Περὶ ἐπιδεικτικῶν

Menander Rhetor

Menander Rhetor. Rhetores Graeci, Volume 3. Spengel, Leonard, editor. Leipzig: Teubner, 1856.

Ἐπανέλθωμεν δὴ πάλιν εἰς τὸν προκείμενον λόγον, ὅταν τις ἀπαίρειν ἀπὸ τῆς ἰδίας πατρίδος εἰς ἄλλην πόλιν βούληται. οὐκοῦν ἐφεξῆς μετὰ τὰ προειρημένα περὶ τούτου, λέγω δὴ μετὰ τὸ εἰπεῖν ὅτι πυνθάνομαι τὴν Πιερίαν ὄντως ἐκεῖ τυγχάνειν καὶ τὸν Ἑλικῶνα, ὡς ἐνδέχεται ἔτι τῆς ἡλικίας λόγους πονεῖν. εἶτα ἐπάξεις

433
πάλιν, ὅτι ἐρανιοῦμαι καὶ λόγους καὶ φιλοσοφίαν, μαθήσομαι διʼ ὑμᾶς καὶ τὴν κοινὴν πατρίδα, καὶ ὅταν αἴσθωμαι τελέως οἷός τε ὢν τὴν ἐνεγκοῦσαν ὠφελεῖν, τότε πάλιν ποθήσω τὴν πόλιν καὶ τὸ γένος. τίς γὰρ Ἴβηρσι παρατυχὼν ἢ παρὰ Λωτοφάγους ἀφικόμενος οὐκ ἄν ὑμᾶς προτιμήσειεν,
  • ὡς οὐδὲν γλύκιον ἧς πατρίδος οὐδὲ τοκήων,
  • ὡς Ὅμξρός πού φησι,
  • ἧς γαίης καὶ καπνὸν ἀποθρώσκοντα νοῆσαι.
  • μετὰ δὲ ταῦτα συνεύξῃ τῇ τε πόλει τὰ κάλλιστα, καὶ σαυτῷ περὶ τῆς ὁδοῦ καὶ περὶ τοῦ τυχεῖν τούτων ὗν σπουδάζεις σύν ἀγαθῇ καὶ λαμπρᾷ τύχῃ, καὶ περὶ τῆς [*](314) ἐπανόδου πάλιν· καλλωπίσεις δὲ τὸν λόγον καὶ εἰκόσι καὶ ἱστορίαις καὶ παραβολαῖς καὶ ταῖς ἄλλαις γλυκύτησι καὶ ἐκφράσεσί τισιν ἐν τῷ ἐπαίνῳ τῆς πόλεως, στοῶν καὶ λιμένων καὶ ποταμῶν καὶ πηγῶν καὶ ἂλσεων, καὶ ἦθος δὲ περιθήσεις τῷ λόγῳ μέτριον καὶ ἀπλοῦν καὶ δεξιόν, τὴν ἐπιείκειαν πανταχοῦ ἐμφανίζων μετὰ τοῦ μὴ καθαιρεῖν τὸ ἀξίωμα μηδὲ ὑποπεπτωκέναι. μεμνῆσθαι δέ σε χρὴ τοῦ θεωρήματος, ὅτι πᾶσα ἀνάγκη καὶ πρώτην ἐπαινεῖν καὶ πρώτην θαυμάζειν τὴν πόλιν πρὸς ἣν ἂν ὁ λόγος σοι γίγνηται, ἀφορᾶν δὲ χρὴ καὶ πρὸς τὰς πόλεις, εἰς ἃς σπεύδει τις, καὶ εἰ μὲν ἐφάμιλλοί εἰσιν αἱ πόλεις ἢ ὀλίγῳ βελτίους ἢ καὶ πολλῷ τῆς πόλεως, πρὸς ἣν ἂν συντάττηταί τις, ἐρεῖς, ὅτι οὐ μείων ἐκείνης αὕτη· δεῖ γὰρ μηδαμῶς καθαιρεῖν τὴν πόλιν ἣν ἐπαινεῖν προειλόμεθα καὶ πρὸς ἣν συνταττόμεθα. εἰ δὲ πολλῷ ἐλάττους εἶεν αἰ πόλεις, παρʼ ἃς ἂν σπεύδῃ τις, τότε τὴν χρείαν αὐξήσεις, διʼ ἣν σπεύδει, ὅτι κρείττων μὲν ἡ ὑμετέρα πόλις πρὸς ἣν συντάττομαι, ἡ δὲ ἀναγκαία χρεία τοῦ κτήματος, ὃ βουλόμεθα ἐρανίσασθαι, μόλις ἂν διʼ ἐκείνης γένοιτο. [*](315)
    434
    ἔστω δέ σου τὸ μέτρον τοῦ λόγου ἡ χρεία. καὶ εἰ μὲν ὡς ἐν λαλιᾷ, βραχὺς δὲ ὁ τῆς λαλιᾶς λόγος, διὰ συντόμων ἐρεῖς, καὶ μάλιστα ὅταν πρὸς τῇ λαλιᾷ ταύτῃ μέλλῃς ἕτερον εὐθύς παρέχεσθαι λόγον· εἰ δὲ συντάξασθαι μόνον προθυμηθείης, καὶ ταύτην ἐπίδειξιν μόνον κατʼ ἐκείνην τὴν ἡμέραν ποιήσασθαι, προάξεις τὴν συντακτικὴν συγγραφικῶς καὶ ἄχρι διακοσίων στίχων ἢ τριακοσίων, εἰ βουληθείης, καὶ οὐδείς σοι μέμψεται εὖ φρονῶν.