Περὶ ἐπιδεικτικῶν

Menander Rhetor

Menander Rhetor. Rhetores Graeci, Volume 3. Spengel, Leonard, editor. Leipzig: Teubner, 1856.

Ὁ παραμυθητικὸς δὲ λόγος ὀδύρεται μὲν καὶ αὐτὸς 9 τὃν πεπτωκότα καὶ ἐπὶ μέγεθος ἐγείρει τὴν συμφορὰν αὔξων, ὡς οἷόν τέ ἐστι τῷ λόγῳ τὸ πάθος, ἐκ τῶν ἀφορμῶν ὧν εἴπομεν περὶ μονῳδίας, χρὴ δὲ εἰδέναι ὅτι συνίσταται ἡ μονῳδία ἐκ τῶν ἐγκωμιαστικῶν γένους, φύσεως, ἀνατροφῆς, παιδείας, ἐπιτηδευμάτων, πράξεων. οὐ μὴν φυλάξεις τὴν ἀκολουθίαν τῶν ἐγκωμίων διὰ τὸ μήθʼ ἑαυτοῦ δοκεῖν εἶναι τὸν λέγοντα, ἀλλʼ ἐξεστηκέναι [*](282) ὑπὸ τοῦ πάθους. τὰ δὲ ἐγκώμια διαιρήσεις κατὰ τοὺς τρεῖς χρόνους, ὡς διῄρηται. ὁ μέντοι γε παραμυθούμενος ἐπιχειρήσας ἐκ τούτων ἐν τῷ πρώτῳ μέρει τοῦ λόγου, οἷον ὅτι νέος ὤν, ἄν τοῦτο τύχῃ, παρʼ ἡλικίαν πέπτωκεν, οὐχ ὡς ἄν εὔξαιτό τις, καὶ γένος ἐστέρησεν τῆς ἐλπίδος καὶ γονέας καὶ πατρίδα· οὐ γὰρ ἦν ὁ τυχών, ἀλλὰ τοῖος καὶ τοῖος· διὸ οὐδὲ μέμφομαι πενθοῦντας καὶ ζητοῦντας τοιοῦτον, καὶ τὸν ἐπʼ αὐτῷ θρῆνον αὐξήσας, ὡς ἐνδέχεται, ἐπὶ δεύτερον ἥξεις μέρος τοῦ λόγου τὸ παραμυθητικόν, ἄρξῃ δὲ οὕτω πως· θαυμάζω δὲ εἰ μὴ ἐπελήλυθεν ὑμῖν, ὦ παρόντες γονεῖς, ἐννοεῖν, ἅ φησιν ἄριστος ποιητὴς Εὐριπίδης, ἄριστος ὡς ἀληθῶς Μουσῶν νομίζεται τρόφιμος· χρὴ γὰρ

  • τὸν μὲν φύντα θρηνεῖν εἰς ὅσʼ ἔρχεται κακά·
  • τὸν δʼ οὖ θανόντα καὶ πόνων πεπαυμένον
  • χαίροντας, εὐφημοῦντας ἐκπέμπειν δόμων.
  • οὐ θήσεις δὲ ἐξάπαντος τὰ ἰαμβεῖα διὰ τὸ εἶναι αὐτὰ συνήθη τοῖς πολλοῖς καὶ γνώριμα, ἀλλὰ παραδώσεις
    414
    μᾶλλον· καὶ ὅσα Ἡροδότῳ περὶ Κλεόβιδος καὶ Βίτωνος εἴρηται. καὶ φιλοσοφῆσαι δὲ ἐπὶ τούτοις οὐκ ἀπειρόκαλον καθόλου περὶ φύσεως ἀνθρωπίνης, ὅτι τὸ θεῖον κατέκρινε τῶν ἀνθρωπίνων τὸν θάνατον, καὶ ὅτι πέρας [*](283) ἐστὶ ἅπασιν ἀνθρώποις τοῦ βίου ὁ θάνατος, καὶ ὅτι ἥρωες καὶ θεῶν παῖδες οὐ διέφυγον. ἐν ᾧ καιρὸν ἔχεις θεῖναι καὶ διηγήματα, καὶ ὅτι πόλεις ἀπόλλυνται, καὶ ἔθνη ἐστὶν ἃ παντάπασιν ἐξέλιπεν, καὶ ὅτι βελτίων ἐστὶ τάχα ἡ μετάστασις τοῦ τῇδε βίου, ἀπαλλάττουσα πραγμάτων ἀδίκων, πλεονεξίας, ἀδίκου τύχης· οἷον γὰρ τὸ πλεῖον τὸ πράγμασιν ἀνθρωπίνοις συμπλέκεσθαι,  νόσοις, φροντίσι. ἐρεῖς δὲ μετὰ ταῦτα, ὅτι εἰ μὲν κέρδος τὸ βιοῦν, ἱκανῶς ἀπολέλαυκε, καὶ λέξεις ἃ σύνοιδας περὶ αὐτοῦ, ὤφθη μὲν ἐν λόγοις εἰ οὕτω τύχοι, ἐν πολιτείαις· εἰ δὲ ἀτύχημα, τύχης τὸ πίπτεινἐνθάδε, ἐξέφυγε τὰ μιαρὰ τοῦ βίου, εἶτα ὅτι πείθομαι τὸν μεταστάντα τὸ ἠλύσιον πεδίον οἰκεῖν, ὅπου Ῥαδάμανθυς, ὅπου Μενέλεως, ὅπου παῖς ὁ Πηλέως καὶ Θέτιδος, ὅπου Μέμνων· καὶ τάχα που μᾶλλον μετὰ τῶν θεῶν διαιτᾶται νῦν, περιπολεῖ τὸν αἰθέρα καὶ ἐπισκοπεῖ τὰ τῇδε· καὶ τάχα που καὶ μέμφεται τοῖς θρηνοῦσι· συγγενὴς γὰρ οὖσα τοῦ θείου ἡ ψυχὴ κἀκεῖθεν κατιοῦσα σπεύδει πάλιν ἄνω πρὸς τὸ συγγενές· οὕτω καὶ τὴν Ἑλένην, οὕτω καὶ τοὺς Διοσκούρους καὶ τὸν Ἡρακλέα λέγουσιν συμπολιτεύεσθαι μετὰ τῶν θεῶν· ὑμνῶμεν οὖν αὐτὸν ὡς ἥρωα, μᾶλλον δὲ ὡς θεὸν αὐτὸν μακαρίσωμεν, εἰκόνας γράψωμεν, ἱλασκώμεθα ὡς δαίμονα. ἔστω δὲ σύμμετρον καὶ τούτου τοῦ λόγου τὸ μῆκος. γνωστέον [*](284) δὲ ὅτι καὶ συντόνῳ λόγῳ παραμυθεῖσθαι δυνατὸν καὶ συγγραφικῷ πάλιν, ὡς ἄν τις βούληται.

    10 Ὁ προσφωνητικὸς λόγος ἐστὶν εὔφημος εἰς ἂρχοντας

    415
    λεγόμενος ὑπό τινος, τῇ δὲ ἐργασίᾳ ἐγκώμιον, οὐ μὴν τέλειον· οὐ γὰρ ἔχει πάντα τὰ τοῦ ἐγκωμίου, ἀλλὰ κυρίως ὁ προσφωνητικὸς γίνεται, ὅταν ἐξ αὐτῶν τῶν πραττομένων ὑπʼ αὐτοῦ πράξεων ὁ λόγος τὴν αὔξησιν λαμβάνῃ. διαιρεῖται δὲ οὕτως. μετὰ τὰ προοίμια ἥξεις ἐπὶ τὸν τῶν βασιλέων ἔπαινον, καὶ τοῦτον ἐρεῖς διὰ πάνυ βραχέων διαιρῶν αὐτὸν δίχα εἰς τὰ κατὰ πόλεμόν τὲ καὶ εἰρήνην, οὐκ ἐνδιατρέψεις δὲ διότι οὐ τέλειόν ἐστι βασιλέων ἐγκώμιον· αὐξήσεως γὰρ ἕνεκα παρα- λαμβάνεται ἐν τῷ προσφωνητικῷ τῶν ἐπαίνων τοῦ ἄρχοντος. ἀπὸ δὲ τοῦ λόγου τοῦ κατὰ τοὺς βασιλέας ἥξεις ἀκολούθως ἐπὶ τοῦ προσφωνουμένου ἔπαινον, λέγων ὅτι τά τε ἄλλα θαυμάσιοι οἱ βασιλεῖς καὶ ἐν ταῖς τῶν ἀρχόντων αἱρέσεσιν· οἷον γὰρ ὑμῖν νῦν τοῦτον τὸν γεννάδαν κατέπεμψαν ἐπὶ σωτηρίᾳ τοῦ γένους, ὃν εὐθέως ἐπαινέσεις μάλιστα μέν, ὡς ἔφην, ἀπὸ τῶν πράξεων,  οὕτω γὰρ ἄμεινον. εἰ δʼ ἄρα φιλότιμος καὶ σφόδρα ἔνδοξος εἴη τὸ γένος, μνημονεύσεις διὰ βραχέων καὶ γένους, εἶθʼ οὕτω τῶν πράξεων, καὶ μάλιστα μὲν ἀ??ὸ τοῦ παρόντος χρόνου καὶ τῆς παρούσης ἀρχῆς τῶν ἐν χερσί· μνημονεύσεις δὲ καί, εἰ τύχοι ἄρξας ἑτέραν ἀρχὴν καὶ ἐνδόξους ἔχει τὰς πράξεις, τῶν τότε πράξεων.