Alexias

Anna Comnena

Anna Comnena, Alexias, Reiferscheid, Teubner, 1884

Ἐξεπλάγημεν οὖν ἅπας τότε τὸ τῆς ψυχῆς τοῦ [*](Ρ. 375 V. 28) αὐτοκράτορος ἀνάστημα. ὁ δέ, κἀν καταφρονητικῶς προς τὴν ἀγγελίαν ἐκείνην διὰ τοὺς τηνικαῦτα παρόντας τῷ φαινομένῳ ἐδόκει διατεθείς, ἀλλ’ ἐντὸς πολλὰ περὶ τούτου ἐκυμαίνετο τὸν λογισμόν. καὶ δὴ δεῖν ἐλογίσατο αὖθις τοῦ Βυζαντίου ἐξεληλυθέναι· μηδὲ τὰ κατ’ οἶκον αὐτοῦ καλῶς [*](Ρ. 37) πρὸς αὐτὸν ἔχοντα πάλιν διαγνούς, ὅμως τὰ κατὰ τὰ ανάκτορα καὶ τὴν βασιλίδα τῶν πόλεων εὖ διαθέμενος καὶ φύλακας ἐπιστήσας τόν τε μέγαν δρουγγάριον τοῦ στόλου καὶ ἐκτομίαν Εὐστάθιον τὸν Κυμινειανὸν καὶ Νικηφόρον τὸν τοῦ Δεκανοῦ καλούμενον, οὕτως ἐκεῖνος ἔξεισι τοῦ Βυζαντίου μετ’ ὀλίγων καὶ τῶν καθ’ αἷμα τούτῳ προσηκόντων πρώτην ἄγοντος μηνὸς Νοεμβρίου ἐπινεμήσεως πρώτης κατὰ τὸ ἔξω Γεράνιον τὴν ἐρυθροβαφῆ καὶ βασιλικὴν καταλαβὼν σκηνήν. ἐδεδίει δέ, ὅτι ἐξερχομένῳ τὸ σύνηθες θαῦμα ἡ Θεομήτωρ ἐν Βλαχέρναις οὐκ ἐπεδείξατο. διὰ τοῦτο ἐπὶ [*](Β) τέσσαρσιν αὐτοῦ που ἐμβραδύνας ἡμέραις ἡλίου δύνοντος σὺν αὐτῇ δεσποίνῃ παλίντροπον τὴν πορείαν ποιησάμενος εἴσεισιν εἰς τὸ ἱερὸν τῆς Θεομήτορος τέμενος μετ’ ὀλίγων λεληθότως καὶ τὴν συνήθη τελέσας ὑμνῳδίαν καὶ ἐκτενεστέρας τὰς δεήσεις ποιησάμενος, τηνικαῦτα τελεσθέντος τοῦ συνήθους θαύματος, οὕτως μετὰ χρηστῶν ἔξεισιν ἐκεῖθεν τῶν ἐλπίδων. τῇ δὲ μετ’ αὐτὴν τῆς πρὸς Θεσσαλονίκην [*](2 F post ἀνάστημα habet κατανο ~ τὸ ἄτρεστον τε καὶ ἀκατάπληκτον, quae eadem manus induxit)

175
ἥψατο. καταλαβὼν δὲ τοὺς Χοιροβάκχους ἔπαρχον Ἰωάννην τὸν Ταρωνίτην προὐβάλετο. ἀνὴρ δὲ οὗτος τῶν εὐγενῶν, [*](C) νηπιόθεν πρὸς αὐτοῦ προσληφθεὶς καὶ ὑπογραμματεύσας αὐτῷ ἐπὶ πολύ, φρονήματος μὲν ὢν δραστικωτάτου καὶ νόμων Ῥωμαϊκῶν ἐπιστήμων καὶ τὰ βασιλέως προστάγματα μεγαληγορῶν , ὁπηνίκα προστάττοιτο βασιλικῆς μεγαλοφροσύνης ἐπάξια, ἐλευθέραν ἔχων τὴν γλῶτταν καὶ οὐκ ἐπὶ ψόγῳ ἀναισχυντίας στομούμενος , ἀλλ’ ὁποῖον ὁ Σταγειρίτης τὸν διαλεκτικὸν εἶναι παρακελεύεται. ἐκεῖθεν δε ὑποχωρῶν συνεχῆ τὰ γράμματα πρός τε τὸν δοῦκα τοῦ στόλου Ἰσαάκιον καὶ τοὺς σὺν αὐτῷ, τὸν Δούκαν φημὶ Ἐξαζηνὸν καὶ τὸν Ὑαλέαν, ἐγρηγορέναι τούτους διὰ παντὸς καὶ ἀπείργειν τοὺς ἀπὸ Λογγιβαρδίας πρὸς τὸν Βαϊμοῦντον διαπλῳζομένους ἐξέπεμπεν. [*](D) ἐπὰν δὲ τὸν Μέστον κατειλήφει, ἡ μὲν Αὔγουστα πρὸς τὰ βασίλεια ἐπαναστρέψαι ἠβούλετο, ὁ δὲ αὐτοκράτωρ προσωτέρω ταύτην βαδίζειν παρεβιάζετο. καὶ δὴ περάσαντες ἄμφω τὸν Εὖρον καλούμενον ποταμὸν κατὰ τὸν Ψύλλον τὰς σκηνὰς ἐπήξαντο. ὁ δὲ ἄλλον φόνον πεφευγὼς ἑτέρῳ μικροῦ περιπέπτωκεν ἄν, εἰ μή τις θεία χεὶρ τοὺς μιαιφόνους ἐκείνους ἀπεῖρξε τοῦ δράματος. ἀνὴρ γὰρ τις ἐς Ἀρωνίους ἐκείνους ἀπὸ μέρους ἀνέλκων τὸ γένος, κἀν ἐκ [*](P. 377) νόθων κατήγετο, πρὸς φόνον τὸ στασιάζον τοῦ αὐτοκράτορος] [*](V. 299) μέρος παρέθηγε. κεκοινώνηκε δὲ τοῦ ἀπορρήτου καὶ πρὸς τὸν ἔδιον ἀδελφὸν Θεόδωρον. εἰ δὲ καὶ ἕτεροι τῶν στασιαζόντων συνίστορες τοῦ τοιούτου δράματος ἦσαν, λέγειν οὐ βούλομαι· ὅμως δὲ Σκύθην ἀργυρώνητον τὴν κλῆσιν Δημήτριον αὐτουργὸν τοῦ φόνου παρεσκευάσαντο (καὶ αὐτὸς δὴ ὁ τούτου δεσπότης Ἀαρών) πέρας τοῦ σκοπουμένου τὴν τῆς βασιλίδος ὑποχώρησιν θέμενοι , ὡς ἐντεῦθεν εὐκαιρίας ὁ Σκύθης δραζάμενος κατὰ τῶν τοῦ βασιλέως λαγόνων ὠθήσῃ τὸ ξίφος ἢ ἐν στενῷ περιτυχὼν ἢ καὶ ὑπνώττοντι [*](Β) λαθών. καὶ ὁ Δημήτριος φόνιον πνέων τὸ σιδήριον ἔθηγε [*](4 δραξυτάτου F 22 τοῦ αὐτοκράτορος secludere malui quam transponere)
176
ἐπιστραφεὶς παίει τὸν αὐτῷ ὑπαντιάσαντα Λατῖνον· ὁ δ’ εὐθὺς κύμβαχος κατὰ γῆς ἔκειτο. ὁ δὲ Βαϊμοῦντος ἐδίωκε τούτους μέχρι τοῦ ποταμοῦ Σαλαβρία. ἐν δὲ τῷ φεύγειν ὁ ἤδη ῥηθεὶς Οὐζᾶς παίει τὸν τὴν σημαίαν τοῦ Βαϊμούντου κατέχοντα διὰ τοῦ δόρατος καὶ τὴν σημαίαν τῶν χειρῶν αὐτοῦ ἀφαρπάσας μικρὸν περιδινεῖ καὶ κλίνει πρὸς τὸ πρανές. [*](D) οἱ γοῦν Λατῖνοι τὴν σημαίαν ἐξ ὀρθίου σχήματος κατακλιθεῖσαν ἑωρακότες ἐν συγχύσει γεγόνασι καὶ ἐφ’ ἑτέραν ἐτράποντο ἀτραπόν, δι’ ἧς καὶ τὰ Τρίκαλα καταλαμβάνουσιν ἤδη προκατασχεθέντα παρά τινων τῶν μετὰ τοῦ Βαϊμούντου πρὸς τὸ Λυκοστόμιον φευγόντων. κἀκεῖσε τέως αὐτλίζονται εἴσω τούτων γεγονότες· ἐκεῖθεν δὲ καταλαμβάνουσι τὴν P. 1 Καστορίαν. ὁ δὲ βασιλεὺς ὑποστρέψας ἀπὸ Λαρίσσης καὶ τὴν Θεσσαλονίκην καταλαβών, ὁποῖος ἐκεῖνος περὶ τὰ τοιαὐτα, ταχὺμάλα πρὸς τοὺς σὺν τῷ Βαϊμούντῳ κόμητας ἀποστείλας πολλὰς ὑποσχέσεις ἐπεποίητο, εἰ τὸν Βαϊμοῦντον τοὺς μισθοὺς ἀπαιτήσουσιν, οὕσπερ αὐτοῖς καὶ ὑπέσχετο· τοῦ δὲ μὴ ἔχοντος ἀποδοῦναι παραπείσουσι τοῦτον κατελθεῖν εἰς θάλασσαν καὶ ἀναζητῆσαι ταῦτα ἀπὸ τοῦ ἰδίου πατρὸς Ῥομπέρτου καὶ αὐτὸν ἐκεῖνον διαπερᾶσαι τοὺς αὐτῶν μισθοὺς ἐξαιτηςόμενον. καὶ εἰ τοῦτο ἀνύσαιεν, πάντας τιμῆς καὶ μυρίων εὐεργεσιῶν ἐπαπολαῦσαι. καὶ ὅσοι μὲν τούτων [*](B) ἐπὶ μισθῷ δουλεῦσαι θελήσουσι, προσλαμβάνεσθαι τούτους καὶ ἀποχρῶντα τὸν μισθὸν ἀποδοῦναι κατὰ τὰ θελήματα αὐτῶν, τοὺς δ’ αὖ εἰς τὰς οἰκίας αὐτὼν βουλομένους ἀπελθεῖν ἀκινδύνως διαβιβάσαι διὰ τῆς Οὐγγρίας. ὑπείξαντες οὖν τῷ τοῦ βασιλέως προστάγματι οἱ κόμητες τοὺς τῶν παραδραμόντων τεσςάρων ἐνιαυτῶν μισθοὺς ἀσυμπαθῶς ἀπῄτουν. ὁ δὲ μὴ ἔχων ἀποδοῦναι ἀνεβάλλετο τέως. ὡς δὲ ἐνέκειντο εἴλογα αἰτοῦντες, μὴ ἔχων ὅ τι καὶ δράσειε τὸν μὲν Βρυέννιον V. αὐτοῦ που φυλάσσειν τὴν Καστορίαν κατέλιπε καὶ τὸν τοὺς Πολόβους φυλάσσοντα Πέτρον τοῦ Ἀλίφα· αὐτὸς δὲ τὸν [*](10 μετὰ om 14 θεσσαλονίκει (θεσσαλονίκειαν m rec) F 19 εἰς τὴν 22 εὐεργεσιῶν μυρίων τούτῳ)
177
ἅπαντα καὶ αὐτὰ δὴ τὰ παρ’ ὑμῶν ῥιπτόμενα φάμουσα φαυλίσω, μηδείς με μετ’ ἀνθρώπων λογιζέσθω’’. ὁ δ’ εὐθὺς τὸν ἴδιον οἰκέτην ἐπέταξε τὸν φωνοῦντα ἄνθρωπον ἀναζητῆσαι. καὶ ὃς ἀπελθὼν καὶ τὸν τοῦ Ἀαρὼν οἰκέτην γνωρίσας Στρατήγιον αὐτὸν συμπαραλαβὼν ἄγει πρὸς τὸν [*](Β) ἐπὶ τῆς τραπέζης. καὶ παραχρῆμα προσελθὼν ἀπαγγέλλει, ὅσαπερ σύνοιδεν. οὗτος δὲ συμπαραλαβὼν αὐτὸν ἀπῆλθε πρὸς τὸν αὐτοκράτορα. ὕπνωττον δὲ τηνικαῦτα οἱ βασιλεῖς. ἐντυχὼν δὲ βασιλείῳ τῷ ἐκτομίαι κατηνάγκαζεν ἀπαγγεῖλαι τὰ περὶ τοῦ Στρατηγίου τοῦ ἀνθρώπου τοῦ Ἀαρὼν ῥηθέντα. ὁ δ’ εὐθὺς εἰσελθὼν καὶ αὐτὸν εἰσάγει τὸν Στρατήγιον. [*]((??). 300) ὃς ἐπειδὴ καθάπαξ εἰς ἐρωτήσεις ἐλήλυθεν, ἅπαν τὸ δρᾶμα τῶν φλυάρων ἀμούσων, τὸν τοῦ φόνου δραματουργὸν καὶ αὐτὸν ἐκεῖνον τὸν εἰς σφαγὴν τοῦ βασιλέως παρεσκευασμένον [*](C) σαφῶς ἀνεκάλυψεν. “ὁ γὰρ ἐμός’’ φησι “δεσπότης Ἀαρὼν μεθ’ ἑτέρων, οὓς οὐδὲ ἡ σὴ βασιλεία παντάπασιν ἠγνόησε, κατὰ τῆς σῆς, βασιλεῦ, ζωῆς μελετήσαντες καθῆκαν σοι φονέα Δημήτριον, τὸν ἐμαυτοῦ σύνδουλόν, ἄνδρα Σκύθην μὲν τὸ γένος, φονικώτατον δὲ τὴν γνώμην, τοὺς βραχίονας καρταρόν, πρὸς πᾶν ὁτιοῦν τολμηρότατον καὶ τὴν ψυχὴν θηριώδη καὶ ὠμότατον. τούτῳ ξίφος ἐγχειρίσαντες ἄμφηκες παρήγγειλαν παραγγελίαν ταύτην ἀπάνθρωπον, ὡς ὁμόσε προσελθόντα μετὰ θράσους ἀκατασχέτου ἐμβάψαι τοῖς βασιλικοῖς σπλάγχνοις τὸ ξίφος.’’ ὁ δὲ βασιλεύς (καὶ γὰρ οὐκ [*](D) ἦν εὔκολος τοῖς τοιούτοις πιστεύειν) “μὴ διά τινά’’ φησιν “ἀπέχθειαν πρὸς τοὺς σοὺς δεσπότας καὶ πρὸς τὸν σεαυτοῦ ὁμόδουλον τὴν κατηγορίαν ταύτην συμπλέκῃς, ἀλλὰ τἀληθῆ πάντα καὶ ὅσα σύνοιδας ἐξορχοῦ. εἰ δ᾿ οὐν καὶ ἁλοίης ψευδόμενος, οὐκ εἰς καλὸν τὰ τῆς κατηγορίας σοι ἀπαντήσεται.” ἐκεῖνος δὲ ἐνιστάμενος ἀληθῆ λέγειν παραδίδοται πρὸς τὸν ἐκτομίαν Βασίλειον , ἴνα τέως τοὺς φλυάρους χάρτας ἐπιδοίη πρὸς αὐτόν. ὁ δὲ παραλαβὼν τοῦτον καὶ ἀπελθὼν [*](2 μετὰ F 11 28 δὲ F 28 οὐν οὐ F)
178
εἰσάγει εἰς τὴν σκηνὴν τοῦ Ἀαρὼν πάντων κοιμωμένων καὶ ἀναλαβόμενος ἐκεῖθεν πήραν τινὰ στρατιωτικὴν μεστὴν τοιούτων γραμμάτων δίδωσι τῷ βασιλείῳ. αὐγαζούσης δὲ ἤδη τῆς ἡμέρας θεασάμενος τὰ τοιαῦτα γράμματα ὁ βασιλεὺς καὶ διαγνοὺς τὸν κατ’ αὐτοῦ μελετώμενον φόνον τὴν μὲν μητέρα τοῦ Ἀαρὼν προσέταξε τοῖς τὰ τῶν κοινῶν διοικοῦσιν ἐν τῇ πόλει περιορισθῆναι εἰς Χοιροβάκχους, τὸν δὲ Ἀαρὼν * *, [*](P. (??)) τὸν δὲ Θεόδωρον τὸν αὐτάδελφον αὐτοῦ εἰς Ἀγχίαλον. ταῦτα τὸν βασιλέα τῆς πρόσω φερούσης ἐπὶ πέντε ἡμέραις ἀπεῖρξεν.

Ἐν δὲ τῷ πρὸς Θεσσαλονίκην ἀπέρχεσθαι, ἐπεὶ ἁπανταχόθεν συνηλαύνετο ἐς ταὐτὸν τὰ τάγματα, δεῖν ἐλογίσατο σύνταξιν ποιῆσαι εἰς πολέμου σχῆμα διατετυπωμένην. καὶ αὐτίκα κατὰ λόχους αἱ φάλαγγες ἵσταντο καὶ οἱ λοχαγοὶ προὐβέβληντο καὶ τῶν οὐραγῶν ἡ τάξις ἐφείπετο καὶ οἱ τὸ μέσον τῆς φάλαγγος ἀναπληροῦντες εἱστήκεσαν ἅπαντες τοῖς ὅπλοις μαρμαίροντες (καὶ ἦν φοβερὸν θέαμα ἐκεῖνο τὸ σύνταγμα) [*](B) καὶ καθάπερ τι τεῖχος πόλεως ἀλλήλοις συνηρμοσμένοι· εἶπες ἂν χαλκοῦς ἀνδριάντας ὁρᾶν καὶ αὐτοχύτους τινὰς στρατιώτας ἐπὶ τοῦ πεδίου σύμπαντας ἀτρεμεῖν μόνων τῶν δοράτων κραδαινομένων καὶ ὥσπερ ἐπιθυμούντων χρωτὸς ἅψασθαι. ταύτην τὴν σύνταξιν ὁ βασιλεὺς ποιησάμενος καὶ κινήσας αὐτὴν καὶ ὑποτυπωσάμενος , πῶς μὲν ἐπὶ δόρυ, πῶς δὲ ἐπ’ ἀσπίδα κινοῖντο, τὴν νέηλυν στρατιὰν ἐκ τῆς συντάξεως πάσης ἀπολεξάμενος καὶ οὓς μᾶλλον αὐτὸς ἀνεθρέψατο καὶ τὰ στρατιωτικὰ ἐξεπαίδευσεν, ἀρχηγοὺς στρατευμάτων [*](C) κατέστησεν. ἦσαν δ’ οὗτοι ξύμπαντες τριακόσιοι, πάντες νέοι καὶ εὐμήκεις, σφριγῶντες τὸ σῶμα καὶ ἕκαστος [*](V. (??)) τούτων ἀρτίχνους τὸ γένειον, πάντες δὲ καὶ τόξον ἐντεῖναι δεξιώτατοι καὶ ἀφεῖναι δόρυ στερρότατοι. ἐκ διαφόρου μὲν γένους ἦσαν συνηθροισμένοι, ἐξ ἁπάσης δὲ τῆς Ῥωμαϊκῆς στρατιᾶς στρατιά τις ἦσαν ἔκκριτος ὑπὸ στρατηγῷ τῷ βασιλεῖ ταττόμενοι· τῷ αὐτῷ γὰρ καὶ βασιλεῖ καὶ στρατηγῷ [*](7 post Ἀαρὼν decem litterarum spatium in F 11 συνηλαύνοντο F)

179
καὶ διδασκάλῳ ἐχρῶντο. τούτων οὖν ἀπολεξάμενος αὖθις [*](D) τοὺς δεξιωτέρους καὶ ξυνταγματάρχας χειροτονήσας ἐπὶ τὰ τέμπη πέμπει, δι’ ὦν ἔμελλε τὸ βαρβαρικὸν στράτευμα διελθεῖν. ἐκεῖνος δὲ ἐν θεσσαλονίκῃ τὴν παραχειμαςίαν ἐποιεῖτο. ἐπεὶ δέ, καθάπερ ἔφημεν, ὁ τύραννος Βαϊμοῦντος μετὰ βαρυτάτου στόλου διεπεραιώσατο ἐκεῖθεν ἐνθάδε πρὸς [*](380) τὰ ἡμέτερα καὶ τὸ φραγγικὸν ἅπαν στράτευμα κατὰ τῶν ἡμετέρων πεδιάδων ἐξέχεε, συνταξάμενος ἐκεῖθεν ἔρχεται κατὰ τῆς Ἐπιδάμνου, εἰ μὲν δύναιτο, καὶ αὐτοβοεὶ αἱρήσων αὐτήν, εἰ δ’ οὖν, ἀλλὰ τειχομάχοις μηχανήμασι καὶ πετροβόλοις ὀργάνοις τὴν ὅλην πόλιν παραστηςόμενος. ὁ μὲν οὖν σκοπὸς αὐτῷ οὖτος· ηὐλίσατο δὲ ἀντικρὺ τῆς πύλης τῆς κατὰ τὰς ἀνατολὰς ἀνεῳγυίας, ἦς ὕπερθεν ἱππότης ἐστὶ χαλκοῦς, καὶ κατασκοπήσας τοῦ πολιορκεῖν ἤρξατο. χειμῶνα μὲν οὖν ὄλον ἐπινοούμενος καὶ πανταχόθεν ἐπιβλέπων, οὖ- [*](Β) περ ἁλώσιμόν ἐστι τὸ Δυρράχιον, ἔαρος δὲ διαγελῶντος, ἐπειδήπερ καθάπαξ παραυτίκα διαπεράσας πυρὶ παραδέδωκε τάς τε ρορταγωγοὺς αὐτοῦ νῆας καὶ τὰς ἱππαγωγοὺς καὶ ὡς οὕτως εἰπεῖν στρατιώτιδας, τοῦτο μὲν καὶ στρατηγικόν τι μηχανώμενος, ἵνα μὴ ὁρῷεν πρὸς θάλατταν τὸ στράτευμα τούτου, τοῦτο δέ τι καὶ καταναγκάξοντος αὐτὸν τοῦ ‘Ρωμαϊκοῦ στόλου, ὅλος πρὸς πολιορκίαν ἀπέβλεψε. κύκλῳ περιχεάμενος τὸ βαρβαρικὸν στράτευμα τὰ πρῶτα καὶ ἐν ἀκροβολισμοῖς ὤν (ἐπετοξάζοντο δὲ τούτοις καὶ οἱ ἀπὸ τοῦ [*](C) Ῥωμαϊκοῦ στρατεύματος ποτὲ μὲν καὶ πυργόθεν ἀπὸ τοῦ Δυρραχίου, ποτὲ δὲ καὶ πόρρωθεν), ἀποστέλλων τινὰς ἀποσπάδας τοῦ φραγγικοῦ στρατεύματος ἐπολέμει τε καὶ ἐπολεμεῖτο. τήν τε γὰρ Πέτρουλαν ἐχειρώσατο καὶ τὸ λεγόμενον Μύλουλου πόλισμα ὑπερκείμενον ποταμοῦ Διαβόλεως καὶ ἄλλα τὰ τοιαῦτα πέριξ τῆς πόλεως Δυρραχίου τυγχάνοντα πάντα πολέμου νόμῳ κατεκληρώσατο. ταῦτα μὲν οὖν ἐποίει πολεμικῇ δεξιᾷ· ἠρχιτεκτόνει δὲ ἐν τοσούτῳ καιρῷ τὰ πολεμικὰ [*](21 δέ τι r: δ’ὅτι F 25 μὲν addidi 31 οὖν C γὰρ F 12*)
180
μηχανήματα, χελώνας κατασκευάζων πυργοφόρους καὶ κριοφόρους καί τινας ὀρυκτίδας καὶ ἄλλας χωστρίδας ὅλον χειμῶνα καὶ θέρος ἐργαζόμενος καὶ καταπλήττων καὶ ἀπειλῇ [*](D) καὶ τοῖς πράγμασι καταπλῆγας ὄντας ἀνθρώπους. ἀλλ’ οὔτι γε καὶ Ῥωμαϊκὴν ἀνδρείαν ἠδύνατο καταπαλαίειν. δυστυχῶς [*](V. 30) δὲ αὐτῷ ἀπηντήκει καὶ τὰ πρὸς ἀποτροφήν. ὅσα μὲν γὰρ προῦφηρπάκει ἀπὸ τῶν πέριξ τοῦ Δυρραχίου, τούτῳ ἀνήλωτο, [*](P. 38) τὰ δ’ ἀφ’ ὧν ἤλπικε κομισθῆναί οἱ, προκατασχόντες τὰ τέμπη καὶ τὰς ἐξόδους καὶ αὐτὴν δὴ τὴν θάλατταν οἱ τοῦ Ῥωμαϊκοῦ στρατεύματος ἀπεκώλυον. κἀντεῦθεν λιμὸς ἀθρόως ἐπιφοιτήσας τούς τε ἵππους καὶ τοὺς ἀνθρώπους ὁμοῦ διέφθειρε μὴ ἐχόντων μήτε τῶν ἵππων χιλὴν μήτε τῶν ἀνθρώπων τροφήν. προσεπετέθη δὲ τῷ βαρβαρικῷ τούτῳ στρατεύματι καὶ κοιλιακή τις διάθεσις τῷ μὲν δοκεῖν ἀπό τινος ἀπροσφόρου σιτήσεως , φημὶ δὴ τῆς κέγχρου· τὸ δ’ ἀληθὲς μήνιμα Θεοῦ κατὰ τοσούτου ἀναριθμήτου στρατεύματος [*](B) καὶ ἀνυποίστου κατασκῆψαν ἐπαλλήλους θανάτους εἰργάσατο.

Ἀλλὰ τοῦτο μὲν τὸ δυστύχημα κοῦφον ἐδόκει πρὸς ἄνδρα τυραννικὸν ἔχοντα φρόνημα καὶ ἀπολεῖν ἀπειλοῦντα ἅπασαν γῆν· ὅμως μέντοι καὶ δυστυχῶν διεμηχανᾶτο καὶ καθάπερ θηρίον τιτρωσκόμενον πρὸς ἑαυτὸν συνεστρέφετο καὶ ὥσπερ ἔφημεν πρὸς τὰς πολιορκίας ὅλῳ βλέμματι ἀπετείνετο. καὶ τὰ πρῶτα μὲν κριοφόρον χελώνην ἐξεργασάμενος, ἀπεριήγητον τι θαῦμα, προσῆγε πρὸς τὸ ἀνατολικώτερον μέρος τῆς πόλεως. καὶ αὐτῇ τῇ ὄψει φοβερὸν θέαμα· κατεσκεύαστο γὰρ ὧδε. μικράν τινα χελώνην ποιησάμενοι [*](C) καὶ ἐν παραλληλογράμμῳ σχήματι ταύτην κατασκευάσαντες καὶ τροχοὺς ὑποθέντες καὶ πανταχόθεν, ἄνωθέν τε καὶ ἑκατέρωθεν, τὰς πλευρὰς διαστεγάσαντες βύρσαις βοείαις καὶ συνερραφότες πανταχόθεν καὶ τοῦτο δὴ τὸ παρ’ Ὁμήρου λεγόμενον ἑπταβόειον τὸν ὄροφον καὶ τοὺς τοίχους τοῦ μηχανήματος ποιησάμενοι κᾆθ’ οὕτως ἔνδον τοὺς κριοὺς ἀπῃώρησαν. ἐπεὶ δὲ οὕτως εἶχεν αὐτῷ τὸ μηχάνημα, τοῦτο

181
καἰ προσήγγισε τῷ τείχει, μυριάνδρου πλήθους ἔνδοθεν [*](D) μετά τινων κοντῶν προωθούντων αὐτὸ καὶ ἐγγύθεν ποιουμένων τῶν τοῦ Δυρραχίου τειχῶν. ἐπειδὴ ἀποχρώντως εἶχεν αὐτοῖς ἡ ἐγγύτης καὶ συμμέτρως τὰ πρὸς ἀπόστασιν, ὑφεῖλον μὲν τὰς τροχιὰς, περιπήγμασι δὲ πανταχόθεν ἀσφαλισάμενοι τὸ μηχάνημα, ἵνα μὴ ταῖς ὠθήσεσι τὸ στέγος διασαλεύοιτο, ἐνταῦθά τινες ἄνδρες ῥωμαλεώτατοι ἑκατέρωθεν τοῦ κριοῦ σφοδρῶς ὠθοῦντες ἐπὶ τὸ τεῖχος ἔχοντο τῆς ὁμοταγοῦς [*](P. 382) τοιαύτης κινήσεως. καὶ οἱ μὲν καθάπαξ ὤθησαν σφοδρῶς τὸν κριόν, ὁ δὲ καθάπαξ παρενεχθεὶς ἐσπάραττε τε τὸ τεῖχος καὶ ἐκεῖθεν ἀποκρουόμενος καὶ παλιμπόρευτον τὴν φορὰν ποιούμενος ἀντεσπαράττετο. καὶ τοῦτο πολλάκις ἐποίει τέως πολλάκις περιφερόμενος ἑκατέρωθεν καὶ διατιτραίνων τὸ τεῖχος οὐκ ἔληγε. κριὸν δὲ εἰκότως οἱ ἀρχαῖοι μηχανικοὶ καὶ περὶ τὰ Γάδειρα τοῦτο ἐφευρηκότες προσωνομάκασιν ἐκ μεταφορᾶς τῶν καθ’ ἡμᾶς κριῶν, οἳ κατ’ ἀλλήλων ἀντεπεφχόμενοι διαγυμνάζονται. ἀλλ’ οἱ ἔνδον κατα- γελῶντες τῆς τραγικῆς ταυτησὶ τειχομαχίας τῶν βαρβάρων [*](V. 303) τούτων καὶ κριοφόρων ἀνδρῶν καὶ ὅτι εἰς οὐδὲν αὐτοῖς [*](Β) περατοῦται τὰ τῆς πολιορκίας, ἀναπετάσαντες τὰς πύλας ἐκέλευον εἰσιέναι καταγελῶντες τῶν ἀπὸ τοῦ κριοῦ προσκρουμάτων ἐγγινομένων. “οὐ γὰρ ἂν’’ ἔφασαν “ ἐργάσαιτο κριὸς τοιοῦτον χάσμα ἐκ τῆς κατ’ αὐτὸν τειχομαχίας, οἶον ἡ πύλη παρέχεται”. τοῦτο μὲν οὖν αὐτίκα τῇ τῶν ἔνδοθεν ἀνδρείᾳ καὶ τῷ θαρραλέῳ τοῦ στρατηγοῦντος Ἀλεξίου καὶ ἀδελφιδοῦ τοῦ αὐτοκράτορος Ἀλεξίου εἰς κενὸν ἀποδέδεικται, ἐρρᾳθυμηκότων καὶ αὐτῶν τῶν πολεμίων ὅσον γε πρὸς τοῦτο καὶ ἀπειπαμένων τὴν πολιορκίαν. τὸ γὰρ ἀνδρεῖον τῶν ἔνδοθεν καὶ τὸ ἀνεῷξαι τὰς πύλας τοῖς βαρβάροις καὶ θαρρεῖν κατ’ αὐτῶν εἰς δειλίαν ἐνέβαλε καὶ τοῦ μηχανήματος ἀπαγόρευσιν. [*](C) οὕτω μὲν οὖν ἤργει τὰ περὶ τῆς Κριοφόρου χελώνης· οὐδὲν δὲ ἧττον καὶ τὸ πῦρ ἄνωθεν ἐπιρριφὲν κατὰ [*](13 τέως r: ἕως F)
182
τοῦ μηχανήματος ἀργοῦντος ἤδη καὶ ἀκινήτου μένοντος δια τὰς προειρημένας αἰτίας εἰς τέφραν μετήμειψεν. ἀπὸ τοίνυν τούτων τὸ Φραγγικὸν ἀπειπάμενον πλῆθος πρὸς ἄλλο μηχάνημα φοβερώτερον μετελήλυθεν ἐπὶ τὰ βορειότερα μεταστρέψαν ἀντικρὺ τῆς δουκικῆς καθέδρας , ἅπερ πραιτώριον προσωνόμαστο. ἦν δὲ τὰ τῆς θέσεως τοῦ τόπου τοιάδε. εἰς λόφον ὁ τόπος ἀνίστατο, λέγω δὲ οὐ πετρώδη τὸν λόφον, ἀλλὰ γεώδη · ἐφ’ οὗπερ λόφου τὸ τεῖχος τῆς πόλεως ἵδρυτο. τούτου καταντικρύ, καθάπερ ἔφημεν , εὐστοχώτατα ὀρύττειν οἱ περὶ τὸν Βαϊμοῦντον ἀπήρξαντο. ἄλλο τοῦτο [*](D) κακὸν ταῖς πόλεσι μεμηχανημένον παρὰ τοῖς πολιορκηταῖς καὶ ἄλλο πολιορκητικὸν ὄργανον κατὰ τῆς πόλεως τούτοις πανουργευόμενον. ὀρύττοντες γὰρ ἐπῄεσαν ὑπὸ γῆν καθάπερ τινὲς ἀσπάλακες τὸν ὑπόγειον χοῦν διατιτραίνοντες καὶ [*](Ρ. 38) ποῦ μὲν χελώναις ἀκροστέγοις περιφρουροῦντες τὰ ἄνω μέρη διὰ τὰς ἄνωθεν βαλλομένας βολὰς πετρῶν τε καὶ τόξων, ποῦ δὲ καὶ τὸ μετέωρον τῆς γῆς στύλοις τισὶν ὑπερείδοντες ὑπώρυττον ἐξ εὐθείας φερόμενοι , πλατύτατον τε καὶ εὐμηκέστατον τάφρον ποιούμενοι καὶ δι’ ἁμαξῶν ἀεὶ ἐκφερόμενοι τὸν ἀπὸ τοῦ ὀρύγματος χοῦν. ἐπεὶ δὲ εἶχον ἀρκούντως τῆς διατρήσεως, ἔχαιρον ὥσπερ τι μέγα κατειργασμένοι. ἀλλ’ οὐκ ἠμέλησαν οἱ ἐντός, ἀλλὰ κατὰ διάστημα τὴν γῆν ἀνορύξαντες καὶ τάφρον ἀξιόλογον ποιησάμενοι κατὰ τὸ διατεῖνον τῆς τάφρου ἐκάθηντο προσέχοντες, ὅπου δῆτα τὸ πολιορκοῦν μέρος [*](Β) τὴν ἐκεῖθεν ἐνθάδε διάτρησιν μέλλει ποιήσασθαι. καὶ εὐθὺς κατά τινα τόπον ἐφευρηκότες αὐτοὺς κρούοντάς τε καὶ ἀνασκάπτοντας καὶ τὰς ῥίζας τοῦ τείχους ὀρύττοντας ᾔσθοντό τε αὐτοὺς καὶ μᾶλλον τὴν ἀπ’ ἐκείνων * * ὀπὴν ἀνερρωγότες καταντικρὺ καὶ θεασάμενοι τὸ πλῆθος ἀπὸ τῆς ἐντὸς γινομένης τρυμαλιᾶς πυρὶ τὰ τούτων πρόσωπα κατῃθάλωσαν. τοῦτο δὲ τὸ πῦρ ἀπὸ τοιούτων μηχανημάτων αὐτοῖς διεσκεύαστο. ἀπὸ τῆς πεύκης καὶ ἄλλων τινῶν τοιούτων δένδρων [*](28 lacunam signavi)
183
[*](C) ἀειθαλῶν συνάγεται δάκρυον εὔκαυστον. τοῦτο μετὰ θείου τριβόμενον ἐμβάλλεται τε εἰς αὐλίσκους καλάμων καὶ ἐμφυσᾶται [*](P. 304) παρὰ τοῦ παίζοντος λάβρῳ καὶ συνεχεῖ πνεύματι κᾆθ’ οὕτως ὁμιλεῖ τῷ πρὸς ἄκραν πυρὶ καὶ ἐξάπτεται καὶ ὥσπερ πρηστὴρ ἐμπίπτει ταῖς ἀντιπρόσωπον ὄψεσι. τούτῳ τῷ πυρὶ κεχρημένοι οἱ τἄνδον τοῦ Δυρραχίου κατέχοντες, ἐπείπερ ἀντιπρόσωποι ἦσαν τοῖς πολεμίοις, τάς τε γενειάδας αὐτῶν κατέφλεξαν καὶ τὰ πρόσωπα. καὶ ἦν ἰδεῖν τούτους καθάπερ σμῆνος μελισσῶν ὑπὸ καπνοῦ διωκόμενον ἐζαγομένους [*](D) ἀτάκτως, ὅθεν εὐτάκτως εἰσῄεσαν. ἐπεὶ δὲ καὶ τοῦτο αὐτοῖς εἰς μάτην πεπόνητο καὶ ἡ βαρβαρικὴ φροντὶς αὕτη εἰς οὐδὲν δέον ἀπετελεύτησε, τρίτον αὐτοῖς ἐπινοεῖται μηχάνημα πύργος ξύλινος, ὅπερ, ὡς ἡ φήμη φησί, πολιορκητικὸν ὄργανον οὐ μετὰ τὴν ἀστοχίαν τῶν προεσκευασμένων ὀργάνων κατῆρκτο γίνεσθαι, ἀλλὰ πρὸ τούτων εἰς ἐνιαυτὸν ὅλον. τοῦτο μὲν ἔργον εἶχε, τὰ δὲ προειρημένα ὄργανα πάρεργον. ἀλλὰ δεῖ με πρότερον ὀλίγα περὶ τοῦ σχήματος τῆς πόλεως Δυρραχίου [*](V. 384) ἀφηγήσασθαι. τὸ μὲν τεῖχος ταύτης ὑποχαλᾶται τοῖς πύργοις· οἱ δὲ πύργοι κυκλόθεν ταύτης ἐξυπανίστανται, ὅσον εἰς ἕνδεκα πόδας ὑψούμενοι, διὰ κοχλίου τινὸς τὴν ἄνοδον ἔχοντες ἐπάλξεσι τε ἠσφαλισμένοι. οὕτως ἔχει σχήματός τε καὶ ἀσφαλείας ἡ πόλις. τὸ δὲ πάχος τοῦ τείχους εἰς ἀξιόλογον πλάτος ἐκτέταται καὶ τοσοῦτον, ὥστε ἱππότας ἄνδρας καὶ πλείους τῶν τεσσάρων τοὺς ὤμους συμμίξαντας διιππάσασθαι ἀσφαλῶς. οὕτω μὲν οὖν ἐκπεφράσθω μοι τὰ περὶ τοῦ τείχους ὡς ἐν παραδρομῇ τινα σαφήνειαν τῶν [*](Β) μελλόντων ῥηθῆναι προαφηγησαμένῃ. τὰ δὲ τῆς πυργοποιίας τοῦ μηχανήματος τούτου, ὅπερ καθάπερ χελώνης πύργον ἐμηχανήσαντο οἱ περὶ τὸν Βαϊμοῦντον βάρβαροι, καὶ ἀφηγήσασθαι χαλεπὸν καὶ ἰδεῖν φοβερόν, ὡς οἱ ἑωρακότες ἔλεγον, μὴ ὅτι γε οἷς προσεπέλασε φρικωδέστατον θέαμα. εἶχε δὲ τοιῶσδε. πύργος ξύλινος κατεσκεύαστο ἐκ [*](5 ἀντιπροσώποις vel τῶν ἀντιπροσώπων Millerus: ἀντὶ προσώπων? 26 τῶν om F 28 χελώνης C χαλάνης F)
184
μεληθέντος μετρίώτερος καὶ ὁ τούτου γέγονεν ἀναθεματισμός. Καὶ τὰ μὲν δόγματα ἀπεντεῦθεν ἀνα θεματίζεται, τὸ δὲ ἐκείνου ὄνομα πλαγίως καὶ ὑποκεκρυμμένως καὶ οὐδὲ τοῖς πολλοῖς γνωρίμως ὑπάγεται τῷ ἐκκλησιαστικῷ ἀναθέματι, καὶ γὰρ οὗτος ἐν ὑστέροις καιροῖς μεταβέβλητο περὶ τὺ δόγμα καὶ ἐφ᾿ οἷς ποτε πεπλάνητο, μεταμεμέλητο. ἠρωεῖτο δὲ καὶ τὰς μετεμψυχώσεις καὶ τὸ ὑβρίζειν τὰς σεπτὰς εἰκύνας τῶν ἁγίων καὶ τὸν περὶ τῶν ἰδεῶν λόγον μεθερμηνεύειν πως πρὸς τὸ [*](D) ὀρθόδοξον ἔσπευδε καὶ δῆλος ἦν καὶ αὐτὸς παταγινώσκων ἑαυτοῦ ἐφ᾿ οἷς πρῴην τοῦ εὐθέος μετετέτραπτο. [*](6 ἐπεπλάνητο 10 εὐθέως)
185
ἕνα τὸν ἔξωθεν ξύλινον πύργον ἐποίησαν ἀνατρέχειν. ἀστεγὲς δὲ ἦν ἁπανταχόθεν ὅλον τοῦτο τὸ διάστημα · οὐ γὰρ ἐδεῖτο προφυλακῆς, εἰ μὴ μόνον κατὰ τὴν κορυφὴν ἐξωρόφωτο. ἐνταῦθα δὴ ἀναγαγόντες οἱ ἀμφὶ τὸν Ἀλέξιον στρατιῶται τὸ ἔνυγρον πῦρ περὶ τὰ ἀκρόστεγα τοῦ ἀνεπιφράκτου ξυλοπύργου [*](C) ἔμελλον ἐξακοντίζειν πρὸς τὸν ἀντίθετον μόσυνα. ἀλλ’ ἐδόκει καὶ ἡ βουλὴ καὶ τὸ πρᾶγμα οὐ πρὸς πανωλεθρίαν τοῦ μηχανήματος ἀρκεῖν. ἀκροθιγῶς γὰρ ἔμελλε τὸ πῦρ τὸ ἐντεῦθεν ἐκεῖσε πεμπόμενον τοῦ μόσυνος ἅπτεσθαι. ἀλλὰ τί μηχανῶνται ; πληροῦσι τὸν μεταξὺ τόπον τοῦ τε ξυλίνου καὶ τοῦ τῆς πόλεως πύργου εὐκαταπρήστου παντοίας ὕλης καὶ ἐλαίου πολλοῦ κατὰ ποταμοὺς κενουμένου · τούτοις ἐπενήνεκτο πῦρ, δαλοὶ καὶ φλόγες, ὃ κατὰ μικρὸν ὑποτυφόμενον κᾆθ’ οὕτως βραχείας ἀναπνοῆς ἐπιδραξάμενον ἔπειτα [*](D) εἰς περιφανῆ φλόγα διαρθὲν συνεπιλαμβανομένων καὶ τῶν ἀπὸ τοῦ πυρὸς τοῦ ὑγροῦ πρηστήρων ἅπαν ἀνῆψε τὸ φρικτὸν ἐκεῖνο καὶ πολυυλότατον μηχάνημα ἐμποιοῦν ἦχον καὶ [*](P. 886) φοβερὰν θέαν ταῖς ὄψεσιν. αἴσθησις δὲ τοῦ πολλοῦ πυρὸς ἦν κυκλόθεν μέχρι καὶ σταδίων τρισκαίδεκα · θόρυβος δὲ καὶ ταραχὴ τοῖς ἔνδον βαρβάροις πολλὴ καὶ ἀμήχανος τῶν [*](V. 306) μὲν ἐναπειλημμένων τῷ πυρὶ καὶ ἀποτεφρουμένων, τῶν δὲ ἀπὸ μετεώρου ῥιπτούντων ἑαυτοὺς πρὸς τὴν γῆν· βοὴ δὲ πολλὴ καὶ ἀμήχανος ταραχὴ ἀντηχούντων καὶ τῶν ἐκτός.

Τοσαῦτα μὲν οὖν περὶ τοῦ ὑπερνεφοῦς μόσυνος καὶ τῆς παρὰ τῶν βαρβάρων τειχομαχίας · ἀλλ’ ἐπὶ τὸν βασιλέα [*](Β) καὶ αὖθις τὸν λόγον ἐπανακτέον. ἔαρος τοίνυν ἐφισταμένου ἡ μὲν Αὔγουστα ἐκ τῆς Θεσσαλονίκης ὡς πρὸς τὴν βασιλεύουσαν ἐπανέστρεφεν, ὁ δὲ αὐτοκράτωρ τῆς πρόσω πορείας εἴχετο καὶ τὴν Διάβολιν διὰ τῆς Πελαγονίας καταλαμβάνει ἔνθεν περὶ τοὺς πρόποδας τῶν ἤδη ῥηθέντων δυσβάτων ἀτραπῶν οὖσαν. καὶ καινήν τινα στρατηγίαν κατὰ τῶν βαρβάρων μεμελετηκὼς δεῖν ἐλογίσατο τοῦ μὲν δημοσίου [*](8 ἀρκεῖν addidi)

186
πολέμου σχολὴν παντελῶς καταψηφίσασθαι καὶ ἀγχέμαχον διὰ ταῦτα τὴν μάχην οὐκ ἤθελεν, ἀλλὰ τὰ δύσβατα τέμπη καὶ τὰς ἀδιεξοδεύτους ὁδοὺς μεταίχμιον ἀμφοῖν τοῖν στρατοπέδοιν [*](C) καταλιπὼν τοὺς εὔνους ἅπαντας κατὰ τὰς ἀκρολοφίας μετὰ ἀποχρώσης δυνάμεως καταστήσας τὴν καινὴν ἐκείνην στρατηγίαν ἐμηχανήσατο, ὡς μήτε τοὺς ἔνθεν πρὸς τὸν Βαϊμοῦντον ῥᾷστα προσχωρεῖν δύνασθαι μήτ’ ἐκεῖθεν πρὸς τούτους αὖθις γράμματα φοιτᾶν ἢ προσηγορίας διαπέμπεσθαι, ὑφ’ ὧν ὡς τὰ πολλὰ τὰ τῆς ἀγάπης ἑδράζεσθαι εἴωθε. σπάνις γὰρ προσηγορίας κατὰ τὸν Σταγειρίτην πολλὰς φιλίας διέλυσε. γινώσκων δὲ τὸν Βαϊμοῦντον ἄνδρα πονηρίας καὶ δραστηριότητος ἀνάπλεων ἤθελε μὲν καὶ τὴν κατὰ πρόσωπον πρὸς [*](D) αὐτὸν μάχην ἀναδέξασθαι, καθά γε καὶ εἴρηται, ἀλλὰ καὶ δι’ ἑτέρου παντὸς τρόπου καὶ μηχανῆς κατ’ αὐτοῦ μελετῶν οὐδαμῶς ἐνεδίδου. διὰ δὲ τὰς ἤδη ῥηθείσας αἰτίας, καίτοι πολλὰ σφαδάζων πρὸς τοῦτο, φιλοκίνδυνός τε καὶ πυκνοκίνδυ- νος πάλαι ὢν οὑτοσὶ ὁ αὐτοκράτωρ καὶ ἐμὸς πατήρ, ἐπεὶ τὸν λόγον εἶχεν ἐν πᾶσι κρατοῦντα, δι’ ἑτέρας μεθόδου καταγωνίσασθαι τοῦτον ἔσπευδε. δεῖ γάρ, οἶμαι, τὸν στρατηγὸν [*](Ρ.) οὐκ ἀεὶ διὰ ξιφουλκίας τὴν νίκην ἑαυτῷ σπεύδειν περιποιεῖσθαι, ἀλλὰ καὶ πρὸς πανουργίαν ἔστιν οὗ εὐτρεπίζεσθαι, ἐπὰν ὁ καιρὸς καὶ τὰ συμπίπτοντα τοῦτο διδόασι, τὴν νίκην ἑαυτῷ πάντοσε περιποιούμενον. καὶ τοῦτο γὰρ στρατηγῶν ἰδιαίτατον, ὅσαπερ ἔσμεν, μὴ μετὰ ξιφῶν καὶ μάχης μόνον, ἀλλὰ καὶ πρὸς σπονδὰς τρεπομένων· καὶ ἄλλως ἔστιν οὗ ῥαδιουργοῦντα τὸν ἐχθρὸν καταγωνίζεσθαι, ὁπηνίκα καὶ τοιούτου καιρὸς παρῇ. ὁποῖον καὶ τότε ὁ αὐτοκράτωρ φαίνεται σκευωρήσας. θέλων γὰρ διχόνοιαν ἐμβαλεῖν μεταξὺ τῶν τε κομητῶν καὶ τοῦ Βαϊμούντου καὶ κατασεῖσαι οἷον [*](Β) τὸν πρὸς ἀλλήλους συνασπισμὸν ἢ διαρρῆξαι τοιοῦτόν τι δραματουργεῖ. μεταπεμψάμενος οὖν τὸν ἐκ Νεαπόλεως Μαρῖνον τὸν σεβαστόν (τῶν Μαϊστρομιλίων οὗτος [*](9 ὡν] ὧς F ante ἀγάπης in F verba δυνάμεως καταστήσας . . . πρὸς τούτους repetita manus eadem delevit)
187
τὸ γένος· κἀν μὴ πάνυ τὸν πρὸς αὐτὸν ὅρκον ἀνόθευτον τότε ἐτήρει ἀπατηλοῖς ἐζαπατηθεὶς λόγοις καὶ ὑποσχέσεσιν, ἀλλ’ ὅσῳ γε τὰ πρὸς τὸν Βαϊμοῦντον ἀποκαλύψαι αὐτῶ τὸ [*](P. 307) ἀπόρρητον τεθάρρηκεν), ἅμα δὲ καὶ τὸν Ῥογέρην (τῶν δὲ οὗτος Φράγγων) καὶ τὸν Πέτρον Ἀλίφαν, ἄνδρα [*](C) κατὰ πόλεμον περιβόητον καὶ τὴν ὡς πρὸς τὸν αὐτοκράτορα πίστιν ἀκράδαντον δι’ ὅλου τηρήσαντα. τούτους μετακαλεσάμενος βουλὴν ἐζήτει, ὅπως τὰ κατὰ τὸν Βαϊμοῦντον εὖ διαθέμενος καταγωνιεῖται αὐτόν, ἀλλὰ καὶ περὶ τῶν εὐνουστέρων τῷ Βαϊμούντῳ καὶ ὁπόσους ἐκεῖνος ἰσοψύχους ἔχει διηρώτα. καὶ περὶ τούτων μαθὼν ἐξ αὐτῶν δεῖν ἔλεγεν ὑποποιήσασθαι τούτους διὰ παντοίας μηχανῆς · “καὶ εἰ τοῦτο γένοιτο, δι’ ἐκείνων καὶ τὸ κοινὸν τοῦ Κελτικοῦ στρατεύματος διαρραγήσεται εἰς διψυχίαν ἐμπεσόν.’’ ἀνακοινοῦται [*](D) τοῦτο τοῖς ἤδη ῥηθεῖσι. καὶ ἐξ ἑκάστου τούτων ἕνα αἰτεῖται τῶν εὐνουστέρων θεραπόντων καὶ ἐχεμυθεῖν ἐπισταμένων. οἱ δὲ ἑτοίμως τοὺς κρείττονας τῶν ὑπηκόων αὐτῷ ἔφησαν δοῦναι. καὶ ἐπειδὴ παρῆσαν οἱ ἄνθρωποι , δραματουργεῖ τι τοιοῦτον. γράμματα συνθέμενος ὥσπερ ἀμοιβαῖα πρός τινας τῶν ἀμφὶ τὸν Βαϊμοῦντον οἰκειοτάτους, ὡς δῆθεν ἐκείνων γεγραφότων πρὸς τοῦτον καὶ οἰγειότητά τινα μνηστευομένων [*](V. 388) καὶ τὰ ἀπόρρητα τῆς τοῦ τυράννου γνώμης ἐξαγορευόντων, πέμπει πρὸς αὐτοὺς ὥσπερ εὐχαριστηρίους λόγους συντάξας καὶ ἀποδεξάμενος τάχα τὴν τῶν ἀνδρῶν εὔνοιαν. ἦσαν δὲ οὗτοι ὅ τε Γίδος ὁ τοῦ Βαϊμούντου αὐτάδελφος [*](25) καί τις τῶν ἐνδοξοτάτων ἀνδρῶν Κοπρισίανος καλούμενος καὶ πρὸς τούτοις ὁ Ῥικάρδος καὶ τέταρτος ὁ Πριγκιπάτος, ἀνὴρ γενναῖος καὶ τὰ πρῶτα φέρων ἐν τῇ στρατιᾷ τοῦ Βαϊμούντου, καὶ ἕτεροι πλείους τούτων. πρὸς οὓς τὰ ἐπίπλαστα γράμματα ἐξεπέμπετο. ἐκεῖθεν μὲν γὰρ οὐδὲν [*](Β) ἐδέδεκτο τοιοῦτον ὁ βασιλεὺς οὔτε παρὰ Ῥικάρδου οὔτε παρ’ ἄλλου τινὸς τοιούτου εὔνοιαν καὶ πίστιν ὑπαγορεῦον [*](3 γραμὅσον?)
188
μάτιον· αὐτὸς δὲ ἀφ’ ἑαυτοῦ τὰ τοιαῦτα τῶν γραμμάτων ἐπλάττετο. εἶχε δὲ νοῦν τοιοῦτον τὸ δραματούργημα, ὡς εἴπερ εἰς ἀκοὰς εἰσέλθοι Βαϊμούντου ἡ τῶν ἀνδρῶν τοιούτων προδοσία καὶ ὡς ἐκεῖνοι ἐκεῖθεν ἀποκοπέντες τῇ γνώμῃ τῷ μέρει τῷ βασιλικῷ προσεχώρησαν, αὐτὸς μὲν εὐθὺς ταραχθήσεται καὶ πρὸς τὴν βαρβαρικὴν φύσιν ἐπανελεύσεται, κακώσας δὲ τοὺς ἄνδρας ἀπορραγῆναι τούτου καταναγκάσειε, καί, ὅπερ εἰς νοῦν οὐκ ἦλθεν αὐτοῖς, ἐκ τῆς κατασκευῆς Ἀλεξίου ποιήσειαν πρὸς αὐτὸν στασιάσαντες. ᾔδει γάρ, οἶμαι, ὁ [*](C) στρατηγός , ὡς τὸ ἀντίπαλον ἅπαν φῦλον ξυγκροτούμενον μὲν καἴ ἀλληλουχούμενον ἔρρωται, στασιάζον δὲ καὶ εἰς πολλὰ μεριζόμενον ἀδρανέστερον γίνεται καὶ οὕτω τοῖς πολεμοῦσιν εὐχείρωτον. ὅπερ καὶ βαθέως ἐπραγματεύετο καὶ τὸν δόλον ὑποβρύχιον εἶχε τὰ γράμματα. μεταχειρίζεται δὲ τὸ πρᾶγμα οὑτωσί πως ὁ Ἀλέξιος. πέμπει μὲν γὰρ τὰ πεπλασμένα γράμματα πρὸς ἐκείνους παραγγείλας ἐπιδοῦναι ἑκάστῳ ἕκαστον. εἶχε δὲ τὰ πεμπόμενα βιβλία ἐκεῖνα οὐ μόνον εὐχαριστίαν, ἀλλὰ καὶ δόσεις κατεπηγγέλλετο καὶ βασιλικὰς δωρεὰς [*](D) καὶ ὑποσχέσεις ὑπερφυεῖς· ἐφεῖλκε δὲ τούτους καὶ εἰς τὸ [*](V.) μετέπειτα εἶναί τε εὔνους καὶ φαίνεσθαι καὶ μηδὲν ἀποκρύπτειν τῶν ἀπορρήτων. κατόπιν δὲ τῶν πιστοτάτων αὐτῷ ἄνθρωπον ἀποστέλλει ἀνεπιφωράτως τούτοις παρέπεσθαι, καὶ ἐπειδὰν πλησιάσαντας ἴδοι, παρελάσαντα προφθῆναι τούτων τὴν ἔφοδον καὶ καταλαβόντα τὸν Βαϊμοῦντον τόν τε αὐτόμολον [*](P.) ὑποκριθῆναι καὶ εἰπεῖν, ὡς αὐτῷ προσχωρήσειε μισήσας τὴν μετὰ τοῦ βασιλέως διατριβήν, φιλίαν δὲ πρὸς τὸν τύραννον προσποιούμενον καὶ ὡς δή τινα εὔνοιαν κατειπεῖν ἀριδήλως τῶν ἀνδρῶν ἐκείνων, ἐφ’ οὓς τὰ γράμματα, ὡς ἄρα ὀ δεῖνα καὶ ὁ δεῖνα, ὀνομαστὶ τούτους καταριθμήσας, ἐξομοσάμενοι τὴν πρὸς ἐκεῖνον πίστιν βασιλεῖ φίλοι καὶ εὖνοι γεγόνασι καὶ τὰ ἐκείνου φρονοῦσι, καὶ ὁρᾶν δεῖ, μή τι κατ’ αὐτοῦ δεινὸν μελετήσειαν ἐξ ὑπογύου καὶ πάλαι προεσκεμτοιούτων [*](3 C om F)
189
μένον · ἀλλὰ δὴ καὶ τοῦτο πεπραγματεῦσθαι, ἕνα μή τι δεινὸν [*](Β) τοῖς γραμματοκομισταῖς τούτοις ὁ Βαϊμοῦντος ἐργάσηται. ἐμέλησε γὰρ καὶ τοῦτο τῷ βασιλεῖ, ὅπως τοὺς μὲν καθέτους τούτους ἄνδρας ἀβλαβεῖς διατηρήσειε, τὰ δὲ κατὰ τὸν Βαϊμοῦντον πράγματα συνταράξειε. καὶ οὐκ εἶπε μὲν ταῦτα καὶ συμβεβούλευκεν, οὐ γέγονε δέ , ἀλλὰ προσελθὼν καὶ δι’ ὅρκου λαβὼν τὸ ἀφρόντιστον τῶν γραμματοκομιστῶν ὁ εἰρημένος ἀνὴρ ἀπαγγέλλει πάντα κατὰ τὰς ὑποθημοσύνας τοῦ αὐτοκράτορος. ἐρωτηθεὶς δὲ ὅπη τούτους στοχάζεται ἐφθακέναι, τὴν Πέτρουλαν αὐτοὺς ἔλεγε διελθεῖν. καὶ ἀποστείλας κατέσχε τοὺς γραμματοκομιστὰς καὶ τὰ γράμματα ἀναπτύξας ἰλίγγου τε πλήρης γεγονὼς μικροῦ κατέπιπτε πιστὰ λογισάμενος [*](C) εἶναι. ἐκείνους μὲν οὖν παραφυλάττεσθαι ᾠκονόμησεν, αὐτὸς δὲ ἀπρόιτος ταῖς σκηναῖς ἐν ἡμέραις ἦν γνωσιμαχῶν τὸ τί ἂν χρὴ ποιῆσαι, πολλοὺς παρ’ ἑαυτῷ ἀνελίττων λογισμούς, εἰ χρὴ παραστῆναι τοὺς κονοσταύλους καὶ πρὸς τὸν ἀδελφὸν αὐτοῦ Γίδον ἐξειπεῖν τὴν κατ’ αὐτοῦ δοθεῖσαν πρόληψιν καὶ εἰ μετὰ τὸν ἔλεγχον παραστῆναι χρὴ ἢ ἄτερ ἐλέγχου, πρὸς τούτοις δὲ καὶ τὸ τίνας ἀντ’ αὐτῶν κονοσταύλους ποιήσειε. γενναίους δὲ ὄντας τοὺς τοιούτους κἀντεῦθεν πολλὴν τὴν βλάβην ἐσομένην παρασταλέντων ὑπονοῶν, κατὰ τὸ ἐγχωροῦν τὰ κατ’ αὐτοὺς οἰκονομήσας, οἶμαι δὲ καὶ τὸν κρυπτόμενον νοῦν τῶν γραμμάτων ὑποτοπάσας, μετεληλυθὼς [*](D) εὐφυῶς τούτους καὶ θαρσήσας ἐπὶ ταὐτοῦ μεμενηκέναι τούτους ξυνεχώρησεν.

Ὁ δὲ αὐτοκράτωρ, ἐπεὶ προφθάσας ἀξιόμαχον δύναμιν ἐν πάσαις ταῖς κλεισούραις κατέθετο μετ’ ἐκκρίτων ἡγεμόνων, πᾶσάν γε ἀτραπὸν διὰ τῶν καλουμένων ξυλοκαλσιῶν αὖθις τοῖς Κελτοῖς ἀπετάφρευσεν. εἶχε μὲν γὰρ εὐθὺς Ἁυλων, ἡ Ἱεριχὼ καὶ τὰ Κάνινα ἀνύστακτον φύλακα Μιχαὴλ τὸν κεκαυμένον, ἡ δὲ Πέτρουλα Ἀλέξανδρον τὸν [*](390) Καβάσιλαν μετὰ συμμίκτων πεζῶν στρατιωτῶν, ἄνδρα ἐκγε [*](28 r: τε F)

190
θυμότατον καὶ πολλοὺς τῶν κατὰ τὴν Ἀσίαν Τούρκων κατατροπωσάμενον· τὴν Δεύρην δὲ Λέων ὁ Νικερίτης μετὰ ἀποχρώσης [*](V. 5) ἐφρούρει δυνάμεως · τῷ δέ γε Εὐσταθίῳ τῷ Καμύτζῃ τὰς περὶ τὸ Ἄρβανον ἀνατεθείκει κλεισούρας. ὁ δέ γε Βαϊμοῦντος ἐκ πρώτης, ὅ φασιν, ἀφετηρίας κατὰ τοῦ Καβασίλα τὸν ἀδελφὸν αὐτοῦ Γίδον καὶ κόμητά τινα Σαρακηνὸν καλούμενον καὶ τὸν Κοντοπαγάνον ἐξέπεμψεν. ἐπεὶ δέ τινα τῶν ὁμορούντων τῷ Ἀρβάνῳ πολίχνια προέφθασαν τῷ Βαϊμούντῳ προσχωρῆσαι, οἱ τούτων ἔποικοι τὰς τοῦ Ἀρβάνου ἀτραποὺς ἀκριβῶς ἐπιστάμενοι προσελθόντες πᾶσαν, ὡς εἶχε, τῆς Δεύρης [*](Β) τὴν θέσιν ἐξηγήσαντο καὶ τὰς λανθανούσας ἀτραποὺς ὑπέδειξαν. τηνικαῦτα ὁ Γίδος διχῆ διελὼν τὸ στράτευμα αὐτὸς μὲν τὴν κατὰ πρόσωπον μετὰ τοῦ Καμύτζη μάχην ἀνεδέξατο, τὸν δέ γε Κοντοπαγάνον καὶ τὸν Σαρακηνὸν καλούμενον κόμητα παρὰ τῶν Δευριωτῶν ὁδηγουμένους ἐξ ὀπισθίων τῷ Καμύτζῃ ἐπεισπεσεῖν ἐπέταξε. τούτου γοῦν συνδόξαντος ἀμφοῖν , ἐπεὶ ὁ μὲν Γίδος κατὰ πρόσωπον ἐμάχετο, οἱ δέ γε λοιποὶ κόμητες τῇ παρεμβολῇ τοῦ Καμύτζη ἐπεισπεσόντες ἀπὸ τῶν μεταφρένων δεινὸν τὸν φόνον κατ’ αὐτοῦ ἀπειργάσαντο , ὡς οὐκ ἐνῆν αὐτῷ πρὸς πάντας μάχεσθαι, τραπέντας τοὺς ὑφ’ ἑαυτὸν θεασάμενος συνείπετο τούτοις [*](C) καὶ αὐτός. καὶ πίπτουσι μὲν τηνικαῦτα τῶν Ῥωμαίων πολλοὶ καὶ αὐτὸς ὁ Κᾶράς νηπιόθεν τοῖς γνησίοις παρὰ τοῦ αὐτοκράτορος προσληφθεὶς καἰ καταλεγεὶς καὶ ὁ Σκαλιάριος Τοῦρκος τῶν ὀνομαστῶν πάλαι κατὰ τὴν ἔω ἡγεμόνων γεγονώς, αὐτομολήσας τῷ βασιλεῖ καὶ τοῦ ἁγίου βαπτίσματος τετυχηκώς. ἀλλὰ ταῦτα μὲν τὰ κατὰ τὸν Καμύτζην· ὁ δέ γε Ἀλυάτης μετὰ καὶ ἑτέρων λογάδων τὴν Γλαβινίτζαν φυλάττων πρὸς τὴν πεδιάδα κατῆλθεν· εἴτε πρὸς πόλεμον εἴτε καὶ κατασκοπήσων τινὰ τόπου θέσιν, Θεὸς ἂν εἰδείη. τυχαίως δ’ οὖν συναντῶσι τούτῳ παραχρῆμα κατάφρακτοι [*](D) Κελτοὶ ἄνδρες γενναῖοι καὶ τηνικαῦτα διχῆ διαιρεθέντες οἱ [*](19 αὐτοῦ C αὐτῶν F)
191
μέν (πεντήκοντα δὲ τὸν ἀριθμὸν ἦσαν) κατὰ πρόσωπον αὐτοῦ σφοδρᾷ τῇ ῥύμῃ ἵενται ὅλους χαλάσαντες χαλινούς, οἱ δέ γε λοιποὶ ἐξ ὀπισθίων ἀψοφητὶ τούτῳ παρείποντο. ἦν γὰρ ἑλώδης ὁ τόπος. ὁ δὲ Ἀλυάτης τῆς τῶν ὄπισθεν μὴ αἰσθόμενος ἐλεύσεως, ἀλλὰ κατὰ τῶν ἔμπροσθεν ὅλῃ γνώμῃ ἀγωνιζόμενος καὶ χειρὶ λέληθεν ἑαυτὸν εἰς κίνδυνον συνελάσας. ἐπεισπεσόντες γὰρ τούτῳ οἱ ἐξ ὀπισθίων ἐρχόμενοι καρτερῶς κατ’ αὐτοῦ ἐμάχοντο. συναντήσας δὲ τούτῳ κόμης τις Κοντοπαγάνος [*](P. 391) καλούμενος βάλλει τοῦτον διὰ τοῦ δόρατος · καὶ παραχρῆμα ἄπνους κατὰ γῆς ἔκειτο. πίπτουσι δὲ καὶ τῶν σὺν αὐτῷ οὐκ ὀλίγοι. ταῦτα μεμαθηκὼς ὁ αὐτοκράτωρ τὸν Καντακουζηνὸν μετεπέμψατο , ἄνδρα τοῦτον γινώσκων περὶ τὰς στρατιωτικὰς ἐγχειρήσεις ἱκανώτατον. ἔφθασε γάρ, ὡς ἔφην, καταλαβεῖν τὸν αὐτοκράτορα εἰς τόπον μετακληθεὶς ἀπὸ Λαοδικείας. ἐπεὶ δ’ ἀναβολὴν τὰ κατὰ τὸν Βαϊμοῦντον οὐκ εἶχεν, ἀξιόμαχον στρατὸν μετ’ αὐτοῦ συνεκπέμπει καὶ τῆς παρεμβολῆς ἔξεισι προεκπέμπων οἷον καὶ πρὸς μάχας ὀτρύνων αὐτόν. ἐφθακὼς δὲ τὴν κλεισούραν τὴν ἐγχωρίως [*](Β) οὕτω καλουμένην Πέτραν καὶ αὐτοῦ που ἐγκαρτερήσας πολλοῖς τε λογισμοῖς καὶ στρατηγικοῖς ἐπιχειρήμασιν ἐφοδιάσας αὐτὸν καὶ τὰ λῴονα ὑποθέμενος πρὸς Γλαβινίτζαν χρησταῖς ἐλπίσι θάρσυνάς ἐκπέμπει, ἐκεῖνος δὲ πρὸς Διάβολιν ἐπανέστρεψεν. ὁ δὲ Καντακουζηνὸς προσπελάσας ἐν τῷ ἀπέρχεσθαι [*](V. 810) πολιχνίῳ τινί, τῷ τοῦ Μύλου καλουμένῳ, παραχρῆμα παντοίας κατασκευάσας ἑλεπόλεις ἐπολιόρκει τὸ πολίχνιον. καὶ οἱ Ῥωμαῖοι ἀναισχύντως τοῖς τείχεσι προσεπέλαζον καὶ οἱ μὲν πῦρ ἐνιέντες τὰς πύλας ἐνεπίπρων, οἱ δὲ καὶ διὰ τοῦ τείχους εἰς τὰς ἐπάλξεις θᾶττον ἀνῄεσαν. αἰσθόμενοι δ’ οἱ πέραθεν τοῦ ποταμοῦ, τοῦ οὑτωσὶ καλουμένου Βούση, [*](C) αὐλιζόμενοι Κελτοὶ ὡς πρὸς τὸ τοῦ Μύλου καστέλλιον ἔθεον. οὓς θεασάμενοι οἱ τοῦ Καντακουζηνοῦ σκοποί (βάρβαροι δὲ ἦσαν, ὡς ὁ λόγος φθάσας ἐδήλωσεν) ἐπανατρέχουσιν ἀσυντάκτως πρὸς αὐτὸν καὶ οὐ μυστηριωδῶς περὶ τῶν [*](13 ἐγχειρίσεις F)
192
φανέντων κατήγγελλον, ἀλλὰ πόρρω που φωνοῦντες τὴν τούτων ἔφοδον ἔλεγον. ἀκούσαντες δὲ οἱ στρατιῶται τὴν τῶν Κελτῶν ἔφοδον, κἂν τῶν τειχῶν ὑπερέβησαν, κἀν τὰς πύλας ἐνέπρησαν, κἀν ἐν χερσὶ τοῦτο κατέχοντες ἦσαν ἤδη , ἀλλ’ ἐκδειματωθέντες ἕκαστος πρὸς τὸν ἴδιον ἀπέτρεχεν ἵππον᾿ ἔμφοβοι δὲ ὄντες καὶ συγχυθέντες τὸν νοῦν θάτερος θατέρου ἵππου ἐπέβαινε. πολλὰ γοῦν ὁ Καντακουζηνὸς ἀγωνισάμενος καὶ πολλὰς ἱππασίας κατὰ τῶν ἐκδειματωθέντων ποιήσας “ἀνέρες ἔστε’’, φωνῶν κατὰ τὸν ποιητήν “μνήσθητε [*](D) θούριδος ἀλκῆς’’, ὡς οὐκ ἔπειθεν, εὐφυῶς τούτους τῆς πτοίας ἀνήνεγκε φάμενος ὡς “οὐ χρὴ τὰς ἑλεπόλεις καταλιπεῖν τοῖς ἐχθροῖς καθ’ ἡμῶν ὄργανα, ἀλλὰ πῦρ εἰς αὐτὰς ἐμβαλεῖν κᾆθ’ οὕτως εὐσυντάκτως ὑποχωρεῖν”. παραχρῆμα γοῦν μάλα προθύμως ἐπλήρουν οἱ στρατιῶται τὸ προσταττόμενον καὶ οὐ τὰς ἑλεπόλεις μόνον, ἀλλὰ καὶ τὰ [*](Ρ.) κατὰ τὸν ποταμὸν Βούσην ἱστάμενα πλοῖα ἐνέπρησαν, ὡς μὴ ῥᾳδίως οἱ Κελτοὶ διαπερᾶν ἔνθεν ἔχοιεν. αὐτὸς δὲ ἀναποδίσας μικρὸν καὶ πεδιάδι τινὶ ἐντυχὼν δεξιόθεν μὲν τὸν καλούμενον Χαρζάνην ποταμὸν ἐχούσῃ, ἐξ εὐωνύμου δὲ ἑλώδη τινὰ τόπον καὶ βαλτώδη καὶ συγχρησάμενος τούτοις ὡς ὀχυρώμασιν αὐτοῦ που τὸν χάρακα ἐπήξατο. οἱ δὲ ῥηθέντες Κελτοὶ παρὰ τῷ χείλει τοῦ ποταμοῦ γενόμενοι τῶν πλοίων ἤδη προεμπρησθέντων ἀστοχήσαντες τῶν ἐλπίδων κεχηνότες ὑπέστρεφον. ὁ δὲ τοῦ Βαϊμούντου ἀδελφὸς Γίδος τὰ ξυμβάντα πυθόμενος παρ’ αὐτῶν ἄλλην ἐτράπετο καὶ στρατιώτας γενναίους τῶν ὑπ’ αὐτὸν διελόμενος πρὸς Ἱεριχὼ καὶ τὰ Κάνινα ἐξέπεμψε. καταλαβόντες οὖν τὰ ὑπὸ τοῦ [*](Β) κεκαυμένου Μιχαὴλ τηρούμενα τέμπη ἐκεῖνον γὰρ φύλακα τούτων ἐπέστησεν ὁ αὐτοκράτωρ) καὶ συμμάχῳ τῷ τόπῳ χρησάμενοι καἰ θαρρήσαντες τρέπουσι ξυμβαλόντες κατὰ κράτος. ἀνὴρ γὰρ Κελτός , ἐπὰν ἐν στενωπῷ τοῖς ἐχθροῖς ἐντύχοι, ἀκάθεκτος γίνεται, ὥσπερ ἐν πεδιάσι λίαν εὐάλωτος.

[*](9 ll. 6, 112 et alibi 31 ἐν addidi)
193

Θαρσήσαντες οὖν ὡς πρὸς τὸν Καντακουζηνὸν αὖθις θις ἐπανατρέχουσιν. ἐπεὶ δὲ τὸν τόπον, οὗπερ ἔφθασεν ὁ Καντακουζηνός, ὡς εἴπομεν, τὸν χάρακα πήξασθαι, μὴ προσβοηθοῦντα τούτοις ἐγνώκεσαν, δειλιάσαντες ἀνεβάλοντο τὴν μάχην. ὁ δὲ αὐτῶν αἰσθόμενος τῆς ἐφόδου δι᾿ ὅλης νυκτὸς [*](C) ξυμπάσῃ στρατιᾷ τὴν τοῦ ποταμοῦ περαίαν κατέλαβεν. ἡλίου δὲ τοῦ ὁρίζοντος μήπω ὑπερκύψαντος αὐτός τε θωρακισάμενος καὶ ἅπαν ὁπλίσας τὸ στράτευμα τὴν μέσην τῆς παρατάξεως εἶχε χώραν προμετώπιος, οἱ δὲ Τοῦρκοι ἐξ εὐωνύμου · ὁ δέ γε Ἀλανὸς Ῥωσμίκης τὸ δεξιὸν διεῖπε κέρας μετὰ τῶν [*](P. 311) ὑπ’ αὐτὸν ὁμοχθόνων. τοὺς δὲ Σκύθας προεξέπεμψε κατὰ ·τῶν Κελτῶν ἐντειλάμενος δι’ ἀκροβολισμοῦ ἐπισπᾶσθαι τούτους καὶ βάλλειν μὲν συχνῶς, ὑπεκφεύγειν δὲ αὖθις καὶ παλιμπορεύτους γίνεσθαι. καὶ οἱ μὲν προθύμως ἀπῄεσαν, ἤνυσαν δὲ οὐδαμῶς, ἐπείπερ οἱ Κελτοὶ συνησπικότες οὐδ’ [*](D) ὅλως τὴν παράταξιν ἔλυον, ἀλλὰ βραδεῖ ποδὶ συντεταγμένως λίαν ᾔεσαν. ὡς δὲ κατὰ τὰ προσήκοντα μέτρα τῆς μάχης ἄμφω τὰ στρατεύματα ἐληλύθεσαν, οἱ μὲν Σκύθαι οὐκέτι βάλλειν ὀϊστοὺς ἠδύναντο σφοδρᾷ τῇ ῥύμῃ τῶν Κελτῶν κατ αὐτῶν ἐξιππασαμένων, ἀλλ’ ἐδίδουν εὐθὺς τοῖς Κελτοῖς τὰ μετάφρενα. τούτοις ἐπαμύνειν οἱ Τοῦρκοι προθυμηθέντες [*](V. 393) προσέβαλον · καὶ οὐδὲ τούτων λόγον ὅλως ποιησάμενοι οἱ Κελτοὶ ἐκθυμότερον ἐμάχοντο. ὁ δὲ Καντακουζηνὸς ἡττω- μένους ἀπαρτὶ τούτους ὁρῶν τὸν ἐξουσιοκράτορα Ῥωσμίκην τὸ δεξιὸν ἐπέχοντα κέρας μετὰ τῶν ὑπ’ αὐτόν (Ἀλανοὶ δὲ ἦσαν ἄνδρες μαχιμώτατοι) τὴν μετὰ τῶν Κελτῶν μάχην ἐπέτρεψεν. ἀλλὰ καὶ οὗτος προσβαλὼν ὀπισθόπους ἐφαίνετο καίπερ ὡς λέων δεινῶς κατ’ αὐτῶν βρυχώμενος. ὡς δὲ καὶ τοῦτον ἡττώμενον ὁ Καντακουζηνὸς ἐθεάσατο, ἐπιρρώσας ἑαυτὸν ὥσπερ ἐξ ὁρμητηρίου τινὸς κατὰ μέτωπον τῆς τῶν Κελτῶν παρατάξεως ἴεται καὶ εἰς μέρη πολλὰ διαλύσας τὸ [*](Β) στράτευμα τρέπει τοὺς Κελτοὺς κατὰ κράτος διώξας ἄχρι πολιχνίου τοῦ καλουμένου Μύλου πολλοὺς μὲν τῆς δευτέρας τύχης καὶ τῶν μειζόνων ἀνελών, τινὰς δὲ καὶ τῶν ἐπιφανῶν

194
κομητῶν ζωγρήσας, τόν τε Οὖβον * ἀδελφὸν Ῥιτζάρδον καλούμενον καὶ τὸν Κοντοπαγάνον, νικητὴς ὑπέστρεψεν. ἀκριβεστέραν τοίνυν τὴν νίκην τῷ βασιλεῖ παραστῆσαι βουλόμενος πολλῶν Κελτῶν κεφαλὰς τοῖς δόρασι περιπείρας καὶ τοὺς μείζονας τῶν κατασχεθέντων, Οὖβον καὶ τὸν Κοντοπαγάνον καλούμενον, παραχρῆμα ἐξέπεμψεν. ἐνταῦθα δὲ γενομένη καὶ περὶ λύχνων ἁφὰς τὸν κάλαμον ἐπισύρουσα μικρὸν πρὸς τὴν γραφὴν ἐπινυστάζουσα ἐπαισθάνομαι τοῦ λόγου ἀπορρέοντος. [*](C) ὅπου γὰρ βαρβαρικῶν ὀνομάτων ἐξ ἀνάγκης ἀπαιτεῖται χρῆσις καὶ ἀλλεπαλλήλων ὑποθέσεων διήγησις, τὸ σῶμα ἵης ἱστορίας καὶ τὸ συνεχὲς τῆς γραφῆς κατ’ ἄρθρα ἔοικε διακόπτεσθαι · καὶ οὐ νέμεσις τοῖς γε εὔνως ἐντυγχάνουσι τῇ γραφῇ. ὡς δὲ ὁ μαχιμώτατος Βαϊμοῦντος ἐν στενῷ κομιδῆ τὰ κατ’ αὐτὸν ἑώρα ἐκ τε θαλάσσης ἔκ τ’ ἠπείρου βαλλόμενος, ὡς καὶ τῶν χρειωδῶν αὐτῷ ἐπιλειπόντων ἤδη πάντοθεν ἐξαπορούμενος, ἱκανὸν ἀποδιελὼν στράπευμα πρὸς τὰς κατὰ τὸν Αὐλῶνα καὶ τὴν Ἱεριχὼ καὶ τὰ [*](D) Κάνινα διακειμένας πόλεις πέπομφεν ἁπάσας λῄσασθαι. ἀλλ’ οὐδ’ ὁ Καντακουζηνὸς ἠμέλει οὔτε νήδυμος ὕπνος ἴσχε τὸν ἄνδρα κατὰ τὸν ποιητήν , ἀλλὰ γοργῶς τὸν Βεροΐτην μετὰ ἀξιομάχου στρατιᾶς ἀντίπαλον τοῖς Κελτοῖς ἐξέπεμψεν. ἧτται μὲν οὖν αὐτοὺς καταλαβὼν παραυτίκα καὶ οἷόν τι πόρισμα [*](Ρ. V.) τὰς τοῦ Βαϊμούντου ναῦς ἐν τῷ ἐπανέρχεσθαι πυρ- πολήσας διεληλύθει. ὡς ᾔσθητο δὲ ὁ τυραννικώτατος Βαϊμοῦντος τῆς τῶν πεμφθέντων ἥττης , ὥσπερ μηδένα τοῦ στρατεύματος ἀπολωλεκὼς κατέπιπτεν οὐδαμῶς· μᾶλλον μὲν οὖν καὶ θαρραλεώτερος ἐφαίνετο καὶ ἀποδιελόμενος αὖθις πεζοὺς καὶ ἱππεῖς πρὸς μάχας ἐκθυμοτάτους εἰς χιλιάδας ἓξ ποσουμένους κατὰ τοῦ Καντακουζηνοῦ ἐξαπέστειλεν οἰόμενος αὐτοβοεὶ αἱρήσειν σὺν τῷ Ῥωμαϊκῷ στρατεύματι καὶ αὐτὸν τὸν Καντακουζηνόν. ἀλλ’ ἐκεῖνος σκοποὺς ἀεὶ τοὺς ἐφεδρεύοντας τὰ Κελτικὰ πλήθη ἔχων μεμαθηκὼς τὴν αὐτῶν [*](1 lacunam signavi: fortasse verba καὶ τὸν αὐτοῦ vel similia interciderunt 7 περὶ r: πρὸς F 20 II. 2, 2 et alibi)
195
[*](Β) ἐπέλευσιν νυκτὸς τὴν στρατιωτικὴν ὡπλίζετο πανοπλίαν καὶ ὥπλιζε τοὺς στρατιώτας σφαδάζων ἐπεισπεσεῖν αὐτοὺς κατὰ τὸ περίορθρον. ὡς δ’ οἱ Κελτοὶ κεκοπιακότες παρὰ τῷ χείλει Βούση τοῦ ποταμοῦ ῥᾳστώνης μικρᾶς ἕνεκα κατεκλίθησαν, αὐτοῦ που καταλαμβάνει τούτους μειδιώσης ἀπαρτὶ τῆς ἡμέρας καὶ παραχρῆμα ἐπιθέμενος πολλοὺς μὲν ζωγρίαν ἄγει, πλείονας δὲ κτείνει · οἱ δέ γε λοιποὶ ταῖς δίναις τοῦ ποταμοῦ παρασυρέντες ἀπεπνίγησαν καὶ φεύγοντες λύκον περιέτυχον λέοντι. τοὺς μὲν οὖν κομήτας ἅπαντας πρὸς τὸν αὐτοκράτορα ἐξέπεμψε κᾆθ’ οὕτως ἀνέρχεται πρὸς τὸν Τίμορον. τόπος δὲ οὗτος ἑλώδης καὶ δύσβατος. κεῖθι γοῦν [*](C) ἑβδόμην ἡμέραν ἐγκαρτερήσας μετρητοὺς σκοποὺς ἐν διαφόροις ἐξέπεμπε τόποις περιαθρεῖν τὰ περὶ τὸν Βαϊμοῦντον καὶ γλῶτταν αὐτῷ ἐκεῖθεν κομίσαι, ὡς τὰ κατὰ τὸν Βαϊμοῦντον πυθόμενον ἀκριβέστερον ἐγνωκέναι. ἐντυγχάνουσι δὲ τυχαίως οἱ πεμφθέντες Κελτοῖς ἑκατὸν σχεδίας εὐτρεπίζουσι, δι’ ὧν τὸν ποταμὸν διανηξάμενοι τὸ πρὸς τὴν περαίαν δια- κείμενον πολίχνιον αἱρήσειν ἠβούλοντο. τούτοις ἀθρόον ἐπεισπεσόντες ζωγροῦσι μικροῦ ἅπαντας καὶ αὐτὸν τὸν τοῦ Βαϊμούντου ἐξάδελφον εἰς δέκατον πόδα ἀνέλκοντα τὸ μέγεθος, εὐρὺν δὲ καθάπερ τινὰ ἄλλον Ἡρακλῆν. καὶ ἦν ἰδεῖν καινόν τι, τὸν μέγαν ἐκεῖνον γίγαντα καὶ τῷ ὄντι πελώριον ὑπὸ πυγμαίου κατασχεθέντα Σκυθιδίου. παρεκελεύσατο δὲ [*](D) ὁ Καντακουζηνὸς τοὺς κατασχεθέντας ἀποστέλλων τὸν πυγμαῖον Σκύθην δέσμιον τὸν πελώριον ἐκεῖνον εἰσάξαι τῷ αὐτοκράτορι ἀστειζόμενος τάχα πρὸς τὸν αὐτοκράτορα. ὡς [*](95) δὲ φθάσαντας τούτους ὁ βασιλεὺς μεμαθήκει, ἐπὶ τοῦ βασιλικοῦ προκαθίσας θρόνου ἐκέλευσεν εἰσάγεσθαι τοὺς δεσμώτας· εἴσεισι δὲ καὶ ὁ Σκύθης μηδ’ ἄχρι γλουτοῦ φθάνων τοῦ γιγαντιαίου ἐκείνου Κελτοῦ δέσμιον τοῦτον ἐπαγόμενος. εὐθὺς οὖν γέλως πάντων ὦρτο πολύς. καὶ τοὺς μὲν λοιποὺς κόμητας φρουρὰ διεδέξατο · * *.

[*](31 λοιποὺς] τοιούτους Α 32 lacunam signavi)
196

Οὔπω μικρὸν ἐπιμειδιάσαντος τοῦ αὐτοκράτορος ἐπὶ τῷ τοῦ Καντακουζηνοῦ κατορθώματι ἑτέρα τις ἀπόφημο κατέλαβεν ἀγγελία φόνον ἀμύθητον τῶν μετὰ τοῦ Καμύτζη καὶ τοῦ Καβασίλα Ῥωμαϊκῶν ταγμάτων μηνύουσα. κατέπιπτε μὲν οὖν οὐδαμῶς ὁ αὐτοκράτωρ, καίτοι σφόδρα δηχθεὶς τὴν καρδίαν καὶ ἀνιώμενος ἐπιστενάζων τε τοῖς πεσοῦσιν, ἔστιν [*](Β) οὗ καὶ δακρύων τὰ καθ’ ἕκαστον, ἀλλὰ Κωνσταντῖνον τὸν Γαβρᾶν, ἄνδρα ἀρηΐφιλον καὶ πῦρ κατὰ τῶν ἐναντίων πνέοντα, μεταπεμψάμενος εἰς τὴν οὕτω καλουμένην Πέτρουλαν [*](V. (??)) ἀπέστειλε κατασκεψόμενον, ὅθεν οἱ Κελτοὶ εἰς τὰ τέμπη ἐμπεσόντες τὸν τοσοῦτον φόνον εἰργάσαντο, καὶ ἀποταφρεῦσαι τοῦ λοιποῦ τούτοις την δίοδον. δυσχεραίνοντος δὲ τοῦ Γαβρς καὶ πρὸς τὴν ἐπιχείρησιν οἷον ἀποκναίοντος (oἰηματίας γὰρ ὁ ἀνὴρ καὶ μεγάλοις ἐγχειρεῖν ἐφιέμενος πράγμασι) Μαριανὸν τὸν Μαυροκατακαλὼν παραχρῆμα, τὸν ἐπ’ ἀδελφῇ γαμβρὸν τοὐμοῦ Καίσαρος , ἄνδρα ἀρειμάνιον καὶ διὰ πολλῶν ἀνδραγαθημάτων τοῦτο παραστησάμενον φιλούμενόν τε λίαν [*](C) παρὰ τοῦ αὐτοκράτορος μετὰ χιλίων γενναιοτάτων ἀνδρῶν ἐκπέμπει. οἷς καὶ πολλοὺς τῶν τοῖς πορφυρογεννήτοις καὶ τᾠμῷ καίσαρι ἐξυπηρετουμένων σφαδάζοντας πρὸς μάχην συγκαταλέξας ἐξέπεμψεν. ἐδεδίει μέντοι πρὸς τοῦτο καὶ οὗτος , ἀλλ’ ὅμως σκοπήσων εἰς τὴν ἰδίαν ἀπῄει σκηνήν. περὶ μέσας δὲ φυλακὰς τῆς νυκτὸς γράμματα τοῦ Λαντούλφου κατέλαβε ξυνόντος τῷ τότε μετὰ Ἰσαακίου τοῦ Κοντοστεφάνου στεφάνου θαλασσοκράτορος τυγχάνοντος κατατρέχοντα αὐτῶν τε τῶν Κοντοστεφάνων τοῦ τε Ἰσαακίου καὶ τοῦ αὐταδέλφου αὐτοῦ Στεφάνου καὶ τοῦ Εὐφορβηνοῦ ὡς καταρρᾳθυμούντων τοῦ πορθμοῦ Λογγιβαρδίας καὶ ἐξερχομένων ἐνίοτε πρὸς [*](D) τὴν ἤπειρον χάριν ῥᾳστώνης, προσκειμένου τοῖς γράμμασιν ὅτι “κἂν σύ , βασιλεῦ , τὰς προνομὰς καὶ ἐκδρομὰς τῶν Κελτῶν ὅλῃ χειρὶ καὶ γνώμῃ κωλύων ἦσθα, ἀλλὰ τούτων ἀναπεπτωκότων καὶ ἐπινυσταζόντων ἔτι περὶ τὴν φυλακὴν [*](1 οὔπω δὲ Α 7 τὰ r: τὸν F περὶ F)

197
τοῦ πορθμοῦ Λογγιβαρδίας σχολὴν ἐξ ἀνάγκης οἱ πρὸς τὸν Βαϊμοῦντον διαπλῳζόμενοι καὶ τὰ πρὸς χρείαν κομίζοντες ἔχουσιν. οἱ γὰρ ἀπὸ Λογγιβαρδίας πρὸ μικροῦ πρὸς τὸν Βαϊμοῦντον τὸν ἀπόπλουν ποιησάμενοι τὸν ἐπιπνέοντα τούτοις [*](P. 396) εὔθετον ἐπιτηρήσαντες ἄνεμον (καὶ γὰρ νότοι μὲν εὐρεῖς εὔθετοι τοῖς ἀπὸ Λογγιβαρδίας πρὸς τὸ Ἰλλυρικὸν διαπλέουσιν εἰσιν, οἱ δέ γε βορεῖς ἀνάπαλιν), πτερώσαντες τὰς ναῦς τοῖς λαίφεσι τὸν πρὸς τὸ Ἰλλυρικὸν ἀπόπλουν τότε ἐθάρρησαν. σφοδρῶς δὲ ὁ νότος ἐπιπνέων προσορμίσαι μὲν εἰς τὸ Δυρράχιον οὐδαμῶς παρεχώρει, παραπλεῦσαι δὲ τὴν ᾐόνα Δυρραχίου καὶ τὸν Αὐλῶνα καταλαβεῖν ἠνάγκασε. κεῖθι δὲ τὰς μυριοφόρους ὁλκάδας προσορμίσαντες δυνάμεις τε πολλὰς ἐξ ἱππέων καὶ πεζῶν συνεπαγόμενοι καὶ τὰ ζωαρκῆ ἅπαντα τῷ Βαϊμούντῳ προσαγηόχασι. κἀντεῦθεν πανηγύρεις πολλὰς [*](Β) συνεστήσαντο, ὡς ἀφθονώτερον ἐκεῖθεν οἱ Κελτοὶ τὰ πρὸς διοίκησιν ἐμπορεύωνται”. ὁ δὲ βασιλεὺς θυμοῦ πλησθεὶς τὸν Ἰσαάκιον πολλὰ κατεμέμψατο καὶ ἀπειλησάμενος , εἰ μὴ διορθώσοιτο, ἀνυστάκτως ἐγρηγορέναι ἀνέπεισεν. ἐπεὶ δὲ μὴ τὰ κατὰ γνώμην τῷ Κοντ5οστεράνῳ ἐπεραίνετο (καὶ ἅπαξ καὶ δὶς ἐπιχειρήσας τοὺς ἐκεῖθεν πρὸς τὸ Ἰλλυρικὸν διαπερῶντας ἀπεῖρξαι ἡμάρτανε τοῦ σκοποῦ · μέσον γὰρ τοῦ πορθμοῦ καταλαμβάνων, ἐπεὶ τοὺς Κελτοὺς ἐξ οὐρίας πλέοντας ἑώρα τά θ’ ἱστία ἀναπετάσαντας καὶ σφοδρὸν τὸν ἀπόπλουν ποιουμένους, οὐχ οἷός τε ἦν πρὸς τοὺς Κελτοὺς ἅμα καὶ τοὺς ἀνέμους ἀπομάχεσθαι κατὰ πρώραν τοῦ πνεύματος [*](c) ἱσταμένου · οὐδὲ γὰρ τὸν Ἡρακλέα πρὸς δύο φασί · τῇ βίᾳ τοίνυν τοῦ πνεύματος παλίνορσος ἐγίνετο), ἐπὶ τούτοις ὁ αὐτοκράτωρ διεπρίετο· διαγνοὺς δέ, ὅτι οὐχ ὅπη προσήκει [*](V. 314) τὸν Ῥωμαϊκὸν στόλον ὁ Κοντοστέφανος προσώρμισε καὶ διὰ τοῦτο αὐτὸν οἱ νότοι ἀπείργουσιν εὔθετον τοῖς Κελτοῖς μᾶλλον τὸν πλοῦν παρεχόμενοι, διαγράψας τὴν τῆς Λογγιβαρδίας καὶ τοῦ Ἰλλυρικοῦ καὶ τοὺς παρ’ ἑκάτερα [*](14 προσηγηόχασι F 21 μέσου F)
198
διακειμένους λιμένας ἀπέστειλε τῷ Κοντοστεφάνῳ ὑποδείξας ἐν γράμμασι, καὶ ὅπη δεῖ προσορμίσαι τὰς ναῦς καὶ ὅθεν οὐρίου τύχοι τοῦ πνεύματος κατὰ τῶν διαπλῳζομένων Κελτῶν ἐξορμῶν. ἀνέρρωσε τε αὖθις τὸν Κοντοστέφανον καὶ ἔργου ἅψασθαι ἀνέπεισεν. ἀνακτησάμενος οὖν ἑαυτὸν ὁ Ἰσαάκιος καὶ καταλαβὼν οὗπερ ὁ αὐτοκράτωρ αὐτῷ παρεκελέύσατο [*](D) τὰς ναῦς προσώκειλε. καὶ καιρὸν ἐπιτηρήσας, ὁπηνίκα οἱ ἀπὸ Λογγιβαρδίας μετὰ πολλῆς παρασκευῆς πρὸς τὸ Ἰλλυρικὸν τὸν ἀπόπλουν ἐποιοῦντο, ἀνέμου δεξιοῦ τηνικαῦτα ἐπιπνέοντος δέχεται τούτους τοῦ πορθμοῦ μέσον καί τινα μὲν τῶν λῃστρικῶν πλοίων πυρίκαυστα πεποίηκε, πλείω δὲ καὶ αὔτανδρα τῷ βυθῷ παρέπεμψεν. οὔπω ταῦτα μεμαθηκὼς ὁ βασιλεύς, ἀλλὰ πρὸς τὰ παρὰ τοῦ Λαντούλφου γραφέντα καὶ αὐτοῦ δουκὸς Δυρραχίου ἐγκείμενον ἔχων τὸν νοῦν, ἑτέρου λογισμοῦ γεγονὼς παραχρῆμα τὸν ἤδη ῥηθέντα [*](P.) Μαριανὸν τὸν Μαυροκατακαλὼν μεταπεμψάμενος ἐκεῖθεν δοῦκα τοῦ στόλου προχειρίζεται, τα δὲ τῆς Πετρούλας ἑτέρῳ ἀνατίθησιν. οὗτος οὖν ἀπελθὼν καὶ κατά τινα συντυχίαν εὐθὺς ἐντυχὼν ταῖς ἀπὸ Λογγιβαρδίας πρὸς τὸν Βαϊμοῦντον διαπλῳζομέναις λῃστρικαῖς καὶ φορτηγοῖς ναυσὶ κατέσχεν ἁπάσας πλήρεις παντοίων ἐδωδίμων. καὶ τοῦ λοιποῦ ἄγρυπνος τοῦ ἀναμεταξὺ Λογγιβαρδίας καὶ Ἰλλυρικοῦ πορθμοῦ τυγχάνων οὐ συνεχώρει τὸ παράπαν τοῖς Κελτοῖς τὸν πρὸς τὸ Δυρράχιον ἀπόπλουν.

Ὁ δέ γε αὐτοκράτωρ περὶ τοὺς πρόποδας τῶν κλεισουρῶν καὶ κατὰ τὴν Διάβολιν αὐλιζόμενος ἀπεῖργε μὲν τοὺς [*](B) προσχωρῆσαι τῷ Βαϊμούντῳ ὠδίνοντας , ὡσεὶ νιφετοὺς δὲ πρὸς τοὺς τὰς κλεισούρας τηροῦντας ἐξέπεμπεν ἑκάστῳ ὑποτιθέμενος , ὁπόσους εἰς τὴν πεδιάδα Δυρραχίου ἐξαποστέλλειν κατὰ τοῦ Βαϊμούντου καὶ ὁποῖον τὸ τοῦ πολέμου σχῆμα διατυποῦν τοὺς κατερχομένους χρὴ ἐν τῷ μάχεσθαι, τὰ πλεῖστά τε προτρέχειν τοῖς ἵπποις καὶ αὖθις ἀνθυπονοἀπεῖργε [*](26 Possinus: ἀπῆγχε F)

199
στεῖν καὶ οὕτω πάλιν καὶ πάλιν ποιοῦντας διὰ τῆς τοξείας μάχεσθαι, τοὺς δὲ τὰ δόρατα φέροντας ὄπισθεν αὐτῶν βραδεῖ ποδὶ στείχειν, ἵν᾿ εἴ που γένηται τοῖς τοξόταις πλέον τοῦ δέοντος πρὸς τὰ ὄπισθεν παρασυρῆναι, δέχωνται τούτους, ἅμα δὲ καὶ τὸν εἰς χεῖρας τούτων ἴσως ἐλθόντα Kεκτον [*](C) πλήττοιεν. ἐπεχορήγει δὲ δαψιλῆ τούτοις τὰ βέλη παρακελευόμενος μὴ φείδεσθαι τούτων ὅλως , ἀλλὰ κατὰ τῶν ἵππων μᾶλλον ἢ τῶν Κελτῶν ἐπιτοξάζεσθαι, τοῦτο μὲν εἰδὼς ὅτι ὅσον ἐπὶ τοῖς θώραξι καὶ τοῖς σιδηροῖς χιτῶσι δύστρωτοι ἦσαν ἢ καὶ παντάπασιν ἄτρωτοι. βάλλειν οὖν εἰς μάτην καὶ πάντη ἀνόητον ᾤετο. ὅπλον γὰρ Κελτικὸν [*](P. 315) χιτών ἐστι σιδηροῦς κρίκος ἐπὶ κρίκῳ περιπεπλεγμένος καὶ τὸ σιδήριον ἀγαθοῦ σιδήρου , ὥστε καὶ βέλος ἀπώσασθαι [*](D) ἱκανὸν καὶ τὸν χρῶτα φυλάξαι τοῦ στρατιώτου. προσθήκη δὲ τῆς φυλακῆς καὶ ἀσπὶς οὐ περιφερής, ἀλλὰ θυρεὸς ἀπὸ πλατυτάτου ἀρξάμενος καὶ εἰς ὀξὺ καταλήγων καὶ τἄνδον [*](V. 398) ἠρέμα ὑποκοιλαινόμενος , λεῖος δὲ καὶ στίλβων κατὰ τὴν ἔξωθεν ἐπιφάνειαν καὶ ἐπ’ ὀμφαλῷ χαλκοχύτῳ μαρμαίρων. βέλος τοίνυν, κἀν Σκυθικὸν εἴη, κἀν Περσικόν, κἂν ἀπὸ βραχιόνων ἀπορριφείη γιγαντικῶν, ἐκεῖθεν ἀποκρουσθὲν παλινδρομήσειε πρὸς τὸν πέμψαντα. διὰ ταῦτα τοίνυν ἔμπειρος ὢν οἶμαι ὁ βασιλεὺς τῶν Κελτικῶν ὅπλων καὶ τῶν ἡμετέρων τοξευμάτων ἀφεμένους τῶν ἀνδρῶν τοῖς ἵπποις μᾶλλον ἐπιθέσθαι παρεκελεύετο καὶ καταπτεροῦν αὐτοὺς τοῖς τοξεύμασι παρῄνει, ἅμα δὲ καὶ ἵνα τῶν ἵππων ἀποβεβηκότες εὐχείρωτοι γένοιντο. Κελτὸς γὰρ ἀνὴρ ἔποχος μὲν ἀκατά- [*](Β) σχετος καὶ κἂν τεῖχος διατετρήνειε Βαβυλώνιον, ἀποβεβηκὼς δὲ τοῦ ἵππου ἄθυρμα τοῖς ἐθέλουσι γίνεται. γινώσκων γὰρ τὸ διάστροφον τῶν συνεφεπομένων αὐτῷ οὐκ ἤθελε τὰς κλεισούρος ὑπερβῆναι, καίτοι πολλὰ σφαδάζων δημοσίαν τὴν τοῦ Βαϊμούντου μάχην αὐτὸς ἀναδέξασθαι, καθά γε καὶ πάλαι πολλάκις ἡμῖν δεδιήrητο. ἦν γὰρ πρὸς τὰς μάχας παντὸς [*](1 ποιούντων F)
200
ξίφους τομώτερος, ἄτρεστος τὴν γνώμην καὶ παντάπασιν ἀκατάπληκτος · ἀλλὰ τὰ συμπεσόντα οἱ ἀπεῖργε τοῦ ἐγχειρήματος δεινῶς αὐτοῦ τὴν ψυχὴν ἐκπιέζοντα. στενοχωρούμενος οὖν ὁ Βαϊμοῦντος ἀπό τε ἠπείρου καὶ θαλάσσης (καὶ ὁ μὲν αὐτοκράτωρ οἷον θεατὴς τῶν κατὰ τὴν πεδιάδα τοῦ Ἰλλυρικοῦ πραττομένων καθῆστο, κἂν ὅλῃ ψυχῇ καὶ γνώμῃ [*](C) καὶ συμπαρῆν τοῖς μαχομένοις καὶ τῶν αὐτῶν ἐκείνοις ἱδρώτων καὶ πόνων μετεῖχεν, εἰ μή που καὶ πλείω τις φαίη, ἐρεθίζων πρὸς μάχας καὶ πολέμους τοὺς κατὰ τὰς ἀκρολοφίας τῶν κλεισουρῶν κατατεθέντας ἡγεμόνας καὶ ὑποτιθέμενος, ὅπως χρὴ προσβάλλειν τοῖς Κελτοῖς · ὁ δέ γε Μαριανὸς τοῦ ἀναμεταξὺ Λογγιβαρδίας καὶ Ἰλλυρικοῦ πορθμοῦ τὰς κελεύ- θους ἐπιτηρῶν ἀπεῖργε παντάπασι τοὺς ἐκεῖθεν πρὸς τὸ Ἰλλυρικὸν διαπερῶντας, οὐ τριάρμενον οὐδὲ μυριοφόρον ὁλκάδα οὐδὲ μυοπάρωνα δίκωπον τὸ παράπαν ξυγχωρῶν πρὸς τὸν Βαϊμοῦντον διαπερᾶν) καὶ αὐτῶν γοῦν τῶν διὰ θαλάτ- της κομιζομένων τροφίμων ἐκλιπόντων αὐτῷ καὶ τῶν διὰ [*](D) ξηρᾶς ἐπιτιθεμένων σὺν ἐμπειρίᾳ πολλῇ τὸν πόλεμον ἑώρα προβαίνοντα (ὁπηνίκα γὰρ τοῦ χάρακος χορταγωγίας χάριν [*](Ρ.) ἐξῄει τις ἢ καί τινων συγκομιδῶν ἄλλων ἢ καὶ τοὺς ἵππους εἰς ποτὸν ἐξήλαυνον, ἐπετίθεντο τούτοις οἱ Ῥωμαῖοι καὶ τοὺς πλείονας ἀνῄρουν, ὡς κατὰ μικρὸν τὸ αὐτοῦ δαπανᾶσθαι στράτευμα) ἀποστείλας πρὸς τὸν δοῦκα Δυρραχίου Ἀλέξιον τὰ περὶ εἰρήνης ἐπερωτᾷ. ἐπεὶ δὲ καὶ εἷς τις εὐγενὴς τῶν τοῦ Βαϊμούντου κομητῶν Γελίελμος ὁ Κλαρέλης ἑώρα τὸ ἅπαν στράτευμα τῶν Κελτῶν ὑπό τε λιμοῦ καὶ νόσου (δεινὴ [*](V.) γάρ τις τούτοις ἐπέσκηψεν ἄνωθεν) διαφθειρόμενον, τὴν ἑαυτοῦ σωτηρίαν πραγματευόμενος μεθ’ ἵππων πεντήκοντα αὐτομολεῖ πρὸς τὸν αὐτοκράτορα. ὁ δὲ βασιλεὺς τὸν τοιοῦ- [*](Β) τον ἀποδεξάμενος πυθόμενός τε τὰ κατὰ τὸν Βαϊμοῦντον καὶ τήν τε ὑπὸ λιμοῦ τοῦ στρατεύματος πτῶσιν βεβαιωθεὶς καὶ ὡς ἐν στενῷ κομιδῆ τὰ κατ’ αὐτοὺς ἐληλάκει, αὐτὸν μὲν [*](7 ἐκείνων F 17 ἐκλιπόντων ex ἐκλειπόντων om ead in F 28 ἱππέων Α)
201
τῷ τοῦ νωβελλισίμου τηνικαῦτα τιμᾷ ἀζιώματι πολλαῖς δωρεαῖς καὶ χάρισιν ἀμειψάμενος, μεμαθηκὼς δὲ διὰ τῶν τοῦ Ἀλεξίου γραμμάτων, ὅτι ὁ Βαϊμοῦντος τὰ περὶ εἰρήνης πρὸς αὐτὸν διαπρεσβεύεται , κατανοῶν δὲ καὶ τοὺς ἀμφ’ αὐτὸν ἀεί τι κακὸν κατ’ αὐτοῦ διανοουμένους καὶ ὅσαι ὧραι ἐπανισταμένους ὁρῶν καὶ βαλλόμενος μᾶλλον ὑπὸ τῶν [*](C) ἐγκολπίων ἢ τῶν ὀθνείων ἐχθρῶν, ἐπεὶ ἐδόκει αὐτῷ μὴ ἐπὶ πλέον πρὸς ἑκατέρους ἀμφοτέραις χερσὶ μάχεσθαι, τὴν ἀνάγκην φιλοτιμίαν ποιησάμενος, ὥς πού τις ἔφη, βέλτιον ἔγνωκεν εἶναι τὴν μετὰ τῶν Κελτῶν εἰρήνην ἀσπάσασθαι καὶ μὴ τὰς τοῦ Βαϊμούντου ἀπώσασθαι αἰτήσεις , ἐπτοεῖτο δὲ ἐπὶ τὰ προσωτέρω χωρῆσαι δι’ ἣν ἄνωθεν ὁ λόγος ἐνέφηνεν αἰτίαν. διὰ ταῦτα αὐτὸς μὲν αὐτοῦ που προσέμενεν ἀντικαθιστάμενος πρὸς ἄμφω τὰ μέρη , τῷ δὲ δουκὶ Δυρραχίου τοιαῦτα πρὸς τὸν Βαϊμοῦντον εἰπεῖν διὰ γραμμάτων ἐπέσκηψεν “οἶσθα πάντως , ὁσάκις ἠπάτημαι πιστεύων τοῖς [*](D) σοῖς ὅρκοις καὶ ῥήμασιν. καὶ εἰ μὴ ὁ τοῦ εὐαγγελίου θεῖος νόμος Χριστιανοῖς ἅπαντα συγχωρεῖν ἀλλήλοις παρεκελεύετο, οὐκ ἂν πρὸς τοὺς σοὺς λόγους τὰ ὦτα ἀνέῳξα. βέλτιον δὲ ὅμως ἀπατᾶσθαι ἢ προσκεκρουκέναι Θεῷ καὶ θείους παραβαίνειν νόμους. διά τοι τοῦτο οὐκ ἀποπέμπομαι σου τὴν αἴτησιν. εἰ μὲν οὖν ἐν ἀληθείαις τὴν εἰρήνην καὶ αὐτὸς βούλει μυσαχθεὶς τὸ ἄτοπον οὗπερ ἐπεχείρησας ἔργου καὶ [*](P. 400) ἀτέλεστον καὶ οὐκέτι αἵμασι Χριστιανῶν ἐκχεομένοις χαίρειν ἐθέλεις οὔθ’ ὑπὲρ τῆς σφῶν πατρίδος οὔθ’ ὑπὲρ τῶν Χριστιανῶν, ἀλλὰ σοῦ γε καὶ μόνου χάριν θελήματος, ἐπεὶ βραχὺ τὸ ἀναμεταξὺ ἡμῶν διάστημά ἐστιν, αὐτὸς παραγενοῦ μεθ ὅσων ἂν βούλῃ. καὶ εἴτε τὰ σφῶν ἡμῶν θελήματα ἐς ταὐτὸν συμβαῖεν, ὡς ἡ σύμβασις ἔξει τῶν πραγμάτων, εἴτε καὶ μή, καὶ οὕτως, ὡς εἴρηται, ἀβλαβὴς πρὸς τὴν ἰδίαν ἐπαναστρέψεις παρεμβολήν.’’

Ταῦτ’ ἀκούσας ὁ Βαϊμοῦντος ὁμήρους τῶν ἐπιφαἀληθείαις [*](22 Millerus: ἀληθείας F)

202
νῶν ᾐτήσατο δοθῆναί οἱ, ἐφ’ ᾧ τούτους παρὰ τῶν αὐτοῦ κομητῶν ἐλευθέρους ἐν τῇ ἰδίᾳ κατέχεσθαι παρεμβολῇ, μέχρις [*](Β) ἂν αὐτὸς ἐπαναστρέψῃ · ἄλλως γὰρ μὴ ἀποθαρρεῖν τὴν πρὸς τὸν αὐτοκράτορα ἔλευσιν. μεταπεμψάμενος τοίνυν ὁ βασιλεὺς τὸν Νεαπολίτην Μαρῖνον καὶ τὸν ἐπ’ ἀνδρείᾳ περίκλυτον Φράγγον ‘Pογέρην, ἄνδρας φρενήρεις καὶ τῶν Λατινικῶν ἐθῶν ἐν πείρᾳ καθεστηκότας πολλῇ, καὶ Κωνσταντῖνον τὸν Εὐφορβηνόν γενναῖος δὲ οὗτος καὶ χεῖρα καὶ γνώμην καὶ μηδέποτε κατά τι τῶν αὐτῷ παρὰ τοῦ βασιλέως ἐπιτεταγμένων διημαρτηκώς) καὶ Ἀδράλεστόν τινα τῆς Κελτικῆς γλώττης εἰδήμονα, τούτους, ὡς εἔρηται, πρὸς τὸν [*](C) Βαϊμοῦντον ἀπέστειλεν ἐπισκήψας παντοίως αὐτὸν μετελθεῖν καὶ πεῖσαι αὐτόμολον ἀφικέσθαι πρὸς τὸν αὐτοκράτορα, ἐφ’ ᾧ ἀπαγγεῖλαι ἅπερ ἂν βούλοιτο καὶ ζητοίη ἐξ αὐτοῦ · [*](V. 31) κἂν μὲν ἀρεστὰ δόξῃ τῷ αὐτοκράτορι, ἐξ ἀνάγκης αὐτῶν ἐπιτεύξεσθαι, εἰ δὲ μὴ, ἀβλαβῆ αὖθις εἰς τὴν οἰκείαν παλινοστῆσαι παρεμβολήν. καὶ ταῦτα μὲν πρὸς ἐκείνους ὁμιλήσας ὁ βασιλεὺς ἐκεῖθεν ἀπέλυσεν· οἱ δὲ τὴν πρὸς τὸν Βαϊμοῦντον φέρουσαν ὥδευον. ὃς τὴν τούτων πυθόμενος ἔλευσιν καὶ δεδιώς, μὴ τὴν τοῦ στρατεύματος αὐτοῦ πτῶσιν [*](D) κοτανοήσαντες τῷ βασιλεῖ τὰ περὶ τούτων ἀπαγγείλαιεν, ἔποχος πόρρω τῆς παρεμβολῆς αὐτοῖς ὑπήντησεν. οἱ δὲ τὰ τοῦ αὐτοκράτορος πρὸς αὐτὸν ἀπεστομάτισαν ὡς “οὐκ ἐπιλέλησται πάντως ὁ βασιλεύς, φησι, τῶν ὑποσχέσεων καὶ τῶν ὅρκων, ὧν ἐποιήσω οὐ σὺ μόνος, ἀλλὰ καὶ πάντες οἱ τότε διεληλυθότες κόμητες. καὶ ὁρᾷς πάντως, ὡς οὐκ εἰς καλὸν τὰ τῆς παραβάσεως τῶν ὅρκων ἐκείνων ἀπέβη σοι”. τούτων ὁ Βαϊμοῦντος ἀγούσας “ἅλις” ἔφη “τῶν τοιούτων λόγων. εἰ δέ τι ἕτερον παρὰ τοῦ βασιλέως διεμηνύθη μοι, τοῦτο μαθεῖν ἐθέλω.” καὶ οἱ πρέσβεις πρὸς αὐτόν “ὁ βασιλεὺς τὴν σήν τε καὶ τοῦ ὑπὸ σὲ στρατεύματος σωτηρίαν βουλόμενος ταῦτά σοι δι᾿ ἡμῶν ἀποφθέγγεται. οἶσθα τάνἀπαγγείλαιεν [*](Ρ. 4) [*](21 ἀπαγγείλαιεν r: ἀπαγγείλοιεν F 24 ἐπιλέλησαι πάντως, ὁ βασιλεύς φησιν Millerus)
203
τως , ὅτι πολλὰ μογήσας οὔτε τὴν πόλιν Δυρραχίου κατασχεῖν σχεῖν οἷός τε γέγονας οὔτε σαυτῷ καὶ τοῖς ὑπὸ σὲ ἀγαθόν τι προσενήνοχας. εἰ γοῦν μὴ παντελῆ ἀπώλειαν ἑαυτοῦ τε καὶ τοῦ ὑπὸ σὲ λαοῦ βούλει πραγματεύσασθαι, ἴθι πρὸς τὴν βασιλείαν μου ἀδεῶς ἀποκαλύψων ἅπαν τὸ σοὶ βουλητὸν καὶ ἀκουσόμενος αὖθις τὰ ἡμῖν δοκοῦντα. καὶ εἰ μὲν ἐς ταὐτὸν αἱ ἀμφοτέρων γνῶμαι ξυνδράμοιεν, Θεῷ χάρις · εἰ δ’ οὖν, ἀσινῆ σε αὖθις πρὸς τὴν οἰκείαν ἐκπέμψω παρεμβολήν. ἀλλὰ καὶ ὅσοι τῶν ὑπὸ σὲ πρὸς τὴν τοῦ ἁγίου τάφου προσκύνησιν ἀπιέναι βουλήσονται, διασωθήσονται [*](Β) παρ᾿ ἐμοῦ · ὅσοι δὲ τὴν πρὸς τὴν χώραν αὐτῶν ἀναχώρησιν ἕλωνται, δαψιλῶν τῶν ἐξ ἐμοῦ δωρεῶν ἀπολαύσαντες πρὸς τὰ οἴκοι ἀπολυθήσονται.’’ καὶ ὃς πρὸς αὐτούς “νῦν ἔγνων ὄντως, παρὰ τοῦ βασιλέως σταλῆναι ἄνδρας ἱκανοὺς εἰπεῖν τε λόγον καὶ δέξασθαι. αἰτῶ γοῦν ἀφ’ ὑμῶν πληροφορίαν λαβεῖν εἰς τὸ παντελές, μὴ ἀτίμως ὑποδεχθῆναι παρὰ τοῦ αὐτοκράτορος, ἀλλὰ πρὸ ἓξ σταδίων τοὺς γνησιωτάτους τῶν καθ’ αἷμα προσῳκειωμένων αὐτῷ τὴν ἐμὴν ποιήσασθαι προϋπάντησιν, περὶ δὲ τὴν βασιλικὴν σκηνὴν πελάσαντα ἅμα τῷ τὰς πύλας εἰσιέναι καὶ αὐτὸν τῆς βασιλικῆς ἐξαναστάντα [*](C) ἀναστάντα περιωπῆς ἐντίμως με ὑποδέξασθαι καὶ μηδ ἡνrιναοῦν ἀναφορὰν τῶν προγεγονυιῶν συμφωνιῶν γεγονέναι μοι ἢ ὅλως εἰς κρίσιν ἀγαγέσθαι με, ἀλλ’ ἐλεύθερον ἄδειαν σχόντα κατὰ τὸ ἐμοὶ βουλητὸν εἰπεῖν ὁπόσα καὶ βούλομαι · πρὸς δὲ τούτοις καὶ τὸν βασιλέα τῆς ἐμῆς κρατῆσαι χειρὸς καὶ πρὸς τῇ κεφαλῇ τῆς κλίνης αὐτοῦ παραστῆσαι με καὶ μετὰ δύο χλαμύδων τὴν εἴσοδον ποιησάμενον μηδ’ ὅλως εἰς προσκύνησιν κάμψαι γόνυ ἢ τράχηλον τῷ αὐτοκράτορι.’’ τούτων ἀκούσαντες οἱ ἀνωτέρω δηλωθέντες πρέσβεις τὸ μὲν ἐξαναστῆναι τοῦ βασιλικοῦ θρόνου αὐτὸν οὐ προσεδέξαντο, [*](D) ἀλλὰ καὶ ὡς περιττὴν τὴν αἴτησιν ἀπεπέμψαντο· οὐ μόνον δὲ τοῦτο ἀπεδοκίμασαν, ἀλλὰ καὶ τὸ μὴ κλῖναι γόνυ μήτε [*](V. 318) τράχηλον εἰς προσκύνησιν τῷ βασιλεῖ. πρὸς δὲ τό τινας τῶν πορρωτέρω συγγενῶν αὐτοῦ μεταβῆναι διάστημα ἱκανὸν
204
καὶ οὕτως τοῦτον προσδέξασθαι πρὸς τὸν βασιλέα εἰσελευσόμενον χάριν οἰκονομίας καὶ θεραπείας τῆς πρὸς αὐτὸν καὶ πρὸς τὸ σὺν δυσὶ χλαμύσιν εἰσελθεῖν, ἀλλὰ δὴ καὶ τὸ τῆς χειρὸς τούτου τὸν βασιλέα ἐφάψασθαι καὶ στῆσαι πρὸς τῷ ἄνωθεν μέρει τοῦ βασιλικοῦ σκίμποδος οὐκ ἀπεπέμψαντο. μετὰ τὸ ταῦτα ῥηθῆναι διέστησαν οἱ πρέσβεις ἀπελθόντες, ἔνθα ἡτοίμαστο ἡ τούτων ἀνάπαυσις , φυλαττόμενοι ὑπὸ σεργεντίων ἑκατόν, ἴνα μὴ νυκτὸς ἐξεληλυθότες τὰ περὶ τὸ στράτευμα κατασκοπήσαιεν καὶ οὕτω καταφρονητικώτερον Ρ. πρὸς αὐιτὸν διατεθήσονται. τῇ δὲ μετ’ αὐτὴν μεθ’ ἱππέων τριακοσίων καὶ τῶν κομητῶν πάντων κατέλαβεν , οὗ τοῖς δηλωθεῖσιν ἀνδράσι τῇ προτεραίᾳ ὡμίλησε, κᾆθ’ οὕτως τοὺς ἐκκρίτους ἓξ τὸν ἀριθμὸν συμπαραλαβὼν ἄπεισι πρὸς τοὺς πρέσβεις τοὺς ὑπολοίπους αὐτοῦ που καταλιπὼν ἀπεκδέχεσθαι αὐτὸν ἐκεῖθεν ἐπανελθόντα. περὶ γοῦν τῶν προλεχθέντων αὖθις διασκεπτομένων , ἐπεὶ ὁ Βαϊμοῦντος ἐνίστατο , κόμης τις τῶν λίαν ὑψηλῶν Οὖβος τὴν κλῆσιν πρὸς τὸν Βαϊμοῦντον ἔφη ὡς “οὐδεὶς ἀφ’ ἡμῶν τῶν μελλόντων μετὰ τοῦ βασιλέως συνάψαι τὸν πόλεμον οὔπω ἔπληξέ τινα διὰ δόρατος. Β ἔα τοίνυν τὰ πολλά · τὴν εἰρήνην τῆς μάχης ἀλλάξασθαι χρή.’’ λόγων οὖν πολλῶν ἐξ ἑκατέρων κινηθέντων βαρέως ὁ Βαϊμοῦντος εἶχεν ὑβριοπαθῶν, εἰ μὴ πάντα γένοιντο ὁπόσα φθάσας ἐπεζήτει τοὺς πρέσβεις. τῶν δ’ ἐπί τισι συγκατατιθεμένων, ἐφ’ ὧν δὲ ἀνανευόντων, πείθεται ὁ Βαϊμοῦντος καὶ τὴν ἀνάγκην, ὅ φασι, φιλοτιμίαν ποιησάμενος ὅρκον ἐξ αὐτῶν ἐζήτει , ὥστε ἐντίμως ὑποδεχθῆναι καὶ εἰ μὴ τοῖς θελήμασιν αὐτοῦ ὁ αὐτοκράτωρ κατανεύσειεν , ἀσινὴς πρὸς τὴν ἰδίαν ἐκπεμφθῆναι παρεμβολήν. τῶν οὖν ἁγίων εὐαγγελίων προτεθέντων ὁμήρους ἐζήτει παραδοθῆναι τῷ ἀδελφῷ C αὐτοῦ Γίδῳ καὶ φυλάττεσθαι παρ’ αὐτοῦ μέχρις οὗ αὐτὸς ὑποστρέψῃ. οἱ δὲ πρέσβεις πρὸς τοῦτο κατανεύσαντες ὅρκους αὖθις ὑπὲρ τῆς τῶν ὁμήρων ἀσφαλείας καὶ αὐτοὶ ἀντεπεζήδὲ [*](23 δὲ F)
205
τοὐν. κατανενευκὼς δὲ πρὸς τοῦτο ὁ Βαϊμοῦντος καὶ ὅρκους δοὺς καὶ λαβὼν τοὺς μὲν ὁμήρους, τόν τε σεβαστόν Μαρῖνον καὶ τὸν καλούμενον Ἀδράλεστον καὶ τὸν Φράγγον Ρογέρην, παραδίδωσι τῷ ἀδελφῷ αὐτοῦ Γίδῳ, ἴν’ ὁπηνίκα ἢ μετὰ τοῦ βασιλέως εἰρηνικὰς σπονδὰς ποιήσειεν ἢ εἰ μὴ τοῦτο, ἀβλαβεῖς ἐκεῖθεν κατὰ τοὺς ὅρκους αὐτοὺς πρὸς τὸν αὐτοκράτορα ἐξαποστείλῃ.

Μέλλων τοίνυν τῆς πρὸς τὸν βασιλέα μετὰ τοῦ [*](D) Εὐφορβηνοῦ Κωνσταντίνου τοῦ κατακαλῶν φερούσης ἅψασθαι, ἐπεὶ δυσωδίᾳ πολλὴ διὰ τὸ περὶ τὸν αὐτὸν τόπον καιρὸν ἱκανὸν τὸ ὑπ’ αὐτὸν στράτευμα χρονοτριβῆσαι γέγονε, βουλόμενος μεταθεῖναι τὸ στράτευμα μηδὲ τοῦτ’ ἄνευ τῆς αὐτῶν βουλῆς ἐθέλειν γενέσθαι ἔλεγε. τοιοῦτον γὰρ τὸ Κελτῶν γένος ἀνώμαλον καὶ ἐφ’ ἑκάτερα ἐν ὀξείᾳ καιροῦ ῥοπῇ μεταφερόμενον· καὶ ἔστιν ἰδεῖν τὸν αὐτὸν καὶ ἕνα ποτὲ μὲν αὐχοῦντα τὴν γῆν κλονήσειν ἅπασαν, ποτὲ δὲ ὑποπεπτωκότα καὶ μέχρι κονίας αὐτῆς καταγόμενον καὶ μᾶλλον, ὁπηνίκα στερροτέροις ἐντύχοι φρονήμασιν. οἱ δὲ πλείω τῶν δύο καὶ δέκα σταδίων οὐ συνεχώρουν μετατεθῆναι τὸ στράτευμα [*](P. 403) καὶ “εἰ τοῦτο βούλει”, πρὸς τὸν Βαϊμοῦντον ἔλεγον “συνελευσόμεθα καὶ ἡμεῖς ὀψόμενοι τὸν τόπον”. κατανεύ- [*](V. 319) σαντος δὲ καὶ πρὸς τοῦτο τοῦ Βαϊμούντου, παραχρῆμα διὰ γραμμάτων τοῖς τὰς κλεισούρας φυλάσσουσιν ἐδήλωσαν, ὥστε μὴ ἐκδρομὰς ποιουμένους καταβλάπτειν αὐτούς. ὁ δὲ Εὐφορβηνὸς Κωνσταντῖνος ὁ κατακαλῶν ᾐτεῖτο αὖθις τὸν Βαϊμοῦντον, παραχωρηθῆναι τὴν εἰς τὸ Δυρράχιον ἀπέλευσιν. κατανεύσαντος δὲ τοῦ Βαϊμούντου, γοργῶς τὸ Δυρράχιον ὁ κατακαλῶν καταλαμβάνει καὶ τὸν φυλάσσοντα τὴν πόλιν Ἀλέξιον τὸν υἱὸν Ἰσαακίου τοῦ σεβαστοκράτορος ἀναζητήσας [*](Β) ἀπήγγειλε τὰ παρὰ τοῦ αὐτοκράτορος διαμηνυθέντα πρὸς αὐτόν τε καὶ τοὺς συγκατελθόντας μετ’ αὐτοῦ λογάδας τῶν στρατιωτῶν. καὶ γὰρ οὐκ ἠδύναντο τοῦ τείχους προκύπτειν [*](3 Φράγγον Ῥογέρην om F spatio octo litterarum relicto)

206
διὰ τὴν γεγενημένην ἄνωθεν περὶ τὰ κρήδεμνα τοῦ Δυρραχίου μηχανὴν τοῦ αὐτοκράτορος. σανίδες γάρ τινες περὶ τὰς ἐπάλξεις τοῦ κέστρου εὐμηχάνως ἐτέθησαν ἐπὶ τούτῳ αὐτῷ κατασκευασθεῖσαι ἀνήλωτοι, ὥστε τοὺς ἴσως ἀπὸ τῶν Λατίνων διὰ κλιμάκων ἀναρριχᾶσθαι πειρωμένους, ἐπὰν τῶν ἐπάλξεων ἐπιβαῖεν, μὴ ἐστηριγμένους ἵστασθαι, ἀλλὰ σὺν αὐταῖς σανίσι διολισθαίνειν τηνικαῦτα καὶ πίπτειν ἐντός, καθά γε καὶ εἴρηται. τούτοις οὖν ὁμιλήσας ὁ Εὐφορβηνὸς καὶ τὰ τοῦ βασιλέως μηνύματα ἀπαγγείλας καὶ θάρσους ἐμπλήσας αὐτοὺς ἐρωτήσας τε τὰ περὶ τοῦ κάστρου καὶ [*](c) διαγνοὺς τὰ κατ’ αὐτοὺς ἀρίστης τετυχηκέναι οἰκονομίας, ὡς τῶν πρὸς χρείαν αὐτάρχως ἔχοντας καὶ παρ’ οὐδὲν τὰς τοῦ Βαϊμούντου λογιζομένους μηχανάς, καταλαμβάνει τὸν Βαϊμοῦντον τὴν ταφρείαν, ἔνθα προεῖπε, ποιησάμενον. καὶ ἑνωθεὶς αὐτῷ τῆς πρὸς τὸν βασιλέα φερούσης εἴχετο. οἱ δ’ ἐπίλοιποι τῶν πρέσβεων κατὰ τὰ προϋπεσχημένα μετὰ τῶν Γίδου κατελείφθησαν. Μανουὴλ δὲ τὸν Μοδηνὸν πιστότατόν τε καὶ εὐνούστατον τῶν αὐτοῦ θεραπόντων ὑπάρχοντα προαποστέλλει πρὸς τὸν βασιλέα τὴν πρὸς αὐτὸν τοῦ ΒαΪμούντου ἀπαγγέλλοντα ἔλευσιν. ἐπεὶ δὲ ἀγχοῦ τῆς βασιλικῆς ἐγεγόνει σκηνῆς, παρεσκεύαστο καὶ τὰ τῆς αὐτοῦ ὑπαντῆς, καθὼς οἱ πρέσβεις τούτῳ συνέθεντο. εἰσελθόντος [*](D) δὲ τούτου, ἐκτείνας τὴν χεῖρα ὁ βασιλεὺς καὶ τῆς ἐκείνου ἁψάμενος χειρὸς καὶ τὴν συνήθη τοῖς βασιλεῦσι προσαγόρευσιν ποιησάμενος ἐγγὺς τοῦ βασιλικοῦ παρεστήσατο θρόνου. ἦν δὲ τοιοῦτος ὁ ἀνὴρ οἷος, ὡς ἐν βραχεῖ μὲν εἰπεῖν, οὐδεὶς κατ’ ἐκεῖνον ὤφθη ἐν τῇ τῶν Ῥωμαίων γῇ οὔτε βάρβαρος βαρος οὔτε Ἕλλην (θάμβος γὰρ ἦν ὀφθαλμῶν φημιζόμενος ἔκπληξις), κατὰ μέρος δὲ ὑπογράψαι τὸ τοῦ βαρβάρου εἶδος, τοιόσδε μακρὸς ἦν τὴν ἀναδρομὴν τοῦ σώματος, ὥστε εἰς πῆχυν ἕνα μικροῦ τοὺς μακροτάτους ὑπερελαύνειν, [*](P. 404) τὴν γαστέρα συνεσταλμένος καὶ τὰς λαγόνας καὶ [*](32 τὰς c τοὺς F)
207
τοὺς ὤμους εὐρὺς καὶ τὰ στέρνα πλατὺς καὶ τοὺς βραχίονας καρτερὸς καὶ τὴν ὅλην ἕξιν τοῦ σώματος οὔτε περιεπτισμένος οὔτε περιβριθόμενος ταῖς σαρξίν, ἀλλ’ ὡς ἄριστα κεκραμένος καὶ οἷον εἰπεῖν κατὰ τὸν Πολυκλείτειον κανόνα ἐνηρμοσμένος· τὰς χεῖρας ἁδρὸς καὶ τῶν ποδῶν τὰς βάσεις στερρὸς καὶ τὸν αὐχένα καὶ τὰ μετάφρενα εὐπαγὴς. ὑποκεκυφὼς δὲ μετρίως τῷ ἀκριβῶς αὐτὸν περιεργαζομένῳ ἐφαίνετο οὐ τῶν νωτιαίων σπονδύλων τι πεπονθότων τὴς [*](Β) ῥάχεως, ἀλλ’ οὕτω μετρίως ἐκ γενετῆς, ὡς ἔοικε, τὴν διάπλασιν ἔσχηκε. τὸ χρῶμα κατὰ τὸ ἄλλο μὲν σῶμα λευκότατος, τὸ δὲ πρόσωπον μετὰ τοῦ λευκοῦ ἐπυρσοῦτο. καὶ ἡ κόμη ὑπόξανθος, ἀλλ᾿ οὐ μὲν οὖν μέχρι τῶν μεταφρένων [*]((??). 320) αἰωρουμένη κατὰ τοὺς ἄλλους βαρβάρους· οὐ γὰρ ἐτριχομάνει ὁ ἀνήρ, ἀλλὰ κουρίας ἦν μέχρι τῶν ὤτων. τὸ δὲ γένειον εἴτε πυρσὸν εἴτε ἄλλο τι χρῶμα εἶχεν, οὐκ ἰχῶ λέγειν· ὁ ξυρὸς γὰρ ἐπεξῆλθεν αὐτὸ καὶ τιτάνου παντὸς ἀκριβέστερον· ἐδόκει δ’ οὖν εἶναι καὶ τοῦτο πυρσόν. τὸ βλέμμα γλαυκὸν καὶ ἅμα θυμὸν καὶ ἐμβρίθειαν ὑποσημαῖνον· καὶ ἡ ῥὶς αὐτῷ καὶ ὁ μυκτὴρ ἐλεύθερον ἔπνει τὸν ἀέρα· συνηγόρει δὲ τῷ μυκτῆρι διὰ τῶν στέρνων καὶ διὰ τοῦ μυκτῆρος * τὴν [*](C) τῶν στέρνων εὐρύτητα. ἡ γὰρ φύσις διεξόδους ἐδεδώκει διὰ τῶν ῥινῶν τοῦ ἀπὸ τῆς καρδίας παφλάζοντος πνεύματος. ἡδὺ δέ τι καὶ ἐνεφαίνετο τῷ ἀνδρὶ τούτῳ, ἀλλὰ τοῖς ἁπανταχόθεν φοβεροῖς ὑπεθραύετο. ὅλος γὰρ δι᾿ ὅλου τοῦ σώματος ἀμείλικτος ἦν καὶ θηριώδης ὁ ἄνθρωπος ἀπὸ τοῦ μεγέθους ἀπό τε βλέμματος, δοκεῖ μοι, καὶ ὁ γέλως αὐτοῦ τοῖς ἄλλοις ἐμβρίμημα ἦν. οὕτως εἶχε ψυχῆς τε καὶ σώματος, ὡς καὶ τὸν θυμὸν ἐν τούτῳ κορύσσεσθαι καὶ τὸν ἔρωτα καὶ ἀμφοτέρους ὁρᾶν πρὸς πόλεμον. τὸ δὲ φρόνημα αὐτῷ παντοδαπὸν καὶ πανοῦργον καὶ πρὸς ἅπασαν λαβὴν [*](D) διαδιδράσκον. αἱ γὰρ ὁμιλίαι τούτῳ ἀκριβεῖς καὶ τὰς ἀποκρίσεις ἐδίδου πανταχόθεν ἀπεριδράκτους. καὶ τοιοῦτος [*](20 lacunam singavi: verbum intercidit τῇ τῶν στέρνων εὐρύτητι susp. Millerus 26 τε C τοῦ F)
208
ὢν καὶ τοσοῦτος μόνῳ τῷ αὐτοκράτορι ἁλώσιμος ἦν καὶ τύχῃ καὶ λόγοις καὶ τοῖς ἄλλοις τοῖς ἀπὸ τῆς φύσεως [*](P. 40) πλεονεκτήμασιν.

Ἀναμνήσας οὖν ὁ αὐτοκράτωρ αὐτὸν τῶν προτέρων ἐπιτροχάδην καὶ συνεσκιnσμένως πως αὐτῷ παραστήσας ἑτέραν λόγου περίοδον ἐποιήσατο. ὁ δὲ τὴν ἰδίαν συνείδησιν ἔχων ἐλέγχουσαν ἐπιτηδείως τὰς πρὸς τοὺς λόγους αὐτοῦ ἐξέφυγεν ἀνθυποφορᾶς τοῦτο μόνον φάμενος ὡς “οὐχὶ περὶ τῶν τοιούτων ἀνακρίνεσθαι ἐλήλυθα. εἶχον γὰρ ἂν καὶ αὐτὸς πολλὰ λέγειν. τοῦ Θεοῦ δὲ ἐνταυθοῖ με συνελάσαντος πάντα τοῦ λοιποῦ σῷ ἀνατίθημι καρατει.” ὁ δὲ βασιλεὺς πρὸς αὐτόν “τὰ μὲν παρεληλυθότα ἐατέον τὸ νῦν, [*](B) σὲ δέ, εἰ βούλει σπείσασθαι μεθ᾿ ἡμῶν, πρῶτον μὲν ἕνα τῶν ὑπὸ τὸ ἐμὸν κράτος χρὴ γενέσθαι, εἶτα δηλῶσαι περὶ αὐτοῦ τε τούτου τῷ σῷ ἀνεψιῷ Ταγγρὲ ἐπισκῆψαί τε αὐτῷ, τοῖς ἐξ ἐμοῦ ἀποσταλεῖσι παραδοῦναι τὴν Ἀντιόχειαν κατὰ τὰς γεγονυίας ἐξ ἀρχῆς συμφωΑας ἡμῶν, εἶτα καὶ τἆλλα πάντα ὅσα τότε συμπεφώνηται ἡμῖν τηρῆσαί σε νῦν τε καὶ μετέπειτα”. ταῦτα τοῦ βασιλέως καὶ ἄλλα πλείω πρὸς αὐτὸν εἰπόντος τε καὶ ἀκούσαντος , ἐπεί ὁ αὐτὸς ἐκεῖνος ἦν Βαϊμοῦντος καὶ οὐκ ἠλλοίωτο, ἔφη “ἀδυνάτως ἔχω τοιαύτην ὑπόσχεσιν ποιήσασθαι” καὶ δι᾿ ἄλλα τινὰ παρὰ τοῦ βασιλέως [*](C) ἀπαιτούμενα ᾐτεῖτο τὴν πρὸς τὸ ἴδιον στράτευμα ἐπανάζευξιν κατὰ τὴν γενομένην συμφωνίαν παρὰ τῶν πρέσβεων. ὁ δὲ βασιλεύς φησι πρὸς αὐτὸν ὅτι “κρείττονα ἐμοῦ οὐκ ἔχω τὸν μετὰ ἀσφαλείας σε διασώσοντα”. καὶ ἅμα τῷ λόγῳ τοῖς ἡγεμόσι παρρησίᾳ ἐπέταττε τοῦ στρατεύματος, [*](V.) ἑτοιμάσαι τοὺς ἵππους αὐrῶν, ἐφ᾿ ᾧ τῆς πρὸς τὸ Δυρράχιον φερούσης ἅψασθαι. τοῦτο ὁ Βαϊμοῦντος ἀκούσας ἐζελθὼν ἐπὶ τῷ πρὸς τὴν ἀποτεταγμένην αὐτῷ ἀπιέναι σκηνὴν τὸν ἐμὸν Καίσαρα Νικηφόρον τὸν Βρυέννιον τῷ τοῦ πανυπερσεβάστου τότε τετιμημένον ἀξιώματι ἐζήτει θεάσασθαι. ὁ [*](D) δὲ ἐξελθὼν καὶ πᾶσαν πειθὼ λόγων κινήσας, ὁποῖος ἐκεῖνος ἐν δημηγορίαις καὶ διαλέξεσιν ἀπαράμιλλος, πείθει τὸν Βαϊ-

209
μοῦντον τοῖς πλείστοις συνθέσθαι τῶν παρὰ τοῦ βασιλέως ῥηθέντων. κρατήσας οὖν αὐτὸν τῆς χειρὸς εἰσάγει πρὸς τὸν [*](406) βασιλέα. τῇ δὲ μετ’ αὐτὴν ἐνωμότως καὶ μετὰ τῆς οἰκείας προαιρέσεως κατὰ τὸ δοκοῦν αὐτῷ τὴν συμφωνίαν ἐπλήρωσεν. εἶχε δὲ τὰ συμπεφωνημένα οὕτως.

“Ἡ μὲν προτέρα συμφωνία, ἥτις δὴ καὶ κατ’ ἐκεῖνο καιροῦ γέγονε πρὸς τὸ θεοστεφὲς κράτος σου, ὁπόταν μετὰ τῆς πολυπληθοῦς ἐκείνης στρατιᾶς τῶν Φράγγων εἰς τὴν βασιλίδα πόλιν ἐπιδεδήμηκα διαβαίνων ἀπὸ τῆς Εὐρώπης εἰς τὴν Ἀσίαν ἐπὶ τῇ τῶν Ἱεροσολύμων ἐλευθερίᾳ, ἐπειδὴ [*](Β) κατά τινας περιπετείας πραγμάτων ἠθέτηται, ἐκείνη μὲν σχολασάτω καὶ μὴ ἐχέτω τὸ ἐνεργὸν ὡς τὸ ἄκυρον ἀποφερομένη διὰ τὴν τῶν πραγμάτων περίστασιν. καὶ ἐξ ἐκείνης οὐ χρὴ κατ᾿ ἐμοῦ δ.ίκαιόν τι ἔχειν τὴν βασιλείαν σου κἀντεῦθεν ἰσχυρίζεσθαι περὶ τῶν ἐν ἐκείνῃ συμπεφωνημένων τε καὶ ἀναγεγραμμένων. πόλεμον γὰρ ἀραμένου μου κατὰ τοῦ σοῦ θεοπροβλήτου κράτους καὶ παραλύσαντος τὰ συμπεφωνημένα συμπαραλέλυται τούτοις καὶ τὰ ἀπὸ τοῦ σοῦ κράτους κατ᾿ ἐμοῦ αἰτιάματα. νῦν δὲ αὖ ὥσπερ ἐκ μεταμελείας [*](C) ἐρχόμενος καὶ ὥσπερ ἁλιεὺς πληγεὶς καὶ ἀπενεγκάμενος νοῦν καὶ μονονουχὶ τῷ δόρατι τῷ σῷ νουνεχέστερος γεγονὼς καὶ τῆς κατ᾿ ἐκεῖνο καιροῦ ἥττης καὶ τῶν πολέμων ἀναμνησθεὶς εἰς ἑτέραν συμφωνίαν μετὰ τοῦ κράτους σου τρωπῶμαι ταυτηνί, ὥστε λίζιον γενέσθαι τοῦ σκήπτρου σου ἄνθρωπον καὶ ἵνα σαφέστερον εἴποιμι καὶ φανερώτερον, οἰκέτην καὶ ὑποχείριον, ἐπειδὴ καὶ σὺ ὑπὸ τὴν σὴν δεξιὰν ἕλκειν ἐμὲ βεβούλησαι καὶ ἄνθρωπόν σου ἐθέλεις ποιήσασθαι λίζιον. ἔσομαι τοίνυν ἀπὸ τοῦ νῦν κατὰ τὴν δευτέραν ταυτηνὶ [*](D) συμφωνίαν, ἣν καὶ φυλάττειν ἐς ἀεὶ βούλομαι καὶ ἐπόμνυμι Θεὸν τε καὶ πάντας τοὺς ἁγίους αὐτοῦ, ἐπεὶ καὶ ἐπὶ μάρτυσι τούτοις τὰ συμπεφωνημένα [καὶ] γράφεται τε καὶ ἄνθρωπος πιστὸς τῆς σῆς βασιλείας καὶ τοῦ περιπερί [*](15 τε F 24 τρωπῶμαι r: τράπωμαι F 31 καὶ seclusi)

210
ποθήτου σου υἱοῦ καὶ βασιλέως κυρίου Ἰωάννου τοῦ πορφυρογεννήτου, καὶ ὁπλίσομαι τὴν δεξιὰν κατὰ παντὸς ἀνθισταμένου τῷ κράτει σου, εἴτε τοῦ Χριστιανικοῦ γένους [*](V.) ἐστὶν ὁ χεῖρας ἀνταράμενος εἴτε καὶ ἀλλότριος ἐστι τῆς ἡμετέρας αὐλῆς, οὓς παγάνους ἡμεῖς ὀνομάζομεν· ὥστε, ὅπερ καὶ τῷ προμνημονευθέντι συμφώνῳ περιείχετο καὶ ἀμφοῖν τοῖν μεροῖν συνήρεσε, τῇ τε βασιλείᾳ ὑμῶν καὶ ἐμοί, τῶν ἄλλων ἀνῃρημένων τοῦτο μόνον ἐκεῖθεν ἕλκω καὶ ἰσχυρίζομαι [*](P. 4) καὶ ἀπρὶξ ἔχομαι τὸ δοῦλον τῆς βασιλείας καὶ ἀμφοτέρων εἶναι καὶ λίζιον ἄνθρωπον ὥσπερ καταλυθὲν ἀνανεούμενος. καὶ οὐδ’ ἂν εἴ τι γένοιτο, εἰς ἀθέτησιν τούτου ἐλεύσομαι· οὐδέ τις αἰτία ἔσται ἢ τρόπος φανερός τε καὶ ἀφανής, καθ’ ὃν ἐγὼ παραβάτης τῶν συνθηκῶν καὶ τῶν νῦν συμπεφωνημένων φανήσομαι. ἀλλ’ ἐπειδὴ λαμβάνω τὰ νῦν τὴν ῥητῶς ἐνταυθοῖ δηλωθησομένην χώραν ἐν τοῖς μέρεσι τῆς ἀνατολῆς διὰ χρυσοβούλλου λόγου τῆς βασιλείας σου, ἐν ᾧ καὶ κράτος τὸ σὸν ὑποσημαίνεται δι’ ἐρυθροβαφοῦς ὑπογραφῆς, [*](Β) ὃς δὴ χρυσόβουλλος λόγος καὶ ἀμοιβαῖος γεγονὼς ἐπεδόθη μοι, δεχόμενος τὰς δοθείσας χώρας ὡς ἀπὸ τῆς βασιλείας ὑμῶν δεδωρημένας καὶ τὸ ἐνδύναμον ἔχων τῆς δωρεᾶς ἐκ τῆς χρυσοβούλλου γραφῆς ἀντίδοσιν τῶν τοσούτων καὶ πόλεων δίδωμι τὴν πίστιν τὴν ἐμαυτοῦ πρὸς τὴν ὑμῶν βασιλείαν, σοῦ τε, τοῦ μεγάλου αὐτοκράτορος κυρίου Ἀλεξίου τοῦ Κομνηνοῦ, καὶ τοῦ τριποθήτου υἱοῦ σου τοῦ βασιλέως κυρίου Ἰωάννου τοῦ πορφυρογεννήτου, ἣν ἀμετακίνητον καὶ ἀσάλευτον καθέξειν ὑπισχνοῦμαι καθάπερ ἄγκυραν ἀσφαλῆ. καὶ ἴνα ἐπαναλάβω τὸν λόγον σαφέστερον καὶ τὴν ἰδιότητα φυλάξαιμι τῶν ἐγγράφως συμφωνούντων, ἰδοὺ ἐγὼ Βαϊμοῦντος [*](C) υἱὸς Ῥομπέρτου Γισκάρδου συμφωνῶ μετὰ τοῦ κράτους ὑμῶν καὶ τὴν συμφωνίαν ἀρραγῆ τίθημι φυλάττειν πρὸς τὴν βασιλείαν ὑμῶν, τοῦτ’ ἔστι σέ τε, τὸν αὐτοκράτορα Ῥωμαίων κύριον Ἀλέξιον, καὶ τὸν βασιλέα καὶ υἱόν σὸν [*](19 δεχόμενος r: δέχομαι μὲν F)
211
τὸν πορφυρογέννητον, καὶ τὸ λίζιον ἄνθρωπον ἀνόθευτον τε καὶ ἀπαραποίητον, ἕως ἂν ἐμπνέω καὶ μετὰ τῶν ζώντων συναριθμῶμαι. καὶ ἐξοπλισαίμην τὴν χεῖρα κατὰ τῶν ἐντεῦθεν ἀναφανησομένων ἐχθρῶν ὑμῶν καὶ τῆς βασιλείας τῆς ὑμετέρας τῶν ἀεισεβάστων σεβαστῶν βασιλέων τῆς τῶν [*](D) Ῥωμαίων ἡγεμονίας. καὶ ἔνθα ἂν καὶ προσταχθείην ὑφ’ ὑμῶν, μετὰ πάσης τῆς περὶ ἐμὲ στρατιᾶς ἀπροφασίστως ἐκδουλεύσω κατὰ τὴν παρισταμένην χρείαν. καὶ οἵτινες ἂν καὶ εἶεν δυσμενῶς ἔχοντες πρὸς τὸ ὑμέτερον κράτος, εἰ μή που τοῖς ἀθανάτοις ἀγγέλοις ἰσάζοιντ᾿ ἂν καί εἰσι τοῖς ἡμετέροις δόρασιν ἄτρωτοι ἢ ἀδαμάντινά τινα περίκεινται σώματα, κατὰ τούτων πάντων ὑπεραγωνισαίμην τῆς βασιλείας ὑμῶν. καὶ εἰ μὲν ὑγιῶς ἔχω τοῦ σώματος καὶ ἐλευθεριάζω πολέμου τινὸς βαρβαρικοῦ τε καὶ Τουρκικοῦ, αὐτὸς ἐγὼ τῷ [*](P. 408) ἐμῷ σώματι ἀγωνιοῦμαι τὸν ὑπὲρ ὑμῶν πόλεμον μετὰ τοῦ ξυνεπομένου στρατεύματος. εἰ δὲ ἢ νόσῳ βαρείᾳ πεδοῦμαι, οἷα πολλὰ τὰ ἀνθρώπινα, ἢ πόλεμος ἐπικείμενος πρὸς ἑαυτὸν με, τότε δὴ τότε ὑπισχνοῦμαι διὰ τῶν περὶ ἐμὲ γενναίων ἀνθρώπων μου τὴν δυνατὴν ἐξαποστέλλειν βοήθειαν ὡς ἐπανασῳζόντων ἐκείνων τὸ ἐμὸν ἔλλειμμα. ἡ γὰρ ὀρθὴ πίστις, ἣν σήμερον πρὸς τὴν βασιλείαν ὑμῶν δίδωμι, τοῦτο ἔστι τὸ ἢ δι’ ἐμαυτοῦ ἢ δι’ ἑτέρων, καθάπερ εἴρηται, [*](V. 123) ἀνακρωτηρίαστα διατηρεῖν τὰ τῆς συμφωνίας. ὀρθήν τε [*](Β) πίστιν φυλάττειν διόμνυμι καὶ καθόλου καὶ κατὰ μέρος ὑπὲρ τοῦ ὑμετέρου κράτους καὶ τῆς ὑμετέρας ζωῆς, ταυτησὶ λέγω τῆς κάτω τε καὶ γηΐνης. ὑπὲρ γὰρ τῆς τοιαύτης ὑμῶν ζωῆς σιδηροῦς τις ἀνδριὰς καὶ σφυρήλατος γενοίμην τοῖς ὅπλοις. ἀλλὰ μέχρι καὶ τῆς τιμῆς τῆς ὑμετέρας καὶ μέχρι τῶν βασιλικῶν ὑμῶν μελῶν ἐκτείνω τὸν ὅρκον, εἴ τις αὐτοῖς ἐπιβουλεύεται κάκωσις παρά τινων ἀλιτηρίων ἐχθρῶν, οὓς δυνατόν ἐστιν ἐμὲ καταλύειν καὶ ἀπείργειν τοῦ κακοῦ ἐγχειρήματος. ἀλλὰ καὶ ὑπὲρ πάσης χώρας τῆς ὑμετέρας [*](1 ἄνθρωπον r: ἀνθρώπων F 8 οἵτινες r: εἴ τινες F 20 ἔλειμα F)
212
καὶ πόλεως μικρᾶς τε καὶ μείζονος καὶ νήσων αὐτῶν καὶ [*](C) ἁπαξαπλῶς, ὁπόση τίς ἐστι γῆ τε καὶ θάλασσα ὑπὸ τὰ ὑμέτερα σκῆπτρα ἐξ αὐτοῦ δήπουθεν τοῦ Ἀδριαντικοῦ πελάγους καὶ ἄχρι πάσης ἀνατολῆς καὶ κατὰ μῆκος τῆς μεγάλης Ἀσίας, ἔνθα τὰ τῶν Ῥωμαίων ὁρίσματα ἦν. ἔτι συμφωνῶ, καὶ ἔσται τῶν συμπεφωνημένων μάρτυς καὶ ἐπήκοος ὁ Θεὸς, μηδεμίαν μηδέποτε χώραν τεταγμένην ὑπὸ τὰ ὑμέτερα σκῆπτρα εἴτε νῦν εἴτε πρότερον μήτε πόλιν ἢ νῆσον κρατεῖν τε καὶ ἔχειν, καὶ ἁπλῶς, ὁπόσα ἡ βασιλεία Κωνσταντινουπόλεως περιεῖχεν ἢ νῦν κατέχει κατά τε τὴν ἀνατολὴν καὶ δύσιν, ἐκτὸς τῶν ῥητῶς δεδωρημένων μοι παρὰ τοῦ θεοπροβλήτου [*](D) κράτους ὑμῶν, ἁ καὶ κατ’ ὄνομα δηλωθήσεται ἐν τῷ παρόντι ἐγγράφῳ. ἀλλ’ ὁπόσην ἂν δυνηθείην χειρώσασθαι χώραν τελοῦσαν ποτε ὑπὸ τὴν βασιλείαν ταύτην ἀπωσάμενος τοὺς τὴν χώραν ἐκείνην κατέχοντας, εἰς τὴν γνώμην τὴν ὑμετέραν ἀναρτᾶν ὀφείλω τὴν περὶ ταύτης οἰκονομίαν. καὶ εἰ μὲν ἐμὲ βούλεσθε ἐπιτροπεύειν τῆς κυριευθείσης χώρας ὡς ἄνθρωπον ὑμέτερον λίζιον καὶ δοῦλον πιστόν, ἔσται τοῦτο· εἰ δ’ οὖν, ἀλλὰ παραδοίην ἄν, ᾧ ἂν ἀνδρὶ ἡ βασιλεία ὑμῶν βουληθείη, μὴ ἀμφιβάλλων κατά [*](P.) τι τὸ σύνολον. χώραν δὲ οὐ δέξομαι ἀφ’ ἑτέρον τινὸς προδιδομένην ἐμοὶ ἢ πόλιν τινὰ ἢ πολίχνιον, ἅπερ ποτὲ ὑπὸ τὴν τῆς βασιλείας ἐξουσίαν ἐτύγχανον, ὡς ἐμοὶ διαφέροντα· ἀλλὰ καὶ τὰ πολιορκίᾳ κρατούμενα καὶ τὰ ἄνευ πολιορχίας, ὑμέτερα δ’ ἦσαν καὶ πάλιν ὑμέτερα ἔσονται μηδ’ ὁπωστιοῦν δικαιολογουμένου μου περὶ τούτων. ἀλλ’ οὐδὲ ὅρκον δέξομαι παρά τινος Χριστιανοῦ ἢ δώσω πρὸς ἕτερον ἢ συμφωνίαν ἡντιναοῦν πρὸς βλάβην ὑμετέραν ὁρῶσαν ἢ πρὸς ζημίαν καὶ ὑμῶν καὶ τῆς βασιλείας τῆς ὑμετέρας. ἀλλ’ [*](Β) οὐδὲ ἄνθρωπος ἑτέρου γενήσομαι ἢ ἑτέρας ἀρχῆς μείζονος ἢ ἐλάσσονος ἄνευ τοῦ κράτους τοῦ ὑμετέρου· ἀλλὰ μία κυριότης ἐμοί, ᾗ ὑπισχνοῦμαι δουλεύειν, ἡ βασιλεία σοῦ τε [*](3 ἀνδριαντικοῦ F 6 τῶν] τοῦ F)
213
καὶ τοῦ τριποθήτου υἱοῦ σου. τοὺς δὲ προσερχομένους μοι ἀνθρώπους τῆς βασιλείας σου ὡς κατεξαναστάντας τοῦ κράτους τοῦ σοῦ καὶ ἐμοὶ ἐκδουλεύειν ἐθέλοντας καὶ μισήσω [*](P. 324) καὶ ἀποπέμψομαι, μᾶλλον δὲ κατ’ αὐτῶν ἐξοπλίσομαι. τοὺς δὲ ἄλλους βαρβάρους, * ἐθέλοντας δὲ ὅμως ὑπὸ τὸ ἐμὸν [*](c) δόρυ γίνεσθαι, δεξαίμην μέν, ἀλλ’ οὐκ ἰδίῳ προσώπῳ· ὁρκιῶ δὲ τούτους ἕνεκα σοῦ τε καὶ τοῦ περιποθήτου υἱοῦ σου καὶ τὰς ἐξ αὐτῶν χώρας παραλήψομαι δικαίῳ τῆς βασιλείας τῆς ὑμετέρας καὶ ἐντεῦθεν τὸ ὑπὲρ αὐτῶν προσταττόμενον ἀπροφασίστως ποιεῖν ἐπαγγέλλομαι. ταῦτα μὲν περὶ τῶν πόλεων καὶ τῶν χωρῶν, ὅσαι ὑπὸ τὸ σκῆπτρον τῆς Ῥωμαίων τύχης ἐτύγχανον οὖσαι· περὶ δὲ τῶν μηδέπω δεδουλευκότων τῇ Ῥωμανίᾳ, ταῦτα ἐνόρχως κατεπαγγέλλομαι, ὡς ἴνα τάς τε προσερχομένας μοι χώρας ἄνευ πολέμου ἢ καὶ μετὰ πολέμου καὶ μάχης καὶ ταύτας ἁπάσας ὡς ἀπὸ τῆς ὑμετέρας βασι- [*](D) λείας λογίζωμαι, εἴτε Τουρκικαί εἰσιν, εἴτε Ἀρμενικαὶ καί, ὡς ἄν τις εἴποι τῶν τὴν ἡμετέραν ἐπισταμένων φωνήν, Παγανικαὶ ἢ Χριστιανικαί, τούς τε ἀπὸ τῶν ἐθνῶν προσιόντας μοι καὶ δουλεύειν ἐμοὶ βουλομένους, οὕτως ἵνα τούτους παραδέχωμαι, ὡς εἶναι καὶ αὐτοὺς μέλλοντας ἀνθρώπους τῆς βασιλείας ὑμῶν· καὶ διαβαίνοι καὶ πρὸς τούτους ἡ ἐμὴ συμφωνία πρὸς τὸ κράτος τῆς βασιλείας καὶ οἱ κατεμπεδωθέντες ὅρκοι. καὶ τούτων αὐτῶν, οὓς μὲν ἂν [*](V. 410) ἐθέλοιτε ὑμεῖς οἱ ἀεισέβαστοι βασιλεῖς ὑπ’ ἐμὲ τάττεσθαι, τάττοιντ᾿ ἄν· οὓς δὲ πέμπειν πρὸς τὸ κράτος βούλεσθε, βουλομένων κἀκείνων ἀποστελῶ, μὴ βουλομένων δέ, ἀλλ’ ἀπαναινομένων τὴν πρὸς ὑμᾶς δουλείαν, οὐδὲ ἐγὼ παραδέξομαι. πρὸς μέντοι τὸν Ταγγρὲ καὶ ἀνεψιόν μου ἀκήρυκτον ἕξω πόλεμον, εἰ μὴ ἐθελήσει καθυφεῖναι τι τῆς πρὸς τὴν βασιλείαν ὑμῶν δυσμενείας μηδὲ ἀπολύει τῆς χειρὸς αὐτοῦ τὰς πόλεις τῆς ὑμετέρας βασιλείας. ἐπὰν δὲ καὶ θέλοντος αὐτοῦ ἢ καὶ μὴ θέλοντος ἀναρρυσθῶσιν αἱ [*](3 ἐθέλοντας C om F 5 lacunam signavi 31 βασιλείας τῆς ὑμετέρας F)
214
πόλεις, αὐτὸς μὲν ἵνα δεσπόζω τῇ ἀντιλήψει τοῦ κράτους ὑμῶν τὰ διὰ χρυσοβούλλου λόγου δεδωρημένα μοι, ἃ καὶ [*](Β) ῥητῶς ἐξαριθμηθήσεται, αἱ δὲ πόλεις ἐκεῖναι μετὰ τῆς ἐν Συρίᾳ Λαοδικείας καὶ ὅσαι εἰσὶν ἐκτὸς τῶν δεδωρημένων ἐμοὶ τῷ σκήπτρῳ ὑμῶν προσαρμόζωνται. ἀλλ’ οὐδὲ τοὺς τῆς βασιλείας ὑμῶν φυγάδας προσδέξομαι ποτε, ἀλλὰ παλιμπορεύτους ποιήσω καὶ ὑποτροπιάζειν πρὸς τὴν βασιλείαν ὑμῶν ἀναγκάσω. ἔτι καθυπισχνοῦμαι καὶ ταυτὶ πρὸς τοῖς ἄνωθεν εἰρημένοις βεβαιοτέρας τὰς συμφωνίας ποιούμενος. συμφωνῶ γάρ, ἵνα ἐγγυητὰς ἀποδοίην ἐπὶ ταύταις ταῖς συμφωνίαις, φωνίαις, ὥστε ἀπαραβάτους καὶ ἀπαραθραύστους μένειν ἐς τὸ διηνεκές, τοὺς μέλλοντας ἀνθρώπους μου ἐμῷ δικαίῳ [*](c) κατέχειν τὴν δεδομένην μοι χώραν παρὰ τῆς βασιλείας σου καὶ τὰς πόλεις καὶ τὰ πολίχνια, ἁ καὶ πρὸς ὄνομα ἐκτεθήσεται. παρασκευάσω γὰρ καὶ τούτους ὀμόσαι τὰ φρικωδέστατα, ὡς ἂν καὶ οὗτοι φυλάττωσι πίστιν ὀρθὴν πρὸς τὸ ὑμέτερον κράτος καὶ ὁπόσην ὁ τῶν Ῥωμαίων κοσμεῖ θεσμὸς καὶ πάντα τὰ ἐν τῇ παρούσῃ συμφωνίᾳ ἐγγεγραμμένα στέργωσιν ἀκριβέστατα. καὶ ὁρκιῶ τούτους εἰς τὰς ἐπουρανίους δυνάμεις καὶ τὴν ἄστεκτον ὀργὴν τοῦ Θεοῦ, ὡς εἴ ποτε βουλευσαίμην κατὰ τῆς βασιλείας ὑμῶν, ὃ μὴ γένοιτο, μὴ ὦ σῶτερ, μὴ ὦ δίκη Θεοῦ, πάντα τρόπον ἐκεῖνοι σπουδάζωσι πρῶτον [*](D) μὲν διὰ τεσσαρακονθημέρου τινὸς διαστήματος ἐπαναγαγεῖν [*](V.) με εἰς τὴν πίστιν τῆς βασιλείας ὑμῶν καθάπαξ τραχηλιάσαντα. τοῦτο δ’ ἂν γένοιτο, εἰ καὶ γενέσθαι παραχωρηθείη, μανίας ἄντικρυς καὶ λύττης καταλαβούσης ἐμὲ ἢ ὅταν δηλονότι τὰς φρένας ἐλαύνωμαι. εἰ δ’ ἀνοήτως ἔχω καὶ ἀστεμφῶς πρὸς τὰς παραινέσεις ἐκείνων καὶ λάβρως ἐπαιγίζει τὰ τῆς λύττης τὴν ψυχὴν τὴν ἐμήν, ἀλλὰ τότε γε ἐξομόσονται μὲν ἐμὲ καὶ πάντα τρόπον ἀποπροσποιήσονται, μετάθωνται δὲ πρὸς τὸ ὑμέτερον κράτος καὶ χεῖρα καὶ γνώμην καὶ τὰς χώρας, ἃς ἐμῷ δικαίῳ κατέχουσιν, ἀποσπάσοντες τῆς ἐμῆς ἐξουσίας [*](Ρ.) [*](21 γένοι F)
215
ὑμῖν καὶ τῷ μέρει τῷ ὑμετέρῳ παραδοῖεν. ταῦτα δὲ ἐνωμότως ποιεῖν καταναγκασθήσονται καὶ τὴν αὐτὴν φυλάξουσι πίστιν καὶ δουλείαν καὶ εὔνοιαν πρὸς ὑμᾶς, ἣν κἀγὼ σθμπεφώνηκα, καὶ ὑπὲρ τῆς ὑμετέρας ζωῆς καὶ τῆς ἐπιγείου τιμῆς ἀροῦνται τὰ ὅπλα, ἀλλὰ καὶ ὑπὲρ τῶν ὑμετέρων βασιλικῶν μερῶν καὶ μελῶν, ὡς μή τι πάθοιεν παρά τινος ἐχθροῦ, πολεμησείοντες οὐκ ἀνήσουσιν, εἴ γε τέως εἰς αἴσθησιν ἔλθοιεν τῶν ἐπιβούλων καὶ σφαλερῶν. ταῦτα ἐπόμνυμι καὶ διαμαρτύρομαι καὶ Θεὸν καὶ ἀνθρώπους καὶ τοὺς ὑπερτάτους [*](Β) ἀγγέλους, ὡς ἄρα καταναγκάσω φρικαλέοις ὅρκοις αὐτοὺς κατειληφὼς ποιεῖν τε καὶ πράττειν εἰς δύναμιν· ὡς δὲ καὶ ὑπὲρ τῶν κάστρων τῶν ὑμετέρων καὶ τῶν πόλεων καὶ χωρῶν καὶ ἁπλῶς τῶν ὅλων μερῶν τῶν ὑπὸ τὴν βασιλείαν ὑμῶν, ὅσα ἡ δύσις ἔχει, ὅσα ἡ ἀνατολὴ περιέχει, ἐνόρκως τὰ αὐτὰ συμφωνήσουσιν ἁ κἀγὼ πρὸς ὑμᾶς συμπεφώνηκα· καὶ ταῦτα ποιήσουσι καὶ ζῶντος ἐμοῦ καὶ ἀποτεθνηκότος· καὶ ἕξει καὶ τούτους τὸ κράτος ὑμῶν ἀνθρώπους ὑποχειρίους καὶ χρήσει τούτοις ὅσα καὶ ὑπηρέταις πιστοῖς. καὶ ὅσοι μὲν ἐνταυθοῖ τυγχάνουσι συνεπιδημοῦντες ἐμοί, αὐτίκα καὶ [*](c) τὰς ἐνόρκους πίστεις καὶ τὰς συμφωνίας δώσουσι πρὸς ὑμᾶς τοὺς σεβαστούς, τόν τε κύριον Ἀλέξιον καὶ αὐτοκράτορα τῶν Ῥωμαίων καὶ τὸν πορφυρογέννητον βασιλέα καὶ σὸν υἱόν, ὅσοι δὲ ἀπῶσι τῶν ἐμῶν ἱππέων καὶ ὁπλιτῶν, οὓς καβαλλαρίους συνήθως καλοῦμεν, ἀποστειλάσης ἄνθρωπον τῆς βασιλείας σου κατὰ τὴν Ἀντιόχειαν πόλιν, ἐκεῖ τοὺς αὐτοὺς ὅρκους ἀποτελέσουσι κἀκεῖνοι, ὁρκιοῦντος μὲν αὐτοὺς τοῦ ἀνθρώπου τῆς βασιλείας σου, ἐμοῦ δέ, ἐπόμνυμι τοῦτο, παρασκευάσοντος ὀμόσαι τοὺς ἄνδρας καὶ συμφωνῆσαι τὰ αὐτά τε καὶ ἀπαράλλακτα. προσέτι συμφωνῶ καὶ ἐπόμνυμι, [*](D) ὡς ἄρα καθ’ ὧν μὲν ἂν βούληται ἡ βασιλεία ὑμῶν τῶν κατεχόντων πόλεις καὶ χώρας, αἱ ποτε ὑπέκειντο τῇ βασιλείᾳ τῆς Κωνσταντινουπόλεως, ἀντάρασθαι χεῖρας καὶ ξυγκροτήὑπηρέτοις [*](18 F 28 παρασκευάσοντος r: παρασκευάσαντος F)
216
σειν πόλεμον, τοῦτο ποιήσω κἀγὼ καὶ ὁπλοποιήσομαι κατ’ αὐτῶν. καθ’ ὧν δὲ οὐκ ἔστι σοι θυμῆρες στρατὸν κινῆσαι, οὐδὲ αὐτοὶ κατ’ ἐκείνων στρατεύσαιμεν. διὰ πάντων γὰρ βουλόμεθα θεραπεύειν τὸ ὑμέτερον κράτος καὶ πᾶσαν πρᾶξιν καὶ πᾶσαν βούλησιν τῆς σῆς βουλήσεως ἐξαρτᾶν. τῶν τε Σαρακηνῶν καὶ τῶν ἐκ τοῦ Ἰσμαὴλ ὁπόσοι συρρέουσιν εἰς τὴν βασιλείαν σου ηὐτομοληκότες καὶ τὰς πόλεις αὐτῶν παραδιδόντες, οὔτε ἀποκωλύσω οὔτε διὰ σπουδῆς θείην ὑποποιήσασθαι ἐμαυτῷ, εἰ μή που ἄρα διὰ τοῦ ἐμοῦ δόρατος καταναγκασθὲν τὸ μέρος ἐκεῖνο καὶ πανταχόθεν στενοχωρηθὲν πρὸς τὸ κράτος τὸ σὸν ἀπέβλεψε κίνδυνον ὑφορώμενον [*](Ρ. 4 V. 3) καὶ τὴν σωτηρίαν ἑαυτῷ ἐκ τοῦ προσέρχεσθαι σοι πραγματευόμενον. ἀλλὰ τοὺς τοιούτους τε πάντας καὶ ὅσοι τὸ Φραγγικὸν πεφοβημένοι ξίφος καὶ τὸν ἐπηρτημένον θάνατον ἀποκλίναντες τοὺς σεβαστοὺς βασιλέας ἐπικαλοῦνται ὑμᾶς * * οὐ διὰ τοῦτο ἀνθέξεσθε τῶν ἡμετέρων δορυαλώτων, ἀλλὰ δηλονότι τῶν ἄνευ πόνων καὶ κόπων ἡμετέρων καὶ ἐθελουσίως εἰς τὴν ὑμετέραν δούλωσιν ἐρχομένων. πρὸς τοῖς ἄλλοις καὶ ταυτὶ συμφωνῶ , ὅτι τοι ὅσοι ἂν ἐθέλωσι διαπερᾶσαι μετ’ ἐμοῦ τὸν Ἀδρίαν ἀπὸ Λογγιβαρδίας ἄνδρες στρατιῶται, ὀμοῦνται καὶ αὐτοὶ καὶ συμφωνήσουσι τῇ δουλείᾳ [*](Β) τῆς βασιλείας σου, ὁρκίζοντος δηλονότι τούτους ξύμπαντας ἀνθρώπου τινὸς τοῦ ὑμετέρου κράτους, ὃν ἂν αὐτοὶ ἐπὶ τούτῳ αὐτῷ ἀποστείλητε κατὰ τὸ πέραν Ἀδρίου. εἰ δ’ ἀποπηδῶσι τὸν ὅρκον, μὴ ἄλλως ἐᾶσαι διαπερᾶν ὡς τὰ αὐτὰ φρονεῖν ἡμῖν ἀπαναινομένους. δεῖ δὲ καὶ τὰς διὰ χρυσοβούλλου λόγου δωρηθείσας μοι παρὰ τοῦ θεοπροβλήτου κράτους ὑμῶν χώρας καὶ πόλεις ἐκθεῖναι ἐν τῷ παρόντι συγγράμματι· ἡ κατὰ τὴν Κοίλην Συρίαν Ἀντιόχου πόλις μετὰ τῆς περιοχῆς αὐτῆς καὶ τῆς διακρατήσεως σὺν αὐτῷ Σουετίῳ, ὃ παρὰ τὴν θάλασσαν ·ἥδρασται· τὸ Δοὺξ μετὰ [*](c) τῆς διακρατήσεως αὐτοῦ πάσης σὺν τῷ τοῦ Καυκᾶ τό τε [*](2 καθ’] ἐφ’ F 15 lacunam signavi 25 τὰ om F)
217
τοῦ Λουλοῦ λεγόμενον καὶ τὸ τοῦ Θαυμαστοῦ Ὅρους καὶ τὰ Φέρσια μετὰ τῆς ὑπ᾿ αὐτὰ πάσης χώρας· ὁ Ἅγιος Ἠλίας ἡ στρατηγὶς μετὰ τῶν ὑπ᾿ αὐτὴν πολιχνίων· ἡ στρατηγὶς τὸ Βορζὲ καὶ τὰ ὑπὸ ταύτην πολίχνια· ἡ περὶ τὴν στρατηγίδα τὸ Σέζερ ἅπασα χώρα , ἥντινα Λάρισσαν Ἕλληνες ὀνομάζουσιν· ὣς δὲ καὶ τὸ Ἀρτὰχ καὶ τὸ Τελοὺχ αἱ στρατηγίδες μετὰ τῆς ἑκάστης περιοχῆς· σὺν τούτοις ἡ Γερμανίκεια καὶ τὰ ὑπὸ ταύτην πολίχνια· τὸ Μαῦρον Ὅρος καὶ πάντα τὰ ὑπ’ ἐκεῖνο ταττόμενα κάστρα καὶ ἡ ὑποκειμένη τούτῳ σύμπασα πεδιὰς ἄνευ δηλονότι τῆς τῶν Ῥου- [*](D) πενίων διακρατήσεως Λέοντός τε καὶ Θεοδώρου τῶν Ἀρμενίων γεγονότων ἀνθρώπων τοῦ κράτους ὑμῶν · μετὰ τῶν ἀναγεγραμμένων τὸ στρατηγάτον Παγρᾶς, τὸ στρατηγάτον Παλατξά, τὸ θέμα τοῦ Ζοῦμε καὶ τὰ ὑπὸ ταῦτα πάντα κάστρα τε καὶ πολίχνια καὶ ἡ ἑκάστῳ προσήκουσα χώρα. ταῦτα γὰρ πάντα κἀκεῖ περιέχεται ἐν τῷ χρυσοβούλλῳ λόγῳ τῆς βασιλείας ὑμῶν ὡς δεδωρημένα μοι παρὰ τοῦ θείου κράτους μέχρι πέρατος τῆς ἐμῆς βιοτῆς, ὡς ὀφειλόντων μετὰ τὴν ἐνθένδε μου μετάστασιν εἰς τὴν βασιλείαν ἐπανακάμπτειν τῆς νέας Ῥώμης καὶ βασιλίδος τῶν πόλεων Κωνσταντινουπόλεως, [*](413) σταντινουπόλεως, ἐφ’ ᾧ φυλάττειν πίστιν ἀκραιφνεστάτην καὶ εὔνοιαν καθαρὰν δι' ὑμῶν τῶν ἀεισεβάστων σεβαστῶν βασιλέων εἰς τὴν βασιλείαν αὐτῆς καὶ τοῦ θρόνου ταύτης καὶ τῆς βασιλικῆς ῥάβδου δοῦλον εἶναι καὶ λίζιον ὑποχείριον. συμφωνῶ δὲ καὶ ὄμνυμι τὸν ἐν τῇ ἐκκλησίᾳ Ἀντιοχείας πρεσβευόμενον Θεόν, ὡς οὐκ ἐκ τοῦ ἡμετέρου γένους πατριάρχης ἔσται Ἀντιοχείας, ἀλλ’ ὃν ἂν προβαλεῖται ἡ ὑμῶν ἐκ τῶν θρεμμάτων τυγχάνοντα τῆς κατὰ τὴν Κωνσταντινούπολιν μεγάλης ἐκκλησίας. ὁ τοιοῦτος γὰρ καὶ τοῦ θρόνου τοῦ κατὰ τὴν Ἀντιόχειαν ἐπιβαίη καὶ πάντα [*](Β) πράξει ἀρχιερατικῶς ἔν τε χειροτονίαις καὶ ταῖς λοιπαῖς ἐκκλησιαστικαῖς ὑποθέσεσι κατὰ τὰ τοῦ θρόνου τοῦδε προτὸ [*](1 addidi 2 αὐτὸ πάσας F 18 ὀφείλοντα γοῦν? 22 καὶ addidii)
218
νόμια. ἦσαν δὲ ἄρα καὶ αἱ ἀπὸ τῆς δουκικῆς ἀρχῆς τῆς κατὰ τὴν πόλιν Ἀντιοχείας ἀποτμηθεῖσαι μερίδες καὶ] παρὰ [*](V. 3) τῆς βασιλείας ὑμῶν ὡς ἐθελόντων ταύτας προσοικειώσασθαι καθ’ ὁλόκληρον αὗται· τό τε θέμα τὸ Ποδανδὸν * * καὶ πρὸς τούτοις τὸ στρατηγάτον τῆς Ταρσοῦ πόλεως καὶ ἡ Ἄδανα πόλις καὶ αἱ τοῦ Μόψου ἑστίαι καὶ ἡ Ἀνάβαρζα καί, συνελόντα φάναι, ἡ χώρα πᾶσα τῆς Κιλικίας, ὅσην ὁ Κύδνος καὶ ὁ Ἕρμων περιορίζουσιν· ὡς δὲ καὶ ἡ στρατηγὶς Λαοδίκεια τῆς Συρίας καὶ αὐτὸ δήπουθεν τὸ στρατηγάτον Ταβάλων, ὃ καὶ Ζέβελ ὑποβαρβαρίζοντες λέγομεν , τά τε [*](c) στρατηγάτα βαλανέως καὶ Μαρακέως καὶ ἡ Ἀντάραδος μετὰ τῆς Ἀνταρτοῦς· στρατηγίδες γὰρ καὶ ἀμφότερα. ταῦτά εἰσιν ἅπερ ἀποκόψασα ἡ βασιλεία ὑμῶν τῆς ὅλης δουκικῆς ἀρχῆς Ἀντιοχείας τῷ κύκλῳ τοῦ κράτους προσένειμεν ἐκεῖθεν ἀφελομένη. καὶ στέργω καὶ τοῖς τε δεδομένοις καὶ τοῖς ἀφῃρημένοις ὡσαύτως. καὶ ἀνθέξομαι μὲν τῶν δικαίων καὶ προνομίων ὧν παρέλαβον ἀφ' ὑμῶν, οὐκ ἀντιποιησαίμην δὲ ὧν οὐ παρέλαβον. οὐδ’ ἂν ὑπερβαίην τοὺς ὅρους, ἀλλ’ ἐμμενῶ τοῖς δεδωρημένοις κρατῶν αὐτὰ καὶ καρπούμενος, μέχρις ἂν τῷ βίῳ περιῶ, καθὰ προδεδήλωται. μετὰ δὲ τὴν [*](D) ἐμὴν τελευτήν, ὡς καὶ τοῦτο προγέγραπται, ἀναδραμοῦνται πρὸς τὰς οἰκείας ἀρχὰς καὶ ὅθεν εἰς ἐμὴν ἐξουσίαν ἐδόθησαν. ἐπισκήψω γὰρ τοῖς ἐμοῖς ἐπιτρόποις καὶ ἀνθρώποις κατὰ τὴν τελευταίαν μου βούλησιν ἀποδώσειν τὰς χώρας ἁπάσας τὰς εἰρημένας τῷ σκήπτρῳ τῆς τῶν Ῥωμαίων ἀρχῆς μηδὲν περὶ τὴν ἀπόδοσιν περισργαζομένοις ἢ εἰς ἀμφισβήτησίν τινα διαπίπτουσι. καὶ ὄμνυμι καὶ τοῦτο καὶ τὴν συμφωνίαν ταύτην κατεμπεδῶ, ὡς ἀνυπερθέτως τε καὶ ἀναμφιβόλως τὸ προσταττόμενον πράξουσι. πλὴν καὶ τοῦτο προσκείσθω ταῖς συμφωνίαις, ὡς ἐπειδὴ ὑπὲρ τῶν ἀφῃρημένων παρὰ τοῦ κράτους ὑμῶν ἐκ τῆς Ἀντιοχικῆς ἀρχῆς [*](Ρ. (??)) [*](2 καὶ seclusi 4 lacunam signavi 12 γὰρ] δὲ? 14 τώ C καὶ τῶ F)
219
καὶ τοῦ δουκάτου τῆς πόλεως ἐγώ τε κατελιπάρησα τὸν ὑμέτερον θρόνον ποιήσασθαι ἀντισήκωσιν καὶ οἱ περεγρῖνοι προσκατελιπάρησαν τὴν ὑμετέραν βασιλείαν, καὶ κατένευσε τὸ κράτος ὑμῶν ἀντισηκῶσαι μοι θέματα καὶ χώρας τινὰς καὶ πόλεις κατὰ τὴν ἀνατολὴν διακειμένας. δεῖ καὶ τούτων ἐνταυθοῖ μνημονεῦσαι κατ’ ὄνομα, ἕνα μήτε ἡ βασιλεία ὑμῶν ἀμφιβάλλοι κατά τι καὶ ἐγὼ ἔχω περὶ ὧν ἂν ἐπιξητοίην. ἦσαν δὲ ταῦτα· τό τε θέμα τῆς Κασιώτιδος χώρας, ἧς μητρόπολίς ἐστιν ἡ Βέρροια, ὃ κατὰ τὴν τῶν [*](Β) βαρβάρων φωνὴν Χάλεπ λέγεται, τὸ θέμα τῆς λαπάρας καὶ τὰ ὑπὸ ταύτην πάντα πολίχνια, τοῦτ’ ἔστι τὰ Πλαστὰ, τὸ τοῦ χωνίου κάστρον, τὰ Ῥωμαΐνα, τὸ κάστρον Αραμισός, τὸ τοῦ Ἀμηρᾶ πολίχνιον, τὸ κάστρον τοῦ Σαρβάνου, τὸ τοῦ Τελχαμψὼν φρούριον σὺν οἷς καὶ τὰ τρία Τίλια, τό Σθλαβοτίλιν καὶ τἆλλα δύο, τὸ φρούριον τὸ Σγένιν, τὸ κάστρον τὸ Καλτζιέριν· καὶ δὴ καὶ ταυτὶ τὰ πολίχνια, τό τε Κομμερμοέρι καὶ τὸ Καθισμάτιν λεγόμενον καὶ τὸ Σαρσάπιν καὶ τὸ Νεκράν τὸ πολισμάτιον. ταῦτα μὲν τὰ ἐπὶ τάδε Συρίας κείμενα· τὰ δὲ ἀπὸ τῆς μέσης τῶν ποταμῶν θέματα, τὰ ἀγχοῦ που κείμενα τῆς πόλεως Ἐδέσης, τό τε [*](C) θέμα τῶν Λιμνίων καὶ τὸ θέμα τοῦ Ἀετοῦ μετὰ πάσης τῆς ἑκάστου τούτων περιοχῆς. μηδὲ ταῦτα ἀμνημόνευτα [*](323) κείσθω τὰ περὶ τῆς Ἐδέσης μηδὲ τὰ παρὰ τοῦ Θεοφρουφήτου κράτους ὑμῶν τετυπωμένα μοι ἐτήσια τάλαντα, λέγω δὴ τὰς διακοσίας λίτρας τῆς Μιχαηλάτου χαραγῆς. προσδεδώρηται γάρ μοι διὰ τοῦ εὐσεβοῦς χρυσοβούλλου λόγου τῆς βασιλείας ὑμῶν καὶ τὸ δουκάτον * ἐξ ὁλοκλήρου μετὰ τῶν ὑπ’ αὐτὸ ἁπάντων φρουρίων τε καὶ χωρῶν οὐκ εἰς ἐμὸν πρόσωπον μόνον περιισταμένης τῆς δουκικῆς ταύτης ἀρχῆς· ἀλλὰ γὰρ ἐφεῖταί μοι παραπέμπειν αὐτὴν διὰ τοῦ εὐσεβοῦς χρυσοβούλλου λόγου εἰς ὃν ἂν αὐτὸς ἐθέλοιμι, [*](18 τὸ r: τὴν F 27 lacunam signavi: apparet verba τῆς Ἐδέσης intercidisse 28 αὐτὸν F)
220
μέλλοντος δηλονότι κἀκείνου ὑποκύπτειν τοῖς τῆς βασιλείας ὑμῶν προστάγμασι καὶ θελήμασι καθαπερεὶ ἀνθρώπου λιζίου [*](D) τυγχάνοντος τοῦ αὐτοῦ κράτους καὶ τῆς αὐτῆς βασιλείας καὶ τὰ αὐτὰ βουλομένου καὶ συμφωνοῦντος , ἅπερ κἀγώ, πρὸς ὑμᾶς. ἀλλὰ καὶ τὸ ἀπὸ τοῦδε, ἐπειδὴ καθάπαξ ἐγε- νόμην ὑμέτερος ἄνθρωπος καὶ τοῦ κύκλου τοῦ κράτους ὑμῶν, ὀφείλω λαμβάνειν κατ’ ἐτησίαν δόσιν ἀπὸ τῶν βα- σιλικῶν θησαυρῶν τάλαντα διακόσια τοῦ προβεβασιλευκότος κυρίου Μιχαὴλ ποιότητά τε καὶ χαραγὴν ἀποφέροντα διά τινος ἀποστολέως ἡμετέρου Συριάθεν πεμπομένου μετὰ καὶ [*](P. 41) γραμμάτων ἐμῶν πρὸς ὑμᾶς εἰς τὴν βασιλίδα πόλιν, ἐφ’ ᾧ ταῦτα λαβεῖν εἰς ἡμέτερον πρόσωπον. καὶ ὑμεῖς μέν, οἱ ἀεισέβαστοι βασιλεῖς καὶ σεβαστοί γε καὶ αὔγουστοι τῆς τῶν Ρωμαίων ἡγεμονίας, στέρξετε δήπουθεν τὰ ἐν τῷ χρυσοβούλλῳ λόγῳ τῆς εὐσεβοῦς ὑμῶν βασιλείας ἐγγεγραμμένα καὶ τὰ ὑπεσχημένα διατηρήσετε. ἐγὼ δὲ διὰ τοῦδε τοῦ ὅρκου τὰ παρ’ ἐμοῦ πρὸς ὑμᾶς συμπεφωνημένα κατεμπεδῶ. ὄμνυμι γὰρ εἰς τὰ πάθη τοῦ ἀπαθοῦς καὶ σωτῆρος Χριστοῦ καὶ εἰς τὸν ἀήττητον ἐκείνου σταυρόν, ὃν ὑπὲρ τῆς τῶν ἁπάντων σωτηρίας ὑπέμεινε, καὶ εἰς τὰ προκείμενα [*](B) παναγέστατα εὐαγγέλια, ἁ τὴν οἰκουμένην ἅπασαν ἐσαγήνευσε ’ ταῦτα γὰρ κρατῶν ἐπόμνυμι καὶ τὸν πολύτιμον σταυρὸν τοῦ Χριστοῦ συμπαραλαμβάνων τῷ νῷ καὶ τὸν ἀκάνθινον στέ- φανον καὶ τοὺς ἥλους καὶ τὴν λόγχην ἐκείνην τὴν διατρήσασαν τὴν δεσποτικὴν καὶ ζωοποιὸν πλευρὰν πρὸς σέ , τὸν κράτιστον καὶ ἅγιον ἡμῶν βασιλέα κύριον Ἀλέξιον τὸν Κουνηνὸν καὶ τὸν συμβασιλεύοντα σοι τριπόθητον κύριον Ἰωάννην τὸν πορφυρογέννητον, ὡς πάντα τὰ συμπεφωνημένα καὶ εἰρημένα ἀπὸ τοῦ στόματός μου φυλάξω καὶ ἀπαράβατα διατηρήσω μέχρι παντὸς καὶ τὰ ὑπὲρ τοῦ κράτους ὑμῶν καὶ νῦν φρονῶ καὶ εἰσέτι φρονήσω μηδ’ ἄχρι ψιλῆς ἐπινοίας [*](C) κακόηθες ἢ δολερὸν πρὸς ὑμᾶς ἐνδεξόμενος, ἀλλ’ ἐμμενῶ [*](2 ὑμῶν om F 22 τοῦτο F 32 ἐνδεξόμενος r: ἐνδειξόμενος F)
221
τοῖς ὑπ’ ἐμοῦ συμπεφωνημένοις καὶ καθ’ οἱονδήτινα τρόπον οὔτε ψευδορκήσω πρὸς ὑμᾶς οὔτε εἰς ἀθέτησιν τῶν ὑπεσχημένων χωρήσω οὔτε πρὸς ἄσπονδόν τι ἐπινοήσομαι οὔτε αὐτὸς ἐγὼ οὔτε οἱ σὺν ἐμοὶ πάντες καὶ ὁπόσοι τῆς ἐμῆς ἐξουσίας εἰσὶ καὶ τὸν χορὸν τῶν ἐμῶν στρατιωτῶν ἀπαρτίζουσιν· ἀλλὰ καὶ ὑπὲρ * τῶν σῶν ἐχθρῶν θωρακιούμεθα καὶ ἀροῦμεν ὅπλα καὶ δόρατα καὶ τοῖς σοῖς φίλοις ἐμβαλοῦμεν τὰς δεξιάς· καὶ πάντα τὰ πρὸς ὠφέλειαν καὶ τιμὴν τῆς τῶν Ῥωμαίων ἀρχῆς καὶ ἐπινοήσω καὶ καταπράξομαι. [*](D) οὕτως ὀναίμην τῆς τοῦ Θεοῦ βοηθείας, οὕτω τοῦ σταυροῦ καὶ τῶν θείων εὐαγγελίων.

Ταῦτα ἐγράφη τε καὶ οἱ ὅρκοι συνετελέσθησαν παρουσίᾳ τῶν ὑπογεγραμμένων μαρτύρων κατὰ μῆνα Σεπτέμβριον δευτέρας ἐπινεμήσεως ἔτους ἤδη διαρρυϊσκομένου ςχιζ΄.

Οἱ μέντοι παρουσιάσαντες μάρτυρες καὶ ὑπογεγραφότες, [*](V. 329) ὧν ἐναντίον ταῦτα τετέλεστο, εἰσὶν οὗτοι· οἱ θεοφιλέστατοι ἐπίσκοποι, ὅ τε Ἀμάλφης Μαῦρος καὶ ὁ τοῦ Τερεντοῦ Ῥενάρδος καὶ οἱ σὺν αὐτῷ κληρικοί· ὁ εὐλαβέστατος καθηγούμενος τῆς ἐν Λογγιβαρδίᾳ σεβασμίας μονῆς τοῦ ἁγίου Ἀνδρέου, τῆς ἐν τῇ νήσῳ τοῦ Βρεντησίον, καί τινες αὐ- [*](P. 416) τῶν δύο μοναχοί· οἱ ἄρχοντες τῶν περεγρίνων, ὧν τὰ μὲν σίγνα αὐτοὶ διεχάραξαν οἰκειοχείρως, τὰ δὲ τούτων ὀνόματα διὰ χειρὸς τοῦ θεοφιλεστάτου ἐπισκόπου Ἀμάλφης τοῖς σίγνοις προσπαρεγράφησαν, ὃς καὶ πρέσβυς παρὰ τοῦ πάπα πρὸς τὸν αὐτοκράτορα ἐληλύθει. οἱ ἀπὸ τῆς βασιλείου αὐλῆς · ὁ σεβαστός Μαρῖνος, Ῥογέρης ὁ τοῦ Τακουπέρτου, [*](Β) Πέτρος Ἀλίφας , Γελίελμος ὁ Γανζῆ , Ῥιτζάρδος ὁ Πριντζίτας, Ἰοσφρὲ Μαλή, Οὐμπέρτος ὁ υἱὸς τοῦ Γραούλ, Παῦλος ὁ Ῥωμαῖος, οἱ ἐκ τῶν Δακῶν ἥκοντες ἀποκρισιάριοι παρὰ τοῦ κράλη καὶ συμπενθέρου τῆς βασιλείας, Ζουπάνος ὁ Περὴς καὶ Σίμων, καὶ οἱ ἀποκρισιάριοι Ῥισκάρδου Σινι- [*](6 lacunam signavi 13 σεπτέβριον F 26 Τακουπέρτου Ducangius: τακουτέρτου F 28 Ῥαούλ Ducangius)

222
σκάρδου, Βασίλειος νωβελλίσιμος ὁ εὐνοῦχος καὶ Κωνσταντῖνος νοτάριος.’’

Τὸν μὲν οὖν ἔγγραφον ὅρκον τοῦτον ὁ αὐτοκράτωρ παρὰ τοῦ ΒαΪμούντου ἔλαβεν , ἀντιδέδωκε δὲ πρὸς αὐτὸν τὸν εἰρημένον ἄνωθεν χρυσόβουλλον λόγον ἐνσεσημασμένον διὰ κινναβάρεως, ὡς ἔθος, διὰ βασιλικῆς δεζιᾶς.