Περὶ ἐπιδεικτικῶν

Menander Rhetor

Menander Rhetor. Rhetores Graeci, Volume 3. Spengel, Leonard, editor. Leipzig: Teubner, 1856.

16 Ὅμηρος ὁ θεῖος ποιητὴς τά τε ἄλλα ἡμᾶς ἐπαίδευσε καὶ τὸ τῆς μονῳδίας εἶδος οὐ παραλέλοιπε· καὶ γὰρ Ἀνδρομάχῃ καὶ Πριάμῳ καὶ τῇ Ἑκάβῃ λόγους μονῳδικοὺς περιτέθεικεν οἰκείους ἑκάστῳ προσώπῳ, ὧσπερ ἐκδιδάξαι βουλόμενος ἡμὰς μηδὲ τούτων ἀπείρως ἔχειν. χρὴ τοίνυν λαβόντας παρὰ τοῦ ποιητοῦ τὰς ἀφορμὰς ἐπεξεργάζεσθαι ταύτας γνόντας τὸ θεώρημα, ὁποῖον ὁ ποιητὴς παρέδωκεν. τί τοίνυν ἡ μονῳδία βούλεται; θρηνεῖν καὶ κατοικτίζεσθαι, κὰν μὲν μὴ προσήκων ᾐ [*](316) ὁ τεθνεώς, αὐτὸν μόνον θρηνεῖν τὸν ἀπελθόντα, παραμιγνύντα τὰ ἐγκώμια τοῖς θρήνοις καὶ συνεχῶς τὸν θρῆνον ἐμφανίζειν, ἵνα μὴ ἀπολύτως ἐγκώμιον ᾖ, ἀλλʼ ἵνα πρόφασις τοῦ θρήνου ᾖ τὸ ἐγκώμιον· ἂν δὲ προσήκων ᾗ, οὐδὲν ἧττον καὶ αὐτὸς ὁ λέγων οἰκτιεῖται ἢ ὅτι ὀρφανὸς καταλέλειπται, ἢ ὅτι ἀρίστου πατρὸς ἐστέρηται καὶ τὴν ἐρημίαν ὀδύρεται τὴν ἑαυτοῦ αὐτός. ἐὰν δὲ καὶ πόλεως τύχῃ προεστὼς ὁ μεταστάς, ἐρεῖς τι καὶ περὶ αὐτῆς τῆς πόλεως μεταχειριζόμενος, καὶ ταύτης τὰ ἐγκώμια πρὸς τὴν ὑπόθεσιν, ὅτι λαμπρὰ μὲν ἡ πόλις, ὁ δὲ ἐγείρας αὐτὴν ὁ πεπτωκώς ἐστιν. ἢ οὕτω, τίς ἐπιμελήσεται, τίς διασώσει, καθάπερ ἐκεῖνος; ἐὰν

435
δὲ νέος τύχῃ ὁ τελευτήσας, ἀπὸ τῆς ἡλικίας τὸν θρῆνον κινήσεις, ἀπὸ τῆς φύσεως ὅτι εὐφυής, ὅτι μεγάλας παρέσχεν τὰς ἐλπίδας, καὶ ἀπὸ τῶν συμβάντων, ὅτι ἀνύειν τι ἔμελλε μετὰ μικρὸν ὁ θάλαμος, ἔμελλον αἱ παστάδες· ἀπὸ τῶν περὶ τὴν πόλιν, ὅτι ἡ πόλις ἐπίδοξος ἦν ἕξειν τὸν προστησόμενον, τὸν δημηγορήσοντα, τὸν ἀγῶνα διαθήσοντα. πανταχοῦ δὲ ἐκ μεταχειρίσεως αὐτὰ ταῦτα ἀφορμὰς ποιεῖσθαι τῶν θρήνων δεῖ. χρὴ τοίνυν ἐν τούτοις τοῖς λόγοις εὐθύς μὲν σχετλιάζειν ἐν ἀρχῇ πρὸς δαίμονας καὶ πρὸς μοῖραν ἄδικον, πρὸς πεπρωμένην νόμον ὁρίσασαν [*](317) ἄδικον, εἶτα ἀπὸ τοῦ κατεπείγοντος εὐθύς λαμβάνειν. οἷον ἐξήρπασαν, οἷα κατὰ τοῦ πεσόντος ἐκώμασαν. ἀλλʼ ἵνα μὴ πολλὰ τοιαῦτα λέγωμεν, ἀπλῶς χρήσῃ ταύτῃ τῇ τέχνῃ, καὶ διαιρήσεις πρὸς τὰς τοιαύτας ὑποθέσεις τὸν λόγον. διαιρήσεις δὲ τὴν μονῳδίαν εἰς χρόνους τρεῖς, τὸν παρόντα εὐθὺς καὶ πρῶτον· μᾶλλον γὰρ ὁ λόγος κινητικώτερος εἴη ἀπὸ τῶν ἐπʼ ὄψιν καὶ τῶν νῦν συμβάντων, οἰκτίζων τε, εἰ τὴν ἡλικίαν ἢ τὸν τρόπον τοῦ θανάτου λέγοι τις, εἰ μακρᾷ νόσῳ περιπεπτωκὼς εἴη, εἰ ὀξὺς ὁ θάνατος ἀπὸ τῆς συνόδου τῶν παρόντων, ὅτι συνεληλύθασιν οὐκ εἰς θέατρον εὔδαιμον, οὐκ εἰς θέαν εὐκταίαν. εἶτα ἀπὸ τοῦ παρεληλυθότος χρόνου, οἷος ἠν ἐν νέοις ὅτε ἦν νέος, οἷος ἐν ἀνδράσιν ἀνὴρ τυγχάνων, ὅπως ὁμιλητικός, ὅπως ἤπιος, ὅπως ἐπὶ λόγοις διαπρέπων, ὅπως ἐν νεανίσκοις καὶ ἡλικιώταις γαῦρος, οἷος ἐν κυνηγεσίοις, οἷος ἐν γυμινασίοις. ἀπὸ δὲ τοῦ μέλλοντος, οἵας εἶχεν ἐλπίδας ἐπʼ αὐτῷ τὸ γένος, εἴτα ἀποστροφῇ χρήσῃ ὦ γένος λαμπρὸν καὶ εὐδόκιμον ἄχρι τῆς παρούσης ὥρας, κομᾷς μὲν ἐπὶ χρυσῷ καὶ ὄλβῳ καὶ εὐγενείᾳ τῇ θρυλουμένῃ, ἀλλʼ ἅπαντα
436
[*](318) συνέχεεν καὶ ἀνεσκεύασεν ὁ πεσών. τί τοιοῦτον κειμιήλιον κέκτησαι, οἷον ἀποβέβληκας; συνοδύρου οὖν καὶ πατρὶ καὶ μητρί, καὶ αὐξήσεις τὸν οἶκτον, οἵων ἐλπίδων ἐστέρηνται. καὶ ἀπὸ τῆς πόλεως ἐπιχειρήσεις λέγων πάλιν, οἷος ἄν περὶ αὐτὴν ἐγένετο, οἷον ἂν παρέσχεν ἑαυτὸν εἰς φιλοτιμίαν, καὶ οἷον παρεῖχεν. κἂν μὲν τῶν πολιτευομένων ᾖ, ἐρεῖς τούτων τὰ πολλὰ ἐν τῷ παρεληλυθότι χρόνῳ· εἰ δὲ τῶν μελλόντων προστάττειν, ταῦτα ἐρεῖς ἐν τῷ μέλλοντι, καὶ ὅλως ἐφαρμόσεις τοῖς χρόνοις ἀεὶ τὰ ἀπὸ τῶν προσώπων. εἶτα μετὰ τοὺς τρεῖς χρόνους διαγράψεις τὴν ἐκφοράν, τὴν σύνοδον τῆς πόλεως· εἴθε μὲν οὖν προεπέμπετο εἰς θάλαμον, εἴθε μὲν οὖν εἰς ἀποδημίαν, ἐξ ἧς ἔμελλεν ἐπανιέναι, εἴθε ἀκροασόμενοι λόγων αὐτοῦ συνεληλύθειμεν. εἶτα διατυπώσεις τὸ εἶδος τοῦ σώματος,  οἷος ἦν ἀποβεβληκὼς τὸ κάλλος, τὸ τῶν παρειῶν ἐρύθημα, οἷα γλῶττα συνέσταλται, οἷος ἴουλος ἐφαίνετο μαρανθείς, οἷοι βόστρυχοι κόμης οὐκέτι λοιπὸν περίβλεπτοι, ὀφθαλμῶν δὲ βολαὶ καὶ γλῆναι κατακοιμηθεῖσαι, βλεφάρων δὲ ἕλικες οὐκέτι ἕλικες, ἀλλὰ συμπεπτωκότα πάντα. εὔδηλον δὲ ὡς αἰ μονῳδίαι εἰώθασιν ἐπὶ νεωτέροις λέγεσθαι, ἀλλʼ οὐκ ἐπὶ γεγηρακόσι· τοὺς γὰρ πρεσβύτας ὡς νέους ἐν μονῳδίᾳ [*](319) θρηνεῖν, πῶς οὐ περιττὸν ὄντως καὶ μάταιον; ῥηθείη δʼ ἂν μονῳδία καὶ ἀνδρὸς ἐπὶ τῇ αὐτοῦ γυναικὶ λέγοντος· ἐχέτω δὲ μνήμην καὶ ζώων ἀλόγων, οἷον οὐδὲ ἄλογα ζῶα, οἷον βοῦς ἢ ἵππος ἢ κύκνος ἢ χελιδὼν ἀνέχεται χωριζόμενα ἀλλήλων, ἀλλʼ ἐπισημαίνει τῇ φωνῇ ὀδυρόμενα, οἷον ὁ κύκνος ἀνεὶς τὸ πτερὸν τῷ Ζεφύρῳ δακρύει τὸν δύννομον, καὶ χελιδὼν ὀδύρεται καὶ τὴν μουσικὴν εἰς θρῆνον μεταβάλλει πολλάκις καὶ ἐπὶ τῶν πετάλων τῶν δένδρων ίζάνουσα κατοδύρεται.
437
ἔστω δὲ μὴ πέρα τῶν ἑκατὸν πεντήκοντα ἐπῶν ὁ λόγος διὰ τὸ μὴ ἀνέχεσθαι τοὺς πενθοῦντας μακρὰς σχολῆς μηδὲ λόγων μήκους ἐν συμφοραῖς καὶ ἀκαιρίαις. ἡ μονῳδία δὲ ἀεὶ ἄνετος.

Δεῖ μὲν ὁμολογεῖν σε εὐθὺς ἐν προοιμίῳ τῷ πρώτῳ, 17 ὅτι δεῖ τὸν λόγους κτησάμενον ἀποδοῦναι λογίῳ θεῷ τὰς χάριτας διὰ τῶν λόγων οὓς διʼ αὐτὸν τὸν μουσηγέτην κεκτήμεθα, ἄλλως τε καὶ ὅτι προστάτης καὶ [*](320) συνεργὸς τῆς ἡμετέρας πόλεως, οὐ μόνον νῦν, ἀλλὰ καὶ ἀνέκαθεν, ὥστε διπλῆν τὴν χάριν ὀφείλεσθαι, ὑπέρ τε τῶν λόγων ὑπέρ τε τῶν εὐεργεσιῶν, καὶ τρίτον ὅτι καὶ ἄλλως ὁμολογούμενόν ἐστι δεῖν ἀνυμνεῖν τοὺς κρείττονας, καὶ τῆς εἰς αὐτούς εὐφημίας μηδέποτε ῥᾳθυμεῖν. τὸ δεύτερον ἐργάσῃ λαβὼν τοιαύτην ἔννοιαν· Ὅμηρος μὲν οὖν πάλαι ὕμνους καὶ τῇ μεγάλῃ ποιήσει τοὺς πρὸς ἀξίαν ὕμνους εἴρηκε τοῦ θεοῦ καὶ παρέλιπε τοῖς μετʼ αὐτὸν ὑπερβολὴν οὐδεμίαν, καὶ ὅτι αἱ Μοῦσαι καθʼ Ἡσίσδον πρὸς τὴν ἀξίαν ὑμνοῦσιν ἀεὶ τὸν Ἀπόλλωνα· προὔλαβε δὲ καὶ Πίνδαρος ὕμνους γράφων εἰς τὸν θεὸν ἀξίους τῆς ἐκείνου λύρας· ὅμως δʼ ἐπειδήπερ εἰώθασιν οἱ κρείττους καὶ τὰς ὄμικροτάτας τῶν θυσιῶν ἀποδέχεσθαι, ὅταν γίγνωνται εὐαγῶς, οὐκ ἀφέξομαι δὴ καὶ αὐτὸς κατὰ δύναμιν ὕμνον ἀναθεῖναι Ἀπόλλωνι. εὔχομαι δὲ αὐτῷ τῷ Σμινθίῳ Ἀπόλλωνι δύναμιν ἐμποιῆσαι τῷ λόγῳ ἀρκοῦσαν πρὸς τὴν παροῦσαν ὑπόθεσιν. τρίτον· εἰ μὲν οὖν ἡρώων τινὸς ἔμελλον λέγειν ἐγκώμιον, οὔτʼ ἂν διηπόρησα περὶ τῆς ἀρχῆς, οὐδʼ ὅθεν δεῖ πρῶτον τὴν ἀρχὴν τοῦ λόγου ποιήσασθαι. ἐπεὶ δέ μοι καὶ ὁ λόγος τετόλμηκεν εἰς τὸν μέγιστον τῶν θεῶν, ἐδεήθην μὲν

438
[*](321) χρησμῳδῆσαί μοι τὴν Πυθίαν σεισθέντων τῶν τριπόδων, ὅθεν δεῖ κατατολμῆσαι τοῦ πράγματος, ἐπεὶ δὲ κρύπτει τέως ἡμῖν τὰ μαντεύματα, τοῦτο δόξαν ἴσως τοῖς κρείττοσιν, αἰτήσω παρὰ τῶν Μουσῶν μανθάνειν, καθάπερ Πίνδαρος τῶν ὕμνων πυνθάνεται, ἄναξιφόρμιγγες ὕμνοι, πόθεν με χρὴ τὴν ἀρχὴν ποιήσασθαι; δοκεῖ δʼ οὖν μοι πρῶτον ἀφεμένῳ τέως τοῦ γένους ὕμνον εἰς αὐτὸν ἀναφθέγξασθαι.

Μετὰ τὰς ἐννοίας ταύτας τὰς προοιμιακὰς ἐρεῖς εἰς αὐτὸν ὕμνον τὸν θεόν, ὅτι, ὦ Σμίνθιε Ἄπολλον, τίνα σε χρὴ προσειπεῖν; πότερον ἥλιον τὸν τοῦ φωτὸς ταμίαν καὶ πηγὴν τῆς οὐρανίου αἴγλης, ἢ νοῦν, ὡς ὁ τῶν θεολογούντων λόγος, διήκοντα μὲν διὰ τῶν οὐρανίων, ἰόντα δὲ διʼ αἰθέρος ἐπὶ τὰ τῇδε; ἢ πότερον αὐτὸν τὸν τῶν ὅλων δημιουργόν, ἢ πότερον δευτερεύουσαν δύναμιν, διʼ ὃν σελήνη μὲν κέκτηται σέλας, γῆ δὲ τοὺς οἰκείους ἠγάπησεν ὅρους, θάλαττα δὲ οὐχ ὑπερβαίνει τοὺς ἰδίους μυχούς; φασὶ γὰρ τοῦ χάους κατειληφότος τὰ σύμπαντα καὶ πάντων συγκεχυμένων καὶ φερομένων τὴν ἂτακτον ἐκείνην κοὶ ἀμειδῆ φοράν, σὲ ἐκ τῶν οὐρανίων ἀψίδων ἐκλάμψαντα σκεδάσαι μὲν τὸ χάος ἐκεῖνο, ἀπολέσαι δὲ τὸν [*](322) ζόφον, τάξιν δʼ ἐπιθεῖναι τοῖς ἅπασιν. ἀλλὰ ταῦτα μὲν σοφῶν παισὶ φιλοσοφεῖν παραλείπω, ἣν δὲ ἀκήκοα τῶν λεγόντων γένεσιν, ταύτην καὶ δὴ πειράσομαι λέγειν. πάντως δὲ οὐδὲ οὗτος ἀπὸ τρόπου σοι ὁ λόγος. ὃς κεκρυμμένην εἶχεν ἐν ἑαυτῷ τὴν ἀληθεστέραν γνῶσιν. εἶτα ἐρεῖς κεφάλαιον μετὰ τὸν ὕμνον δεύτερον, τὸ γένος, ἄρξῃ δὲ ἐκεῖθεν. Ζεὺς ἐπειδὴ κατέλυσε τοὺς Τιτᾶνας ἀρχὴν ἄνομον καὶ ἀκόλαστον ἄρχοντας, μᾶλλον δὲ ὥσπερ βίαιον τυραννίδα διέποντας, καὶ

439
ταρτάροις μυχοῖς παραδέδωκεν, τότε γένεσιν παίδων δημιουργεῖν ἐνενόησεν, μεθʼ ὧν τὰ πάντα ἂριστα καταστήσειν ἔμελλεν, καὶ μίαν τῶν Τιτανίδων νύμφην ἐξελόμενος, ἐπειδὴ τοὺς πρὸς Ἥραν θεσμοὺς ἑτέροις τόκοις ἐφύλαττεν, ἐδημιούργει μετʼ ἐκείνης τὸν τόκον· κάλλει μὲν γὰρ καὶ ὥρᾳ σώματος διέφερεν, ἔπρεπε δὲ γενέσθαι μητέρα Ἀπόλλωνος καὶ Ἀρτέμιδος. καταλαμβάνει δὲ τὴν Δῆλον μέλλουσα τίκτειν ἡδέως, οἱ δέ φασι τὴν Λυκίαν. καὶ λέγουσι μὲν οἱ τὴν Δῆλον εὐτυχῆσαι φάσκοντες τὴν ὑποδοχήν, ἀνασχεῖν μὲν ἐκ θαλάττης πρὸ τοῦ κρυπτομένην καὶ οὖσαν ὕφαλον ὑποδέξασθαι πλανωμένην τὴν θεὸν ἐκ Σουνίου τῆς Ἀττικῆς ἐπιβᾶσαν τῇ νήσῳ· Ὅμηρος δὲ οἶδε μὲν τὸν ἐν Λυκίᾳ γεννώμενον· λέγει γάρ που,
  • Λυκηγενέϊ κλυτοτόξῳ,
  • καὶ τὸν τόπον ἐκεῖνον εὐτυχήσαντα τοῦ θεοῦ τὴν γένεσιν. φασὶ δʼ οὖν ἐκφανέντα τῶν ὠδίνων θεὸν [*](323) λάμψαι μὲν τοσοῦτον, ὅσον ἐπισχεῖν γῆν καὶ θάλατταν καὶ οὐράνιον κύκλον, Χάριτας δὲ καὶ Ὥρας περιχορεῦσαι τὸν τόπον, καὶ τί γὰρ οὐ σύμβολον αἴσιον ἐκ γῆς καὶ θαλάττης καὶ οὐρανοῦ δειχθῆναι. ἐκ δὲ Λυκίας παῤ ἡμᾶς ἀφικέσθαι λέγουσι τὸν θεὸν καὶ καταλαμβάνοντα τὸ Σμίνθιον μαντεῖον ἐγκαταστῆσαι τῷ τόπῳ καὶ κινῆσαι τρίποδας.