Περὶ ἐπιδεικτικῶν

Menander Rhetor

Menander Rhetor. Rhetores Graeci, Volume 3. Spengel, Leonard, editor. Leipzig: Teubner, 1856.

12 Ἐν τῷ στεφανωτικῷ προοιμιάσῃ εὐθὺς ἀπὸ τοῦ στεφάνου καὶ τῆς δόξης τοῦ βασιλέως, καὶ ὅτι φθάνει μὲν ὁ κρείττων αὐτῇ τῇ βασιλείᾳ στεφάνῳ τιμῶν, καὶ ἡ σύμπασα οἰκουμένη τῷ μεγίστῳ στεφανοῦσα στεφάνῳ, ταῖς εὐφημίαις· ἡμεῖς δὲ παρά σε καὶ ἡ πόλις ἡ ἡμετέρα, οὐδεμιᾶς τῶν σῶν ὑπηκόων οὕτε δόξαις οὕτε μεγέθεσιν οὕτε κάλλεσιν ἡττωμένη, λόγοις τε ἅμα στεφανοῦσα καὶ χρυσῷ τῷ στέμματι. ἐὰν μὲν σχῇ γένος [*](296) εὐδόκιμον, μετὰ τὸ προοίμιον ποιήσῃ τοῦ βασιλέως τὸ ἐγκώμιον ἀπὸ τοῦ γένους· εἰ δὲ μή γε, εὐθὺς ἀπὸ τῆς τύχης ἀντὶ τοῦ γένους, ὅτι θεὸς κατοικτείρας ἂνωθεν τὸ ἀνθρώπινον γένος καὶ βουληθεὶς ταῖς εὐδαιμονίαις παραμυθήσασθαι τὴν σὴν παρήγαγε γένεσιν ἐπʼ ἀγαθῇ μοίρᾳ τῆς οἰκουμένης. εἶτα ἐρεῖς ἐὰν ἔχῃς παιδείαν καὶ ἀνατροφὴν ἔνδοξον. εἶτα ἐφάψῃ τῶν ἀρετῶν, ἐπὶ τούτοις τῆς ἀνδρείας πρώτης· ὅτι γάρ τοι διατελεῖς ἐν δουρὶ καὶ ἵππῳ καὶ ἀσπίδι ἄθλους μεγίστους ἀγωνιζόμενος ὑπὲρ τῆς ὑφʼ ἥλιον, καθάπερ Ἡρακλέα φασὶ τὸν Διός· ἐν ᾠ μνημονεύσεις ὅτι βαρβάρων οἱ μὲν τελέως ἀπολώλασιν, οἱ δὲ δυστυχοῦσιν, οἱ δʼ αἰχμάλωτοι παρʼ ἡμᾶς ἤχθησαν, οἱ δὲ οὐδὲ ἀντέχειν δύνανται, ὥσπερ οὐδὲ πρὸς τὰς ἡλίου βολὰς ἀτενίζειν τολμῶντες. μετὰ τὴν ἀνδρείαν ἐν καὶ ἡ κατὰ τὸν πόλεμόν ἐστιν, ἐρεῖς λοιπὸν περὶ τῶν κατὰ εἰρήνην, καὶ μετὰ ταῦτα ἐπάξεις, ὅτι τοιγάρτοι διὰ τοῦτο στεφανοῖ σε ἡ πόλις, ἅμα μὲν χάριτας ἐκτιννῦσα ὑπὲρ ὧν ὁσημέραι εὐεργετούμεθα,

423
ἅμα δὲ καὶ δεομένη καὶ ἱκετεύουσα καὶ θαρροῦσα τῇ σῇ περὶ πάντα φιλανθρωπίᾳ, ὅτι οὐδενὸς ἀποτεύξεται. εἶτα ἀξιώσεις ἀναγνωσθῆναι τὸ ψήφισμα. ἔστω δέ σοι [*](297) ὁ λόγος μὴ πλειόνων ἑκατὸν πεντήκοντα ἢ καὶ διακοσίων ἐπῶν.

Ἐὰν δὲ ὑπὲρ πόλεως καμνούσης δέῃ πρεσβεῦσαι, 13 ἐρεῖς μὲν καὶ ταῦτα ἃ προείρηται ἐν τῷ στεφανωτικῷ, πανταχοῦ δὲ τὸ τῆς φιλανθρωπίας τοῦ βασιλέως αὐξήσεις, καὶ ὅτι φιλοικτίρμων καὶ ἐλεῶν τοὺς δεομένους, καὶ ὅτι διὰ τοῦτο ὁ θεὸς αὐτὸν κατέπεμψεν, ὅτι ἤδει αὐτὸν ἐλεήμονα καὶ εὖ ποιοῦντα τούς ἀνθρώπους, καὶ ὅταν εἴπῃς τὰ ἀπὸ τῆς ἀνδρείας ἐν τοῖς πολέμοις καὶ τὰ ἀπὸ τῆς εἰρήνης ἀγαθά, ἣξεις ἐπὶ τὴν μνήμην τῆς. πόλεως, ὑπὲρ ἧς πρεσβεύεις. ἐν δὲ ταύτῃ δύο τόπους ἐργάσῃ, ἔνα μὲν τὸν ἀπὸ τῆς τοῦ ἐναντίου αὐξήσεως, οἷον ἦν ποτε τὸ Ἴλιον πόλις λαμπρὰ καὶ ὀνομαστοτάτη τῶν ὑφʼ ἥλιον πασῶν, καὶ ἀντέσχεν πρὸς τοὺς ἀπὸ τῆς Κὐρώπης πολέμους τὸ παλαιόν· εἶτα τὸν ἐκ διατυπώσεως, ἐν ᾧ καὶ διασκευάσεις τὴν παροῦσαν τύχην, ὅτι πέπτωκεν εἰς ἔδαφος, καὶ μάλιστα ἐκείνων μνημονεύσεις [*](298) ἃ πρὸς τὴν χρείαν καὶ τὴν ζωὴν ἐκλαμβάνεσθαι πέφυκε, καὶ ὧν εἰώθασιν οἱ βασιλεῖς προνοεῖσθαι, οἷον ὅτι λουτρὰ συμπέπτωκεν, ὑδάτων ὀχετοὶ διεφθάρησαν, κόσμος ὁ τῆς πόλεως συγκέχυται, καὶ τὰ τοιαῦτα ἐλεεινολογησάμενος ἐπάξεις, ὅτι διὰ ταῦτα ἱκετεύομεν, δεόμεθα, πρὸ τῶν γονάτων πίπτομεν, τὰς ἱκετηρίας προτείνομεν· νόμιζε γὰρ τὴν τοῦ πρεσβευτοῦ φωνὴν εἶναι πάσης τῆς πόλεως, διʼ ἧς νόμιζε καὶ παῖδας καὶ γυναῖκας καὶ ἄνδρας καὶ πρεσβύτας δάκρυα προχέειν,

424
παρακαλεῖν σε πρὸς ἔλεον. εἶτα ἀξιώσεις ἐπινεῦσαι αὐτὸν δεχθῆναι τὸ ψήφισμα.

14 Ἐὰν ἂρχοντα καλῇς εἰς πανήγυριν, ὡς ἔθος, [*](299)ἐρεῖς μὲν ἐν τοῖς προοιμίοις τὴν αἰτίαν τῆς ἀφίξεως καὶ τῆς κλήσεως, ὅτι πέπομφεν ἡ πόλις πάλαι μὲν καὶ ἄνευ προφάσεως ποθοῦσα καὶ βουλομένη τῶν σοι προσόντων ἐξαιρέτων μετέχειν ὁσημέραι· πολὺ δὲ πλεῖον ἐπὶ τοῦ παρόντος, ὅτι καὶ πανήγυριν ἄγει καὶ δεῖται μείζονος θεατοῦ πρὸς τὰ δρώμενα. εἶτα ἐρεῖς ἐγκώμιον τῆς πανηγύρεως, ἀφʼ ἧς ἡ κλῆσις, εἰπών ὧδέ πως· ἵνα δὲ γνῷς τὴν ὑπόθεσιν καὶ τὴν πανήγυριν ἐφʼ ἣν ἡ κλῆσις, μικρὸν ἄνωθεν ἄρξομαι, καὶ ἐρεῖς τῆς πανηγύρεως ἐγκώμιον, μετὰ δὲ τὴν πανήγυριν ἐπαινῶν καὶ λέγων ὅτι τίθεται θεῶν τινι ἢ ἡρώων. μετὰ τὸν τῆς πανηγύρεως ἔπαινον ἐρεῖς ἐγκώμιον τῆς πόλεως, εἴ τι ἀρχαῖον ἔχεις, εἶτα τοῦ ἄρχοντος ἀναγκαίως. δεῖ γὰρ πρότερον ἐγκωμιάσαι τὴν πανήγυριν· τοῦτο γὰρ ἐνταῦθα τὸ προηγούμενον, ὅθεν ἄρχεσθαι μάλιστα δεῖ, εἶτα τὴν πόλιν, καὶ μετὰ ταῦτα τὸν ἄρχοντα. προσθήσεις δὲ πανταχοῦ τὸ τῆς πανηγύρεως· πλέον γάρ τι ἐχέτω καὶ [*](360) οὗτος ὁ λόγος ὁ τῆς πανηγύρεως, διότι οὐχ ἀπλῶς πλῆσίς ἐστιν, ἀλλὰ καὶ ἐπὶ πανήγυριν. διὸ ἔφαμεν δεῖν πανταχοῦ τὸ ἐξαίρετον τῆς ὑποθέσεως πλεονάζειν. λέγε δὲ τὰ κατὰ τὴν πανήγυριν μετὰ τὸν ἂρχοντα οὕτως, ὅτι σεμνὴ καὶ ὅτι θαύματος ἀξία πολλοῦ, καὶ ὅτι θεάσῃ δήμους, πόλεις συνεληλυθυίας, ἀθλητὰς πανταχόθεν, τοὺς ἀρίστους κιθαριστάς, αὐλητάς, οὐκ ὁλίγους τῶν τὴν μουσικὴν μετιόντων ἀνδρῶν, οἵ σε περιμένουσι· καὶ οὐδὲ τούτων οὐδεμίαν ἀπόλαυσιν ἕξειν ἡγούμενοι χωρὶς τῆς σῆς ἐπιδημίας καλοῦσιν ἐπὶ τὴν πανήγυριν

425
νῦν, ἵνα ὑπὸ σοὶ θεατῇ ταύτην τελέσωσι. τίς δὲ οὐ θαυμάζει πεισθέντα σε; τίς δὲ οὐ θέαμα τῆς πανηγύρεως αὐτῆς τάχα σεμνότερον ἴδοι σέ; εἶτα ἐρεῖς· αἰδεῖ- σθαι δέ σε δεῖ καὶ τὸν θεόν, ᾧ τελεῖται τὰ τῆς πανηγύρεως, καὶ χαρίζεσθαι τούτῳ· καὶ γὰρ εὐσεβὴς ὁμοῦ καὶ πείθεσθαι δόξεις. εἶτα ἐρεῖς· καὶ τὰ μὲν τῆς πανηγύρεως ἅπαντα παρεσκεύασται, μόνος δὲ σὺ ταύτῃ λείπεις, ὥστε ἥκοις ἄν. εἶτα συγκρινεῖς τὴν πανήγυριν ἑτέρᾳ πανηγύρει, δεικνύς οὐκ εἰς μικράν τινα καὶ εὐτελῆ καλεῖν ἑορτήν. προσθήσεις δὲ ὅτι εἰ μὲν πεισθείης, [*](301) ἐνδοξότερος ἐγὼ πείσας, ἐνδοξότερα δὲ τὰ δρώμενα, σεμνοτέρα δὲ ἡ πόλις, ὁ δὲ θεὸς ἡσθήσεται· εἰ δὲ ἀποτύχοιμι, ὅπερ οὐκ οἴομαι μηδὲ εἴη, ἄλλην ποῦ ὁδὸν ἐγὼ τραπήσομαι; τίς γάρ μοι τῆς πατρίδος ἔτι πόθος ἀποτυχόντι τῆς τοσαύτης πρεσβείας; ἡ δὲ πόλις ἀντὶ πανηγύρεως ἕξει συμφοράν, ὅπερ οὐδὲ λέγειν ἄξιον· οὐκοῦν σπεῦδε θᾶττον ἐπʼ αἰσίοις συμβόλοις πεισθεὶς τῇ πόλει παρακαλούσῃ, σπεῦδε εἰς τὴν πανήγυριν· ὁ γὰρ τοῦ πρεσβευτοῦ λόγος φωνὴ τῆς πόλεως, ἵνα σου μετὰ τῶν ἄλλων πράξεων καὶ τοῦτο καταλέγωμεν.