Περὶ ἐπιδεικτικῶν

Menander Rhetor

Menander Rhetor. Rhetores Graeci, Volume 3. Spengel, Leonard, editor. Leipzig: Teubner, 1856.

4 Τὸ τῆς λαλιᾶς εἶδος χρηησιρῶτατόν ἐστιν ἀνδρὶ σοφιστῇ, καὶ ἔοικε δύο εἴδεσι τῆς ῥητορικῆς ὑποπίπτειν τῷ τε ὅυμβουλευτικῷ καὶ τῷ ἐπιδεικτικῷ· πληροῖ γὰρ ἑκατέρου τὴν χρείαν· καὶ γὰρ ἄρχοντας ἐὰν ἐγκωμιάσαι βουλώμεθα, πολλῶν ἐγκωμίων παρέχει τὴν ἀφθονίαν· καὶ γὰρ δικαιοσύνην αὐτῷ καὶ φρόνησιν καὶ τὰς λοιπὰς ἀρετὰς διὰ τῆς λαλιᾶς καταμηνύειν δυνάμεθα. καὶ μὴν καὶ συυβουλεῦσαι διὰ λαλιᾶς ὅλῃ τῇ πόλει καὶ ἀκροαταῖς πᾶσι καὶ ἄρχοντι, εἰ βουλοίμεθα, προσδραμόντι πρὸς τὴν ἀκρόασιν ῥᾴδιον. καὶ μὴν καὶ αὐτῷ καταμηνῦσαί τινα ὀργὴν ἢ λύπην ἢ καὶ ἡδονὴν πρὸς τοὺς ἀκροατὰς διὰ λαλιᾶς οὐ κεκώλυται, ἔξεστι δὲ καὶ σχηματίσαι διάνοιαν ὅλην ἢ ἀποσκώπτοντα ἢ κωμῳδεῖν ἐπιχειροῦντα, ἦθός τινος προαιρούμενον, ἢ ψέγοντα βίον, ἢ ἄλλο τι τῶν [*](248) τοιούτων. εἰπόντες δὲ τούτων παραδείγματα πειρασόμεθα

389
καὶ περὶ τῶν ὑπολοίπων τοῦ γένους διεξελθεῖν.

Ἄρχοντός τινος ἔθνους διὰ λαλιᾶς πρόκειται ἡμῖν ἐγκώμιον. οὐκοῦν ζητήσομεν ὁποῖός ἐστι περὶ βασιλέας, ὁποῖός ἐστι περὶ κατασκευὰς τῶν πόλεων, καὶ τῶν δημοσίων οἰκοδομημάτων, καὶ περὶ τὰς κρίσεις τῶν ἰδιωτῶν, ὁποῖος δὲ καὶ καθʼ ἑαυτὸν τὸν τρόπον, ὁμιλητικὸς πρᾷος ἢ τοὐναντίον αὐστηρὸς καὶ κατεστυμμένος. οὐκοῦν ληψόμεθα πρὸς τοῦτο τὸ παράδειγμα ἱστορίαν ἀρχαίαν ἢ πλάσαντες αὐτοί, ἵνα μὴ δοκῶμεν γυμνοῖς αὐτοῖς τοῖς πράγμασιν ἐγχειρεῖν· οὐ γὰρ ἔχει τοῦτο ἡδονήν· χαίρει γὰρ τὸ τῆς λαλιᾶς εἶδος τῇ γλυκύτητι καὶ τῇ τῶν διηγημάτων ἁβρότητι. παραγένοιτο δʼ ἂν ἡ γλυκύτης τῶν λόγων, εἰ παραδείγματα λέγοιμεν διʼ ὧν ἐμφανιοῦμεν ὃ προαιρούμεθα, ἱστορίας ἡδίστας τοῖς ἀκροαταῖς μαθεῖν ἐκλεγόμενοι, οἷον περὶ θεῶν, ὅτι καὶ θεοὶ πεφύκασιν ἐπιμελεῖσθαι τῶν ἀνθρώπων, οἷον εἰ Ἡρακλέους μνημονεύοιμεν ὡς πειθομένου μὲν ἀεὶ τῷ Διῒ προστάττοντι, ἀθλοῦντος δὲ ὑπὲρ τοῦ βίου τῶν ἀνθρώπων, καὶ τούς μὲν ἀδίκους ἐξαιροῦντος, τοὺς ἀγαθούς δὲ ἐγκαθιστάντος πρὸς ἐπιμέλειαν τῶν πόλεων. εἰ Ἀγησίλαον λέγοιμεν, ὡς πειθόμενον Δακεδαιμονίων τοῖς προστάγμασιν, ἄρξαντα [*](249) δὲ τῆς Ἰωνίας καὶ τῆς Ἑλλησπόντου λαμπρῶς, καὶ θαυμασθέντα οὕτως, ὥστε καὶ ταινίαις ἀναδεθὴναι παρὰ τῶν ὑπηκόων καὶ ἄνθεσι βάλλεσθαι ταῖς πόλεσιν ἐπιδημοῦντα. μεστὴ δὲ καὶ ἡ ίστορία Ἡροδότου γλυκέων διηγημάτων, ἐν οἷς ἡδονὴ παντοδαπῶς παραγίνεται τῷ λόγῳ οὐ μόνον ἀπὸ τῆς ξένης τῶν διηγημάτων ἀκοῆς, ἀλλὰ καὶ ἀπὸ τῆς ποίας συνθέσεως, ὅταν μὴ τραχείᾳ χρώμεθα τῇ ἐξαγγελίᾳ, μηδὲ περιόδους ἐχούσῃ καὶ ἐνθυμήματα, ἀλλʼ ὅταν ἁπλουστέρα τυγχάνῃ καὶ ἀφελεστέρα,

390
οἵα ἡ Ξενοφῶντος καὶ Νικοστράτου καὶ Δίωνος τοῦ Χρυσοστόμου καὶ Φιλοστράτου τοῦ τῶν Ἡρωικῶν τὴν ἐξήγησιν καὶ τὰς Εἰκόνας γράψαντος ἐρριμμένη καὶ ἀκατασκεύαστος. χρὴ δὲ καὶ ὀνείρατα πλάττειν καὶ ἀκοήν τινα προστίθεσθαι ἀκηκοέναι, καὶ ταύτην βούλεσθαι ἐξαγγέλλειν τοῖς ἀκούουσιν, ὁνείρατα μέν, ὡς εἰ λέγοιμεν, ὅτι παραστὰς νύκτωρ Ἑρμῆς προστάττοι κηρύττειν τὸν ἄριστον τῶν ἀρχόντων, καὶ πειθόμενος τοῖς ἐκείνου προστάγμασιν ἐρῶ κατὰ μέσον θεάτρων, ἅπερ ἐκείνου λέγοντος ἢκουσα· ἀκοὴν δὲ ὡς εἰ λέγοιμεν οὕτως, ὅτι ἀπήγγειλέ τις ἐμοὶ τῶν ἀπὸ ἀστυγείτονος [*](250) πόλεως πολλὰς ἀρετὰς· καὶ θαυμαστάς, ἃς ἐν ὑμῖν, εἰ σχολὴν ἀκούειν ἂγοιτε, φράσαι προαιροῦμαι.

Συμβουλεύσεις δὲ διὰ λαλιᾶς περὶ ὁμονοίας πόλει, ἀκροαταῖς, φίλοις, ἀντιπολιτευομένοις καὶ πλάττουσι συναγαγεῖν αὐτοὺς εἰς εὔνοιαν τὴν πρὸς ἀλλήλους· συμβουλεύσεις δέ ποτε καὶ ἐθέλειν ἀκούειν λόγων, εἰ μισολόγους γινώσκεις καὶ δυσχερῶς συνιόντας. ἐξαγγελεῖς δὲ σαυτοῦ πάθος, οἷον ὡς ἐν ὑποδείγματι, εἰ λέγοις ὅτι οὐκ ἀπαιτοῦσιν συνεχῶς αἰ ἀκροάσεις, οὐδὲ ἀναγκάζουσι λέγειν, πλάσας τοιοῦτον λόγον, ὅτι Ἀπόλλων πολὺς ἦν θεσπίζων περὶ τοὺς τρίποδας, καὶ καταλαβὼν Κασταλίαν καὶ τοὺς Δελφούς ἐπλήρου τὴν προφῆτιν μαντικοῦ τοῦ πνεύματος, τῶν δὲ Μουσῶν ἠμέλει· χαλεπαίνουσαι οὖν αἱ Μοῦσαι ἀξιοῦσι μαθεῖν τὴν αἰτίαν, διότι οὐ μετέχει χορείας τῆς ἐν Ἑλικῶνι μετὰ Μουσῶν, ἰδίᾳ δὲ φοιβάζει Μουσῶν ἐν τοῖς ἀδύτοις, καὶ ποθεῖ μᾶλλον τούς τρίποδας. σχηματίζων δὲ πρός τε σαυτὸν ἐρεῖς ταῦτα καὶ πρὸς τοὺς ἀκροατάς, ὅτι Ζεὺς ᾐτιᾶτο τὰς Μούσας, ὅτι οὐ προτρέπουσι τὸν Ἀπόλλωνα συγχορεύειν αὐταῖς καὶ πλήττειν τὴν λύραν· ἐμφανιεῖς δὲ καὶ ἡδονὴν σεαυτοῦ πρὸς τοὺς ἀκούοντας

391
οὕτως ὅταν ἀποδέχῃ τὴν ἀκοὴν αὐτῶν ὡς κριτικῶς [*](251) ἀκροωμένων, ὅτι ἥσθης ἐπὶ τῇ τοιαύτῃ διαθέσει τῶν ἀκροατῶν, ὥσπερ Ἰσοκράτης ἥσθη τοῖς Ἕλλησιν ἀναγνούς ἐν Ὀλυμπίᾳ τὸν πανηγυρικὸν λόγον, αἰσθανόμενος ὅτι κατεῖδον ἀκριβῶς τὸ μεγαλεῖον τοῦ λόγου. ἀποσκώψεις δὲ πολλάκις καὶ ψέξεις ἀνωνύμως ὑπογράφων τὸ πρόσωπον, εἰ βούλοιο, καὶ τὸ ἦθος διαβάλλων, καὶ ὥσπερ ἐν τῷ ἐπαινεῖν ἐξῆν ἐκ πάσης ἀρετῆς λαμβάνειν τὰ ἐγκώμια, οὕτως ἔξεστί σοι ἀπὸ πάσης κακίας διαβάλλειν καὶ ψέγειν, ὅταν ἐθελήσῃς. ἔστι δέ ποτε καὶ ἀπολογήσασθαι καὶ διαθεῖναι τὸν ἀκροατὴν ἐπὶ παρόδου, ἣν μέλλει ποιεῖσθαι, πολλάκις μὲν ἠθικῶς μετριάζοντα, ὅτι τέττιγας μιμεῖται τοὺς ᾠδικοὺς τῶν ὀρνίθων, πολλάκις δὲ αἰτήσεις συγγνώμην φάσκων ἐξ ὑπογύου σοι γεγενῆσθαι τὸ σπούδασμα, ἢ ὅτι τῶν λόγων τὰς ἀπαρχὰς ἀνατίθης τῇ πατρίδι καὶ τοῖς πολίταις, ᾗπερ Δήμητρι καὶ τῷ Διονύσῳ οἱ γεωργοὶ τὰ θαλύσια.

Ἀπλῶς δὲ χρὴ γινώσκειν, ὅτι λαλιὰ τάξιν μὲν οὐδεμίαν θέλει σώζειν καθάπερ οἱ λοιποὶ τῶν λόγων, ἀλλὰ ἄτακτον ἐπιδέχεται τὴν ἐργασίαν τῶν λεγομένων· ἃ γὰρ βούλει, τάξεις πρῶτα καὶ δεύτερα, καὶ ἔστιν [*](252) ἀρίστη τάξις τῆς λαλιᾶς τὸ μὴ κατὰ τῶν αὐτῶν βαδίζειν συνεχῶς, ἀλλʼ ἀτακτεῖν ἀεί· ἀπὸ τοῦ γένους ποτὲ ἐγκωμιάσεις, ἂλλοτε πάλιν ἀπὸ προαιρέσεως ἐγκωμιάσεις, ἄλλοτε ἀπὸ τῶν χθὲς καὶ πρώην συμβεβηκότων περὶ αὐτόν. καὶ ἀπὸ τύχης ἐγκωμιάσεις ποτὲ καὶ ἀπὸ πράξεως ἄλλοτε. καὶ ταῦτα μὲν περὶ τούτων, λεχθήσεται δὲ καὶ ἕτερα. ἐρεῖς τι καὶ εἰς τὴν σεαυτοῦ πατρίδα ὡς χρονίως μὲν ἐπανελθών ἐπʼ αὐτήν, ἀσμενέστατα δὲ αὐτὴν θεασάμιενος, καὶ τὸ Ὁμηρικὸν ἐπιφωνήσεις

392
  • κύσε δὲ ζείδωρον ἂρουραν,
  • χαίρων γαίῃ πατρώῃ, καὶ ἀσπάσῃ τῷ λόγῳ τῶν ἀκροατῶν τὸ θέατρον, καὶ καθʼ ἕνα ἕκαστον, ἀνωνύμως μέντοι, κοινῇ πάντας, μὴ ἐκ τοῦ προφανοῦς ὄνομα λέγειν, ἀλλὰ συγχαίρειν ἑαυτῷ ὅτι πρεσβύτας εἶδες, οὓς κατέλιπες ἀκμάζοντας, καὶ εἰς ἄνδρας τελοῦντας, οὓς ἐφήβους εἴασας, καὶ νεανίσκους εἶδες τελοῦντας εἰς παῖδας, καὶ ὅτι οὐδὲν γλύκιον πατρίδος οὐδὲ τοκήων γίνεται. ἀπλῶς δὲ χρὴ γιγνώσκειν περὶ λαλιᾶς, ὅτι πάντα ὅσα βουληθῶμεν ἐμφανίσαι διὰ ταύτης, ταῦτα ἐξέσται ἡμῖν λέγειν τάξιν μηδεμίαν ἐκ τέχνης [*](253) φυλάττουσιν, ἀλλʼ ὡς ἂν προσπίπτῃ, στοχάζεσθαι μέντοι δεῖ ἑκάστου καιροῦ τῶν λεγομένων καὶ συνιέναι, ποῖον χρήσιμον εἰπεῖν πρῶτον, ποῖον δὲ δεύτερον. χρῆ δὲ καὶ μνημονεύειν αὐτῶν Ἀθηνῶν, ἐξ ὧν ἡ πάροδος, καὶ ἱεροφαντῶν καὶ δᾳδούχων καὶ Παναθηναίων, καὶ λόγων ἀγώνων καὶ μουσικῶν, καὶ παιδευτῶν καὶ νεολαίας· φέρει γὰρ ταῦτα πολλὴν γλυκύτητα. χρὴ δέ σέ καὶ κιθαρῳδῶν ὀνόματα διαφόρων εἰδέναι, Ὀρφέως, Ἀρίονος, Ἀμφίονος καὶ τῶν περὶ αὔλησιν εὐδοκίμων καὶ μάντεων, καὶ ὅλως ἐνδόξων τεχνιτῶν πλεονεκτήματα ἐρεῖς· ἔτι δὲ περὶ ὀρῶν ἐπισήμων, Ὀλύμπου, Πιερίας, Ἴδης, Ἑλικῶνος, Παρνασοῦ· πλείστην γὰρ ἡδονὴν ταῦτα παρέξει τῷ εἴδει τῆς λαλιᾶς. πολὺς δὲ καὶ ὁ Διόνυσος ἔστω καὶ χορεῖαι καὶ Σειληνοὶ καὶ Σάτυροι, καὶ Ὠκεανὸς ποταμὸς καὶ Νεῖλος καὶ Ἴστρος καὶ Ἀχελῷος καὶ Εὐρυμέδων καὶ Θύμβρις, καὶ εἴ τις ἄλλος ἐπίσημος. χρησιμώτατοι δὲ πρὸς λαλιὰν καὶ οἱ Πλουτάρχειοι βίοι, ὥσπερ εἰς ἄλλην πολλὴν καὶ παντοδαπὴν παίδευσιν· καὶ γὰρ πλήρεις εἰσὶν ἱστοριῶν [*](254) καὶ ἀποφθεγμάτων καὶ παροιμιῶν καὶ χρειῶν· ταῦτα γὰρ πάντα καταμιγνύναι ταῖς λαλιαῖς χρήσιμον, ἵνα
    393
    πανταχόθεν τὴν ἡδονὴν θηρεύσωμεν. δεῖ δὲ ζητεῖν καὶ μεταμορφώσεις φυτῶν καὶ ὄ ρνεων καὶ δένδρων. γέγραπται δὲ καὶ Νέστορι ποιητῇ καὶ σοφισταῖς μεταμορφώσεις φυτῶν καὶ ὄρνεων, τούτοις δὲ τοῖς συγγράμμασιν ἐντυγχάνειν πάνυ λυσιτελεῖ. ἔχειν δὲ δεῖ σε μνήμην καὶ ποιητῶν ἐπισήμων Ὁμήρου, Ἡσιόδου, τῶν λυρικῶν. αὐτοί τε γὰρ καθʼ ἑαυτούς ἄξιοι μνήμης, καὶ πολλοὺς μὲν ἐνεκωμίασαν, πολλούς δὲ ἔλεγξαν, παρʼ ὧν δυνήσῃ λαβεῖν παραδείγματα. καὶ Ἀρχιλόχου δὲ οὐκ ἀμελήσεις, ἱκανῶς κολάσαντος τοὺς ἐχθρούς τῇ ποιήσει, ἵνα καὶ αὐτὸς ὅταν ἐθέλῃς ψέγειν τινάς, ἔχῃς ἀποχρήσασθαι τἀνδρί· καλοὶ μὲν καὶ αὐτοὶ καθʼ ἑαυτούς, ἀεὶ συνόντες βασιλεῦσι καὶ τυράννοις συμβουλεύοντες ἂριστα, καλὴ δὲ καὶ ἡ ἀπὸ τῶν ποιημάτων αὐτῶν ἐπιφώνησις καὶ μνήμη· γλυκεῖς γὰρ οἱ ἄνδρες καὶ ἡδονὴν ἐμποιῆσαι λόγων μάλιστα προσφορώτατοι.