Περὶ ἐπιδεικτικῶν
Menander Rhetor
Menander Rhetor. Rhetores Graeci, Volume 3. Spengel, Leonard, editor. Leipzig: Teubner, 1856.
Ἀπλῶς δὲ χρὴ γινώσκειν, ὅτι λαλιὰ τάξιν μὲν οὐδεμίαν θέλει σώζειν καθάπερ οἱ λοιποὶ τῶν λόγων, ἀλλὰ ἄτακτον ἐπιδέχεται τὴν ἐργασίαν τῶν λεγομένων· ἃ γὰρ βούλει, τάξεις πρῶτα καὶ δεύτερα, καὶ ἔστιν [*](252) ἀρίστη τάξις τῆς λαλιᾶς τὸ μὴ κατὰ τῶν αὐτῶν βαδίζειν συνεχῶς, ἀλλʼ ἀτακτεῖν ἀεί· ἀπὸ τοῦ γένους ποτὲ ἐγκωμιάσεις, ἂλλοτε πάλιν ἀπὸ προαιρέσεως ἐγκωμιάσεις, ἄλλοτε ἀπὸ τῶν χθὲς καὶ πρώην συμβεβηκότων περὶ αὐτόν. καὶ ἀπὸ τύχης ἐγκωμιάσεις ποτὲ καὶ ἀπὸ πράξεως ἄλλοτε. καὶ ταῦτα μὲν περὶ τούτων, λεχθήσεται δὲ καὶ ἕτερα. ἐρεῖς τι καὶ εἰς τὴν σεαυτοῦ πατρίδα ὡς χρονίως μὲν ἐπανελθών ἐπʼ αὐτήν, ἀσμενέστατα δὲ αὐτὴν θεασάμιενος, καὶ τὸ Ὁμηρικὸν ἐπιφωνήσεις
τι μὲν οὖν ἐγκωμιάζειν καὶ ψέγειν καὶ ἀποτρέπειν διὰ λαλιᾶς ἔξεστι, καὶ ὅτι διαθέσεις τῆς ψυχῆς καταμηνύειν [*](255) δέδονται διὰ τῆς λαλιᾶς, οἷον λύπη ἡδονὴ ὀργὴ ἢ τι τῶν τοιούτων, ἱκανῶς ἡμῖν προείρηται· ὁποῖον δὲ δεῖ τὸ εἶδος τῆς ἀπαγγελίας εἶναι, καὶ τοῦτο προστέθειται, ὅτι ἀπλοῦν καὶ ἀφελὲς καὶ ἀκατάσκευον· καὶ ὅτι οὐδεμίαν τάξιν ἀπὸ τῆς τέχνης νενομοθετημένην ἐπιδέχεται, καὶ τοῦτο μεμαθήκαμεν. προσκείσθω δὲ ὅτι οὐδὲ μακρὰς τὰς λαλιὰς εἶναι δεῖ, πλὴν εἰ διʼ αὐτῶν ἐθέλοιμεν τὴν ἐπίδειξιν ποιήσασθαι· καλὸν γὰρ ἡ συμμετρία, καθάπερ οὐ καλὸν τὸ ἀδολεσχεῖν καὶ πολλοὺς ἀναλίσκειν λόγους, ἱστορίας ἱστορίαις συνάπτοντα καὶ μύθους μύθοις καὶ διηγήματα διηγήμασι· καὶ γὰρ ἀπειρόκαλον εἶναι τοῦτο πεπίστευται. ἔστι δὲ καὶ συντακτικὴλαλιά, ὡς ἐὰν μέλλοντες ἀνάγεσθαι ἀπὸ τῶν Ἀθηνῶν ἐπὶ τὴν ἐνεγκοῦσαν, ἢ οὖ
Ἔστι δὲ καὶ ἐπιβατήριον εἰπεῖν λαλιὰν εὐθύς ἐπιστάντα τῇ πατρίδι, ὡς μικρῷ πρόσθεν ἐμνημονεύσαμεν, ἐν οἷς περὶ τῶν ἐπιφωνήσεων τῶν Ὀμηρικῶν ἐλέγομεν, ἐν ᾧ πάντως τὸν ἔρωτα τὸν περὶ τὴν πόλιν ἐνδείξεται ὁ λέγων ἀπὸ τοῦ παρεστῶτος χρόνου λαβών τὴν ἀρχήν, ὡς γεγηθώς, ὡς ἂσμενος προσέπλευσεν τοῖς λιμέσιν, ὡς εἶδε κάλλη πεδίων, ὡς προσέβαλεν ἀκροπόλει, ὡς περιεπτύξατο τῶν πολιτῶν ἅπαντας καὶ ἕκαστον λέγων, ὡς πάντας ἐνόμισεν ἀδελφούς εἶναι αὐτοῦ τοὺς ἡλικιώτας καὶ πατραδέλφους τοὺς ἄλλους, καὶ γένος ἕν πᾶσαν τὴν πόλιν, καὶ ὅτι οὐκ ἐπελέλησο τῆς πατρίδος ἀποδημῶν προσθήσεις· ἀλλʼ ἄγε διηγοῦ τὰ ἐξαίρετα καὶ πάτρια, οἷα ταῖς ἄλλαις οὐ πρόσεστι πόλεσιν. εἶτα ἥξεις εἰς ἐγκώμιον ἄρχοντος, ἐὰν ὁ ἄρχων παρῇ, ἐπὶ τὸ τοῦ πατρὸς ἢ ἐπὶ τὸ τῆς πολιτείας, ὅτι τίς οὐκ ἂν ἐρασθείη τοιαύτης πολιτείας, ἐν ᾗ ὁμόνοια καὶ φιλία καὶ πάντες ἀρετῇ σύντροφοι, καὶ ὅσα τοιαῦτα. καὶ [*](257) ἁπλῶς πολυσχιδὴς ἡ τῆς λαλιᾶς χρεία. οἶδε γὰρ καὶ πᾶσαν ὑπόθεσιν ἀνδρὶ πολιτικῷ περιεργάζεσθαι.
Ἡ προπεμπτικὴ λαλιὰ λόγος ἐστὶ μετʼ εὐφημίας [*](5) τινὸς προπέμπων τὸν ἀπαίροντα. χαίρει δὲ ἁβρότητι καὶ διηγημάτων ἀρχαίων χάρισι. πολλοὶ δὲ τῆς προπεμπτικῆς τρόποι. εἷς μὲν ὁ δυνάμενος συμβουλεύειν κατὰ μέρος δέξασθαι τῶν λοιπῶν μερῶν δεχομιένων καὶ ἐγκώμια καὶ λόγους ἐρωτικούς, εἰ βούλεται προστιθέναι καὶ ταῦτα ὁ λέγων· δύναται δὲ συμβουλὴν ἐπιδέξασθαι, ὅταν ὁ πολλῷ κρείττων προπέμπῃ τὸν ἥττονα, ὡς ὅταν ὁ παιδευτὴς προπέμπῃ τὸν ἀκροατήν· δίδωσι γὰρ αὐτῷ συμβουλευτικὸν ἦθος τὸ οἰκεῖον ἀξίωμα. ἕτερος δὲ τρόπος ἂν γένοιτο, ἐν ᾧ δυνήσεταί τις ἐνδείξασθαι ἦθος ἐρωτικὸν καὶ διάπυρον περὶ τὸν προπεμπόμενον συμβουλὴν μὴ καταμιγνὺς τῆς ἀξίας ὑπαρχούσης ἐφαμίλλου καὶ τῆς δόξης ἴσης τῷ προπέμποντι καὶ τῷ προπεμπομένῳ, ὅταν ἑταῖρος ἑταῖρον προπέμπῃ· καὶ γὰρ εἰ βελτίων εἴη ὁ προπέμπων ἐνταῦθα τοῦ ἀπαίροντος, ἀλλʼ οὖν ἡ κοινωνία τοῦ ὀνόματος καὶ τὸ ἀμφοτέρους εἶναι φίλους ἀφαιρεῖται τὸ ἀξίωμα τῆς συμβουλῆς τὸν λέγοντα. γένοιτο δʼ ἂν καὶ [*](258) ἄλλος τρόπος πλείονα διατριβὴν ἔχων περὶ τὰ ἐγκώμια μᾶλλον, σχεδὸν δὲ εἰπεῖν μικροῦ σύμπασαν, ὅταν ἐθέλῃ προΐστασθαι τῷ μὲν δοκεῖν προπεμπτικὸν λόγον, τῇ δʼ ἀληθείᾳ ἐγκώμιον. ὥσπερ ἄν εἰ μέλλοιμεν προπέμπειν ἄρχοντα ἢ τῆς ἀρχῆς πεπαυμένον ἤ ἀφʼ ἑτέρας εἰς ἑτέραν πόλιν μέλλοντα ἀπιέναι. λέγω δὲ ταῦτα οὐκ ἀποστερῶν οὐδένα τῶν προειρημένων τρόπων τῆς προπεμπτικῆς τῶν ἐρωτικῶν παθῶν· χαίρει γὰρ ἡ προπεμπτικὴ πανταχοῦ τούτοις, ἀλλʼ ἐνδεικνύμενος ὅτι ὅπου μὲν μᾶλλόν ἐστιν αὐτῷ καταχρῆσθαι, ὅπου δὲ ἐπʼ ἔλαττον. παραλήψῃ δὲ ἐπὶ τοῦ ἂρχοντος καὶ πόθον πόλεων ὁλοκλήρων περὶ αὐτὸν καὶ ἔρωτας.
Διαιρήσεις δὲ τὴν προπεμπτικὴν οὑτωσί πως. ὑποκείσθω δὲ ἡμῖν νέος συνήθης προπέμπων φίλον, οὐκοῦν ὁ τοιοῦτος ἐνταῦθα ὥσπερ τι πεπονθὼς τῶν ἀτόπων καὶ ἀπροσδοκήτων σχετλιάσει πρὸς τὴν τύχην ἢ πρὸς τούς ἔρωτας, ὅτι μὴ συγχωροῦσι θεσμὸν φιλίας διαμένειν βέβαιον, ἀλλʼ ἄλλοτε ἄλλους πόθους ἐμβάλλοντες παρασκευάζουσι τὸν πάλαι συνθέμενον καὶ ὁμολογήσαντα φιλίαν ἄλυτον διαφυλάξειν πάλιν ἐρᾶν πατρίδος, πάλιν γονέων ἐπιθυμεῖν, ὥσπερ ἐπιλανθανόμενον τῶν πρὸς τὸν φίλον αὐτῷ περὶ φιλίας συνθη- κῶν· ἢ εἰσελεύσεται πρὸς τοὺς ἀκροατὰς ὥσπερ πρός [*](259) τινας δικαστὰς γραφὴν ἀποφέρων κατὰ τοῦ φίλου, προσποιούμενος δῆθεν κατὰ τὴν πρὸς τὸν ἑταῖρον συνθήκην· καὶ ἐπάξεις πάλιν παρακαλῶν τούς ἀκροατὰς μὴ περιορᾶν παραβαίνοντα, ἐν οἷς καὶ ἱστορίας ἐρεῖς καὶ παραδείγματα. ἱστορίας μέν, ὅτι Θησεὺς καὶ Ἡρακλῆς ἑταῖροι γινόμενοι, καὶ Διομήδης καὶ Σθένελος, καὶ Εὐρύαλος δυσαπαλλάκτως ἀλλήλων εἶχον· ἐξ ἀλόγων δὲ παραδείγματα, ὅτι κἀν ταῖς ἀγέλαις καὶ ἵπποι καὶ μόσχοι συναφθέντες ἀλλήλοις συνηθείᾳ καὶ ὄρνιθες δυσχερῶς ἀλλήλων χωρίζονται. προῖὼν δὲ τῷ λόγῳ ὑπομνησθήσῃ, ἄν οὕτω τύχῃ, καὶ ἀσκήσεως κοινῆς καὶ παλαίστρας καὶ γυμνασίων τῶν αὐτῶν. μετὰ τὸν πρὸς τοὺς ἀκροατὰς λόγον, οὒς ὥσπερ δικαστὰς ὑπεθέμεθα, τρίτον ἐπὶ τούτοις εἰσάξεις πρὸς ἐποχὴν δῆθεν καὶ τὰ τῆς πόλεως ἐγκώμια. οὐδʼ οὕτως ὁ τῶν Ἀθηναίων αἱρεῖ σε πόθος, οὐδὲ μυστηρίων καὶ τελετῶν, οὐδὲ μουσεῖα καὶ θέατρα λόγων, οὐδὲ παιδευτῶν φιλοτιμίαι περὶ τούς λόγους, Ἄρειος δὲ πάγος καὶ Λύκειον καὶ Ἀκαδημία καὶ ἀκροπόλεως κάλλος, ἃ διείργασται φιλοπόνως ἅμα καὶ χαριέντως; ἀνέραστος ἄρα ὡς ἔοικεν ἦσθα·