Περὶ ἐπιδεικτικῶν

Menander Rhetor

Menander Rhetor. Rhetores Graeci, Volume 3. Spengel, Leonard, editor. Leipzig: Teubner, 1856.

Ὁ κατευναστικὸς λόγος ἐστὶ συντονώτατος διὰ τῶν 7 καιρίων βαδίζων, καίρια δέ ἐστι τὰ πρόσφορα, πρόςφορα δέ ἐστιν ὅσα τῷ θαλάμω ἁρμόζει καὶ τῇ τοῦ νυμφίου συζυγίᾳ καὶ ταῖς παστάσι καὶ ἔρωσί τε καὶ ὑμεναίοις καὶ τελετῇ γάμου. οἱ μὲν οὖν ποιηταὶ διὰ τοῦ παρορμᾶν ἐπὶ τὸν θάλαμον καὶ προτρέπειν προάγουσι τὰ κατευναστικὰ ποιήματα, καὶ ἡμεῖς δὲ οὐ πόρρω τούτων στησόμεθα, ἀλλὰ παροξυνοῦμεν καὶ προτρεψόμεθα· ἔστι γὰρ ὁ κατευναστικὸς προτροπὴ πρὸς τὴν συμπλοκήν. ἐν τούτοις τοίνυν τὸν Ἡρακλέα παραλαμβάνωμεν καὶ ἕτερον εἴ τις ἀνδρεῖος περὶ γάμους γέγονεν, οὐ τῇ πάσῃ ἐπεξιόντες τοῦ Ἡρακλέος ἀλκῇ, ἀλλὰ τοῖς περὶ γάμων αὐτῷ καὶ γυναικῶν καὶ νυμφῶν πεπραγμένοις, ἵνα καὶ χάριτας ὁ λόγος ἔχειν δοκῇ. ἐροῦμεν δὲ ἐγκώμιον τῆς νύμφης διὰ βραχέων, οὐ τὸ ἀπὸ τῆς. σωφροσύνης οὐδὲ ἀπὸ φρονήσεως οὐδὲ τῶν λοιπῶν ἀρετῶν τῆς ψυχῆς, ἀλλὰ τὸ ἀπὸ τῆς ὥρας καὶ τοῦ κάλλους·

406
τοῦτο γὰρ οἰκεῖον καὶ πρόσφορον μόνον, τοῦ νεανίσκου τὴν ἀλκὴν καὶ τὴν ῥώμην παραινοῦντες μὴ καταισχῦναι [*](274) ταῦτα τοσούτων μαρτύρων γενησομένων τῇ ὑστεραίᾳ τῆς τελετῆς. φυλακτέον δʼ ἐν τούτῳ, μή τι τῶν αἰσχρῶν μηδὲ τῶν εὐτελῶν ἢ φαύλων λέγειν δόξωμεν, καθιέντες εἰς τὸ αἰσχρὰ λέγειν καὶ μακρά, παρʼ ὅσα ἔνδοξά ἐστι δικαίως, ἃ σεμνότητα φέρει καὶ ἔστιν εὐχαρῆ. ἄρξῃ δʼ οὕτω πως· τὴν μὲν παρασκευὴν τοῦ γάμου καὶ τῶν ἀναλωμάτων τὸ πλῆθος, καὶ τῶν ἀρίστων ἀνδρῶν τὴν σύνοδον οὐδενὸς ἕνεκα, ὡ νεανία, πεποιήμεθα, ἀλλʼ ἢ τῆς ἀλκῆς ἧς ἔχεις καὶ ῥώμης ἐπίδειξιν βουλόμενοί σε ποιήσασθαι, ἵνα ἐπί σοι σεμνυνώμεθα αὐτοί τε οἱ τοῦ γένους καὶ ἡμεῖς ἡλικιῶται· σὺ δὲ μὴ ἐν φαύλῳ τὰ τῆς ἐπιδείξεως ποιήσῃ· καὶ εἰμὲν ἀθληταὶ ἦμεν, καὶ ἀγωνίζεσθαι Ὀλυμπίασιν ἔδει Πυθοῖ πρὸς ἄνδρας ἀθλητάς, ἐχρῆν καὶ βραβεῖον προκεῖσθαι, κήρυκα παρεῖναι καὶ κριτήν τινα τῆς δίκης, καὶ στάδιον ὑπάρχειν δημόσιον· ἐπεὶ δὲ τελετὴ γάμου τὰ ὁρώμενα, βραβευτὴς δὲ ἔρως, κῆρυξ δὲ ὑμέναιος, καὶ στάδιον ὑμῖν ὁ θάλαμος, φέρε μὴ τὰ τῶν φευγόντων ἐν τοῖς πολέμοις πάθῃς δεδοικὼς καὶ πρὸ τῆς συμβολῆς τὴν τροπήν, ἀλλὰ νομίσας ἔνθεν μὲν παρεστάναι σοι πόθον, ἔνθεν δὲ γάμον, ἔρωτα δὲ συμβραβεύειν, ὑμέναιον δʼ ἐπιφωνεῖν, ἴθι, ὁ τῶν πατέρων ἀξίως ἀγωνιούμενος. καιρὸς δὲ τελετῆς ὅς καὶ φίλος ἐστὶ τῷ θεῷ τῶν γάμων· ἕσπερος μὲν γάρ ἐστιν ὕπαιθρος καὶ λαμπρός, ἅμαξα δὲ διαφανὴς ἤδη, καὶ ὁ τῆς Ἀφροδίτης ἀστὴρ καταυγάζει τὸ φαινόμενον, οὐρανὸς δὲ πεποίκιλται τοῖς χοροῖς τῶν ἄστρων. καί τινα τοιαῦτα διεξελθών ἁβρῶς περὶ τοῦ καιροῦ πάλιν ἐπιχειρήσεις ἀπὸ τῶν ἑστιωμένων, ἀπὸ τῶν παρόντων, ὅτι οἱ μὲν ἐπικροτοῦσιν, οἱ δέ σε νῦν ἐπὶ στόματος καὶ γλώσσης ἔχουσι καὶ τὴν κόρην, ὁπότερος
407
ἄρʼ ἰσχυρότερος πρὸς τὴν τελετὴν φανήσεται· διηγεῖται δὲ ἴσως ἕκαστος αὐτῶν πρὸς τὸν πλησίον οἰκεῖα νεανιεύματα· εἰσὶ δὲ οἱ καὶ εὐχόμενοι σφίσιν αὐτοῖς γενέσθαι παραπλησίαν πανήγυριν. προτρέψῃ δʼ [*](275) αὐτὸν καὶ ἀπὸ τοῦ κάλλους τοῦ θαλάμου, ὃν αἱ Χάριτες κατεποίκιλαν, καὶ ἀπὸ τῆς ὥρας τῆς κόρης καὶ ὁποῖοι περὶ ἐκείνην θεοὶ γαμήλιοι Ἀφροδίτη καὶ Ἴμερος προδώσουσί σοι ταύτην καὶ ἐγχειρίσουσιν, ἵνα δημιουργήσητε παῖδας ὁμοίους μὲν σοί, ὁμοίους δὲ ἐκείνῃ· ἐὰν δέ σε καὶ ἀπατᾶν ἐπιχειρήσῃ αἱμύλα κωτίλλουσα, φύλαξαι τὴν ἀπάτην· περίκειται γὰρ καὶ Ἀφροδίτης κεστόν, ἐν διὰ λόγων ἐστὶν ἀπάτη. προτρέψῃ δʼ αὐτὸν καὶ ἀπὸ τῆς ὥρας τῆς κόρης καὶ τῆς ἰδέας καὶ τοῦ κάλλους, καὶ ἐπάξεις ὅτι ὀνειράτων ὄφεις ἡδίστας ὄψεσθε μαντευομένας ὑμῖν ἐπʼ αἰσίοις τὰ μέλλοντα, παίδων γενέσεις, βίου παντὸς ὁμόνοιαν, οὐσίας αὔξησιν, οἰκονομίαν τῶν ὄντων ἐπαινετήν. χρὴ δὲ παραγμέλλειν τῷ νυμφίῳ μέλλοντι ταῖς πράξεσιν ἐπιχειρεῖν εὐχὰς ποιεῖσθαι τῷ Ἔρωτι, τῇ Ἑστίᾳ, τοῖς γενεθλίοις, ἵνα συλλαμβάνωνται αὐτῷ πρὸς τὸ ἐγχείρημα, εἶτα εὐχὴν ἐπάξεις αἰτῶν παρὰ τῶν κρειττόνων αὐτοῖς εὐμένειάν τε καὶ ὁμόνοιαν, συμπλοκῆς ἑστίαν, κρᾶσιν ψυχῶν, ὥσπερ καὶ τῶν σωμάτων, ἵνα οἱ παῖδες ἀμφοτέροις ὅμοιοι γένωνται. οὕτω μὲν οὖν πως προάγειν τούς τοιούτους λόγους διὰ συντόμων δυνήσῃ· κἂν μὲν ἀδελφὸς ἢ συγγενὴς ὁ συναπτόμενος, λέγε τὰ πρόςφορα πρὸς συγγενεῖς, ὅτι ὁ προτρεπόμενός σοι οὐκ ἀλλότριος, ἀλλὰ φίλος καὶ εὔνους τῶν καὶ εἰς τὰ μάλιστά σοι συνηδομένων καὶ πείθεσθαι ἔδει. ἂν δὲ προειληφὼς ᾖς τῷ γεγαμηκέναι αὐτός, λέγε, ὅτι καὶ αὐτὸς ἔμπειρός εἰμι τῶν τοιούτων ἀγώνων, καὶ οὐχ ᾑρέθην, οὐδʼ ἡττήθην, ἀλλʼ εἰ προὔκειτο στέφανος, ἐγώ ἂν
405
ἀπηνεγκάμην, ἂριστα διαθλήσας τότε. ἄν δὲ ἀλλότριος τυγχάνῃ, πάλιν καὶ τοῦτο διαιρήσεις· ἐὰν μὲν γὰρ νέος πρὸς νέον, ἐρεῖς τὸ Ὁμηρικὸν ἐκεῖνο
  • ἄλκιμος ἔσσʼ ἵνα τίς σε καὶ ὀψιγόνων εὖ εἴπῃ.
  • [*](276)

    ἐὰν δὲ προεληλυθὼς τὴν ἡλικίαν, μὴ δοῦναι ὑπόνοιαν τοῖς παροῦσι περὶ σαυτοῦ ὡς ἀσθενοῦς, προσθήσεις δʼ ὡς ἵνα καὶ παῖδας φυτεύσητε τῇ πατρίδι ἀκμάσαντες φιλοτιμίαις, ἐπιδόσεσι· προσθήσεις δέ που καὶ ἀπὸ τοῦ καιροῦ τι. εἰ μὲν γὰρ εἴη ἔαρ, ὅτι ἀηδόνες καὶ χελιδόνες ὑμᾶς καταμουσίζουσαι καὶ κατακηλοῦσαι νῦν μὲν εἰς ὕπνον καθέλκουσι, νῦν δὲ πάλιν ὑπὸ τὴν αὐγὴν τερετίζουσαι ἀναστήσουσι μεμυημένους, καὶ ὅτι νῦν ἡ γῆ ἄνθεσι καλλωπίζεται καὶ ὠραΐζεται τοῖς βλαστήμασιν, ὥσπερ καὶ ὑμεῖς ἐν ὥρᾳ καὶ ἀκμῇ τοῦ κάλλους τυγχάνετε, καὶ δένδρα δένδρεσιν ἐπιμίγνυται, ἵνα τοῦτο γένηται τελετὴ καὶ γάμος. ἐὰν δὲ μετόπωρον, ὅτι καὶ νῦν οὐρανὸς γαμεῖ τὴν γῆν ὄμβροις ἐπάρδων, ἵνα μετὰ μικρὸν ἐκφύσῃ καὶ κοσμήσῃ δένδροις τε καὶ βλαστήμασι. ἂν δὲ χειμών, ὅτι συνάγει ἡμὰς εἰς θαλάμους καὶ οἰκουρεῖν ἀναγκάζει, καὶ ταῖς νύμφαις τοὺς νυμφίους συμπλέκεσθαι, καὶ πάντα ἐν θαλάμοις εἶναι, ἐπεὶ καὶ τὰς ἀνάγκας ἡμῖν καὶ φόβους ἐκ τῆς σφοδρότητος τῶν ἀέρων ἐστὶν ἐπάγων, καὶ ὥσπερ ἀναγκάζων γαμεῖν. ἐὰν δὲ θέρος, νῦν μὲν τὰ λήϊα κομᾷ τοῖς ἀστάχυσι καὶ ἡμερίδες τοῖς βότρυσι καὶ τοῖς ὡραίοις, καὶ κατάκομα τῶν δένδρων ἄλση καὶ γεωργία πᾶσα. εἶτα προσθήσεις, οἵας μὲν εὐχὰς εὔξονται ὑπὲρ ὑμῶν οἱ πατέρες, οἷα δὲ ηὔξαντο ταύτην ἐπιδεῖν τὴν ἡμέραν· πληροῦτε οὖν αὐτῶν τὸν πόθον, πληροῦτε τοῦ γένους τὰς ἐλπίδας. προσθήσεις δέ τι καὶ ἀπὸ ἱστορίας περὶ γάμου καὶ συμπλοκῆς, εἰ ἔχοις τινὰς νεανίας εἰπεῖν ἢ καὶ δένδρων ἔρωτας. ἐρεῖς τι καὶ περὶ Διονύσου, ὅτι

    409
    καλὸς πρὸς γάμους ὁ θεός, ἀλκῆς ἐμπιπλῶν, θάρσους πληρῶν, εὐτολμίαν διδούς· καὶ γὰρ αὐτὸς οὐκ ὀκνηρός, ἀλλʼ εὔτολμος περὶ γάμους ὁ θεός· οὕτω καὶ Αἰακὸς Αἴγιναν τὴν Ἀσώπου κατενύμφευσεν, οὕτω καὶ Πηλεὺς τὴν Θέτιν, καὶ ὁ Ζδεὺς τὴν Λήδαν, οὕτω καὶ Τηλέμάχος Πολυκάστην τοῦ Νέστορος, οὕτω καὶ τὴν [*](277) Ἀφροδίτην Ἀγχίσης ὁ βασιλεύς τῆς περὶ τὴν Ἴλιον χώρας. ἐρεῖς τι καὶ πρὸς τούς ἀκούοντας, ὅτι ἕως αὐτοὶ τελοῦσι τὰ ὄργια τοῦ γάμου καὶ τελοῦνται, ἡμεῖς ῥόδοις καὶ ἴοις στεφανωσάμενοι καὶ λαμπάδας ἀνάψαντες περὶ τὸν θάλαμον παίξωμεν καὶ χορείαν στησώμεθα, καὶ τὸν ὑμέναιον ἐπιβοώμεθα, τὸ δάπεδον πλήττοντες τοῖς ποσίν, ἐπικροτοῦντες τὼ χεῖρε, ἐστεφανωμένοι πάντες, καὶ ὅσα προσέοικε τῇ τοιαύτῃ ὕλῃ προσάψεις. εἴρηνται δʼ ἀφορμαὶ πλείους ἢ πρὸς ἕν σύνταγμα, ἵνα ᾖ σοι διαφόρως χρήσασθαι ἐν πλείοσιν ὑποθέσεσιν· οὐ γὰρ ἅμα πάντα ἐρεῖς, ἀλλʼ ἀρκέσει σοι ἕν καὶ δεύτερον τῶν εὑρημένων. ὁδοποιήσει δέ σοι καὶ τὰ λοιπὰ ἡ θεωρία, καὶ ἀναστρέψεις τὰ πολλάκις ῥηθέντα, οἷον τὰ πρῶτα τελευταῖα ποιήσεις, καὶ τὰ τελευταῖα πρῶτα, καὶ ὅλως ἡ ἐξαλλαγὴ καὶ ἡ καινοτομία παρέξει σοι τὸ μὴ ταὐτὰ λέγειν· ἔστι γὰρ οὐκ ἀποδεδειγμένη διαίρεσις περὶ τοῦ τοιούτου εἴδους τοῦ λόγου, ἡμεῖς δὲ τὴν εἰρημένην ἐπινενοήκαμεν, ἣν οὐ πάντως φυλάττειν ἀναγκαῖον, διὰ τὸ μηδὲν ὁμοιοτεχνὲς τὰ τοιαῦτα ὁρίζειν· ὡς ἐμὲ γὰρ εἰδέναι οὐδέπω μέχρι καὶ τήμερον διαίρεσις ἐπεδείχθη τοιούτου λόγου. εἴ τι δὲ δεῖ στοχασάμενον τοῦ πρέποντος καὶ ἐγγὺς γενόμενον τοῦ δοκοῦντος εὖ ἔχειν εἰπεῖν, καλῶς ἄν ἔχοι προοιμιάζεσθαι μὲν οὐ μακρῷ προοιμίῳ ἢ ἀπὸ τῶν παρόντων, ὡς οὐ καλῶς ἐπέχοιεν ἔτι τὸν νεανίαν, ἢ ἀπὸ τοῦ νεανίσκου ὡς οὐκ ὀρθῶς ῥᾳθυμοῦντες τῆς ἀγωνίας, ἢ ἀπʼ αὐτοῦ τοῦ λέγοντος,
    410
    ὅτι συμβουλήν τινα ἥκω φέρων τῷ νεανίᾳ εἰς μέσον πεφροντικὼς ὑκὲρ αὐτοῦ καὶ σπουδάζων, αὐτὸν καλὸν ἐν ὑμῖν ὀφθῆναι, ἔσται οὐκ ἐγκατάσκευον τὸ προοίμιον, ἀλλʼ ἀφελὲς καὶ ἀπλοῦν. ἔστι δʼ ὅτε καὶ ἀπʼ αὐτοῦ τοῦ πράγματος ληφθήσεται ἡ ἔννοια· τίνος ἕνεκεν ἡμῖν ἡ σύνοδος γέγονεν αὕτη; γάμου τοῦ νεανίου δηλονότι καὶ τελετῆς ἐρωτικῆς· τί οὖν οὐκ ἤδη τὸ πρᾶγμα τελεῖται, ἐφʼ ᾧ δὴ καὶ συνεληλύθαμεν, συνησθησόμενοι [*](278) τοῖς γινομένοις; εἶτα μετὰ τὸ προοίμιον ἥξεις ἐπὶ τὴν τοῦ νέου προτροπήν· ᾔδειν σε ἐν τῷ πρὸ τούτου χρόνῳ οὐδενὸς δεύτερον ταῖς ἀρεταῖς ἐν κυνηγεσίοις, ἐν παλαίστραις, ταύτην ἐπίδειξαί μοι τὴν ῥώμην καὶ τὴν ἀλκὴν ἐπὶ τοῦ παρόντος, μηδένα τῶν παρόντων ὡς ὀνειδίζειν μέλλοντα φυλασσόμενος· γάμου γὰρ ἅπαντες παῖδες, καὶ οἱ μὲν ἐτελέσθησαν, οἱ δὲ μέλλουσιν, οἱ δὲ εὔχονται. εἶτα παρακαλέσεις καὶ τοὺς ἀκροατὰς συμπροτρέψασθαι καὶ ἑκόντα καὶ ἄκοντα παραπέμπειν ἐπὶ τὸν θάλαμον. μετὰ ταῦτα ἥξεις ἐπὶ τὸν καιρὸν καὶ τὴν ἑσπέραν, ἐν ᾦ διασκευάσεις καὶ διαγράψεις τὰ κάλλη τῆς νυκτός, τοὺς ἀστέρας, τὰ φέγγη τούτων, τὸν Ὠρίωνα, καὶ προσθήσεις ὅτι, ὥσπερ ἑκάστη τελετὴ καιρὸν οἰκεῖον καὶ ἐπιτήδειον ἔχει, οὕτω καὶ ὁ γάμος γέρας εἴληφε τὴν νύκτα παρὰ τῶν θεῶν. Πύθια μὲν γὰρ καὶ Ὀλύμπια καθʼ ἡμέραν τιμᾶται, Βάκχῳ δὲ καὶ Ἀφροδίτῃ νυκτὸς ἔρωτι καὶ γάμῳ καὶ ὑμεναίῳ καθιέρωται νύξ. εἶτα ἀπὸ τοῦ παρελθόντος προτρέψῃ χρόνου λέγων· ἀναμνήσθητι τῆς μνηστείας, ἐν ὅσῳ χρόνῳ γέγονεν, ἐν ὅσοις ἔτεσι μόλις ἡμῖν κατωρθώθη, καὶ ὅτι ἐπένευσαν ἡμῖν οἱ πατέρες τῆς κόρης ὀψέ ποτε, εἰ ταύτην ἔχων παρὰ σαυτῷ ῥᾳθυμεῖς, ὥσπερ ἐπιλελησμένος. μετὰ ταῦτα καὶ τὸ τῆς ὥρας τοῦ ἔτους ἐπιχειρήσεις ἔαρος, μετοπώρου, χειμῶνος, θέρους, ὡς ἤδη προείρηται ἀπὸ
    411
    τῶν περὶ ἕκαστον καιρὸν ἐξαιρέτων, ὡς ὑποδέδεικται ἤδη. μετὰ ταῦτα καιρὸν ἔχεις καὶ ἱστοριῶν μεμνῆσθαι, ἐν αἷς ἕτεροι φαίνονται συναφθέντες γάμοις θεοὶ καὶ ἡμίθεοι καὶ στρατηγῶν οἱ ἄριστοι, καὶ ἀριστέων οἱ ἐπιφανέστατοι. ἐπὶ τούτοις μνημονεύσεις καὶ τοῦ κάλλους τῆς κόρης καὶ τοῦ κάλλους τοῦ θαλάμου καὶ τῶν παστάδων, καὶ τῶν θεῶν δ'οὐκ ἀμελήσεις τῶν περὶ τὸν θάλαμον ὡς ἐνεργούντων καὶ συναντιλαμβανομένων τῷ μέλλοντι νυμφεύειν· καὶ καθʼ ἡδονὴν δὲ θεοῖς ὁ γάμος, ἐν ᾦ καὶ θέσιν βραχεῖαν ἐρεῖς, ὅτι βουληθέντες αὐξάνεσθαι τῶν ἀνθρώπων τὸ γένος γάμον ἐπενόησαν καὶ μίξεις [*](279) σώφρονας, καὶ εἰκὸς παρεῖναι αὐτούς ταῦτα νομοθετήσαντας, Ἀφροδίτην, ἔρωτας, ὑμεναίους, γάμους. εἶτα· ἀπὸ τῆς ἐκβάσεως ἐπιχειρήσεις· τί οὖν τὸ ἀπὸ τοῦ γάμου κέρδος; ὁμόνοια καὶ οἴκου καὶ περιουσίας σωτηρία καὶ αὔξησις, καὶ τὸ μέγιστον παίδων γένεσις διαδόχων τοῦ γένους, φιλοτιμησομένων πατράσι, διαθησόντων ἀγῶνας, εἶτα εὐχὴν ἐπιθήσεις τοῖς εἰρημένοις, αὐτὸς αἰτῶν αὐτοῖς παρὰ τῶν κρειττόνων συζυγίαν ἡδίστην, εὐδαιμονίαν, βίον ἐπέραστον, παίδων γενέσεις καὶ ὅσα προείρηται. πειράσεις δὲ καὶ συντόμως ἅπαντα προαγαγεῖν ταῦτα πανταχοῦ τῆς χάριτος μόνον καὶ τῆς ὥρας φροντίζων. παραγίνεται δὲ χάρις καὶ ὥρα τῷ λόγῳ οὐκ ἐκ τῶν ἱστοριῶν μόνον καὶ ἐκ τοῦ διηγήματος, ἀλλʼ ἐκ τῆς ἀφελείας καὶ ἁπλότητος τοῦ ἤθους τοῦ λέγοντος. ἀκατάσκευον γὰρ τὸν λόγον εἶναι δεῖ καὶ τὰ πολλὰ ἀσύνδετον, οὐ κώλοις, οὐδὲ περιόδοις συγκείμενον, ἀλλὰ συγγραφικώτερον, οἷόν ἐστι καὶ τὸ τῆς λαλιᾶς εἶδος. γένοιτο δʼ ἂν καὶ ἀπὸ λέξεως ἐπιτετηδευμένης καὶ κεκαλλωπισμένης χάρις ἐν λόγῳ, οἵα ἐστὶν ἡ Πλάτωνος καὶ Ξενοφῶντος καὶ τῶν νεωτέρων, Δίωνος καὶ Φιλοστράτου καὶ τῶν σοφιστῶν,
    412
    ὅσοι καὶ συντιθέναι τὸ συγγραφικὸν εἶδος ἔδοξαν χαριέντως.