Περὶ ἐπιδεικτικῶν

Menander Rhetor

Menander Rhetor. Rhetores Graeci, Volume 3. Spengel, Leonard, editor. Leipzig: Teubner, 1856.

2 Χρὴ δὲ γινώσκειν καὶ φυλάττειν τὸ παράγγελμα, ὅτι, ὅταν μέλλῃς ἀπὸ κεφαλαίου μεταβαίνειν εἰς κεφάλαιον, δεῖ προοιμιάζεσθαι περὶ οὐ μέλλεις ἐγχειρεῖν, ἵνα προσεκτικὸν τὸν ἀκροατὴν ἐργάσῃ καὶ μὴ ἐᾷς λανθάνειν μηδὲ κλέπτεσθαι τῶν κεφαλαίων τὴν ζήτησιν· αὐξήσεως γὰρ οἰκεῖον τὸ προσεκτικὸν ποιεῖν τὸν ἀκροατὴν καὶ ἐπιστρέφειν ὥσπερ μεγίστων ἀκούειν μέλλοντα. τίθει δὲ καὶ σύγκρισιν ἐφʼ ἑκάστῳ τῶν κεφαλαίων τούτων, ἀεὶ συγκρίνων φύσιν φύσει καὶ ἀνατροφὴν ἀνατροφῇ καὶ παιδείαν παιδείᾳ, καὶ τοιαῦτα ἀνευρών τὰ παραδείγματα, ἐὰν Ῥωμαίων ᾖ ἢ βασιλέων τις καὶ στρατηγῶν καὶ Ἑλλήνων ἐνδοξοτάτων. τὰς τοιαύτας τοίνυν διαιρήσεις πράξεις δίχα εἰς τε τὰ κατʼ εἰρήνην καὶ [*](222) τὰ κατὰ πόλεμον. καὶ προθήσεις τὰς κατὰ τὸν πόλεμον, ἐὰν ἐν ταύταις λαμπρὸς ὁ ἐπαινούμενος φαίνηται· δεῖ γὰρ τὰς τῆς ἀνδρείας πράξεις πρώτας λαμβάνειν ἐπὶ τῶν τοιούτων ὑποθέσεων εἰς ἐξέτασιν· γνωρίζει γὰρ βασιλέα πλέον ἡ ἀνδρεία. ἐὰν δὲ μηδὲ εἶς πόλεμος αὐτῷ πεπραγμένος τύχῃ, ὅπερ σπάνιον, ἥξεις ἐπὶ τὰ

373
τῆς εἰρήνης ἀναγκαίως. εἰ μὲν οὖν τὰ κατὰ τὸν πόλεμον ἐγκωμιάζεις, ἐπιστατέον, ὅτι ἀπὸ τῆς ἀνδρείας ἐρεῖς μόνον, οὐκ ἀφʼ ἑτέρων τινῶν· εἰ δὲ τὰ κατὰ τὴν εἰρήνην, τῆς μὲν ἀνδρείας οὐκέτι, ἑτέρων δέ τινων·. δαίρει γὰρ ἀπανταχοῦ τὰς πράξεις ὧν ἂν μέλλῃς ἐγκωμιάζειν, εἰς τὰς ἀρετάς.

Ἀρεταὶ δὲ τέσσαρές εἰσιν, ἀνδρεία, δικαιοσύνη, σωφροσύνη, φρόνησις, καὶ ὅρα, τίνων ἀρετῶν εἰσιν αἰ πράξεις, καὶ εἰ κοιναί τινές εἰσι τῶν πράξεων τῶν τε κατὰ τὸν πόλεμον καὶ κατʼ εἰρήνην ἀρετῆς μιᾶς, ὥσπερ ἐπὶ τῆς φρονήσεως· φρονήσεως γάρ ἐστι καὶ τὸ στρατηγεῖν καλῶς ἐν τοῖς πολέμοις, φρονήσεως δὲ καὶ τὁ καλῶς νομοθετεῖν καὶ τὸ συμφερόντως διατιθέναι [*](223) καὶ διοικεῖν τὰ κατὰ τοὺς ὑπηκόους. οὐκοῦν ἐν ταῖς πράξεσι τοῦ πολἔμρυ τὰ κατὰ τὴν ἀνδρείαν ἐρεῖς καὶ τὰ. τῆς φρονήσεὼς, ὅσα τῶν κατὰ τὸν πόλεμον οἰκεῖα ταύτῃ. διγρὰψεις δὲ ἐν ταῖς πράξεσι ταῖς τοῦ πολέμου καὶ φύσες καὶ θέσεις χωρίῶν, ἐν οἷς οἱ πόλεμοι, καὶ ποταμῶν δὲ καὶ λιμένων καὶ ὀρῶν καὶ πεδίων, καὶ εἰ ψελοὶ ἢ δασεῖς οἱ χῶροι, καὶ εἰ κρημνώδεις.· ἐκφράσεις δὲ καὶ λόχους καὶ ἐνέδρας καὶ τρῦ βασιλέως κατὰ τῶν πολεμίων καὶ τῷν ἐναντίων τατὰ τοῦ βασιλέως· εἶτα ἐρεῖς, ὅτι σὺ μὲν τούς ἐκείνων λόχους καὶ τὰς ἐνέδρας διὰ φρόνησιν ἐγίνωσκες, ἐκεῖνοι δὲ τῶν ὑπὸ σοῦ πραττομένων οὐδὲν συνίεσαν. καὶ μὴν καὶ πεζομαχίας ἐκφράσεις καὶ ἱππέων διασκευάσεις ἱππομχίας καῖ ὅλου στρατοπέδου πρὸς ὅλον στρατόπεδον μάχην· ἤδη δέ που καὶ ναυμαχίαν, εἰ γένοιτο, οἷα πολλὰ παρὰ τοῖς συγγραφεῦσιν, ἐν τοῖς Μηδικοῖς παρὰ Ἡροδότῳ, παρὰ θουκυδίδῃ πάλιν ἐν τοῖς Πελοποννησιακοῖς, καὶ Θεοπόμπῳ [*](254) ἐν τοῖς Φιλιππικοῖς καὶ Ξενοφῶντν ἐν τῆ Ἀναβάσει σει καὶ τοῖς Ἑλληνικοῖς βιβλίοις. καὶ μὴν καὶ αὐτοῦ τοῦ

374
βασιλέως ἐκφράσεις μάχας καὶ περιθήσεις ἅπασαν ἰδέαν καὶ ἐπιστήμην, ὡς Ἀχιλλεῖ, ὡς Ἕκτορι, ὡς Αἴαντι περιτίθησιν ὁ ποιητής. διαγράψεις δὲ καὶ πανοπλίαν βασιλέως καὶ ἐπιστρατείας, ἐπιτείνας μὲν τῷ καιρῷ τῆς ἀριστείας καὶ τῆς συμπλοκῆς, ὅταν βασιλέως ἀριστείας ἐκφράζῃς. ἐνταῦθα καιρὸν ἕξεις καὶ ἐνεῖναι κοτἂ μέσον τὸν λόγον (καὶ γὰρ τοῦτο παρειλήφαμεν παρὼ τῶν νεωτέρων καινοτομηθὲν) καὶ φωνὴν καθάπερ ἐν δρά χώρᾳ ἤ ποταμῷ περιτιθέναι ποταμῷ μέν, ὡς ὁ ποιητής, ὦ Ἀχιλεῦ, πέρι μὲν κρατέεις, πέρι δʼ αἴσυλα ῥέζεις. χώρᾳ δὲ ὁμοίως, ὅταν εἴπωμεν ἐκείνην καταμέμφεσθαι τὴν θρασύτητα τὴν τῶν τολμησάντων ἀντιστῆναι, καὶ ὅτι ἐστενοχωρεῖτο τρἶς των πεσόντων σώμασιν· οἷον κἀμοὶ δοκεῖν, εἴ ποιητικὸς ἦν ὁ Ἴστρος, ὥσπερ ὁ ποταμὸς ἐκεῖνος ὁ πὁιητικὸς Σκάμανδρος, εἷπεν ἄν,
  • ἐξ ἐμέθεν γʼ ἐλάσας πεδίον κάτα μέρ,ερα ῥέζε·
  • πλήθει γὰρ δήμιοι νεκύων ἐρατεινὰ ῥέεθρα,
  • οὐδέ τι πῆ δύναμαι προχέειν ῥόον εἰς ἅλα δῖαν.
  • [*](225) καὶ τὰ τοιαῦτα. μετὰ δὲ τὴν ἄνεσιν ἐπάξεις πάλιν καὶ ἄλλα κακορθώματα,*καὶ τρόπαια τροπαίοις συνάψειρ, καὶ νίκας νίκαις, ἱππέων φυγάς, πεςῶν φόνους. ἐκταῦθα δὲ καιρὸν ἕξεις καὶ ἐπισυνάψαι περὶ φρονήσεως ὅτι αὐτὸς ἦν ὁ διαταττόμενος, αὐτὸς ὁ στρατηγῶ αὐτὸς ὁ τὸν καιρὸν τῆς σνμβολῆς εὑρίσκων, σύμβουλος θαυμαστός, ἀριστεύς, στρατηγός, δημηγόρος. μετ τὸ τέλος τῶν πράξεων ἢ καὶ πρὸς τῷ τέλει τῶν πράζεων. ἐρεῖς τι καὶ περὶ τρίτης ἀρετῆς, λέγω δὴ τῆς φιλανθρωπίας. μόριον δὲ τῆς φιλανθρμπίας ἡ διπαίοσύνη, ὅτι· νικήσας ὁ βασιλεὺς οὐ τοῖς ὁμοίοις ἠμύνατο τοὺς προάρξανταρ ἀδίκων ἔργων, ἀλλʼ ἐμέρισε κατὰ τὸ δά?? καιον τὰς πράξεις τι;ωρίᾳ καὶ φιλανθρωπίᾳ, καὶ οσα ἡγεῖτο πρὸς σωφρονσμὸν ἀρκεῖν ἐργασάμενες, κἀνταῦθα
    375
    στήσας φιλανθρωπίᾳ τὰς πράξεις ἀνῆκε συγχωρήσας τὸ λείψανον τοῦ γένους σώζεσθαι ἅμα μέν, ἵνα μνημεῖον τοῦ πάθους τοῦ γεγονότος σώζηται τὸ λειπόμενον, ἅμα δέ, ἵνα καὶ τὴν φιλανθρωπίαν ἐνδείξηται. [*](226) τέλος δʼ ἐπιθεὶς ταῖς κατὰ τὸν πόλεμον πράξεσι μεταβήσῃ λοιπὸν ἐπ τὸν λόγον τὸνπερὶ τῆς εἰρήνης. τοῦτον δὲ διαιρήσεις εἰς σωφροσύνην, εἰς δικαιοσύνην καὶ εἰς φρόνησιν. καὶ ἐν μὲν τς δικαιοσύνῃ τὸ ἥμερον τὸ πρὸς τοὺς ὑπηκόους ἐπαινέσειε τῆς δὲ πρὸς τούς δεομένους φιλανθρωπίας τὸ εὐπρόσοδον. οὕτως οὐ μόνον ἐν. τοῖς κατα τὸν πόλεμον ἔργοις ὁ βασιλεύς ἡμῖν θαυμάσιος, ἀλλὰ καὶ ἐν τοῖς κατʼ εἰρήνην θαυμασιώτερος· τίς γὰρ οὐκ ἂν ἀγάσαιτο τῶν ἔργων; καὶ προσθήσεις, ὅτι καθάπερ οἱ Ἀσκληπιάδαι σώζουσιν, ἢ καθάπερ τοὺς καταφεύγοντας ἐπὶ τὰ ἄσυλα τεμένη τοῦ κρείττονος ἔστιν ἰδεῖν ῥᾳστώνης τυγχάνοντας· οὐ γὰρ ἀποσπᾶν ἐπιχειροῦμεν οὐδένα, οὕτως ὁ βασιλέως ὄψεσιν ἐντυχών τῶν δεινῶν ἀπήλλακται. καὶ ἐρεῖς ὅτι δικαίους ἄρχοντας κατὰ ἔθνη καὶ γένη καὶ πόλεις ἐκπέμπει φύλακας τῶν νόμων καὶ τῆς τοῦ βασιλέως δικαιοσύνης ἀξίους, οὐ συλλογέας πλούτου. ἐρεἰς ἔτι καὶ περὶ τῶν φόρων οὖς ἐπιτάττει, καὶ ὅτι τοῦ σιτηρεσίου τῶν στρατευμάτων [*](227) στοχάζεται καὶ τοῦ κούφως καὶ ῥᾳδίως δύνασθαι φέρειν τοὺς ὑπηκόους. ἐρε?? τι καὶ περὶ νομοθεσίας, ὅτι νομοθετεῖ τὰ δίκ ??α, καὶ τοὺς μὲν ἀδίκους τῶν νόμων διαγράφει, δικαίους δὲ αὐτὸς θεσπίζει· τοιγάρτοι νομεκώτεροι μὲν οἱ νόμοι, δικαιότερα δὲ τὰ συμβόλαια τῶν ἀνθρώπων πρὸς ἀλλήλους. ἐὰν δέ τις ὑπολάβῃ τὴν νομοθεσίαν φρονήσεως εἶναι μόνης, γινωσαέτω ὅτι τὸ μὲν νομεθετῆσαι μόνης φρονήσεως, τὸ δὲ προστάττειν πράττειν τὰ δέοντα δικαιοσύνης, οἷον ὁ μὲν τύραννος, πολλάκις συνίησι διὰ φρόνησιν ἃ συμφέρει
    376
    αὐτῷ νομοθετεῖν ἢ μή, νομοθετεῖ τὰ ἄδικα, ὁ δὲ βασιλεὺς τὰ δίκαια. μετὰ τὴν δικαιοσύνην ἐπαινέσεις αὐτοῦ τὴν σωφροσύνην, ἀκολουθεῖ δὲ, μάλιστα τῇ δικαιοσύνῃ ἡ σωφροσύνη. τί οὖν ἐνταῦθα ἐρεῖς; ὅτι διὰ βασιλέα σώφρονες μὲν οἱ γάμοι, γνήσιοι δὲ τοῖς πατράσιν οἱ παῖδες, θέαι δὲ καὶ ἀγῶνες καὶ πανηγύρεις μετὰ τοῦ προσήκοντος κόσμου καὶ τῆς πρεπούσης σωφροσύνης γίνονται· οἷον γὰρ ὁρῷσι τὸν βασιλέως βίον, τοιοῦτον [*](228) ἐπανῄρηνται. εἰ δὲ ἐπʼ ἀξίας εἴη καὶ τιμῆς μεγίστης ἡ βασιλίς, ἐρεῖς τι καὶ κατὰ καιρὸν ἐνθάδε· ἣν θαυμάσας ἠγάπησε, ταύτην κοινωνὸν τῆς ἑαυτοῦ βασιλείας πεποίηται, καὶ οὐδʼ εἰ ἔστιν ἄλλο οἶδε γυνεμκεῖον φῦλον. ἥξεις ἐπὶ τὴν φρόνησιν μετὰ ταῦτα. ἀεὶ δὲ μέλλων ἄρχεσθαι ἑκάστης τῶν ἀρετῶν χρῶ προοιμιαστικαῖς ἐκνοίαις, ὡς ἔφαμεν ἐρεῖς τοίνυν ἐπὶ τῇ φρονήσει, ὅτι σύμπαντα ταῦτα οὐκ ἂν ἤρκεσε πρᾶξαι βασιλεύς, οὐδʼ ἂν τοσούτων πραγμάτων ὄγκον διήνεγκεν, εἰ μὴ φρονήσει καὶ συνέσει τῶν ἐπὶ γῆς ὑπερέφερε, διʼ ἥν καὶ αἱ νομοθεσίαι καὶ αἱ σωφροσύναι καὶ αἱ λοιπαὶ κατορθοῦσθαι πεφύκασιν ἀρεταί· εἶτα ὀξύς ἰδεῖν, ἐνθυμηθῆναι δετνός, προϊδέσθαι. τὸ μέλλον κρείττων μάντεως, ἄριστος γνώμων κρῖναι τὴν ἑτέρων εὐβουλίαν, ἱκανὸς τὰ δυσχερῆ καὶ ῥᾴδια γνῶνσι.

    Ἐπὶ τούτοις μὲν καταπαύσεις τὸν λόγον τὸν περὶ τούτων, μνημονεύσεις δὲ μετὰ τοῦτο τῆς τύχης, λέγων [*](229) ὅτι συμπαρομαρτεῖν δὲ ἔοικεν ἐφʼ ἅπασι καὶ πράξεσ καὶ λόγοις τῷ βασιλεῖ τῷ μεγάλῳ τύχη λαμπρά· κατορθοῖ γὰρ ἕκαστον κρεῖττον εὐχῆς, καὶ ὅτι παίδων γένεσις αὐτῷ δεδώρηται, ἄν οὕτω τύχῃ, καὶ φίλοι πάντες εὖνοι καὶ δορυφόροι κινδυνεύειν ὑπὲρ αὐτοῦ πρόθυμοι. ἥξεις δὲ ἐπὶ τὴν τελειοτάτην σύγκρισιν, ἀντεξετάζων τὴν αὐτοῦ βασιλείαν πρὸς τὰς πρὸ αὐτοῦ βασιλείας,

    377
    οὐ καθαιρῶν ἐκείνας ἄτεχνον γάρ, ἀλλὰ θαυμιάζων μὲν ἐκείνας, τὸ δὲ τέλειον ἀποδιδοὺς τῇ παρούσῃ. οὐκ ἐπιλήσῃ δὲ τοῦ προειρημένου θεωρήματος, ὅτι ἐφʼ ἑκάστῳ τῶν κεφαλαίων ποιήσει συγκρίσςις, ἀλλʼ ἐκεῖναι μὲν ἔσονται μερικαί, οἷον παιδείας πρὸς παιδίαν ἢ σωφροσύνης πρὸς σωφροσύνην, αὗται δὲ περὶ ὅλης ἔσονται τῆς ὑποθέσεως, ὡσανεὶ βασιλείαν ὅλην ἀθρόως καὶ ἐν κεφαλαίῳ πρὸς ὅλην βᾳσιλείαν συγκρίνομεν οἷον τὴν Ἀλεξάνδρου πρὸς τὴν παροῦσαν. μετὰ τὴν σύγκρισιν οἱ ἐπίλογοι. ἐκ τούτοις ἐρεῖς τὰς εὐετηρίας, [*](230) τὰς εὐδαιμονίας τῶν πόλεων, ὅτι πλήρεις, μὲν ὠνίων αἱ ἀγοραί, πλήρεις δὲ ἑορτῶν καὶ πανηγύρεων αἱ πόλεις, γεωργεῖται μετʼ εἰρήνης ἡ γῆ, πλεῖται ἡ θάλωσσα ἀκινδύνως, εὐσέβεια δὲ ἡ περὶ τὸ θεῖον ηὔξηται, τιμαὶ δὲ κατὰ τὸ προσῆκον ἑκάστοις νέμονται, οὐ δεδοίκαμεν βαρβάρους, οὐ πολεμίους, ὀχυρώτερον τοῖς βασιλέως ὅπλοις τετειχίσμεθα ἢ τρῖς τείχεσιν αἱ πόλεις, αἰχμαλώτους οἰκέτας κεκτήμεθα αὐτοὶ μὴ πολεμοῦντες, παρᾲ δὲ τῆς βασιλέως χειρὸς νικώσης δεχόμενοι. τίνας ὖ?? εὐχὰς εὔχεσθαι δεῖ τῷ κρείττονι τὰς πόλεις ἢ ὑπὲρ βασιλέως ἀεί; τί δὲ μεῖζον αἰτεῖν παρὰ τῶν θεῶν ἢ βασιλέα σώζεσθαι; ὄμβροι γὰρ κατὰ καιρὸν καὶ θαλά??σης φοραὶ καὶ καρπῶν εὐφορίαι διὰ τὴν τοῦ βασιλέως δικαιοσύνην ἡμῖν εὐτυχοῦνται· τοιγάρτοι καὶ ἀμειβόμεναι αὐτὸν αἱ πόλεις καὶ ἔθνη καὶ γένη καὶ φυλαὶ στεφανοῦμεν, ὑμνοῦμεν, γράφομεν, πλήρεις εἰκόνων αἰ πόλεις, αἰ μὲν πινάκων γραπτῶν, αἱ δέ που καὶ τιμιωτέρας ὕλης. ἐπὶ τούτοις εὐχὴν ἐρεῖς αἰτῶν παρὰ θεοῦ εἰς μήκιστον χρόνον προελθεῖν τὴν βασιλείαν,δίαδοθῇναι [*](231) εἰς παῖδας, παραδοθῆναι τῷ γένει.