Alexias

Anna Comnena

Anna Comnena, Alexias, Reiferscheid, Teubner, 1884

Μεμαθηκὼς δὲ τὰ κατὰ τὸν Ῥομπέρτον ὁ αὐτοκράτωρ παραχρῆμα διὰ γραφῆς τῷ Πακουριανῷ τὴν αὐτοῦ ἀκάθεκτον ὁρμὴν παρίστησι καὶ ὅπως τὸν Αὐλῶνα κατέλαβε, [*](D) μὴ πεφροντικὼς ὅλως τῶν ξυμπεσόντων αὐτῷ δεινῶν κατ’ ἤπειρον τε καὶ θάλατταν μήτε τῆς ἥττης ἐκείνης, ἣν ἐκ πρώτης, ὅ φασιν, ἀφετηρίας ἐπεπόνθει, καὶ ὡς χρὴ μὴ μέλλειν, ἀλλὰ θᾶττον τὰς δυνάμεις ἐπισυναγαγόντα ἑνωθῆναί οἱ. ταῦτα μὲν οὖν πρὸς τὸν Πακουριανόν· αὐτὸς δὲ παραυτίκα τῆς Κωνσταντίνου ἔξεισιν εἰς μῆνα Αὔγουστον τῆς τετάρτης [*](P. 109) ἐπινεμήσεως τὸν Ἰσαάκιον εἰς τὴν μεγαλόπολιν καταλιπών, ἐφ’ ᾧ τὰ κατὰ τὴν πόλιν ἑδράζεσθαι, καὶ εἴ πού τινες λόγοι ἀπᾴδοντες ἐξ ἐχθρῶν ἐξακούοιντο, ὁποῖα εἴωθεν, αὐτὸν διασκεδάζειν τε καὶ φρουρεῖν τὰ βασίλεια καὶ τὴν πόλιν, [*](V. 88) ἅμα καὶ τὸ τῶν γυναικῶν φιλοπενθὲς ἀνακτώμενον. τὸ δέ γε εἰς τὴν μητέρα ἧκον οὐδεμιᾶς, ὡς οἶμαι, βοηθείας ἐδεῖτο ῥωμαλεωτάτης καθισταμένης ἐκείνης καὶ ἄλλως μεταχειρίσασθαι τὰ πράγματα δεξιωτάτης. τοιγαροῦν τὸ γράμμα ὁ Πακουριανὸς ἀνελίξας τηνικαῦτα ὑποστράτηγον προχειρίζεται Νικόλαον τὸν Βρανᾶν, ἄνδρα γενναῖον καὶ πολλὴν [*](Β) περὶ τὰ πολεμικὰ ἐμπειρίαν ἔχοντα. ὁ δὲ μετὰ τοῦ ὁπλιτικοῦ παντὸς καὶ τῶν τῆς μείζονος τύχης τῆς Ὀρεστιάδος σπουδαίως ἔξεισιν ἑνωθῆναι τῷ βασιλεῖ ἐπειγόμενος. ἐφθακὼς δὲ καὶ ὁ αὐτοκράτωρ εὐθὺς εἰς πολέμου σχῆμα τὸ ὁπλιτικὸν ἅπαν κατέστησεν ἡγεμόνας τῶν λογάδων ἐπιστήσας ἄνδρας γενναιοτάτους, παρακελευσάμενος οὕτω τῆς ὁδοιπορίας ἔχεσθαι, οὗπερ ὁ τόπος αὐτοῖς τοῦτο δίδωσιν, ἵνα τὸ σχῆμα τῆς παρατάξεως διαγνόντες καὶ τὸν ἴδιον ἕκαστος γνωρίσας τόπον ἐν τῷ καιρῷ τῆς μάχης ἀσύγχυτοι μένωσι καὶ μὴ ῥᾳδίως μεταφέροιντο καὶ ὡς ἔτυχεν. ἐξῆρχε μὲν οὖν τοῦ τῶν ἐξκουβιτῶν [*](C) τάγματος Κωνσταντῖνος ὁ Ὦπος, τῶν Μακεδόνων ὁ [*](4 συμπεσόντων 9 ἔξεισι τῆς Κωνσταντίνου 16 ῥωμαλαιοτάτης (s) μεταχειρίζεσθαι 17 τὰ om F 19 ἐμπειρίαν ἔχοντα περὶ τὰ πολεμικὰ 29 ἐξκουβιτῶν Ducangius: ἐξουβιτῶν libri)

138
Ἀντίοχος, τῶν Θετταλῶν δὲ Ἀλέξανδρος ὁ Καβάσιλας, ὁ δέ γε Τατίκιος καὶ μέγας τῷ τότε πριμικήριος τῶν περὶ τὴν Ἀχριδὼ οἰκούντων Τούρκων ἡγεμόνευε, γενναιότατος ὢν καὶ ἀκατάπληκτος ἐν μάχαις, οὐκ ἐλευθέρας μὲν ὢν τύχης ἐκ προγόνων· καὶ γὰρ ὁ πατὴρ αὐτοῦ Σαρακηνὸς ὢν ἐκ προνομῆς περιῆλθε τῷ πρὸς πατρὸς ἐμῷ πάππῳ Ἰωάννῃ τῷ Κομνηνῷ τῶν δέ γε Μανιχαίων πρὸς τοῖς ὀκτακοσίοις εἰς δισχιλίους ποσουμένων ἡγεμόνες ἦσαν ὁ Ξαντᾶς καὶ ὁ Κουλέων, τῆς αὐτῆς αἱρέσεως καὶ οὗτοι· ἄνδρες ἅπαντες οὗτοι μαχιμώτατοι καὶ αἵματος ἀπογεύσασθαι τῶν ἐχθρῶν καιροῦ καλοῦντος ἑτοιμότατοι καὶ πρός γε ἔτι καὶ ἰταμοὶ καὶ ἀναίσχυντοι· [*](D) τῶν δέ γε οἰκειοτέρων αὐτῷ βεστιαρίτας ἡ καλεῖ) καὶ τῶν Φραγγικῶν ταγμάτων ὁ Πανουκωμίτης | καὶ Κωνσταντῖνος ὁ Οὐμπερτόπουλος ἐκ γένους τὴν ἐπωνυμίαν λαχών. οὕτως οὖν τὰ τάγματα καταστήσας παν στρατὶ κατὰ τοῦ Ῥομπέρτου ἐξώρμησε. συναντήσας δέ τινι ἐκεῖθεν ἐρχομένῳ περὶ τῶν κατὰ τὸ Δυρράχιον πυθόμενος σαφέστερον μεμαθήκει, ὅτι ὁ Ῥομπέρτος κινήσας πάντα τὰ [*](P. 1) πρὸς τειχομαχίαν ἐπιτήδεια ὄργανα τοῖς τείχεσι προσεπέλασεν. ὁ δὲ Παλαιολόγος Γεώργιος διὰ πάσης νυκτὸς καὶ ἡμέρας πρὸς τὰς ἔξωθεν ἑλεπόλεις καὶ τὰ μηχανήματα ἀντικαθιστάμενος καὶ ἀπαγορεύσας ἤδη τὰς πύλας ἀναπετάσας καὶ ἐξελθὼν μετ’ αὐτῶν καρτερὸν συνεστήσατο πόλεμον. καὶ καιρίως ἐν διαφόροις τοῦ σώματος τόποις ἐπλήγη καὶ μᾶλλον περὶ τὸν κρόταφον βέλους διελθόντος· ὃ βιαζόμενος ἐξελεῖν καὶ μὴ δυνηθεὶς μετακαλεσάμενος τινα τῶν ἐμπείρων περιεῖλε τὰ ἄκρα, τόν τε στύρακα φημι καὶ οὗ τὸ βέλος πτερύσσεται, τὸ δ’ ἐπίλοιπον μέρος τῷ τόπῳ τῆς [*](Β) πληγῆς ἐναπέμεινε. δεσμήσας δὲ τὴν κεφαλήν, ὡς ὁ καιρὸς ἐνεδίδου, αὖθις ἐς μέσους τοὺς ἐναντίους ἑαυτὸν ὠθήσας μαχόμενος μέχρι δείλης ἑσπέρας ἀκλόνητος ἵστατο. ταῦτα ἀκηκοὼς ὁ βασιλεὺς καὶ διαγνοὺς ἀρωγῆς ταχείας τοῦτον δεῖπριμμικήριος [*](2 F 4 μὲν] δὲ 8 17 ἐξερχομένῳ 18 ἐμεμαθήκει 22 καὶ τὰς 23 αὐτὸν αὐτοῦ S))
139
σθαι ἐπέτεινε τὴν ὁδοιπορίαν. καταλαβὼν δὲ τὴν Θεσσαλονίκην διὰ πολλῶν τὰ κατὰ τὸν Ῥομπέρτον ἐπὶ πλέον ἐβεβαιοῦτο. [*](P. 89) καὶ γὰρ ἕτοιμος ὢν ὁ Ῥομπέρτος καὶ γενναίους μὲν παρετοιμάσας στρατιώτας, πολλὴν δὲ καὶ ὕλην κατὰ τὴν πεδιάδα συναθροίσας τοῦ Δυρραχίου τὴν παρεμβολὴν κατέθετο [*](C) ἔθετο ὡσεὶ τόξου βολὴν τῶν τειχῶν τούτου ἀπέχουσαν· πολλὰς μέντοι τῶν ὑπ’ αὐτὸν δυνάμεις καὶ περὶ τὰ ὄρη καὶ τὰ τέμπη καὶ τοὺς βουνοὺς κατέθετο. ἀλλὰ καὶ τὴν τοῦ Παλαιολόγου ἐπιμέλειαν ἐκ πολλῶν κατεμάνθανεν. ἤδη γὰρ ὁ Παλαιολόγος ἐμπρῆσαι διανοούμενος τὸν ἑτοιμασθέντα παρὰ τοῦ Ῥομπέρτου μόσυνα καὶ τοῖς τείχεσιν ἐπιθεὶς νάφθαν καὶ πίσσαν καὶ ξηρῶν ξύλων σχίδακας καὶ λιθοβόλα ὄργανα τὴν τοῦ πολέμου συμβολὴν ἐκαραδόκει. προσδόκιμον δὲ τὸν Ῥομπέρτον ἔχων ἐς νέωτα ὃν προφθάσας ἡτοίμασεν ἐντὸς ξύλινον πύργον κατευθὺ τοῦ ἔξωθεν ἐρχομένου πύργου καταστήσας [*](D) δι᾿ ὅλης νυκτὸς δοκιμασίαν ἐπεποίητο τοῦ ἄνωθεν τούτου δοκοῦ, ὃν προβάλλεσθαι ἔμελλον κατὰ τῶν θυρέτρων τοῦ μόσυνος τοῦ ἔξωθεν ἐνηνεγμένου, εἰ ῥᾷστά τε κινοῖτο καὶ ἀντιπρόσωπος ἀντιπίπτων ταῖς θύραις οὐκ εὐκόλως ἀνοίγνυσθαι ξυγχωρήσειε. διαγνοὺς δὲ ὡς εὐπετῶς τὸ ξύλον ὠθεῖται καὶ εὐστοχήκει τοῦ πράγματος, ἀπεθάρρησεν ἤδη πρὸς τὸν ἐλπιζόμενον πόλεμον. τῇ μετ’ αὐτὴν δὲ σιδηροφορῆσαι κελεύσαντος τοῦ Ῥομπέρτου ἅπαντας καὶ ἐντὸς τοῦ [*](V. 111) πύργου πεζούς τε καὶ ἱππεῖς ὁπλοφόρους ὡσεὶ πεντακοσίους εἰσαγαγόντος, ἐπεὶ τῷ τείχει τοῦτον προσπελάσαντες ἤδη τὴν ἄνωθεν οὖσαν θύραν ἀναπεταννύειν ἠπείγοντο ὡς γεφύρᾳ ταύτῃ χρησόμενοι πρὸς τὴν τοῦ κάστρου εἰσέλευσιν, ὁ Παλαιολόγος τὸ παμμέγεθες ξύλον τηνικαῦτα ὠθήσας δι’ ὧν φθάσας προκατεσκεύασε μηχανῶν καὶ ἀνδρῶν πολλῶν καὶ γενναίων ἄπρακτον τὴν τοῦ Ῥομπέρτου μηχανὴν ἐποίησε τοῦ δοκοῦ τὸ παράπαν μὴ συγχωροῦντος ἀνεῳχθῆναι τὴν [*](Β) θύραν. εἶτα βάλλων τοὺς ἄνωθεν τοῦ πύργου ἱσταμένους [*](2 ἐπὶ πλέον τὰ κατὰ τὸν Ῥομπέρτον 9 κατεμάνθανε 11 του om 20 ξυγχωρήσειεν 26 ἀναπετανύειν F)
140
Κελτοὺς συνεχῶς οὐκ ἀνίει· οἱ δὲ τὰς βολὰς μὴ φέροντες ἐκρύπτοντο. κελεύει τοίνυν ἐμπρησθῆναι τὸν πύργον. καὶ οὔπω πᾶν εἴρητο ἔπος, καὶ εὐθὺς ἔργον ἡ τοῦ πύργου πυρκαϊὰ ἐγένετο. καὶ οἱ μὲν ἄνωθεν ἐκρημνίζοντο, οἱ δὲ κάτωθεν ἀνοίξαντες τὴν περιπέζιον τοῦ πύργου θύραν ἔφευγον. τούτους δὲ φεύγοντας ὁρῶν ὁ Παλαιολόγος τηνικαῦτα γενναίους ἄνδρας ὁπλοφόρους ἐξάγει διὰ τῆς πυλίδος τοῦ κάστρου καὶ ἑτέρους μετὰ ἀξινῶν, ὡς ἂν δι’ αὐτῶν ὁ πύργος ἀφανισθῇ. καὶ οὐδὲ τούτου ἠστόχει, ἀλλὰ τοῦ πύργου τὰ μὲν [*](C) ἄωνθεν, ἐμπρήσας, τὰ δὲ κάτωθεν διά τινων λαξευτηρίων ὀργάνων ποδοκοπήσας τελείως ἠφάνισεν.

Ἐπεὶ δέ, ὡς ὁ ταῦτα διηγησάμενος ἔλεγεν, ὁ Ῥομπέρτος αὖθις ἕτερον κατασκευάζειν μόσυνα ἠπείγετο παρύμοιον τῷ προκατασκευασθέντι καὶ ἑλεπόλεις κατὰ τοῦ Δυρραχίου ἡτοίμαζε, διαγνοὺς ὁ βασιλεὺς ἀρωγῆς τοὺς ἐν τῳ Δυρραχίῳ ταχείας δεῖσθαι καταστήσας τὰς ἰδίας δυνάμεις τῆς πρὸς τὸ Δυρράχιον ὁδοῦ εἴχετο. καταλαβὼν οὖν ἐκεῖσε [*](V.) καὶ τάφρον ποιήσας καὶ τὰ στρατεύματα καταθεὶς εἰς τὸν [*](D) λεγόμενον Χαρζάνην ποταμὸν εὐθὺς διά τινων ἀποστείλας ἠρώτα τὸν Ῥομπέρτον, ὅτου χάριν παρεγένετο καὶ τίς αὐτῷ ὁ σκοπός. ἐκεῖθεν δὲ ἀπάρας ἔρχεται εἰς τὸ ἐπ’ ὀνόματι τοῦ ἐν ἱεράρχαις μεγίστου Νικολάου ἱδρυμένον τέμενος τέσσαρας σταδίους τοῦ Δυρραχίου ἀπέχον καὶ τὴν τοῦ τόπου διεσκοπεῖτο θέσιν, ὥστε τὸν ἐπικαιρότατον τόπον, ὅπη χρὴ τὰς φάλαγγας ἐν καιρῷ μάχης καταστήσασθαι, προκαταλαβεῖν. πεντεκαιδεκάτη δ’ ἦν τηνικαῦτα τοῦ Ὀκτωβρίου μηνός. αὐχὴν δὲ ἦν ἀπὸ Δαλματίας διήκων πρὸς θάλασσαν ἀποτελευτῶν εἰς ἀκρωτήριόν τι, ὅπερ οἷον Χερσόνησός ἐστιν, ἐν ᾧ καὶ τὸ [*](P.) ἤδη ῥηθὲν ᾠκοδόμηται τέμενος. ἠρέμα δὲ τὸ τοῦ αὐχένος πρανὲς συμβάλλον τῇ πεδιάδι πρὸς τὸ Δυρράχιον ἀπονενευκὸς ἐξ εὐωνύμου μὲν τὴν θάλασσαν, δεξιόθεν δὲ ὅρος ὐψηὁ [*](8 ξύλινος πύργος 9 ἠστοχήκει 12 ὡς om ὡς ὁ 22 ἱδρυμένον As om FC 24 ὅποι 28 χερρόνησος)

141
λὸν καὶ ὑπερκείμενον ἔχει. ἐκεῖσε γοῦν τὸ ὁπλιτικὸν συναγαγὼν καὶ τὸν χάρακα πηξάμενος τηνικαῦτα καὶ τὸν Παλαιολόγον μετεκαλεῖτο Γεώργιον. ὁ δὲ πεῖραν σχὼν τῶν τοιούτων ἐκ μακροῦ μὴ συμφέρον τοῦτο λογιζόμενος ἀνένευε τὴν ἐξέλενσιν αὐτὸ τοῦτο πρὸς τὸν βασιλέα δηλώσας. [*](Β) ὡς δ’ αὖθις ὁ βασιλεὺς ἐπιμελέστερον τοῦτον μετεκαλεῖτο, φησὶν ἐμοὶ λίαν ὀλέθριον δοκεῖ πολιορκουμένου τοῦ κάστρου ἐξελθεῖν, καὶ εἰ μὴ τὸν δακτύλιον τῆς χειρὸς τῆς σῆς βασιλείας θεάσομαι, οὐκ ἑξελεύσομα”. ἀποσταλέντα δὲ τοῦτον θεασάμενος τηνικαῦτα φοιτᾷ πρὸς τὸν βασιλέα μετὰ πολεμικῶν νηῶν. ὁ δὲ βασιλεὺς τοῦτον ἰδὼν τὰ κατὰ τὸν ‘Ρομπέρτον αὐτοῦ ἐπυνθάνετο. τούτου δὲ πάντα αὐτῷ διασαφήσαντος ἠρώτα, εἰ χρὴ τὸν μετ’ αὐτοῦ ἀποθαρρῆσαι πόλεμον. ὁ δὲ πρὸς τοῦτον ἀνένευε τέως. ἀλλὰ καί τινες τῶν περὶ [*](c) τὰ πολεμικὰ πεῖραν ἐκ μακροῦ χρόνου ἐσχηκότων ἐπιμελῶς τοῦτον ἐκώλυον συμβουλευόμενοι καρτερῆσαι καὶ ἀκροβολισμῶν σπεῦσαι στενοχωρῆσαι τὸν Ῥομπἐρτον μὴ συγχωρουμένων τῶν ὑπ’ αὐτὸν χορταγωγίας χάριν ἢ προνομῆς τῆς ἰδίας παρεμβολῆς ἐξιέναι, τοῦτο δὲ καὶ τῷ Βοδίνῳ καὶ τοῖς Δαλμάταις καὶ τοῖς λοιποῖς ἀρχηγοῖς τῶν παρακειμένων χωρῶν παρακελεύσασθαι ποιεῖν , διαβεβαιον́μενοι , ὡς τοῦτον τὸν τρόπον ῥᾳδίως ὁ Ῥομπέρτος ἡττηθήσεται. οἱ δὲ πλείονες νεωτέρων τοῦ στρατοῦ τὸν πόλεμον προὐτρέποντο [*](D) καὶ πάντων μᾶλλον Κωνστάντιος ὁ πορφυρογέννητος καὶ Νικηφόρος ὁ Συναδηνὸς καὶ ὁ τῶν Βαράγγων ἡγεμὼν Ναμπίτης καὶ αὐτοὶ οἱ τοῦ προβεβασιλευκότος Ῥωμανοῦ τοῦ Διογένους υἱεῖς, ὅ τε Λέων καὶ ὁ Νικηφόρος. ἅμα δὲ καὶ [*](P. 113) οἱ πρὸς τὸν Ῥομπέρτον ἀποσταλέντες ἐπανεληλυθότες τὰ [*](P. 91) ἐκείνου πρὸς τὸν βασιλέα ἀπεστομάτιζον ὡς ἐγὼ μέν” φησι κατὰ τῆς σῆς βασιλείας οὐδαμῶς ἐξελήλυθα, ἀλλ’ ἑκδικήσων σῶν μᾶλλον τὴν γενομένην εἰς τὸν ἐμὸν συμπένθερον ἀδικίαν. εἰ δὲ σὺ τὴν μετ’ ἐμοῦ θέλεις εἰρήνην, ἀσπάζομαι [*](11 κατὰ man al in ras F 12 αὐτῶ F 16 καὶ om (s) 24 Κωνσταντῖνος s 29 φησιν οὐδαμῶς κατὰ τῆς σῆς βασιλείας)
142
τοῦτο κἀγώ, μόνον εἰ καὶ αὐτὸς τὰ μετὰ τῶν ἐμῶν δηλω¬θέντα σοι πρέσβεων προθυμηθῇς ἀποπληρῶσαι.” ἐπεὶ δὲ ἀδύνατα παντάπασιν ἐπεξήτει καὶ ἐπιβλαβῆ τῇ Ῥωμαίων ἀρχῇ ὑπισχνούμενος ἅμα, εί τεύξεται τῶν παρ᾿ αὐτοῦ ζητουμένων, καὶ αὐτὴν τὴν Λογγιβαρδίαν ὡς ἀπὸ τοῦ βασιλέως λογίσασθαι καὶ βοηθεῖν, ὁπηνίκα χρεία ἐστί· τὰ δὲ σκήψις [*](Β) ἦν, ἵνα δόξῃ, δι᾿ ὧν μὲν αἰτεῖται, αὐτὸς τὴν εἰρήνην θέλειν, ἀδύνατα δὲ λέγων καὶ μὴ τυγχάνων τῆς μάχης ἀνθέξεται, εἶτα τὴν τῆς μάχης αἰτίαν τῷ βασιλεῖ Ῥωμαίων προστρίψειεν. ἀτέλεστα γοῦν αἰτησάμενος καὶ μὴ τυχὼν πάντας τοὺς κόμητας συγκαλεσάμενός φησι πρὸς αὐτούς „οἴδατε τὴν παρὰ τοῦ βασιλέως Νικηφόρου τοῦ Βοτανειάτου γεγονυῖαν ἀδικίαν εἰς τὸν ἐμὸν συμπένθερον καὶ τὴν ἀτιμίαν, ἣν ἡ ἐμὴ θυγάτηρ Ἑλένη ἐπεπόνθει τῆς βασιλείας σὺν αὐτῷ ἐξεωθεῖσα. τοῦτο δὲ μὴ φέροντες εἰς ἐκδίκησιν τούτων κατὰ τοῦ Βοτανειάτου τῆς χώρας ἡμῶν [*](C) ἐξεληλύθειμεν· ἐκείνου δὲ τῆς ἀρχῆς παραλυθέντος νῦν πρὸς βασιλέα ἔχομεν νέον καὶ στρατιώτη ν γενναῖον ὑπὲρ τὸν χρόνον αὐτοῦ πεῖραν τῆς στρατιωτικῆς ἐπιστήμης ἐσχηκότα, καὶ οὐ χρὴ ὡς ἔτυχε τὸν μετ᾿ αύτοῦ ἀναδέξασθαι πόλεμον. ὅπου γὰρ πολυαρχία, ἐκεῖ καὶ σύγχυσις τῆς διαφόρου γνώμης τῶν πολλῶν ταώτην εἰσαγούσης. λοιπὸν χρὴ ἑνός τινος ἡμῶν τοὺς λοιποὺς ἐπακούειν κἀκεῖνον μὲν τὴν ἐξ ἁπάντων βουλὴν ἐπιζητεῖν καὶ μὴ τοῖς οἰκείοις λογισμοῖς ἀπεριμερίμνως χρᾶσθαι καὶ ὡς ἔτυχε, τοὺς δέ γε λοιποὺς τὸ δοκοῦν αὐτοῖς μετ᾿ εὐθύτητος λέγειν πρὸς αὐτὸν ἑπομένους ἅμα τῇ τοῦ προκριθέντος [*](D) βουλῇ, καὶ ἰδοὺ ἐγὼ εἷς ἐξ ἁπάντων ἕτοιμος ὢν ὑπείκειν, ᾧ ἂν πάντες προκρίνητε”. πάντες οὖν τὴν βου¬λὴν ταύτην ἐπαινέσαντες καὶ καλῶς λέγειν τὸν Ῥομπέρτον φάμενοι τηνικαῦτα αὐτῷ τῶν πρωτείων παρακεχωρήκασιν [*](6 ἐστίν 10 προστρίψειεν· διὰ τοῦτο οὐδὲ πρὸς συμβι¬βάσεις ἤθελον ἀπονενσαι. verba διὰ τοῦτο... ἀπονεῦσαι a FG absunt: perperam ex A addita sunt ἀτελέστατα As 11 συγκαλεσάμενος πάντας τοὺς κόμητάς As 15 ἐξεωθεῖσα F C ἐξωσθεῖσα As)
143
ἅπαντες εἰς τοῦτο ὁμογνωμονήσαντες. ὁ δὲ ἀκκιζόμενος οἷον [*](114) ἀνεβάλλετο τέως τὴν ἐγχείρησιν· οἱ δὲ μᾶλλον ἐπέκειντο τοῦτο αὐτὸ αἰτοῦντες. ὑπείξας οὖν τῷ φαινομένῳ ταῖς αὐτῶν παρακλήσεσι, κἂν τοῦτο ὠδίνων ἐκ μακροῦ, λόγους ἐκ λόγων περιέπλεκε καὶ αἰτίας αἰτίαις συνείρων εὐφυῶς, εἰς ὅπερ ἱμείρετο, ἄκων ἐδόκει τοῖς μὴ εἰς νοῦν βάπτουσιν ἔρχεσθαι. λοιπόν φησι πρὸς αὐτούς ἀκούσατε τῆς ἐμῆς βουλῆς, κόμητες καὶ τὸ λοιπὸν τοῦ στρατοῦ. ἐπεὶ τὰς σφῶν πατρίδας καταλελοιπότες ἐνταυθοῖ παρεγενόμεθα, καὶ ἡ [*](92) προκειμένη μάχη πρὸς ἀνδρικώτερον βασιλέα ἐστὶ καὶ ἄρτι [*](Β) μὲν τοὺς τῆς βασιλείας οἴακας ἀναδεξάμενον, πολλοὺς δὲ πολέμους ἐπὶ τῶν πρὸ αὐτοῦ βεβασιλευκότων νενικηκότα καὶ μεγίστους ἀποστάτας δορυαλώτους αὐτοῖς προσενηνοχότα, ὁλοψύχως χρὴ τῆς μάχης ἀνθέξασθαι. καὶ εἰ τὴν νικῶσαν ἡμῖν ἐπιψηφιεῖται θεός, οὐκέτι χρημάτων ἐν χρείᾳ ἐσόμεθα. χρὴ τοιγαροῦν τὰς μὲν σκευὰς ἁπάσας ἐμπρῆαι, τὰς δὲ ὁλκάδας διατρήσαντας κατὰ τοῦ πελάγους ἀφεῖναι καὶ οὕτω τὴν μετ’ αὐτοῦ ἀναδέξασθαι μάχην ὡς τηνικαῦτα γεννηθέντας καὶ τεθνηξομένους”. ἐπὶ τούτοις κατένευσαν ἅπαντες.

Ἀλλὰ τοιαῦτα μὲν τὰ τοῦ Ῥομπέρτου διανοήματά τε καὶ βουλεύματα· ἄλλα δ’ αὖ τὰ τοῦ αὐτοκράτορος ποικιλώτερά [*](c) τε καὶ ὀξύτερα. συνεῖχον δ’ ὅμως οἱ δημαγωγοὶ ἄμφω τὰ στρατεύματα στρατηγίας καὶ δημαγωγίας πέρι βουλευόμενοι, ὅπως μετ’ ἐπιστήμης δημαγωγήσαιεν καὶ στρατεύσοιντο. καὶ ὁ μὲν αὐτοκράτωρ αἴφνης νυκτὸς ἐξ ἑκατέρου μέρους ἐπεισπεσεῖν τῇ τοῦ Ῥομπέρτου παρεμβολῇ σκεπτόμενος τὸ μὲν ἐθνικὸν ἅπαν στράτευμα ἀπὸ τοῦ ὄπισθεν μέρους ἐπέτρεψε προσβαλεῖν διὰ τῶν ἁλυκῶν διελθόντας καὶ πλείονα τὴν ὁδοιπορίαν ἀναδέξασθαι αὐτοὺς διὰ τὸ ἀνύποπτον οὐκ ἀπηνήνατο· αὐτὸς δὲ ἀπὸ τῶν ἔμπροσθεν, ὁπηνίκα γνοίη ἐφθακότας τοὺς ἀποσταλέντας, ἠβούλετο προσἀκιζόμενος [*](1 FC 3 αὐτὸ] αὐτὸν 4 τούτῳ (s) 10 ἀνδρικώτατον ἐστὶν 14 ἀνθέξεσθαι 21 δ’ αὖ τὰ] ταὐτὰ (s) 26 ἐπιπεσεῖν)

144
βαλεῖν τῷ Ῥομπέρτῳ. ὃς κενὰς τὰς σκηνὰς καταλιπὼν καἲ νυκτὸς διὰ τῆς γεφύρας διεληλυθώς ( ὀγδόη δ’ ἦν πρὸς τῇ [*](D) δεκάτῃ τοῦ παριππεύοντος μηνὸς Ὀκτωβρίου ἐπινεμήσεως πέμπτης) τὸ παρὰ τὴν θάλατταν ἐπ’ ὀνόματι τοῦ μάρτυρος Θεοδώρου πάλαι ἀνοικοδομηθὲν τέμενος κατέλαβε μετὰ παντὸς τοῦ στρατεύματος. δι’ ὅλης νυκτὸς τὸ θεῖον ἐξευμενιζόμενοι τῶν ἀχράντων καὶ θείων μυστηρίων μετελάμβανον. εἶτα τὰς ἰδίας καταστήσας φάλαγγας τὴν μέσην εἶχε τοῦ συντάγματος χώραν, τὸ δέ γε πρὸς θάλατταν κέρας τῷ Ἀμικέτῃ ἐπέτρεψε (κόμης δέ οὗτος τῶν ἐπιφανῶν, γενναῖος [*](P.) καὶ χεῖρα καὶ γνώμην), θάτερον δὲ τῷ υἱῷ αὐτοῦ Βαϊμούντῳ, τὴν ἐπίκλησιν Σανίσκῳ. τούτων ὁ αὐτοκράτωρ αἰσθόμενος, δεινὸς ὢν τὸ συνοῖσον ἐν ὀξείᾳ εὑρηκέναι ῥοπῇ, μεθαρμοσάμενος ἑαυτὸν πρὸς τὸ ξυμπεσόν αὐτοῦ που κατὰ τὸ πρανὲς παρὰ τὴν θάλασσαν τὰς παρατάξεις κατέστησε καὶ διελὼν τὰ στρατεύματα τοὺς μὲν ἐπὶ τὰς σκηνὰς τοῦ Ῥομπέρτου ἀπερχομένους βαρβάρους τῆς ὁρμῆς οὐκ ἀνέκοψε, τοὺς δὲ ἐπὶ τῶν ὤμων τὰ ἑτερόκοπα φέροντας ξίφη παρακατασχὼν [*](B) μετὰ τοῦ σφῶν ἀρχηγοῦ τοῦ Ναμπίτου ἀποβάντας τῶν ἵππων ἔμπροσθεν ἐκ μικροῦ διαστήματος προπορεύεσθαι στοιχηδὸν ἐπέτρεψε· τοῦτο δὲ γένος ἀσπιδηφόρον ξύμπαντες. τὸ δὲ λοιπὸν τοῦ στρατεύματος εἰς φάλαγγας διελὼν αὐτὸς μὲν τὸ μεσαίτατον εἶχε τῆς παρατάξεως, δεξιόθεν δὲ καὶ ἐξ εὐωνύμου φαλαγγάρχας τὸν Καίσαρα Νικηφόρον τὸν Μελισσηνὸν λισσηνὸν ἐπέστησε καὶ τὸν καλούμενον Πακουριανὸν καὶ μέγαν δομέστικον. τὸ δὲ μεσαίτατον αὐτοῦ τε καὶ τῶν πεζῇ βαδιζόντων βαρβάρων ἱκανοὺς εἶχε στρατιώτας τῆς τοξείας εἰδήμονας, οὓς κατὰ τοῦ Ῥομπέρτου προεκπέμπειν ἠβούλετο [*](C) ἐπιτρέψας τῷ Ναμπίτῃ, ὁπηνίκα βούλοιντο πρὸς τοὺς Κελτοὺς ἐξιππάσασθαι καὶ αὖθις ὑποστρέφειν, χώραν αὐτοῖς ἐξ ἐφόδου διδόναι ἐφ’ ἑκάτερα σχιζομένους , εἶτ’ αὖθις συνεχίζεσθαι καὶ συνησπικότας πορεύεσθαι. οὕτω γοῦν τὸ ἅπαν [*](V.) διατυπώσας στράτευμα αὐτὸς μὲν κατὰ μέτωπον ἵετο τῶν [*](10 ἐπέτρεψε κόμητι 14 συμπεσὸν 21 ἀσπιδοφόρον 31 εἶτα)
145
Κελτικῶν στρατευμάτων τὴν ᾐόνα παραθέων· οἱ δὲ ἀποσταλέωτες βάρβαροι τὰς ἁλυκὰς διεληλυθότες, ἐπεὶ καὶ οἱ ἐντὸς τοῦ Δυρραχίου τὰς πύλας ἀνεπέτασαν τοῦτο αὐτοῖς τοῦ αὐτοκράτορος ἐπισκήψαντος, ἐν ταὐτῷ ταῖς Κελτικαῖς [*](D) σκηναῖς προσέβαλον. κατ’ ἀλλήλων δὲ τῶν δημαγωγῶν ἐρχομένων ἀποσπάδας ἀποστέλλων ὁ Ῥομπέρτος ἱππασίας ἐκέλευε ποιεῖσθαι, εἴ που ἐκεῖθεν ὑποσῦραί τινας δυνηθεῖεν τοῦ Ῥωμαϊκοῦ στρατεύματος. ἀλλ’ οὐδ’ ὁ βασιλεὺς πρὸς τοῦτο ἀνεπεπτώκει· ἔπεμπε δὲ μᾶλλον καὶ συχνοὺς τοὺς ἀντικαταστησομένους αὐτοῖς πελταστάς. ἀκροβολισμοῖς οὖν μετρίοις ἀμφοτέρων κατ’ ἀλλήλων χρησαμένων, ἐπεὶ καὶ ὁ Ῥομπέρτος ἠρέμα τούτοις εἵπετο καὶ τὸ μεταίχμιον ἤδη ἀπεστενοῦτο διάστημα, τῆς φάλαγγος τοῦ Ἀμικέτου προεκδραμόντες πεζοὶ καὶ ἱππεῖς περὶ τὸ ἄκρον τῆς παρατάξεως τῆς [*](116) τοῦ Ναμπίτου προσέβαλον. γενναιότερον δ’ αὐτῶν ἀντικαταστάντων καταστάντων παλίνορσοι γεγόνασιν, ἐπεὶ οὐ πάντες λογάδες ἦσαν, καὶ τῇ θαλάσσῃ ἑαυτοὺς ἐπιρρίψαντες ἄχρι τοῦ τραχήλου ταῖς νηυσὶ τοῦ Ῥωμαϊκοῦ καὶ Βενετικικοῦ στόλου πελάζοντες ἐκεῖθεν ᾐτοῦντο τὴν σωτηρίαν καὶ παρ’ ἐκείνων οὐ προσεδέχοντο. ἡ δέ γε Γαΐτα, ὡς λόγος τίς φησιν, ἡ τοῦ Ῥομπέρτου σύνευνος αὐτῷ συστρατευομένη, Παλλὰς ἄλλη κἂν μὴ Ἀθήνη , θεασαμένη τοὺς φεύγοντας δριμὺ τούτοις ἐνατενίσασα κατ’ αὐτῶν μεγίστην ἀφεῖσα φωνὴν μονονοὺ τὸ Ὁμηρικὸν ἐκεῖνο ἔπος τῇ ἰδίᾳ διαλέκτῳ λέγειν [*](Β) ἐῴκει “μέχρι πόσου φεύξεσθε; στῆτε, ἀνέρες ἔστε“. ὡς δὲ ἔτι φεύγοντας τούτους ἑώρα, δόρυ μακρὸν ἐναγκαλισαμένη ὅλους ῥυτῆρας ἐνδοῦσα κατὰ τῶν φευγόντων ἴεται. τοῦτο θεασάμενοι καὶ ἑαυτῶν γεγονότες αὖθις πρὸς μάχην ἑαυτοὺς ἀνεκαλέσαντο. ἐπειδὴ δὲ οἱ πελεκυφόροι καὶ αὐτὸς ὁ τούτων ἀρχηγὸς ὁ Ναμπίτης δι’ ἀπειρίαν καὶ θερμότητα ὀξύτερον βεβαδικότες ἱκανὸν τῆς Ῥωμαϊκὴς παρατάξεως ἀπέστησαν [*](5 προσέβαλλον 7 ὑποσῦραι] ὑποσ manu 2 in ras E 10 ἀντικαταστησαμένους 15 προσέβαλλον 18 Βενετικοῦ 23 ἀφιεῖσα 24 ἐκεῖνο om 29 ἐπεὶ δὲ πελεκοφόροι FA)
146
σπεύδοντες ξυμβαλεῖν ἐν ἴσῳ θυμῷ τοῖς Κελτοῖς (καὶ γὰρ οὐχ ἧττον ἐκείνων περὶ τὰς μάχας καὶ οὗτοι ἐκθυμότεροί εἰσι καὶ τῶν Κελτῶν ἐν τούτῳ τῷ μέρει μὴ ἀποδέοντες), κεκοπιακότας τούτους ἤδη καὶ ἀσθμαίνοντας ὁ Ῥομπέρτος θεασάμενος καὶ τοῦτο ἀπό τε τῆς ὀξείας κινήσεως τοῦ τε διαστήματος βεβαιωθεὶς καὶ τοῦ ἄχθους τῶν ὅπλων τινὰς [*](C) τῶν πεζῶν ἐπέσκηιψε κατ᾿ αὐτῶν εἰσπηδῆσαι. οἱ δὲ προκεκμηκότες ἤδη μαλακώτεροι τῶν Κελτῶν ἐφαίνοντο. πίπτει γοῦν τηνικαῦτα τὸ βάρβαρον ἅπαν, καὶ ὁπόσοι τούτων ἐσώθησαν, περὶ τὸ τέμενος τοῦ ἀρχιστρατήγου Μιχαὴλ προσπεφευγότες οἱ μὲν καὶ ὁπόσοις ἐξεχώρει τὸ τέμενος ἐντός, εἰσῄεσαν, οἱ δὲ ἄνωθεν τοῦ τεμένους ἀνελθόντες εἱστήκεσαν τὴν σωτηρίαν, ὡς ᾤοντο, ἐκεῖθεν πραγματευσόμενοι. οί δὲ Λατῖνοι πῦρ κατ᾿ αυτῶν ἀφέντες σὺν τῷ τεμένει πάντας κατέκαυσαν. τὸ δέ γε λοιπὸν τῆς Ῥωμαϊκῆς φάλαγγος καρτερῶς πρὸς αὐτοὺς ἀπεμάχοντο. ὁ δε Ῥομπέρτος καθάπερ [*](D) τις πτερωτὸς ἱππότης σὺν ταῖς λοιπαῖς δυνάμεσι κατὰ τῆς Ῥωμαϊκῆς φάλαγγος ἐλᾷ καὶ ὠθεῖται ταύτην καὶ εἰς μέρη πολλὰ διασπᾷ. ἐντεῦθεν οἱ μὲν τῶν ἀντικειμένων ἐν αὐτω τῷ πολέμῳ μαχόμενοι πίπτουσιν, οἱ δὲ φυγῇ τὴν ἑαυτῶν ἐπραγματεύσαντο σοπηρίαν. ὁ δὲ βασιλεὺς Ἀλέξιος καθάπερ [*](V. 9) τις πύργος ἀκλόνητος ἔμενε, κἂν πολλοὺς τῶν μετ᾿ αὐτοῦ ἀποβεβλήκει ἀνδρῶν καὶ γένει καὶ πείρᾳ στρατιωτικῇ δια¬φερόντων. πέπτωκε γὰρ τηνικαῦτα ὁ Κωνστάντιος υἱὸς μὲν τοῦ προβεβασιλευκότος Κωνσταντίνου τοῦ Δούκα, οὐκ ἰδιωτεύοντος[*](P.1) αὐτοῦ ἔτι ἀποτεχθείς, ἀλλ᾿ ἐν πορφύρᾳ καὶ γεννηθεὶς καὶ τραφεὶς καὶ ταινίας τῷ τότε καιρῷ βασιλικῆς παρὰ τοῦ πατρὸς ἀξιωθείς· καὶ ὁ Νικηφόρος μὲν τὴν κλῆσιν, Συναδηνὸς δὲ τὴν ἐπίκλησιν καλούμενος, ἀνὴρ γενναῖος καὶ ὡραιότατος καὶ σφαδάζων πάντων ὑπερτερῆσαι κατὰ τὴν [*](1 συμβαλεῖν 3 εἰαι 7 τῶν τούτον πεζῶν 9 τὸ τηνικαῦτα 11 ὁπόσους 13 πραγματευςάμενοι 18 ἐλᾷ κατὰ τῆς Ῥωμαϊκῆς φάλαγγος 21 δέ γε 24 πεπτώκει τὸ τηνικαῦτα Κωνσταντῖνος hie et mox Wilkenus)
147
ἡμέραν ἐκείνην μαχόμενος · μεθ’ οὗ ὁ ἤδη ῥηθείς Κωνστάντιος περὶ κήδους ἐπὶ τῇ ἰδίᾳ ἀδελφῇ πολλάκις ὡμίλει· ναὶ μὴν καὶ ὁ τοῦ Παλαιολόγου πατὴρ Νικηφόρος καὶ ἕτεροι τῶν ἐπιφανῶν· πλήττεται γὰρ καὶ ὁ Ζαχαρίας καιρίαν κατὰ τοῦ στέρνου καὶ τὴν ψυχὴν ἅμα τῇ πληγῇ ἐπαφίησι καὶ ὁ [*](Β) Ἀσπιέτης καὶ πολλοὶ τῶν λογάδων. τῆς δὲ μάχης μὴ διαλυομένης, ἐπεὶ τὸν βασιλέα ἑώρων ἔτι ἀνθιστάμενον, ἀποκριθέντες τινὲς τῶν Λατίνων τρεῖς, ἀφ’ ὧν εἶς ὁ ἤδη ῥηθεὶς Ἀμικἐτης ἦν, ὁ δὲ Πέτρος τοῦ Ἀλίφα, ὡς αὐτὸς ἐκεῖνος ἔλεγεν, ὁ δὲ τρίτος κατ’ οὐδὲν τούτων ἐλάττων, ὅλους ῥυτῆρας ἐνδόντες τοῖς ἵπποις δόρατα μακρὰ ἐναγκαλισάμενοι κατ’ αὐτοῦ ἴενται. καὶ ὁ μὲν Ἀμικέτης διημαρτήκει τοῦ βασιλέως μικρὸν παρεκκλίναντος τοῦ ἵππου· τοῦ δ’ ἄλλου τὸ δόρυ διὰ τοῦ ξίφους ὁ βασιλεὺς ἀπωσάμενος καὶ τονώσας τὴν χεῖρα παίει τοῦτον κατὰ τὴν κλεῖδα καὶ τὴν χεῖρα τοῦ λοιποῦ ἀποτέμνει σώματος. ὁ δέ γε τρίτος πλήττει τοῦτον [*](C) εὐθὺς κατὰ τὸ μέτωπον, ὁ δὲ φρενήρης τε ὢν καὶ ἑδραῖος τὸν νοῦν μηδὲν ὅλως συγχυθείς, γοργότητι γνώμης ἐν ἀσκέπτῳ χρόνῳ τὸ δέον συνείς, ὕπτιον ἅμα τῇ πληγῇ ἑαυτὸν ὡς ἐπ’ οὐρὰν τοῦ ἵππου ἔθετο. καὶ εὐθὺς τὸν χρῶτα τοῦ σώματος μικρὸν παραξέσασα ἡ τοῦ ξίφους ἀκμὴ περὶ τὴν ἀκωκὴν παραποδισθεῖσα τῆς κόρυθος καὶ τόν συνέχοντα ταύτην ὑπὸ τὴν γένυν ἱμάντα διασπάσασα ὦσε ταύτην εἰς γῆν. τηνικαῦτα δὲ ὁ μὲν Κελτὸς ἐκεῖνος παραθέει, ὃν ᾤετο κατακρημνίσαι τοῦ ἵππου, ὁ δ’ εὐθὺς ὀρθωθεὶς ἐπὶ τῆς ἐφε- [*](D) σrρίδος ἑδραῖος ἐκάθητο μηδὲν τῶν ὅπλων ἀποβαλών. ἀλλὰ καὶ γυμνὸν τὸ ξίφος κατέχων τῇ δεξιᾷ, τῷ δὲ λύθρῳ τοῦ ἰδίου πεφοινιγμένος αἵματος καὶ τὴν κεφαλὴν ἀπερικάλυπτον ἔχων καὶ τὴν πυρσὴν καὶ ἡλιῶσαν κόμην περιπλανωμένην ταῖς ὄψεσι καὶ διοχλοῦσαν αὐτόν· ὁ γὰρ ἵππος ταραττόμενος καὶ ἀποπτύων τοὺς χαλινοὺς καὶ φριμάσσων ἀτακτότερον ἐμπίπτειν τῷ προσώπῳ τοὺς βοστρύχους παρεσκεύαζεν· ἀλλὰ [*](6 ἀσπέτης F 7 ἀντικαθιστάμενον 9 ὁ δὲ ἕτερος Πέτρος ὁ τοῦ)
148
Καὶ ὣς ἑαυτὸν ἀνακαλεςάμενος, ὡς ἐνῆν, τοῖς ἐναντίοις ἀντικαθίστατο. ἐπεὶ δὲ καὶ τοὺς Τούρκους φεύγοντας ἑώρα καὶ αὐτὸν τὸν Βοδῖνον ἀπολέμητον ὑποχωροῦντα· ὥπλιστο γὰρ καὶ οὗτος καὶ εἰς πολέμου τύπον τὸ αὐτοῦ διατυπώσας στράτευμα κατὰ ταυτηνὶ τὴν ἡμέραν ἵστατο ὡς ἐπαρήξων Τάχα τῷ αὐτοκράτορι κατὰ τὰς πρὸς αὐτὸν γεγενημένας συνθήκας· [*](p 11) ἐκαραδόκει δέ, ὡς ἔοικεν, ἵνα, εἰ μὲν τὴν ῥοπὴν τῆς νίκης τῷ αὐτοκράτορι δοθεῖσαν γνοίη, ἐπιτεθείη καὶ αὐτὸς τοῖς Κελτοῖς, εἰ δὲ τοὐναντίον, ἀτρεμήσῃ τε καὶ ὀπισθόπους γένηται· ταῦτα διαλογιζόμενος, ὡς ἐξ ὧν ἐπεπράχει Δῆλον, καὶ τὴν νικῶσαν ἀπάρτι τοὺς Κελτοὺς ἐγνωκὼς [*](V 9) ἔχοντας ἄγευστος πολέμου τὸ παράπαν οἴκαδε ἐπαναδεδραμήκει· ὁ δὲ αὐτοκράτωρ ταῦτα θεαςάμενος καὶ ὡς μηδένα τὸν αὐτῷ ἐπαμύνοντα βλέπων τὰ μετάφρενα καὶ αὐτὸς [*](B) τηνικαῦτα δίδωσι τοῖς ἐναντίοις. Καὶ οὕτως ἐδίωκον οἱ Λατῖνοι Τὸ Ῥωμαϊκὸν στράτευμα.

Ὁ δὲ Ῥομπέρτος καταλαβὼν τὸ τέμενος τοῦ ἁγίου Νικολάου, ὅπου καὶ ἡ βασιλικὴ σκηνὴ καὶ ἅπασα ἡ σκευὴ Τοῦ Ῥωμαϊκοῦ στρατεύματος, ὁπόσους εὐσθενεῖς εἶχε, τὸν βασιλέα διώκειν ἐκπέπομφεν αὐτοῦ που αὐτὸς ἐγκαρτερῶν Φανταζόμενος τὴν τοῦ αὐτοκράτορος κατάσχεσιν. Τοιῦτοι Γὰρ λογισμοὶ τούτου τὸ ὑπέρογκον ἐξέκαιον φρόνημα. Οἱ δὲ Εὐψύχως μάλα τοῦτον ἐδίωκον μέχρι τόπου τινὸς παρὰ τῶν ἐγχωρίων καλουμένου Κακὴ Πλευρά. ἥδε τούτου θέσις· ποταμὸς [*](C) ῥέων κάτωθεν ὁ Χαρζάνης καλούμενος, ἔνθεν δὲ ὑπερκειμένη πέτρα ὑψηλή. ἀναμεταξὺ δὲ τούτων φθάνουσιν αὐτὸν οἱ διώκοντες, οἳ καὶ παίουσιν αὐτὸν κατὰ τὴν ἀριστερὰν πλευρὰ διὰ τῶν δοράτων (ἐννέα δὲ ξύμπαντες) καὶ ἐπὶ θάτερα κλίνουσι. Τάχα δ᾿ ἂν καὶ ἐπεπτώκει, εἰ μὴ τὸ ξίφος, ὃ τῇ δεξιᾷ κατεῖχε χειρί, ἔφθασεν ἐναπερεισθῆναι τῇ Γῇ. Ναὶ μὴν καὶ ἡ τοῦ μύωπος ἀκμὴ τοῦ ἀριστεροῦ ποδὸς ἐνδακοῦσα τὸ ἄκρον τῆς ἐφεστρίδος, ὃ ὑπόστρωμα λέγουσιν, [*](13 ὡς om 24 ἥδε s: ἡ δὲ 28 δὲ ἦσαν 29 τὰ Θάτερα)

149
ἀκλινέστερον τὸν ἱππότην ἐποίει. καὶ αὐτὸς δὲ τῇ λαιᾷ τῆς [*](D) χαίτης τοῦ ἵππου δραξάμενος ἀνεῖχεν ἑαυτόν. βοηθεῖται μέντοι ἐκ θείας τινός δυνάμεως σωτηρίαν παρ’ ἐχθρῶν αὐτῷ κομιζούσης παραδόξως. ἀναφύει γὰρ δεξιόθεν ἄλλους Κελτοὺς τὰ δόρατα πρὸς ἐκεῖνον ὀρθώσαντας· οἳ καὶ τὰ ἄκρα τῶν δοράτων κατὰ τὴν δεξιὰν πλευρὰν ἐμβαλόντες ὤρθωσάν τε ἀθρόον τὸν στρατιώτην καὶ εἰς τὸ μέσον κατέστησαν. [*](P. 119) καὶ ἦν ἰδεῖν θαῦμα παράδοξον. οἱ μὲν γὰρ ἐξ εὐωνύμων ἠπείγοντο, οἱ δὲ ἐκ τῶν δεξιῶν τὰ δόρατα τῇ πλευρᾷ πήξαντες ὥσπερ τοῖς πρῴην ἐναντιούμενοι καὶ ἀντερείδοντες δόρασι δόρατα ἐπ’ ὀρθοῦ σχήματος τὸν βασιλέα ἐποίησαν. ἑδράσαντος δὲ ἑαυτὸν γενναιότερον καὶ συσφίγξαντος περιβάδην τὸν ἵππον ὁμοῦ καὶ τὴν ἐφεστρίδα τηνικαῦτα γίνεταί τι τῆς γενναιότητος ἐκείνου τεκμήριον. ὁ γὰρ ἵππος ἄλλως μὲν καὶ θερμότατος ὢν καὶ ὑγροσκελής, ἄλλως δὲ καὶ [*](Β) ἀθλητικώτατος καὶ πολεμικός ἔφθη γὰρ ὅπου τοῦτον ἀναλαβέσθαι τοῦ Βρυεννίου μετὰ τῆς ἐρυθροβαφοῦς ἐφεστρίδος, ὁπότε τοῦτον εἷλεν ἐν τῷ καιρῷ τῆς μάχης βασιλεύοντος ἔτι Νικηφόρου τοῦ Βοτανειάτου), τὸ δὲ ὅλον εἰπεῖν, ὑπὸ θείας προνοίας ἐμπνευσθεὶς πάλλεταί τε εὐθὺς καὶ διαέριος γίνεται καὶ ἐπ’ ἄκρου τῆς εἰρημένης πέτρας ἐφίσταται ὥσπερ ὑπόπτερος κουφισθεὶς καί, τοῦτο δὴ τὸ τῶν μύθων, Πηγάσου πτερὰ λαβών · Σγουρίτζην τουτονὶ τὸν ἵππον ὁ Βρυέννιος [*](C) ὠνόμαζε. τὰ δὲ τῶν βαρβάρων δόρατα ὥσπερ κενεμβατήσαντα τὰ μὲν καὶ τῶν χειρῶν τούτων ἐξέπεσον, τὰ δὲ διαπεπαρμένα τοῖς μέρεσι τοῦ ἐσθήματος τοῦ βασιλέως ἐναπομείναντα μετεωρισθέντα τῷ ἵππῳ συνηκολούθησαν. ὁ δ’ [*]( V. 96) εὐθὺς ἀποκόπτει τὰ ἐπαγόμενα δόρατα. καὶ οὔτε τεθορύβητο τὴν ψυχὴν ἐν τοσούτοις δεινοῖς καταστὰς οὔτε συνεθολώθη τοὺς λογισμούς, ἀλλὰ ταχὺ τοῦ συνοίσοντος γενέται καὶ τὸ παράδοξον ἐκ μέσου ἑαυτὸν ποιεῖται. οἱ δέ γε Κελτοὶ κεχηνότες εἱστήκεσαν τὸ γεγονὸς ἐκπληττόμενοι· καὶ γὰρ ἦν [*](2 δραξάμενος τ. ἱ. 12 συσφίξαντος F 22 τοῦ μύθου Πεγάσου 24 ὠνόμαζεν 27 δὲ 28 τεθορύβηται 31 αὐτῶν)
150
ἐκπλήξεως ἄξιον· θεασάμενοι δὲ τοῦτον ἐφ’ ἑτέραν τραπέντα καὶ αὖθις ἐδίωκον. ὁ δὲ ἐπὶ πολὺ νῶτα τοῖς μεταδιώκουσι στρατιώταις διδοὺς στρέψας τὸν χαλινὸν καὶ συναντήσας ἑνὶ τῶν διωκόντων διελαύνει τὸ δόρυ τοῖς στέρνοις· ὁ δὲ [*](D) τηνικαῦτα εἰς γῆν ὕπτιος ἔκειτο. ὁ δὲ βασιλεὺς αὖθις τὰς ἡνίας στρέψας εἴχετο τῆς προτέρας ὁδοῦ. συναντᾷ τοίνυν ἀπὸ τῶν ἔμπροσθεν διωκόντων τὰς Ῥωαϊκὰς δυνάμεις Κελτοῖς οὐκ ὀλίγοις· οἱ δὲ πόρρωθεν τοῦτον θεασάμενοι συνησπικότες ἔστησαν τούς τε ἵππους ἀναψῦξαι βουλόμενοι, ἅμα δὲ καὶ ζωγρῆσαι τοῦτον ἐθέλοντες κἀντεῦθεν ὥσπερ τι λάφυρον τῷ Ῥομπέρτῳ κομίσαι. ὁ δὲ ἅμα μὲν τοὺς ὄπισθεν φεύγων διώκοντας καὶ τοὺς ἔμπροσθεν θεασάμενος ἀπεγνώκει τὰς σῳζούσας ἐλπίδας. συλλεξάμενος δὲ ἑαυτόν, ἐπεὶ [*](P. 12(??)) τῶν ἄλλων μέσον τινὰ ἐθεάσατο ἀπό τε τοῦ σώματος καὶ τῆς τῶν ὅπλων ἀποπαλλομένης αἴγλης τὸν Ῥομπέρτον εἶναι νομίσας καταστήσας τὸν ἵππον κατ’ αὐτοῦ φέρεται· κἀκεῖνος δ’ ἐκεῖθεν πρὸς αὐτὸν τὸ δόρυ εὐθύνας. καὶ μέντοι γε καὶ συνελάσαντες ἄμφω κατὰ τὸ μεσαίχμιον κατ᾿ ἀλλήλων ἵενται. πρότερος δὲ ὁ αὐτοκράτωρ διιθύνας τὴν χεῖρα παίει τοῦτον διὰ τοῦ δόρατος· τὸ δὲ αὐτόθεν διὰ τῶν μαζῶν εἰς τὰ μετάφρενα διεκβάλλεται. καὶ τὸν μὲν βάρβαρον αὐτίκα εἶχε γῆ· εὐθὺς δὲ τοῦτον ἀφῆκε καὶ ἡ ψυχὴ τῆς τρώσεως καιρίας [*](B) γεγενημένης. καὶ τοῦ λοιποῦ ὁ βασιλεὺς διασχισθείσης τῆς φάλαγγος διὰ μέσων αὐτῶν ἐξιππάσατο ἄδειαν ἑαυτῷ ἐφευράμενος τὴν σφαγὴν τοῦ βαρβάρου τούτου. οἱ δ’ εὐθὺς τὸν τρωθέντα εἰς γῆν ἐρριμμένον θεασάμενοι περιχυθέντες τῷ κειμένῳ περὶ αὐτὸν διεπονοῦντο. καὶ οἱ ὄπισθεν δὲ τὸν βασιλέα διώκοντες τούτους θεασάμενοι ἀποβάντες τῶν ἵππων καὶ γνωρίσαντες τὸν ἄνδρα ἐκόπτοντο ὀλολύζοντες. ἀλλ’ ὁ Ῥομπἐρτος μὲν οὐκ ἦν, ἕτερος δὲ τῶν ἐπιφανῶν καὶ ὁ τούτου δεύτερος. τούτων δὲ ἀσχολουμένων ὁ βασιλεὺς ἐπὶ τὰ πρόσω τὴν πορείαν ἐπεποίητο.

[*](18 μεταίχμιον 21 εἶχεν ἡ γῆ 22 γὰρ F 27 τῷ om F)
151
[*](C)

Ἀλλ᾿ ἔγωγε μεταξὺ τῶν λόγων ἐπελαθόμην τὸ μὲν διὰ τὴν φύσιν τῆς ἱστορίας, τὸ δὲ καὶ διὰ τὴν τῶν πραγμάτων ὑπερβολήν, ὅτι πατρὸς κατορθώματα γράφοιμι. μηδὲ γὰρ βουλομένη τὴν ἱστορίαν ὕποπτον θεῖναι πολλάκις παρατρέχω τὰ τοῦ πατρὸς μήτε αὐξάνουσα μήτε πάθος περιτιθεῖσα. εἴθε γὰρ ἐλευθέρα ἦν τοῦ πάθους τούτου τοῦ πατρικοῦ καὶ ἀπόλυτος, ἳνα καθάπερ ὕλης ἀμφιλαφοῦς δραξαμένη τὴν σοβάδα γλῶσσαν ἐνεδειξάμην, ὁπόσην ἔχοι περὶ τὰ [*](D) καλὰ τὴν οἰκείωσιν. ἐπηλυγάζει δέ μου τὸ πρόθυμον ἡ φυσικὴ [*](P. 97) στοργή, μή πως δόξαιμι τοῖς πολλοῖς ὑπὸ προθυμίας τοῦ λέγειν περὶ τῶν κατ’ ἐμαυτὴν τερατολογίας παρέχειν ὑπόληψιν. καὶ γὰρ ἂν πολλαχοῦ τῶν κατορθωμάτων τῶν πατρικῶν μεμνημένη καὶ τὴν ψυχὴν αὐτὴν ἀπεστάλαξα ξυγγράφουσά [*](V. 121) τε καὶ διηγουμένη, ἐν ὁπόσοις κακοῖς περιπέπτωκε, καὶ οὐδ’ ἄνευ μονῳδίας καὶ θρήνου τὸν τόπον παρῆλθον. ἀλλ’ ἕνα μὴ ῥητορεία κομψή τις ᾖ κατὰ τὸ μέρος ἐκεῖνο τῆς ἱστορίας, ὥσπερ τις ἀπαθὴς ἀδάμας καὶ λίθος παρατρέχω τὰς τοῦ πατρὸς ξυμφορᾶς, ἅσπερ ἔδει κἀμὲ καθάπερ ἐκεῖνον τὸν Ὁμηρικὸν νεανίσκον εἰς ὅρκον προφέρειν οὐδὲ γάρ εἰμι χείρων ἐκείνου τοῦ λέγοντος “ οὐ μὰ Ζῆν᾿, Ἀγέλαε, καὶ ἄλγεα πατρὸς ἐμεῖο”) πρὸς τὸ εἶναι καὶ λέγεσθαι φιλοπάτωρ. ἀλλὰ τὸ μὲν πάθος τὸ πατρικὸν ἐμοὶ μόνῃ καταλελείφθω [*](Β) καὶ θαυμάζειν καὶ ὀλοφύρεσθαι, τὰ δὲ τῆς ἱστορίας ἐχέσθω. μετὰ ταῦτα οἱ μὲν Κελτοὶ τῆς πρὸς τὸν Ῥομπέρτον φερούσης εἴχοντο. ὁ δὲ κενοὺς τούτους θεασάμενος πυθόμενός τε τὰ τούτοις συμπεσόντα πάντας μὲν μεγάλως κατῃτιᾶτο, ἕνα δὲ τούτων ἔκκριτον καὶ μαστίζειν ἠπείλει ἄνανδρόν τε ἀποκαλῶν καὶ ἀπειροπόλεμον· καὶ ὅτι μὴ καὶ αὐτὸς ἐπὶ τῆς πέτρας μετὰ τοῦ ἵππου ἀνέθορέ καὶ τὸν βασιλέα Ἀλέξιον ἢ κρούσας ἀνεῖλεν ἢ δραξάμενος ζῶντα ἤγαγε, τὰ πάνδεινα [*](C) πάσχειν ᾤετο. ἦν γὰρ ὁ Ῥομπέρτος οὗτος τἆλλα μὲν εὐψυπλάτος [*](5 8 ἔχει 12 τῶν τῶν πατρικῶν F τῶν prius man rec del) 18 πατρός μου ἃπερ 20 Οd. 20, 339) [*](24 ὁδοῦ φερούσης 27 τὸν τούτων F)

152
Χότάτός τε καὶ φιλοκινδυνότατος, πικρίας δὲ ὅλος ἄνθρωπος Καὶ ἐν ῥισὶν ἐπικαθήμενον ἔχων τὸν χόλον καὶ τὴν καρδίαν Μεστὴν θυμοῦ καὶ ὀργῆς ἔμπλεων καὶ οὕτως ἔχων περὶ τοὺς Πολεμίους, ὡς ἢ τὸν ἀντικαθιστάμενον διαπεῖραι τῷ δόρατι ἢ ἑαυτὸν διαχρήσασθαι παρὰ τὸν Μοιραῖόν φησι κλωστῆρα ἀπαλλαττόμενος. ὁ μέντοι στρατιώτης ἐκεῖνος, ὃν ὑπ᾿ αἰτίασιν ὁ Ῥομπέρτος εἶχε, τό τε ἀνεπίβατον καὶ ὀξὺ τῆς πέτρας μάλα σαφῶς διηγεῖτο, καὶ ὅτι εἰς τὸ μετεωρότατον ὁ τόπος ἐπῆρτο καὶ ὡς ὀξεῖα ἡ πέτρα ἦν καὶ ἀκροσφαλὴς καὶ ὡς οὐδένα οὐ πεζόν, οὐχ ἱππότην ἐπιβῆναι ταύτης δυνατὸν ἄνευ θείας Τινὸς μηχανῆς, μὴ ὅτι γέ τινα πολεμούμενον καὶ μαχόμενον, ἀλλ᾿ οὐδ᾿ ἄνευ πολέμου τινὸς εἶναι δυνατὸν ἀποπειρᾶσθαι [*](D) τῆς πέτρας. “εἰ δ᾿ ἐμοί” φησι “καὶ διαπιστοίης, ἐπιχειρήσας ἢ αὐτὸς σὺ ἢ ἄλλος τις ἱπποτῶν ὁ θαρραλεώτατος, τῶν ἀμηχάνων αἰσθήσεται. Εἰ δ᾿ οὖν, ἀλλ᾿ εἴ τις ἀναφανεῖται Τῆς πέτρας περιγενόμενος, μὴ ὅτι γε ἄπτερος, ἀλλὰ καὶ ὑπόπτερος ὤν, ἕτοιμος αὐτὸς πᾶν εἴ τι δεινὸν ὑποστῆναι καὶ ἀνανδρίαν κατακριθῆναι.” Ταῦτα εἰπὼν μετὰ θαύματος καὶ ἐκπλήξεως ὁ βάρβαρος τὸν ἐπίχολον Ῥομπέρτον κατέστειλέ [*](P. 12) τε καὶ εἰς θαῦμα ἐκίνησεν ἀφέμενον τοῦ ὀργίζεσθαι. ὁ δὲ Βασιλεὺς τοὺς ἑλιγμοὺς τῶν παρακειμένων ὀρῶν καὶ πᾶσαν Τὴν δύσβατον ἀτραπὸν ἐν δυσὶ νυχθημέροις διεξελθὼν καταλαμβάνει Τὴν Ἀχρίδα. ἐν δὲ τῷ μεταξὺ τὸν Χαρζάνην Διελθὼν καὶ μικρὸν περὶ τὴν καλουμένην Βαβαγορὰν ἐγκαρτερήσας (τέμπος δ᾿ αὕτη δύσβατόν ἐστι) μήθ᾿ ὑπὸ τῆς ἥττης μήθ᾿ ὑπὸ τῶν ἄλλων τοῦ μόθου κακῶν τὸν νοῦν συγχυθείς μήθ᾿ ὑπὸ τῆς κατὰ τὸ μέτωπον τοῦ τραύματος ὀδύνης ὑποχαλάσας, κἂν τὰ ἐντὸς ὑπὸ τῆς λύπης τῶν ἐν [*](B) τῇ μάχῃ πεπτωκότων καὶ μᾶλλον τῶν γενναίως ἀγωνισαμένων [*](V 98) ἀνδρῶν ἐξεφλέγετο· ἀλλ᾿ ὅμως τῆς πόλεως ὅλος ἦν Δυρραχίου Καὶ ταύτης ἐμέμνητο ἀχθόμενος ὅτι ἄτερ ἡγεμόνος κατα- [*](6 αἰτίαν 7 ἦγε 9 ἡ πέτρα ὀξεῖα 13 δέ μοι 14 τις ἄλλος τῶν ἱπποτῶν 15 ἀναφανῆται F 17 πᾶν ὅ τι 25 αὐτὴ (S) 30 ὅλος τῆς πόλεως)
153
λέλειπτο τοῦ Παλαιολόγου διὰ τὴν ὀξεῖαν συμβολὴν τοῦ πολέμου μὴ δυνηθέντος ἐπαναστρέψαι. καὶ ὡς ἐνὸν τοὺς κατ’ αὐτὴν ἠσφαλίσατο καὶ τὴν τῆς ἀκροπόλεως φρουρὰν τοῖς ἐκκρίτοις Βενετίκοις τῶν ἐκεῖσε ἀποίκων ἀνέθετο, τὴν δέ γε ἐπίλοιπον πᾶσαν πόλιν τῷ ἐξ Ἀρβάνων ὁρμωμένῳ Κομισκόρτῃ τὰ συνοίσοντα διὰ γραμμάτων ὑποθέμενος.

154

Ὁ μέντοι Ῥομπέρτος ἀμεριμνήσας παντάπασι τὴν [*](P. 12) Λείαν πᾶσαν καὶ τὴν βασιλικὴν σκηνὴν ἀφελόμενος τροπαιοφόρος [*](V. 10) Καὶ γαυριῶν τὴν πεδιάδα κατέλαβεν, εἰς ἣν πρότερον Ηὐλίζετο τὸ Δυρράχιον πολιορκῶν. Καὶ μικρὸν διαναπαυςάμενος ἐβουλεύετο, εἰ χρὴ αὖθις ἀποπειρᾶσθαι τῶν τούτου Τειχῶν ἢ τὴν μὲν πολιορκίαν εἰς τὸ ἐπιὸν ἔαρ παραφυλάζασθαι, Τὸ παρὸν δὲ τὴν Γλαβινίτζαν καταλαβεῖν καὶ τὰ Ἰωαννίνα κἀκεῖσε παραχειμάσαι καταθέμενον τὸ ὁπλιτικὸν ἅπαν εἰς τὰ ὑπερκείμενα τέμπη τῆς πεδιάδος Δυρραχίου. οἱ δ᾿ ἐντὸς Δυρραχίου, καθάπερ ὁ λόγος ἐδήλωσεν, ἐπεὶ οἱ [*](B) Πλείους ἀπὸ Μέλφης καὶ Βενετίας ἦσαν ἄποικοι, τὰ ξυμπεςόντα Τῷ αὐτοκράτορι μεμαθηκότες καὶ τὴν τοσαύτην ἀνδροκταςίαν Καὶ τὴν τῶν τηλικούτων ἀνδρῶν σφαγὴν καὶ τοὺς στόλους ὑποκεχωρηκότας καὶ ὅτι ὁ Ῥομπέρτος εἰς τὸ ἐπιὸν ἔαρ τὴν πολιορκίαν ταμιεύεται, διεσκοπεῖτο ἕκαστος, ὅ τι Πράττειν χρὴ καὶ σῴζεσθαι καὶ μὴ αὖθις ἐς τοσούτους ἐμπεπτωκέναι Κινδύνους. ξυλλεξάμενοι οὖν ἑαυτοὺς τὸ ἀπόρρητον ἕκαστος εἰς τὸ ἐμφανὲς ἄγουσι καὶ περὶ τῶν ὅλων γνωσιμαχήσαντες ὥσπερ ἐν ἀπόροις πόρον εὑρηκέναι ᾠήθησαν πεισθῆναι τῷ Ῥομπέρτῳ καὶ καραδοῦναί οἱ τὴν πόλιν. ἐρεθισθέντες [*](C) Δὲ καὶ παρά του τῶν ἀποίκων Μέλφης καὶ ταῖς Τούτου πεισθέντες ὑποθημοσύναις τὰς εἰσόδους ἀναπετάσαντες Πάροδον τῷ Ῥομπέρτῳ δεδώκασιν. ἐγκρατὴς δὲ τούτου Γενόμενος τὰς δυνάμεις μετεκαλεῖτο φυλοκρινῶν ἅμα, εἴ που

[*](10 δὲ FA 20 τε τῷ 21 ἐποίκων 24 φυλοκρινῶν S φυλλοκρινῶν FC φιλοκρινῶν)
155

τέτρωται τις καιρίαν ἢ ἐπὶ χρῶτα παραξέσαντος τυχὸν τοῦ ξίφους, καὶ διερευνώμενος ὁποῖοί τε καὶ ὁπόσοι πολέμου πραανάλωμα γεγόνασιν ἐν ταῖς προηγησαμέναις μάχαις, σκοπῶν [*](D) ἅμα, ἐπεὶ χειμὼν ἤδη παρῆν κατὰ τόδε καιροῦ, διὰ τούτου καὶ μισθοφορικὸν ἕτερον ἐπισυνάξαι καὶ ξενικὰς ἐπισυλλέξαι [*](P. 126) δυνάμεις καὶ ἦρος ἐπιφανέντος τηνικαῦτα πανστρατὶ κατὰ τοῦ βασιλέως χωρῆσαι. ἀλλ’ οὐκ αὐτὸς μὲν ὁ Ῥομπέρτος, καίτοι νικητὴν ἑαυτὸν καὶ τροπαιοῦχον ἀνευφημῶν, τοιαῦτα ἐλογίζετο, ὁ δ’ ἡττηθεὶς βασιλεὺς καὶ τραυματίας γεγονὼς διὰ τὴν ἀνύποιστον ἐκείνην ἧτταν καὶ τοσούτους καὶ τοιούτους ἀποβεβληκὼς μορμολυχθεὶς οἶον συνέσταλται· ἀλλὰ μηδὲν σμικροπρεπὲς περὶ ἑαυτοῦ λογισάμενος μηδὲ χαλάσας ὅλως τὸν λογισμὸν σπεύδων ἦν ὅλῃ γνώμῃ τὴν ἧτταν ἦρος φανέντος ἀνακαλέσασθαι. ἦσαν γὰρ ἄμφω πάντα προιδεῖν καὶ συνιδεῖν ἱκανοὶ καὶ πολεμικῶν τεχνασμάτων οὐδενὸς [*](Β) ἀδαεῖς, ἀλλὰ πάσαις μὲν τειχομαχίαις, πάσαις δὲ λοχήσεσι [*](V. 102) καὶ ταῖς ἐκ παρατάξεως ἀγωνίαις ἐθάδες, τὰς δὲ διὰ χειρὸς πράξεις δραστικοὶ καἰ γενναῖοι καὶ ἐχθροὶ πάντων τῶν ὑπ’ οὐρανὸν ἡγεμόνων γνώμῃ καὶ ἀνδρίᾳ κατάλληλοι. εἶχε δέ τι τοῦ Ῥομπέρτου πλέον ὁ βασιλεὺς Ἀλέξιος, ὅτι νεάζων τὴν ἡλικίαν ἔτι κατ᾿ οὐδὲν ἐλάττων τοῦ ἤδη ἀκμάζοντος ἦν καὶ τὴν γῆν μικροῦ σαλεύειν ὅλας τε φάλαγγας ἐκ μόνου ἐμβοήματος αὐχοῦντός συνταράττειν. ἀλλὰ ταῦτα μὲν ἐν ἑτέροις τηρείσθωσαν τόποις· μελήσει γὰρ πάντως τοῖς ἐγκωμιάζειν ἐθέλουσιν. ὁ δέ γε βασιλεὺς Ἀλέξιος ἐν Ἀχρίδι μικρὸν ἑαυτὸν ἀνακτησάμενος καὶ τὸ σῶμα διαναπαύσας καταλαμβάνει τὴν Διάβολιν. καὶ τοὺς μὲν τοῦ πολέμου διασωθέντας τῆς ἐκ τοῦ μόθου κακοπαθείας ὡς ἐνὸν ἐπανελάμβανε, τοὺς δέ γε ἐπιλοίπους ἁπανταχόθεν ἀποστείλας διεκηρύκευε τὴν Θεσσαλονίκην καταλαβεῖν. ἐπεὶ δὲ πεῖραν τοῦ Ῥομπέρτου καὶ τῆς τόλμης τοῦ τηλικούτου ἔσχε στρατεύματος καὶ πολλὴν ἀφέλειαν [*](C) καὶ ἀνανδρίαν τῶν ὑπ’ αὐτὸν κατεψηφίσατο οὐ γὰρ [*](23 μὲν ἑτέροις συντηρείσθωσαν 27 Δεάβολιν 28 μόχθου (s))

156
ἂν προσθείην στρατιωτῶν, ὅτι καὶ οἱ τέως παρόντες ἀγύμναστοί τε τὸ παράπαν ἦσαν καὶ πάσης στρατιωτικῆς ἐμπειρίας ἀδαεῖς), διὰ τοῦτο γοῦν ἐδεῖτο συμμάχων· τὸ δὲ ἄτερ χρημάτων οὐκ ἐνῆν· τὰ δὲ οὐ παρῆν τῶν βασιλικῶν ταμιείων ἐπὶ μηδενὶ δέοντι κενωθέντων ὑπὸ τοῦ προβεβασιλευκότος [*](P. 127) Νικηφόρου τοῦ Βοτανειάτου τοσοῦτον, ὡς μηδὲ τῶν ταμιείων κεκλεῖσθαι τὰς πύλας, ἀλλ’ ἀνέτως πατεῖσθαι παντί τῷ βουλομένῳ δι’ αὐτῶν ὁδεύειν· προπέποτο γάρ. ἔνθεν τοι καὶ ἐν ἀμηχανίᾳ τὸ πᾶν καθίστατο ἀσθενείας καὶ πενίας ὁμοῦ συμπιεζούσης τὴν ὑπὸ Ῥωμαίους. τότε δὴ τότε τί τὸν νέον βασιλέα καὶ ἄρτι τῶν τῆς βασιλείας οἰάκων ἐπιβεβηκότα ἐχρῆν διαπράξασθαι; πάντως ἢ ἐξαπορούμενον τὸ πᾶν καταλιπόντα ἐκστῆναι τῆς ἀρχῆς, ὡς μὴ ἀναίτιον ὄντα αἰτιῷτό τις αὐτὸν ὡς ἀπειροπόλεμον καὶ ἀνεπιστήμονα ἀρχηγόν, ἢ [*](B) ἐξ ἀνάγκης ὡς ἐνὸν καὶ συμμάχους μετακαλέσασθαι καὶ τὰ τούτοις ἐπαρκέσοντα χρήματα ὅθεν δήποτε συναγαγεῖν καὶ τοὺς ἁπανταχῇ διασπαρέντας τοῦ στρατεύματος διὰ δωρεῶν ἀνακαλεῖσθαι, ἴν’ ἐντεῦθεν μείζους ἐλπίδας κτησάμενοι αὐτοί τε μετ’ αὐτοῦ ἐγκαρτερήσαιεν καὶ οἱ ἀπόντες πρὸς τὸ ἐπανέρχεσθαι προθυμότεροι γένοιντο καὶ οὕτως γενναιότερον πρὸς τὰ Κελτικὰ πλήθη ἀντικαταστῆναι δυνήσαιντο. ἀνάξιον μὲν οὖν καὶ ἀσύμφωνον τῆς αὐτοῦ περὶ τὰ στρατιωτικὰ ἐπιστήμης ὁμοῦ καὶ τόλμης μηδὲν πεπραχέναι βουλόμενος πρὸς δύο ταῦτα ἀπέβλεψε, συμμάχους τε ἁπανταχόθεν μεταπέμψασθαι [*](C) ἐλπίσι πολλῶν δωρεῶν εὐμηχάνως τούτους ὑποσυρόμενος, τὴν δέ γε μητέρα καὶ τὸν ἀδελφὸν αἰτήσασθαι χρήματά οἱ ξυμπορισαμένους ὅθεν δήποτε ἐκπέμψαι.

[*](v. 10)

Οἱ δὲ πόρον πορισμοῦ μὴ ἐφευρίσκοντες ἓτερον πρότερον μὲν ἅπαντα τὰ αὐτῶν συναγαγόντες χρήματα, ὁπόσα ἐν χρυσῷ καὶ ἀργύρῳ, τῇ βασιλικὴ χωνείᾳ παραπεπόμφασι· πρώτη δὲ πάντων ἡ βασιλὶς καὶ μήτηρ ἐμὴ ὁπόσα ἔκ τε [*](7 θύρας ἀλλὰ 9 συνίστατο τε καὶ 10 τοὺς Ῥωμαίους δὲ νέα F 16 ἐπαρκέσοντα] δοθησόμενα 18 ἳνα 19 τε om 28 ἐφευρηκότες)

157
μητρῴου καὶ πατρῴου κλήρου ἐνυπῆρχον αὐτῇ, κατεβάλετο καὶ τοὺς ἄλλους ἐντεῦθεν πρὸς τοῦτο ἐρεθίσαι οἰομένη ἐδεδίει [*](D) γὰρ ὑπὲρ τοῦ αὐτοκράτορος ἐν στενῷ κομιδῆ τὰ κατ αὐτὸν ὁρῶσα· εἶτα δὴ καὶ ἐξ ἑτέρων, ὁπόσοι εὐνοικώτερον πρὸς τοὺς βασιλεῖς τούτους διέκειντο, αὐθαιρέτως προτεθυμηκότων καταβαλέσθαι, ὁπόσον ἕκαστος εἶχε προθέσεως, [*](P. 128) χρυσίου καὶ ἀργυρίου πορισάμενοι ἐξέπεμψαν τὸ μέν τι τοῖς συμμάχοις, τὸ δέ τι πρὸς τὸν αὐτοκράτορα. ἀλλὰ πρὸς τὴν ἐπικειμένην χρείαν μηδαμῶς ἐξαρκούντων, τῶν μὲν χάριτας αἰτούντων ὡς συναγωνισαμένων δῆθεν, τῶν δέ, ὁπόσον μισθοφορικόν, δαψιλέστερον τὸν μισθὸν ἐξαιτουμένων, ἐνέκειτο αὖθις καὶ ἓτερα ἀνακαλούμενος διὰ τὸ ἀπεγνωκέναι τὴν Ῥωμαίων εὔνοιαν. οἱ δὲ ἐν ἀμηχανίᾳ γεγονότες καὶ πολλοὺς λογισμοὺς ἀνελίξαντες ἰδίᾳ τε καὶ κοινῇ, ἐπεὶ καὶ τὸν Ῥομπέρτον αὖθις ὁπλιζόμενον μεμαθήκεσαν, μὴ ἔχοντες ὅ τι καὶ [*](Β) δράσαιεν εἰς τοὺς πάλαι κειμένους νόμους καὶ τοὺς κανόνας περὶ τῆς τῶν ἱερῶν ἐκποιήσεως ἀπέβλεψαν. καὶ μετὰ τῶν ἄλλων εὑρηκότες ὅτιπερ ἐπ’ ἀναρρύσει αἰχμαλώτων τὰ τῶν ἁγίων τοῦ θεοῦ ἐπκλησιῶν ἱερὰ ἔξεστιν ἐκποιεῖσθαι ἑώρρων δὲ ὅτι καὶ τῶν Χριστιανῶν, ὅσοι περὶ τὴν Ἀσίαν ὑπὸ τὴν βαρβαρικὴν ἐτέλουν χεῖρα καὶ ὁπόσοι τὴν σφαγὴν ἐξέφυγον, ἐμιαίνοντο διὰ τὴν μετὰ τῶν ἀπίστων συναναστροφήν), ὀλίγα τινὰ τῶν πάλαι ἠργηκότων ἱερῶν καὶ καταλελυμένων ὡς εἰς μηδεμίαν χρείαν συντελοῦντα, ἀλλ’ ἀφορμὴν μόνον ἱεροσυλίας καὶ ἀσεβείας ἅμα τοῖς πολλοῖς παρεχόμενα ὡς ὕλην χαράγματος [*](C) εἰς μισθὸν τοῖς στρατιώταις καὶ συμμάχοις τὰ τοιαῦτα χρηματίσαι ἐσκέψαντο. τούτου γοῦν συνδόξαντος ἀνέρχεται ὁ σεβαστοκράτωρ Ἰσαάκιος εἰς τὸ τοῦ θεοῦ μέγα τέμενος τὴν σύνοδον ἐκκλησιάσας καὶ τὸ τῆς ἐκκλησίας ἅπαν πλήρωμα. θεασάμενοι δὲ τοῦτον οἱ τῆς ἱερᾶς συνόδου ἐπ’ [*](1 κατεβάλλετο 4 δὲ 6 καταβάλλεσθαι ῾an ὃπως?᾿ 5) [*](9 ῾fortasse τούτων post ἐξαρκούντων excidit's 8 εὐρηκότες καὶ τοῦτο 22 μετὰ om ὀλίγα α τ F ὀλίγ’ ἄττα 24 ἀφορμὴ)
158
ἐκκλησίας συνεδριάζοντες τῷ πατριάρχῃ ἔκθαμβοι γεγονότες ἠρώτων, ὅτου χάριν παρεγένετο. ὁ δὲ “λέξων ἥκω τι πρὸς ὑμᾶς χρήσιμον τῇ βιαίᾳ τῶν πραγμάτων παρεμπτώσει καὶ σωστικὸν τοῦ στρατοῦ.” ἅμα δὲ καὶ τοὺς περὶ τῶν μὴ χρησιμευόντων [*](D) ἰερῶν κανόνας ἀπεστομάτιζε καὶ πολλὰ περὶ τούτων Δημηγορήσας “ἀναγκάζομαί” φησιν “ἀναγκάζειν, οὓς Οὐ βούλομαι ἀναγκάζειν.” Καὶ γενναίους προτιθέμενος λογισμοὺς [*](P. 12) ἐδόκει τάχα πείθειν τοὺς πλείονας. ὁ δέ γε Μεταξᾶς [*](V. 10) ἀντέτεινεν ἀνθυποφοράς τινας εὐλόγους εἰσαγαγών, ἀποσκώπτων ἅμα καὶ πρὸς αὐτὸν τὸν Ἰσαάκιον. ἀλλ᾿ ὅμως τὰ Δεδογμένα ἐκράτει. Τοῦτο ὕλη μεγίστης κατηγορίας τοῖς βασιλεῦσιν ἐγένετο (οὐκ ὀκνῶ γὰρ καὶ τὸν Ἰσαάκιον ἀπόρφυρον βασιλέα κατονομάζειν) οὐ τότε μόνον, ἀλλὰ καὶ μέχρι καιροῦ διαρκέσασα. Καὶ γὰρ ἀρχιερεύς τις τηνικαῦτα Χαλκηδόνος Λέων προὐκάθητο, οὐ τῶν πάνυ σοφῶν καὶ λογίων, [*](Β) ἀρετῆς δὲ ἐπιμεμελημένος, τὸ δὲ ἦθος αὐτῷ σκληρὸν καὶ ἀπόκροτον· οὗτος οὖν τῶν ἐν τοῖς Χαλκοπρατίοις πυλῶν ἀφαιρουμένων τοῦ ἐπικειμένου αὐταῖς ἀργυρίου ἢ καὶ χρυσίου εἰς τὸ μέσον εἰσδὺς ἐπαρρησιάζετο μηδ᾿ ὅλως ἢ οἰκονομίας ἢ τῶν περὶ τῶν ἱερῶν κειμένων νόμων ἐπαισθανόμενος. ὑβριστικώτερον δὲ καὶ οἷον εἰπεῖν ἀτακτότερον τῷ τηνικαῦτα κρατοῦντι προσεφέρετο, ὁσάκις εἰς τὴν βασιλεύουσαν ἐπανῄει τῇ ἀνεξικακίᾳ ἐκείνου καὶ τῇ φιλανθρωπίᾳ καταχρώμενος. Καὶ ὁπηνίκα μὲν τὰ πρῶτα κατὰ τοῦ Ῥομπέρτου ὁ αὐτοκράτωρ [*](C) τῆς βασιλίδος πόλεως ἐξῄει, Ἰσαακίου τοῦ σεβαστοκράτορος Καὶ αὐταδέλφου αὐτοῦ μετὰ τῆς κοινῆς γνώμης ὅθεν δήποτε συμποριζομένου χρήματα μετὰ τῶν νόμων ἅμα καὶ τοῦ δικαίου, εἰς θυμὸν ἐκίνει τὸν ῥηθέντα ἀδελφὸν τοῦ βασιλέως ἀναισχυντότερον αὐτῷ προσφερόμενος. ὡς δὲ καὶ ὁ βασιλεὺς πολλάκις μὲν ἡττηθεὶς καὶ μυριάκις αὖθις κατα- [*](1 τῷ πατριάρχῃ συνεδριάζοντες 17 Χαλκοπρατείοις 18 ἀφαιρουμένου F ἢ om 26 μετὰ τῆς κοινῆς γνώμης Καὶ τῶν νόμων ἅμα καὶ τοῦ δικαίου ὅθεν δήποτε συμποριζομένου Χρήματα)
159
τολμήσας τῶν Κελτῶν θεοῦ νεύσει νικηφόρος στεφανίτης ἐπανεληλύθει, ἐπεὶ καὶ αὖθις ἄλλο νέφος ἐχθρῶν, τοὺς [*](D) Σκύθας φημί, κατ’ αὐτοῦ ἐξορμῶν ἤδη μεμαθήκοι, καὶ διὰ τοῦτο καὶ ἡ συλλογὴ τῶν χρημάτων, καὶ τοῦ βασιλέως ἐν τῇ μεγαλοπόλει ἐνδημοῦντος, ἐφ’ ὁμοίαις αἰτίαις ἐσπουδάζετο, ὁ ἀρχιερεὺς ἐκεῖνος ἀναιδέστερον προσέπεσε τῷ αὐτοκράτορι. καὶ συζητήσεως πολλῆς ἐντεῦθεν περὶ τῶν ἱερῶν γινομένης, λατρευτικῶς, οὐ σχετικῶς δὲ προσκυνεῖσθαι τὰς ἁγίας εἰκόνας παρ᾿ ἡμῶν ἐδογμάτιζεν ἔν τισι μὲν εὐλόγως ἅμα καὶ ἀρχιερατικῶς ἐνιστάμενος, ἔν τισι δὲ καὶ οὐκ ὀρθῶς δογματίζων οὐκ οἶδ’ εἴτε δι’ ἔριν καὶ τὴν πρὸς τὸν βασιλέα [*](P. 130) ἀπέχθειαν τοῦτο πεπονθὼς εἴτε δι’ ἄγνοιαν. ἐξακριβοῦν γὰρ ἀσφαλῶς τὸν λόγον οὐκ εἶχεν, ὅτι λογικῆς μαθήσεως ἀμέτοχος ὑπῆρχε παντάπασιν. ὡς δ’ ἐπὶ πλέον πρὸς τοὺς βασιλεῖς ἐθρασύνετο χαιρεκάκοις ἀνδράσι πειθόμενος, ὁποῖοι πολλοὶ τότε ὑπῆρχον τοῦ πολιτεύματος, εἰς τοῦτο παρανυττόμενος καὶ πρὸς ὕβρεις καὶ βλασφημίας ἀκαίρους ἐτράπετο, καὶ ταῦτα παρακαλοῦντος αὐτὸν τοῦ βασιλέως μεταβαλεῖν τὴν περὶ τῶν εἰκόνων γνώμην, ἔτι δὲ καὶ τῆς πρὸς αὐτὸν ἀποσχέσθαι ἀπεχθείας, ὑπισχνουμένου ἅμα καὶ τὰ ἱερὰ ταῖς ἁγίαις ἐκκλησίαις λαμπρότερα ἀποδοῦναι καὶ πᾶν ὅ τι δέοι ποιεῖν πρὸς διόρθωσιν, καὶ ἤδη καὶ διορθουμένου παρὰ [*](Β) τῶν ἐλλογιμωτέρων τότε τῆς συνόδου, οὓς οἱ τῷ τοῦ Χαλκηδόνος [*](V. 105)μέρει προσκείμενοι κόλακας ἐκάλουν, καθαιρέσει κατεδικάζετο. ὡς δὲ μηδὲν ὑποπτήσσων οὐδ᾿ ὃλως ἠρέμει, ἀλλὰ καὶ αὖθις συνετάραττε τὴν ἐκκλησίαν οὐκ ἀγεννῆ φατρίαν συνεπαγόμενος, ὡς ἄτεγκτος ἦν πάντη καὶ ἀδιόρθωτος, μετὰ πολλῶν ἐνιαυτῶν παρέλευσιν πάντες ὁμοῦ τοῦ ἀνδρὸς κατεψηφίσαντο· κἀντεῦθεν ὑπερορίαν καταδικάζεται. καὶ δέχεται τοῦτον ἡ περὶ τὸν Πόντον Σῳζόπολις παντοίας προνοίας καὶ θεραπείας βασιλικῆς ἀξιούμενον, κἀν οὐδαμῶς [*](3 ἐξορμᾶν μεμαθήκει καὶ om F 6 ὁ ** F 7 ἐντεῦθεν πολλῆς γενομένης 8 λατρευτικῶς F οὐ add 11 οἶδα 27 φρατρίαν)
160
χρᾶσθαι ταύταις ἠβούλετο ὕστερον δι’ ἣν πρὸς τὸν αὐτοκράτορα [*](C) ἔτρεφε μῆνιν, ὡς ἔοικεν. ἀλλὰ ταῦτα μὲν ᾧδέ πη περιγεγράφθω.

Ὁ δέ γε αὐτοκράτωρ τοὺς νεήλυδας συνέρρεον γὰρ ἱκανοὶ περισωθέντα τοῦτον μεμαθηκότες) ἐπιμελῶς ἐξεπαίδευεν, ὅπως ἱππεύειν χρὴ εὐοχώτατα καὶ τοξεύειν εὐστοχώτατα, ὁπλιτεύειν τε καὶ ἐνεδρεύειν ἐπικαιρότατα. ἐπεπόμφει δὲ αὖθις καὶ πρὸς τὸν ῥῆγα Ἀλαμανίας πρέσβεις, ὧν προεξῆρχεν ὁ Μηθύμνης καλούμενος, καὶ διὰ γραφῆς ἐπὶ πλέον ἐρεθίζει μὴ μέλλειν ἔτι, ἀλλὰ τὰς αὐτοῦ ἀναλαβόμενον δυνάμεις τάχιον τὴν Λογγιβαρδίαν καταλαβεῖν κατὰ τὰς συγκειμένας συνθήκας, ἐφ’ ᾧ ἀπασχολῆσαι τὸν Ῥομπέρτον, ἕν’ οὕτως ἀδείας τυχὼν στρατεύματα αὖθις καὶ ξενικὰς [*](D) δυνάμεις συλλέξηται καὶ οὕτω τοῦτον τοῦ Ἰλλυρικοῦ ἀπελάσῃ, πολλὰς τῷ Ἀλαμανίας ῥηγὶ ὁμολογήσας τὰς χάριτας, εἰ οὕτω [*](P. 1) ποιήσειε, καὶ τὸ ὑποσχεθὲν αὐτῷ διὰ τῶν παρ’ αὐτοῦ σταλέντων πρέσβεων κῆδος ἐκπληρῶσαι διαβεβαιούμενος. ταῦτα οἰκονομήσας τὸν Πακουριανὸν μέγαν δομέστικου αὐτοῦ που καταλιπὼν αὐτὸς πρὸς τὴν βασιλεύουσαν ἐπανέρχεται, ἐφ’ ᾧ καὶ ξενικὰς ἁπανταχόθεν συλλέξασθαι δυνάμεις καὶ ἄλλα τινὰ οἰκονομῆσαι τῷ καιρῷ καὶ τοῖς ξυμπεσοῦσι πράγμασι συμβαλλόμενα. οἱ δὲ Μανιχαῖοι, ὅ τε Ξαντᾶς καὶ ὁ Κουλέων, μετὰ τῶν ὑπ’ αὐτοὺς ὡς εἰς δύο πρὸς τῇ ἡμισείᾳ χιλιάδας ποσουμένων ἀσυντάκτως οἴκαδε ἐπανέρχονται. καὶ πολλάκις μετακαλούμενοι παρὰ τοῦ αὐτοκράτορος ὑπισχνοῦντο μὲν ἐληλυθέναι, ὑπερετίθεντο δὲ τὴν ἔλευσιν. ὁ δὲ ἐπέκειτο [*](Β) καὶ δωρεὰς αὐτοῖς καὶ τιμὰς διὰ γραφῶν ὑπισχνούμενος, καὶ οὐδ’ οὕτως πρὸς αὐτὸν ἐληλύθεσαν. οὕτως οὖν τοῦ βασιλέως κατὰ τοῦ Ῥομπέρτου ἑτοιμαζομένου ἧκέ τις τέ Ῥομπέρτῳ ἀπαγγέλλων τὴν τοῦ ῥηγὸς Ἀλαμανίας εἰς Λογγιβαρδίαν ὅσον ἤδη ἄφιξιν. ὁ δὲ ἐν ἀμηχανίᾳ γεγονὼς διεὐοχώτατα [*](6 om 8 καὶ om 22 ξυμβαλλόμενα 28 οὕτω ἐληλύθησαν 31 γενόμενος)

161
ἐσκοπεῖτο τί ἂν χρὴ ποιεῖν. πολλὰ τοίνυν γνωσιμαχήσας, ἐπεὶ τὸν μὲν Ῥογέρην ἐν τῷ πρὸς τὸ Ἰλλυρικὸν διαπερᾶν διάδοχον τῆς αὐτοῦ ἀρχῆς κατέλιπε, τῷ δέ γε Βαϊμούντῳ [*](c) νεωτέρῳ ὄντι οὔπω χώραν τινὰ ἀπενείματο, συναγαγὼν τοὺς κόμητας ἅπαντας καὶ ἐκκρίτους τοῦ ὁπλιτικοῦ παντὸς μετακαλεσάμενος τὸν υἱὸν αὐτοῦ Βαϊμοῦντον τὸν Σανίσκον δημηγόρος προὐκάθητο καί φησιν “οἴδατε, κόμητες, ὅτι τὸν φίλτατόν μοι υἱὸν Ῥογέρην καὶ πρωτότοκον τῶν υἱῶν κύριον τῆς ἐμῆς ἐν τῷ πρὸς τὸ Ἰλλυρικὸν μέλλειν διαπερᾶν κατέστησα χώρας. οὐ γὰρ ἐχρῆν ἐκεῖθεν ὑποχωροῦντα καὶ τοιοῦτο ἀναδεχόμενον ἔργον τὴν ἰδίαν χώραν ἄτερ ἡγεμόνος καταλιπεῖν εἰς προνομὴν ἕτοιμον παντὶ τῷ βουλομένῳ ἐκκεῖσθαι. [*](P. 106) ἐπεὶ δὲ ὁ ῥὴξ Ἀλαμανίας πολιορκήσων ταύτην ἤδη καταλαμβάνει, [*](D) χρὴ καὶ ἡμᾶς ὡς ἐνὸν ταύτης ἀντιποιήσασθαι. οὐδὲ γὰρ δεῖ ἑτέρων ἐπιλαμβανομένους τῶν ἰδίων κατερρᾳθυμηκέναι. λοιπὸν ἐγὼ μὲν ἄπειμι, ἐφ’ ᾧ τῆς οἰκείας χώρας ἀντιποιήσασθαι, τὴν πρὸς τὸν Ἀλαμανίας ἀναδησάμενος μάχην. τουτῳὶ δέ μοι τῷ υἱῷ τῷ νεωτέρῳ ἐπαφίημι τό τε Δυρράχιον καὶ τὸν Αὐλῶνα καὶ τὰς λοιπὰς πόλεις καὶ νήσους, ὅσας φθάσας αὐτὸς τὠμῷ δόρατι κατέσχον. παρεγγυῶμαί δὲ καὶ ὑμῖν καὶ ἀξιῶ ὡς ἐμὲ τοῦτον λογίζεσθαι καὶ ὅλῃ ψυχῇ καὶ γνώμῃ ὑπὲρ αὐτοῦ μάχεσθαι. καὶ σοὶ δὲ τῷ φιλτάτῳ [*](V. 132) μοι ἐπισκήπτω υἱῷ’’ ἀποστρέψας τὸν λόγον πρὸς τὸν Βαϊμοῦντον “διὰ τιμῆς πάσης τοὺς κομήτας ἄγειν καὶ συμβούλοις ἐν ἅπασι χρᾶσθαι καὶ μὴ οἷον ἐναυθεντεῖν, ἀλλὰ πάντων αὐτοῖς κοινωνεῖν. σὺ δὲ ἀλλ’ ὅρα μὴ καταμελήσῃς τὸν κατὰ τοῦ βασιλέως Ῥωμαίων ἀναπράξασθαι πόλεμον, ἀλλ’ ἐν ὅσῳ μεγάλην ἧτταν ἡττήθη καὶ μικροῦ μαχαίρας ἔργον ἐγεγόνει καὶ τὸ πολὺ τῶν αὐτοῦ στρατευμάτων τῷ πολέμῳ ἀνήλωτο (“χκὶ γάρ’’ φησι “καὶ ἐγγὺς ἦλθε τοῦ καὶ ἐκ μέσων τῶν χειρῶν ἡμῶν τραυματίας ᾤχετο”), μὴ [*](3 καταλέλοιπε 5 τοὺς ἐκκρίτους 8 μου 10 τοιοῦτον 18 μου 22 ψυχῇ] χειρὶ 26 καταμελήσεις)
162
ἀνήσεις ὅλως, μή πως ἀνέσεως τυχὼν συλλέξαι τό τε πνεῦμα [*](B) καὶ γενναιότερον ἢ τὸ πρότερον ἀντικατασταίη σοι. Οὐ γὰρ τῶν τυχόντων ὁ ἀνήρ, ἀλλ᾿ ἐκ νηπίου πολέμοις καὶ μάχαις ἐντραφεὶς πᾶσάν τε τὴν ἕω καὶ τὴν ἑσπέραν διεληλυθὼς ὁπόσους ἀποστάτας τοῖς πρῴην αὐτοκράτορσι δορυθηράτους ἐποίησε, καὶ αὐτὸς πάντως ἐκ πολλῶν ἀκούεις. Εἰ γοῦν ὅλως ἀναπέσῃς καὶ μὴ κατ᾿ αὐτοῦ χωρήσεις πάσῃ γνώμῃ, ὁπόσα μὲν αὐτὸς ἔργα πολλὰ καμὼν ἤνυσα, φροῦδα ποιήδεις, αὐτὸς δὲ τοὺς καρποὺς τῆς ἰδίας ῥᾳθυμίας πάντως δρέψῃ. Κἀγὼ μὲν ἤδη ἄπειμι ἀγωνιςόμενος τὸν ῥῆγα τῆς ἡμεδαπῆς ἀπελάσαι Χώρας καὶ οὕτω τὸν φίλτατόν μοι Ῥογέρην ἐπὶ τῆς δοθείσης [*](C) Αὐτῷ ἐξουσίας ἑδράσαι.” Οὕτω μὲν οὖν συνταξάμενος αὐτῷ Εἰσεληλυθὼς εἰς μονῆρες τὴν περαίαν τῆς Λογγιβαρδίας κατέλαβε· Καὶ ὀξέως εἰς τὸ Σαλερηνὸν ἐκεῖθεν παραγίνεται, ὅπερ πάλαι ποτὲ εἰς κατοικίαν τῶν τῆς δουκικῆς ἀξίας ἀντιποιουμένων ἀφώριστο. Κεῖθι γοῦν ἐγκαρτερήσας ἱκανὰς συνειλόχει δυνάμεις καὶ μισθοφορικὸν ἐξ ἀλλοδαπῶν ὅτι πλεῖστον. ὁ δὲ ῥὴξ Ἀλαμανίας κατὰ τὰς πρὸς τὸν αὐτοκράτορα ὑποσχέσεις καταλαμβάνειν ἤδη τὴν Λογγιβαρδίαν ἠπείγετο. τοῦτο μεμαθηκὼς ὁ Ῥομπέρτος ἔσπευδε τὴν Ῥώμην καταλαβεῖν [*](D) ἑνωθηςόμενος τε τῷ πάπᾳ καὶ τὸν Ἀλαμανίας ἀπείρξων τοῦ προκειμένου σκοποῦ. ἐπεὶ δὲ οὐδ᾿ ὁ πάπας πρὸς τοῦτο ἀνένευεν, ἄμφω κατὰ τοῦ Ἀλαμανίας ἐξώρμησαν. ὁ μέντοι ῥὴξ πολιορκῆσαι τὴν Λογγιβαρδίαν ἐπειγόμενος, ἐπεὶ καὶ τὰ κατὰ τὸν αὐτοκράτορα μεμαθήκοι καὶ ὅτι μεγάλην ἥτταν ἡττηθείς, τῶν μὲν τοῦ στρατεύματος ξιφῶν παρανάλωμα γεγονότων, τῶν δὲ ἑκασταχοῦ διασπαρέντων, αὐτὸς εἰς πολλοὺς καταστὰς κινδύνους ἐν τῷ γενναίως μάχεσθαι καιρίως ἐν διαφόροις τοῦ σώματος πληγεὶς μέρεσι τόλμη καὶ [*](P. 1) γενναιότητι γνώμης παραδόξως ἐρρύσθη, στρέψας τὰς ἡνίας [*](V. 1) [*](1 συλλέξῃ: ‘an συλλέξαιτό τε?’ s. 3 ἐν πολέμοις 4 ἐληλυθὼς 7 χωρήσῃς 12 ξυνταξάμενος 22 ἐπειδὴ οὐδ᾿ 24 πολιορκεῖν 25 καὶ om ἐμεμαθήκει 26 ξίφους s 28 ** εἰς F)
163
πρὸς τὴν ἐνεγκαμένην ἐχώρει τοῦτο νίκην λογισάμενος τὸ μὴ κινδύνοις ἑαυτὸν ὑποβαλεῖν ἐπὶ μηδενὶ δέοντι. οὗτος μὲν οὖν εἴχετο τῆς πρὸς τὰ οἴκοι φερούσης · ὁ δὲ Ῥομπέρτος φθάσας εἰς τὴν τοῦ ῥῆγος παρεμβολὴν αὐτὸς μὲν προσωτέρω διώκειν οὐκ ἤθελεν, ἀπόμοιραν δὲ ἱκανὴν τῶν αὐτοῦ ταγμάτων διελὼν διώκειν τόν Ἀλαμανίας προὐτρέψατο. αὐτὸς δὲ τὴν λείαν πᾶσαν ἀναλαβόμενος μετὰ τοῦ πάπα πρὸς [*](Β) Ῥώμην ἀπένευσε. καὶ τοῦτον ἐπὶ τοῦ ἰδίου θρόνου ἔδρασας εὐφημίας αὖθις παρ’ ἐκεῖνον τυγχάνει κἄπειτα πρὸς τὸ Σαλερηνὸν ἐπανέρχεται τῆς ἐκ τῶν πολλῶν μόθων κακοπαθείας ἑαυτὸν ἀνακτησόμενος.

Μετ’ οὐ πολὺ δὲ καταλαμβάνει τοῦτον ὁ Βαϊμοῦντος τὴν ἀγγελίαν τῆς ἐπισυμβάσης αὐτῷ ἥττης ἐπὶ τοῦ προσώπου φέρων. ὅπως δὲ ξυνέπεσε τὰ τῆς τύχης αὐτῷ, ὁ λόγος ἤδη δηλώσει. καὶ γὰρ τῶν ἐκείνου μεμνημένος παραγγελμάτων καὶ ἄλλως δὲ Ἀρηΐφιλος ὢν ἀνὴρ καὶ φιλοκινδυνότατος ἀπρὶξ τῆς κατὰ τοῦ βασιλέως μάχης εἴχετο. καὶ τὰς ἰδίας δυνάμεις ἀναλαβόμενος συνεφεπομένους ἔχων καὶ ὁπόσοι ἐλλογιμώτεροι καὶ λογάδες Ῥωμαίων στρατιῶται [*](C) καὶ ἡγεμόνες τῶν παρὰ τοῦ Ῥομπέρτου κατασχεθεισὼν χωρῶν καὶ πόλεων ἀπεγνωκότες γὰρ καθάπαξ τοῦ ὅλοι τῆς τοῦ Βαϊμούντου γεγόνασι γνώμης) καταλαμβάνει διὰ τῆς Βαγενητίας τὰ Ἰωάννινα καὶ τάφρον κατὰ τοὺς ἔξωθεν διακειμένους ἀμπελῶνας ποιήσας πρότερον , ἅμα δὲ καὶ τὸ ὁπλιτικὸν ἅπαν ἐν ἐπικαίροις τόποις καταθέμενος αὐτὸς ἐντὸς τὰς σκηνὰς ἐπήξατο. τὰ δὲ τείχη περιαθρήσας καὶ τὴν τοῦ κάστρου ἀκρόπολιν ἐπισφαλῆ διαγνοὺς οὐ μόνον αὐτὴν ἀνορθοῦν ὡς ἐνὸν ἠπείγετο, ἀλλὰ καὶ ἑτέραν ἐν ἄλλῳ μέρει τῶν τειχῶν, οὗ μᾶλλον συνοῖσον αὐτῷ δέδοκτο, [*](D) ἐρυμνοτάτην ἀνῳκοδόμει λῃζόμενος ἅμα καὶ τὰς παρακειμένας πόλεις καὶ χώρας. ταῦτα μεμαθηκὼς ὁ αὐτοκράτωρ εὐθὺς μηδὲ μελλήσας ὅλως τὰς δυνάμεις ἁπάσας συναγαγὼν [*](1 ἀνεχώρει 8 ἀπένευσεν 16 ὢν ὁ ἀνὴρ F 29 αὐτῷ συνοῖσον 32 μηδὲν μελήσας F)

164
τῆς Κωνσταντίνου σπεύσας ἔξεισι κατὰ μῆνα Μάιον. τοιγαροῦν τὰ Ἰωάννινα καταλαβών, ἐπεὶ ὁ τοῦ πολέμου καὶ τῆς μάχης καιρὸς ἤδη παρῆν, τὰ οἰκεῖα στρατεύματα μηδὲ τὸ πολλοστὸν τῶν τοῦ Βαϊμούντου δυνάμεων ὄντα κατανοῶν καὶ ἄλλως δὲ ἀπὸ τῆς μετὰ τοῦ Ῥομπέρτου προηγησαμένης μάχης γινώσκων τὴν πρώτην κατὰ τῶν ἐναντίων ἱππασίαν τῶν Κελτῶν ἀνύποιστον δέον ἔκρινε πρῶτον μὲν διὰ πελταστῶν μετρητῶν τινων καὶ ἐκκρίτων ἀκροβολισμοὺς [*](Ρ.) ποιήσασθαι, ἵν’ ἐντεῦθεν ἔνδειξιν τινα καὶ τῆς τῷ Βαϊμούντῳ ἐνυπαρχούσης στρατηγικῆς ἐπιστήμης σχοίη, καὶ γένηταί οἱ διὰ τῶν μερικῶν προσβολῶν τὴν τοῦ ὅλου γνῶσιν ἐσχηκέναι κἀντεῦθεν ξὺν ἐπιστήμῃ βεβαιότερον πρὸς τὸν Κελτὸν ἀντιπαρατάξασθαι. οὕτω γοῦν τὰ στρατεύματα κατ’ ἀλλήλων ἐσφάδαζεν · ὁ δὲ βασιλεὺς τὴν ἀνύποιστον τῶν Λατίνων δεδιὼς πρώτην προσβολὴν καινόν τι ποιεῖ. ἁμάξας κουφοτέρας κατασκευάσας καὶ τῶν συνήθων ἥττους ἐφ’ ἑκάστῃ τούτων κοντοὺς ἐνέπηξε τέσσαρας καὶ πεζοὺς ὁπλοφόρους ἐπέστησεν, ὥστε ὁπηνίκα οἱ Λατῖνοι ὅλους ῥυτῆρας χαλάσαντες κατὰ τῆς Ῥωμαϊκῆς ὁρμήσουσι φάλαγγος, τὰς ἁμάξας ὠθεῖσθαι [*](V.) πρόσω διὰ τῶν ὑφισταμένων ὁπλοφόρων πεζῶν, ἕν’ οὕτω τὸ [*](Β) συνεχὲς διακόπτηται τοῦ συνασπισμοῦ τῶν Λατίνων. καὶ ἐπεὶ καιρὸς πολέμου παρῆν τοῦ ἡλίου ἤδη τοῦ ὁρίζοντος λαμπρῶς ὑπερκύψαντος , ὁ αὐτοκράτωρ τὰς φάλαγγας εἰς πολέμου τύπον καταστήσας αὐτὸς τὸ μεσαίτατον εἶχεν. ὁ γοῦν Βαϊμοῦντος οὐκ ἀνέτοιμος τῆς μάχης συγκροτουμένης πρὸς τὴν μηχανὴν ἐφάνη τοῦ αὐτοκράτορος , ἀλλ’ ὥσπερ προγνοὺς τὸ βεβουλευμένον μεθαρμόζεται πρὸς τὸ ξυμπεσόν καὶ τὰς ἰδίας δυνάμεις δίχα διελὼν καὶ τὰς ἁμάξας παρεκκλίνας κατὰ τῆς Ῥωμαϊκῆς ἑκατέρωθεν ἵεται παρατάξεως. καὶ φάλαγγες μὲν φάλαγξι τηνικαῦτα ἐμίγνυντο καὶ ἀνέρες [*](c) [*](1 Κωνσταντινουπόλεως 4 τῶν om 5 μετὰ om 8 διὰ λταστῶν Diesterwegius: δι’ ἀποστόλων F διὰ πολοστῶν C ἵνα 10 γένοιτό 28 διχῆ 30 φάλαγξιν (S))
165
ἀνδράσι κατὰ στόμα ἐμάχοντο. οὕτω δὲ πολλῶν ἑκατέρωθεν ἐν τῷ μάχεσθαι πεσόντων τὴν μὲν νικῶσαν εἶχεν ὁ Βαϊμοῦντος, ὁ δέ γε αὐτοκράτωρ καθάπερ τις πύργος ἀκλόνητος ἵστατο ἐξ ἐκατέρου μέρους βαλλόμενος καὶ ὅπου μὲν ἱππαζόμενος κατὰ τῶν ἐπιόντων Κελτῶν καὶ συμπλεκόμενος ἐνίοις πλήττων καὶ κτείνων καὶ πληττόμενος , ὅπου δὲ καὶ τοὺς φεύγοντας συχνοῖς ἐμβοήμασιν ἀνακτώμενος. ὡς δ’ εἰς μέρη πολλὰ τὰς φάλαγγας διασπασθείσας ἑώρα, δεῖν ἐλογίσατο καὶ αὐτὸς ἑαυτῷ τὸ ἀσφαλὲς περιποιήσασθαι οὐ σώσων ἑαυτὸν οὐθ’ ὑπὸ δειλίας συγχυθείς , ὡς τάχα ἄν τις εἴπῃ, [*](D) ἀλλ’ εἰ που τὸν κίνδυνον διεκφυγὼν καὶ συλλεξάμενος ἑαυτὸν αὖθις γενναιότερον τοῖς μαχομένοις Κελτοῖς ἀντικατασταίη. ὑποφεύγων δὲ τοὺς ἐχθροὺς μετ’ ὀλίγων πάνυ τινῶν καὶ τῶν Κελτῶν τισιν ἐντυχὼν αὖθις ἐκεῖνος ὁ ἀκαταπτόητος στρατηγὸς ἐδείκνυτο. ἀναρρώσας γὰρ τοὺς σὺν αὐτῷ καὶ σφοδρὰν τὴν κατ᾿ αὐτῶν ἱππασίαν ὡς σήμερον τεθνηξόμενος ποιήσας ἢ κατὰ κράτος ἡττήσων κτείνει μὲν αὐτὸς [*](135) παίσας ἕνα τῶν Κελτῶν, καὶ ὁπόσοι δὲ σὺν αὐτῷ Ἄρεως ἦσαν ὑπασπισταί, πολλοὺς τρώσαντες ἐξεδίωξαν. καὶ οὕτως ἀμετρήτους καὶ μεγίστους διεκφυγὼν κινδύνους αὖθις σῴζεται διὰ τῶν Στρουγῶν διελθὼν εἰς Ἀχρίδας κἀκεῖθι ἐγκαρτερήσας καὶ ἱκανοὺς τῶν πεφευγότων ἀνακαλεσάμενος αὐτοῦ που μετὰ τοῦ μεγάλου δομεστίκου πάντας καταλιπὼν καταλαμβάνει τὸν Βαρδάρην, οὐ ῥᾳστώνης χάριν · βασιλικὰς γὰρ ῥᾳθυμίας καὶ ἀναπαύλας οὐδαμῶς ἑαυτῷ ἀπεμέτρει. καὶ αὖθις συναγαγὼν τὰ στρατεύματα καὶ μισθοφορικὸν συλλεξάμενος κατὰ τοῦ Βαϊμούντου χωρεῖ ἔτερόν τι σκοπήσας, δι’ οὗ καταγωνίσαιτο τοὺς Κελτούς. τριβόλους γὰρ σιδηρᾶς κατασκευάσας, ἐπεὶ τὴν μάχην ἐς νέωτα προσεδόκα, ἑσπέρας ταύτας ἐν τῷ μεσαιχμίῳ τῆς πεδιάδος κατέστρωσεν, οὗπερ [*](Β) σφοδροτέραν ἐστοχάζετο τοὺς Κελτοὺς τὴν ἱππασίαν ποιήσασθαι, μηχανώμενος τάχα τὴν πρώτην καὶ ἀνύποιστον τῶν [*](10 εἴποι 16 σφοδρῶς 21 κἀκεῖθ’ 28 σιδηροῦς 30 ταῦτα μεταιχμίῳ)
166
Λατίνων ὁρμὴν διὰ τούτων ἀποθραῦσαι περιπαρέντων [τῶν τριβόλων] τοῖς ποσὶ τῶν ἵππων καὶ τοὺς μὲν κατὰ μέτωπον ἱσταμένους τῶν Ῥωμαίων, ὁπόσοι δόρατα ἔφερον, μεμετρημένας τὰς ἱππασίας ποιεῖσθαι καὶ ὁπόσον μὴ ταῖς τριβόλοις περιπαρεῖεν, ἀλλ’ ἐφ’ ἑκάτερα σχιζομένους ὑποστρέφειν, τοὺς δὲ πελταστὰς πόρρωθεν κατὰ τῶν Κελτῶν σφοδροὺς ἐκπέμπειν τοὺς ὀιστούς, τὸ δέ γε δεξιὸν καὶ εὐώνυμον κέρας ἐξ ἑκατέρου μέρους ἀσχέτῳ ῥύμῃ τοῖς Κελτοῖς ἐπεισπεσεῖν. τοιαῦτα μὲν τὰ τοὐμοῦ πατρὸς διανοήματα · τὸν δὲ Βαϊμοῦντον ταῦτα οὐ διέλαθε. συνέβαινε γάρ τι τοιοῦτον. ὅπερ γὰρ [*](V.) ὁ βασιλεὺς ἑσπέρας κατ’ ἐκείνου ἐβουλεύσατο, πρωΐας ὁ [*](C) Κελτὸς μεμάθηκε. καὶ πρὸς τὸ ἀκουσθέν εὐφυῶς μεθαρμοσάμενος τὴν μάχην ἀνεδέχετο καὶ οὐκέθ’, ὡς ἔθος αὐτῷ, τὴν ὁρμὴν τῆς μάχης ἐποίει, ἀλλὰ προαρπάσας τὴν τοῦ αὐτοκράτορος βουλὴν αὐτὸς ἐξ ἑκατέρου μέρους τὸν μόθον μᾶλλον ἀνερρίπισε τὴν κατὰ μέτωπον φάλαγγα ἀτρεμεῖν τέως παρακελευσάμενος. τῆς γοῦν μάχης ἀγχεμάχου γεγονυίας οἱ τοῦ Ῥωμαϊκοῦ στρατεύματος τὰ νῶτα τοῖς Λατίνοις δεδώκασι μηδ’ ἀντωπῆσαι τούτοις τοῦ λοιποῦ ἰσχύοντες προκατεπτοημένοι ὄντες διὰ τὴν προηγησαμένην ἧτταν. καὶ [*](D) σύγχυσις τηνικαῦτα τῆς Ῥωμαϊκῆς παρατάξεως ἦν, κἂν ὁ βασιλεὺς ἀκλόνητος μένων γενναίως καὶ χειρὶ καὶ γνώμῃ ἀντικαθίστατο πολλοὺς μὲν τρώσας, ἔστι δ’ οὗ καὶ τρωθείς. καὶ ἐπεὶ τὸ ἅπαν ἐκρεῦσαν ἤδη στράτευμα ἐθεάσατο καὶ ἑαυτὸν μετ’ ὀλίγων καταλειφθέντα, δέον ἐλογίσατο μὴ ἀλόγως ἀνθιστάμενος κινδυνεῦσαι. ἐπὰν γάρ τις πολλὰ μογήσας μὴ πρὸς ἰσχύος ἔχοι τοῖς ἐχθροῖς ἀντικαθίστασθαι, μάταιος ἂν [*](Ρ.) ᾐ εἰς προῦπτον κίνδυνον ἑαυτὸν συνωθῶν. τοῦ γοῦν δεξιοῦ καὶ εὐωνύμου κέρως τῆς Ῥμωαϊκῆς φάλαγγος φυγαδείᾳ χρησαμένων ὁ βασιλεὺς ἔτι ἐγκαρτερῶν μετὰ τῆς τοῦ Βαϊμούντου φάλαγγος γενναίως ἀπεμάχετο τὸν ὅλον αὐτὸς ἀναδεξάμενος πόλεμον. τὸ δὲ ἀναντίρρητον συνιεὶς τοῦ κινδύνου δέον [*](1 τῶν τριβόλων seclusi 2 τῶν ἵππων ποσὶ 4 τοῖς 13 οὐκέτι 27 ἔχῃ 28 εἴη 32 σννεὶς)
167
ἔκρινεν ἑαυτὸν περισῶσαι, ὡς αὖθις δύνασθαι μάχεσθαι πρὸς τὸν καταγωνισάμενον καὶ ἀντίπαλος ἔσεσθαι καρτερώτατος καὶ μὴ τὸ πᾶν τῆς νίκης ἄρασθαι τὸν Βαϊμοῦντον. [*](Β) τοιοῦτος γὰρ ἦν ἡττώμενος καὶ νικῶν, φεύγων καὶ αὖθις διώκων, καὶ μηδέποτε ὑποπτήσσων μήτε μὴν ἀνελπιστίας βρόχοις ἁλισκόμενος. ἦν γὰρ καὶ εἰς θεὸν μεγίστην ἔχων πίστιν καὶ τοῦτον μὲν ἐς μέσον διὰ παντὸς περιφέρων, ὅρκου δὲ παντάπασιν ἀπεχόμενος. ἀπειρηκὼς οὖν, ὡς ἄνωθεν εἴρηται, ὀπισθόρμητος καὶ αὐτὸς γέγονε διωκόμενος παρὰ τοῦ Βαϊμούντου καὶ ἐκκρίτων κομητῶν. ἐν τούτοις δέ φησι πρὸς τὸν (οὑτος οὗτος δὲ πατρῷος αὐτοῦ θεράπων) τοὺς σὺν αὐτῷ “μέχρι πόσου φευξόμεθα;’’ καὶ στρέψας τὸν χαλινὸν καὶ τοῦ κουλεοῦ τὸ ξίφος ἐναγαγὼν παίει τὸν πρώτως αὐτῷ συναντήσαντα κατὰ τῆς ὄψεως. τοῦτο οἱ Κελτοὶ θεασάμενοι καὶ διαγνόντες αὐτὸν τῆς ἰδίας ἀπεγνωκότα [*](c) σωτηρίας , ἐπειδὴ τοὺς τοιαύτης γνώμης γεγονότας ἄνδρας ἀκαταμαχήτους πάλαι ἐγίνωσκρν , ὑποσrαλέντες τοῦ διώκειν ἐπαύσαντο. καὶ οὕτω τῶν διωκόντων ἀπαλλαγεὶς ὑπεξῄει τοῦ κινδύνου. οὐδὲ φεύγων δὲ ὅλως ἀνεπεπτώκει , ἀλλὰ τῶν φευγόντων τοὺς μὲν ἀνεκαλεῖτο, τοὺς δὲ καὶ ἐπέσκωπτε, κἀν οἱ πολλοὶ τὸν ἀγνοοῦντα ὑπεκρίνοντο. οὕτω γοῦν τοῦ κινδύνου σωθεὶς εἰσέρχεται εἰς τὴν βασιλεύουσαν, ἐφ’ ᾧ συναγαγεῖν αὖθις στρατεύματα καὶ κατὰ τοῦ Βαϊμούντου χωρῆσαι.

Ἐπεὶ δὲ τοῦ Ῥομπέρτου πρὸς Λογγιβαρδίαν παλινοστήσαντος τὴν μετὰ τοῦ αὐτοκράτορος μάχην ὁ Βαϊμοῦντος ἀνεδέξατο ταῖς ἐκείνου ὑποθημοσύναις χρώμενος καὶ διὰ [*](D) παντὸς μάχας καὶ πολέμους ἀναρριπίζων, τὸν μὲν Πέτρον τοῦ Ἀλίφα μετὰ τοῦ Πουντέση εἰς πολιορκίαν ἐν διαφόροις χώραις ἐξέπεμψεν · ἔνθεν τοι καὶ τοὺς μὲν δύο Πολόβους εὐθὺς ὁ Πέτρος τοῦ Ἀλίφα κατέσχε, τὰ δὲ Σκόπια ὁ προρρηθεὶς Πουντέσης· αὐτὸς δὲ μηνυθεὶς παρὰ τῶν Ἀχριδιωτῶν ταχὺ τὰς Ἀχρίδας καταλαμβάνει. καὶ πρὸς μικρὸν ἐγχώραις] [*](29 τόποις)

168
καρτερήσας τοῦ Ἀριέβη φρουροῦντος τὸ κάστρον ἄπρακτος [*](V.) ἀπῆλιθεν εἰς τὸν Ὀστροβὸν κἀκεῖθεν κενὸς ἀποπεμφθεὶς διῆλθε διὰ τοῦ Σοσκοῦ καὶ διὰ τῶν Σερβίων ἀπῆλθεν εἰς Βέροιαν. καὶ προσβαλὼν ἐν πολλοῖς καὶ πολλάκις τόποις καὶ μὴ ἀνύσας διὰ τῶν Βοδινῶν καταλαμβάνει τὰ Μόγλενα [*](Ρ. 13) καὶ ἀνεγείρει καστέλιόν τι πρὸ χρόνου ἐρειπωθέν. εἶτα καταλιπὼν μεθ’ ἱκανῶν ἐκεῖ κόμητά τινα Σαρακηνὸν ἐξ ἐπωνυμίας καλούμενον εἰς τὸν Βαρδάρην κατέλαβεν εἰς τὰς καλουμένας Ἄσπρας Ἐκκλησίας. καὶ τριμηναῖον χρόνον ἐκεῖ ἐν τῷ μεταξὺ ἔκκριτοι τρεῖς τῶν κομητῶν, ὅ τε Πουντέστης, ὁ Ῥεβόλδος καὶ Γελίελμός τις καλούμενος συνωμοσίαν πεποιηκότες αὐτομολῆσαι πρὸς τὸν βασιλέα ἐφωράθησαν. καὶ ὁ μὲν Πουντέσης τοῦτο προγνοὺς ἀποδράσας προσῆλθε τῷ αὐτοκράτορι , οἱ δὲ λοιποὶ δύο κατεσχέθησαν καὶ ἀπελύθησαν κατὰ τὸν νόμον τῶν Κελτῶν πρὸς πόλεμον. [*](Β) καὶ ἡττηθεὶς κατεβλήθη ὁ Γελίελμος, ὃν καὶ κατασχὼν ἐτύφλωσε, τὸν δέ γε ἕτερον Ῥεβόλδον ἀπέστειλε πρὸς τὸν πατέρα αὐτοῦ Ῥομπέρτον εἰς Λογγιβαρδίαν, ὑφ’ οὗ ἀφαιρεῖται καὶ οὗτος τοὺς ὀφθαλμούς. ὁ δὲ Βαϊμοῦντος ἀπάρας ἀπὸ τῶν Ἄσπρων Ἐκκλησιῶν ἀπῆλθεν εἰς Καστορίαν. τοῦτο μαθὼν ὁ μέγας δομέστικος καταλαμβάνει τὰ Μόγλενα καὶ κατασχὼν τὸν Σαρακηνὸν κτείνει παραυτίκα ἐριπώσας τελείως τὸ καστέλιον. ὁ δέ γε Βαϊμοῦντος ἐξελθὼν τῆς Καστορίας ἔρχεται εἰς τὴν Λάρισσαν κεῖθι παραχειμάσαι βουλόμενος. καταλαβὼν δὲ τὴν μεγαλόπολιν ὁ αὐτοκράτωρ, καθάπερ ἔρηται, εὐθὺς ἔργου εἴχετο, ὁποῖος ἐκεῖνος θερμουργὸς καὶ [*](C) μηδέποτε ῥᾳστώνης μετειληχώς, δυνάμεις τε ᾐτεῖτο τὸν σουλτάνον μετὰ ἡγεμόνων πεῖραν ἐκ μακροῦ ἐσχηκότων. ὁ δὲ τηνικαῦτα πέμπει πρὸς αὐτὸν χιλιάδας ἑπτὰ μετὰ ἡγεμόνων λίαν ἐμπείρων καὶ αὐτὸν τὸν Καμύρην χρόνῳ καὶ πείρᾳ τῶν [*](3 Σωσκοῦ 4 Βέρροιαν 6 et 23 καστέλλιον 7 ἐκεῖ μεθ᾿ ἱκανῶν 11 ῥεβόλδος] ῥικάλδος Cs 15 πρὸς] εἰς 17 ἐτύφλωσεν ὁ Βαιμοῦντος ῥικάλδον Cs 22 ἐρειπώσας 80 αὐτὸν δὲ)
169
ἄλλων ὑπερέχοντα. ἐν ὅσῳ δὲ ταῦτα ὁ βασιλεὺς ᾠκονόμει καὶ ἡτοιμάζετο, ὁ Βαϊμοῦντος μέρος τι τοῦ ἰδίου στρατεύματος ἀποδιελόμενος Κελτοὺς καταφράκτους ὅλους ἀποστείλας ἐξ ἐπιδρομῆς κατέσχε τὴν Πελαγονίαν, τὰ Τρίκαλα καὶ τὴν Καστορίαν. αὐτὸς δὲ ὁ Βαϊμοῦντος μετὰ ξύμπαντος τοῦ [*](D) στρατεύματος καταλαβὼν τὰ Τρίκαλα ἀποσπάδα τοῦ ὅλου στρατεύματος ἀποστείλας γενναίους ὅλους ἐξ ἐφόδου κατέσχε τὸν Τζίβισκον. κᾆθ’ οὕτως καταλαβὼν τὴν Λάρισσαν κατ αὐτὴν τὴν τοῦ μεγαλομάρτυρος Γεωργίου μνήμην σὺν ὅλαις δυνάμεσι καὶ περιζώσας τὰ τείχη ἐπολιόρκει αὐτήν. ὁ δὲ ταυτηνὶ τὴν πόλιν φυλάττων πατρῴου τοῦ αὐτοκράτορος θεράποντος υἱός, Λέων ὁ κεφαλᾶς, γενναίως πρὸς τὰς τοῦ Βαϊμούντου ἀντικαθίστατο μηχανὰς ἐπὶ ὅλοις μησὶν ἕξ. δηλοῖ δὲ τὴν τοῦ βαρβάρου ἔφοδον διὰ γραφῶν τηνικαῦτα τῷ αὐτοκράτορι. ὁ δὲ οὐ παραχρῆμα , καίτοι σφαδάζων, τῆς πρὸς τὸν Βαϊμοῦντον φερούσης ἥπτετο, ἀλλὰ πλεῖον μισθοφορικὸν ἐπισυνάγων ἁπανταχόθεν ἀνεβάλλετο τὴν ἐξἐλευσιν. [*](P. 138) εἶτα καρτερῶς ὁπλίσας ἅπαντας ἔξεισι τῆς Κωνσταντίνου. καὶ τοῖς μέρεσι τῆς Λαρίσσης ἐγγίσας καὶ διελθὼν διὰ τοῦ βουνοῦ τῶν Κελλίων καὶ τὴν δημοσίαν λεωφόρον δεξιόθεν καταλιπὼν καὶ τὸν βουνὸν τὸν οὑτωσὶ ἐγχωρίως καλούμενον Κίσσαβον κατῆλθεν εἰς Ἐζεβάν. χωρίον δὲ τοῦτο Βλαχικὸν τῆς Ἀνδρωνείας ἔγγιστα διακείμενον. ἐκεῖθεν δὲ καταλαβὼν ἑτέραν αὖθις κωμόπολιν Πλαβίτζαν συνήθως καλουμένην, ἀγχοῦ που τοῦ οὑτωσί πως καλουμένου ποταμοῦ † ῥέοντος διακειμένην, τὴν σκηνὴν κατέθετο ἀποχρῶντα τάφρον διορύζας. καὶ ἐγερθεὶς ἐκεῖθεν ὁ βασιλεὺς ἀπῆλθεν [*](V. 111) ἄχρι τῶν κηπουρείων τοῦ Δελφῖνά κἀκεῖθεν εἰς τὰ Τρίκαλα. γράμμα δέ τις τηνικαῦτα ἧκε κομίζων τοῦ κεφαλά Λέοντος, [*](Β) περὶ οὗ φθάσας ὁ λόγος ἐδήλωσε, παρρησιαστικώτερον γράφοντος φοντος “ἴσθι, βασιλεῦ , ὅτι μέχρι τοῦ νῦν σπουδὴν πολλὴν [*](8 οὕτω 22 ἐζεβάν ΑC ἐξεβάν F 23 ἀνδρονίας F 24 δὲ ἑτέραν 26 ‘ῥέοντος corruptum. an ποταμὸς eximie vocatur Salabrias sive Peneus?’ s 31 ὠ)
170
Εἰσενηνοχὼς διετήρησα τὸ κάστρον ἀνάλωτον. ἤδη δὲ τῶν ἐφειμένων Χριστιανοῖς τροφίμων στερούμενοι καὶ τῶν μὴ προσηκόντων ἡψάμεθα. ἀλλὰ καὶ ταῦθ᾿ ἡμῖν ἐπέλιπον. Εἰ γοῦν βοηθῆσαι ἡμῖν θέλων σπεύσεις καὶ τοὺς πολιορκοῦντας ἐκδιῶξαι δυνηθείης, τῷ θεῷ χάρις. Εἰ δ᾿ οὖν, τοὐμὸν ἤδη Πεπλήρωκα· καὶ τὸ ἐντεῦθεν ἀνάγκῃ δουλεύοντες (καὶ τί γὰρ δεῖ πρὸς φύσιν καὶ τὴν ἐκ ταύτης τυραννίδα ποιεῖν;) γνώμην ἔχομεν τὸ φρούριον παραδοῦναι τοῖς ἐπικειμένοις ἐχθροῖς καὶ φανερῶς ἀποπνίγουσιν. ἀλλ᾿ εἰ ταῦτα δυστυχῆσαι συμβαίη, ἐπάρατος μὲν γενοίμην ἐγώ, τολμηρῶς δὲ [*](C) Καὶ κατὰ τῇς σῆς βασιλείας τοῦτο παρρησιάζομαι· εἰ μὴ Τάχιον σπεύσεις τοῦ κινδύνου ἡμᾶς ἐξελέσθαι μὴ πρὸς τοσοῦτον Βάρος πολέμου τε καὶ λιμοῦ ἀντισχεῖν ἐπὶ πλέον Δεδυνημένους, σὺ δ᾿ ὁ ἡμέτερος βασιλεύς, εἴ γε δυνάμενος βοηθεῖν οὐκ ἐπέσπευσας τὴν βοήθειαν, οὐκ ἂν φθάνοις ἔγκλημα προδοσίας ἀποφυγγάνων”. ὁ δὲ αὐτοκράτωρ δεῖν ἔγνω διά τινος τρόπου ἑτέρου αὐτὸς καταγωνίσασθαι. Λογισμοὶ δὲ τοῦτον συνεῖχον καὶ μέριμναι. Καὶ δῆτα σκοπῶν, ὅπως χρὴ λόχους ἐνστήσασθαι, δι᾿ ὅλης ἡμέρας διεπονεῖτο θεὸν ἀρωγὸν ἐπικαλούμενος. Μετακαλεςάμενος οὖν τηνικαῦτα Τῶν γερόντων τινὰ Λαρισσαῖον ἐπυνθάνετο περὶ τῆς τοῦ Τόπου θέσεως. Καὶ ἀνατείνας τοὺς ὀφθαλμούς, ἅμα καὶ τῷ [*](D) Δακτύλῳ ἐπισημαίνων, ἐπιμελῶς ἀνηρώτα, ὅπη φάραγγές Εἰσι διερρωγυῖαι τοῖς τόποις ἢ λόχμαι τινὲς βαθεῖαι πρὸς αὐτὰς συνεχίζονται. Ταῦτα δὲ τοῦ Λαρισσαίου ἐπυνθάνετο Βουλόμενος λόχον ἐπιστῆσαι καὶ δι᾿ ἀπάτης τοὺς Λατίνους Καταγωνίσασθαι· τὸν γὰρ φανερὸν καὶ κατὰ μέτωπον φθάσας ἀπηγόρευε πόλεμον πολλάκις συμβαλὼν καὶ ἡττηθεὶς καὶ πεῖραν τῆς συμβολῆς τοῦ Φραγγικοῦ πολέμου λαβών. ἐπεὶ δὲ ἥλιος κατέδυ αὐτός τε δι᾿ ὅλης κεκοπιακὼς τῆς ἡμέρας ὁ βασιλεὺς εἰς ὕπνον ἐτράπετο, ὄνειρος ἐφίσταται τούτῳ. [*](3 ταῦτα ἀπέλιπον 5 χάρις καὶ δόξα 19 ἐνδιαστήσασθαι Τῆς ἡμέρας 20 ἀρωγὸν τὸν θεόν 21 Λαρισσαίων 23 ὅποι)
171
[*](l. 139) ἐδόκει ἐντὸς τοῦ ἱεροῦ τεμένους τοῦ μεγαλομάρτυρος Δημητρίου ἑστάναι καὶ φωνῆς ἀκοῦσαι “μὴ λνποῦ μηδὲ στένε, αὔριον νικᾷς”. τὴν δὲ φωνὴν βάλλειν αὐτοῦ τὴν ἀκοὴν ᾤετο ἐκ μιᾷς τῶν ἐν τῷ τεμένει ἀπῃωρημένων εἰκόνων, ἐν ᾗ ὁ μεγαλόμαρτυς Δημήτριος κατεγέγραπτο. διυπνισθεὶς δὲ καὶ περιχαρὴς γεγονὼς ἐκ τῆς τοῦ ὀνείρου ταύτης ὀμφῆς ἐθεοκλύτει τε τῷ μάρτυρι καὶ προσυπισχνεῖτο, εἰ γένοιτό οἱ νίκην κατὰ τῶν ἐχθρῶν ἄρασθαι, αὐτόθι τε παραγενέσθαι καὶ πρὸ σταδίων ἱκανῶν τῆς πόλεως Θεσσαλονίκης οὐκ ἔφιππον, ἀλλὰ πεζῇ καὶ βάδην ἐρχόμενον εἰς τὴν αὐτοῦ [*](Β) ἐλεύσεσθαι προσκύνησιν. καὶ δὴ μετακαλεσάμενος τοὺς στρατηγούς τε καὶ ἡγεμόνας καὶ συγγενεῖς ἅπαντας βουλῆς ἤρχετο τὴν ἑκάστου γνώμην ἀναζητῶν· εἶτα τὸ σκοπηθὲν ἀπήγγειλε. τὸ δὲ ἦν παραδοῦναι τὰ τάγματα ἅπαντα τοῖς συγγενέσιν αὐτοῦ· προεξάρχοντα δὲ τὸν Μελισσηνὸν Νικηφόρον ἐφίστησι καὶ τὸν Κουρτίκιον Βασίλειον, τὸν καὶ Ἰωαννάκην καλούμενον· ἀνὴρ δὲ οὗτος τῶν ἐπιφανῶν, περιβόητος ἐπ᾿ ἀνδρείᾳ καὶ στρατιωτικῇ ἐπιστήμῃ, ἐξ Ἀδριανουπόλεως ὁρμώμενος. οὐ τὰ τάγματα δὲ μόνον αὐτοῖς παραδίδωσιν, ἀλλὰ καὶ τὰ τῆς βασιλείας παράσημα ἅπαντα. ἐπέσκηπτε δὲ ποιήσασθαι τὴν [*](C) παράταξιν καθ᾿ ὅ σχῆμα ἐν τοῖς προηγησαμένοις πολέμοις [*](112) αὐτὸς παρετάττετο παραγγείλας αὐτοῖς δι᾿ ἀκροβολισμῶν πρότερον ἀπόπειραν τῶν ἔμπροσθεν τῶν Λατίνων ἐρχομένων ποιήσασθαι, εἶτα τὸ ἐνυάλιον ἀλαλάξαντας πανστρατὶ κατ᾿ αὐτῶν χωρῆσαι· ἐπὰν δὲ ὁ συνασπισμὸς γένηται καὶ εἰς χεῖρας κατ᾿ ἀλλήλων ἔλθωσι, νῶτα παρασχεῖν τοῖς Λατίνοις καὶ φεύγειν ἀκρατῶς ὡς πρὸς τὸ Λυκοστόμιον ὑποκρίνεσθαι. ἐν ᾧ δὲ ταῦτα ὁ βασιλεὺς παρεκελεύετο, χρεμετισμὸς ἁπάντων τῶν ἵππων τοῦ στρατοπέδου αἴφνης ἐξηκούσθη. καὶ θάμβος ἐπὶ τούτῳ κατέσχεν ἅπαντας· ἀγαθὸς δὲ ὅμως οἰωνὸς αὐτῷ τε τῷ βασιλεῖ τηνικαῦτα καὶ πᾶσι τοῖς περιεργοτέροις ἐδόκει. [*](1 ἐδόκει γὰρ 11 εἰσελεύσεσθαι 15 ἐφίστησιν 24 τὸ] τὸν 28 ὁ βασιλεὺς ταῦτα 31 τηνικαῦτα] παραυτίκα)
172
ἀλλὰ ταῦτα μὲν οὕτω πως ἐπισκήψας αὐτοῖς καὶ καταλιπὼν [*](D) δεξιόθεν τοῦ κάστρου Λαρίσσης περιμείνας τὴν τοῦ ἡλίου δύσιν γεννάδας τινὰς ἄνδρας ἕπεσθαί οἱ ἐπιτάξας τὴν τοῦ Λιβοτανίου κλεισούραν διεληλυθὼς καὶ τὸν Ῥεβένικον περικόψας καὶ διὰ τῆς καλουμένης Ἀλλαγῆς πρὸς τὸ εὐώνυμον Τῆς Λαρίσσης μέρος καταλαβὼν καὶ περιαθρήσας τὴν ἅπασαν Τοῦ τόπου θέσιν χθαμαλώτερον τόπον κατανοήσας ἐκεῖθι Μετὰ τῶν συνεφεπομένων αὐτῷ λοχῶν ἦν. Οἱ δὲ ἡγεμόνες Τῶν Ῥωμαϊκῶν ταγμάτων, ὁπηνίκα ὁ βασιλεὺς προλοχίσειν, ὡς εἴρηται, ἐπειγόμενος τὴν τοῦ Λιβοτανίου κλεισούραν Διέρχεσθαι ἔμελλε, τηνικαῦτα ἀποσπάδα τῶν Ῥωμαϊκῶν ἀποδιελόμενοι ταγμάτων κατὰ τῶν Κελτῶν ἐξέπεμψαν, ἐφ᾿ ᾧ πρὸς ἑαυτοὺς ἑλκύσαι, ὡς μὴ ἐκεχειρίαν ἔχοιεν φωρᾶσαι τὸν αὐτοκράτορα, ὅπη πορεύεται. Οἳ καὶ πρὸς τὴν πεδιάδα κατελθόντες προςέβαλον τοῖς Κελτοῖς καὶ ἐφ᾿ ἱκανὸν μαχεςάμενοι Διέστησαν τῆς νυκτὸς ἀπάρτι μὴ παραχωρούσης τὴν Μάχην. Καταλαβὼν δὲ τὸν σκοπηθέντα τόπον ὁ βασιλεὺς [*](P. 14) ἅπαντας ἀποβῆναι τῶν ἵππων ἐκέλευσε καὶ ἐπὶ γόνυ κλιθέντας τοὺς χαλινοὺς χερςὶ κατέχειν. Καὶ αὐτὸς δὲ χαμαιδρύῳ περιτυχὼν ὡσαύτως κατακλιθεὶς τὸν χαλινὸν ἐν χερςὶ κατέχων ἐπὶ πρόσωπον τὸ ἐπίλοιπον τῆς νυκτὸς ἔκειτο.

Ἀνίσχοντος δὲ τοῦ ἡλίου, ἐπεὶ τὰ τῶν Ῥωμαίων Τάγματα κατὰ φάλαγγας ἱστάμενα ὁ Βαϊμοῦντος ἐθεάσατο Τάς τε βασιλικὰς σημαίας καὶ τὰ ἀργυρόηλα δόρατα καὶ τοὺς ἵππους μετὰ τῶν βασιλικῶν ἐρυθρῶν ἐφεστρίδων, ὡς ἐνὸν Καὶ αὐτὸς κατ᾿ αὐτῶν τὴν ἰδίαν κατεστήσατο φύλαγγα διχῆ Διελὼν τὰς δυνάμεις καὶ τῶν μὲν αὐτὸς κατάρχων, τῶν δὲ [*](B) Φαλαγγάρχην τὸν Βρυέννιον καταστήσας· Λατῖνος δὲ οὗτος Τῶν ἐπιφανῶν, ὃν καὶ κονοσταῦλον ὠνόμασαν· οὕτω γοῦν τὰς ἰδίας καταστήσας δυνάμεις τὸ σύνηθες καὶ πάλιν ποιεῖ Καὶ κατὰ μέτωπον τῆς παρατάξεως, ὅπου τὰ βασιλικὰ ἑώρα [*](1 ουτως 4 et 10 Λιβοτανίνου περικάμψας S 9 προλοχήσειν 11 ἀποσπάδα τινὰ 12 ἀποδιελόμενος (s) 13 φωράσθαι Sic F 24 καὶ alterum add s 26 τ. ἰ. Κ. Αὐ. 31 ὅπη)

173
παράσημα, ἐκεῖ τὸν αὐτοκράτορα νομίσας εἶναι ὡς πρηστὴρ τοῖς φαινομένοις ἐμπίπτει. οἱ δὲ μικρὸν ἀντισχόντες τὰ νῶτα τούτῳ διδόασιν· ὁ δὲ τούτους διώκων ὄπισθεν ἤλαυνεν ἀκρατῶς, ὡς ὁ λόγος φθάσας ἐδήλωσεν. ὁ μέντοι βασιλεὺς τὰ ἴδια τάγματα ἐπὶ πολὺ φεύγοντα ὁρῶν καὶ τὸν Βαϊμοῦντον [*](C) ὄπισθεν τῶν Ρωμαϊκῶν ταγμάτων ἀκρατῶς διώκοντα στοχασάμενος ἱκανὸν ἤδη διάστημα τῆς ἰδίας ἀποστῆναι τὸν Βαϊμοῦντον παρεμβολῆς, ἐπὶ τὸν ἵππον ἀναβάς, τὸ αὐτὸ δὲ καὶ τοῖς μετ’ αὐτοῦ παρακελευσάμενος καταλαμβάνει τὴν τοῦ Βαϊμούντου παρεμβολήν. καὶ εἴσω ταύτης γενόμενος πολλοὺς μὲν τῶν παρευρεθέντων Λατίνων ἀναιρεῖ καὶ τὰ λάφυρα ἐκεῖθεν ἀναιρεῖται· εἶτα περιαθρεῖ τοὺς διώκοντας καὶ φεύγοντας. καὶ ἐπεὶ ἀτέχνως τὴν φυγὴν ἑώρα ποιουμένους καὶ τὸν Βαϊμοῦντον ὄπισθεν διώκοντα καὶ ἐκείνου ὄπισθεν τὸν Βρυέννιον, μετακαλεσάμενος τὸν καλούμενον Πύρρον Γεώργιον ἐπὶ τοξείᾳ ὑμνούμενον καὶ ἑτέρους ἄνδρας [*](D) γενναίους χωρίσας ἱκανοὺς πελταστὰς ὄπισθεν τοῦ Βρυεννίου ὀξέως ἐλαύνειν ἐπέσκηψε, φθάσαντας δὲ μὴ ἀγχέμαχον τὴν μάχην ποιῆσαι, ἀλλὰ πόρρωθεν κατὰ τῶν ἵππων μᾶλλον συχνὰ πέμπειν τὰ βέλη. ἐπικαταλαβόντες οὖν τοὺς Κελτοὺς [*](P. 113) τοὺς ἵππους πυκνοῖς ὀιστοῖς ἔβαλλον, ὡς ἐν ἀμηχανίᾳ τοὺς ἱππότας καθίστασθαι. καὶ γὰρ ἀνὴρ Κελτὸς πᾶς ἐποχούμενος μὲν ἀνύποιστος τὴν ὁρμὴν καὶ τὴν θέαν ἐστίν, ἐπὰν δ’ ἀποβαίη τοῦ ἵππου, τὸ μέν τι τῷ μεγέθει τῆς ἀσπίδος, τὸ δέ τι καὶ διὰ τὰ τῶν πεδίλων προάλματα καὶ δρόμον ἀνεπιτήδειον εὐχειρότατός τε τηνικαῦτα γίνεται καὶ ἀλλοῖος παντάπασιν [*](V. 141) ἢ πρότερον ὀκλαζούσης οἷον καὶ τῆς ψυχικῆς αὐτῷ προθυμίας. καὶ τοῦτο, οἶμαι, γινώσκων ὁ βασιλεὺς μὴ τοὺς ἱππότας, ἀλλὰ ἵππους ἀναιρεῖν ἐπέταττε. τῶν δὲ ἵππων τῶν Κελτῶν πιπτόντων περιεδινοῦντο οἱ τοῦ Βρυεννίου. καὶ ἀπὸ τῆς τούτων πολλῆς συστροφῆς κονίσσαλος μακρὸς καὶ πυκνὸς ἵστατο μέχρι νεφῶν κορυφούμενος, ὡς παραβάλλεσθαι [*](13 ἑώρα τὴν φυγὴν 16 πυρὸν F 18 ἐπέσκηψεν 19 μάλα 22 Κελτὸς ἀνὴρ 25 τὰ] τὸ F 26 εὐχειρώτατος 31 κονίσαλος)
174
Τοῦτον κατ᾿ ἐκεῖνο καιροῦ τῷ κατὰ τὴν Αἴγυπτον γεγονότι Πάλαι σκότει ψηλαφητῷ. Τάς τε γὰρ τούτων ὄψεις ἡ πυκνότης ἀπετύφλου τῆς κόνεως καὶ ἄγνοιαν ἐμπαρεῖχεν, ὁπόθεν καὶ παρὰ τίνων οἱ ὀϊστοὶ πέμπονται. Τρεῖς δὲ Λατίνους ἀποστείλας ὁ Βρυέννιος ἐδήλωσε τῷ Βαϊμούντῳ τὸ πᾶν. οἳ Καὶ κατέλαβον αὐτὸν εἴς τι νηςίδιον ποταμοῦ τοῦ οὕτω Καλουμένου Σαλαβρία μετά τινων ἱστάμενον ὀλίγων Κελτῶν [*](B) Καὶ σταφυλὰς ἐσθίοντα, ἅμα δὲ καὶ ὑπέρκομπόν τι καυχώμενον, ὅπερ καὶ μέχρι τοῦ νῦν παρῳδεῖται καὶ περιφέρεται. τοῦτο γὰρ πολλάκις ἔλεγε βαρβαρίζων τὸ Λυκοστόμιον ὅτι “τὸν Ἀλέξιον εἰς λύκου στόμα ἐνέβαλον”. Τοιοῦτον γὰρ ἡ ὑπεροψία σφάλλουσα τοὺς πολλοὺς καὶ πρὸς τὰ ὑπ᾿ ὄψιν καὶ ἐν ποσὶ κείμενα. ἀκούσας δὲ τὰ παρὰ τοῦ Βρυεννίου μηνυθέντα καὶ ἐπιγνοὺς τὸν δόλον καὶ τὴν δι᾿ ἀπάτης νίκην τοῦ αὐτοκράτορος ἤχθετο μέν, ὡς εἰκός, κατέπιπτε δὲ οὐδαμῶς, ὁποῖος ἐκεῖνος. ἀποκριθέντες οὖν τινες τῶν ὑπ᾿ αὐτὸν κατάφρακτοι Κελτοὶ ἀνῆλθον εἰς ἀκρώρειάν τινα κατέναντι [*](C) τῆς Λαρίσσης διακειμένην. Τούτους τὸ ὁπλιτικὸν θεαςάμενοι ξὺν πολλῇ προθυμίᾳ ἐβίαζον προσβαλεῖν αὐτοῖς· ὁ δὲ αὐτοκράτωρ ἀπεῖργε τούτους τοῦ ἐγχειρήματος. ἐκ διαφόρων Δὲ πολλοὶ καὶ διάφοροι ξυμμιγέντες ταγμάτων ἀνελθόντες Προςέβαλον τοῖς Κελτοῖς· οἱ δὲ παραχρῆμα κατ᾿ Αὐτῶν ὡρμηκότες ἀναιροῦσιν ἄχρι τῶν πεντακοσίων. Εἶτα Τοῦ βασιλέως στοχασαμένου τοῦ τόπου, δι᾿ οὗ ὁ Βαϊμοῦντος ἔμελλε διελθεῖν, καὶ ἀποστείλαντος γενναίους στρατιώτας μετὰ Καὶ Τούρκων καὶ τοῦ Μιγιδηνοῦ προεξάρχοντος, ἅμα τῷ Πλησίον γενέσθαι εὐθὺς ὁ Βαϊμοῦντος ὁρμήσας κατ᾿ αὐτῶν ἥττησε τούτους μέχρι τοῦ ποταμοῦ διώξας.

[*](D)

Τῇ δὲ μετ᾿ αὐτὴν αὐγαζούσης ἤδη τῆς ἡμέρας παραδραμὼν τὸν ἤδη ῥηθέντα ποταμὸν μετὰ τῶν συνεφεπομένων Αὐτῷ κομήτων καὶ αὐτοῦ δὴ τοῦ Βρυεννίου. ἐπεὶ ἑλώδη τόπον ἐν τοῖς τῆς Λαρίσσης μέρεσιν ἐθεάσατο, ἀνα- [*](3 ἀπετύφλου ἡ πυκνότης 4 οἱ ὀϊστοὶ] τὰ βέλη F 22 προςέβαλλον 24 τὸν τόπον)

175
μεταξὺ δύο βουνῶν πεδιάδα ἀλσώδη εὑρὼν ἀποτελευτῶσαν εἰς στενωπὸν ὀξύν (κλεισούραν τοῦτο καλοῦσι), τὴν Δομενίκου παλάτιον, διὰ τούτου εἰσελθὼν ἐκεῖ τὸν χάρακα ἐπήξατο. τῇ δὲ μετ’ αὐτὴν κατὰ τὸ περίορθρον καταλαμβάνει αὐτὸν ὁ φαλαγγάρχης Μιχαὴλ ὁ Δούκας, ὁ πρὸς μητρὸς ἐμὸς θεῖος, μετὰ τοῦ ὁπλιτικοῦ παντός, ἀνήρ τις ἐπὶ φρονήσει διαβεβοημένος, ὥρᾳ δὲ καὶ μεγέθει σώματος [*](P. 142) διαφέρων οὐ τῶν τότε καιροῦ, ἀλλὰ καὶ τῶν πώποτε γεγενημένων θάμβος γὰρ εἶχεν ἅπαντας τοὺς ὁρῶντας τὸν ἄνδρα), συνιδεῖν δὲ τὸ μέλλον καὶ φωρᾶσαι τὸ ἐνεστὸς καὶ [*](V. 114) καταπράξασθαι δεινότατός τε καὶ ἀπαράμιλλος. τούτῳ ὁ αὐτοκράτωρ ἐπέσκηψε μὴ πάντας ἐντὸς τοῦ στομίου τῆς κλεισούρας εἰσελθεῖν, ἀλλὰ τὰς μὲν δυνάμεις ἔξωθεν ἵστασθαι ἰλαδὸν, ὀλίγους δὲ διελεῖν Τούρκων καὶ Σαυροματῶν τῆς τοξείας εἰδήμονας καὶ τούτοις παραχωρῆσαι τῆς εἰσόδου, ἐπισκῆψαι δὲ τούτοις μηδενὶ ἑτέρῳ ξίφει πλὴν ὀϊστοῖς χρήσασθαι. εἰσελθόντων δὲ καὶ ἱππασίας ποιουμένων κατὰ τῶν [*](Β) Λατίνων οἱ ἔξωθεν ἱστάμενοι πρὸς ἀλλήλους σφαδάζοντες ἤριζον, ὁποῖος ἂν τὸ στόμιον εἰδέλθοι. ὁ γὰρ Βαϊμοῦντος πλήρης ὢν στρατηγικῆς ἐπιστήμης τοὺς ὑπ’ αὐτὸν ἐκέλευε συνησπικότας ἵστασθαι καὶ ταῖς ἀσπίσιν ἑαυτοὺς περιφράττοντας ἀτρεμεῖν. ὁ δέ γε πρωτοστράτωρ θεασάμενος τοὺς ὑπ’ αὐτὸν κατὰ μικρὸν ἐκρέοντας καὶ εἰσερχομένους διὰ τοῦ στομίου εἰσῆλθε καὶ αὐτός. ὁ δὲ Βαϊμοῦντος τούτους θεασάμενος, ὥσπερ λέων ἐχάρη μεγάλῳ ἐπὶ σώματι κύρσας, εἶπεν ἄν τις Ὁμηρικῶς, ὣς καὶ οὗτος ἰδὼν ἐν αὐτοῖς ὀφθαλμοῖσι τούτους καὶ τὸν πρωτοστράτορα Μιχαὴλ ἀσχέτῳ [*](C) ῥύμῃ πανσυδὶ κατ’ αὐτῶν ἴεται· οἱ δὲ παραχρῆμα νῶτα τούτῳ διδόασιν. Οὐζᾶς δὲ τὴν κλῆσιν φερώνυμον ἐκ τοῦ γένους λαχών, ἐπ’ ἀνδρείᾳ διαβεβοημένος, εἰδὼς ἠδ’ ἐπὶ δεξιὰ ἠδ’ ἐπ’ ἀριστερὰ νωμῆσαι βῶν ἀζαλέην καθ’ Ὅμηρον ἐν τῷ τοῦ στομίου ἐξέρχεσθαι δεξιὰ παρεκκλίνας γοργῶς [*](2 ὀξύ F καλοῦσιν 3 δεμενίκου 7 τις om 12 ἐπέσκηψεν 14 ἰλαδὸν 25 II. 3, 23 29 τούτοις 31 II. 7, 238)
176
καὶ τὴν μικιφόνον δεξιὰν ηὐτρέπιστο. ἀλλά τι καινὸν κἀνταῦθα ἡ Δίκη δραματουργεῖ. καὶ γὰρ ἐπεὶ οὐ ταχὺ τοῦ βασιλέως ἡ βασιλίς ἐχωρίζετο, ἀλλὰ συνείπετό οἱ ἡμέραν ἐξ ἡμέρας τοῦ αὐτοκράτορος αὐτὴν ὑποςύροντος, οἱ μιαιφόνοι ἐκεῖνοι τὸν ἀνύστακτον τοῦ αὐτοκράτορος φύλακα, τὴν βασιλίδα φημί, ἔτι ἐμβραδύνουσαν ὁρῶντες, ἐκκακήσαντες φάμουςάτινα γράφοντες κατὰ τὴν τοῦ βασιλέως ἔρριπτον σκηηήν (οἱ δὲ ταῦτα ῥίπτοντες ἔκδηλοι τέως οὐκ ἦσαν· δηλοῖ δὲ ἡ λέξις τὰ φάμουσα λοιδορήματά τινα ἔγγραφα) τῷ αὐτοκαράτορι[*](C) τὴν πρόσω πορείαν ξυμβουλεύοντα, τῇ δέ γε Αὐγούστῃ τὴν πρὸς τὸ βυζάντιον. ἅπερ καὶ ὁ νόμος τιμωρίαις βαρυτάταις κολάζει αὐτὰ μὲν ἀναλίσκων πυρί, τοὺς δὲ ταῦτα τολμῶντας ποιναῖς καθυποβάλων παλαμναιοτάταις. ἀστοχοῦντες γὰρ τοῦ σκοποῦ εἰς τὴν τῶν φαμούσων φλυαρίαν κατέπιπτον. μετὰ γὰρ τὸ ἀριστῆσαι τὸν αὐτοκράτορα τῶν πολλῶν ὑποχωρηςάντων, μόνου δὲ τῷ τότε τυχόντος τοῦ τε Ῥςμανοῦ τοῦ ἐκ Μανιχαίων καὶ Βασιλείου ἐκτομίου τοῦ Ψύλλου καὶ θεοδώρου τοῦ ἀδελφοῦ Ἀαρὼν εὑρέθη αὖθις φάμουσον ὑπερριμμένον τῇ τοῦ βασιλέως κλίνῃ πολλὴν τὴν [*](D) κατὰ τῆς βασιλίδος περιέχον καταδρομήν, ὅτου χάριν συνέπεται τῷ βασιλεῖ καὶ μὴ τάχιον πρὸς τὴν βασιλεύουσαν ἐπαναστρέφοι. τοῦτο γὰρ ἦν αὐτοῖς τὸ σκοπούμενον, ἄδειαν πᾶσαν ἐσχηκέναι. ὁ δὲ αὐτοκράτωρ γνοὺς τὸν ῥίψαντα καὶ θυμοῦ πλησθεὶς ἔφη “τοῦτο ἐγὼ ἢ σύ” πρὸς τὴν βασιλίδα ἀπονεύσας “ἤ τις τῶν παρόντων ἔρριψε”. κάτωθεν δὲ οὕτως ἐπεγέγραπτο “ταῦτα ὁ μοναχὸς ἐγὼ γράφω· ὃν σύ, βασιλεῦ, τὸ παρὸν οὐ γινώσκεις, ὄψει δέ με ἐν ὀνείροις”. Κωνσταντῖνος δέ τις ἐκτομίας, ἐπὶ τραπέζης πατρῷος τοῦ P. βασιλέως θεράπων, τῇ δὲ βασιλίδι τηνικαῦτα ὑπηρετῶν, περὶ τρίτην φυλακὴν τῆς νυκτὸς ἔξω τῆς σκηνῆς ἱστάμενος καὶ τὴν συνήθη τελῶν ὑμνῳδίαν ἀκούει τινὸς βοῶντος “εἰ ἐγὼ οὐ προσελθὼν ἀπαγγείλω τὰ παρ’ ὑμῶν βεβουλευμένα [*](6 ὁρῶντες erasum in F 9 λέξις F τάξις C)
177
Αὐλῶνα κατέλαβε. τοῦτο δὲ μεμαθηκὼς ὁ βασιλεὺς νικητὴς εἰς τὴν βασιλίδα τῶν πόλεων ἐπαναζεύγνυσι.

[*](C)

Καταλαβὼν δὲ ταύτην καὶ ἐν συγχύσει τὰ κατὰ ἐκκλησίαν εὑρὼν οὐδὲ πρὸς βραχύν τινα χρόνον ἀνέσεως ἔτυχεν. ἀλλ’ ὁποῖος ἐκεῖνος ἀποστολικὸς ὤν, ἐπεὶ κυμαινομένην τοῖς τοῦ Ἰταλοῦ δόγμασι τὴν ἐκκλησίαν εὗρε, κἂν καὶ κατὰ τοῦ Βρυεννίου ἐβουλεύετο Κελτὸς δὲ οὗτος τὴν Καστορίαν κατασχών, ὡς εἴρηται), ἀλλ’ οὐδ’ οὕτως ἠμέλει τοῦ δόγματος. ἐπὶ τούτοις γὰρ καὶ τὰ κατὰ τὸν Ἰταλὸν [*](D) ἐβλάστησαν μεγάλως τὴν ἐκκλησίαν συνταράττοντα. οὗτος δὲ ὁ Ἰταλὸς (δεῖ γὰρ τὰ κατ᾿ αὐτὸν ἐξ ἀρχῆς αὐτῆς ὥρμητο μὲν ἐξ Ἰταλίας καὶ ἐν τῇ Σικελίᾳ ἐφ’ ἱκανὸν διέτριψε· νῆσος δὲ αὕτη ἀγχοῦ τῆς Ἰταλίας διακειμένη. οἱ γὰρ Σικελοὶ ἀποστάντες τῆς Ῥωμαίων ἀρχῆς καὶ εἰς πόλεμον κατ’ αὐτῶν καὶ μάχας ἀπονενευκότες τοὺς Ἰταλοὺς εἰς συμμαχίαν προὐκαλέσαντο, μεθ’ ὧν καὶ ὁ τοῦ Ἰταλοῦ πατὴρ ἦν ἔχων καὶ τὸν παῖδα μεθ’ ἑαυτοῦ, κἀν μὴ στρατεύσιμον εἶχε τὴν ἡλικίαν, συνεφεπόμενον τούτῳ καὶ συμπαρασκαίροντα καὶ τὰ πολεμικά, οἷα τὰ τῶν Ἰταλῶν, παιδευόμενον. τὰ μὲν οὖν πρῶτα τῆς ἡλικίας οὕτως εἶχε τῷ Ἰταλῷ καὶ ἡ [*](V. 144) πρώτη τοιαύτη τούτῳ καταβολὴ τῆς παιδεύσεως. ἐπεὶ δὲ ὁ κλεινὸς ἐκεῖνος Γεώργιος ὁ Μανιάκης τοῦ Μονομάχου τὰ σκῆπτρα τῆς Ῥωμαίων διέποντος τυραννήσας τὴν Σικελίαν κατέσχε, μόλις ἐκεῖθεν ὁ τοῦ Ἰταλοῦ πατὴρ καὶ τὸν παῖδα ἐπιφερόμενος πέφευγε. καὶ εἰς Λογγιβαρδίαν φυγάδες ἄμφω κατήχθησαν ἔτι ὑπὸ Ῥωμαίους τελοῦσαν. ἐκεῖθεν δὲ οὗτος ὁ Ἰταλὸς, οὐκ οἶδ’ ὅπως, τὴν Κωνσταντίνου κατέλαβε παιδείας ἁπάσης καὶ τέχνης λογικῆς οὐκ ἐνδεῶς ἔχουσαν. καὶ γὰρ ἀπὸ τῆς αὐτοκρατορίας βασιλείου τοῦ πορφυρογεννήτου καὶ μέχρις αὐτῆς τῆς τοῦ Μονομάχου βασιλείας ὁ λόγος, εἰ [*](Β) καὶ τοῖς πλείοσιν ἐρρᾳθύμητο, ἀλλ’ οὖν γε πάλιν οὐ καταβασιλεύουσαν [*](2 5 ἀποστολικὸς μαθητὴς ὤν 7 καὶ om) [*](27 Κωνσταντινούπολιν κατέλαβεν ἁπάσης παιδείας 29 αὐτοκρατορείας F 30 καὶ om μέχρι 31 οὐ] οὑ F)

178
δεδυκὼς ἀνέλαμψε καὶ ἀνέθορέ καὶ διὰ σπουδῆς τοῖς φιλολόγοις ἐγένετο ἐπὶ τῶν χρόνων Ἀλεξίου τοῦ αὐτοκράτορος, τὰ πρὸ τούτου χλιδώντων τῶν πλειόνων καὶ παιζόντων ἀνθρώπων καὶ ὀρτυγίαις καὶ ἄλλοις αἰσχίοσι παιγνίοις ἐνασχολουμένων διὰ τὴν χλιδήν, λόγον δὲ καὶ παίδευσιν ἅπασαν τεχνικὴν ἐν παρέργῳ τιθεμένων. οὕτως οὐν τοὺς ἐνταῦθα ἔχοντας ὁ Ἰταλὸς εὑρηκὼς καὶ ἀνδράσιν ὁμιλήσας σχολαστικοῖς καὶ ἀμειλίκτοις καὶ τὸ ἦθος ἀγρίοις ἦσαν γὰρ τότε καί τινες περὶ τὴν βασιλεύουσαν τοιοῦτοι) παιδείας τοίνυν ἐξ ἐκείνων λογικῆς μετασχὼν καὶ Μιχαὴλ ἐκείνῳ τῷ Ψελλῷ ἐν ὑστέρῳ προσωμίλησεν, ὃς οὐ πάνυ τι παρὰ διδασκάλοις σοφοῖς ἐφοίτησε, διὰ φύσεως δὲ δεξιότητα καὶ νοὸς ὀξύτητα, [*](C) τυχὼν μέντοι καὶ θεοῦ ἀρωγοῦ πρὸς τούτοις διὰ τὴν τῆς μητρὸς θερμοτάτην ἱκεσίαν ἐπαγρυπνούσης συχνῶς τῷ ἐν τῷ ναῷ τοῦ Κύρου τῆς θεοτόκου σεπτῷ εἰκονίσματι καἰ θερμοῖς τοῖς δάκρυσιν ὑπὲρ τοῦ παιδὸς ἐκκαλουμένης, εἰς ἄκρον σοφίας ἁπάσης ἐληλακὼς καὶ τὰ Ἑλλήνων καὶ Χαλδαίων [*](V.) ἀκριβωσάμενος γέγονε τοῖς τότε χρόνοις περιβόητος ἐν σοφίᾳ. τούτῳ γοῦν ὁ Ἰταλὸς προσομιλήσας ἐν ἀπαιδεύτῳ ἤθει καὶ βαρβαρικῷ οὐκ ἠδύνατο φιλοσοφίας εἰς βάθος ἐλθεῖν [*](D) διδασκάλων ὅλως μηδ’ ἐν τῷ μανθάνειν ἀνεχόμενος, θράσους ὢν μεστὸς καὶ ἀπονοίας βαρβαρικῆς πάντων τε καθυπερτερεῖν καὶ πρὸ τοῦ μαθεῖν οἰόμενος καὶ πρὸς αὐτὸν τὸν Ψελλὸν ἐκ πρώτης ἀφετηρίας ἀντετάξατο. ἐμβαθύνας δὲ τῇ διαλεκτικῇ καθημερινοὺς θορύβους ἐν πανδήμοις συνελεύσεσιν ἐποιεῖτο σοφιστικὰς συνείρων ἐρεσχελίας καὶ πᾶν εἴ τι τοιοῦτον προτιθεὶς καὶ αὖθις ὑπέχων λόγον τοιουτότροπον. [*](P.) τοῦτον προσηταιρίσατο καὶ ὁ τηνικαῦτα βασιλεύων Μιχαὴλ ὁ Δούκας καὶ οἱ τούτου ἀδελφοί· καὶ δευτέρου μὲν λόγου τοῦτον πρὸς τὸν Ψελλὸν ἐτίθεντο, ὅμως δὲ περιείχοντο τε αὐτοῦ καὶ ἐν λογικαῖς συνεχρῶντο ἁμίλλαις· [*](10 λογικῆς ἒξ ἐκ,είνων 11 τοι (s) 14 θερμοτάτην ἱκεσίαν τῆς μητρὸς αὐτοῦ 15 σεμνῷ 17 τὰ Χαλδαίων 25 μεθημερινοὺς)
179
ἦσαν γὰρ φιλολογώτατοι οἱ Δοῦκαι καὶ οἱ τοῦ αὐτοκράτορος ἀδελφοὶ καὶ αὐτὸς δὴ ὁ βασιλεὺς Μιχαήλ. ὁ δὲ Ἰταλὸς θερμὸν ἀεὶ καὶ μανικόν πρὸς τὸν Ψελλὸν ἔβλεπε, κἀν ἐκεῖνος ὡς ἀετὸς τῶν τοῦ Ἰταλοῦ ἐρεσχελιῶν ὑπερίπτατο. τί τὸ [*](Β) μετὰ ταῦτα; ἐσφάδαζε τὰ τῶν Λατίνων τε καὶ Ἰταλῶν κατὰ Ῥωμαίων καὶ ἡ τῆς Λογγιβαρδίας ὅλης ὁμοῦ καὶ Ἰταλίας ἐμελετᾶτο κατάσχεσις. καὶ ὁ βασιλεὺς ἐκεῖνος τὸν Ἰταλὸν ὡς οἰκεῖον δῆθεν καὶ ἄνδρα ἀγαθὸν καὶ τὰ τῶν Ἰταλῶν ἐπιστάμενον εἰς Ἐπίδαμνον ἀπέστειλε. καὶ ἴνα συντέμω τὸν λόγον, ὡς κἀκεῖ ἐφωρᾶτο καταπροδιδοὺς τὰ ἡμέτερα καὶ ἀπεστέλλετο ὁ μέλλων αὐτὸν μετακινεῖν ἐκεῖθεν, τούτου αἰσθόμενος φυγὰς εἰς Ῥώμην ᾤχετο. εἶθ’ ὁποῖος ἐκεῖνος μεταμεληθεὶς πρὸς τὸν βασιλέα παρακλήσει χρησάμενος κατὰ κέλευσιν ἐκείνου τὴν Κωνσταντίνου κατέλαβε τὴν μονὴν [*](C) τὴν οὕτω καλουμένην Πηγὴν ἐνδιαίτημα λαβὼν καὶ τὴν ἐκκλησίαν τῶν ἁγίων τεσσαράκοντα. ἔνθα καὶ τοῦ Τέλλου μεταχωρήσαντος Βυζαντόθεν μετὰ τὴν ἀπόκαρσιν αὐτὸς φιλοσοφίας ἁπάσης προέστη διδάσκαλος, ὕπατος τῶν φιλοσόφων χρηματίσας, καὶ τάς τε Ἀριστοτελικὰς βίβλους καὶ τὰς Πλατωνικὰς ἐξηγεῖσθαι ἐσπούδαζε. καὶ ἦν μὲν τῷ δόξαι πολυμαθέστατος, δεινὸς δὲ μᾶλλον εἴπερ τις ἄλλος διερευνήσασθαι τῶν ἀνθρώπων τὴν δεινοτάτην περιπατητικὴν καὶ ταύτης πλέον τὴν διαλεκτικήν. πρὸς δὲ τὰς ἄλλας τέχνας τῶν λόγων οὐ πάνυ τι εὐφυῶς εἶχεν, ἀλλὰ περί τε τὴν γραμματικὴν ἐχώλευε τέχνην καὶ τοῦ ῥητορικοῦ νέκταρος οὐκ [*](D) ἐγεύσατο· οὐδὲ ἐκεῖθεν ὁ λόγος τούτου ἐφήρμοστο καὶ εἰς κάλλος ἀπέξεστο. ἔνθεν τοι καὶ τοῦ χαρακτῆρος εἶχε στρυφνῶς [*](117) καὶ τὸ πᾶν ἐμπεριβόλως. καὶ συννενεύκει ὁ λόγος αὐτῷ τὰς [*](4 ὑπερίπτατο, διεγείρετο καὶ ἐπρίετο, ἐνεπίμπρατο ἢ ἐλυπεῖτο. verba διεγείρετο . . . ἐλυπεῖτο FA non agnoscunt : neque C, in cuius margine demum manu rec illa scripta sunt) [*](10 τὰ ἡμέτερα προδιδοὺς 14 τὴν κέλευσιν Κωνσταντινούπολιν 20 ἐσπούδαζεν 22 ἀνθρώπων s : ἄλλων) [*](26 τοῦτῳ 28 ῾an ἀσπούδαζεν 8 συννενεύκει r : συνενευκει)
180
ὀφρῦς, καὶ διόλου ἀπέπνει δριμύτητος. διαλεκτικῶν δὲ [*](Ρ. 146) ἐφόδων ἐμεμέστωτο τούτῳ τὸ ξύγγραμμα, καὶ ἡ γλῶττα τῶν ἐπιχειρημάτων ἐπεφόρητο τῷ διαλεγομένῳ ἐν ταῖς ὁμιλίαις μᾶλλον ἢ ταῖς γραφαῖς. οὕτως ἔχεν ἰσχυρῶς πρὸς τὰς διαλέξεις καὶ τοσοῦτον ἄφυκτος ἦν, ὡς τὸν ἀποκρινόμενον αὐτομάτως συνενεχθῆναι πρὸς τὴν σιγὴν καὶ εἰς ἀμηχανίαν ἐλθεῖν. ἑκατέρωθεν γὰρ τῆς ἐρωτήσεως βόθρον ὤρυττε καὶ εἰς φρέαρ ἀποριῶν ἐνέβαλλε τὸν προσδιαλεγόμενον. οὕτως ἐμπείρως εἶχε τῆς διαλεκτικῆς ὁ ἀνὴρ καὶ ταῖς ἐπαλλήλαις ἐπερωτήσεσι κατέπνιγε τοὺς διαλεγομένους συγχέων αὐτῶν καὶ συνταράττων τὸν νοῦν. καὶ οὐκ ἠν τὸν ἅπαξ αὐτῷ συντυχόντα τοὺς λαβυρίνθους τούτου διελθεῖν. ἀμουσότατος [*](Β) δὲ ἄλλως ἦν, καὶ θυμὸς αὐτοῦ κατεκράτει· καὶ ἥντινα προσεκτήσατο ἀρετὴν ἀπὸ τοῦ λόγου, κατέλυε καὶ ἠφάνιζεν ὁ θυμός. διελέγετο γὰρ καὶ ἔπεσι καὶ χερσὶν ὁ ἀνὴρ καὶ τὸν προδιαλεγόμενον οὐκ ἠφίει πρὸς ἀπορίαν ὅλως ἐλθεῖν οὐδ’ αὔταρκες ἦν αὐτῷ τὸ ἐπιρράψαι τοῦ ἀντικειμένου τὸ στόμα καὶ σιγὴν αὐτοῦ καταψηφιεῖσθαι, ἀλλ’ εὐθὺς ἡ χεὶρ κατά τε τοῦ πώγωνος καὶ τῶν τριχῶν προσεφήλλετο καὶ ὕβρις εὐθὺς ξυνεπόδιζεν ὕβριν· καὶ ἀκάθεκτος ἦν ὁ ἄνθρωπος καὶ τὰς χεῖρας ὁμοῦ καὶ τὴν γλῶτταν. τοῦτο δὲ μόνον [*](C) ἀφιλόσοφον εἶχεν, ὅτι μετὰ τὴν πληγὴν κατελίμπανε τοῦτον ὁ θυμὸς καὶ τὸ δάκρυον κατελάμβανε καὶ εἰς λαμπρὸν μετάμελον ἤρχετο. εἰ δέ τῳ φίλον καὶ περὶ τῆς ὄψεως αὐτοῦ μαθεῖν, μεγάλη μὲν αὐτοῦ ἡ κεφαλή, τὸ μέτωπον προπετέστατον, τὸ πρόσωπον ἐμφανὲς καὶ ὁ μυκτὴρ ἐλεύθερόν τε καὶ ἄνετον ἀπέπνει τὸν ἀέρα καὶ περιφερὴς ὁ πώγων, τὰ στέρνα εὐρὺς καὶ εὐπαγὴς τὰ μέλη τοῦ σώματος, τὴν δὲ τῆς ἡλικίας ἀναδρομὴν τοῖν εὐμηκεστέρων ἥττων, τὴν δὲ φωνὴν τοιοῦτος, οἷος ἂν ἀπὸ τῶν Λατίνων ἐληλυθὼς νεανίας εἰς τὴν ἡμεδαπὴν γῆν τὰ Ἑλλήνων μὲν ἐκμάθοι, [*](D) [*](2 συγγραμμα 6 συναχθῆναι 9 ἔχων 12 τούτους 13 ἥντινα] ἤν τινά που 16 οὐδὲ 18 αὐτοῦ s : αὐτῷ 21 μόνον οὐκ Possinus μόνον ὡς Α 22 κατελίμπανεν 26 τὸ add s)
181
οὐ πάνυ δὲ καθαριεύοι τι τὴν φωνήν, ἀλλ’ ἔστιν οὗ καὶ κολοβωτέρας ἐκφέροι τὰς συλλαβάς. ἀλλ’ οὔτε τὸ τοῦ στόματος οὐκ εὐαγὲς οὔτε τὸ εἰς ἄκρον ἄφωνον ἐλάνθανε τοὺς πολλούς, τοῖς δὲ ῥητορικωτέροις ἀγροικίζων κατελαμβάνετο. ἔνθεν τοι καὶ τὰ συγγράμματα τούτου συνέσφιγκτο μὲν ἁπανταχόθεν τοῖς διαλεκτικοῖς τόποις, ἀσυνταξίας δὲ κακίαν καὶ σολοικισμὸν σποράδην διερριμμένον παντάπασιν οὐκ ἐξέφευγεν.

[*](P. 147)

Οὗτος τοίνυν προκαθήμενος φιλοσοφίας ἁπάσης συρρεούσης εἰς αὐτὸν τῆς νεότητος (καὶ καὶ Πλάτωνος καὶ τὰ φιλοσόφων ἀμφοῖν Πορφυρίου τε καὶ Ἰαμβλίχου ἀνεκάλυπτε τούτοις δόγματα καὶ μάλιστα τὰς Ἀριστοτέλους τέχνας καὶ τὴν ὡς ὀργάνου παρεχομένην χρείαν ὑφηγεῖτο τοῖς ἐθέλουσι πραγματείαν καὶ ταύτῃ μᾶλλον ἐνηβρύνετο καὶ ἐνησχόλητο) οὐ πάνυ τι τοὺς μανθάνοντας ὠφελῆσαι ἐξίσχυσε τὸν θυμὸν καὶ τὴν ἄλλην τοῦ ἤθους ἀκαταστασίαν κωλύμην ἔχων. καὶ ὅρα μοι τοὺς τούτου μαθητάς, τὸν [*](V. 118) Σολομῶντα Ἰωάννην καί τινας Ἰασίτας καὶ Σερβλίας καὶ [*](Β) ἄλλους τάχα περὶ τὴν μάθησιν ἐσπουδακότας· ὧν τοὺς πλείους θαμὰ φοιτῶντας πρὸς τὰ βασίλεια καὶ αὐτὴ ἐθεασάμην ὕστερον τεχνικὸν μηδέν τι κατὰ ἀκρίβειαν εἰδότας, σχηματιζομένους δὲ τὸν διαλεκτικὸν κινήσεσιν ἀτάκτοις καὶ μορίων παραφόροις τισὶ μεταφοραῖς, ὑγιὲς δὲ οὐδὲν ἐπισταμένους, προβαλλομένους τὰς ἰδέας, ἤδη δὲ καὶ τὰς μετεμψυχώσεις συνεσκιασμένως πως καὶ ἄλλα τινὰ ὁμοιότροπα καὶ παραπλησίως τούτοις ἀλλόκοτα. καὶ τίς γὰρ λόγου μετέχων οὐ παρῆν τοῦ ἱεροῦ ζεύγους τοσοῦτον περὶ τὴν τῶν θείων λόγων ἐξερεύνησιν διὰ πάσης νυκτὸς καὶ ἡμέρας διαπονουμένων; [*](C) τοὺς ἐμούς φημι τοκέας καὶ βασιλεῖς. ἀλλά τι μικρὸν παραδιηγήσομαι· δίδωσι γάρ μοι τοῦτο νόμος ῥητορικός. μέμνημαι τῆς μητρὸς καὶ βασιλίδος πολλάκις ἀρίστου προκειμένου βίβλον ἐν χεροῖν φερούσης καὶ τοὺς λόγους διερευνωμένης τῶν δογματιστῶν ἁγίων πατέρων, μάλιστα δὲ τοῦ φιλοσόφου Μαξίμου [*](1 καθαρειεύοι τι F καθαριεύοιτο As καθαριεύει C 2 κολοβώτερα ἐκφέρειν 5 συνέσφικτο F 7 ἐξέφευγον F 15 ἐνίσχυσε)

182
καὶ μάρτυρος. ἐσπουδάκει γὰρ οὐ τοσοῦτον περὶ τὰς φυσικὰς συζητήσεις, ὁπόσον περὶ τὰ δόγματα τὴν ὄντως σοφίαν παρποῦσθαι βουλομένη. καί μοι πολλάκις θαυμάζειν ἐπῄει καὶ θαυμάζουσα ἔφην ποτὲ πρὸς αὐτὴν “πῶς αὐτόθεν πρὸς [*](D) τοσοῦτον ὕψος ἀπέβλεψας; ἔγωγε τρέμω καὶ οὐδ᾿ ἄκροις ὠσὶν ἀποτολμῶ τούτων ἐπαΐειν. τὸ γὰρ πάνυ θεωρητικόν τε καὶ νοερὸν τοῦ ἀνδρός, ὥς φασιν, ἴλιγγον παρέχεται τοῖς ἀναγινώσκουσιν.” ἡ δὲ μειδιάσασα ἔφη “ἀπαινετὴν οἶδα τὴν δειλίαν ταύτην· καὶ οὐδ᾿ αὐτὴ ἀτρέμας ταῖς βίβλοις ταύταις [*](p. 148) πρόσειμι. ἀλλ᾿ ὅμως ἀποσπᾶσθαι τούτων οὐ δύναμαι. σὺ δέ μοι μικρὸν ἀνάμεινον καὶ ταῖς ἄλλαις ἐγκύψασα βίβλοις πρότερον καὶ τῆς τούτων ἀπογεύσῃ ἡδύτητος.” ἔτρωσέ μου τὴν καρδίαν ἡ τῶν ῥηθέντων μνήμη καὶ ὥσπερ εἰς πέλαγος ἄλλων διηγημάτων ἐμπέπτωκα. ἀλλά με θεσμὸς ἱστορίας ἀπείργει· ἔνθεν τοι καὶ πρὸς τὰ κατὰ τὸν Ἰταλὸν ἀνατρεχέτω ὁ λέγος. ἐν τούτοις οὖν τοῖς ἄνωθεν ῥηθεῖσιν αὐτοῦ μαθηταῖς ἀκμάζων ὁ Ἰταλὸς πᾶσι καταφρονητικῶς προσεφέφετο τοὺς πολλοὺς τῶν ἀνοήτων πρὸς ἀνταρςίας [*](B) ἀνακινῶν καὶ τυράννους ἐκ τῶν οἰκείων μαθητῶν οὐκ ὀλίγους ἀποκαθιστάς. καὶ εἶχον πολλοὺς προφέρειν, εἰ μὴ ὁ χρόνος με τὴν μνήμην ἀφείλετο. ἀλλὰ ταῦτα μὲν ἦσαν πρὸ τοῦ ἀναχθῆναι τὸν ἐμὸν πατέρα εἰς τὴν τῆς βασιλείας περιωπήν· ἐπεὶ δὲ τὰ ὡδὶ παιδείας ἀπάσης εὗρεν ἐνδεῶς ἔχοντα καὶ τέχνης λογικῆς τοῦ λόγου πόρρω που ἀπελαθέντος, αὐτός, εἴ που σπινθῆρές τινες ἦσαν τούτου ὑπὸ σποδιᾷ κρυπτόμενοι, ἀναχωννύειν ἠπείγετο καὶ [τοὺς] ὅσοι περὶ τὰ μαθήματα ἐπιρρεπῶς εἶχον (ἦσαν γάρ τινες καὶ οὗτοι βραχεῖς, [*](C) καὶ οὗτοι μέχρι τῶν Ἀριστοτελικῶν ἑστηκότες προθύρων), τούτους πρὸς μάθησιν ὀτρύνων οὐκ ἐνεδίδου, προηγεῖσθαι δὲ τὴν τῶν θείων βίβλων μελέτην τῆς Ἑλληνικῆς παιδείας ἐπέτρεπε. τὸν δὲ Ἰταλὸν εὑρηκὼς θορύβων τὰ πάντα μεστὰ ποιούμενον καὶ πολλοὺς ἐξαπατῶντα τῷ σεβαστοκράτορι [*](12 ἀπογεύσει 20 προσφέρειν 23 εὑρεν ἁπάσης 26 τοὺς seclusi περὶ] ‘πρὸς?’ s 28 οὗτοι om)
183
Ἰσακαίῳ τὴν τούτου δοκιμασίαν ἀνέθετο· ἀνὴρ δὲ οὗτος φιλολογώτατος καὶ μεγαλεπηβολώτατος. καὶ ὃς οὕτως ἔχοντα τὸν ἄνδρα εὑρηκὼς δημοσίᾳ ἤλεγξε παραστήσας εἰς μέσον [*](119) εἶθ᾿ οὕτως τῇ ἐκκλησίᾳ παρέπεμψε κατὰ κέλευσιν τἀδελφοῦ καὶ βασιλέως. ἐπεὶ δὲ τὴν ἑαυτοῦ ἀπαιδευσίαν κρύπτειν [*](D) οὐχ οἷός τε ἦν, κἀκεῖσε ἔκφυλα τῆς ἐκκλησίας δόγματα ἐξηρεύξατο καὶ εἰς μέσους τοὺς τῆς ἐκκλησίας λογάδας κωμῳδῶν οὐκ ἐπαύετο καὶ ἄλλα τινὰ ποιῶν ἤθους ἀπαιδεύτου καὶ βαρβαρικοῦ προέδρου ὄντος τῆς ἀκκλησίας τηνικαῦτα Εὐστρατίου τοῦ Γαριδᾶ· ὃς τοῦτον παρακατέσχε περὶ τὰς οἰκοδομὰς τῆς μεγάλης ἐκκλησίας, ὠς ἴνα τάχα πρὸς τὸ κρεῖττον μεταποιήσῃ. ἀλλὰ μικροῦ θᾶττον ἂν αὐτὸς τῆς ἐκείνου μετέσχε κακίας ἢ μετέδωκε κρείττονος γνώσεως, κατὰ τὸ φάμενον, καὶ ὁ Ἰταλὸς τὸν Γαριδᾶν ὅλον ἑαυτοῦ ἐποιήσατο. τί τὸ ἐντεῦθεν; ὁ δῆμος ἅπας τῆς Κωνσταντίνου πρὸς τὴν ἐκκλησίαν συγκεκίννητο τὸν Ἰταλὸν ἀναζητοῦντες. καὶ τάχα ἄν ἀφ᾿ ὕψους εἰς μέσον τῆς ἐκκλησίας ἔρριπτο, εἰ μὴ λαθὼν ἐκεῖνος εἰς τὸν ὄροφον τουτουΐ τοῦ θείου τεμένους ἀνελθὼν ἔν τινι φωλεῷ ἑαυτὸν συνεκάλυψεν. ὡς δὲ τὰ παρ᾿ ἐκείνου κακῶς δογματισθέντα πολλοῖς τῶν περὶ τὰ ἀνάκτορα ἐθρυλλεῖτο καὶ μεγιστᾶνες οὐκ ὀλίγοι διεφθάρησαν ὑπὸ τῶν φθοροποιῶν [*](B) τούτων δογμάτων καὶ μεγάλως ἡ τοῦ βασιλέως ψυχὴ διὰ τοῦτο ἐδάκνετο, εἰς ἕνδεκά τινα κεφάλαια τὰ δογματισθέντα κακῶς παρὰ τοῦ Ἰταλοῦ συνεκεφαλαιώσαντο καὶ τῷ βασιλεῖ ἐξαπέστειλαν. ὁ δὲ αὐτοκράτωρ αὐτὰ ταῦτα τὰ κεφάλαια τὸν Ἰταλὸν ἀνθεματίσαι ἐπ᾿ ἄμβωνος ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ ἐκέλευσεν ἀνκεκαλυμμένῃ τῇ κεφαλῇ τοῦ πλήθους ἅπαντος ἀκροωμένου καὶ ἐπιλέγοντος αὐτοῖς τὸ ἀνάθεμα. ὡς οὖν ἐγένετο ταῦτα καὶ ὁ Ἰταλὸς ἀκάθεκτος ἦν καὶ πάλιν ἐν πολλοῖς τὰ τοιαῦτα ἔλεγεν ἀνφανδὸν καὶ παραινούμενος [*](C) παρὰ τοῦ βασιλέως ἄτακτόν τι καὶ βαρβαρικὸν ἀπεπήδα, ἀνεθεματίσθη καὶ αὐτός, κἂν ἐς ὕστερον αὖθις ἐκείνου μετα- [*](4 οὕτω τοῦ ἀδελφοῦ 11 ὡς om 13 τὸν F 14 καὶ ὁ] ὁ γὰρ 22 τούτου 31 τε)
184
μεληθέντος μετριώτερος καὶ ὁ τούτου γέγονεν ἀναθεματισμός. καὶ τὰ μὲν δόγματα ἀπεντεῦθεν ἀναθεματίζεται, τὸ δὲ ἐκείνου ὄνομα πλαγίως πως καὶ ὑποκεκρυμμένως καἰ οὐδὲ τοῖς πολλοῖς γνωρίμως ὑπάγεται τῷ ἐκκλησιαστικῷ ἀναθέματι. καὶ γὰρ οὗτος ἐν ὑστέροις καιροῖς μετεβέβλητο περὶ τὸ δόγμα καὶ ἐφ᾿ οἷς ποτε πεπλάνητο, μεταμεμέλητο. ἠρνεῖτο δὲ και τας μετεμψυχώσεις καὶ τὸ ὑβρίζειν τὰς σεπτὰς εἰκόνας τῶν ἁγίων καὶ τὸν περὶ τῶν ἰδεῶν λόγον μεθερμηνεύειν πως πρὸς τὸ [*](D) ὀρθόδοξον ἔσπευδε καὶ δῆλος ἦν καὶ αὐτὸς καταγινώσκων ἑαυτοῦ ἐφ’ οἷς πρῴην τοῦ εὐθέος μετετέτραπτο.

[*](6 ἐπεπλάνητο 10 εὐθέως)