐχώμεθα. ἦν μὲν οὖν ἐν πᾶσιν ἐπιφανέστατος, συνεστράτευσε δ’ Ἰωάννῃ τῷ αὐτοκράτορι [*](P. 4) ἐμῷ ἀδελφῷ καὶ κατ᾿ ἄλλων μὲν βαρβάρων * * ἔχοντι τὴν Ἀντιόχου πόλιν. ἀλλ’ ὅ γε Καῖσαρ οὐκ εἰδὼς ἀμελεῖν τοῦ λόγου καὶ ἐν κόποις καὶ πόνοις συνέγραφε μὲν καὶ ἄλλα τινὰ συγγράμματα μνήμης καὶ λόγου ἄξια, προείλετο δὲ μάλιστα τὰ κατὰ τὸν Ἀλέξιον τὸν αὐτοκράτορα Ῥωμαίων καὶ ἐμὸν πατέρα συγγράψαι ἐξ ἐπιταγῆς τῆς βασιλίδος καὶ ἐν βίβλοις ἐκθεῖναι τὰς πράξεις τῆς βασιλείας αὐτοῦ, ἐν ᾧπερ ὁ καιρὸς ἐδίδου τούτῳ τῶν ὅπλων καὶ τοῦ πολέμου βραχύ τι ἀπαλλαγέντι ἐπιβλέψαι πρὸς συγγραφὰς καὶ λογικοὺς τινας πόνους. καὶ δὴ καὶ ἤρξατο τῆς συγγραφῆς εἰς τοὺς ἀνέκαθεν ἀνενέγκας χρόνους τὸν λόγον, τῷ τῆς δεσποίνης [*](1 τοῦθ᾿ Polybius (Hoeschelius): τοῦ καθ’ Α 4 ὑφ’ ᾑμῶν Hoeschelius: ἐφ’ ἡμῖν Α 16 καὶ] ἀλλ’ 8 19 lacunam signavit s 21 ἄλλα τινὰ r: ἄλλα τὰ Α ἄλλ’ ἄττα Crusius 25 ἐκθεῖναι s: ἐνθεῖναι Α 26 βραχύ τι Crusius et Hoeschelius: βρα . . τι Α)

6
ἡμῶν κἀν τούτῳ ὑπείκων προστάγματι, ἀπὸ Διογένους τοῦ αὐτοκράτορος Ῥωμαίων ἀρξάμενος καὶ καταβαίνων εἰς αὐτὸν ἐκεῖνον, περὶ οὗ τὴν πρόθεσιν ἐποιήσατο. τότε γὰρ καἰ ἀνθοῦν εἶχεν ὁ χρόνος τὸν ἐμὸν πατέρα μειράκιον παραγγείλαντα. τὸ γὰρ πρὸ τοῦδε οὐδὲ μειράκιον ἦν καὶ οὐδὲν ὅ τι καὶ ἄξιον συγγραφῆς αὐτῷ πέπρακτο, εἰ μή τις ἐγκωμίου λόγον καὶ τὰ παιδικὰ αὐτῷ θήσοιτο. ὁ μὲν οὖν σκοπὸς τῷ Καίσαρι τοιοῦτος, ὡς ἡ τούτου συγγραφὴ βούλεται· οὐ μὴν τὰ τῆς ἐλπίδος ἐκβέβηκεν οὐδὲ τὴν ἱστορίαν πᾶσαν ἐτελεώσατο, ἀλλὰ μέχρι τῶν χρόνων τοῦ αὐτοκράτορος Νικηφόρου τοῦ Βοτανειάτου τὸν λόγον ἐφελκυσάμενος ἐκεῖσε τοῦ συγγράφειν ἐπαύσατο, περαιτέρω τοῦ καιροῦ μὴ διδόντος προκόψαι [*](P. 5) τὴν συγγραφὴν ζημίαν μὲν τοῖς ὑπὸ τὴν συγγραφὴν πράγμασι περιποιησαμένου, ἡδονὴν δὲ ἀποστερήσαντος τοῖς ἀναγινώσκουσι. διὰ τοῦτο αὐτή, ὅσα τῷ ἐμῷ πατρὶ πέπρακτο, συγγράψασθαι προειλόμην, ἕνα μὴ τοιαῦτα ἔργα τοὺς ἐς ὕστερον παραδράμῃ. οἵαν μὲν γὰρ εἶχον τὴν ἁρμονίαν, ὁπόσην δὲ τὴν χάριν οἱ τοῦ Καίσαρος λόγοι, ἴσασιν ἅπαντες οἱ τοῖς ἐκείνου ἐντετυχηκότες συγγράμμασιν. ἀλλὰ μέχρι τούτου ἐλθών, καθάπερ εἶπον, καὶ τὸ σύγγραμμα σχεδιάσας καὶ ἡμιτελὲς ἐκ τῆς ὑπερορίας κομίσας ἡμῖν, συναπεκόμισεν, [*](v. (??)) οἴμοι, καὶ θανάσιμον νόσημα τάχα ἐκ τῆς ἀπείρου κακοπαθείας, τάχα ἐκ τῶν συχνοτέρων στρατηγημάτων, τάχα ἐκ τῆς ὑπὲρ ἡμῶν ἀφάτου μερίμνης· μέριμνα γὰρ ἔμφυτος καὶ πόνοι ἀνένδοτοι· πρὸς δὲ καὶ ἀέρων ἀνωμαλίαι τε καὶ κακότητες ποτήριον αὐτῷ θανάσιμον ἐκεράσαντο. ἔνθεν μὲν γὰρ εἰς Σύρους καὶ Κίλικας δεινῶς νοσῶν ἐξεστράτευεν· εἶτα κἀκεῖθεν Συρία τοῦτον μὲν ἀπέδωκεν ἀρρωστοῦντα Κίλιξι, Κίλικες δὲ Παμφυλίοις, Παμφύλιοι δὲ τοῖς Λυδοῖς καὶ ἡ [*](1 διογένους Crusius: διὸ . . . . Α 3 ἐκεῖνον Hoeschelius: ἐκείνοις Α ὑπόθεσιν s 5 τὸ Hoeschelius: τὰ Α 7 θήσοιτο Hoeschelius: θήσαιτο Α 11 Βοτανειάτου s: βοταριάτου Α 14 πράγμασιν As 25 ἀνένδοτοι Crusius: ἀνένδητοι Α 27 ἐξεστράτενεν Hoeschelius: ἐξεστράτευον Α 28 Κίλιξι add. Hoeschelius)
7
Λυδία τῇ Βιθυνίᾳ καὶ ἡ Βιθυνία τῇ βασιλίδι τῶν πόλεων καὶ ἡμῖν ἐξῳδηκότα ἤδη τὸ σπλάγχνον ἐκ τῆς πολλῆς κακοπαθείας. [*](Ρ. 6) καίπερ δὲ οὕτως ἔχων ἀσθενείας καὶ θέλων τὰ συμπεσόντα οἱ ἐκτραγῳδεῖν τὸ μέν τι νοσῶν οὐκ ἠδύνατο, τὸ δέ τι καὶ παρ’ ἡμῶν ἐκωλύετο, ὡς μὴ τὸ τραῦμα ἀνοίξοι διηγούμενος.

Ἐγὼ δ’ ἐνταῦθα γενομένη σκοτοδίνης ἐμπίπλαμαι τὴν ψυχὴν καὶ ῥείθροις δακρύων περιτέγγω τοὺς ὀφθαλμούς. ὢ οἷον ἡ Ῥωμαίων ἀπόλωλε βούλευμα· ὢ πείρας μὲν ἀκριβεστάτης περὶ τὰ πράγματα καὶ ὅσην ἐκεῖνος συνείλοχε· λόγων δὲ ἐπιστήμης, ποικίλης δὲ σοφίας, λέγω δὴ τῆς θυραίας καὶ τῆς ἡμετέρας αὐλῆς· ὢ καὶ χάριτος ἐπιτρεχούσης τοῖς μέλεσι καὶ εἰδοὺς οὐκ ἀξίου τυραννίδος, ὥς τινες λέγουσιν, ἀλλὰ καὶ θειοτέρου καὶ κρείττονος. ἔγωγ’ οὖν πολλοῖς ἄλλοις προσωμιλήκειν δεινοῖς ἐκ μέσων τῶν πορφυρόθεν σπαργάνων, ὡς οὕτως εἰπεῖν, καὶ τύχαις ἐχρησάμην οὐκ ἀγαθαῖς, εἰ μή τις θεῖτο τύχην οὐκ] ἀγαθὴν καὶ προσμειδιῶσάν μοι τήν τε γειναμένην αὐτὴν καὶ τὸν τεκόντα τοὺς αὐτοκράτορας καὶ τὴν πορφύραν ἀφ’ ἧς ἐβλάστησα· τὰ γάρ ἄλλα φεῦ τῶν κυμάτων, φεῦ τῶν ἐπαναστάσεων. Ὀρφεὺς μὲν οὖν ᾄδων καὶ λίθους ἐκίνει καὶ ξύλα καὶ τὴν ἄψυχον ἁπλῶς φύσιν, Τιμόθεος δὲ ὁ αὐλητὴς τὸν ὄρθιόν ποτε Ἀλεξάνδρῳ αὐλήσας εἰς τὰ ὅπλα παραχρῆμα καὶ τὸ [*](P. 7) ξίφος ἐκίνει τὸν Μακεδόνα· τὰ δέ γε κατ’ ἐμὲ διηγήματα οὐ τοπικήν τινα κίνησιν οὐδὲ πρὸς ὅπλα καὶ μάχην, ἀλλ’ ἐς δάκρυα τὸν ἀκροατὴν συγκινήσειε καὶ οὐκ αἰσθητικὴν μόνον, ἀλλὰ καὶ ἄψυχον φύσιν εἰς πάθος καταναγκάσῃ. τὸ μέντοι πάθος τὸ περὶ τὸν Καίσαρα καὶ ὁ κατ’ αὐτὸν ἀνέλπιστος θάνατος αὐτῆς μου καθίκετο τῆς ψυχῆς καὶ ἐς βάθος τὸ τραῦμα εἰργάσατο. καὶ ἡγοῦμαι τὰς προειληφυίας συμ- [*](4 τι r: ὅτι 6 τι r: ὅτι ἀνοίξοι Naekius: ἀνήξοι Α 7 γενομένη s: . . . . μένη Α 14 θειοτέρου s: θειοτέρας Α θειοτέρας ἀρχῆς? 17 οὐκ seclusi 19 ἀφ’ Hoeschelius: ἐφ’) [*](20 καμάτων? 27 ῾καταναγκάσαι?᾿ s)

8
φορὰς πρὸς ταύτην τὴν ἄπληστον συμφορὰν ψεκάδα ὡς ὄντως πρὸς ὅλον Ἀτλαντικὸν πέλαγος ἢ τοῦ Ἀδριαντικοῦ πελάγους τὰ κύματα· μᾶλλον δέ, ὡς ἔοικεν, ἦσαν ἐκεῖναι τούτων προοίμια καί με προκατελάμβανεν ὁ καπνὸς τοῦ καμινιαίου τούτου πυρὸς καὶ ὁ καύσων ἐκεῖνος τῆς ἀρρήτου ταύτης φλογώσεως καὶ τὰ καθ’ ἡμέραν * * πυρὸς τῆς ἀφάτου πυρκαϊᾶς, ὢ πυρὸς ἄνευ ὕλης ἀποτεφροῦντος, πυρὸς ἐν ἀπορρήτοις δᾳδουχουμένου καὶ καίοντος μέν, μὴ καταφλέγοντος [*](v. 4) δὲ καὶ τὴν καρδίαν μὲν περιφρύγοντος, δόξαν δὲ παρέχοντος, ὅτι οὐ συνεφρύγημεν, καίτοι μέχρις ὀστέων καὶ μυελῶν καὶ μερισμοῦ ψυχῆς τὰς πυρακτώσεις δεξάμενοι. ἀλλὰ γὰρ ἐμαυτῆς αἰσθάνομαι διὰ ταῦτα παρενηνεγμένης τοῦ προκειμένου, καὶ ὁ Καῖσάρ μοι ἐπιστὰς καὶ τὸ τοῦ Καίσαρος πένθος πένθος μοι ἐπέσταξε διωλύγιον. ἀποψήσασα οὖν τὸ δάκρυον τῶν ὀμμάτων καὶ ἐμαυτὴν ἀναλεξαμένη τοῦ πίθους τῶν ἑξῆς ἕξομαι διπλᾶ κατὰ τὴν τραγῳδίαν [*](P. 8) κερδαίνουσα δάκρυα, οἶον ἐπὶ συμφορᾷ συμφορᾶς μεμνημένη. τὸ γὰρ εἰς μέσον προθεῖναι τοιούτου βασιλέως ὑπόθεσιν καὶ τοσούτου πρὸς ἀρετὴν ἀνάμνησίς ἐστι καὶ τῶν κατ᾿ ἐκεῖνον θαυμάτων, ἅπερ κἀμὲ πρὸς δάκρυα θερμότατα καταφέρει μετὰ πάσης τῆς οἰκουμένης δακρύουσαν. τὸ γὰρ ἐκείνου μεμνῆσθαι καὶ τὴν αὐτοῦ βασιλείαν εἰς μέσον ἄγειν ἐμοὶ μὲν θρήνων ὑπόθεσις, τοῖς ἄλλοις δὲ ζημίας ἀνάμνησις. ἀρκτέον τοίνυν ἐνθένδε τῆς ἱστορίας τοὐμοῦ πατρός, ὅθεν καὶ ἄρχεσθαι ἄμεινον· ἄμεινον δὲ ὅθεν σαφέστερός τε καὶ ἱστορικώτερος ὁ λόγος γενήσεται.

[*](2 ὄντως Hoeschelius: ὄντας Α ἀδριατικοῦ 6 lacunam signavi 9 καρδίαν μὲν Hoeschelius: καρδία . . . . . Α 13 τὸ Hoeschelius: τῇ Α 14 ἀποψήσασα Crusius: ἀποψ . . . ασα Α 16 Eurip. Hec. 518 24 τοίνυν] ab hoc verbo incipit F)