Περὶ ἐπιδεικτικῶν

Menander Rhetor

Menander Rhetor. Rhetores Graeci, Volume 3. Spengel, Leonard, editor. Leipzig: Teubner, 1856.

14 Ἐὰν ἂρχοντα καλῇς εἰς πανήγυριν, ὡς ἔθος, [*](299)ἐρεῖς μὲν ἐν τοῖς προοιμίοις τὴν αἰτίαν τῆς ἀφίξεως καὶ τῆς κλήσεως, ὅτι πέπομφεν ἡ πόλις πάλαι μὲν καὶ ἄνευ προφάσεως ποθοῦσα καὶ βουλομένη τῶν σοι προσόντων ἐξαιρέτων μετέχειν ὁσημέραι· πολὺ δὲ πλεῖον ἐπὶ τοῦ παρόντος, ὅτι καὶ πανήγυριν ἄγει καὶ δεῖται μείζονος θεατοῦ πρὸς τὰ δρώμενα. εἶτα ἐρεῖς ἐγκώμιον τῆς πανηγύρεως, ἀφʼ ἧς ἡ κλῆσις, εἰπών ὧδέ πως· ἵνα δὲ γνῷς τὴν ὑπόθεσιν καὶ τὴν πανήγυριν ἐφʼ ἣν ἡ κλῆσις, μικρὸν ἄνωθεν ἄρξομαι, καὶ ἐρεῖς τῆς πανηγύρεως ἐγκώμιον, μετὰ δὲ τὴν πανήγυριν ἐπαινῶν καὶ λέγων ὅτι τίθεται θεῶν τινι ἢ ἡρώων. μετὰ τὸν τῆς πανηγύρεως ἔπαινον ἐρεῖς ἐγκώμιον τῆς πόλεως, εἴ τι ἀρχαῖον ἔχεις, εἶτα τοῦ ἄρχοντος ἀναγκαίως. δεῖ γὰρ πρότερον ἐγκωμιάσαι τὴν πανήγυριν· τοῦτο γὰρ ἐνταῦθα τὸ προηγούμενον, ὅθεν ἄρχεσθαι μάλιστα δεῖ, εἶτα τὴν πόλιν, καὶ μετὰ ταῦτα τὸν ἄρχοντα. προσθήσεις δὲ πανταχοῦ τὸ τῆς πανηγύρεως· πλέον γάρ τι ἐχέτω καὶ [*](360) οὗτος ὁ λόγος ὁ τῆς πανηγύρεως, διότι οὐχ ἀπλῶς πλῆσίς ἐστιν, ἀλλὰ καὶ ἐπὶ πανήγυριν. διὸ ἔφαμεν δεῖν πανταχοῦ τὸ ἐξαίρετον τῆς ὑποθέσεως πλεονάζειν. λέγε δὲ τὰ κατὰ τὴν πανήγυριν μετὰ τὸν ἂρχοντα οὕτως, ὅτι σεμνὴ καὶ ὅτι θαύματος ἀξία πολλοῦ, καὶ ὅτι θεάσῃ δήμους, πόλεις συνεληλυθυίας, ἀθλητὰς πανταχόθεν, τοὺς ἀρίστους κιθαριστάς, αὐλητάς, οὐκ ὁλίγους τῶν τὴν μουσικὴν μετιόντων ἀνδρῶν, οἵ σε περιμένουσι· καὶ οὐδὲ τούτων οὐδεμίαν ἀπόλαυσιν ἕξειν ἡγούμενοι χωρὶς τῆς σῆς ἐπιδημίας καλοῦσιν ἐπὶ τὴν πανήγυριν

425
νῦν, ἵνα ὑπὸ σοὶ θεατῇ ταύτην τελέσωσι. τίς δὲ οὐ θαυμάζει πεισθέντα σε; τίς δὲ οὐ θέαμα τῆς πανηγύρεως αὐτῆς τάχα σεμνότερον ἴδοι σέ; εἶτα ἐρεῖς· αἰδεῖ- σθαι δέ σε δεῖ καὶ τὸν θεόν, ᾧ τελεῖται τὰ τῆς πανηγύρεως, καὶ χαρίζεσθαι τούτῳ· καὶ γὰρ εὐσεβὴς ὁμοῦ καὶ πείθεσθαι δόξεις. εἶτα ἐρεῖς· καὶ τὰ μὲν τῆς πανηγύρεως ἅπαντα παρεσκεύασται, μόνος δὲ σὺ ταύτῃ λείπεις, ὥστε ἥκοις ἄν. εἶτα συγκρινεῖς τὴν πανήγυριν ἑτέρᾳ πανηγύρει, δεικνύς οὐκ εἰς μικράν τινα καὶ εὐτελῆ καλεῖν ἑορτήν. προσθήσεις δὲ ὅτι εἰ μὲν πεισθείης, [*](301) ἐνδοξότερος ἐγὼ πείσας, ἐνδοξότερα δὲ τὰ δρώμενα, σεμνοτέρα δὲ ἡ πόλις, ὁ δὲ θεὸς ἡσθήσεται· εἰ δὲ ἀποτύχοιμι, ὅπερ οὐκ οἴομαι μηδὲ εἴη, ἄλλην ποῦ ὁδὸν ἐγὼ τραπήσομαι; τίς γάρ μοι τῆς πατρίδος ἔτι πόθος ἀποτυχόντι τῆς τοσαύτης πρεσβείας; ἡ δὲ πόλις ἀντὶ πανηγύρεως ἕξει συμφοράν, ὅπερ οὐδὲ λέγειν ἄξιον· οὐκοῦν σπεῦδε θᾶττον ἐπʼ αἰσίοις συμβόλοις πεισθεὶς τῇ πόλει παρακαλούσῃ, σπεῦδε εἰς τὴν πανήγυριν· ὁ γὰρ τοῦ πρεσβευτοῦ λόγος φωνὴ τῆς πόλεως, ἵνα σου μετὰ τῶν ἄλλων πράξεων καὶ τοῦτο καταλέγωμεν.