Alexias

Anna Comnena

Anna Comnena, Alexias, Reiferscheid, Teubner, 1884

Ἔαρος δὲ ἐπιφανέντος διελθὼν ὁ Τζελγοὺ τὰ ὑπερκείμενα [*](V. 150) τοῦ Δανούβεως τέμπη ἡγεμὼν δὲ οὗτος ὑπερέχων τοῦ Σκυθικοῦ στρατεύματος) σύμμικτον ἐπαγόμενος στράευμα ὡσεὶ χιλιάδας ὀγδοήκοντα ἔκ τε Σαυροματῶν καὶ Σκυθῶν καὶ ἀπὸ τοῦ Δακικοῦ στρατεύματος οὐκ ὀλίγους, ὧν ὁ οὕτω καλούμενος Σολομὼν δημαγωγὸς ἦν, τὰς κατὰ τὴν Χαριούπολιν παρακειμένας πόλεις ἐλῄζετο. καὶ εἰς αὐτὴν δὲ φθάσας τὴν Χαριούπολιν καἰ λείαν πολλὴν ἀναλαβόμενος κατέλαβε τόπον τινὰ Σκοτεινὸν καλούμενον. μεμαθηκὼς τοῦτο [*](Β) ὁ Μαυροκατακαλὼν Νικόλαος καὶ ὁ Βεμπετζιώτης τὴν ἐπωνυμίαν ἀπὸ τῆς ἐνεγκαμένης λαχὼν μετὰ τῶν ὑπ’ αὐτοὺς δυνάμεων καταλαμβάνουσι τὸ Πάμφυλον. ὁρῶντες δὲ τοὺς περὶ τὰς κωμοπόλεις τῶν παρακειμένων χωρῶν πρὸς τὰς πόλεις καὶ τὰ φρούρια συνελαυνομένους διὰ πτοίαν πολλὴν ἀπάραντες τοῦ οὑτωσὶ καλουμένου Παμφύλου τόπου καταλαμβάνουσι τὸ τοῦ Κούλη πολίχνιον τὸ ἅπαν συνεπαγόμενοι στράτευμα. ὄπισθεν δὲ τούτων ἐρχόμενοι καὶ τὸν οὑτωσὶ [*](C) καλούμενον κόπον τοῦ Ῥωμαϊκοῦ στρατεύματος λέξις δὲ αὕτη συνήθης τοῖς στρατιώταις) εὑρόντες οἱ Σκύθαι παρείποντο [*](189) ἰχνηλατοῦντες οἷον τὸ Ρωμαϊκὸν στράτευμα. αὐγαζούσης δὲ ἤδη τῆς ἡμέρας τὰς ἰδίας ὁ Τζελγοὺ καθίστα δυνάμεις καὶ τὸν κατὰ τοῦ Μαυροκατακαλὼν ἐβουλεύετο πόλεμο·ν. ἐκεῖνος δὲ κατὰ τὸν ὑπερκείμενον τῆς πεδιάδος αὐχένα ἀνῆλθε μετά [*](12 πάμφυλον ex παμφύλιον F 1 18 κόπον FC σκοπὸν As)

228
τινων λογάδων κατασκοπήσων τὰς βαρβαρικὰς δυνάμεις. ὁρῶν δὲ τὸ πλῆθος τῶν Σκυθῶν ἐσφάδαζε μὲν τὴν συμπλοκὴν τοῦ πολέμου , ἀνεβάλλετο δὲ τὴν Ρωμαϊκὴν στρατιὰν κατανοῶν μηδὲ τὸ πολλοστὸν σῴζουσαν τῆς τῶν βαρβάρων δυνάμεως. ἐπανελθὼν δὲ μετὰ τῶν λογάδων τοῦ ὁπλιτικοῦ [*](Β) παντὸς καὶ αὐτοῦ τοῦ Ἰωαννάκη διεσκοπεῖτο, εἰ χρὴ προσβαλεῖν τοῖς Σκύθαις. τῶν δὲ πρὸς τοῦτο ἐποτρυνόντων, ἐπεὶ καὶ αὐτὸς πρὸς τοῦτο μᾶλλον κατάρροπος ἦν, τριχῆ διελὼν τὰς δυνάμεις καὶ τὸ ἐνυάλιον ἠχῆσαι κελεύσας ξυμμίγνυται τοῖς βαρβάροις. πολλοὶ μὲν οὖν τηνικαῦτα τρωθέντες πίπτουσι, κτείνονται δὲ οὐχ ἥττους · καὶ αὐτὸς ὁ Τζελγοὺ γενναίως μαχόμενος καὶ ὅλας συνταράσσων φάλαγγας καιρίαν πληγεὶς ἀφῄρηται τὴν ψυχήν. οἱ πλείους δὲ ἐν τῷ φεύγειν πίπτοντες εἰς τὸν ἀναμεταξὺ τοῦ καλουμένου Σκοτεινοῦ [*](c) καὶ τοῦ Κούλη ῥύακα ἀπεπνίγοντο ὑπ’ ἀλλήλων συμ- πατούμενοι. λαμπρὰν τοίνυν τὴν κατὰ τῶν Σκυθῶν νίκην ἀράμενοι οἱ τοῦ βασιλέως εἰσῆλθον εἰς τὴν μεγαλόπολιν. δωρεὰς δὲ καὶ τιμὰς ἀπὸ τοῦ βασιλέως δεξάμενοι κατὰ τὸ ἀνάλογον ὑπέστρεψαν μετὰ τοῦ τηνικαῦτα προχειρισθέντος μεγάλου δομεστίκου τῆς δύσεως Ἀδριανοῦ τοῦ Κομνηνοῦ καὶ αὐταδέλφου τοῦ αὐτοκράτορος.

Οὕτως δὲ τῶν κατὰ Μακεδονίαν καὶ Φιλιππούπολιν μερῶν ἀπελαθέντες περὶ τὸν Ἴστρον αὖθις ἐπαναστρέψαντες ηὐλίζοντο καὶ ὥσπερ ἰδίαν τὴν ἡμεδαπὴν ἀνέτως πάντη ποροικοῦντες ἐλῄζοντο. ταῦτα ὁ βασιλεὺς ἀκούων οὐκ ἠνείχετο [*](v. (??)) τῶν Ρωμαϊκῶν ὁρίων εἴσω τοὺς Σκύθας παροικεῖν, [*](D) ἅμα δὲ καὶ δεδιώς, μὴ διὰ τῶν στενωπῶν διελθόντες αὖθις χείρονα τῶν προτέρων ἀπεργάσωνται. ἔνθεν τοι καὶ παρ- εσκευασμένος καὶ καλῶς ἐξοπλίσας τὸ στράτευμα καταλαμβάνει τὴν Ἀδριανούπολιν καὶ ἐκεῖθεν πρὸς τὸν Λαρδέαν [*](4 πολοστὸν F 6 Ἰωαννιάκη 8 μᾶλλον πρὸς τοῦτο 11 ἀλλὰ καὶ 17 οἱ τοῦ βασιλέως As om FC 20 τοῦ om F 22 οὕτω 23 παρὰ 25 ἀκούσας ἠνέσχετο 28 καὶ om παρασκευασμένος F)

229
ἄπεισιν ἐν μεταιχμίῳ τῆς Διαμπόλεως καὶ Γολόης διακείμενον. κἀκεῖσε προχειρισάμενος ἡγεμόνα Γεώργιον τὸν Εὐφορβηνὸν κατὰ τῆς Δρίστρας διαπόντιον ἐξέπεμψεν. ὁ δὲ αὐτοκράτωρ ἐπὶ τεσσαράκοντα ἡμέραις αὐτοῦ που ἐγκαρτερῶν τὰς ἁπαν- ταχόθεν δυνάμεις μετεπέμπετο. ἱκανὸν δὲ συνειλοχὼς στράτευμα ἐβουλεύετο , εἰ χρὴ τὰς κλεισούρας διεληλυθότα τὴν [*](P. 190) μετὰ τῶν Σκυθῶν ἀναδέξασθαι μάχην, “οὐ χρὴ ’’ λέγων “ἐκεχειρίαν ὅλως τοῖς Σκύθαις δίδοσθαι,” εἰκότως τοῦτο περὶ τουτωνὶ τῶν βαρβάρων σκοπήσας. οὐδὲ γὰρ ἀπό τινος καιροῦ τῶν τεττάρων καταρξάμεναι αἱ τῶν Σκυθῶν προνομαὶ εἰς τὸν ἐφεξῆς κατέληγον, θέρους τυχὸν εἰς τὸν καιρὸν τῆς ὀπώρας ἢ καὶ χειμῶνος ἐν φθινοπώρῳ παυσάμεναί · οὐδὲ κύκλος εἷς ἐνιαύσιος τουτὶ τὸ κακὸν περιέγραψεν, ἀλλ’ ἐφ’ ἱκανοῖς ἔτεσι τὰ Ῥωμαίων ἐκυμαίνετο, κἀν ἐκ πολλῶν ὀλίγων τινῶν αὐτοὶ ἐπεμνήσθημεν. οὐδὲ διπλοῖς ἐμερίσθησαν λογισμοῖς, κἀν ὁ αὐτοκράτωρ πολλάκις διὰ παντοίων τούτους ἐφείλκετο · ἀλλ’ οὐδέ τις λαθὼν πρὸς τὸν βασιλέα ἀπηυτομόλησεν, ἔτι ἀμετάθετον τέως τὴν γνώμην ἔχοντες. [*](Β) ὁ μὲν οὖν Νικηφόρος ὁ Βρυέννιος καὶ ὁ Μαυροκατακαλὼν Γρηγόριος, ὃν τιμῆς τεσσαράκοντα χιλιάδων ὁ βασιλεὺς παρα τῶν Σκυθῶν ἑαλωκότα ἐπρίατο, οὐδαμῶς τὸν μετὰ τῶν Σκυ- θῶν κατὰ τὸ Παρίστριον συνεχώρουν πόλεμον · ὁ δέ γε Παλαιολόγος Γεώργιος καὶ Νικόλαος ὁ Μαυροκατακαλὼν καὶ ὁπόσοι ἄλλοι νέοι καὶ ἀκμάζοντες τῷ τοῦ βασιλέως προσκείμενοι θελήματι ἐπέτρεπον τὰ τέμπη του Αἵμου διελθεῖν καὶ κατὰ τὸ Παρίστριον τὴν μετὰ τῶν Σκυθῶν ἀναδέξασθαι μάχην. σὺν οἶς καὶ οἱ δύο υἱεῖς Διογένους τοῦ αὐτοκράτορος, [*](C) Νικηφόρος τε καὶ Λέων, οἲ μετὰ τὸ ἀνενεχθῆναι αὐτὸν εἰς τὴν τῆς βασιλείας περιωπήν ἐν τῇ πορφύρᾳ ἐξ αὐτοῦ ἐτέχθησαν κἀντεῦθεν πορφυρογέννητοι προσηγορεύθησαν. ἡ δὲ πορφύρα οἴκημά τί ἐστι κατὰ τὰ ἀνάκτορα ἐξ αὐτῆς τῆς βάσεως μέχρι τῆς τοῦ ὀρόφου κινήσεως διὰ τετραγώνου συμ- [*](1 Διαμπόλεως s: δαμπόλεως 10 τεσσάρων 31 ἐστιν 32 τοῦ om)
230
πληρούμενον σχήματος , ἐκεῖθεν δὲ εἰς πυραμίδα ἀποτε- λευτῶν, ἀφορῶν μὲν ὡς πρὸς θάλατταν πρὸς τὸν λι- μένα, οὗπερ οἱ πέτρινοι βόες καὶ οἱ λέοντες, διὰ μαρμάρων δὲ τό τε ἔδαφος κατέστρωτο καὶ οἱ τοῖχοι περιεστέλλοντο, οὐ τῶν τυχόντων οὐδὲ τῶν ἄλλων ὁπόσοι εὐποριστότεροι τῶν τιμιωτέρων λίθων εἰσίν, ἀλλ’ ἐξ ὧν ἀπὸ Ῥώμης οἱ ἀνέκαθεν βασιλεῖς ἐπεσύροντο. ἔστι δὲ οὗτος ὁ λίθος τὸ [*](D) ὅλον εἰπεῖν πορφυροῦς δι’ ὅλου καὶ οἷον στίγματα τινα ψαμμοειδῆ λευκὰ αὐτῷ περιτρέχουσιν. ἐκ τουτωνὶ τῶν λίθων, θων, οἶμαι, πορφύραν τὸ οἴκημα οἱ ἀνέκαθεν ἀλλ’ ὅπερ ἔλεγον, ὡς οὖν ἡ σάλπιγξ μέγα ἠχήσασα ἅπαντας τὴν πρὸς τὸν Αἷμον ὁδὸν οἱονεὶ κατὰ τῶν Σκυ- θῶν προὐτρέπετο, ὁ Βρυέννιος πολλὰ κωλύων τὸν αὐτοκράτορα τοῦ ἐγχειρήματος , ὡς οὐκ ἔπειθεν , ἐπιφωνηματικῶς [*](P. 1) φησιν “ἴσθι, ὠ βασιλεῦ, εἰ τὸν Αἷμον διέλθητε, τοὺς δρο- μικωτέρους τῶν ἵππων δοκιμάσεις.’’ ἐρωτήσαντος δέ τινος, [*](V. 1) τί ὁ λόγος οὑτοσὶ βούλεται, “ἐν τῷ φεύγειν” φησὶν “ἅπαντας.” οὗτος γὰρ ὁ ἀνήρ, εἰ καὶ τοὺς ὀφθαλμοὺς δι’ ἀπο- στασίαν ἐξεκέκοπτο, ἀλλὰ τό γε εἰς στρατηγικωτάτην βουλὴν καὶ παράταξιν δεινότατος τῶν πολλῶν καὶ ποικιλώτατος ἐγνω- ρίζετο. ὅπως δὲ τῶν ὀμμάτων ὁ προμνημονευθεὶς Βρυέννιος ἀπεστέρητο δι’ ἀποστασίαν ἣ ἐπανάστασιν κατὰ τοῦ αὐτοκράτορος Βοτανειάτου καὶ ὅτι παρὰ τοῦ Κομνηνοῦ Ἀλεξίου τότε μεγάλου δομεστίκου τυγχάνοντος τῶν δυτικῶν τε καὶ ἀνατολικῶν στρατευμάτων κατασχεθεὶς τῷ Βορίλῳ παρεδόθη [*](B) τὰς ὄψεις ἀβλαβεῖς ἔχων , τοὺς ἐθέλοντας λεπτομερέστερον μαθεῖν παραπέμπομεν εἰς τὸν μέγιστον Καίσαρα. ὁ γὰρ Καῖσαρ οὗτος τοῦ μὲν Ἀλεξίου ἤδη τὰ Ῥωμαίων διέποντος σκῆπτρα γαμβρὸς ἐγεγόνει , τοῦ δὲ Βρυεννίου ἐκείνου ἀπόγονος. ἀλλ’ ἐνταυθοῖ γενομένη συγχέομαι τὴν ψυχὴν καὶ πάθους ἐμπίπλαμαι. σοφὸς μὲν γὰρ τὴν γνώμην ἦν οὗτος ὁ ἀνὴρ καὶ τὸν λόγον σοφώτατος. πάντα γὰρ καὶ ῥώμη καὶ [*](7 ἐπεσύραντο 12. 15 αἶμον F 16 δοκιμάσης F 22 διὰ F 25 Βορίλλῳ (s) 31 πένθους)
231
τάχος καὶ κάλλος σώματος καὶ ἁπλῶς ἐς ταὐτὸ συνελθόντα ὅσα ψυχῆς καὶ σώματος ἀγαθά, τὸν ἄνδρα ἐκεῖνον ἐκόσμησεν. [*](C) ἕνα γὰρ αὐτὸν ἐν τοῖς ἅπασιν ἐξοχώτατον καὶ ἡ φύσις ἀν- εβλάστησε καὶ ὁ θεὸς ἐδημιούργησε. καὶ οἶον τὸν Ἀχιλλέα ὕμνησεν ὅμηρός ἐν τοῖς Ἀχαιοῖς, τοιοῦτον ἄν τις εἶπε τὸν ἐμὸν Καίσαρα ἐν τοῖς ὑπὸ τὸν ἥλιον ἅπασιν ἀναπεφηνότα. οὗτος τοίνυν ὁ Καῖσαρ καὶ τὰ στρατιωτικὰ γεγονὼς ἄριστος οὐκ ἀμελετήτως ἔσχε πρὸς λόγους, ἀλλὰ πᾶσαν βίβλον ἀνα- πτυξάμενος καὶ εἰς πᾶσαν ἐπιστήμην ἐγκεκυφὼς πολλὴν σο- φίαν ἐκεῖθεν ἠρύσατο, ὅση τε ἡμετέρα καὶ ὅση ποτὲ ἡμετέρα. [*](D) ὕστερον δὲ καὶ πρὸς συγγραφὰς ἐξέδωκεν ἑαυτὸν καὶ δὴ καὶ σύγγραμμα ἐξ ἐπιταγῆς τῆς ἐμῆς δεσπότιδος καὶ μητρός, τῆς βασιλίδος φημὶ Εἰρήνης, ἐσχεδίασεν ἄξιον λόγου καὶ ἀνα- γνώσεως ἱστορίαν συντεταχώς τῶν πρὸ τοῦ ἀναδήσασθαι τὰς τῆς βασιλείας ἡνίας πράξεων τοὐμοῦ πατρός, ἐν ᾗ τὰ κατὰ [*](Ρ. 192) τὸν Βρυέννιον ἀκριβέστερον ἐπεξέρχεται καὶ ὁμοῦ τάς τε τοῦ προγόνου συμφορὰς ὡς ἀληθῶς ἀφηγήσατο καὶ τὰς τοῦ πεν- θεροῦ ἀριστείας συνέγραψε καὶ οὐκ ἂν ἐψεύσατο καὶ περὶ ἀμφοῖν ὡς τοῦ μὲν ἀγχιστεὺς, τοῦ δὲ καθ’ αἷμα προσήκων. καὶ μεμνήμεθα τούτων κἀν τοῖς προτέροις λόγοις τῆσδε τῆς ἱστορίας. ἐπεὶ δὲ τὸν Εὐφορβηνὸν Γεώργιον μεθ’ ἱκανῆς στρατιᾶς καὶ στόλου διὰ τοῦ Ἴστρου ἐρχόμενον κατ’ αὐτῶν οἱ Σκύθαι ἐθεάσαντο ὁ δὲ ποταμὸς οὗτος ῥεῖ μὲν ἄνωθεν ἀπὸ τῶν δυτικῶν ὀρῶν, ἐκδίδοται δὲ διὰ τῶν καταρρακτῶν καὶ μετὰ ταῦτα διὰ πέντε τινῶν στομάτων εἰς τὸν Πόντον τὸν Εὔξεινον, μέγας τε καὶ πολὺς διὰ πολλῆς πεδιάδος [*](Β) ἐρχόμενος καὶ ναυσίπορος ὤν, ὡς καὶ τῶν πλοίων τὰ μέ- γιστά τε καὶ φορτηγότατα τούτῳ τῷ ποταμῷ ἐπινήχεσθαι· οὐ μίαν δὲ προσηγορίαν λαμβάνει, ἀλλὰ τὰ ἀνωτέρω μὲν καὶ πρὸς τὰς πηγὰς Δάνουβις ὄνομα τούτῳ , τὰ κάτω δὲ καὶ πρὸς τὰς ἐκβολὰς Ἴστρος ἐπονομάζεται) , ἐπειδὴ τοίνυν [*](1 ταὐτὸν 5 ἀρχαιοῖς 10 ποτὲ οὐχ 18 καὶ περὶ] καίπερ 19 ὡς] ὢν 8 20 τούτου 8 τῆς τῆς 24 μερῶν 31 Ἴστρος ὁ ποταμὸς μετονομάζεται ἐπεὶ δὲ)
232
διὰ τούτου τοῦ ποταμοῦ τὸν Εὐφορβηνὸν Γεώργιον ἡ τῶν [*](V. 15) Σκυιθῶν μερὶς ἐθεάσατο , ἐξ ἠπείρου δὲ καὶ τὸν αὐτοκράτορα μετὰ στρατεύματος πλείστου αὐτοὺς ἤδη καταλαμβά- νοντα μεμαθήκεσαν, ὡς ἀμήχανον τὴν μεθ’ ἑκατέρων μάχην εὑρίσκοντες τρόπον ἐπεζήτουν, δι’ οὗ γένοιτ’ ἂν αὐτοῖς τὸ ὀξὺ τοῦ κινδύνου διεκφυγεῖν. πέμπουσι τοίνυν πρέσβεις ἑκατὸν πρὸς τοῖς πεντήκοντα Σκύθας ἐπερωτῶντάς τάχα τὰ περὶ εἰρήνης, ἅμα δὲ καὶ ἀπειλήν τινα μεταξὺ τῶν λόγων παρενείροντας, ἔστιν οὗ καὶ ὑπισχνουμένους, εἰ ταῖς τούτων [*](C) αἰτήσεσι κατανεῦσαι θελήσειε, μεθ’ ἱππέων χιλιάδων τριάκοντα συμμαχεῖν τῷ αὐτοκράτορι , ὁπηνίκα βούλοιτο. ὁ δὲ αὐτοκράτωρ τὴν ἀπάτην διαγνοὺς τῶν Σκυθῶν καὶ ὅτι τὸν ὑπογύου κίνδυνον φεύγοντες τοιαῦτα διαπρεσβεύονται, καὶ εἰ ἀδείας ὅλως τύχοιεν, τὸν ὑποκρυπτόμενον τῆς αὐτῶν κακίας σπινθῆρα εἰς πυρσὸν ἀνάψουσι μέγαν, τὴν πρεσβείαν οὐκ ἐδέχετο. τούτων δὲ τῶν λόγων συνειρομένων Νικόλαός τις τῶν ὑπογραμματευόντων τῷ αὐτοκράτορι προσελθὼν πρὸς τὸ οὖς καὶ ὑποψιθυρίσας φησί “κατὰ ταυτηνὶ [*](D) τὴν ἡμέραν, βασιλεῦ, ἔκλειψιν τοῦ ἡλιακοῦ φωτὸς προσδοκεῖ γενήσεσθαι”. τοῦ δὲ διαπιστοῦντος ἐκεῖνος ἐπώμνυτο μὴ διαψεύσασθαι. ὁποῖος δὲ ὁ αὐτοκράτωρ γοργὸς περὶ τὰς ἐνθυμήσεις, ἐπιστραφείς φησι τοῖς Σκύθαις “θεῷ τὴν κρίσιν ἀνατίθημι· καὶ εἰ μέν τι σημεῖον ἐξ οὐρανοῦ κατὰ ταυτηνὶ τὴν ἡμέραν ἔκδηλον γένηται, εἴσεσθε πάντως, ὡς [*](P. 19) ἐγὼ μὲν ὕποπτον οὖσαν τὴν ὑμῶν πρεσβείαν εὐλόγως οὐ δέχομαι, ὅτι οὐκ ἐπ’ ἀληθείας οἱ φαλαγγάρχαι ὑμῶν τὰ περὶ εἰρήνης διαπρεσβεύονται· εἰ δ’ οὖν, διαμαρτὼν αὐτὸς τοῦ στοχασμοῦ ἐλεγχθήσομαι.” δύο οὔπω παρῆλθον ὧραι, καὶ τὸ ἡλιακὸν φῶς ἐπιλέλοιπεν, ὡς ἀφεγγῆ τὸν ὅλον δίσκον γενέσθαι ὑποδραμούσης αὐτὸν τῆς σελήνης. καὶ οἱ μὲν Σκύθαι τηνικαῦτα ἔκθαμβοι γεγόνασιν, ὁ δέ γε αὐτοκράτωρ [*](9 ἔστι δ' 10 νεύσεσι καὶ αἰτήσεσι 19 ὤραν F προσδόκα (??) 22 φησὶ τοῖς Σκύθαις ἐπιστραφεὶς 27 οὖν s: οὖ 28 δύο οὑν 30 αὐτῶ As)
233
παραδίδωσιν αὐτοὺς Λέοντι τῷ Νικερίτῃ ἐκτομίας δὲ οὗτος καὶ τοῖς στρατιωτικοῖς νηπιόθεν ἐνδιατρίψας καὶ ἀναφανεὶς [*](Β) δοκιμώτατος) ἐπισκήψας μεθ’ ἱκανῶν διασῶσαι τούτους μέχρι τῆς βασιλίδος τῶν πόλεων. ὁ δὲ μάλα προθύμως τῆς πρὸς τὴν Κωνσταντίνου ἥψατο. οἱ δὲ βάρβαροι διὰ παντὸς τῆς ἑαυτῶν φροντίζοντες ἐλευθερίας, ἐπὰν τὴν μικρὰν Νίκαιαν ἔφθασαν, νυκτὸς ἀναιροῦσι τοὺς φύλακας ἀμελῶς περὶ τὴν αὐτῶν διατεθέντας φυλακὴν καὶ διά τινων σκολιωτέρων ἀτραπῶν ἐπαναστρέφουσι πρὸς τοὺς πέμψαντας. ὁ δὲ Νικερίτης μετὰ τριῶν μόγις σωθεὶς καταλαμβάνει τὸν αὐτοκράτορα εἰς Γολόην.

Ταῦτα μεμαθηκὼς ὁ βασιλεὺς καὶ πτοηθείς , μὴ οἱ [*](C) πρέσβεις ἅπαν τὸ Σκυθικὸν στράτευμα κατ’ αὐτοῦ ἐρεθί- σαντες ἐπεισπέσωσιν αὐτῷ, οὐκ ὀνείρου δεηθεὶς πρός μάχην αὐτὸν ἐποτρύνοντος καθάπερ ποτὲ τὸν Ἀτρέως Ἀγαμέμνονα, ἀλλ’ ἀναζέσας πρὸς μάχην καὶ τὴν Σιδηρᾶν μετὰ τῶν ταγμάτων διελθὼν τὸν χάρακα περὶ τὴν Βιτζίναν ἐπήξατο · ποταμὸς δὲ οὗτος ἀπὸ τῶν παρακειμένων ὀρῶν ῥέων. πολλοὶ δὲ τηνικαῦτα χορταγωγίας χάριν τοῦ χάρακος πορρω- τέρω γενόμενοι ἀνῃρέθησαν, πολλοὶ δὲ καὶ κατεσχέθησαν. ὁ δὲ αὐτοκράτωρ κατὰ τὸ περίορθρον ταχὺ καταλαμβάνει τὴν Πλίσκοβαν κἀκεῖθεν εἰς ἀκρολοφίαν τινὰ τοῦ [*](D) Συμεῶνος καλουμένην ἄνεισιν, ἡ καὶ Βουλευτήριον τῶν [*](154) Σκυθῶν ἐγχωρίως ὠνομάζετο. τὰ αὐτὰ δὲ πάλιν τοῖς τῶν χρειωδῶν συγκομιδῆς χάριν τῆς παρεμβολῆς μακρὰν γενομένοις συνέβαινε. τῇ δὲ μετ’ αὐτὴν παρά τινα ποταμὸν ἔρχεται ἀγχοῦ τῆς Δρίστρας ῥέοντα καὶ ὡσεὶ σταδίους εἴκοσι πρὸς τοῖς τέσσαρσιν ἀπέχοντα κἀκεῖσε τὰς σκευὰς καταθέ- μενος τὸν χάρακα πήγνυται. ἐπεισπεσόντες δὲ ἀθρόον οἱ Σκύθαι τῇ τοῦ βασιλέως σκηνῇ ἐξ ἑτέρου ἀνεῖλον μὲν τῶν ψιλῶν τοῦ στρατοῦ ἱκανούς, κατέσχον δὲ καί τινας τῶν ἐκμόγις [*](10 μετὰ τριῶν 13 τὸ ἅπαν F 19 χάρακος ἐξελθόντες καὶ πορροτέρω 22 τινὰ τὴν 24 τοῖς] τῆς 25 τοῖς τῆς 31 ἐκθυμοτέρως)

234
θυμότερον ἀγωνισαμένων Μανιχαίων. καὶ θόρυβος ἐπὶ τούτοις τοῦ στρατεύματος ἦρτο πολὺς καὶ σύγχυσις, ὡς καὶ τὴν (??) βασιλικὴν καταπεσεῖν σκηνὴν ἐξ αἰτίας τῶν ἀτάκτως θεόντων ἱππέων. ὅπερ τοῖς μὴ εὔνως πρὸς τὸν αὐτοκράτορα [*](Ρ.) διακειμένοις κακὸς οἰωνὸς ἔδοξεν. ἀλλ’ ὁ μὲν βασιλεὺς τοὺς ἐπεισπεσόντας βαρβάρους διά τινος στρατιᾶς ἐξελάσας πόρρω που τῆς σκηνῆς, ὅπως μὴ θορυβοῖεν, εὐθὺς ἐποχηθεὶς ἐκεῖθεν καὶ καταστείλας τὸν θόρυβον σὺν αὐταῖς δυνάμεσι μετ εὐταξίας τὴν πορείαν ποιησάμενος καταλαμβάνει τὴν Δρίστοαν (πόλις δὲ αὕτη τῶν περὶ τὸν Ἴστρον διακειμένων πολιορκήσων ταύτην δι’ ἑλεπόλεων. καὶ δῆτα ἔργου ἁψάμενος καὶ πανταχόθεν ταύτην πολιορκῶν καὶ καταρράξας μίαν τῶν ταύτης πλευρῶν εἰσῄει μετὰ παντὸς τοῦ στρατεύματος. αἱ δὲ δύο ἀκροπόλεις τῆς Μίσης πόλεως ἔτι παρὰ [*](Β) τῶν συγγενῶν κατείχοντο τοῦ καλουμένου Τατοῦ, ἐκείνου προφθάσαντος ἀπελθεῖν ἐφ’ ᾧ ἐπενδύσασθαι Κομάνους καὶ ἐπαναστρέψαι εἰς ἀρωγὴν τῶν Σκυθῶν. ὃς ἐν τῷ ἐκεῖθεν ὑποχωρεῖν συντασσόμενος τοῖς ἰδίοις ἔφη ὡς “ἐγὼ μὲν ἀκριβῶς οἶδα τὸν βασιλέα τουτὶ τὸ κάστρον πολιορκῆσαι μέλλοντα. ἐπὰν οὖν αὐτοὶ τοῦτον θεάσησθε τὴν πεδιάδα ταύτην καταλαβόντα, σπεύσατέ ὑμεῖς προκαταλαβεῖν εἰς τὸν ὑπερκείμενον αὐχένα ἐπικαιρότατον ὄντα τῶν ἄλλων κἀκεῖσε τὸν χάρακα πήζασθαι, ὡς μὴ ἐκεχειρίαν ἔχειν τὸν αὐτοκράτορα [*](C) πολιορκεῖν τὸ φρούριον, ἀλλὰ καὶ ὄπισθεν ὁμῶς ἔχειν τὸν νοῦν τὴν ἐξ ὑμῶν ὑφορώμενον βλάβην. ὑμεῖς δὲ πανήμεροι καὶ παννύχιοι κατ’ αὐτοῦ πέμποντες ἀμοιβαδὸν στρατιώτας μὴ ἐνδιδόατε”. ὁ δὲ αὐτοκράτωρ στοχασάμενος τοῦ δέοντος καταλιπὼν τὴν τῶν ἀκροπόλεων πολιορκίαν κἀκεῖθεν ἐξελθὼν περί τινα ῥύακα ἀγχοῦ τοῦ Ἴστρου διακείμενον τὸν χάρακα ἐπήξατο βουλευόμενος εἰ χρὴ προσβαλεῖν τοῖς Σκύθαις. ὁ μὲν οὖν Παλαιολόγος καὶ ὁ Μαυροκατακαλὼν Γρηἵππων [*](4 11 τοῦ ἴργου 15 ἐκεῖθεν ἐκεῖθεν 23 πήξασθε 24 ὁμῶς s: ὅμως 25 πανημέριοι 26 ἀμοιβαδὶς 28 πολιορκίαν, ἐπεὶ δυσχερὴς ἦν καὶ καιροῦ δεομένη As)
235
γόριος τὸν μετὰ τῶν Πατζινάκων ἀνεβάλλοντο πόλεμον, ὁπλισαμένους δὲ συνεβούλευον τὴν μεγάλην Πρισθλάβαν καταλαβεῖν. [*](D) “οἱ γὰρ Σκύθαι οὕτω πορευομένους ἡμᾶς καθωπλισμένους μετ’ εὐταξίας θεώμενοι οὐδαμῶς τὸν καθ’ ἡμῶν ἀποθαρρήσουσι πόλεμον” ἔλεγον. “εἰ δὲ καὶ οἱ ἱππεῖς ἄτερ τῶν ἁμαξῶν τοῦ πολέμου κατατολμήσειαν, εὖ ἴσθι, ἡττηθήσονται καὶ ἡμεῖς τοῦ λοιποῦ ὀχύρωμα ἐρυμνότατον τὴν μεγάλην ἕξομεν Πρισθλάβαν.” πόλις δὲ αὕτη περιφανὴς περὶ τὸν Ἴστρον διακειμένη, ποτὲ μὲν οὔτ’ οὔνομα τοῦτο ἔχουσα τὸ βαρβαρικόν, ἀλλ’ Ἑλληνίζουσα περὶ τὴν προσηγορίαν, μεγάλη πόλις καὶ οὖσα καὶ λεγομένη · ἀφ’ οὗ δὲ Μόκρος ὁ τῶν Βουλγάρων βασιλεὺς καὶ οἱ ἐξ ἐκείνου γενόμενοι καὶ [*](P. 155) προσέτι γε Σαμουὴλ ὁ τελευταῖος τῆς Βουλγαρικῆς δυναστείας [*](V. 195) καθάπερ ὁ Σεδεκίας τῶν Ἰουδαίων, τῆς ἑσπέρας κατέδραμον, σύνθετον ἐκτήσατο τὴν προσηγορίαν ἀπό τε τῆς Ἑλληνικῆς σημασίας μεγάλη ἐπονομαζομένη καὶ τὴν ἀπὸ τῶν Σθλαβογενῶν ἐπισυρομένη λέξιν, μεγάλη Πρισθλάβα πανταχόθεν τούτοις φημιζομένη. “ ταύτην τοίνυν κρησφύγετον ἔχοντες” οἱ ἀμφὶ τὸν Μαυροκατακαλὼν ἔλεγον “καὶ ὁσημέραι δι’ ἀκροβολισμῶν τοῖς Σκύθαις προσβάλλοντες οὐ παυσόμεθα ζημιοῦντες αὐτοὺς μηδ’ ὅλως τούτους τῆς οἰκείας παρεμβολῆς χορταγωγίας χάριν ἢ τῆς τῶν χρειωδῶν συγκοβιδῆς [*](Β) συγχωροῦντες ἐξεληλυθέναι”. τούτων οὖν τῶν λόγων τριβομένων ἀποβάντες οἱ τοῦ Διογένους υἱοὶ τῶν σφετέρων ἵππων, οἷα νέοι καὶ τῆς τῶν μόθων κακότητος ἄγευστοι, ὅ τε Νικηφόρος καὶ ὁ Λέο,ν, τοὺς χαλινοὺς ἀφελόμενοι πλήξαντές τε αὐτοὺς κατὰ τῶν κέγχρων ἐξήλασαν ἐπειπόντες “μὴ δέδιθι, βασιλεῦ · αὐτοὶ γὰρ τοὺς ἀκινάκεις σπασάμενοι διαμελίσομεν αὐτούς” ὁ δὲ βασιλεὺς φιλοκινδυνότατος ὤν καὶ προαρπάζειν πεφυκὼς τὰς μάχας οὐδ’ εἰς νοῦν ὅλως τῶν ἀπειργόντων αὐτὸν τοὺς λόγους ἐβάλετο, ἀλλὰ τὴν βασιλικὴν σκηνὴν καὶ τὰς σκευὰς ἁπάσας ἀναθέμενος τῷ [*](2. 8 Περισθλάβαν 4 εὐκοσμίας 6 ἴσθι, ὡς 9 ὄνομα 17 Περισθλάβα 31 ἐβάλλετο)
236
Κουτζομίτῃ Γεωργίῳ πρὸς τὸ Βέτρινον ἐξέπεμψε, τὸ δὲ στράτευμα ἐπέταξε μὴ λύχνον μηδὲ πῦρ ἀνάψαι τὸ παράπαν κατὰ τὴν ἑσπέραν ἐκείνην, ἀλλὰ τοὺς ἵππους κατέχοντας [*](C) ἐγρηγορέναι μέχρις ἡλίου ἀνατολῆς. αὐτὸς δὲ κατὰ τὸ περλίορθρον ἔξεισι τῆς παρεμβολῆς καὶ τὰς δυνάμεις διελὼν καἰ τὰς φάλαγγας εἰς πολέμου καταστησάμενος σχῆμα παραθέων ἐθεᾶτο τὸ στράτευμα. εἶτα τὴν μέσην τῆς παρατάξεως χώραν εἶχεν αὐτὸς συμπληρουμένην ἀπό τε τῶν ἐξ αἵματος καὶ ἀγχιστείας προσηκόντων αὐτῷ συγγενῶν καὶ τἀδελφοῦ Ἀδριανοῦ τῶν Λατίνων τῷ τότε ἡγεμονεύοντος καὶ ἑτέρων γενναίων ἀνδρῶν. τοῦ δέ γε ἀριστεροῦ κέρως κατῆρχε Νικηφόρος Καῖσαρ ὁ Μελισσηνὸς ὁ ἐπ’ ἀδελφῇ γαμβρὸς αὐτοῦ· κατὰ δὲ τὸ δεξιὸν ἡγεμόνες ἵσταντο ὅ τε Κασταμονίτης [*](D) καὶ ὁ Τατίκιος · τῶν δὲ ἐθνικῶν ὅ τε Οὐζᾶς καὶ ὁ Καρατζᾶς οἱ Σαυρομάται. ἓξ δὲ τὸν ἀριθμὸν διελόμενος τὴν αὐτοῦ φυλακὴν ἐπέτρεψε πρὸς αὐτόν τε ὁρᾶν παραγγείλας καὶ μηδενὶ τὸ παράπαν προσεσχηκέναι ἑτέρῳ, τούς τε δύο υἱούς φημι Ῥωμανοῦ τοῦ Διογένους καὶ Νικόλαον τὸν Μαυροκατακαλὼν πολλὴν ἐκ μακροῦ πεῖραν τῶν πολέμων ἐσχηκότα καὶ τὸν Ἰωαννάκην καὶ τὸν ἄρχοντα Βαραγγίας Ναμπίτην καὶ Γουλήν τινα καλούμενον πατρῷον θεράποντα. ἀλλὰ καὶ οἱ Σκύθαι σχῆμα πολέμου διατυπώσαντες ἐκ φυσικῆς [*](Ρ.) ἐπιστήμης πολεμεῖν εἰδότες καὶ κατὰ φάλαγγα ἵστασθαι καὶ λόχους καθίσαντες καὶ τὰς τάξεις τοῖς τακτικοῖς δεσμήσαντες σφίγμασι καὶ καταπυργώσαντες οἱονεὶ ταῖς ἀρμαμάξαις τὸ στράτευμα ἰλαδὸν κατὰ τοῦ αὐτοκράτορος ᾔεσαν καὶ ἠκροβολίζοντο πόρρωθεν. ὁ δὲ αὐτοκράτωρ συναρμόσας ταῖς ἴλαις τὸ στρατόπεδον τῶν ὁπλιτῶν οὐδενὶ προπηδᾶν ἐνετέλλετο οὐδὲ τὸν συνασπισμὸν λύειν, μέχρις ἂν ἀγχέμαχοι τοῖς Σκύθαις γένωνται· εἶτ’ τὸ ἐπειδὰν τὸ μεσαίχμιον ἀποχρῶν πρὸς χαλινὸν ἕνα ἀμφοτέρων τῶν στρατευμάτων κατ’ ἀλλήλων ἱεμένων θεάσοιντο, ὁμόσε κατὰ τῶν ἐναντίων χωρῆσαι. [*](Β) οὕτω τοίνυν τοῦ αὐτοκράτορος ἑτοιμαζομένου πόρρωθεν [*](V.) ἀνεφάνησαν οἱ Σκύθαι σὺν αὐταῖς ἁρμαμάξαις καὶ
237
γυναιξὶ καὶ παισὶν ἐρχόμενοι. συρραγέντος δὲ τοῦ πολέμου ἀπὸ πρωίας μέχρι δείλης ἑσπέρας ἀνδροκτασία γέγονε πολλὴ ἐξ ἑκατέρων τῶν μερῶν πιπτόντων συχνῶν. ὁπηνίκα καὶ Λέων ὁ τοῦ Διογένους υἱὸς σφοδρότερον κατὰ τῶν Σκυθῶν ἐξιππασάμενος καὶ πλέον τοῦ δέοντος πρὸς τὰς ἁμάξας παρασυρεὶς συρεὶς καιρίαν πληγεὶς πέπτωκεν. Ἀδριανὸς δὲ ὁ τοῦ [*](C) κρατοῦντος ἀδελφός, ὁ καὶ τὴν τῶν Λατίνων ἡγεμονίαν ἐμπεπιστευμένος τότε , τὴν τῶν Σκυθῶν ὁρμὴν ἀνύποιστον θεασάμενος ὅλους ῥυτῆρας ἐνδοὺς καὶ μέχρι τῶν ἁμαξῶν ἑαυτὸν ἐμβαλὼν ἔπειτα γενναίως ἀγωνισάμενος μετὰ ἑπτὰ καὶ μόνων ἐπανέστρεψε τῶν ἄλλων ἁπάντων παρὰ τῶν Σκυθῶν ἀποσφαγέντων, τῶν δὲ κατασχεθέντων. τῆς δὲ μάχης ἐπὶ τρυτάνης ἱσταμένης ἔτι ἐκθύμως ἄμφω τῶν στρατευμάτων μαχομένων, ἐπεὶ λοχαγοί τινες τῶν Σκυθῶν μετὰ τριάκοντα πρὸς ταῖς ἓξ χιλιάδων πόρρωθεν ἐρχόμενοι ἀνεφάνησαν, οὐκέτι στέγειν πρὸς τοσούτους οἱ Ῥωμαῖοι ἔχοντες [*](D) τὰ νῶτα τηνικαῦτα διδόασιν. ὁ μέντοι βασιλεὺς προβέβλητο τῆς οἰκείας δυνάμεως καὶ ξιφηφόρος εἱστήκει· τῇ ἑτέρᾳ δὲ τῶν χειρῶν τῆς τοῦ λόγου μητρὸς τὸ ὠμόφορον σημαίαν κατέχων ἕστατο μεθ’ ἱππέων γενναίων ἀνδρῶν εἴκοσι καταλειφθείς, λειφθείς, Νικηφόρου φημὶ τοῦ υἱοῦ τοῦ Διογένους καὶ Μιχαὴλ πρωτοστράτορος τοῦ Δούκα καὶ ἀδελφοῦ τῆς Αὐγούστης, συμπαρόντων καὶ πατρῴων θεραπόντων. εἰσπηδήσαντες [*](197) δέ τινες πεζοὶ Σκύθαι τρεῖς οἱ μὲν αἱροῦσιν αὐτὸν ἑκατέρωθεν τοῦ χαλινοῦ, ὁ δ’ ἀπὸ τῆς κνήμης τῆς δεξιᾶς. ὁ δὲ τοῦ ἑνὸς τὴν χεῖρα εὐθὺς ἀποτέμνει, ἕτερον δὲ τὸν ἀκινάκην ἀνατείνας καὶ ἐμβριμησάμενος ὀπισθόρμητον ἐποίησε· τὸν δὲ τῆς κνήμης τοῦτον κατέχοντα πλήττει κατὰ τῆς κόρυθος. τὴν δὲ φορὰν τοῦ ξίφους ἐλαφροτέραν ἐπήνεγκεν οὐδ’ ὅλῃ χειρὶ τὴν πληγὴν ἐποίει πτοούμενος μὴ δυεῖν θάτερον αὐτῷ συμβαίη τῆς σφοδροτέρας φορᾶς τῶν ξιφῶν ὡς ἐπίπαν διολισθαινούσης καὶ ἢ τὸν ἑαυτοῦ πόδα πλήξῃ ἢ [*](4 τοῦ προβεβασιλευκότος Διογένους 13 ἀμφοῖν 25 δὲ 29 ἐπήνεγκε)
238
τὸν ἵππον, ἐν ᾧ ἐπωχεῖτο, καὶ οὕτως ἁλώσιμος τοῖς ἐχθροῖς γένηται . διὰ τοῦτο καὶ δευτέραν αὐτῷ γοργῶς ἐπάγει πλη- γὴν μετὰ νουνεχείας τὰς τῆς χειρὸς κινήσεις ποιούμενος. [*](Β) ἐν πάσαις γὰρ ταῖς πράξεσι καὶ τοῖς λόγοις καὶ τοῖς κινήμασι τὸν λόγον εἶχεν ἐπιστατοῦντα οὔθ’ ὑπὸ θυμοῦ ἐκφερόμενος οὔτ’ ἐπιθυμίαις ὑποσυρόμενος. τῆς κόρυθος δὲ προαναδραμούσης τῇ προτέρᾳ πληγῇ τῇ τοῦ Σκύθου κεφαλῇ ψιλῇ τὸ ξίφος προσέπαισεν. ὁ δ’ εὐθὺς ἄφωνος κατὰ γῆς ἔκειτο. τὴν οὖν ἄμετρον φυγὴν τῶν ταγμάτων θεασάμενος ὁ πρωτοστράτωρ αἱ φάλαγγες γὰρ ἤδη διεσπάσθησαν ἀκρατῶς) “ἵνα τί”, φησι “βασιλεῦ, τοῦ λοιποῦ ἐνταῦθα πειρᾷ σὺ ἐγκαρτερεῖν; ἵνα τί τὴν ζωὴν προδίδως ἀφειδήσας παντάπασι τῆς ἑαυτοῦ σωτηρίας”; ὁ δὲ βέλτιον [*](C) γενναίως μαχομένους ἀποθανεῖν ἴφη ἢ ἀγεννές τι πεποιηκότας [*](V.) σωθῆναι. ὁ δὲ πρωτοστράτωρ “εἰ μὲν τῶν κοινῶν εἴς τις ὢν ταῦτ’ ἔλεγες, ἐπαίνου ἦς ἄξιος · εἰ δὲ ὁ σὸς θάνατος κοσμικόν ἐπάγει τὸν κίνδυνον, ἵνα τί μὴ τὸ βελτιον αἱρῇ ; εἰ γὰρ σωθείης, καὶ αὖθις πολεμήσων νικήσεις”. τὸν οὖν κίνδυνον ὑπὲρ κεφαλῆς ἤδη ἱστάμενον ὁρῶν ὁ αὐτοκράτωρ ἀναισχύντως τῶν Σκυθῶν αὐτῷ προσβαλόντων καὶ τὰς σῳζούσας ἀπεγνωκὼς ἐλπίδας “καιρὸς ἤδη τῆς ἑαυτῶν σὺν θεῷ πεφροντικέναι σωτηρίας”, εἶπε “πλὴν ἀλλ’ οὐ τὴν [*](D) αὐτὴν τοῖς φεύγουσι πορεύεσθαι δεῖ, ὅπως μὴ οἱ τοὺς ἡμετέρους διώκοντες ἐν τῷ ἐπανέρχεσθαι συναντῶσιν ἡμῖν, ἀλλὰ χρὴ” ὑποδείξας τῇ χειρὶ τοὺς κατὰ τὸ ἄκρον τῆς παρατάξεως ἱσταμένους Σκύθας “κατ’ αὐτῶν ἐξιππάσασθαι ὡς σήμερον γεννηθέντας καὶ τεθνηξομένους, καὶ οὕτως ὄπισθεν θεοῦ ἐπαρήγοντος τῆς τῶν Σκυθῶν γεγονότες παρατάξεως ἐφ’ ἑτέραν ἀτραπὸν βαδιούμεθα”. ταῦτ’ εἰπὼν καὶ τοὺς ἄλλους ἐποτρύνας πρῶτος αὐτὸς ὡς πῦρ κατὰ τῶν Σκυθῶν [*](Ρ.) ἴεται καὶ τὸν συναντήσαντα παίει · ὁ δ’ εὐθὺς ἐξεκυλίσθη τῆς ἕδρας. καὶ οὕτω τοῦ Σκυθικοῦ συνασπισμοῦ διασχισθένφξσιν [*](11 φησιν “ὠ β. 12 πειρᾷ σὺ r: πειρᾶσαι 16 τοῦτ’ 18 πολεμήσας 20 προσβαλλόντων 29 ταῦτα)
239
τος μετὰ τῶν ἀμφ’ αὐτὸν τὴν ὄπισθεν τῶν Σκυθῶν κατέλαβε χώραν. ἀλλὰ ταῦτα μὲν ὁ βασιλεύς · τὸν δὲ πρωτοστράτορα ὀλισθήσαντος αὐτῷ τοῦ ἵππου κατενεχθῆναι συμβέβηκεν. εἷς δέ τις τῶν αὐτοῦ θεραπόντων παραχρῆμα τὸν ἴδιον αὐτῷ δίδωσιν ἵππον. ἐφθακὼς δὲ τὸν αὐτοκράτορα οὐκέτι αὐτοῦ χωρίζεται οὐδὲ βῆμα ποδὸς ἐξόχως τοῦτον ποθῶν. συγχύσεως δὲ πολλῆς οὔσης τῶν μὲν φευγόντων, τῶν δὲ διωκόντων φθάνουσιν αὖθις ἕτεροι Σκύθαι τὸν βασιλέα. [*](Β) καὶ ὃς παραχρῆμα ἐπιστραφεὶς πλήττει τὸν διώκοντα, οὐκ αὐτὸν δὲ μόνον, ἀλλὰ καὶ ἄλλους, ὡς οἱ τότε συμπαρόντες διενίσταντο, ἀνεῖλεν. εἷς δέ τις Σκύθης Νικηφόρον τὸν Διογένην ἐξ ὀπισθίων φθάσας πλήττειν ἔμελλεν. ὃν ὁ αὐτοκράτωρ θεασάμενος πρὸς τὸν Διογένην ἐφώνει “ ὅρα καὶ ὄπισθεν, Νικηφόρε”. ὁ δὲ γοργῶς ἐπιστραφεὶς πλήττει αὐτὸν κατὰ τῆς ὄψεως. καὶ ὡς τοῦ βασιλέως ἐν ὑστέροις χρόνοις διηγουμένου ἠκούομεν, οὐδέποτε τάχος τοιοῦτον ἢ περιδεξιότητα ἀνδρὸς ἐθεάσατο. καὶ ὡς “εἰ μή” φησιν [*](C) “ἐγὼ τὴν σημαίαν κατεῖχον κατ’ ἐκείνην τὴν ἡμέραν, ὑπὲρ τὰς ἰδίας τρίχας πλήξας ἂν Σκύθας ἀνεῖλον” οὐ περιαυτολογῶν. τίς γὰρ τοσοῦτον εἰς ἔσχατον ταπεινότητος ἤλασεν; ἀλλὰ γὰρ ὁ λόγος καὶ τῶν πραγμάτων ἡ φύσις αὐτὸν ἠνάγκαξε καὶ τὰ κατ’ αὐτὸν πρὸς ἡμᾶς κυκλόθεν τοὺς οἰκείους αὐτῷ ἐνίοτε ἐκλαλεῖν καὶ ταῦτα παρ’ ἡμῶν πολλὰ βιαζόμενον· πρὸς δὲ τοὺς ἔξωθεν οὐδεὶς τῶν ἁπάντων ἤκουσεν ὑπέρκομπον τι τὸν αὐτοκράτορα διηγούμενον. ἀνέμου δὲ σφοδροῦ πνεύσαντος καὶ τῶν Πατζινάκων προσβαλόντων [*](D) οὐκέτι εὐτόνως εἶχε τὴν σημαίαν κατέχειν. ἐπεὶ δέ τις Σκύθης μεταχειρισάμενος δόρυ μακρὸν δι’ ἀμφοτέρων τῶν χειρῶν ἔπληξεν αὐτὸν κατὰ τοῦ γλουτοῦ , διέτρησε μὲν τὸν χρῶτα οὐδαμῶς, ὀδύνην δὲ ἐνεποίησεν ἀνήκεστον, ἥτις καὶ [*](5 ἐπιδίδωσιν As 8 αὖθις καὶ ἕτεροι As 10 ἄλλους οὐκ ὀλίγους As 15 ἐν τοῖς As 16 ἠκηκόειμεν ἢ] οὐδὲ 17 ”ἐγώ” φησιν “εἰ μὴ 22 sqq. ἰδίους αὐτοῦ 24 ἤκουεν 26 προσβαλλόντων 27 κατέχειν ὁ βασιλεύς As 30 καὶ om)
240
ἐπὶ πολλοῖς διέμεινεν αὐτῷ ἔτεσι. διὰ τοῦτο ἐπὶ τοσοῦτον [*](V.) βιασθεὶς τὴν σημαίαν περιστείλας ἔν τινι τῶν χαμαιδρύων κατατίθησιν, ὡς μηκέτι ὁρᾶσθαι παρά του· αὐτὸς δὲ διὰ τῆς νυκτὸς διεςώθη εἰς Γολόην. [ὅτε καὶ ἔλεγον οἱ πολῖται “από τήν Λρίστραν είς Γολόην καλόν άπληκτον, Κομνηνέ".] καϊ μεθ' ημέρας καταλαβών τήν Βερόην διεκαρτέρει πρίασθαι[*](P.) τους δορναλώτονς εθέλων.

Ό δε Παλαιολόγος εν τω φεύγειν τών ταγμάτων ήττηθέντων κατά τήν ήμέραν έκείνην κατενεχθεϊς τον ίππου ίο απώλεσε ἀπώλεσε τοῦτον· ἐv αμηχανία δε ών καϊ τον κίνδννον ίστάμενονύπερ κεφαλής ορών περιαθρήσας, ει που γένοιτο οί τοῦτον θεάσασθαι, ορά τον τής Χαλκηδόνος πρόεδρον Λέοντα, περῖ ου άνωθεν εμνήσθημεν, τήν ίερατικήν στολήν ήμφιεσμένον ΐππον επιδιδόντα αντώ, εν ώ επιβάς εΐχετο τής φνγής᾿ τόν δε ιεροπρεπή εκείνον άνδρα ούκέτι τεθέαται. ήν δ᾿ άρα ούτος παρρησιαστικός τήν ψνχήν καϊ αληθή [*](Β) χαρακτήρα εμφαίνων άρχιερέως, φρονήματος μέντοι άπλοω τέρον καϊ τον ξήλον εστίν ον ού κατ επίγνωσιν ενδεικνύ μενος καϊ ούδε τών ιερών κακόνων ακριβή γνώσιν εϊχε. διό καϊ άπερ άνωθεν ειρηται σννεπεπτώκει αύτώ λνπηρά καὶ τοῦ θρόνον εξέπεσεν. εξείχετο δε τοϋ ανδρός ο Παλαιολόγος άεὶ καὶ διαφερόντως ετίμα διά τό περιόν αντώ τής αρετής, είτε ούν δια τήν θερμοτάτην πίστιν τήν είς τόν άνδρα τοῦτον δ Παλαιολόγος θείας ετνχεν επιφανείας, ειτ' άλλο τι ήν τής προνοίας απόρρητον κατά τοντονϊ τόν αρχιερέα τό φαινόμενον, ούκ εχω λέγειν, διωκόμενος δε υπό τών Πατξωάκων[*](C) είς ελώδη τόπον καϊ σννηρεφή είσελθών περιτνγχάνει στρατιώταις τόν αριθμόν εκατόν προς τοις πεντήκοντα, περι κνκλούντων δε αύτούς τών Σκνθών9 ώς εν αμηχανία τά κατ᾿ αύτονς εώρων προς τοσούτονς άντέχειν μή έξ ισχύοντες, τής τοϋ Παλαιολόγον έξήρτηντο γνώμης πάλαι τούτον τό [*](1 ετεαιν 3 αντός τ: ούτος 4 sq. οτε καϊ (sic As: om haec F) ελεγον οι πολΐται από τήν δρίβτραν είς γολόην καλόν άπλήκτον (άπλήκτον As) κομνηνέ. F1 in mg As 17 άπλοωτέρον s: άπαλωτέρον 26 ουκ εχω λέγειν As om FC 29 δε om)

241
γενναῖον καὶ ἀκατάσειστον τῆς γνώμης γινώσκοντες. αὐτὸς δὲ κατὰ τῶν Σκυθῶν ὁρμῆσαι συνεβούλευε τῆς κατ’ αὐτοὺς παντάπασιν ἀφειδήσαντας σωτηρίας κἀντεῦθεν οἶμαι ταύτην ὠνήσασθαι. “χρὴ δὲ δι’ ὅρκων ταυτηνὶ τὴν βουλὴν [*](D) ἐμπεδῶσαι, ὡς τηνικαῦτα μιᾶς γνώμης ἁπάντων γεγονότων τῆς κατὰ τῶν Σκυθῶν ὁρμῆς μηδένα ἀπολειφθῆναι τὴν σωτηρίαν καὶ τὸν κίνδυνον ἴδιον ἑκάστου λογισαμένου.” ὁ μὲν οὖν Παλαιολόγος σφοδρὰν τὴν ἱππασίαν ποιησάμενος παίει τὸν αὐτῷ πρώτως ὑπαντιάσαντα · ὁ δ’ εὐθὺς σκοτοδινιάσας κατὰ γῆς ἕκειτο. τῶν δὲ λοιπῶν μετὰ διψυχίας τὴν ἱππασίαν [*](P. 200) ποιησαμένων οἱ μὲν πεπτώκασιν, οἱ δὲ αὖθις ὡς εἰς φωλεὸν τῷ συνηρεφεῖ ἄλσει παλινοστήσαντες ἑαυτοὺς ἔσωσαν κρυπτόμενοι. ἐν δὲ τῷ τὸν Παλαιολόγον ἀκρολοφίαν τινὰ καταλαμβάνειν ὑπὸ τῶν Πατζινάκων αὖθις διωκόμενον συνέβη τὸν ἵππον πληγέντα καταπεσεῖν, αὐτὸν δὲ τηνικαῦτα εἰς τὸ παρακείμενον ὄρος εἰσδῦναι. ἀναζητῶν δὲ τὴν σῴζουσαν ὁδόν, ἐπεὶ ῥᾳδίως μὴ ἐξῆν αὐτῷ ταύτην εὑρηκέναι, ἐπὶ ἕνδεκα ἡμέραις πλανώμενος περιτυγχάνει γυναικί τινος [*](V. 159) στρατιώτου χήρᾳ καὶ ἐπιξενίζεται παρ’ αὐτῆς ἐφ’ ἡμέραις τισί· σωθέντες δὲ τοῦ κινδύνου οἱ ταύτης υἱεῖς τὴν σῴζουσαν [*](Β) τούτῳ ὁδὸν ὑποδεικνύουσιν. ἀλλὰ τοιαῦτα μὲν τὰ τῷ Παλαιολόγῳ συμπεσόντα· οἱ δέ γε τῶν Σκυθῶν λογάδες οὓς κατεῖχον δορυαλώτους ἀποκτεῖναι ἐβουλεύοντο, τὸ δὲ πλῆθος τοῦ κοινοῦ τὸ παράπαν τοῦτο οὐ συνεχώρει βουλόμενοι ἀπεμπολῆσαι τούτους τιμῆς. ταύτης γοῦν τῆς βουλῆς κυρωθείσης δίδοται γνῶσις τῷ βασιλεῖ διὰ γραμμάτων τοῦ Μελισσηνοῦ, ὃς πολλὰ πρὸς τοῦτο, κἀν δορυάλωτος ἦν, τοὺς Σκύθας ἠρέθιζεν. ὁ δὲ βασιλεὺς εἰς Βερόην ἔτι ἐνδιατρίβων τῆς βασιλίδος τῶν πόλεων χρήματα ἱκανὰ μετακομίσας ἐπρίατο τοὺς δορυαλώτους.

[*](5 ἐμπεδῶσαι, ὅ δὴ καὶ γέγονεν,) 9 ὑπαντήσαντα δὲ F 12 τὸ συνηρεφὲς ἄλσος 19 ἐφ’ om F 20 ἐκ ἰοῦ Hoeschelius καὶ οἱ ταύτης υἱεῖς στρατιῶται ὄντες 21 τὰ om 23 κατέσχον 29 ἐκ τῆς s)
242

Καταλαμβάνει δὲ τηνικαῦτα καὶ ὁ Τατοὺ τὸν Ἴστρον μεθ’ ὧν ὑπεποιήσατο Κομάνων, οἳ τὴν τοσαύτην λείαν καὶ [*](C) τὸ πλῆθος τῶν δορυαλώτων θεασάμενοι τοῖς ἡγεμόσι τῶν Σκυθῶν ἔφασαν ὡς “ἡμεῖς μὲν τὰ οἴκοι καταλιπόντες εἰς ὑμετέραν ἤλθομεν βοήθειαν τὴν τοσαύτην ὁδὸν διηνυκότες ἐφ’ ᾧ καὶ τοῦ κινδύνου καὶ τῆς νίκης συγκοινωνοὶ γενήσεσθαι. τὸ γοῦν ἡμέτερον ἅπαν συνεισενεγκόντας οὐ χρὴ κενοὺς αὖθις ἀποπεμφθῆναι. οὐ γὰρ ἐκ προαιρέσεως τοῦ πολέμου κατόπιν καιροῦ ἔφθημεν ἐληλυθότες οὐδὲ αὐτοὶ τούτου αἴτιοί ἐσμεν, ἀλλ’ ὁ προαρπάσας τὸν πόλεμον βασιλεύς. ἤ γοῦν κοινῇ μεθ᾿ ἡμῶν τὴν λείαν πᾶσαν διαμερίσασθε [*](D) ἤ ἀντὶ συμμάχων πολεμίους ἡμᾶς ἕξετε.” πρὸς τοῦτο ἀνένευσαν οἱ Σκύθαι. τῶν δὲ Κομάνων τοῦτο μὴ φερόντων σφοδρὸς ἀνὰ μέσον αὐτῶν ἀναρρήγνυται πόλεμος καὶ κατὰ κράτος οἱ Σκύθαι ἡττηθέντες εἰς τὴν καλουμένην Ὀξολίμνην μόλις ἐσώθησαν. στενούμενοι δὲ παρὰ τῶν Κρομάνων ἐφ’ ἱκανὸν ἐκεῖσε διέτριβον τὴν μετάβασιν μὴ ἀποθαρροῦντες. ἡ δὲ νῦν παρ’ ἡμῖν Ὀζολίμνη κατονομαζομένη μεγίστη μέν ἐστι καὶ τὴν διάμετρόν τε καὶ περίμετρον καὶ τῶν ὅπου δήποτε φημιζομένων παρὰ τοῖς γεωγράφοις λιμνῶν μηδεμιᾶς εἰς μεγέθους λόγον ἐλλείπουσα· κεῖται δὲ τῶν [*](Ρ.) Ἑκατὸν Βουνῶν ὕπερθεν καὶ εἰς αὐτὴν μέγιστοί τε καὶ κάλλιστοι συρρέουσι ποταμοί· καὶ κατὰ νότον πολλάς τε καὶ μεγάλας καὶ φορτηγοὺς ἐστιν ἀνέχουσα νῆας, ὡς εἶναι κἀντεῦθεν δῆλον τὸ τὸ βάθος τῆς λίμνης ὁπόσον τί ἐστιν. Οζολίμνη δὲ κατωνόμασται, οὐχ ὅτι κακοῦ τινος καὶ βαρυόδμου ἀναδίδωσιν ἀποφοράν, ἀλλ’ ὅτι Οὐννικῆς ποτε στρατιᾶς ἐπιφοιτησάσης τῇ λίμνῃ τούτους δὲ τοὺς Οὔννους Οὔζους ἡ ἰδιῶτις ἀπεκάλεσε γλῶττα) καὶ περὶ τοὺς ὄχθους τῆς λίμνης αὐλισαμένης Οὐζολίμνην τὴν τοιαύτην προσηγορεύκασι λίμνην μετὰ προσθήκης οἶμαι καὶ τοῦ υ φωνήεν- [*](1 Τατὸς 19 sq. κατά τε διάμετρον καὶ περίμετρον νώτου F 21 ἐστιν om F 25 τῆς λίμνης] αὐτῆς 29 γλῶσσα)

243
[*](Β) τος. καὶ ἀπὸ μὲν τῶν παλαιῶν συγγραμμάτων οὐχ εὕρηταί πω συνελαθὲν ἐνταῦθα Οὐννικὸν στράτευμα, ἐπὶ δὲ τοῦ αὐτοκράτορος Ἀλεξίου τότε πάντες ἁπανταχόθεν ἐκεῖσε συνερρωγότες τῷ τόπῳ δεδώκασι τοὔνομα. τὰ μὲν οὖν περὶ τῆς λίμνης ὧδέ πη ἐχέτω, ὥσπερ] παρ’ ἡμῶν νῦν πρώτως ἱστορούμενα, ἴν’ ἐνδείξαιμεθα, ὅτι τοῦ αὐτοκράτορος Ἀλεξίου ταῖς πολλαῖς καὶ πανταχοῦ στρατηγίαις νῦν μὲν ἀφ’ ἑαυτοῦ, [*](P. 160) νῦν δὲ ἀπὸ τῶν ἐπισυρρυέντων ἐχθρῶν πολλὰς ἐλάμβανον‘ οἱ τόποι προσηγορίας· τοιοῦτον δέ τι καὶ ἐπὶ Ἀλεξάνδρου [*](C) τοῦ τῶν Μακεδόνων βασιλέως καταμανθάνω. καὶ γὰρ ὅπου μὲν Ἀλεξάνδρεια ἡ κατ᾿ Αἴγυπτον, ὅπου δὲ Ἀλεξάνδρεια ὴ κατ’ Ἰνδοὺς ἀπ’ ἐκείνου ὠνόμασται, ἴσμεν δὲ καὶ ἀπο Λυσιμάχου ἑνὸς τῶν ἀμφ’ αὐτὸν στρατιωτῶν Λυσιμαχίαν κατονομάζεσθαι. οὐκ ἂν οὖν θαυμασαίμην, εἰ καὶ ὁ βασιλεὺς Ἀλέξιος ζῆλον Ἀλεξάνδρειον ἀναλαβὼν ὅπου μὲν ἐξ ἐθνῶν ἢ συρραγέντων ἢ προσκεκλημένων παρ’ αὐτοῦ περιῆψε τοῖς τόποις ὀνομάτων καινότητας ἤ ἀφ’ ὧν αὐτὸς κατεπράξατο τῆς ἑαυτοῦ προσηγορίας τοῖς τόποις μετέδωκε. τοσαῦτα μὲν περὶ τῆς ἄνωθεν εἰρημένης Ὀζολίμνης ἐπερ- [*](D) ρίφθω ἱστορικώτερον· οἱ δὲ Κόμανοι, ἐπεὶ σπάνιν τῶν χρειωδῶν εἶχον, παλινδρομοῦσιν εἰς τὰ ἴδια ἐφ’ ᾧ τὰ χρειώδη συγκομισάμενοι αὖθις κατὰ τῶν Σκυθῶν ὑπαναστρέψαι.

Συνάγεται ἐν τῷ μεταξὺ ὁ βασιλεὺς κείμενος εἰς Βερόην, ἐξοπλίζει τοὺς αἰχμαλώτους καὶ τὸ λοιπὸν ἅπαν ὁπλιτικόν. τότε καὶ ὁ Φλάντρας κόμης ἐξ Ἱεροσολύμων ἐπανερχόμενος [*](V. 202) ἐκεῖσε καταλαμβάνει τὸν αὐτοκράτορα καὶ τὸν συνήθη τοῖς Λατίνοις ἀποδίδωσιν ὅρκον ὑποσχόμενος ἅμα τῷ τὰ οἴκοι καταλαβεῖν συμμάχους ἀποστεῖλαί οἱ ἱππεῖς πεντακοσίους. φιλοτιμησάμενος τοίνυν τὸν τοιοῦτον ὁ βασιλεὺς πρὸς τὰ σφέτερα χαίροντα προέπεμψεν. ἀπάρας οὖν ἐκεῖθεν ὁ αὐτοκράτωρ μεθ’ ὧν αὖθις συνελέξατο δυνάμεων καταλαμάνει τὴν Ἀδριανούπολιν. οἱ δὲ Σκύθαι διεληλυθότες [*](5 ὥσπερ seclusi 7 πολλαχοῦ μὲν om 11 δὲ ἡ Ἀλεξάνδρεια 13 ἰνὸς] τινὸς Λυσιμάχειαν)

244
τὰ μεταξὺ τέμπη μέσον Γλοόης καὶ Διαμπόλεως κατὰ τὴν λεγομένην Μαρκέλλαν τὸν χάρακα ἐπήξαντο. ὁ δέ γε αῦτοκράτωρ [*](Β) τὰ κατὰ τοὺς Κομάνους μεμαθηκώς, ἐπεὶ προσδόκιμοι ἐπαναστρέψαι ἦσαν, ἐδεδίει τὴν ἐκείνων ἔλευσιν ὑφορώμενος. μεταπεμψάμενος τοίνυν τὸν Συνέσιον καὶ τοῖς πρὸς τοὺς Σκύθας χρυσοβούλλοις λόγοις ἐφοδιάσας ἐκπέμπει παραγγείλας, ὡς εἰ μὲν πεισθεῖεν σπείσασθαι καὶ δοῖεν ὁμήρους, ἀναχαιτίσαι αὐτοὺς τῆς ἐπὶ τὸ πρόσω φορᾶς καὶ παρασκευάσαι μενειν ἐν ᾧ προκατέλαβον τόπῳ καὶ οὕτω χορηγεῖν αὐτοῖς δαψιλῆ τὰ χρειώδη· ἐσκόπει γὰρ τούτοις κατὰ τῶν Κομάνων χρήσασθαι, εἰ τὸν Ἴστρον αὖθις καταλαβόντες πρὸς [*](C) τὰ πρόσω χωρεῖν ἐπιχειρήσαιεν· εἰ δέ γε οἱ Σκύθαι μὴ πείθονται, αὐτοῦ που καταλιπεῖν αὐτοὺς καὶ ὑποστρέψαι. κατέλαβε τούτους ὁ ῥηθεὶς Συνέσιος καὶ τὰ εἰκότα προσομιλήσας ἔπεισεν ὑποσπόνδους γενέσθαι τῷ βασιλεῖ. κἀκεῖσε προσκαρτερῶν πάντας αὐτοὺς θεραπείας ἠξίου ππασαν περιαιρῶν σκανδάλου πρόφασιν. ἐπαναστρέψαντες δὲ αὖθις οἱ Κόμανοι παρεσκευασμένοι πρὸς τὸν κατὰ τῶν Σκυθῶν πόλεμον καὶ μὴ ἐντυχόντες αὐτοῖς, ἀλλὰ μεμαθηκότες τὴν τούτων διὰ τῶν κλεισουρῶν ἔλευσιν, καὶ ὅτι τὴν μαρκέλλαν καταλαβ;9οντες εἰς εἰρηνικὰς ἦλθον μετὰ τοῦ βασιλέως σπονδάς, [*](D) ἐξαιτοῦνται διελθεῖν τὰς κλεισούρας καὶ προσβαλεῖν τοῖς Σκύθαις. ὁ δὲ πρὸς τοῦτο ἀνένευσε προεφθακὼς σπείσασθαι μετὰ τῶν Σκυθῶν εἰπὼν ὡς “οὐ χρεία τὸ παρὸν βοηθείας v. ἡμῖν· λαβόντες ἱκανὰ ἐπαναστρέψατε.” καὶ φιλοφρονηςάμενος τοὺς πρέσβεις δῶρά τε ἱκανὰ ἐπιδοὺς μετ’ εἰρήνης ἀπέστειλε. τοῦτο θάρσος τοῖς Σκύθαις ἐνέβαλε καὶ παρασπονδήσαντες τῆς προτέρας ἀπανθρωπίας εἴχοντο λῃζόμενοι τὰς παρακειμένας πόλεις καὶ χώρας. ἀστατεῖ γὰρ ὡς ἐπίπαν ἅπαν τὸ βάρβαρον καὶ σπονδὰς φυλάττειν οὐ πέφυκε. τοῦτο p. θεαςάμενος ὁ Συνέσιος ἐπανέρχεται πρὸς τὸν βασιλέα αὐτάγγελος μηνυτὴς γεγονὼς τῆς τῶν Σκυθῶν ἀγνωμοςύνης [*](27 παρασπονδίσαντες F)
245
καὶ παραβάσεως. τὴν Φιλιππούπολιν δὲ τούτων καταλαβόντων τοῦτο μεμαθηκὼς ὁ βασιλεὺς ἐν ἀμηχανίᾳ καθίστατο ἀποχρώσας πρὸς τοσαῦτα πλήθη μὴ ἔχων δυνάμεις, ὥστε ὅλως τὴν μετ’ αὐτῶν μάχην ἀναδέξασθαι. ὁποῖος δὲ ἐκεῖνος ἐν ἀμηχάνοις πόρους εὑρίσκων καὶ μηδ’ ὁπωσοῦν καταπίπτειν ἐν περιστάσεσιν εἰωθώς, δεῖν ἔγνω δι’ ἀκροβολισμῶν καὶ [*](Β) λόχων τὴν τούτων μελετῆσαι καθαίρεσιν. καὶ οὕτως στοχαζόμενος τῶν τόπων καὶ τῶν πόλεων, ἔνθα καταλαμβάνειν ἐκεῖνοι πρωΐας ἔμελλον, αὐτὸς ἑσπέρας τὴν τούτων προκατελάμβανεν ἔλευσιν· εἰ δὲ ἑσπέρας τούτους μεμαθήκοι τόπον τινὰ καταλαμβάνειν, ἐκεῖνος τὸν τοιοῦτον πρωΐας πρόκατε. λάμβανε. καὶ ὡς δύναμις δι’ ἀκροβολισμῶν καὶ λόχων πόρρωθεν πρὸς αὐτοὺς ἀπεμάχετο, ὡς μὴ ἐγκρατεῖς αὐτοὺς γίνεσθαι τῶν φρουρίων. καταλαμβάνουσι τοίνυν ἄμφω οἵ τε Σκύθαι καὶ ὁ αὐτοκράτωρ τὰ Κύψελλα. ἐπεὶ δὲ τὸ ἐλπιζόμενον μισθοφορικὸν οὔπω κατέλαβε, γινώσκων ὁ αὐτοκράτωρ [*](C) τὸ ὀξυκίνητον τῶν Σκυθῶν καὶ ὁρῶν αὐτοὺς ἤδη καὶ αὐτὴν τὴν βασιλίδα καταλαμβάνοντας τῶν πόλεων ξὺν τάχει πολλῷ ἐν ἀμηχανίᾳ ἦν. καὶ μὴ ἀποχρώσας δυνάμεις πρὸς τοσαῦτα πλήθη ἔχων τὸ μὴ χεῖρον, ὅ φασι, βέλτιον λογισάμενος πρὸς εἰρηνικὰς αὖθις ἀπεῖδε σπονδάς. ἐρωτᾷ γοῦν πρέσβεις ἀποστείλας πρὸς αὐτοὺς τὰ περὶ εἰρήνης· οἱ δ’ εὐθὺς τῷ τοῦ βασιλέως ὑπεῖξάν θελήματι. προέφθασε δὲ πρὸ τῶν εἰρηνικῶν σπονδῶν αὐτόμολος παραγενέσθαι ὁ [*](D) Νεάντζης. πέμπεται τοίνυν ὁ Μιγιδηνός, ὥστε πανηγύρεις ἐξάγειν ἐκ τῶν παρακειμένων χωρῶν · οὗ ὁ υἱὸς εἰς τὸν γεγονότα πόλεμον ὕστερον κατὰ τὸν * τόπον ὀξέως κατὰ τῶν Πατζινάκων ὁρμήσας καὶ παρασυρεὶς παρὰ γυναικὸς Σκυδίδος ἑάλω διὰ σιδηρᾶς ἅρπης εἴσω τῶν ἁμαξῶν ἑλκυσθείς. οὗ τὴν κεφαλὴν ἀποτμηθεῖσαν ἐπρίατο ὁ βασιλεὺς ἐξ αἰτήοὕτω [*](7 στοχασάμενος 10 ἐμεμαθήκει 11 καταλαβεῖν κατελάμβανε 14 κατέλαβον οὖν 20 φασιν 23 εὐθὺς s: αὖθις 27 ὕστερον πόλεμον ante τόπον septem litterarum lacuna in F 29 ante ἅρπης in F viginti fere litteerae erasae; πης item in ras m 2)
246
σεως τοῦ πατρὸς αὐτοῦ· ὑπὸ δὲ τῆς ἀφορήτου θλίψεως [*](Ρ. 20) ἐπὶ τρισὶ νυχθημέροις διὰ χερμάδος λίθου τύπτων τὸ στέρνον ὁ πατὴρ τελευτᾷ. οὐκ ἐπὶ πολὺ δὲ τὰ τῆς εἰρήνης τῶν Σκυθῶν διήρκει, ἀλλ’ αὖθις πρὸς τὸν ἴδιον ἔμετον ὡς κύνες ἐστράφησαν. ἀπάραντες οὖν ἀπὸ τῶν Κυψέλλων καταλαμβάνουσι τὸν Ταυρόκωμον κἀκεῖ παραχειμάσαντες ἐλῄζοντο τὰς παρακειμένας κωμοπόλεις.

Ἔαρος δὲ ἤδη ἀναφανέντος ἐκεῖθεν εἰς Χαριούπολιν [*](V. 1) ἔρχονται. ὁ δὲ βασιλεὺς εἰς τὸ Βουλγαρόφυγον διατρίβων οὐκέτι ἐν ἀναβολαῖς ἦν, ἀλλὰ μέρος τοῦ στρατοῦ ἀποτεμνόμενος ἱκανὸν λογάδας ἅπαντας καὶ αὐτοὺς δὴ τοὺς ἀρχοντοπούλους [*](B) καλουμένους νέους, ἀρτιφυεῖς πάντας τὸ γένειον, τὴν ὁρμὴν ἀνυποστάτους προσέταξεν ἐξ ὀπισθίων τοῖς κατὰ τὸ ἄκρον τῶν ἁμαξῶν ἱσταμένοις προσβαλεῖν, τὸ δὲ τῶν ἀρχοντοπούλων τάγμα παρὰ Ἀλεξίου πρώτως ἐφεύρητο. ἀστρατίαν γὰρ ἐχούσης τῆς τῶν Ῥωμαίων ἀρχῆς διὰ ῥᾳθυμίαν τῶν ἀνέκαθεν αὐτοκρατόρων συλλεξάμενος ἁπανταχόθεν τοὺς τῶν ἀποπεπτωκότων στρατιωτῶν· υἱεῖς ἐγύμνασέ τε πρὸς ὅπλα καὶ πόλεμον καὶ ἀρχοντοπούλους ὠνόμασεν ὡσανεὶ ἐξ ἀρχόντων υἱοὺς γεγονότας, ἵνα διὰ τοῦ ὀνόματος εἰς τὴν τῶν γονέων εὐγένειάν τε καὶ ἀνδρείαν ἀναφερόμενοι [*](C) καὶ οὗτοι θούριδος ἀλκῆς μνήσαιντό τε καὶ ἀνδρειότεροι γένοιντο τοῦ καιροῦ τούτοις τόλμαν καὶ ῥώμην ὑπαγορεύοντος. τοιοῦτον δὴ τὸ τῶν ἀρχοντοπούλων τάγμα, ὡς ἐν ὀλίγῳ εἰπεῖν, εἰς δύο χιλιάδας συμποσούμενον, ὥσπερ ποτὲ καὶ τοῖς Λάκωσιν ἐφεύρητο ὁ ἱερὸς λεγόμενος λόχος. οὗτοι τοίνυν οἱ νεόλεκτοι ἀρχοντόπουλοι ἐσταλμένοι πολεμικῶς ᾔεσαν. οἱ δὲ κάτωθεν τοῦ αὐχένος προλοχίζοντες Σκύθαι τὰς τούτων ἐφόδους ἐπετήρουν · καὶ θεασάμενοι τούτους κατὰ τῶν ἁμαξῶν ἀφωρμηκότας ἀσχέτῳ ῥύμῃ κατ’ αὐτῶν ἴενται. καὶ ἀγχεμάχου τῆς συμπλοκῆς καταστάσης πίπτουσι τῶν ἀρχοντο- [*](1 ἀρχοντοπώλους F: sic ubique 16 ἀστρατείαν 8 18 τοὺς] αὐτοὺς (S) πεπτωκότων S 21 ἀνδρίαν 30 ἐφωρμηκοτας)

247
[*](D) πούλων ὡσεὶ τριακόσιοι ἐκθύμως μαχόμενοι. περὶ ὧν ἐπὶ πολὺν χρόνον βύθιον ἔστενεν ὁ βασιλεὺς δάκρυα θερμὰ ἐκχέων καὶ ὀνομαστὶ ἕκαστον καθαπερεὶ ἀπόδημον ἀνακαλούμενος. ἡττήσαντες οὖν οἱ Πατζινάκοι τοὺς ἀντιτεταγμένους διὰ τῆς Χαριουπόλεως διελθόντες ἀπονενεύκασι πρὸς τὸν Ἄπρων ἅπαντα λῃζόμενοι. τῇ γοῦν προτέρᾳ μεθόδῳ χρησάμενος αὖθις ὁ βασιλεὺς προκαταλαμβάνει τούτους καὶ εἴσεισιν εἰς τὸν Ἄπρων· οὐ γὰρ προσῆσαν αὐτῷ ἀποχρῶσαι [*](P. 205) δυνάμεις, καθάπερ πολλάκις εἴρηται, πρὸς μάχην τοῖς ἀντικαθισταμένοις. τοιγαροῦν γινώσκων αὐτοὺς κατὰ τὰς αὐγὰς ἡλίου εἰς προνομὴν ἐξερχομένους μετακαλεσάμενος τὸν Τατίκιον, οὗ ὁ λόγος ἐν πολλοῖς ἐμέμνητο, ἐνετείλατο συμπαραλαβεῖν μεθ’ ἑαυτοῦ τούς τε καλουμένους ἠνδρειωμένους τῶν ἀγούρων καὶ τῶν περὶ τὴν θεραπείαν αὐτοῦ οἰκειοτέρων τοὺς λογάδας καὶ τοὺς Λατίνους ἅπαντας καὶ κατὰ τὸ περίορθρον τὰς Σκυθικὰς ἐκδρομὰς διυπνισθέντας τηρεῖν, ὥσθ’ ὁπηνίκα τοὺς Σκύθας εἰς προνομὴν ἐξιόντας τῆς ἰδίας πόρρω γενέσθαι παρεμβολῆς στοχάσοιντο, κατ᾿ αὐτῶν τηνικαῦτα ὅλους ῥυτῆρας ἐνδοῦναι. ὁ δὲ κατὰ τὸ ἐντεταλμένον πεποιηκὼς [*](Β) κτείνει μὲν τετρακοσίους, ἱκανοὺς δὲ καὶ ζωγρίαν ἄγει. τί τὸ ἐντεῦθεν; καταλαμβάνουσιν οἱ παρὰ τοῦ Φλάντρα ἀποσταλέντες ἱππεῖς ἔκκριτοι ὡσεὶ πεντακόσιοι χάρισμα κομίζοντες τούτῳ ἵππους ἐκκρίτους τὸν ἀριθμὸν ἑκατὸν πρὸς τοῖς πεντήκοντα· ἀλλὰ καὶ ὅσους τῆς προκειμένης αὐτοῖς χρείας εἶχον ἐπέκεινα, ἀποδεδώκασι τούτῳ τιμῆς. ὁ δὲ βασιλεὺς ἀξίως δεξιωσάμενος τούτους ἱκανὰς ἀπεδίδου τὰς χάριτας. [*](V. 163) ἀγγελίας δὲ ἐκ τῆς ἑῴας καταλαβούσης, ὅσον ὁπλίζεσθαι τὸν τὴν Νίκαιαν φρουροῦντα, ὃν ἡ συνήθεια μὲν τῶν Περσῶν σατράπην ἀποκαλεῖ, οἱ δὲ νῦν τὰ Περσῶν φρονοῦντες Τοῦρκοι ἀμηρὰν ὀνομάζουσι, τὸν Ἀπελχασὴμ κατὰ τῆς Νικομήδους, ἀποστέλλει τούτους πρὸς φυλακὴν τῆς χώρας.

[*](6. 8 Ἄπρον 12 περὶ οὗ F 18 στοχάζοιντο 20 τριακοσίους 21 παρὰ om F 26 ἀξίως] Ἀλέξιος)
248

Τότε δὴ καὶ ὁ Τζαχᾶς τὴν τοῦ βασιλέως περὶ τὴν [*](C) δύσιν πολυσχιδῆ ὄχλησιν καὶ τοὺς τῶν Πατζινάκων μετ’ αὐτοῦ συχνοὺς πολέμους βεβαιωθεὶς εὐκαιρίαν εὑρὼν δέον ἐλογίσατο στόλον κτήσασθαι. Σμυρναίῳ δέ τινι ἐντυχὼν τὴν κτίσιν αὐτῶ τῶν λῃστρικῶν ἀνέθετο πλοίων ὡς περὶ τὰ τοιαῦτα ἐμπειρίαν πολλὴν ἔχοντι. αὐτοῦ που δὲ πολλὰς κατασκευάσας ναῦς, πρὸς δὲ καὶ τεσσαράκοντα ἀγράρια σκεπαστὰ καὶ ἐν αὐτοῖς ἄνδρας εἰσαγαγὼν ἐμπείρους λύσας τὰ πρυμνήσια προσώρμισε ταῖς Κλαζομεναῖς καὶ ἐξ ἐφόδου ταύτας κατέσχεν. ἐκεῖθεν δὲ εἰς Φώκαιαν ἀπελθὼν εἷλε καὶ ταύτην ἐξ ἐπιδρομῆς. κἀκεῖθεν ἀποστείλας πρὸς τὸν τὴν [*](D) διοίκησιν Μιτυλήνης ἐμπεπιστευμένον κουράτωρα τὸν Ἀλωπὸν πάνδεινα πάνδεινα ἠπειλήσατο, εἰ μὴ θᾶττον ἐκεῖθεν ἀπέλθοι, κήδεσθαί τε αὐτοῦ λέγων καὶ διὰ τοῦτο προμηνύειν, τὰ μέλλοντα τούτῳ ἔσεσθαι δεινά, εἰ μὴ ἐκεῖθεν ἐκσταίη. ὁ δὲ ὑπὸ τῶν τοῦ Τζαχᾶ ἀπειλῶν ἐκδειματωθεὶς νυκτὸς εἰς ναῦν εἰσελθὼν τὴν βασιλεύουσαν ἀνεζήτησε. τοῦτο δὲ μεμαθῃκὼς ὁ Τζαχᾶς οὐκέτ’ ἐν ἀναβολαῖς ἦν, ἀλλὰ παραχρῆμα ἀπελθὼν ἐξ ἐφόδου τὴν Μιτυλήνην κατέσχεν. ἐπεὶ δ’ ἡ [*](Ρ. 2) Μήθυμνα περὶ τὸ ἄκρον ταυτησὶ τῆς νήσου διακειμένη οὐ προσεληλύθει τῷ Τζαχᾷ, ὁ βασιλεὺς περὶ τούτου πυθόμενος παραχρῆμα διὰ πλοίων ἀποστείλας ἀποχρῶσαν δύναμιν κατωχυρώσατο ταύτην. ὁ μέντοι Τζαχᾶς οὐδένα λόγον τῆς Μηθύμνης ἐποιήσατο, ἀλλ’ εὐθὺ τῆς Χίου τὸν ἀπόπλουν ποιησάμενος ἐξ ἐφόδου κατέσχε καὶ ταύτην. ὅπερ ὁ αὐτοκράτωρ μεμαθηκὼς πέμπει κατ’ αὐτοῦ στόλον ἀποχρῶντα μετὰ στρατιωτῶν ἱκανῶν ἡγεμόνα τούτων καταστησάμενος Νικήταν τὸν Κασταμονίτην. ὁ δὲ ἀπελθὼν καὶ τὸν μετὰ τοῦ Τζαχᾶ [*](Β) συνάρας πόλεμον ἡττᾶται παραχρῆμα, καὶ πολλὰς τῶν συνεπαγομένων αὐτῷ νηῶν ὁ Τζαχᾶς ἀφείλετο. τοῦ συμβάντος δὲ τῷ Κασταμονίτῃ ὁ βασιλεὺς ἐν εἰδήσει γενόμενος ἕτερον ἐξοπλίζει στόλον ἐπιστήσας δοῦκα τούτω Κωνσταντῖνον τὸν [*](9 Κλαζομεναῖς S: Κλυζομεναῖς 12 Μελιτίνης Ducangius κουράτορα (S) 13 ἀπέλθῃ F 16 ἀπὸ 18 οὐκέτι 32 τοῦτον F)

249
Δαλασσηνόν, ἄνδρα μαχιμώτατον καὶ μητρόθεν τούτῳ προσήκοντα. ὃς κατὰ τὴν ᾐόνα τῆς Χίου γενόμενος παραχρῆμα τῆς τοῦ κάστρου πολιορκίας εἴχετο ἐκθύμως μαχόμενος καὶ σπεύδω τὴν πόλιν ἑλεῖν πρὸ τοῦ τὸν Τζαχᾶν ἀπὸ τῆς Σμύρνης καταλαβεῖν. διὰ πολλῶν οὖν ἑλεπόλεων καὶ πετροβόλων [*](C) ὀργάνων πλήξας τὰ τείχη καθαιρεῖ τὸ μεταξὺ τεῖχος τῶν δυεῖν πύργων. οἱ δὲ ἐντὸς Τοῦρκοι θεασάμενοι τὸ γεγονὸς καὶ ἐγνωκότες, ὡς ἀνυπόστατοι ταῖς ὁρμαῖς οἱ Ῥωμαῖοί εἰσιν, εἰς ἔλεον τὸν τῶν ἁπάντων ἐπεκαλοῦντο κύριον Ῥωμαΐζοντες. οἱ δ’ ἀμφὶ τὸν Δαλασσηνὸν καὶ τὸν Ὦπον ἀκάθεκτοι ἦσαν σπεύδοντες εἴσω τοῦ κάστρου εἰσελθεῖν, κἂν παρ’ αὐτῶν διεκωλύοντο δεδιότων, μή πως τὴν προαποτεθεῖσαν παρὰ τοῦ Τζαχᾶ λείαν ἅπασαν καὶ τὰ χρήματα εἰσελθόντες ἀναλάβωνται, καὶ λεγόντων ὡς “τῆς εὐφημίας τοῦ αὐτοκράτορος λαμπρᾶς ἤδη παρὰ τῶν Τούρκων γινομένης [*](D) ἀκούετε καὶ ὡς ὑπόσπονδοι ἡμῶν γεγόνασιν. οὐ χρὴ τοίνυν [*](P. 164) εἰσελθόντας ἀπηνῶς τούτους κατασφάττειν.” ἐπεὶ δὲ τὸ πάν τῆς ἡμέρας ἤδη παρῳχήκει καὶ νὺξ παρῆν, οἱ Τοῦρκοι ἕτερον τεῖχος ἀντὶ τοῦ ἐριπωθέντος ἀνοικοδομήσαντες ἀπῃώρησαν τούτου ἔξωθεν ἔξωθεν καὶ βύρσας καὶ πᾶν τὸ παρατυχὸυ πέπλον, ὡς ἂν ἡ σφοδρότης τῶν πεμπομένων λίθων ἐντεῦθεν ὑποχαλῶσα ποσῶς ἐνδίδωσι. καὶ ὁ μὲν Τζαχᾶς τὸν προσόντα στόλον αὐτοῦ ἐξοπλίσας καὶ διὰ τῆς ἠπείρου ὤσει ὀκτὼ χιλιάδας στρατεύσας Τούρκους τὴν πρὸς Χίον [*](V. 207) φέρουσαν ἐβάδιζεν· ὁ δέ γε στόλος αὐτῷ ἐπηκολούθει παραθέων τὴν ᾐόνα. ὁ δὲ Δαλασσηνὸς τοῦτο μεμαθηκὼς λῦσαι τὰ πρυμνήσια τοὺς ναυάρχας τοῦ στόλου παρεκελεύσατο ἀποχρῶντας εἰσαγαγὼν ἐν αὐτῷ στρατιώτας καὶ ἡγεμόνα τὸν Ὦπον, βουλόμενος, εἰ που τούτῳ συναντήσει διαπλῳζομένῳ κατ’ αὐτοῦ, συμμίξαι πρὸς πόλεμον. ὁ δὲ Τζαχᾶς τὴν ἤπειρον καταλιπὼν κατευθὺ Χίου τὸν ἀπόπλουν ἐποιεῖτο. καὶ [*](10 δὲ 11 sq. κἂν παρ’ αὐτῶν in F man 2 in rasura viginti sex litterarum 16 ὑμῶν 19 ἐρειπωθέντος 22 μερικῶς ποσῶς 29 διαπλοιζομένω F)
250
συναντήσας αὐτῷ περὶ μέσας νύκτας ὁ Ὦπος, ὡς εἶδε καινήν νήν τινα τὴν ναυλοχίαν ποιούμενον καὶ γὰρ ἅλυσιν κατασκευάσας παμμεγέθη ἅπαντα τὰ αὐτοῦ ἐδέσμησε πλοῖα, ὡς μήτε τοὺς τρεπομένους ἀποδιδράσκειν δύνασθαι μήτ’ αὖ [*](Β) πάλιν τοὺς προεκτρέχειν ἐθέλοντας τῆς ναυτικῆς συντάξεως διακόπτεσθαι), ἐκδειματωθεὶς καὶ μηδὲ προσπελάσαι τούτῳ θαρρήσας ὅλως στρέψας τοὺς οἴακας τὴν Χίον αὖθις ἀνεξήτει. ὁ δέ γε Τζαχᾶς σὺν ἐπιστήμῃ ἀκολουθῶν αὐτῷ οὐκ ἐνεδίδου τῆς εἰρεσίας. ἐπὰν δὲ τῇ Χίῳ προσπελάζειν ἔμελλον, ὁ μὲν Ὦπος τῷ λιμένι πρῶτος τὰς ναῦς προσώρμισε τῆς Χίου προεφθάκει γὰρ τοῦτον κατασχεῖν ὁ Δαλασσηνός), ὁ δὲ Τζαχᾶς παραπλεύσας τουτονὶ τὸν ἤδη ῥηθέντα τῆς Χίου ὅρμον τῷ τείχει τοῦ κάστρου τὰς ἰδίας προσεπέλασε ναῦς. τετρὰς δὲ τῆς ἑβδομάδος ἦν. τῇ δὲ μετ αὐτὴν ἐξελάσας τῶν νηῶν ἅπαντας ἠρίθμει τε καὶ ἀπεγράφετο. [*](C) ὁ δέ γε Δαλασσηνὸς πολίχνιόν τι ἀγχοῦ τοῦ λιμένος εὑρηκὼς ἠφάνισε μὲν τὸν χάρακα, ὃν προφθάσας διώρυξε, κεῖθι δὲ κατελθὼν καὶ ἄλλην διώρυχα ποιήσας εἰς ἀποχρῶντα τάφρον αὐτοῦ που τὸ ὁπλιτικὸν κατέθετο. τῇ δὲ μετ’ αὐτὴν ἄμφω τὰ στρατεύματα ἐξοπλισάμενα κατ᾿ ἀλλήλων παρεσκευάζοντο. ἀλλὰ τὸ μὲν Ῥωμαϊκὸν ἀτρεμοῦν ἵστατο τοῦ Δαλασσηνοῦ κελεύσαντος μηδένα τὸν συνασπισμὸν λύειν. ὁ δέ γε Τζαχᾶς τὸ πλεῖστον τῆς βαρβαρικῆς παρατάξεως κατὰ τῶν Ῥωμαίων ἰέναι παρέθηξεν, ὀλιγοστοὺς δὲ καὶ ἱππαζομένους συνέπεσθαι τούτοις. τοῦτο οἱ Λατῖνοι θεασάμενοι δόρατα [*](D) μακρὰ ἐναγκαλισάμενοι κατὰ τῶν βαρβάρων ἐξιππάσαντο. οἱ δὲ οὐ κατὰ τῶν Κελτῶν, ἀλλὰ κατὰ τῶν ἵππων τὰς βολὰς πέμποντες καὶ διὰ τῶν δοράτων δέ τινας πλήξαντες πλείστους ἀνεῖλον καὶ εἴσω τοῦ χάρακος τετραμμένους οὕτω συνήλασαν. οἱ δ’ ἐκεῖθεν ἐνέπιπτον εἰς τὰς ναῦς ἀλογίστῳ φορᾷ. τοὺς δὲ Κελτοὺς προτροπάδην φεύγοντας οἱ Ῥωμαῖοι θεασάμενοι καὶ ἐκδειματωθέντες μικρόν τι ἀναποδίσαντες [*](6 τούτοις 9 ἠρεσίας F 12 περιπλεύσας 25 τοῦτο S: τοῦτον 29 τετρεμμένους F)
251
[*](P. 208) παρὰ τὸ τεῖχος τοῦ ῥηθέντος ἔστησαν πολιχνίου. κἆθ’ οὕτως οἱ βάρβαροι εἰς τὴν ᾐόνα κατεληλυθότες τινὰς τῶν νηῶν ἀφείλοντο. τοῦτο οἱ ναυτικοὶ θεασάμενοι λύσαντες τὰ πρυμνήσια [*](V. 165) ἀπέρραξαν τῆς χέρσου καὶ τὰς ἀγκύρας χαλάσαντες ἵσταντο καραδοκοῦντες τὸ μέλλον. ὁ μέντοι Δαλασσηνὸς παραπεπλευκέναι τὰς περὶ τὸ δυτικώτερον μέρος ἀκτὰς τῆς νήσου καὶ τὴν Βολισσὸν καταλαβεῖν παρεκελεύσατο καὶ τὴν αὐτοῦ ἀπεκδέχεσθαι ἔλευσιν· ἡ δὲ Βολισσὸς πολίχνιον κατὰ τὸ ἀκρωτήριον ταυτησὶ τῆς νήσου διακείμενον. Σκύθαι δέ [*](Β) τινες προσεληλυθότες τῷ Τζαχᾷ τὴν τοῦ Δαλασσηνοῦ βουλὴν προκατήγγειλαν. ὁ δὲ ἔνθεν μὲν τηνικαῦτα πεντήκοντα σκοποὺς ἐπαφῆκε θᾶττον αὐτῷ διαμηνύσασθαι, ὁπηνίκα τὸ ναυτικὸν τοῦ Δαλασσηνοῦ τὰ πρυμνήσια λύειν ἐπείγεται, ἐκεῖθεν δὲ τὸν Δαλασσηνὸν μετεπέμπετο, ὡς τάχα τὰ περὶ εἰρήνης βουλόμενος ἐπερωτῆσαι, ἀπεγνωκὼς οἶμαι παντάπασι πρὸς τὸ τοῦ Δαλασσηνοῦ γενναῖον καὶ φιλοκίνδυνον ἀφορῶν. ὁ δὲ ἐς νέωτα κατὰ τὸ ἄκρον τῆς παρεμβολῆς ἐξεληλυθέναι τῷ Τζαχᾷ ἐπηγγείλατο καὶ ἀκοῦσαί τε καὶ εἰπεῖν, ὁπόσα ἄμφω τούτοις συνδόξειεν. οὐδ’ ὁ βάρβαρος [*](C) πρὸς τοῦτο ἀνένευσεν, ἀλλὰ πρωίας ἄμφω τὼ στρατηγὼ κατὰ ταὐτὸν ἐληλυθέτην καὶ τῆς ὁμιλίας ὁ Τζαχᾶς κατῆρχεν ὀνομαστὶ τοῦτον καλέσας “ἴσθι ἐμὲ εἶναι τὸ μειράκιον ἐκεῖνο, ὅπερ πάλαι τὴν Ἀσίαν κατατρέχον καὶ ἐκθύμως μαχόμενον ἐξ ἀπειρίας ἀπατηθὲν ἑάλων παρὰ τοῦ Καβαλίκα ἐκείνου Ἀλεξάνδρου. κἀντεῦθεν ζωγρίᾳ παρ’ αὐτοῦ τῷ αὐτοκράτορι Νικηφόρῳ τῷ Βοτανειάτῃ προσενεχθὲν παραχρῆμα τῇ τῶν πρωτονωβελλισίμων ἀξίᾳ τετίμημαι καὶ δωρεῶν μεγάλων ἀξιωθεὶς ὑπεσχόμην δουλείαν αὐτῷ. ἐξ ὅτου δὲ τὰς τῆς βασιλεἱας [*](D) ἡνίας ὁ ομνηὸς Ἀλέξιος περιεζώσατο, ἐκκέκοπται ἅπαντα. κἀγὼ μὲν οὖν ἤδη τὸ τῆς ἔχθρας αἴτιον ἀπαγγέλλων ἥκω. μαθέτω δὲ ταῦτα καὶ ὁ αὐτοκράτωρ καὶ εἴπερ βουληθῇ τὴν ἀναφυεῖσαν ἔχθραν διαλυθῆναι, ὁπόσα λαβεῖν [*](4 ἀπήραξαν 8 6 πρὸς 8 17 εἰς 19 ἀμφοῖν τούτοιν 30 ἀπαγγελῶν)
252
ὀφείλων ἐστέρημαι , ἀνελλιπῶς ἀποδοθήτω μοι ἅπαντα. εἰ δἐ σοι δοκεῖ καὶ τὰ τέκνα ἡμῶν συναφθῆναι, προβεβλήσθω μέσον ἡμῶν ἔγγραφος ἡ περὶ τούτου συμφωνία , ὡς ἴθος τοῖς Ῥωμαίοις καὶ ἡμῖν τοῖς βαρβάροις ἐστί. κᾆθ’ οὕτω τῶν ἁπάντων τῶν ἤδη βηḿντων πέρας ἐσχηκότων ἁπάσας τὰς νήσους , ὰς αὐτὸς καταδραμὼν τῆς Ῥωμαἰ·κῆς ἐξουσίας ἀφειλόμην γ διὰ σοῦ ἀντιτρέψω πρὸς τὸν αὐτοκράτορα καὶ τὰς μετ’ αὐτοῦ σπονδὰς ἀποπληρώσας πρὸς τὴν ἐμὴν ἐπαναστρέψω πατρίδα.” ταῦτα δὲ ὁ Δαλασσηνὸς σκῆψιν λογι- [*](Ρ.) σάμενος ὡς ἅτε τὸ τῶν Τούρκων ἦθος δολερὸν πάλαι γινώ- σκων ἀνεβάλλετο τέως τὴν τῶν αἰτουμένων ἐκπλήρωσιν παραγυμνώσας ἅμα καὶ ἣν ἴσχε περὶ αὐτοῦ ὑπόληψιν καὶ φάμενος ὡς “οὔτε σύ, ὡς ἔφησθα, τὰς νήσους πρὸς ἐμὲ παραδώσεις οὔτε ἐγὼ βουλῆς ἄτερ τοῦ αὐτοκράτορος πρὸς ἅπερ αὐτὸς ἐκεῖθεν ἐξ ἐκείνου καὶ ἐμοῦ ἐπιζητεῖς καταθέσθαι δύναμαι. ἀλλ’ ἐπεὶ δοὺξ μέγας ὁ Ἰωάννης καὶ γυναικάδελτοῦ αὐτοκράτορος ὅσον ἤδη μετὰ παντὸς καταλαμβάνει τοῦ στόλου ἐζ ἠπείρου τε καὶ θαλάττης δυνάμεις πολλὰς συνεπαγόμενος, ἐκεῖνος ἀκουσάτω τῶν παρὰ σοῦ λεγομένων. [*](B) καὶ οὕτως, εὖ ἴσθι, αἱ μετὰ τοῦ αὐτοκράτορος σπονδαὶ αὐτὴν εἰρήνην μεσάζοντος πέρας λάβοιεν.” καὶ γὰρ τοντονὶ τὸν Δούκαν Ἰωάννην εἰς Ἐπίδαμνον ὁ αὐτοκράτωρ μετὰ στρατιᾶς ἀξιομάχου ἐξέπεμψεν ἅμα μὲν καὶ περὶ τὴν [*](V.) τοῦ Δυρραχίου φρουρὰν ἐπιμελῶς διαπονεῖσθαι, ἅμα δὲ καὶ τὴν μετὰ τῶν Δαλματῶν ἀναδήσασθαι μάχην. ὁ γὰρ οὕτω καλούμενος Βοδῖνος μαχιμώτατος ὠν καὶ ῥᾳδιουργίας πλήοὐ μέχρι τῶν ἰδίων ὅρων ἑστάναι ἠβούλετο, ἀλλ’ ὅση. μέραι τὰς ἔγγιστα Δαλματίας κωμοπόλεις κατατρέχων τοῖς ἰδίοις προσετίθει ὁρίοις. ὁ δὲ Δούκας Ἰωάννης ἐνιαυτοὺς [*](C) πρὸς τῷ ἑνὶ δέκα εἰς τὸ Δυρράχιον ἐνδιατρίΨας πολλὰ μὲν τῶν ὑπὸ τὴν ἐξουσίαν Βολκάνου ἀφῃρεῖτο φρούρια, πολλοὺς [*](2 συναφεῖναι 5 τῶν ρθ8ΐ;θηπ8 οιη 7 ἀντεπιστρέψω β αὐτὰς στρέψω Ο 22 δοῦκαν 6 δοῦκα Ε^ 23 κατέπεμψεν 26 πλήρvς] πάσης F 27 ὁρίων 29 δούκας e δοὺξ F1 30 δέκα πρὸς τί ἐνὶ)
253
δὲ καὶ ζωγρίαν Δαλμάτας πρὸς τὸν αὐτοκράτορα ἐξαπέστειλε καὶ τέλος καρτερὰν μετὰ τοῦ Βοδίνου μάχην σνναρράξας καὶ αὐτὸν κατέσχεν. ἄνδρα δὲ τὸν Δούκαν τοῦτον Ἰωάννην μαχιμώτατον ὁ αὐτοκράτωρ ἐκ πολλῶν ἐγνωκὼς καὶ περὶ τὰ πολεμικὰ ἐπιτήδειον καὶ μηδ’ ὁπωσοῦν τὰ παρ’ αὐτοῦ αύτοῦτακνένα ἀθετεῖν ἐθέλοντα , ἐπεὶ τοιούτου ἀνδρὸς κατὰ τὸν Τζαχᾶν ἐδέετο, μεταπεμψάμενος αὐτὸν ἐκεῖθεν ὁ αὐτοκράτωρ [*](D) μετὰ πολλῶν δυνάμεων ἐξ ἠπείρου καὶ θαλάττης κατὰ τοῦ Τζαχᾶ ἐξέπεμψε δοῦκα τοῦ στόλου μέγιστον κατονομάσας. ὁπόσας δὲ μετ’ αὐτοῦ μάχας συνῆψε καὶ ἐν ὅσοις κινδύνοις ἑαυτὸν ἐπιρρίψας νικητὴς ἀνεφάνη, ὁ λόγος ἐν ὑστέροις δηλώσειε. τοῦτον προσδόκιμον ὁ Δαλασσηνὸς ἔχων ἐν τῇ πρὸς τὸν Τζαχᾶν ὁμιλίᾳ τὸ πᾶν εἰς τὸν ἐρχόμενον Δούκαν ἐφαίνετο ἀνατιθέμενος. ὁ δὲ Τζαχᾶς τὸ Ὁμηρικὸν ἐκεῖνο ἶπος ἐδόκει λέγειν “νὺξ ἤδη τελέθει , ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι.” αὐγαζούσης δὲ τῆς ἡμέρας πολλὰ τῶν χρειωδῶν [*](210) κομίσαι ὑπέσχετο. ἅπαντα δὲ δόλος ἦν καὶ ἀπάτη, καὶ ὁ Δαλασσηνὸς οὐ πόρρω σκοποῦ ἔβαλλε. κατὰ γὰρ τὸ περίορθρον λαθὼν ὁ Τζαχᾶς καὶ περὶ τὴν ᾐόνα τῆς Χίου κατεληλυθὼς οὐρίου τυχὼν πνεύματος τὴν Σμύρνην κατέλαβεν, ἐφ’ ᾧ πλείονας συναγηοχέναι δυνάμεις καὶ αὖθις ἐπαναστρέψας ἐν Χίῳ καταλαβεῖν. ἀλλ’ οὐδ’ ὁ Δαλασσηνὸς δεύτερος τὰς τοῦ Τζαχᾶ μηχανὰς ἐφαίνετο. έφαίνετο. γὰρ ἐν τοῖς παρατυχοῦσι πλοίοις μετὰ τῶν ὑπ’ αὐτὸν τὴν Βολισσὸν κατέλαβε καὶ τάς τε ναῦς περιποιησάμενος καὶ ἑλεπόλεις ἑτέρας [*](Β) παρασκευασάμενος τούς τε στρατιώτας διαναπαύσας καὶ πλείονας τούτων συμπαραλαβὼν αὖθις ὅθεν ἐξῄει ἐπανέστρεψε. καὶ καρτερὸν μετὰ τῶν βαρβάρων συνήρασσε πόλεμον καὶ καθελὼν τὰ τείχη ἐχειρώσατο τὴν πόλιν τοῦ Τζαχᾶ τὴν Σμύρνην ἔτι περινοστοῦντος. κἀκεῖθεν λειοκύμονα τὴν θάλασσαν εὑρηκὼς εὐθυπλοήσας μετὰ τοῦ στόλου παντὸς κατέλαβε τὴν Μιτυλήνην.

Οὕτω δὲ (??) αὐτοκράτωρ τὰ κατὰ τὸν Τζαχᾶν διαθέδαλματίας [*](1 δαλματίας F ἐξαπέστειλεν 2 συναράξας 8 6 τοῦ Τζαχᾶ 9 ἐξέπεμψεν 13 δοῦκα 15 11. 7, 282. 293)

254
μενος, ἐπεὶ τοὺς Σκύθας αὖθις τὸ Ῥούσιον καταλαμβάνειν μεμαθήκοι καὶ κατὰ τὸ Πολύβοτον τὸν χάρακα πήξασθαι, ἐξεληλυθὼς ὡς εἶχε τῆς Κωνσταντίνου τὸ Ῥούσιον κατέλαβε. [*](C) συνείπετο δὲ τούτῳ καὶ ὁ αὐτόμολος Νεάντζης δεινήν τινα καὶ βύθιον μελέτην κατ’ αὐτοῦ τεκταινόμενος· συμπαρῆν δὲ καὶ ὁ Καντζοὺς καὶ ὁ Κατράνης ἄνδρες πολέμων μεμνημέκαὶ νοι ζέοντα πρὸς τὸν αὐτοκράτορα πόθον ἔχοντες. ἀπό- [*](V.) μοῖραν δὲ ἱκανὴν τῶν Σκυθῶν πόρρω θεασάμενος τὴν μετ’ αὐτῶν ἐναποδύεται μάχην. πολλοὶ μὲν οὖν τῶν Ῥωμαίων ἐν τῷ μάχεσθαι πίπτουσι, τινὲς δὲ καὶ ζωγρηθέντες παρὰ τῶν Σκυθῶν κτείνονται , ἱκανοὶ δὲ καὶ μέχρις αὐτοῦ Ρουσίου κομίζονται. ἀλλὰ ταῦτα μὲν τὰ κατὰ τοὺς προνομεῖς τῶν Σκυθῶν· ὁ δὲ βασιλεὺς τῶν καλουμένων Μανιακατῶν [*](D) Λατίνων καταλαβόντων θαρσήσας ἐβουλεύετο τῇ μετ’ αὐλεμον. τὸν μετὰ τῶν Σκυθῶν κατασυστάδην ἀναδέξασθαι πόλεμον. ἐπεὶ δ’ οὐ πολὺ τὸ μεταίχμιον ἀμφοῖν τοῖν στρατευμάτοιν ἔτυχεν ὄν, τὴν ἐνυάλιον οὐκ ἀπεθάρρησεν ἠχῆσαι σάλπιγγα θέλων προαρπάσαι τὴν μάχην. μεταπεμψάμενος οὖν τὸν περὶ τὴν τῶν βασιλικῶν ἱεράκων θεραπείαν διαπονούμενον Κωνσταντῖνον προστάττει τύμπανον ἑσπέρας ἀναλαβόμενον τύπτειν δι’ ὅλης νυκτὸς περινοστοῦντα τὸ στράτευμα καὶ διακηρυκεύειν ἑτοιμάζεσθαι, ὅτιπερ αὐγαζούσης τῆς [*](Ρ. 2) αὔριον ἀπερισαλπίγκτως τὸν μετὰ τῶν Σκυθῶν ὁ αὐτοκράτωρ βούλεται συνάψαι πόλεμον. οἱ δὲ Σκύθαι τοῦ Πολυβοτοῦ ἀπάραντες προκαταλαμβάνουσι τόπον καλούμενον Ἅδην κἀκεῖθι τὸν χάρακα πήγνυνται. οὕτω μὲν οὖν ὁ αὐτοκράτωρ ἐξ ἑσπέρας αὐτῆς παρεσκευάζετο · αὐγαζούσης δὲ ἡμέρας διελὼν τὸ στράτευμα καὶ εἰς φάλαγγας καταστήσας ἵεται κατ’ αὐτῶν. οὔπω δὲ τῆς συμβολῆς τοῦ πολέμου γενομένης, ἀλλ’ ἑκάστου τῶν ταγμάτων ἔτι καθισταμένου ὁ Νεάντζης κατά τινα παρακειμένην ἀκρολοφίαν ἀνελθὼν ἐφ’ ᾧ κατασκοπῆσαι [*](B) σκοπῆσαι μὲν τὰς Σκυθικὰς παρατάξεις, ὡς ἔλεγεν, ἀγγελίαν [*](2 ἐμεμαθήκει 19 διαπονούμενον θεραπείαν 22 ὅτι περιαυγαζούσης 25 τόπον τὸν καλούμενον 30 ἔτι] ἤδη)
255
δὲ τῷ αὐτοκράτορι τῆς αὐτῶν καταστάσεως συγκομίσαι, ἅπαν τοὐναντίον ἐποίει. καὶ τῇ ἰδίᾳ διαλέκτῳ τοῖς Σκύθαις τηνικαῦτα συνεβούλευε τὰς ἁμάξας μὲν στοιχηδὸν καταστῆσαι, αὐτοὺς δὲ μὴ δεδιέναι τὸν αὐτοκράτορα τετραμμένον τε ὄντα ἤδη ἐκ τῆς προτεραίας ἥττης καὶ πρὸς φυγὴν ἕτοιμον σπάνιν τῶν στρατευμάτων καὶ τῶν συμμάχων ἔχοντα. ταῦτ’ εἰπὼν κάτεισι πρὸς τὸν αὐτοκράτορα. μιζοβάρβαρος δέ τις εἰδήμων τῆς Σκυθικῆς διαλέκτου συνεὶς τὰ πρὸς [*](C) τοὺς Σκύθας παρὰ τοῦ Νεάντζη λεχθέντα ἀπαγγέλλει τῷ βασιλεῖ. ἐν αἰσθήσει δὲ τούτου γενόμενος ὁ Νεάντζης ἀνεζήτει τὸν ἔλεγχον· ἀναισχύντως δ’ ὁ μιζοβάρβαρος ἐς μέσον ἐλθὼν ἤλεγχεν. ἐκεῖνος δὲ ἀθρόον τὸ ξίφος σπασάμενος ἀπέκοψε τἀνθρώπου τὴν κεφαλὴν αὐτοῦ τε τοῦ βασιλέως ὁρῶντος καὶ ἑκατέρωθεν τῶν φαλάγγων ἱσταμένων. καὶ οἶμαι τὴν ὑποψίαν τῆς συκοφαντίας ὁ Νεάνθης ἐκκλίνων ἐκ τῆς σφαγῆς τοῦ συκοφαντοῦντος ὕποπτον μᾶλλον ἑαυτὸν καθίστα. τί γὰρ μὴ τὸν ἔλεγχον περιέμενεν; ἀλλ’, ὡς ἔοικε, [*](D) γλῶτταν ἐθέλων προαναιρεῖν ἐξορχουμένην τὰς κατ’ αὐτὸν δολιότητας τολμᾷ τι καὶ παραβολώτερον πρᾶγμα ποιήσας βαρβαρικῆς μὲν ψυχῆς ἄξιον, ὕποπτον δὲ τοσοῦτον, ὅσον καὶ τόλμης ἐφίκετο. οὐ μὴν ὁ βασιλεὺς εὐθὺς ἐπεπορεύσατο [*](P. 168) τὸν βάρβαρον οὐδὲ ἐπεζῆλθε δέον ὄν, ἀλλὰ τὴν μὲν καρδίαν παλλομένην εἰς θυμὸν καὶ ὀργὴν ἐπέσχεν αὐτίκα, ἕνα μὴ προσοβήσῃ τὴν θήραν καὶ ταράξῃ τὰς φάλαγγας. [*](V. 212) ἐταμιεύετο δὲ καὶ ὑπώρυττε τὴν ὀργὴν τῷ Νεάντζῃ τούτου προδοσίαν τοῦ ἀνδρὸς καὶ τὴν ἀποστασίαν καὶ ἀπὸ τῶν προειργασμένων καὶ ἐζ ἄλλων προμαντευόμενος · ἐπὶ ξυροῦ γὰρ ἀκμῆς εἱστήκει τὰ τοῦ πολέμου· καὶ διὰ τοῦτο περιυλακτοῦντα τὸν θυμὸν ὁ βασιλεὺς τέως ἐπεῖχεν ἀπορῶν τὸ τηνικαῦτα, ὅ τι καὶ δράσειεν. ὁ μέντοι Νεάντζης μετὰ μικρὸν προσελθὼν καὶ τοῦ σφετέρου ἀποβὰς ἵππου ἄλλον ᾐτεῖτο τὸν βασιλέα. καὶ δίδωσιν αὐτῷ παραχρῆμα ἵππον [*](4 τετρεμμένον F 5 πρώτης 7 ταῦτα 11 εἰς 12 τὸ ξίφος ἀθρόον 21 ἐπεπορεύσατο FC ἐτιμωρήσατο)
256
τῶν ἐκκρίτων μετὰ τῆς βασιλικῆς ἐφεστρίδος. εἰς ὃν ἀναβάς, ἐπεὶ τὰ τάγματα κατ’ ἀλλήλων διὰ τοῦ μεσαιχμίου ἤδη [*](B) ᾔεσαν, σχῆμα κατὰ τῶν Σκυθῶν ἱππασίας ποιησάμενος τὴν ἀκωκὴν τοῦ δόρατος ὄπισθεν στρέψας πρὸς τοὺς ὁμογενεῖς φοιτᾷ πολλὰ κατὰ τῆς βασιλικῆς παρατάξεως αὐτοῖς παραὶ· νῶν. οἱ δὲ ταῖς ὑποθημοσύναις αὐτοῦ χρώμενοι καρτερὸν τὸν μετὰ τοῦ αὐτοκράτορος συνάψαντες πόλεμον τρέπουσι κατὰ κράτος. ὁ δὲ βασιλεὺς διασπασθείσας τὰς φάλαγγας ὁρῶν καὶ φεύγοντας ἅπαντας ἐν ἀμηχανίᾳ γενόμενος παρακινδυνεύειν ἀλόγως οὐκ ἤθελεν. ἔνθεν τοι καὶ τὰς ἡνίας στρέψας μέχρι τοῦ ῥέοντος ποταμοῦ ἐγγὺς τοῦ Ῥουσίου καταλαμβάνει. τὸν χαλινὸν ἀνασειράσας μετά τινων [*](C) λογάδων ὡς ἐνὸν πρὸς τοὺς διώκοντας ἀπεμάχετο ἱππασίας κατ’ αὐτῶν ποιούμενος , πολλοὺς δὲ καὶ κτείνων, ἔστιν οὗ καὶ αὐτὸς πληττόμενος. ἐπειδὴ δὲ ἐξ ἑτέρου μέρους καὶ Γεώργιος ὁ Πύρρος καούμενος φεύγων τὸν ποταμὸν κατελάμβανεν, ἐμβριμησάμενος τοῦτον ὁ αὐτοκράτωρ μετεκαλέσατο πρὸς ἑαυτόν. ὡς δὲ τὸ ἰταμὸν τῶν Σκυθῶν ἑώρα καὶ ὅτι ὅσαι ὧραι πληθύνουσι καὶ ἄλλων ἐρχομένων εἰς τὴν αὐτῶν ἀρωγήν, τὸν μὲν Γεώργιον αὐτοῦ που καταλέλοιπε μετὰ τῶν λοιπῶν παραγγείλας μετὰ φειδοῦς ἀντικαθίστασθαι τοῖς Σκύθαις, μέχρις ἄν αὐτὸς ἐπανέλθοι. γοργῶς δὲ τοῦ ἵππου τὸ ψάλλιον περιστρέψας τὴν περαίαν τοῦ ποταμοῦ καταλαβὼν [*](D) εἴσεισιν εἰς τὸ Ῥούσιον, καὶ ὅσους τῶν φευγόντων στρατιωτῶν κεῖθι κατέλαβε, καὶ τοὺς αὐτόχθονας ἅπαντας ὁπόσοι στρατεύσιμον τὴν ἡλικίαν εἶχον, ἀλλὰ καὶ αὐτοὺς δὴ τοὺς ἀγρότας μετὰ τῶν ἰδίων ἁμαξῶν παρεΜλεύσατο θᾶττον ἐζεληλυθότας παρὰ τῷ χείλει τοῦ ποταμοῦ καταστῆναι. τούτου δὲ θᾶττον ἢ λόγος γεγονότος καὶ κατὰ στοίχους τινὰς καταστήσας αὐτοὺς αὖθις πρὸς τὸν Γεώργιον διαπεράσας [*](1 τῆς om 13 ἀπεμάχοντο (s) 14 δὲ καὶ] μὲν Cs ἔστιν] ἔστι δ’ 16 πυρὸς F 20 καταλέλοιγιεν 25 ἅπαντας Ρουσιώτας 26 εἶχον ῥουσιώτας F ῥ. delevi 29 λόγου καὶ om 30 διαπεράσας om)
257
ἀναδεδραμήκει, καίτοι ὑπὸ τεταρταϊκοῦ ῥίγους πιεζόμενος, ὡς καὶ τοὺς ὀδόντας ὑπὸ τῆς φρίκης προσαράσσειν. ἐπισυναχθὲν δὲ καὶ τὸ ἅπαν Σκυθικὸν στράτευμα ὡς τὴν [*](P. 213) διττὴν ἐθεάσαντο παράταξιν καὶ τὸν αὐτοκράτορα τοσοῦτον ἀγωνιζόμενον , τὸ φιλοκίνδυνον αὐτοῦ ἐπεγνωκότες καὶ ὅτι ὁ αὐτὸς κἀν ταῖς νίκαις κἀν ταῖς ἥτταις ἐστί, τὴν ἀνύποιστον τούτου ἐπεγνωκότες ὁρμὴν ἑστήκεσαν μὴ ἀποθαρροῦντες τὴν μετ’ αὐτοῦ συμπλοκήν. ὁ δὲ αὐτοκράτωρ τὸ μέν τι ὑπὸ τοῦ ῥίγους συνεχόμενος, τὸ δὲ πλεῖστον ὅτι οὔπω οἱ σκεδασθέντες ἅπαντες ἔφθασαν συνεληλυθέναι, ἵστατο καὶ αὐτὸς παραθέων καὶ μετρίως ἱππαζόμενος καὶ κατ’ αὐτῶν θάρσος ἐνδεικνύμενος. συνέβαινεν οὖν ἄμφω τὰ στρατεύματα ἀτρεμοῦντα μέχρις ἑσπέρας ἑστάναι. ἐπεὶ [*](V. 169) δ’ ἡ νὺξ ἤδη προῄει, ἀμαχητὶ πρὸς τὰς ἰδίας ἐπανέστρεψαν παρεμβολάς. ἐδεδίεσαν γὰρ καὶ ἀποθαρρεῖν οὐκ εἶχον τὸν [*](Β) πόλεμον. οἱ δέ γε κατὰ τὴν πρώτην μάχην ἄλλοσε ἀλλαχῆ σκεδασθέντες κατὰ μικρὸν αὖθις πρὸς τὸ Ῥούσιον ἐπανήρχοντο· οἱ πλείους δὲ τούτων καὶ μάχης παντελῶς ἄγευστοι. ὁ δέ γε Μοναστρᾶς καὶ Οὐζᾶς καὶ ὁ Συνέσιος, ἄνδρες Ἀρηΐφιλοι καὶ μαχιμώτατοι , διὰ τοῦ Ἄσπρου καλουμένου τῷ τότε διελθόντες χωρίου ἀπόμαχοι καὶ αὐτοὶ τὸ Ῥούσιον καταλαμβάνουσιν.

Ὁ δὲ αὐτοκράτωρ ὑπὸ τοῦ συνέχοντος αὐτόν, ὡς ἔφην, ῥίγους βιαζόμενος κατεκλίθη μικρὸν ἑαυτὸν ἀνακτησόμενος. σόμενος. ἀλλ’ ὅμως οὐδ’ οὕτως ἠρέμει σκεπτόμενος, τί ἄν [*](c) χρὴ τὴν αὔριον ποιῆσαι. προσελθὼν δ’ ὁ Τατράνης Σκύθης δὲ οὗτος ὁ ἀνὴρ πολλάκις αὐτομολήσας πρὸς τὸν αὐτοκράτορα καὶ παλινδρομήσας αὖθις οἴκαδε καὶ τοσαυτάκις παρ’ αὐτοῦ συμπαθείας ἀξιωθεὶς καὶ πολὺν τὸν πόθον εἰς αὐτὸν διὰ τὴν τοσαύτην ἀνεξικακίαν ἐσχηκὼς τὰ ὑπὲρ αὐτοῦ τοῦ λοιποῦ ὅλῃ ψυχῇ καὶ φρονῶν καὶ πραγματευόμενος) [*](1 τεταρταϊκοῦ κακοῦ ῥίγους 2 ἀπὸ 4 τοσοῦτον] οὕτως 9 μέν τ,ι] μέντοι τοῦ om 14 δὲ 16 ἄλλοσε ἀλλαχῆ] ἄλλοι ἀλλαχοῦ 31 του λοιποῦ om)

258
ἔφη “ἐλπίς ἐστί μοι, βασιλεῦ, κατὰ τὴν αὔριον τοὺς Σκύθας κυκλῶοαι ἡμᾶς καὶ οὕτως τὸν μεθ᾿ ἡμῶν ἀναζητῆσαι πόλεμον. χρὴ τοίνυν προλαβόντας ἔξω τῶν τειχῶν αὐγαζούσης ἡμέρας παρατάξασθαι.” ἐικανέσας δὲ τοῦτον ὁ βασιλεὺς καὶ ἀποδεξάμενος τῆς βουλῆς συνέθετο ἡλίου ἀνίσχοντος πέρας ταύτην λαβεῖν, ὁ δὲ ταῦτ᾿ εἰπὼν ἀπελθὼν τοιαῦτα πρὸς [*](D) τοὺς ἡγεμόνας ἀπεστομάτισε τῶν Σκυθῶν “μὴ ἐπαίρεσθε διὰ τὰς προγεγενημένας ἥττας τοῦ αὐτοκράτορος μηδὲ ὀλιγοστοὺς ὁρῶντες ἡμᾶς τὴν μεθ᾿ ἡμῶν ἐπ᾿ ἀγαθαῖς ἐλπίσι θαρρεῖτε μάχην. ἄμαχος τὴν ἰσχύν ἐστιν ὁ κρατῶν καὶ πολὺ μισθοφορικὸν ὅσον ἤδη ἐλπίζεται καταλαβεῖν. καὶ εἰ μὴ τὴν μετ᾿ αὐτοῦ εἰρήνην ἀσπάσεσθε, τὰ σώματα ὑμῶν οἰωνοὶ ἔδονται.” τοιαῦτα μὲν τὰ τοῦ Τατράνη πρὸς τοὺς Σκύθας· ὁ δέ γε αὐτοκράτωρ μελετήσας τοὺς κατὰ [*](p. 2) πεδιάδα νεμομένους ἵππους αὐτῶν ἀναλαβέσθαι (ἦσαν γὰρ παμπληθεῖς) λῃζομένων ὁσημέραι τε καὶ νύκτες τὴν ἡμεδαπὴν χώραν μεταπεμψάμενος τόν τε Οὐζᾶν καὶ τὸν Μοναστρᾶν ἐπέσκηιψε μεθ᾿ ἱππέων ἐκκρίτων ἐξ ὀπισθίων τῶν Σκυθῶν διελθόντας κατὰ τὸ περίορθρον τὰς πεδιάδας καταλαβεῖν καὶ τοὺς ἵππους ἅπαντας καὶ τἆλλα κτήνη σὺν αὐτοῖς νομεῦσιν ἀναλαβέσθαι καὶ μὴ δεδιέναι παρεκελεύετο. “ἡμῶν γάρ, φησι, κατὰ πρόσωπον μετ᾿ αὐτῶν μαχομένων ὑμεῖς ῥᾳδίως τὸ κελευσθὲν ἐκπληρώσετε.” οὐδαμῶς δὲ τοῦ σκοποῦ διημάρτηκεν. ὁ γὰρ λόγος ἔργον εὐθὺς ἐγεγόνει. αὐτὸς δὲ τὴν κατ᾿ αὐτοῦ τῶν Σκυθῶν ἐπέλευσιν προσδόκιμον [*](B) ἔχων οὐκ ἐδίδου ὕπνον τοῖς ὀφθαλμοῖς οὐδ᾿ ἐπινυστάζων ὅλως ἦν, ἀλλὰ μεταπεμπόμενος δι᾿ ὅλης νυκτὸς τοὺς στρατιώτας καὶ μᾶλλον τοὺς τῆς τοξείας εἰδήμονας πολλὰ περὶ τῶν Σκυθῶν ὡμίλει ἐπαλείφων οἷον αὐτοὺς καὶ τὰ συνοίσοντα πρὸς τὴν ἐλπιζομένην ἐς νέωτα μάχην ξυμβουλεύων, ὅπως δεῖ τόξον τείνειν καὶ βέλη πέμπειν, ἔστιν [*](2 οὕτω 9 ἐπ᾿ om 12 σπάσηαθε (ἀσπάοησθε s) 13 ἔδωνται F 16 γὰρ] δὲ ὁσημέραι τὰς νύκτας 20 τὰ ἄλλα 22 μετ᾿ αὐτῶν] αὐτοῖς 30 συνοἰσαντα (s))
259
οὗ καὶ τοὺς ἵππους ἀνασειράζειν καὶ αὖθις ἐνδιδόναι τὸν χαλινὸν καὶ ἀποβαίνειν τῶν ἵππων, εἰ καὶ τοῦτο χρή. ἀλλὰ [*](P. 170) ταῦτα μὲν τὰ τῆς νυκτὸς ἔργα · μικρὸν δὲ ὑπνώσας, ἐπεὶ [*](C) τῆς ἡμέρας ἤδη ἐπιφωσκούσης οἱ λογάδες ἅπαντες τῶν Σκυθῶν διαπεραιωθέντες τὸν ποταμὸν τὸν πόλεμον ἀναζητεῖν ἐῴκεσαν καὶ ἤδη πέρας ὁ τοῦ αὐτοκράτορος ἐλάμβανε στοχαςμός δεινὸς γὰρ ἦν προϊσέσθαι τὸ μέλλον ἐμπειρίαν πολλὴν τῇ πυκνότητι τῶν ὁσημέραι κατ’ αὐτοῦ ἐπανισταμένων πολέμων λαβών), ἐπιβὰς παραχρῆμα τοῦ ἵππου τὴν ἐνυάλιον ἠχῆσαι προσέταττε σάλπιγγα καὶ τὰς φάλαγγας καταστησάμενος αὐτὸς ἐπὶ τοῦ μετώπου εἱστήκει. ὁρῶν δὲ τοὺς Σκύθας ἰταμώτερον ἢ πρότερον ἐπικαταλαμβάνοντας παραχρῆμα [*](D) τοὺς τῆς τοξείας εἰδήμονας ἀποβῆναι τῶν ἵππων καὶ βάδην κατ’ αὐτῶν ἰέναι ἐπέσκηψε καὶ συνεχῆ τὰ τόξα τείνειν· τὸ δέ γε λοιπὸν τῆς παρατάξεως κατόπιν τούτων ἵετο καὶ αὐτὸς ὁ αὐτοκράτωρ τὸ μέσον διέπων τοῦ στρατεύματος. οἱ δὲ τοῖς Σκύθαις μετὰ τόλμης προσέβαλον. καρτερᾶς δὲ τῆς μάχης γεγονυίας τὸ μὲν τῇ πυκνότητι τῶν βελῶν, τὸ δὲ καὶ τὸν τοῦ Ῥωμαικοῦ συντάγματος συνασπισμὸν ὁρῶντες καὶ [*](V. 215) αὐτὸν δὴ τὸν αὐτοκράτορα ἐκθύμως μαχόμενον ἐκδειματωθέντες παλιμπόρευτοι γεγόνασι τὸν ποταμὸν εἰς τοὐπίσω σπεύδοντες διαπερᾶν πρὸς τὰς σφῶν ἁρμαμάξας τὴν φυγὴν ποιούμενοι. ἐδίωκον γὰρ ὅλους ῥυτῆρας ἀφέντες οἱ τῆς Ῥωμαϊκῆς φάλαγγος, οἱ μὲν τοῖς δόρασι κατὰ τὰ μετάφρενα παίοντες, οἱ δὲ τοῖς βέλεσι τούτους βάλλοντες. πολλοὶ μὲν οὖν πρὸ τοῦ παρὰ τὸ χεῖλος ἐφθακέναι τοῦ ποταμοῦ ἀναιρεθέντες πίπτουσι, πολλοὶ δὲ καὶ ἀνὰ κράτος φεύγοντες ταῖς δίναις ἐμπίπτοντες τοῦ ποταμοῦ παρασυρόμενοι ἐναπεπνίγοντο. [*](Β) ἐκθυμότερον δὲ ἁπάντων κατὰ τὴν ἡμέραν ἐκείνην οἱ περὶ τὸν αὐτοκράτορα διαπονούμενοι θεράποντες ἠγωνίσαντο. ἦσαν γὰρ ἀκμῆτες ἅπαντες. ὁ δέ γε αὐτοκράτωρ [*](5 post τὸν ποταμὸν lacunam signavit Possinus 14 ἐπέσκηψεν 24 τῶν μεταφρένων 28 ἐναπεπνίγοντο CAs ἀπεπνίγοντο F)
260
ἔκδηλος ἀριστεὺς καὶ κατὰ ταυτηνὶ τὴν ἡμέραν ἀναδειχθεὶς νικητὴς πρὸς τὴν ἰδίαν παρεμβολὴν ἐπανέστρεψεν.

Ἐπὶ τρισὶ γοῦν ἡμέραις αὐτοῦ που διαναπαυσά- μενος ἐκεῖθεν ἀπάρας καταλαμβάνει τὴν Τζουρουλόν. σκοπήσας δέ, ὡς χρὴ μὴ ταχέως ἐκεῖθεν μεταστῆναι, τάφρον ἀποχρῶσαν πρὸς τὸ ἀνατολικώτερον μέρος τοῦ πολιχνίου ταῖς [*](C) προσούσαις αὐτῷ δυνάμεσι διορύξας τήν τε βασιλικὴν σκηνὴν καὶ τὰς σκευὰς ἁπάσας εἴσω τούτου κατέθετο. οἱ δὲ Σκύθαι ἐπιόντες καὶ οὗτοι κατὰ τῆς Τζουρουλοῦ , ἐπειδὴ προκαταλαβεῖν τὸν αὐτοκράτορα ταύτην ἠκηκόεισαν, διαβεβηκότες τὸν ἀνὰ τὴν πεδιάδα ῥέοντα ποταμὸν ἀγχοῦ που τοῦ πολιχνίου τούτου Ξηρόγυφον τοῦτον ἐγχωρίως τὸν χάρακα ἐπήξαντο μεταξὺ ὄντες τοῦ τε ποταμοῦ καὶ τοῦ πολιχνίου. καὶ οἱ μὲν ἦσαν ἔξωθεν τὴν πόλιν ταύτην κυκλώσαντες· ὁ δὲ βασιλεὺς ἔνδον ἐναπείληπτο καθάπερ πολιορκούμενος. ἀλλ’ ἐπεὶ νὺξ κατέλαβεν, ἄλλοι μέν ῥα θεοί [*](D) τε καὶ ἀνέρες ἱπποκορυσταί, τοῦτο δὴ τὸ τῆς Καλλιόπης Ὁμήρου, εὗδον· τὸν δὲ αὐτοκράτορα Ἀλέξιον οὐκ ἔχε νήδυμος ὕπνος, ἀλλὰ διηγρύπνει τε καὶ ἀνείλιττε λογισμούς, ὅπως τὸ θράσος τῶν βαρβάρων τέχνῃ καταγωνίσηται. ἰδὼν τοίνυν ὡς τὸ πολίχνιον τοῦτο ἡ Τζουρουλὸς ἐπὶ λόφου ἀνεστηκότος [*](V. 1) τετείχιστο, τὸ δὲ βάρβαρον ἅπαν κάτω που περὶ τὴν πεδιάδα ηὐλίσατο, ἐπεὶ μὴ ἀποχρῶσαν πρὸς τοσαῦτα πλήθη δύναμιν εἶχεν, ὥστε τὴν μετ’ αὐτῶν ἀποθαρρῆσαι κατασυστάδην μάχην, ἐπινοεῖται τι καὶ μάλα εὐμήχανον. ἀναλαβόμενος τὰς τῶν οἰκητόρων ἁμάξας καὶ ταύτας ἀφελὼν ἀπὸ τῶν ἐπικραββάτων τούς τε τροχοὺς καὶ τοὺς ἄξονας ἄνω κατέσχε κᾆθ’ οὕτως ἔξω τοῦ τείχους ἐπὶ τῶν κρηδέ- μνων ἐφεξῆς ἀπαιωρεῖ διά τινων καλῳδίων ἐναποδεσμουμένων [*](Ρ. 2) ταῖς ἐπάλξεσι τῶν τειχῶν. καὶ ἅμα τε τοῦτο ἐνενόησε καὶ [*](1 καὶ om 2 ὑπέστρεψεν 3 τρισὶν οὖν 8 δέ γε 16 sqq. II. 2, 1. 2 19 ἀνείλιττε 8; ἀνείλιπτε Α ἀνήλιττε F ἀνέλιττε 21 ἀνεζηκότος (s) 23 πεδιάδα ἅπαν ηὐλίσατο (s) 25 μάχην κατασυστάδην 27 τροχοὺς τούτων)

261
εἰργάσατο. καὶ μιᾶς ὥρας ἐναπεκρέμαντο κύκλῳ οἱ τροχοὶ μετὰ τῶν ἀξόνων ὥσπερ τινὲς ἐφεξῆς κύκλοι κείμενοι καὶ ἀλλήλοις ἐγγίζοντες καὶ τοῖς ἄξοσιν αὐτῶν ξυνδεσμούμενοι. πρωΐθεν δὲ ἀναστὰς καὶ αὐτός τε ὁπλισάμενος καὶ τοὺς ἄλλους ὁπλίσας ἐξάγει τοῦ τείχους ἀντιμετώπους στήσας τοὺς στρατιώτας τοῖς βαρβάροις. συνέβαινε δέ, ἐφ’ ἁ μέρη τὰ κύκλα τῶν τροχῶν ἀπῃώρηντο, ἐπ’ ἐκεῖνα καὶ τοὺς ἡμετέρους ἵστασθαι καὶ ἀντικρὺ κεῖσθαι κατὰ μίαν [*](Β) γραμμὴν τὸ ἀντίθετον. καὶ τὸ ἐντεῦθεν αὐτὸς μέσον τῆς ἀμφ’ αὐτὸν παρατάξεως ἑστηκὼς συνεβούλευεν, ἐπὰν ἡ σάλπιγξ τὸ ἐννάλιον ἐμβοήσειεν, ἀποβάντας τῶν ἵππων τοὺς στρατιώτας σχολῇ καὶ βάδην κατὰ τῶν ἐναντίων χωρεῖν τόξοις τὰ πολλὰ χρωμένους καὶ ἀκροβολισμοῖς καὶ τὴν φάλαγγα τῶν Σκυθῶν εἰς ἑαυτοὺς προκαλεῖσθαι· ἐπὰν δὲ τούτους παρασυρέντας καὶ ἐπ’ αὐτοὺς ἐγκεκραγότας τοὺς ἵππους θεάσαιντο, προτροπάδην ὀπισθορμήτους γενομένους ὀλίγον διαιρεθῆναι τηνικαῦτα διχῇ εἰς δεξιόν τε καὶ εὐώνυμον μέρος καὶ χώραν δοῦναι τοῖς ἐναντίοις ἐς τοσοῦτον, ἕως ἄν τοῦ τείχους πλησίον γένοιντο. τούτου δὲ γεγονότος παρήγγελτο [*](C) τοῖς ἄνωθεν ἑστηκόσιν ἀπὸ τοῦ τείχους, ὁπηνίκα τὴν σχίζαν τῶν φαλάγγων θεάσαιντο, ξίφεσι τὰ καλῴδια διακόπτειν καὶ ἀφεῖναι τοὺς τροχοὺς μετὰ τῶν ἀξόνων ἄνωθεν κάτω κατα- κρημνίζεσθαι. ἐγένετο ταῦτα κατὰ τὸ τοῦ βασιλέως παράγγελμα. καὶ ἀθρόοι μὲν ἐπαρράξαντες ἦσαν οἱ Σκύθαι σὺν ἀλαλαγμῷ βαρβαρικῷ ἱππόται κατὰ τῆς ἡμεδαπῆς παρατάξεως πεζῇ καὶ βάδην κατ’ αὐτῶν ἱεμένων πάντων, μόνου δὲ τοῦ αὐτοκράτορος ἐπόχου συγκατιόντος αὐτοῖς. οἱ δὲ κατὰ τὴν τοῦ αὐτοκράτορος Ἀλεξίου τέχνην ὀλίγον γόνυ γουνὸς ἀμείψαντες καὶ οἷον ἀναποδίσαντες διεσχίσθησαν ἀπ'ἀλλήλων, ὡς οὐκ ἄν τις ἤλπισεν, ὥσπερ θύραν τοῖς βαρβάροις [*](D) πλατυτάτην εἰς τὴν εἴσοδον ἀνεῴξαντες. καὶ ἅμα οἱ μὲν [*](7 ἀπῃώρηται 11 ἐμβοήσειεν] ἠχήσῃ 15 ἐγκραγότας F 21 κόπτειν 24 ἐπαράξαντες S 28 Ἀλεξίου om 31 ὑπανοίξαντες)
262
Σκύθαι εἴσω τοῦ στομίου τῶν ἑκατέρωθεν φαλάγγων ἐγεγόνεισαν, οἱ δὲ τροχοὶ μετά τινος ῥοίζου καὶ καταφορᾶς ἐνεχθέντες ὑπὲρ πῆχυν ἀπὸ τοῦ τείχους ἕκαστος ἐφαλλόμενοι ἅτε τῶν κυρτοτήτων ἑκάστου τροχοῦ ἀποκρουσθεισῶν ἐκ τοῦ τείχους καὶ οἷον ἀποσφενδονηθεισῶν εἰς μέσους τοὺς τῶν βαρβάρων ἱππότας ἐξεκυλίσθησαν ῥύμην λαβόντες σφοδροτέραν. τὸ μὲν καὶ ἀπὸ τῆς ἀθρόας καταφορᾶς τῷ φυσικῷ πειθόμενοι βάρει, τὸ δὲ καὶ ῥοπὴν λαβόντες ἀκάθεκτον ἀπὸ [*](Ρ.) τοῦ κατάντους τοῦ τόπου σφοδρῶς τε τοῖς βαρβάροις ἐνέπιτον καὶ πανταχόθεν αὐτοὺς περιέθλιβον τὰ σκέλη τῶν ἵππων ὥσπερ θερίζοντες καὶ ἀμφότερα ἑκατέρωθεν ἀπό τε τῶν ἐμπροσθίων καὶ ὀπισθίων μερῶν διατεμόμενοι ὀκλάσαι τοὺς ἵππους, ἐφ’ ἁ μέρη τὴν πληγὴν ἐδέξαντο, κατηνάγκασαν καὶ τοὺς ἱππότας συγκαταβαλεῖν. ὧν ἐπαλλήλων καὶ συχνῶν [*](V.) πιπτόντων, ἐξ ἑκατέρου δὲ καὶ τῶν στρατιωτῶν κατ’ αὐτῶν ἱεμένων καὶ δεινῆς τῆς μάχης τοῖς Σκύθαις πανταχόθεν ἐφισταμένης οἱ μὲν τοῖς πεμπομένοις ἀνῃροῦντο βέλεσιν, οἱ δὲ διὰ τῶν δοράτων ἐπλήττοντο, τῶν δὲ λοιπῶν οἱ πλείους [*](B) ὑπὸ τῶν τροχῶν σφοδρῶς καταφερομένων συνωθούμενοι πρὸς τὸ ῥεῦμα τοῦ ποταμοῦ ἀπεπνίγησαν. τῇ δὲ μετ’ αὐτήν, ἐπεὶ πάλιν τοὺς καταλειφθέντας Σκύθας πρὸς πόλεμον ὁρμῶντας ἐώρα, τοὺς ὑπ’ αὐτὸν ἅπαντας τεθαρρηκότας κατανοήσας ὁπλίσασθαι παρεκελεύσατο. σιδηροφορήσας δὲ καὶ αὐτὸς καὶ πολέμου σχῆμα διατυπώσας πρὸς τὸ πρανὲς κάτεισιν. εἶτα δὴ τὰς φάλαγγας ἐπιστρέψας κατὰ πρόσωπον τοῖς Σκύθαις ἵστατο, ἐφ’ ᾧ τὸν μετ’ αὐτῶν ὡς ἐνὸν συνάψαι πόλεμον. αὐτὸς μὲν οὖν τὴν μέσην τῶν ταγμάτων εἶχε χώραν · μάχης δὲ καρτερᾶς γενομένης τὴν νικῶσαν τηνικαῦτα παρ’ ἐλπίδας αἱ Ῥωμαϊκαὶ εἶχον φάλαγγες καὶ ἐδίωκον τούτους [*](C) τους ἀκρατῶς· ἐπεὶ δ’ ἱκανὸν διάστημα τούτους ἑώρα διώκοντας ὁ αὐτοκράτωρ, δεδιὼς μὴ λοχῶντες τινες αἰφνιδίως ἐπεισπεσόντες τοῖς Ῥωμαίοις παλίντροπον τὴν τῶν Σκυθῶν [*](1 τῆς ἑκατέρωθεν φάλαγγος 5 ἱππότας τῶν βαρβάρων 9 κατάντους τόπου 12 διατεμνόμενοι 13 ἀνεδέξαντο)
263
φυγὴν ἀπεργάσωνται καὶ προστεθέντες τούτοις καὶ οἱ φεύγοντες μέγα τὸ δεινὸν τῇ Ῥωμαϊκῇ στρατιᾷ ἐπάξωσιν, ἱππασίας πυκνὰς ποιούμενος ἀνασειράζειν τοὺς χαλινοὺς καὶ τοὺς ἵππους ἀναψύχειν τοῖς στρατιώταις ἐκέλευεν. οὕτω γοῦν κατὰ τὴν ἡμέραν ἐκείνην ἄμφω διαστήτην τὰ στρατεύματα. οἱ μὲν γὰρ φυγάδες, ὁ δὲ λαμπρὸς νικητὴς χαίρων πρὸς τὴν ἰδίαν παρεμβολὴν ἐπάνεισιν. οἱ δὲ Σκύθαι κατὰ κράτος [*](D) ἡττηθέντες μεταξὺ τοῦ ουλγαροφύγου καὶ τῆς μικρᾶς ικαίας τὰς σκηνὰς ἐπήγνυντο. χειμῶνος δὲ ἤδη ἐπικαταλαβόντος λαβόντος δεῖν ἔγνω ὁ αὐτοκράτωρ εἰς τὴν βασιλεύουσαν ἐπανελθεῖν, ἐφ’ ᾧ ἑαυτόν τε καὶ τὸ πλέον τοῦ στρατοπέδου τῶν πολλῶν ἀγώνων ἐπανακτήσασθαι. διελόμενος οὖν τὰς δυνάμεις καὶ εἰς ἀντίπαλον μοῖραν ἀποκρίνας, ὁπόσοι εὐψυχότεροι [*](218) τοῦ παντὸς ἦσαν στρατεύματος, ἡγεμόνας τούτων τόν τε Ἰωαννάκην καὶ τὸν Μαυροκατακαλὼν Νικόλαον προὐβάλλετο, περὶ ὧν πολλάκις φθάσας ὁ λόγος ἐδήλωσεν, ἐντειλάμενος αὐτοῖς ἐν ἑκάστῳ μὲν τῶν πολιχνίων ἀποχρῶντας εἰσαγαγεῖν στρατιώτας εἰς τὴν αὐτῶν φρουράν, πεζοὺς δὲ ἐξ ἁπάσης τῆς χώρας μετὰ ἁμαξῶν καὶ τῶν ταύτας ἑλκόντων βοῶν ἐξελάσαι. βουλόμενος γὰρ ἔαρος ἐφισταμένου τῆς κατὰ τῶν Σκυθῶν καρτερώτερον ἀνθέξεσθαι μάχης προεμελέτα τε καὶ ηὐτρέπιζε τὰ συνοίσοντα. οὕτω γοῦν ἅπαντα διαθέμενος ἐπανέρχεται πρὸς τὸ Βυζάντιον.

[*](5 'lege διεστήτην. an respexit Hom. II. Ι 6?᾿ s 6 ό δὲ βασιλεὺς χαίρων νικητὴς λαμπρὸς 10 δεῖν ὁ ἔγνω ὁ sic F 16 προεβάλλετο 22 ἅπαντα δεόντως διαθέμενος)