Περὶ ἐπιδεικτικῶν

Menander Rhetor

Menander Rhetor. Rhetores Graeci, Volume 3. Spengel, Leonard, editor. Leipzig: Teubner, 1856.

Ἐπιβατήριον ὁ βουλόμενος λέγειν δῆλός ἐστι βουλόμενος 3

378
προσφωνῆσαι ἢ τὴν ἑαυτοῦ πατρίδα ἐξ ἀποδημίας ἥκων, ἢ πόλιν ἑτέραν, εἰς ἣν ἂν ἀφίκηται, ἢ καὶ ἄρχοντα ἐπιστάντα τῇ πόλει. οὐκοῦν ἐν τούτοις ἅπασι τὸ προοίμιον ἐκ περίχαρείας εὐθύς· δεῖ γὰρ συνηδόμενον φαίνεθαι ἢ ταῖς πόλεσιν, ὅτε θαυμάσιόν τινα καὶ ἐπαινούμενον ἄρχονυα δέχονται, ἢ τῷ ἄρχοντι, ὅτι ἐπʼ ἀγαθῇ τινι μοίρᾳ ἥκει, ἢ καὶ αὐτὸν ἑαυτῷ τὸν λέγοντα ὅτι τεθέαται ἢ πόλιν ἤ ἄρχοντα, ὃν πάλαι τε καὶ ἐκ πλείωνος ἰδεῖν ἐπεπόθει· κἂν μὲν ἄρχοντα, εὐθὺς ἐρεῖς· ἀλλʼ ἥκειη μὲν ἐπʼ αἰσίοις συμβόλοις ἄνωθεν λαμπρός, ὥσπερ ἡλίου φαι???ὰ τις ἀκτὶς ἄνωθεν ἡμῖν [*](232) ὀφθ εῖσα, οὗ πάλαι μὲν ἀγαθὴ φήμη διήγγειλε τὴν ἐπʼ αἰσίοις ἄφιξιν καὶ εὐκταιοτάτην μοῖραν τῶν ὑπηκόων· εἶτα κατασκευάσεις, ὅτι βεβαιοῖς ἐν ἔργῳ τὴν φήμην, ἦ ὅτι ὑπερβάλλεις τὴν φήμην, ἢ ὡς ἂν ὁ καιρὸς θιδῷ. εἶτα μετὰ τὸ προοίμιον τοῦτο ἥξεις εἰς τὸν περὶ τῶν ὑπηκόων λόγον. δίπλοῦς δʼ οὗτος· ἢ γὰρ κακῶς πεπονθέτων αὐτῶν παρὰ τοῦ μικρῷ πρόσθεν ἄρχοντος διατ??τώσεις καὶ αὐξήσεις τὰ δυσχερῆ, μηδὲν βλασφημῶν τὸν παυσάμενον, ἀλλὰ ἀπλῶς τὴν δυστυχίαν τῶν ὑπηκόων λέγων, εἶτα ἐπάξεις, ὅτι ὥσπερ νυκτὸς καὶ ζόφου τὰ πάντα κατειληφότος αὐτὸς καθάπερ ἥλιος ὀφθεὶς πάντα ἀθρόως τὰ δυσχερῆ διέλυσας, καὶ ἐργάσῃ τοῦτο καὶ οὐ παραδραμεῖς, ὅτι τοίνυν ἀν-έπνευσαν ἅπαντες ὧσπερ νέφους τινὸς τῶν δεινῶν παραδραμόντων· ἢ οὐδὲν πεπονθότων ἐρεῖς· αὐτίκα μὲν ἐπαυσάμεθα μεγίστας εὐεργεσίας ὁμολογοῦντες τῷ ἂρχοντι, ἄρτι δὲ ἀκούσαντες ἀγαθῶν ἀγγελίαν καὶ μἔλλοντες ἀφʼ ἱερῶν ἐφʼ ἱερά, ὡς ἂν εἴποι τις, καὶ ἐκ τῶν καλλιόνων φαιδροὶ καὶ γεγηθότες ἀπηντήκαμεν. εἶτα [*](233) μετὰ ταῦτα πάλιν ἐρεῖς, ὅτι τάς τε ἂλλας χάριτας μεγέσρας τοῖς βασιλεῦσιν ὀφείλοντες, ἐφʼ οἷς ὑπὲρ ἡμῶν
379
ἀθλοῦσι, καὶ ἐπὶ τούτοις ἄν μείζους ὁμολογήσαιμεν, ὅτι τοιοῦτον ἡμῖν κατεπεμψαν. πειρωδʼ ἐν τοῖς τυιούτοτς λόγοις ἀεὶ συντέμινειν τὰ βασιλέως ἐγκώμια, καὶ αηδὲν. διατρίβειν, ἵνα μὴ διπλὴν ποιήσῃς τὴν ὑπόθεσιν. ἐὰν μὲν. οὖν ἔχῃς πράζεις εἰπεῖν τοῦ ἄρχοντος,· ἐρεῖς· εἰ δὲ μή, περιέργως ἢ πατρίδα ἢ ??θνος ἐκφράσεις καὶ χωρογραφήσεις τῳ λόγῳ ἀπὸ τῶν ἐπισἠμοτάτων καὶ θρυλουμένων περὶ τῆς χώρας ἢ τῆς πατρίδος, ὅτι Ἰταλιώτης, ἐκ πίας δὲ χώρας ἢ πόλεως περιωνύμου, ??ἷ?? τῆς Ῥώμης, ζητήσεις δὲ καὶ τοῦ γένους πράξις. εἷ δὲ εὐποροίης πράξεων ποῦ ἐπαινουμένου, ἐκ τούτων θηρασ??ς τὸν ἔπαινον᾿, ὥστε μὴ αὐχμηρὰν καὶ ἄγονον, παρασχέσθαι τὴν ὑπόθεσιν· ἔπειτα λέγε· πείθομαι δὲ τὸν ἐκ τοιούτων γεγονότα πρὸς τοὺς ἑαυ??ῦ πατέρας ἁμιλλώμενον ἀγαῦὸν περὶ· ἡμὰς γανέσθαι καὶ δίκαιον· μαὶ γὰρ καὶ ἐκεῖνοι δίκαιοι· οὐκοῦν δικάσει μὲν ἡμῖν ὑπὲρ τὸν Αίακόν, ὑπὲρ τὸν Μίνωα ὑπὲρ τὸν Ῥαδάμανθυν· καὶ τούτου ἄμεινσν ἤδη προμανετεύομα, Ἕλληνες. καὶ εἰπὼν τὰ τοιαῦτα καὶ βείω περὶ ??ικαιοσύνης, ὅτι οὐδεὶς ἀδίκως οἰκήσει τὸ δεσμωτήρων ἢυδίκην ??ώσει τῷ νόμῳ, οὐ προκριθήσεταὶ πλούσιος, οὐ χαμαι πεσ??ῖτα λόγος τοῦ πένητρς· δίκαιος, πεπαύσθ σαῖν οἱ πλούἀσἰοι ταῖς περιουσίαις κομπούμενοι, πεπαύσθωσαν [*](234) οἱ πένητες ὀδυρόμενοι τὴν ἀσθένειαν, ἥξῃ ??ἐπὶ τὸν τῆς ἀνδρείας ἔπαινον, ὅτι πρεσβεύσει πρὸς, βασιλέα ὑπὲρ ἡμῶν τοῖς· γράμμασι· καὶ γὰρ οἱ πατέρες ἀεὶ ἐπρέσβευσαν αὐτοῦ, ἢ πολλάκις ἄρχοντας εἰ ἔχομς λεγειν. ἀντιστήσεταε τοῖς δεινοῖς, ὥσπερ ἀγαθὸς κρνήτης ὑπὲρ τοῦ σκάφους ὑπερέχοντος τοῦ κλύδ καὶ τὰς ἀρετὰς δὲ τὰς ἄλλας οὕτως ἐκ μεθόδου πρὸ προλέγων, ὅτν τοιόσδε δέ ἐστι καὶ τοιόσδε, οἷ ??φ ρων τυχφάμων ἔ??ναι. κρεἰτι ??
380
ἡδονῶν· καὶ ἐπάξεις μετὰ ταῦτα τὸν περὶ τῆς φρονή- σεως λόλον, ἐπισφραγιζόμενοςὰ τὰ προειρημένα, ὅτι πάντα ἄ ταῦτα ποιήσει διὰ φρόνησιν καὶ σύνεσιν· ὃς γὰρ ἀγνοεῖ τῶν προσηκόντων οὐδέν, περὶ πάντων δὲ ἀκριβῶς ἐπισκέπτεται, πῶς οὐ δῆλός ἐστιν ὁμολογουμένως μέλλων ἄρχειν ἐπʼ ἀγαθῷ τῶν ὑπηκόων καλῶς. τάξεις δʼ ἀεὶ τὰς ἀρετὰς ἐν ἁπάσῃ ὑποθέσει, ὡς ἄνςσοι συμφέρειν ὁρᾷς, καὶ ὡς ἂν ἴδῃς ὑποδεχομένην τὴν ἀκολουθίαν τοῦ λόγου. ἐπειδὴ δὲ συγκρίσεις οὐ δυνάμεθα [*](235) τάττειν πρὸς τὰς πράξεις διὰ τὸ μηδέπω πεφηνέναι τοῦ ἄρχοντος πράξεις, συγκρίνομεν αὐτοῦ τὸ γένος γένει ἐνδόξῳ ἢ τῶν Ἠρακλειδῶν ἦ τῶν Αἰακιδῶν. ἐν δὲ ταῖς ἀρεταῖς οὐ συγκρίνομεν· τί γὰρ ἄν καὶ συγκρίναιμεν μηδέπω μηδενὸς γεγονότος; ἐν μεθόδῳ δὲ εἰσάξομενῆ ἐν μὲν τῇ δικαιοσύνῃ οὕτως· οὐ γὰρ δὴ φωκίων μὲ καὶ Ἀριστείδης καὶ εἴ τις τοιοῦτος ἕτερος τῆς ἐκ, τῶν ἔργων εὐδοξίας ἐπεθύμησαν, ὁ δὲ ἡμέτερος παρόψε τὴν ἐκ τούτων εὔκλειαν, ἀλλʼ ὥσπερ ἐκεῖνοι διʼ ἀοετὴν ἀείμνηστοι γεγόνασιν, οὕτως καὶ αὐτὸς ἐπιθυμήσεν μνήμην καλλίστων ἔργων ἐν ταῖς διανοίαις ταῖς ἡμετέραις καταλιπεῖν, ζηλώσει τὸν Μένωα, μιμήσεται τὸ. Ῥαδάμανθυν, ἁμιλληθήσεται πρὸς τὸν Αἰακόν· καὶ καθʼ ἑκάστην τῶν ἀρετῶν οὕτως ποιήσεις, ἀπὸ τὸῦ μέλλοντος κατʼ εἰκασμὸν καὶ κατὰ τὸ ἀκόλουθον τὸν, ἔπαινον ὁριζόμενος. τὰς δὲ συγκρίσεις τὰς πρὸς ὅλην τὴν ὑπόθεσιν ἐργασόμεθα οὕτως· ὅσοι μὲν οὑν γεγόνασιν ἄρχοντες καὶ παρʼ ἡμῖν καὶ παρʼ ἑτέροις, ἢ τῷ γένει μόνῳ σεμνύνεσθαι ἔδοξαν, ἢ φρόνησιν προύβάλλοντο [*](236)ἢ τῶν ἄλλων μίαν ἀρετῶν· οὗτος δὲ ὅτι τῷ γένει πάντων κρείττων ἐστί, καθάπερ καὶ ὁ ἥλιος τῶν ἀστέρων δέδεικται, μετὰ μικρὸν δὲ καὶ ἐπὶ ταῖς ἀρεταῖς θανμασθήσεται, κρείττων μὲν ἐν δικαιοσύνῃ τῶν ἐπὶ
381
δικαιοσύνῃ φρονούντων ὀφθείς, κρείττων δὲ ἐν ἀνδρείᾳ, καὶ κρείττων δὲ ἐν σωφροσύνῃ, ἢ οὐκ ἔλαττον τῶν ἐπὶ τοῖς ἔργοις τοῖς ἐπὶ τούτων δοξάντων μέγα φρονεῖν. ἐξέσται δέ σοι καὶ ἡμιθέων καὶ στρατηγῶν μνημονεῦσαι ἐν τῇ συγκρίσει πάσας ἐνταῦθα τὰς ἀρετὰς συγκρίνοντι. τούς δὲ ἐπιλόγους ἐργάσῃ, ὡς ἀπὸ τοῦ σκοποῦ τῆς ὑποθέσεως δεξιούμενος τοὺς ὑπηκόους, οἷον ὅτι προσαπηντήκαμεν δέ σοι ἅπαντες ὁλοκλήροις τοῖς γένεσι, παῖδες, πρεσβῦται, ἅνδρες, ἱερέων γένη, πολιτευομένων συστήματα, δῆμος περιχαρῶς δεξιούμενοι, πάντες φιλοφρονούμενοι ταῖς εὐφημίαις, σωτῆρα καὶ τεῖχος, ἀστέρα φανώτατον ὀνομάζοντες, οἱ δὲ παῖδες τροφέα μὲν ἑαυτῶν, σωτῆρα δὲ τῶν πατέρων· εἰ δὲ δυνατὸν ἦν καὶ ταῖς πόλεσιν ἀφεῖναι φωνὴν καὶ σχήματα λαβεῖν γυναικῶν ὥσπερ ἐν δράμασι, εἶπον ἄν· ὦ μεγίστης ἀρχῆς, ἡδίστης δὲ ἡμέρας, καθʼ ἢν ἐπέστη νῦν ἡλίου φῶς φαιδρότερον· νῦν ὥσπερ ἔκ τινος ζόφου προσβλέπειν δοκοῦμεν λευκὴν ἡμέραν· μετὰ μικρὸν ἀναθήσομεν εἰκόνας, μετὰ μικρὸν ποιηταὶ καὶ λογοποιοὶ καὶ [*](237) ῥήτορες ᾄσουσι τὰς ἀρετὰς καὶ διαδώσουσιν εἰς γένη πάντων ἀνθρώπων· ἀνοιγέσθω θέατρα, πανηγύρεις ἄγωμεν· ὁμολογοῦμεν χάριτας καὶ βασιλεῦσι καὶ κρείττοσι. καὶ ταῦτα μὲν περὶ ἄρχοντος ἀρτίως τοῖς ὑπηκόοις ἐπιστάντος εἰρήκαμεν, ἐὰν δέ τινος λέγωμεν ἐπιβατήριον ἄρχοντος μὲν πάλαι τοῦ ἔθνους, ἄρτι δὲ ἐπιστάντος τῇ ἡμετέρᾳ, τὰ μὲν αὐτά, οἷα καὶ ἐκ περιχαρείας εἰρήκαμεν, δεῖ λαμβάνειν· ἐρεῖς δὲ τὰς πράξεις καθʼ ἑκάστην μὲν τῶν ἀρετῶν, μετὰ δὲ τὰ ἐκ περιχαρείας. οὕτω δὲ διαιρήσεις τὸν λόγον βασιλέως· διʼ ὀλίγων ἐρεῖς ἐγκώμιον, γένος ἐὰν ἔχῃ λαμπρόν, διὰ βραχέων ὁμοίως καὶ τοῦτο, εἶτα τὰς πράξεις καθʼ ἑκάστην τῶν ἀρετῶν ἰδίᾳ συγκρινεῖς, εἶτα ἀθρόαν σύγκρνσιν,
382
εἶτα τοὺς ἐπιλόγους. δοκεῖ δὲ περιττὸν ἔχειν ὁ ἐπιβατήριος λόγος κατὰ τοῦ προσφωνητικοῦ τὸ ἐκ περιχαρείας κεφάλαιον μετὰ τὰ προοίμια, καὶ ταῦτα ἐκ περιχαρείας λαμβανόμενα· ὅμως δὲ οὐδὲν κωλύει μετὰ τὰ προοίμια τελείαν ἐργασίαν τῶν κεφαλαίων δίδοσθαι. χρήσῃ δὲ ἐν ταῖς τοιαύταις ὑποθέσεσι ταῖς τῶν προςφωνητικῶν καὶ τῶν ἐπιβατηρίων ἢ ἑνὶ προοιμίῳ ἢ καὶ [*](238) δευτέρῳ πολλάκις, ἔστι δὲ ὅτε καὶ τρισὶ χρήσῃ, ὅταν ἀπαιτῇ καὶ τοῦτο ἡ ὑπόθεσις.

Κὰν δέ τις τῷ εἴδει τούτῳ τῷ ἐπιβατηρίῳ καὶ πρὸς πόλιν θέλῃ χρήσασθαι, ἴστω ὡς ἀπὸ τῆς διαθέσεως καὶ τῆς εὐνοίας τῆς περὶ τὴν πόλιν, ὡς ἔχει, καὶ ἀπὸ τῆς ὄψεως τῆς φανερᾶς τῆς πόλεως λήψεται τὴν χορηγίαν τοῦ λόγου ἐκ μιεθόδων καὶ τῶν πατρίων μεμνημένος· οἷον ἐπόθουν μὲν πάλαι καὶ γυμνάσια καὶ θέατρα ταῦτα καὶ ἱερῶν κάλλη καὶ λιμένων τῆσδε τῆς πόλεως· τίς γὰρ οὐκ ἂν ἀγάσαιτο τῶν παρʼ ἡμῖν ἐξαιρέτων τὰς ὑπερβολάς; εἶδον δὲ καὶ νῦν ἄσμενος καὶ γέγηθα τῇ ψυχῇ τὰ ἐξαίρετα· ἄλλοι μὲν γὰρ ἄλλοις χαίρουσιν, οἱ μὲν ἵπποις, οἱ δὲ ὅπλοις, ἐγω δὲ ἀγαπῶ τὴν ἐμαυτοῦ πατρίδα καὶ νομίζω μηδὲν διαφέρειν τὴν περὶ ταύτην ἐπιθυμίαν τῆς περὶ τὴν ἀκτῖνα, ἣν ὁ ἥλιος ἐξ ὠκεανοῦ ἐκτείνει φανείς· τί γὰρ ἄν γένοιτο μεῖζον πόλεως, ἢν ὁ δεῖνα ἔκτισεν; εἶτα ἔπαινον ἐρεῖς διὰ βραχέων τοῦ κτίσαντος, κὰν μὲν βασιλέως ἔργον ἡ πόλις τυγχάνῃ, συνῳδοὶ δʼ ὦσιν οἱ νῦν βασιλεύοντες τῷ τότε, ἐρεῖς, ὅτι ὁ τούτων πρόγονος ἔκτισεν· ἡ γὰρ βασιλεία καὶ τὸ ἀξίωμα συνάπτει τὰ γένη· ἐὰν δὲ ὡς τύραννον μισῶσιν, ὅτι πάσης τῆς οἰκουμένης ἡ πόλις, καὶ ὅτι τινας μὲν τῶν πόλεων ἀνὴρ εἷς ἢ βασιλεὺς εἷς ἔκτισε, ταύτην δὲ ἡ οἰκουμένη σύμπασα. οὐκοῦν μετὰ τὰ [*](339) μια ὄντα ἐκ περιχαρείας κεφάλαιον ἐργάσῃ ἔχον ἐναντίου

383
αὔξησιν οὕτως· ὅτι ἐδυσχέραινον δὲ ὡς ἔοικεν τὸν παρελθόντα χρόνον καὶ ἠνιώμην ἀθεάμων ὑπάρχων καλλεων τοσούτων καὶ πόλεως, ἣν μόνην καλλίστην πόλεων ὁ ἥλιος ἐφορᾷ· ἐπειδὴ δὲ εἶδον, ἐπαυσάμην τῆς λύπης, ἀπεσεισάμην δὲ τὴν ἀνίαν, ὁρῶ δὲ ἅπαντα ὧν ἐπόθουν τὴν θέαν, οὐκ ὀνειράτων εἰκόνας οὐδὲ ὥσπερ ἐν κατόπτρῳ σκιάς, ἀλλʼ αὐτὰ τὰ τεμένη, αὐτὴν τὴν ἀκρόπολιν, αὐτοὺς τούς νεὼς καὶ λιμένας καὶ στοάς. δεύτερον δὲ κεφάλαιον ἐρεῖς μετὰ τοῦτο αὐτοῦ τοῦ κτίσαντος ἔπαινον σύμμετρον. τρίτον κεφάλαιον, ἐν ᾧ τὴν φύσιν τῆς χώρας ἐκφράσεις, ὅπως μὲν ἔχει πρὸς θάλασσαν, ὅπως δὲ πρὸς ἢπειρον, ὅπως δὲ πρὸς ἀέρας· διεξεργάσῃ δὲ τούτων ἕκαστον συμμέτρως, καὶ ἐν μὲν τῷ κατʼ ἤπειρον ἐκφράσεις πεδίων κάλλη, ποταμῶν, λιμένων, ὀρῶν· ἐν δὲ τῷ κατὰ θάλατταν, ὅπως ἐπιτηδείως ἔχει πρὸς τοὺς καταίροντας καὶ τίσι πελάγεσι περικλείεται, ἐν ᾧ καὶ ἔκφρασις πελάγους· ἐν δὲ τῷ κατὰ τούς ἀέρας, ὅτι ὑγιεινῶς ἔχει, καὶ συγκρινεῖς τούτων ἕκαστον, τὴν μὲν χώραν ἑτέρῳ χώρᾳ, οἷον ὅτι ἐν καλῷ μὲν κεῖται, καθάπερ ἡ Ιταλία, διαφέρει δὲ [*](240) τῷ ἐκείνην μὲν ἐν μέρει τινὶ τῆς οἰκουμένης πλησίον βαρβάρων κεῖσθαι ἢ καὶ πρὸς τῷ τέλει τῆς οἰκουμένης, ταύτην δὲ ἢ πλησίον Ἑλλάδος εἶναι ἢ κατὰ τὸ μέσον τῆς οἰκουμένης, καὶ εὐφυέστερον ἔχειν πρὸς ἢπειρον καὶ πρὸς θάλασσαν· τὸ δὲ πρὸς τοὺς ἀέρας ἢ πρὸς τούς Ἀθηναίων ἀέρας ἢ πρὸς τούς Ἴωνας. εἶτα μετὰ τὰς συγκρίσεις ταύτας καὶ τὴν ἐργασίαν τῶν ἐπιχειρημάτων συνάψεις, τὰ κατὰ τὴν πόλιν ὅπως ἔχει, καὶ αὐτὴ φύσεως ἐν τῇ χώρᾳ· ἀκολουθεῖ γὰρ τῷ λόγῳ τῷ περὶ φύσεως τῆς χώρας καὶ ὁ λόγος ὁ περὶ τῆς φύσεως τῆς πόλεως, ἐν ᾧ ἐρεῖς, πότερον ἐν μέσῳ κεῖται τῆς χώρας, πρὸς θάλασσαν μᾶλλον, ἢ πρὸς τοῖς ὄρεσιν. ἰδίαν
384
μέντοι ἐργασίαν ὁ περὶ τῆς θέσεως τῆς πόλεως ἕξει, ἄμφω δὲ εἰς ἕν κεφάλαιον ἀνάγειν τό τε κατὰ τὴν φύσιν τῆς χώρας καὶ τὸ κατὰ τὴν θέσιν τῆς πόλεως οὐδὲν κωλύει, λέγω δὲ εἰς τὸ τῆς φύσεως κεφάλαιον· ταὐτὸν γάρ ἐστιν ἐπὶ τῆς χώρας καὶ φύσις καὶ θέσις, πλὴν ὅτι ἡ μὲν θέσις τὸ κεῖσθαι σημαίνει, ἡ δὲ φύσις τὰ ἐν τῇ θέσει, ὥσπερ βλαστήματα καὶ ὄρη καὶ πεδία καὶ ποταμοὺς καὶ φυτά, ὥστε ἡ μὲν θέσις ἔσται καὶ φύσις, οὐ πάντως δὲ ἡ φύσις θέσις· φυτὰ γὰρ καὶ ποταμούς καὶ ὁρῶν ὑπεροχὰς καὶ τὰ τοιαῦτα ὁ τῆς φύσεως παρέχει [*](241) λόγος· ἵνα δὲ συντόμως εἴπω, ὁ περὶ τῆς φύσεως τῆς χώρας λόγος διττός ἐστιν· ὁ μὲν γάρ ἐστι τῆς θέσεως, ὡς ἔχει πρὸς ἑκάτερον τῶν στοιχείων, ὁ δὲ τῶν ἐν τῇ χώρᾳ βλαστημάτων. μετὰ δὲ τὸν περὶ τῆς φύσεως λόγον τὸν περὶ τῆς ἀνατροφῆς θήσεις, ἐὰν ἔχῃς ἐν πατρίοις, ὡς ὁ Ἀριστείδης εὐπόρησεν εἰπών, ὡς Ἀθηναῖοι παρὰ τῆς Δήμητρος καρποὺς ἔλαβον, καὶ λαβόντες τοῖς ἄλλοις μετέδοσαν· ἐὰν δὲ μὴ ἔχῃς, ἐπαίνεσον τὰ ἔθη, ὡς ἐν κεφαλαίῳ τῶν ἐπιτηδευμάτων· ἐπιτηδεύματα γάρ ἐστιν ἔνδειξις τοῦ ἤθους καὶ τῆς προαιρέσεως τῶν ἀνδρῶν ἄνευ πράξεων ἀγωνιστικῶν. ἐρεῖς οὖν ὅτι πρὸς τούς ξένους φιλάνθρωπος, ὅτι πρὸς τὰ συμβόλαια νόμιμος, ὅτι μεθʼ ὁμονοίας συνοικοῦσιν ἀλλήλοις, καὶ ὅτι ὁποῖοι πρὸς ἀλλήλους, τοιοῦτοι καὶ πρὸς τοὺς ἔξωθεν. ἐφʼ ἅπασι δὲ τούτοις τοῖς κεφαλαίοις, ἐπειδήπερ ἐπιβατήριον ὑπεθέμεθα, προσθήσεις ἐκεῖνα συχνότερον, ἵνα μὴ ἀπάδῃ τῆς ἐπαγγελίας ὁ λόγος· ταῦτά με ἦν τὰ ἐφελκόμενα, ταῦτα ἐπόθουν, διὰ τοῦτο οὕτε νύκτα οὔτε ἡμέραν ἐδόκουν ἡσυχάζειν φλεγόμενος τοῖς περὶ ταῦτα ἔρωσι, καὶ οὐ ταῦτά με μόνον πρὸς τὸν πόθον διήγειρεν, ἀλλὰ τούτων πλείω καὶ θαυμασιώτερα, οἷς συνάψεις τὰ ἑξῆς ἐγκώμια.

385

Ἐὰν δὲ μὴ ἐπιβατήριος ὁ λόγος ᾖ, ἄλλως δὲ πάτριος, περὶ μὲν ἐρώτων καὶ περιχαρείας ἐρεῖς οὐδέν, [*](242) ἁπλῶς δὲ ἄνευ τῆς τοιαύτης προσθήκης ἐργάσῃ τὸ ἐγκώμιον πατρίοις χρώμενος τοῖς κεφαλαίοις ἐφεξῆς, ὡς προείρηται καὶ ῥηθήσεται. ἔστι δὲ κεφάλαια ἐκεῖνα περὶ ὧν εἰρήκαμεν, φύσις, ἀνατροφή, ἐπιτηδεύματα, ἰδιάζον δὲ κεφάλαιον τοῦ ἐπιβατηρίου τὸ ἐκ περιχαρείας, τὰ δὲ λοιπὰ κοινά. μετὰ τοίνυν τὰ ἐπιτηδεύματα θήσεις τὰς πράξεις εἰς τέσσαρας ἀρετάς, δικαιοσύνην, ἐν ᾗ μαρτυρίαν μεταλήψῃ τῶν περιοίκων, ὅτι ταύτην ἡγούμενοι τὴν πόλιν ὅρον εἶναι δικαιοσύνης ἥκουσι παῤ ἡμᾶς δικασόμενοι· καθάπερ οἱ Ἀθηναῖοι τὸν Ἀρειον πάγον δικαιοσύνης δικαστήριον παρειλήφασιν, οὕτω καὶ τὴν ἡμετέραν οἱ ἀστυγείτονες, καὶ οὐδεὶς ἐνεκάλεσεν οὔτε ξένος οὔτε ἰδιώτης τῶν παῤ ἡμῖν, οὔτε ἀστυγειτόνων πόλει τῇ ἡμετέρᾳ, οὔτε περιοίκων, οὔτε περὶ ὅρων, οὔτε περὶ ὧν εἰώθασιν ἀμφισβητεῖν αἱ πόλεις. εἶτα ἀπὸ τῶν καταπλεόντων ἐμπόρων, ὅτι αἱροῦνται τὰς ἄλλας πόλεις καταλιπόντες εἰς τὴν ἡμετέραν καταίρειν πεπειραμένοι τῆς ἡμετέρας φιλανθρωπίας· εἶτα κατασκευάσεις ὅτι μὴ τὸ τέλος φορτικὸν εἰσπραττόμεθα, ὅτι μηδὲ ζημιοῦνται παρὰ τοὺς νόμους. τὴν δὲ σωφροσύνην ἀπὸ ἐγκρατείας ἐρεῖς, ἀπὸ τῆς τῶν νέων ἀγωγῆς, καὶ κατασκευάσεις, ὅτι οἱ μὲν περὶ λόγους καὶ φιλοσοφίαν ἔχουσιν, οἱ δὲ περὶ τέχνας καὶ ἄλλας [*](243) ἐπιστήμας. ἀνάγκη δὲ τοὺς περὶ ταῦτα ἔχοντας Ἀφροδίτης μὲν ἀτόπων νόμων ὑπερορᾶν, παρασκευάζειν δὲ τὴν ψυχὴν τὰ βελτίω περιεργάζεσθαι. περὶ δὲ τῆς φρονήσεως οὕτως ἐρεῖς, ὅτι θαυμάζοντες οἳ τὸ αὐτὸ ἔθνος καὶ γένος εἰλήχασι παῤ ἡμᾶς ἥκουσι συσκεψόμενοι περὶ τῶν κοινῶν, ὥσπερ τὸ παλαιὸν παῤ Ἀθηναίους οἱ Ἕλληνες, καὶ κοινόν ἐστι συνέδριον καὶ βουλευτήριον

386
τοῦ κοινοῦ γένους ἡ ἡμετέρα πόλις· καὶ ὅτι εἰ ἔδει νῦν νομοθετεῖν, ἐνομοθέτησεν ἄν τῷ κοινῷ γένει τῶν ἀνθρώπων, ὥσπερ τὸ παλαιὸν Λακεδαιμόνιοι καὶ Ἀθηναῖοι τοῖς Ἕλλησι· ποῦ μὲν γὰρ Σόλωνες πλείους τῶν παρʼ ἡμῖν; ποῦ δὲ Λυκοῦργοι βελτίους; ποῦ δὲ Μίνως καὶ Ῥαδάμανθυς, οἱ τῶν Κρητῶν νομοθέται; περὶ δʼ ἀνδρείας ἐρεῖς, ὅτι πολλῶν πολλάκις πρεσβειῶν πρὸς βασιλέα καὶ ἐκ πολλῶν ἐθνῶν γεγενημένων οὐδένες μετὰ πλείονος παρρησίας καὶ σεμνότητος διελέχθησαν τῶν ἀπὸ τῆς ἡμετέρας. εἶτα ἐφʼ ἑκάστῃ τῶν ἀρετῶν συγκρίσεις ἐργάσῃ, ἰδίαν μὲν καθʼ ἑκάστην, μετὰ δὲ ταύτην ἐφʼ ἀπάσαις αὐταῖς ἀθρόαν σύγκρισιν ἐργάσῃ [*](244) πόλεως πρὸς πόλιν, συλλαμβάνων ἅπαντα καὶ τὰ πρὸ τούτων ὁμοίως, φύσιν, ἀνατροφήν, ἐπιτηδεύματα, πράξεις· καὶ ἐν οἷς μὲν ἂν τούτων εὕρῃς σωζομένην τὴν ἰσότητα ἢ καὶ πλεονεξίαν παρὰ τῆ πόλει ἣν ἐπαινεῖς, ταῦτα ἀντεξετάσεις ἐν τῇ συγκρίσει, ἐν οἷς δʼ ἂν εὑρίσκῃς αὐτὴν ἐλαττουμένην, ταῦτα παραδραμεῖς· καὶ γὰρ Ἰσοκράτης συγκρίνων Θησέα Ἠρακλεῖ, ἐν οἷς μὲν εὗρεν αὐτὸν πλεονεκτοῦντα, ἀντεξήτασεν, ἐν οἷς δὲ τὸν Ἡρακλέα, ταῦτα ἐσίγησε. μετὰ τὴν σύγκρισιν ἥξεις ἐπὶ τοὺς ἐπιλόγους, ἐν οἷς διαγράψεις αὐτὸ τὸ σχῆμα τῆς πόλεως, καὶ ἐρεῖς στοάς, ἱερά, λιμένας, εὐετηρίας, ἀφθονίαν, τὰ ἐκ τῆς θαλάσσης ἐπεισαγόμενα ἀγαθά, ἵππων δρόμους, ἄν ἔχῃ, ἀγώνων διαθέσεις, λουτρῶν ἀπολαύσεις, ὑδάτων ἐπιρροάς, ἄλση ἐν αὐτῇ τῇ πόλει, τὰ περὶ τὴν πόλιν, οἷον ἐὰν ἱερὸν πλησίον πολυτελὲς ᾖ, ἄν μαντεῖον, ἄν τέμενος θεοῖς ἀνακείμενον· καὶ γὰρ ταῦτα συντελεῖ πρὸς κόσμον τῇ πόλει· ἐφʼ ἅπασι δὲ τούτοις τοῖς παραγγέλμασιν ἐντεύξει Καλλινίκου λόγοις καὶ Ἀριστείδου καὶ Πολέμωνος καὶ Ἀδριανοῦ, καὶ μιμήσῃ τὰς ἐργασίας ἐν μὲν τῷ τῆς φύσεως τόπῳ, ἐν δὲ
387
τοῖς λοιποῖς ὡσαύτως, οὐχ ἧττον δὲ κἀν τοῖς ἐπιλόγοις τὸν ἐκείνων τρόπον ζηλώσεις.

[*](245)

Τὰ μὲν οὖν εἰρημένα καθολικῶς εἴρηται περὶ τοῦ πατρίου καὶ ἐπιβατηρίου· καὶ διακέκριται τὸ ἴδιον ἑκάστου ἐν τῇ διαιρέσει, ἐὰν δέ ποτε βουληθῇς εἰπεῖν, ὦ γλυκύτατε τῶν ἑταίρων, καὶ Τρωῖκὸν μὲν ἐγκώμιον τῆς χώρας, πρῶτον οὐδὲν ἄλλο ἐστὶν ἤ λόγος περιέχων ἔκφρασιν τῆς φύσεως καὶ τῆς θέσεως αὐτῆς ὅπως ἔχει πρὸς τὴν παρακειμένην ἤπειρον, ὅπως πρὸς τὴν γειτνιῶσαν θάλασσαν, ὅπως ἀέρων ἔχει εὐκρασίας, εἶτα ἐπὶ τούτοις λαμπρῶς καὶ διειργασμένως ἐκφράσεις, ἐρεῖς δὲ καὶ περὶ ποταμῶν καὶ ὀρῶν καὶ ἵππων καὶ πεδίων καὶ σπερμάτων καὶ δένδρων, ὅπως ἐπιτηδείως ἔχει πρὸς ταῦτα σύμπαντα, καὶ ὅτι τούτων οὐδενός ἐστιν ἐνδεής. καὶ τοῦτο μὲν δὴ κεφάλαιον περὶ τῆς θέσεως, πρὸς δὲ ἀπόδειξιντούτου τοῦ κεφαλαίου λήψῃ τὰ ἀρχαῖα διηγήματα πρὸς πίστιν λέγων οὕτως· τοιγάρτοι διὰ τοῦτο καὶ κατὰ τοὺς παλαιοὺς χρόνους βασιλείας μεγίστας καὶ περιβοήτους εὐτυχήσαντας Δαρδάνου τοῦ Τρωὸς τὴν ἀρχὴν τοῦ Λαομέδοντος καὶ οἱ πατέρες ἡμῶν ἦρξαν οὐ μικρῶν θαλάσσης μέτρων, οὐδὲ νήσων τινῶν ἄρχουσιν, οὐδὲ περιγεγραμμένων τόπων, καθάπερ ἡ Πελοπόννησος, [*](246) ἀλλʼ ἆρξε μὲν Λυδίας, ἐπῆρξε δὲ Καρίας, καὶ προῆλθε τὴν ἑῴαν ἂπασαν καταστρεφόμενος, καὶ ὡμολόγησαν ἡμῖν δουλεύειν Αἰγύπτιοι καὶ Βλέμμυες καὶ Ἐρεμβῶν γένη, εἴπερ αὐτοὶ καὶ ἐν τοῖς τελευταίοις χρόνοις φαίνονται ὑπακούοντες ἡμῖν ἐν ταῖς συμμαχίαις καὶ κλήσεσιν. ἡ μὲν οὖν ἀπόδειξις τοῦ κεφαλαίου τοιαύτη, ὥστε συμπεπλήρωται τὸ κεφάλαιον τοῦτο τὸ περὶ τῆς φύσεως καὶ θέσεως τῆς χώρας ἀπὸ τῆς ἱστορίας. μετὰ ταῦτα ἐμβαλεῖς τὸν περὶ τῆς πόλεως λόγον οὕτω πως· τὸ μὲν οὖν παλαιὸν ἐρασθέντες τῆς χώρας θεοὶ καὶ Ποσειδῶν

388
καὶ Ἀπόλλων μικρὸν ἀνωτέρω θαλάττης τὸ Ἴλλιον τειχίζουσιν, ὥσπερ οὐδὲν κάλλιον νομίζοντες. εἴπερ οὖν περὶ τῶν Ἀθηναίων ἐρίζοις, εἶτα τὴν ἐκ κοινῆς γνώμης κατασκευὴν, ὥσπερ τῆς ὅλης χώρας ἀκρόπολιν, οὐ διʼ ἀπεχθείας ἀλλήλοις ἥκοντες, ὥσπερ ἐπὶ τῆς Ἀθηναίων πόλεως, ἀλλʼ ὁμογνωμονοῦντες ἀμφότεροι. Ἀλέξανδρος δὲ μετὰ ταῦτα, ὁ μηδὲ Ἡρακλέους λειπόμενος μηδὲ Διονύσου νομισθεὶς εἶναι χείρων, ὁ τῆς οἰκουμένης τὸ μέγιστον καὶ πλεῖστον μέρος μιᾷ χειρὶ Διὸς παῖς ὄντως [*](247) χειρωσάμενος, ἐπιτηδειότατον χῶρον τοῦτον ὑπολαβών, μεγίστην πόλιν καὶ ὁμώνυμον αὐτῷ κατασκευάσας, εἰς ταύτην τὴν ἡμετέραν ἢγειρε. μετὰ ταῦτα ἐρεῖς καὶ περὶ τῆς πόλεως, ὅπως καὶ αὐτὴ ἐν μέσῃ τῇ χώρᾳ κεῖται ἢ μικρὸν ἐπικλίνει πρὸς τὴν θάλασσαν, εἶθʼ ἑξῆς ὥσπερ ἔχει σύμπασα ἡ διαίρεσις.